Cyranides
- 1.17.7.1
Ὁ δὲ χυλὸς τῆς βοτάνης καυλοῦ τοῦ καρποῦ μετὰ μέλιτος ἐγχριόμενος ὀξυωπίαν ποιεῖ. Ἕψει δὲ αὐτὸν ἕως σύστασιν σχῇ.
- 1.17.8.1
Ἡ δὲ νυκτερίδος μετὰ χυλοῦ τῆς βοτάνης καὶ μέλιτος, ἐὰν χρίσῃς, ὀξυωπίαν μὲν παρέξει, ὑπόχυσιν δὲ ἀπαλλάξει.
- 1.18.1.1
Περὶ βοτάνης, σατύριος.
- 1.18.1.2
Στρουθοκάμηλος, πτηνόν.
- 1.18.1.3
Σάπφειρος, λίθος.
- 1.18.1.4
Σάλπη, ἰχθύς.
- 1.18.2.1
Σατύριός ἐστι βοτάνη ὡς ἀκανθώδης, καὶ ὅλος ὁ καυλὸς ἀναβαίνων ἐπὶ τῆς γῆς ἔχει μῆκος παλαιστὰς β′, μεστὸς δὲ σπέρματος· τῇ χροιᾷ ἐστιν ὡς κνήκου ὠχρότερον μέσον τοῦ σπέρματος.
- 1.18.3.1
Στρουθοκάμηλος, πτηνὸν ὑπὸ πάντων γινωσκόμενον.
- 1.18.4.1
Σάλπη, ἰχθὺς θαλάσσιος εὐανθής, γνωστός, ἐδώδιμος.
- 1.18.5.1
Σάπφειρος λίθος ἀνῆκεν τῇ Ἀφροδίτῃ, ἄσπιλος.
- 1.18.6.1
Τῆς οὖν βοτάνης γίνεται σκευὴ τοιαύτη. . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . Σατυρίου σπέρματος 〈 α′, πεπέρεως 〈 α′, στυπτηρίας στρογγύλης ὀγγ. β′, καὶ σχιστῆς στυπτηρίας ὀγγ. β′. Ἀπόθου ἐν ἀγγείῳ ὑελίνῳ τοῦ ξηρομύρου ὀγγ. β′.
- 1.18.7.1
Ἡ δὲ σκευὴ τοῦ ξηρομύρου ἐστὶν αὕτη. Κόστου ὀγγ. α′, κασίας ὀγγ. β′ ς′′, ἀμώμου ὀγγ. α′, καρυοφύλλου ὀγγ. β′, μόσχου γραμμάρια β′ς′′. Ταῦτα δὲ ὁλμοκοπήσας καὶ σείσας ποίει τροχίσκους καὶ ἀναξηράνας ἀπόθου ἐν βικίῳ, καὶ ὅτε χρείᾳ κόπτεσθαι καὶ ποίει ξηρόμυρον, καὶ δίδου ὀγγ. β′, τῶν μὴ δυναμένων γυναικῶν συλλήψασθαι.
- 1.18.8.1
Τῶν δὲ στρουθοκαμήλων ὁ ἐχῖνος τό λεγόμενον σιφούκιον ξηρὸν λειωθὲν καὶ διδόμενον λάθρα φιλτροπόσιμόν ἐστιν ἡδονικὸν παρασκευάζον τε εἰς ἔρωτα τὴν πίνουσαν αὐτὸ κόρην.
- 1.18.9.1
Λίθος δὲ ἐκ τοῦ ἐχίνου κεκλασμένος καὶ διδόμενος ἐν βροτῷ ἢ ποτῷ μεγίστην ἔντασιν ποιεῖται, μάλιστα τῶν μὴ δυναμένων συνουσιάζειν, μήτε ψυχὴν ἀντὶ ψυχῆς κτίζειν.
- 1.18.10.1
Αὐτὸς δὲ ὁ λίθος καθ’ ἑαυτὸν περιαπτόμενος μεγίστην εὐπεψίαν παρέχει καὶ ἔντασιν τοῖς μὴ δυναμένοις συνουσιάζειν.
- 1.18.11.1
Τῆς δὲ σάλπης τοῦ ἰχθύος ὁ δεξιὸς τοῦ κρανίου λίθος περιαπτόμενος ἔντασιν ποιεῖ, ὁ δὲ εὐώνυμος ἀνεντάτους.
- 1.18.12.1
Τὸ δὲ στέαρ τοῦ ἰχθύος μετὰ μέλιτος λειούμενον ἡδονὰς μεγίστας ποιεῖ περιχριόμενον εἰς τὸ αἰδοῖον ἀμφοτέρων.
- 1.18.13.1
Γλύφεται οὖν ἐν τῷ σαπφείρῳ λίθῳ στρουθοκάμηλος ἐν τῷ στόματι ἔχων τὴν σάλπην, καὶ βραχὺ τοῦ λίθου τοῦ ἐν τῷ ἐχίνῳ εὑρισκομένου τῆς κοιλίας τοῦ στρουθοκαμήλου, καὶ κατακλείσας φόρει. Πρὸς πᾶσαν εὐπεψίαν καὶ ἔντασιν ποιεῖται καὶ ἐρωτικὰς συμπαθείας· μάλιστα τὴν ἔντασιν παρέχει τοῖς ἤδη γηρῶσιν τοῖς τε θέλουσι πολλὰ συνουσιάζειν· ποιεῖ δὲ καὶ ἐπιχαρῇ τὸν φοροῦντα. .
- 1.19.1.1
Τριφύλλιος, βοτάνη.
- 1.19.1.2
Ταώς, ὄρνεον.
- 1.19.1.3
Τρυγὼν θαλασσία.
- 1.19.1.4
Ταΐτης, λίθος εὐανθής.
- 1.19.2.1
Τριφύλλιος βοτάνη ἐστὶν γνώριμος πᾶσιν, ἀγαθή.
- 1.19.3.1
Ταώς ἐστι πτηνὸν ἐπίχαρι, εὔγνωστον, ὡραῖον.
- 1.19.4.1
Τρυγὼν ἐστιν ἰχθὺς θαλάσσιος οὖσα καὶ φαῦλον.
- 1.19.5.1
Ταΐτης λίθος ἐστὶ ποικίλος, εὐανθής, ὁμοίως τοῦ ταῶνος, 〈ὁ καὶ πάγχρους καλούμενος· οὕτως ἀνήκει τῷ ταῶνι διὰ τὸ πολύχρωμος ὡς καθὼς καὶ ταῶν. 〉
- 1.19.6.1
Γλύφεται οὖν ἐπὶ τοῦ λίθου ταὼς πατῶν τρυγῶνα θαλασσίαν, καὶ ὑπὸ τὸν λίθον ἡ φωνὴ τοῦ ταῶνος ὡς ἔστι ἀΐω, καὶ ῥιζίον τῆς βοτάνης ὑποτιθέμενον· καὶ ὑποκατακλείσας φόρει. Τοῦτό ἐστι μέγα καὶ θαυμαστὸν φορούμενον ἐπί τε νίκης καὶ φιλίας καὶ συστάσεως καὶ πρὸς πάντας καὶ πάσας, ὥστε πάντας εὐηκόους ἔχειν. Δηλοῖ δὲ καὶ καθ’ ὕπνους περὶ οὗ ἄν τις βούληται.
- 1.19.7.1
Ἐὰν δὲ πρὸς κεφαλὴν ὑποθῇς, ὑπνώσας, ἀγνώς, ἐάν τις βούλῃ περὶ σοῦ ἴδῃς. Τοῦτον δὲ τὸν δακτύλιον μηδενὶ παραδώσεις ἑτέρῳ, ὅτι μέγιστος ὑπάρχει, καὶ ἄλλου τοιούτου οὐκ εὐμοιρήσεις.
- 1.20.1.1
Ὑπέρεικον, βοτάνη.
- 1.20.1.2
Ὑπερωνίς, πτηνόν.
- 1.20.1.3
Ὕλλος, ἰχθὺς θαλάσσιος.
- 1.20.1.4
Ὑέτιος, λίθος.
- 1.20.2.1
Ὑπέρεικόν ἐστιν βοτάνη ἀγαθή, θαμνώδης· οἱ δὲ διονυσίαν καλοῦσιν· ἔστιν δὲ θερινή.
- 1.20.3.1
Ὑπερωνὶς πτηνόν ἐστιν ὃ ὑπάρχει ἀετὸς θήλεια, ὥσπερ (f. 46 v.) καὶ ὁ ἄρρην ὑπάρχει.
- 1.20.4.1
Ὕλλος θαλάσσιος γνωστός, ἐδώδιμος, πονηρός.
- 1.20.5.1
Ὑέτιος δὲ λίθος ὅς ἐστι ποταμοφόρητος· ψηφὶς αἰματίζουσα μᾶλλον τῷ χρώματι.
- 1.20.6.1
Τὸν μὲν οὖν λίθον λιθαργήσας γλύψον εἰς αὐτὸν ἀετὸν διασπαράττοντα τὸν ἰχθύν, ὑπὸ δὲ τὸν λίθον μικρὸν ῥιζίον τῆς βοτάνης καὶ τὸ ἄκρον πτερὸν τοῦ πτηνοῦ, ἐὰν δὲ μὴ ἔχῃς, ὑπερωνίδος, καὶ θὲς ἱέρακος, καὶ κατακλείσας ἔχε· μέγα φυλακτήῥίον ἐστι καὶ ἀνδράσι καὶ γυναιξὶν πρὸς τὰς ἀναδρομὰς τῆς μήτρας, παρεγκλίσεις, σκοτισμούς, αἱμορροίας, ἀκαταστασίας, φλεγμονάς, ῥοιάδος, καὶ ἀπλῶς χωρὶς πτώσεως καὶ ἀναβρώσεως καὶ καταβρώσεως, πρὸς πάντα ποιεῖ. Δίδου οὖν φορεῖν ταῖς ἀναγκαζομέναις γυναιξὶν πρὸς τὰς ἀναδρομὰς τῆς μήτρας, παρεγκλίσεις ὡς μέγα μυστήριον καὶ ἀσφαλέστατον βοήθημα ἄκρως.
- 1.21.1.1
Φρύνη, βοτάνη.
- 1.21.1.2
Φρῦνος, πτηνόν.
- 1.21.1.3
Φώκη, θαλάσσιον ζῶον.
- 1.21.1.4
Φρῦνος, λίθος.
- 1.21.2.1
Φρύνη, βοτάνη ἥτις ἐστὶν βατράχιον, πονηρὸν φυτόν, τῇ ἰδέᾳ ὡσεὶ σέληνον· φύεται δὲ ἐν τοῖς ὕδασιν· ἔστι δὲ καυσῶδες, ἔμπυρον δὲ τῇ δυνάμει ἐστίν.
- 1.21.3.1
Φρῦνος, πτηνόν· οἱ δὲ ἴκτερον, οἱ δὲ χλωρὸν λέγουσιν. Τῷ μεγέθει ὡς στρουθίον ἐστί.
- 1.21.4.1
Φώκη θαλασσία, ζώων κάλλιστόν ἐστι καὶ γνωστόν, ἀνθρωπείας χεῖρας ἔχουσα, πρόσωπον δὲ βοὸς μικρᾶς.
- 1.21.5.1
Φρῦνος, λίθος· οἱ δὲ βατραχίτην αὐτὸν καλοῦσιν.
- 1.21.6.1
Τῆς οὖν βοτάνης ἐστὶν 〈ἡ〉 δύναμις ἰσχυροτάτη τοιαύτῃ· ἀντὶ τοῦ σιδήρου τέμνει ἀποστήματα, καὶ ἐσθίει δοθιῆνας, χοιράδας καὶ ὅσα φλέγματα ὑπάρχει.
- 1.21.7.1
Ποιήσεις δὲ τὸ ἐπιτιθέμενον ἐμπλάστριον τὸ πλάτος δακτύλων δύο, τῷ δὲ μήκει πρὸς ὃ θέλεις τέμνειν ὡς ἡμιδακτύλιον. Ἐπιτίθει δὲ τῷ φαρμάκῳ κηρωτάριον, μετὰ δὲ ὥρας τρεῖς ἢ ς′ βαστάσας εὑρήσεις τετμημένον. Χρῆσαι οὖν τοῖς δυναμένοις ἀνακαθαίρειν τὴν τομὴν καὶ τὰ ἕλκη ἐμπλάστροις, ἔπειτα τοῖς ἀρκοῦσιν, ἐπὶ δὲ κόλποις αὐτοῖς παρακολλῶσιν.
- 1.21.8.1
Ἔστι δὲ τὸ ξυσμάλιον τοῦτο, ἤγουν τὸ ἔμπλαστρον· χυλοῦ τῆς βοτάνης 〈 ο δ′, ἐν ἄλλῳ 〈 ο α′, ἀρσενικοῦ, σανδαράχης ἀνὰ 〈 ο δ′, λεπίδος ἐρυθρᾶς 〈 ο δ′. λαθυρίδων 〈 ο δ′, θηράκων κανθαρίδων 〈 ο ς′, ἀσβέστου 〈 ο η′, κεδρίας ἢ ῥοδίνου τὸ ἱκανόν. Ἀπόθου λειώσας ἐν ὑελίνῳ ἀγγείῳ· παρατήρει δὲ μὴ ἐπὶ νευρίον ἢ φλέβα ἐπιθῇς, ἵνα μὴ σπασμὸν ἐργάσῃ. Ποιεῖ δὲ καὶ εἰς αἰγίλωπας καὶ τριχιάσεις μετὰ εὐφυίας ἐντιθέμενον. Τὰς δὲ κανθαρίδας ἀπόκοπτε, ῥίπτων αὐτῶν τὰ σκέλη καὶ τὰ πτερά, μόνους δὲ τοὺς θώρακας 〈λαβών〉. Βάλλε δὲ γαλλικὸν 〈 ο δ′, καὶ τὴν ἄσβεστον ζῶσαν· κόπτε, μάλασσε, λείαινε καὶ ποίει ὡς ἐμπλαστρῶδες καὶ ἐπιτίθει.
- 1.21.9.1
Τῆς οὖν φώκης αἱ τρίχες αἱ ἀνὰ μέσον τῶν ῥινῶν καὶ τοῦ στόματος εὑρισκόμεναι μεγάλαι καὶ τραχεῖαι, μετὰ τοῦ μέσου τῆς καρδίας τῆς φώκης, ἄκρον καὶ καρδίας ἔποπος καὶ ὀλίγου ἥπατος τῆς φώκης καὶ χρυσανθέμου βοτάνης, τὸ μυρίκιον, ἤγουν μυρμήκιον, καὶ ὕγγος τοῦ στρουθίου τῆς γλώττης, καὶ ὀλίγον μόσχον εἰς δέρμα ἐλάφειον, καὶ λύκου δεξιὸν ὀφθαλμὸν συνδηήσας ἔχε· μέγιστον φυλακτήριον πρὸς πᾶσαν καὶ σύστασιν καὶ νίκην· λύει γὰρ πᾶσαν μάχην καὶ εἰς φιλίαν μετατρέπει· ῥύεται δὲ ἀπὸ πάσης ἀνάγκης χαλεπῆς καὶ περιστάσεως, θαλασσίων κινδύνων καὶ πειρασμῶν ἔν τε γῇ καὶ θαλάσσῃ καὶ ἀπὸ δαιμόνων καὶ πάσης νόσου. Παρέχει δὲ καὶ ὑγείαν καὶ εὐπραξίαν, εὐημερίαν εὐπορίαν τε παντοίων ἀγαθῶν, καὶ ἀληθῶς ἐστι μέγα θεόδοτον φυλακτήριον νικητικὸν καὶ φυλακτήριον φιλητήσιον, μάλιστα ἐὰν ἔχῃς καὶ ἀλφαιωνίας ῥίζαν καὶ καρπόν.
- 1.21.10.1
Οἱ δὲ ὄνυχες τῶν χειρῶν τῆς φώκης βασταζόμενοι ἢ φορούμενοι πᾶσαν βασκανίαν καὶ πᾶσαν νόσον καὶ κάκωσιν ἀπελαύνουσιν. Οὐδὲν οὖν ἄτοπον εἰ καὶ ὄνυχα τῆς δεξιᾶς χειρὸς ἐμβαλεῖς 〈εἰς〉 τὸ φυλακτήριον· κρεῖττον γᾶς ἐστιν.
- 1.21.11.1
Αἱ δὲ τρίχες αὐτῆς ἐπὶ κεφαλῆς ἀγρυπνούντων τιθέμεναι ὕπνον ἐπάγουσιν, καὶ ταῖς δυστοκούσαις μέγιστον ἀγαθὸν ἐν λαιῷ μηρῷ περιαπτόμεναι.
- 1.21.12.1
Τὸ δὲ δέρμα φορούμενον ὡς ζώνη ἐπὶ μὲν τῶν ψυῶν πάντα πόνον νεφρῶν ἰᾶται· ἐπὶ δὲ τὸν πόδα σανδάλια ποιήσας, ποδάγραν ἰῶνται καὶ δυσουρίαν.
- 1.21.13.1
Ὁμοίως δὲ καὶ τὸ στέαρ τῆς φώκης μιγνύμενον κηρωτῇ ῥητίνῃ ποδαγροὺς ὠφελεῖ καὶ ἀρθριτικούς.
- 1.21.14.1
Ἐὰν δὲ τὴν καρδίαν αὐτῆς περιάψῃς εἰς κατάρτιν πλοίου, οὐδέποτε ναυαγήσει.
- 1.21.15.1
Ὁμοίως δὲ καὶ τὴν δορὰν ἐὰν καθηλώσῃς εἰς τὸ ἀκρόπτερον, οὐ πειραθήσεταί ποτε κεραυνοβολίας τὸ πλοῖον.
- 1.21.16.1
Τὸ δὲ πτηνὸν βρωθὲν ἰκτεριῶντας ἀπαλλάσσει.
- 1.21.17.1
Οἱ δὲ ὄνυχες αὐτοῦ περιαπτόμενοι τριταῖον ψύχος καὶ καθημερινὸν ἰῶνται ἐν ῥάκει περιαφθέντες.
- 1.21.18.1
Ἡ δὲ καρδία αὐτοῦ ἐν ῥάκει περιαφθεῖσα καὶ ἐν βραχίονι φορουμένη τριταῖον, τεταρταῖον καὶ ἀμφημερινὸν ψύχος ἰῶνται.
- 1.21.19.1
Εἰς δὲ τὴν βατραχίτην λίθον γλύψον ἱέρακα· καὶ παρὰ τοὺς πόδας βάτραχον, καὶ κατάκλειε γλῶσσαν βατράχου καὶ ῥιζίον τῆς βοτάνης, καὶ ἄκρον γλώσσης τοῦ πτηνοῦ, καὶ κατακλείσας δὸς φορεῖν· ἵστησιν δὲ πᾶσαν αἱμορραγίαν καὶ ἀσκληπιάδας φερομένας καὶ ἰκτεριῶντας διασώζει.
- 1.21.20.1
Ποιεῖ δὲ καὶ τοῖς αἷμα ἀνάγουσιν καὶ ταῖς ἀπὸ μήτρας αἱμορραγούσαις. Ἔστι δὲ καὶ πραϋντικὸν θυμοῦ ἐπὶ ὀργῆς ἐχθρῶν, ἐὰν μάλιστα καὶ τὰς τρίχας ὑποκατακλείσῃς τῆς φώκης· διαφυλάττει γὰρ καὶ ἀπὸ θηρίων ἰοβόλων. Ἔχει γὰρ καὶ ἄλλας πράξεις ἃς φράσω θειοτάτας ὁ λίθος οὗτος.
- 1.21.21.1
Μὴ κάμνε, ψυχή, θνητῷ σώματι χρόνων ἀρχὴν 〈καὶ〉 τέλος ἔχουσα· οἴ δὲ γὰρ μόνη γαίη τὸ σῶμα ὃ φορεῖς λύπην ἔχειν νόσοισι πικρὴν καὶ νόμοις κεντούμενον, οὐ μὴν νόμοισι τούτοις, ἀλλὰ καὶ κρίσεις ἔχειν. Σὺ δὲ αὐτὰ πάντα κάμνου καὶ λυπουμένη, θηριώνυμε θεέ, θεῶν ἄκουε καὶ ἐμοῦ τὸν λόγον. Ἄναξ ἀπάντων ἐστὶν ἄνθρωπος μόνος ῥητῶς ἅπαντας ὀνομάζων καὶ βλέπων· καὶ θεῶν ἀείδειν ἀγγέλους καὶ δαίμονας. Εἰς (?) αὐτὸν εἴπας ἐκ θεῶν δαίμονας λαλεῖν ἅπαντα ὅσα ἔκτισε μόνος λόγοισι θείοις, ἀγγέλους ὑμῶν. Αὕεις (?) κἀγὼ εἰμι συμπαθείαις αὐτοῦ νόμοισιν αὐτοῦ καὶ νόσοις καὶ ἱλαρίαις. Ὦ μοῖρα σεπτὴ ζώοισι, τούτων σὺ πάσχων στιγμαῖς πρὸς ὥραν, ἀναφοραῖς θεῖον ἅπαντα γεννᾷ κόσμος ἐν ῥοπῇ μόνος. Λιποῦσα κἀγὼ σῶμα, εἰς τὸν ἀέρα τραπῶ ὅθεν καὶ ἦλθε δεσπότου συμβουλίαις.
- 1.21.22.1
Φράσω δὲ ταῦτα ὅθεν ἔχει τὸ θέσρατον· πῶς ἔχει τροφὴν βίου ὁ δὲ λέγει ἐστὶ τοῦτο. Ὦ πάσης φύσεως μεταμορφουμένη φύσις, ἅπαντα γινώσκουσα τὰ ἑνοῦντα ἀέρι, γαίῃ, καὶ ὀρνέων τὰ τραυλοηχοῦντα μετ’ ἐναερίων, ἃ δ ἄλλα μυκᾶται γένη τετραπόδων, κυνῶν ὑλάσματα, ἑρπετῶν συρίσματα. Τούτων ἀκούσῃ φθέγματα παντὸς τρόπου· μυός, γαλῆς, μυογάλου, ἀσκαλαβώτου, γενησίλφης, ἀπάσης σφηκὸς καὶ μελίσσης παντοίας.
- 1.21.23.1
Λαβὼν οὖν λίθον ἱερακίτην, γλύψον εἰς αὐτὸν ἱέρακα καὶ περὶ τοὺς πόδας βάτραχον· καὶ ὑπὸ τὸν λίθον ταῦτα· ΜΑΛΛΕΝΕΚΛΑ’ (ἐν ἄλλῳ ΜΑΛΘΑΛΑ’) καὶ ἐπὶ μαγνήτην ζῶντα τὴν αὐτὴν γλυφήν· ὑπὸ δὲ τὸν λίθον γλυφῇς ταῦτα· ΜΑΜΑ’ΛΛΑΙΝΑ. οἱ δὲ ΜΑ’ΛΑΛΛΛ· καὶ ἐνδήσεις ὡς ὑπόκειται.
- 1.21.24.1
Ταῦτα μὲν ὁ Ἁρποκρατίων, καὶ αὖθις· ὁ δὲ Κυρανὸς οὕτως εἰς τὴν τῶν λίθων ἐξέθετο γλυφήν· Εἰς τὸν ἱερακιτὴν λίθον γλύψον ἱέρακα· καὶ ὑπὸ τοὺς πόδας αὐτοῦ βάτραχον, καὶ ὑποκάτωθεν τοῦ λίθου γράφε τοῦτο· ΜΑ’ΛΑΑ· καὶ εἰς μαγνήτην λίθον τὴν αὐτὴν γλυφήν· ὑποκάτωθεν δὲ τοῦ λίθου· ΜΑ’ ΛΛΕΝΑ.
- 1.21.25.1
Λαβὼν οὖν ἱέρακα τὸν κοινὸν ὃν καλοῦσιν κιρκαῖον, βύθισον ὕδατι πηγαίῳ ὡς κοτύλας δύο ἕως οὗ ἀποθεωθῇ, τουτέστιν πνίξον εἰς τὸ ὕδωρ τὸν ἱέρακα ἕως οὗ ἀποθάνῃ. Εἷτα ἄρας αὐτὸν ἔασον ὡς ὥρας ϛ′, ὁ δὲ Κυρανὸς ἑπτὰ εἶπεν ἡμέρας τεταριχωμένον· μετὰ δὲ ταῦτα τοὺς ὀφθαλμοὺς αὐτοῦ καὶ τὴν γλῶτταν καὶ τὴν καρδίαν ἔνδησον μετὰ γλώσσης βατράχου ζῶντος [τοῦ τε μαγνίτου] καὶ τῶν δύο λίθων, τοῦ μαγνήτου καὶ τοῦ ἱερακίτου, καὶ ὀλίγου ῥινίσματος σιδήρου, διὰ τὸ εἶναι ζῶντα τὸν μαγνήτην, καὶ συνδήσας ἔχε· μέγα φυλακτήριον. Ἔστωσαν δὲ ταῦτα πάντα δεδεμένα εἰς τὸ δέρμα τοῦ ἱέρακος· τὸν δὲ δεσμὸν τοῦ φυλακτηρίου ποίει ἐκ τῶν νεύρων τοῦ ἱέρακος ὡς σπαρτίον ἄκλαστον, λεπτόν, ἐπιμηκέστερον, ἵνα φορούμενον ἐπὶ τὸν τράχηλον φθάσῃ ἕως τοῦ στομάχου καὶ τῆς καρδίας κατὰ μέσον· καὶ προγνώσεις πάντα. Τοῦτο μηδὲ ἰδίῳ τέκνῳ παραδίδου ἢ δίδασκε.
- 1.21.26.1
Τὸ δὲ ἀκόλουθον ἀπόγευμα τοῦ φυλακτηρίου τοῦτό ἐστι. Βαλὼν εἰς προπεποτισμένον ἀγγεῖον ὀστράκινον τὸ ὕδωρ ἐν ᾧ ἀπεθεώθη ὁ ἱέραξ, καὶ μέλιτος κοτύλην α′, καὶ λιβανωτίδος ῥίζης βοτάνης ‹ ο δ′, λείας κρίθας βεβρεγμένας ὕδατι ποταμίῳ ἕως ἄν βλαστήσωσι, καὶ ἔξω τὰς γλώσσας ἔχωσιν κη′ καὶ βατραχίου βοτάνης ‹ ο δ′, ἐν ἄλλῳ δὲ λιβάνου ‹ ο α′, ἐν ἄλλῳ δὲ χαμελαίας βοτάνης ἐλαίας γ′. Ταῦτα λειώσας ἕψει μετὰ τοῦ συνθέματος ἕως γένηται ἐκλείγματος σύστασις, καὶ ἀπόθου εἰς ὑέλινον ἀγγεῖον εὖ μάλα φιμώσας. Ὅταν δὲ αὐτὸ ἀποτιθῇς, ἔμβαλε εἰς αὐτὸ καρδίαν κούκοφος ἔτι θερμὴν καὶ σπαίρουσαν, καὶ ὀλίγον ἐκ τοῦ αἵματος αὐτοῦ· εἶτα ἑτέρου κούκοφος καρδίαν κατάπιε ἔτι σπαίρουσαν ἐπιπιὼν ὑδρόμελι, καὶ ἔσῃ τετελεσμένος εἰς τὸν ἀεί σου βίον. . . . . . . . . . . . . . . . . . . . . . . . . .
- 1.21.27.1
Ὅταν οὖν θέλῃς ὅσα γίνεται ἐν κόσμῳ ἢ ἐν οὐρανῷ ἢ κατὰ κλίματα ἢ κατὰ πόλιν ἢ κατ’ ἄνθρωπον ἢ ἐν τῷ οἴκῳ σου ἢ ἄλλῳ οἴκῳ περὶ γυναικῶν καὶ ἀνδρῶν, ἢ κλεπτῶν 〈μαθεῖν〉, πρόγευσαι ἐκ τοῦ συνθέματος δάκτυλον α′, καὶ ἐπίπιε γάλα βοὸς καὶ ὑδρόμελι· φόρει δὲ τὸ προειρημένον φυλακτήριον . περὶ τὸν τράχηλον ἵνα ἅπτηται εἰς τὴν καρδίαν σου καὶ τὸν στόμαχον· καὶ ἔσῃ προγινώσκων ὅσα θέλεις ἐννοεῖσθαι· ἔσῃ γὰρ πάντα τὰ προειρημένα νοῶν, βίους τε καὶ μοίρας ἀνδρῶν τε καὶ γυναικῶν, καὶ κλεπτῶν καὶ δραπετῶν τὸ ποῦ καὶ πῶς, καὶ ἀπλῶς ἅπαντα.
- 1.21.28.1
Ταῦτα μὲν ἀμφότεροι ἐξίσου συνεγράψαντο. Ὁ δὲ Ἁρποκρατίων καὶ ταῦτα· Ἐξορκίζω σε, τέκνον, οὔρανον, ἀέρα, γῆν, βυθόν, πηγάς τε καὶ ποταμούς, καὶ τὸν εἰσπνέοντα εἰς σὲ θεόν, μηδενὶ μεταδοῦναι τὸ μυστήριον τοῦτο, μηδὲ ἰδίῳ τέκνῳ, εἰ μὴ ἄξιος εἴη εἰδέναι τὴν φύσιν ταύτην. Θεοὶ δὲ πάντες οὓς προσκυνοῦμεν ταύτην ἔχουσιν τὴν δύναμιν, ἀλλὰ μηδενὶ φράσῃς, ἀλλ’ ὡς σοφῇ ψυχῇ χρῶ πλήν τινος ἑτέρου.
- 1.22.1.1
Χρυσάνθεμος, βοτάνη.
- 1.22.1.2
Χρυσόπτερον, πτηνόν.
- 1.22.1.3
Χρυσοφός, ἰχθύς.
- 1.22.1.4
Χρυσίτης, λίθος.
- 1.22.2.1
Χρυσάνθεμος, βοτάνη 〈πασίγνωστος〉.
- 1.22.3.1
Χρυσόπτερον, ζῶον ὡς ὄρτυξ τὸ μέγεθος.
- 1.22.4.1
Χρυσοφὸς δέ, ἰχθὺς ἐδώδιμος, θαλάσσιος, γνωστός.
- 1.22.5.1
Χρυσίτης, λίθος ποικίλος, ὡς χρυσίζων.
- 1.22.6.1
Τῆς οὖν χρυσανθέμου τὸ ἄνθος ἐστὶ χρυσίζον ὡς εἰ καλυκοειδὲς καὶ κατὰ μέσον τοῦ ἄνθους, ὡσεὶ μυρμήκια μικρὰ μέλανα, βραχέα πτερὰ ἔχοντα· ταῦτα καλεῖται αἷμα κοσμικόν· τοῦτο ὁρᾶται πρὸ ἡλίου ἀνατολῆς, ἡλίου ὄντος ἐν κριῷ· καὶ ἀποτίθεται ἐν ὑελίνῳ ἀγγείῳ μετὰ ῥοδίνου καὶ ὀλίγου τοῦ ἄνθους τῆς βοτάνης. Εἶτα πρωὶ προερχόμενος ἁγνὸς ὤν, βραχὺ λαβὼν ἐξ αὐτοῦ ἀλείφου τὰς ὄψεις, καὶ πορεύου θαρρῶν· ποιεῖ γὰρ σε προσφιλῆ, ἐπιχαρῆ, εὐσύστατον πρὸς πάντας καὶ πάσας. Ἐὰν δὲ τοῦ ἡλίου ἀνατέλλοντος οὕτως ποιήσῃς, κρεῖσσον ἐνεργήσει.
- 1.22.7.1
Ποιεῖ δὲ καὶ πρὸς μοιρικὰς ἀνεπιτυχίας, ἀπραξίας, καὶ τὰ τοιαῦτα.
- 1.22.8.1
Τῆς οὖν ῥίζης τῆς βοτάνης 〈μέρος λαβών〉 μετὰ λίθου τοῦ ἐκ τῆς κεφαλῆς τοῦ ἰχθύος, περίαπτε ἐν ῥάκει πρὸς ὀδύνας τῶν ὀδοντοφυούντων παίδων.
- 1.22.9.1
Τοὺ δὲ χρυσοπτέρου ὀρνέου οἱ ὀφθαλμοὶ περιαπτόμενοι τριταΐζοντας διασώζουσιν· ἡ δὲ καρδία αὐτοῦ περιαπτομένη πυρετιῶντας ἀπαλλάσσει.
- 1.22.10.1
Οἱ δὲ ἐν τῇ κεφαλῇ 〈τοῦ ἰχθύος〉 λίθοι περιαπτόμενοι τραχήλῳ φθισικοὺς ἰῶνται.
- 1.22.11.1
Εἰς δὲ τὸν χρυσίτην λίθον γλύψον τὸ ὄρνεον βασίλειον ἔχον δισκοειδὲς καὶ παρὰ τοὺς πόδας τὸν ἰχθύν, καὶ ὑποκατακλείσας ῥιζίον τῆς βοτάνης δίδου φορεῖν. Πρὸς γὰρ ἀλγηδόνας τοῦ στομάχου καὶ ἀναδρομὴν μήτρας καὶ νεφρῶν 〈ποιεῖ〉.
- 1.22.12.1
Ποιεῖ δὲ ἐπιχαρῆ τὸν φοροῦντα καὶ ἐν πᾶσι φιλητόν.
- 1.22.13.1
Ποιεῖ καὶ πρὸς τοὺς πυρέσσοντας ἐὰν εἰς ἔλαιον βληθῇ καὶ συγχρίσῃ τῷ ἐλαίῳ πρὸς δυσμὰς ἡλίου.
- 1.22.14.1
Ἔχει δὲ καὶ ἄλλας ἐνεργείας πρὸς φιλτροπόσιμα ἐὰν βραχῇ εἰς οἶνον, καὶ πίε.
- 1.22.15.1
Ἐὰν δὲ καὶ λίθον ἔχῃς τῆς κεφαλῆς τοῦ ἰχθύος σὺν τοῖς λεχθεῖσιν, καὶ φθισικοὺς ὠφελεῖ σφόδρα.
- 1.23.1.1
Ψύλλιος, βοτάνη.
- 1.23.1.2
Ψύλλος θαλάσσιος.
- 1.23.1.3
Ψαρός, πτηνόν.
- 1.23.1.4
Ψωρίτης, λίθος, ὁ καὶ πῶρος ᾀδόμενος.
- 1.23.2.1
Ψύλλιός ἐστι βοτάνη πᾶσι γνωστή.
- 1.23.3.1
Ψύλλος θαλάσσιος, μικρὸν ζωύφιον ᾧ χρῶνται οἱ ἁλιεῖς παρὰ τοὺς αἰγιαλούς.
- 1.23.4.1
Ψαρός, πτηνὸν γνωστὸν πᾶσι.
- 1.23.5.1
Ψωρίτης, λίθος ὃν καὶ πῶρον καλοῦσιν.
- 1.23.6.1
Τῆς οὖν βοτάνης τοῦ σπέρματος ‹ ο γ′, ὕδατος κοτύλας δύο ἕψε ἕως ἰξῶδες γένηται, καὶ εἱλήσας ἐν ῥάκει τὸ μὲν σκύβαλον τοῦ ἐκπιέσματος ῥίψον, εἰς δὲ τὸ ὕδωρ τοῦ χυλοῦ ἐπίβαλλε κηροῦ γο ϛ′, ἐλαίου γο ϛ′. Εἶτα ἕψε ἕως οὗ λυθῇ ὁ κηρός· εἰς θυείαν λείου εὖ μάλα. Τοῦτο γάρ ἐστιν ἔνθεον κατάπλασμα ποδαλγικὸν καὶ τοῖς πυρῶδες ὄλεθρον ἔχουσιν.
- 1.23.7.1
Ἐὰν δὲ τῷ αἵματι τοῦ ὀρνέου ἀνέσῃς τὸν λίθον, καὶ περιχρίσῃς τὸ μέτωπον, τριταΐζοντας καὶ τετραΐζοντας διασώσεις.
- 1.23.8.1
Ἐὰν δὲ 〈εἰς〉 τὸν προειρημένον χυλὸν τῆς βοτάνης ἐνήσεις τὸν λίθον καὶ περιχρίσῃς πυρέσσοντας ἢ κεφαλαλγοῦντας τὸ μέτωπον, φυλάσσεις ἀνωδύνους.
- 1.23.9.1
Ψύλλους δὲ θαλασσίους 〈λαβών〉 μετὰ ψυλλίου σπέρματος κόκκων κη′ (ἐν ἄλλῳ κοτύλας η′) ἐν ῥάκει περιαπτόμενα τριταῖον ῥιγοπύρετον ἀπαλλάσσεις.
- 1.23.10.1
Ψύλλους δὲ θαλασσίους πολλοὺς ἕψε μετὰ θαλασσίου ὕδατος καὶ ῥαῖνε ὅπου πολλοί εἰσιν ψύλλοι, καὶ οὐχ ὑπάρξουσιν ἔτι.
- 1.23.11.1
Εἰς δὲ τὸν ψωρίτην λίθον γλύψον ψύλλους θαλασσίους γ′, καὶ ὑπὸ κάλαμον χλωρὸν ἐστῶτας, καὶ κατάκλεισον ῥιζίον τῆς βοτάνης, καὶ δίδου φορεῖν πρὸς τὰ ἐξαλλόμενα παιδία καὶ τρίζοντα τοὺς ὄδοντας.
← Previous · Next → — showing 301–400 of 1,156
First Thousand Years of Greek. CTS URN tlg1482.tlg001.1st1K-grc1. Via the Perseus Digital Library / Open Greek and Latin TEI corpora. Licence: Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License. Source.