Ancient Textssearch the texts themselves, not just their titles

← Library

Cyranides

First Thousand Years of Greek · First Thousand Years of Greek · 1,156 sections

  1. 1.10.29.1

    Ἀλλ’ ἵνα μὴ καταργήσωμεν τὸ βιβλίον, ἀρκείσθω ὁ λόγος, ἐπεὶ μεγίστας ἔχει δυνάμεις. Διὸ μετὰ πολλῆς φιλοπονίας καὶ πόνου ψυχῆς ταῦτα ἑρμηνεύσας σοι ἔγραψα. Γίνωσκε δὲ τοῦτο ὅ τι οὐδεὶς ἕτερος ἔχει· διὸ μηδενὶ μεταδὸς τοῦτο τὸ ἔνθεον.

  2. 1.11.1.1

    Λίβανος, βοτάνη.

  3. 1.11.1.2

    Λύγγουρος, λίθος.

  4. 1.11.1.3

    Λώβηξ, πτηνόν.

  5. 1.11.1.4

    Λάβραξ, ἰχθὺς καὶ θαλάσσιος καὶ ποτάμιος.

  6. 1.11.2.1

    Λίβανός ἐστι βοτάνη δενδρικὴ ἧς ὁ ὀπὸς θυμιώμενος ἀνεγείρει τὰ θεῖα πνεύματα.

  7. 1.11.3.1

    Λύγγουρος δὲ λίθος ἐκ τοῦ ὄρους τῆς Λυγγὸς ὀνομαζόμενος· οἱ δὲ λέγουσιν αὐτὸν αἰγείρου δάκρυ· ἀγαθὸν δέ.

  8. 1.11.4.1

    Λώβηξ πτηνόν ἐστιν ὃ καὶ γύψ, ζῶον ἰσχυρότατον.

  9. 1.11.5.1

    Λάβραξ πᾶσι γνώριμος ἰχθύς. Ἐκ δὲ τούτου σκευάζεται ὑγρὸν κολλούριον θειότατον ποιοῦν πρὸς ἀμβλυωπίας πάσας, ὥστε ἐν τρισὶν ἡμέραις ὁξυδερκῆσαι. Ποιεῖ δὲ καὶ πρὸς ἀρχομένας ὑποχύσεις καὶ πτερύγια, νεφέλας, ἀχλύας, μυωπίας, τραχώματα, μυδριάσεις, νυκτάλωπας, ὑδατίδας, ψωροφθαλμίας, ξηροφθαλμίας. μίλφους, βεβρωμένους κάνθους. Πρὸς ταῦτα πάντα ἄκρως ὠφελεῖ ἐγχριόμενον.

  10. 1.11.6.1

    Ἡ δὲ σκευασία ἐστὶν οὕτως· λιβάνου ἄρρενος 〈ο θ’, λυγγούρου λίθου 〈ο β′, χολὴ γυπὸς 〈ο ϛ′, χολὴ λάβρακος ὅλη, πεπέρεως 〈ο γ′, μέλιτος ὑμνήτου γο οϛ′ (?). Τοῦτο παλαιούμενον κρεῖττον γίνεται.

  11. 1.11.7.1

    Τὸ δὲ ἐκ τοῦ Κυρανοῦ κολλούριον εἶχεν οὕτως· λιβάνου ἄρρενος, λυγγουρίου λίθου ἀνὰ 〈ο β′, χολὴ γυπὸς 〈ο ϛ′, χολὴ λάβρακος 〈ο ϛ′, πεπέρεως οὐγγ. γ′. μέλιτος ἀκάπνου οὐγγ. γ′.

  12. 1.11.8.1

    Εἰς δὲ τὸν λυγγούριον λίθον γλύψον γῦπα, καὶ ὑπόθες ὀλίγον λίβανον καὶ ἄκρον πτερὸν τοῦ πτηνοῦ, καὶ φόρει. Ὠφελεῖ πρὸς ἀμβλυωπίαν καὶ ὑποχύσεις ὀφθαλμῶν.

  13. 1.12.1.1

    Μορέα, φυτόν.

  14. 1.12.1.2

    Μυγερός, πτηνόν.

  15. 1.12.1.3

    Μηδικός, λίθος.

  16. 1.12.1.4

    Μόρμυρος, ἰχθὺς θαλάσσιος.

  17. 1.12.2.1

    Μορέα ἐστὶ φυτὸν πασίγνωστον.

  18. 1.12.3.1

    Μυγερός ἐστι πτηνὸν νυκτικόραξ πᾶσι γνωστόν.

  19. 1.12.4.1

    Μηδικός, λίθος· οὗτος ἀνῆκε τῇ Ἀφροδίτῃ.

  20. 1.12.5.1

    Μόρμυρος, ἰχθὺς θαλάσσιος ἐδώδιμος, μικρός.

  21. 1.12.6.1

    Τῆς οὖν μορέας ὁ ὀπὸς τῆς ῥίζης διδόμενος λάθρα ἐν βρώματι ἡ ἢ πότῳ καθαίρει καὶ διάρροιαν παρέχει· ἐὰν δέ τις τῷ φλοιῷ τῆς ῥίζης βραχὺ διαμαση σάμενος τὸ σίαλον καταπίῃ, αὐτὸ δὲ ῥίψῃ, διάρροιαν ὁ τοιοῦτος κινδυνεύσει.

  22. 1.12.7.1

    Πρὸς δὲ τὰς μεγίστας τῶν μυλῶν ἀλγηδόνας καὶ τῶν οὔλων ὠφελεῖ, οὐκ ἐᾷ δὲ βρωθῆναι μύλην, ἀλλὰ καὶ τὰς ἤδη βεβρωμένας ἀναλγεῖς ποιήσει 〈 πληρῶσθαι 〉 τῷ φλοιῷ τῆς ῥίζης 〈ο β′ (ἐν ἄλλῳ 〈ο γ′), ζζ ἀκεντήτου 〈ο γ′, ὄξος κάλλιστον κοτύλας β′· ἕψει συγκόψας ἕως ἂν γένηται κοτύλη α′. (f. 36 v.) Ἐκ τούτου διακλυζέσθω τὸ στόμα πρωῒ καὶ ὀψέ. Ἱστορήσαμεν δὲ τοῦτο ἐκ θείας δυνάμεως.

  23. 1.12.8.1

    Τῆς οὖν μορέας οἱ κλάδοι οἱ μὲν ἄνω βλέπουσιν, οἱ δὲ κάτω ἔχουσιν τὸ ἄκρον ἰσοκάρδιον καὶ διοειδές.

  24. 1.12.9.1

    Ἐὰν οὖν τις σταθεὶς πρὸς πόδα ἀτενίζων πρὸς λίβα, δυσὶ δὲ δακτύλοις τῆς εὐωνύμου χειρὸς ἐκτείνας τὸ ἄνω βλέπον καρδίδιον πρὸς ἡλίου ἀνατολήν, καὶ μετὰ πορφύρας ἀληθινῆς περιάπτῃ γυναικὶ περὶ τὰ ἰσχία αἱμορραγούσῃ ἢ ἐκ μήτρας ἢ ἐκ τοῦ δακτυλίου, ἵστησιν εἰς τρεῖς ἡμέρας τὴν φορὰν τοῦ αἵματος.

  25. 1.12.10.1

    Ἐὰν δὲ τὸ κάτω βλέπον καρδίδιον ὁμοίως ὡς εἴρηται, σταθεὶς ἐκτείλας περιάψῃς αἱμοπτυϊκούς, ὁμοίως ἵστησι τὴν φορὰν ἐν τρισὶν ἡμέραις.

  26. 1.12.11.1

    Ταῦτα δέ εἰσιν τὰ καλούμενα ἀνακάρδια· ἰᾶται μὲν τὰ ἄνω βλέποντα τὰς κάτω αἱμορραγίας 〈ἐν〉 ταῖς αὐταῖς ἡμέραις· τὰ δὲ κάτω βλέποντα, τὰς ἄνω. Πρὸς δὲ τὰς αἱμορραγίας τοῦτό ἐστιν τὸ καλούμενον ἀνακάρδιον ἢ κατακάρδιον· πολλοὶ δὲ τῶν ψευδοσοφιστῶν πλανῶνται.

  27. 1.12.12.1

    Πρὸς δὲ τὰς ἐντερίδας τὰς αἰμορροΐδας καλουμένας ἐξωφάκας φάρμακον ἀσύγκριτον· τούτου τοῦ καρποῦ τῆς μορέας τοῦ ὄμφακος 〈ο β′, χαλκίτεως 〈ο β′, λίθου μηδικοῦ 〈ο δ′, πτερὸν ζ′ κόρακος κεκαυμένου τὰ ἀκρόπτερα οἴνῳ βραχὺ ἀναλάμβανε μετὰ πτέρου τοῦ αὐτοῦ κόρακος, ἵνα γένηται γλοιῶδες.

  28. 1.12.13.1

    Εἰς μὲν τὰς ἔσω αἱμορραγίας ποιοῦν τὰ καλύμματα, ταῖς δὲ ἔξω καταχρίσματα, τῷ δέοντι ἀναδέσμῳ χρώμενος.

  29. 1.12.14.1

    Εἰς δὲ τὸν μηδικὸν λίθον γλύφηται μόρμυρος ἰχθύς, καὶ κατακλείσας εἰς σιδηρᾶν πυξίδα, καὶ ὑποβάλληται καρδίδιον ἀνωβλεπὲς τῆς μορέας, καὶ φορῆται πρὸς τὰς αἱμορροΐδας, καὶ 〈τὰ〉 περὶ τὴν ἕδραν πάθη.

  30. 1.12.15.1

    Εἰ δὲ τὴν κάτω βλέπουσαν καρδίαν ὑποκλείσεις, ἔσται φυλακτήριον πρὸς αἱμοπτυικοὺς καὶ τὰς ἐκ ῥινῶν αἱμορραγίας, καὶ ὅσα πάθη αἱμορραγίας, 〈καὶ 〉 αἱμορροϊκα, ἄνωθεν.

  31. 1.12.16.1

    Σκευάζεται δὲ καὶ καθάρσιον ἐκ τῆς ῥίζης τῆς μορέας.

  32. 1.12.17.1

    ὝΜΝΟΣ. Ὧ μορέα ἡ δεινὸν φυτόν, οὐκ ὀλίγοισιν ἐπαχθές, σὸς γὰρ ὀπὸς ῥίζης μιχθεὶς ἴσῳ χυλῷ στρατιώτου, περσίης ῥίζης ὁμοίως ὀπόν, τιθυμάλλου, σκαμμονίας τὸ ἴσον· μίξας δὲ ἴσον εἰς ἅπαντα καὶ μέλιτος τὸ τριπλοῦν ἕψει ἕως σχῇ ὑγρᾶς κηρωτῆς πάχος, καὶ ἑλόμενος ἔχε ἐν βίκῳ ὑελίνῳ· καὶ δίδου ἐξ αὐτοῦ 〈ο α′ νήστῃ προδιαιτησόμενος ἄκρως.

  33. 1.12.18.1

    Ἐὰν δὲ πλείω δοθῇ φασούλου μέγεθος, ὁ τοῦτο λαβὼν χολέρᾳ ληφθεὶς οὐ ζήσεται ἡμέραν.

  34. 1.12.19.1

    Μηδὲν ὕπερθεν πότῳ ἢ ἐν βρώμασι δίδου, κατὰ δύναμιν δὲ ἑκάστῳ δίδου.

  35. 1.13.1.1

    Νεκύα, βοτάνη.

  36. 1.13.1.2

    Ναυκράτης, ἰχθύς.

  37. 1.13.1.3

    Νῆσσα, πτηνόν.

  38. 1.13.1.4

    Νεμεσίτης, λίθος.

  39. 1.13.2.1

    Νεκύα βοτάνη ἐστὶ φλόμος· ταύτης τῆς βοτάνης εἴδη εἰσὶν ἑπτά· λέγει οὖν ὅτι τὰ ἀναβαίνοντα φύλλα ὑπὲρ γῆν πῆχυν α′. Τούτου τὰ φύλλα καίουσιν ἐν τοῖς λύχνοις ἀντὶ ἐλλυχνίου. Ἐπειδὴ δὲ τοῦτο κατέχουσιν ἐν ταῖς νεκυικαῖς μαντείαις ταῖς διὰ λεκάνας γενομέναις οἱ πράττοντες τὰ τοιαῦτα, διὸ καὶ νεκύα καλεῖται.

  40. 1.13.3.1

    Νῆσσα πτηνόν ἐστιν ἐπινηχόμενον ἐν τοῖς κύμασιν ὡς ὄρνιθος μέγεθος ἔχουσα.

  41. 1.13.4.1

    Nαυκράτης ἰχθὺς θαλάσσιός ἐστιν ἡ ἐχενηίς. Οὗτος ἐὰν κολληθῇ πλοίῳ ἀρμενίζοντι οὐκ ἐᾷ αὐτὸ κινηθῆναι ὅλως, εἰ μὴ ἀπωσθῇ τῆς τροπῆς αὐτοῦ. Οὗτος ὁ ἰχθὺς ὅλος ἐν ἐλαίῳ ἑψηθεὶς ἕως κηρωθῇ διηθούμενος τῷ ἐλαίῳ καὶ λαβόντος κηροῦ τὸ πάχος καὶ καταπλασσόμενος ποδάγρας θεραπεύει.

  42. 1.13.5.1

    Νεμεσίτης ἐστὶ λίθος αἰρόμενος ἀπὸ βωμοῦ Νεμέσεως λίθου κραταίου.

  43. 1.13.6.1

    Γλύφεται οὖν ἐπὶ τον λίθον Νέμεσις ἔχουσα τὸν πόδα ἐπὶ τρόχου ἐστῶσα· τὸ δὲ εἶδος αὐτῆς ὡσεὶ παρθένος τῇ εὐωνύμῳ χειρὶ κρατοῦσα πῆχυν, τῇ δεξιᾷ δὲ ῥάβδον. Ὑποκατακλείσεις δὲ τῷ λίθῳ ἄκρον πτερὸν νήσσης καὶ βραχὺ τῆς βοτάνης.

  44. 1.13.7.1

    Ἐὰν οὖν τὸν δακτύλιον τοῦτον προσενέγκῃς δαιμονιζομένῳ, παραυτὰ ὁ δαίμων ἐξομολογήσας ἑαυτὸν φεύξεται.

  45. 1.13.8.1

    Ἀφυγιάζει δὲ καὶ σεληνιαζομένους περὶ τὸν τράχηλον φορούμενος.

  46. 1.13.9.1

    Ποιεῖ δὲ καὶ πρὸς φαντασίας 〈ἃς〉 ὁ δαίμων 〈ἐπάγει〉 ἐπὶ τῶν ἐνυπνίων καὶ βρεφῶν ἐξαλλομένων καὶ νυκτερινῶν συναντημάτων.

  47. 1.13.10.1

    Οὗτος οὖν ὁ δακτύλιος φορούμενος μηνύει τὴν ποσότητα τῶν ἐτῶν τοῦ ζῆν χρόνου, καὶ τὴν ποιότητα τοῦ θανάτου καὶ τὸν τόπον.

  48. 1.13.11.1

    Δέον οὖν τὸν φοροῦντα ἀπέχεσθαι ἀπὸ παντὸς πονηροῦ πράγματος.

  49. 1.13.12.1

    Τῆς δὲ ἐχενηίδος βραχὺ ἐκ τῶν ὀστέων ἐν καταρράψῃς ἐς ἵππου δέρμα καὶ ἔχῃς ἐντός σου ἐπιβὰς εἰς πλοῖον, ἢ κρύψῃς, οὐκέτι πλεύσει τὸ πλοῖον, εἰ μὴ βασταχθῇ τὸ κείμενον ἢ ἐξέλθῃς τοῦ πλοίου.

  50. 1.13.13.1

    Εἰς δὲ τὴν πρόγνωσιν τὴν περὶ ζωῆς καὶ θανάτου ὡς πρὸ ὀλίγου εἶπον, χρή σε χρᾶσθαι τῷ τοῦ ἱέρακος ἀπογεύματι.

  51. 1.14.1.1

    Ξίφιος, βοτάνη.

  52. 1.14.1.2

    Ξίφιος, λίθος.

  53. 1.14.1.3

    Ξίφιος, πτηνόν.

  54. 1.14.1.4

    Ξίφιος, ἰχθὺς θαλάσσιος.

  55. 1.14.2.1

    Ξίφιος βοτάνη ἐστὶ πληθύνουσα ἐν πάσῃ γῇ· φύλλα ἔχει ὅμοια 〈τοῖς〉 σίτου, ἢ ἐπιμηκέστερα. Ὡς φύεσθαι δὲ καὶ ἐν ταῖς ἀρούραις σὺν τῷ σίτῳ· ἣν τινες μαχαιρίαν καλοῦσιν, ἔνιοι δὲ φάσγανον. Ὀρθὴ δὲ ἀναβαίνουσα ἀπὸ τῆς γῆς ὡσεὶ πῆχυν α′· ἔστι δὲ μονόκλωνος. Ἄνθος ἔχει κυάνεον, εὔοσμον, ὑποπόρφυρον. Ταύτην οἱ ποιμένες πλέξαντες στέφανον ἔαρος ὄντος τελοῦσι (?).

  56. 1.14.3.1

    Ξίφιος δὲ λίθος πᾶσι γνωστός· οὗτος ἐν πάσῃ γῇ πληθύνει ὡσεὶ κάχληκες, τῇ δὲ χροᾷ ὡσεὶ καλάϊνος. Τοῦτον ἐν τῇ Ἀσσυρίων χώρᾳ κατεάζουσι καὶ χρῶνται 〈τούτῳ〉 εἰς τὸ ἀποθυμιάζειν τὰ θυόμενα τετράποδα.

  57. 1.14.4.1

    Ὁ ξίφιος πτηνόν ἐστιν ἱέραξ κοινὸς ὁ καλούμενος κίρκος.

  58. 1.14.5.1

    Ξίφιος ἰχθὺς ὅμοιος ἰουλίδος, ποικίλος μέν, μικρότερος δὲ καὶ λεπτός.

  59. 1.14.6.1

    Τῆς οὖν βοτάνης τὸ ἄνθος καὶ τὴν ῥίζαν ἐὰν ἐλαίου πλῆθος τεθῇ καὶ χρόνον διαμένῃ τινά, καὶ ἀποσυρώσας ἀποθῇς εἰς μύρον ζητούμενον ἐν ταῖς ἱερατικαῖς βίβλοις, καλούμενον σούσινον ἐν τῇ Μελανίδι γῇ, περὶ οὗ οἱ ἀρχαῖοι προφῆται πλανῶνται. Κατὰ δὲ τὴν Ἀσσυρίων χώραν καλεῖται τὸ φυτὸν σουσανόν, καὶ κατὰ τὴν Μελανίδα 〈γῆν〉 σουνόν.

  60. 1.14.7.1

    Αὕτη ἡ βοτάνη δύο ἔχει ῥίζας, μίαν ἐπὶ τὴν μίαν καθεζομένην. Τὴν ἐπάνωθεν οὖν ῥίζαν ἐάν τις λειώσας δώσει σὺν οἴνῳ πιεῖν, εἰς συνουσίαν παρορμᾷ· τὴν δὲ ὑποκάτω ἐὰν πίῃ τις, τὸ ἐναντίον ποιήσει ἀγόνους.

  61. 1.14.8.1

    Γλύψον οὖν ἐν τῷ λίθῳ ἱέρακα, καὶ ὑπὸ τοὺς πόδας αὐτοῦ τὸν ἰχθύν· ὑποκατάκλεισον δὲ ἐν τῷ λίθῳ τὴν ῥίζαν τῆς βοτάνης, καὶ ἔχε. Οὗτος ὁ δακτύλιός ἐστιν ἁγνὸς ὡς καὶ ὁ πρὸ αὐτοῦ.

  62. 1.14.9.1

    Ἐὰν οὖν ἔχῃς αὐτὸν παρὰ σεαυτῷ, χρηματισθήσῃ περὶ οὗ θέλεις.

  63. 1.14.10.1

    Καὶ ἐὰν θῇς τὸ αὐτὸ ἐν ζώῳ ἢ ἐν εἰδώλῳ τινὶ τῶν λατρευομένων, χρηματισθήσῃ ὁ ἂν θέλῃς παρ’ αὐτοῦ μαθεῖν.

  64. 1.14.11.1

    Ἡ δὲ κεφαλὴ τοῦ ἰχθύος περιθυμιωμένη μετὰ σμύρνης ἐνθουσιάζεσθαι ποιεῖ τοὺς ὀσφραινομένους.

  65. 1.14.12.1

    Σὺ δὲ τοὺς μυκτῆράς σου χρίε μύρῳ δυνατῷ, καὶ οὐκ ἐνθουσιασθήσῃ τὸ καθόλου.

  66. 1.15.1.1

    Ὀνοθύρσις, βοτάνη.

  67. 1.15.1.2

    Ὄρτυξ, πτηνόν.

  68. 1.15.1.3

    Ὄρφος, ἰχθύς.

  69. 1.15.1.4

    Ὀνυχίτης, λίθος γνωστὸς πᾶσι.

  70. 1.15.2.1

    Ὀνοθύρσις βοτάνη ἐστίν· οἱ δὲ ὀνοθούρην καλοῦσιν, οἱ δὲ ὀνομαλάχην. Αὕτη ἐστὶν τὸ ῥόδον ἐξ ἧς τοὺς στεφάνους πλέκουσιν Ἕλληνες ἐν ταῖς ἑορταῖς τῶν θεῶν. Φύλλα ἔχει ὅμοια μαλαχίου ἡμέρου. Ταύτην Ἕλληνες καλοῦσιν ἀλθαίαν.

  71. 1.15.3.1

    Ὄρτυξ πτηνὸν πᾶσι γνωστόν· οὐκ εὐκόλως δὲ ἐγνώσθη ἡ φύσις τοῦ ὄρτυγος ἢ πόθεν ἐστὶν ἡ τούτου γένεσις· ὅταν γὰρ χεῖμωνες μεγάλοι γένωνται ἐν τοῖς μέρεσι τῆς Λιβύης τοῖς ἐρήμοις, ἡ θάλασσα τοὺς μεγίστους θύννους εἰς τοὺς αἰγιαλοὺς παρεκρίπτει· οὗτοι δὲ σκώληκας ποιοῦντες ἐπὶ ἡμέρας ιδ′, ἀπολεσθέντες γίγνονται ὡς μυῖαι, εἶτα ὡς ἀκρίδες· αὐταὶ δὲ αὐξανόμεναι γίνονται ὄρτυγες· εἶτα νότου ἀνέμου γενομένου ἢ λιβονότου, αὐξήσαντες διαπεραιοῦσι τὴν θάλασσαν, εἴς τε τὴν Παμφυλίαν καὶ Κιλικίαν καὶ Καρίαν καὶ Λυκίαν, καὶ πάλιν βορέου φυσήσαντος, οὗτοι ἀφίπτανται εἰς τοὺς παραθαλασσίους τόπους τῆς τε Ἀσσυρίων χώρας καὶ τὰς λοιπὰς τῆς Μελανιτίδος γῆς. Οἱ δὲ τῆς σοφίας ἀμύητοι αὐτοὺς ἁγνοὺς ἀγνοοῦντες λέγουσι τὴν τούτων φύσιν καὶ ἀρχὴν μὴ γινώσκοντες.

  72. 1.15.4.1

    Ὄρφος, ἰχθὺς θαλάσσιος πᾶσι γνωστός, ἐδώδιμος.

  73. 1.15.5.1

    Ὀνυχίτης λίθος ἢ σαρδόνυξ ὑπὸ πάντων γινωσκόμενος.

  74. 1.15.6.1

    Τῆς οὖν βοτάνης ἡ ῥίζα ἑψομένη μετὰ ἐλαίου καὶ τοῦ στέατος τοῦ ὄρτυγος, εἶτα κηροῦ μιγνυμένου ποιεῖ πρὸς τὰ σκληρώματα τῆς μήτρας καὶ φλεγμονάς, ἕλκη, νομὰς καὶ ὅσα περὶ τὸν γυναικεῖον κόλπον· ἀνίεται δὲ ῥοδίνῳ· ποιεῖ πρὸς χοιρώνια.

  75. 1.15.7.1

    Οἱ δὲ ὀφθαλμοὶ τοῦ ὄρτυγος μετὰ τῆς ῥίζης τῆς βοτάνης περιαφθέντες καθημερινοὺς τύπους καὶ τριταίους ἀπαλλάσσουσιν ἐν ἀποκρούσει περιαφθέντες.

  76. 1.15.8.1

    Τοῦ δὲ ὄρτυγος ἢ τοῦ ὄρφου τοὺς ὀφθαλμοὺς λειώσας μεθ’ ὕδατος ὀλίγου ἐν ὑελίνῳ ἔχεις ἀγγείῳ ἐπὶ ἡμέρας ἑπτά· εἶτα προσβάλῃς ἔλαιον βραχύ, ἐκ δὲ τούτου εἰς τὸν λύχνον βάλῃς. Εἰ τὸ ἐλλύχνιον μόνον ἀλείψεις, ἅψας δὲ ἐπισυνέγκῃς τοῖς ἀνακειμένοις, ὄψονται ἑαυτοὺς ὡσεὶ δαίμονας πυρωπούς, ὥστε ἀναστάντας πάντας φεύγειν.

  77. 1.15.9.1

    Εἰς δὲ τὸν ὀνυχίτην λίθον γλύψον ὄρτυγα καὶ ὑπὸ τοὺς πόδας τὸν ὄρφον· ἐκ δὲ τοῦ συνθέματος ὑπὸ τὸν λίθον τὸν ἰχθὺν βάλε, καὶ οὐδεὶς σὲ ὄψεται, οὐδ’ ἐὰν βαστάζῃς τι τῶν ὄντων· τὴν δὲ ὄψιν σου χρίσον ἐκ τοῦ συνθέματος, καὶ τὸν δακτύλιον φέρε, καὶ οὐδεὶς σὲ ὄψεται εἴ τις ἀνείσι καὶ εἴ τι καὶ ἂν ποιῇς.

  78. 1.16.1.1

    Πολύγονος, βοτάνη.

  79. 1.16.1.2

    Πορφύριον, πτηνόν.

  80. 1.16.1.3

    Πορφύρα θαλασσία.

  81. 1.16.1.4

    Πορφυρίτης, λίθος εὔγνωστος πᾶσιν.

  82. 1.16.2.1

    Πολύγονος, βοτάνη· οἱ δὲ χαμαίμηλον λέγουσιν.

  83. 1.16.3.1

    Πορφύριον, πτηνὸν ποτάμιον ἐν τοῖς ποταμοῖς πληθύνον.

  84. 1.16.4.1

    Πορφύρα θαλασσία· οἱ δὲ κηρύκιον· ὁμοία κοχλίῳ.

  85. 1.16.5.1

    Πορφυρίτης λίθος γνωστός, μάλιστα ἐν τῇ Μελανιτίδι γῇ.

  86. 1.16.6.1

    Τῆς δὲ βοτάνης ἡ ῥίζα αἱρουμένη ἐν ἀποκρούσει καὶ φορουμένη οὐκ ἐᾷ ὀφθαλμοὺς νοσεῖν. Ὁ δὲ χυλὸς αὐτῆς σκευαζόμενος ὡς ὑπόκειται ποιεῖ πρὸς πολλὰ αἰνιγματώδη πάθη ἐν ὀφθαλμοῖς· ἐν πολλοῖς γὰρ πάθεσιν πηροῦνται οἱ ὀφθαλμοὶ τοῦ ἀνθρώπου.

  87. 1.16.7.1

    Ὡς δὲ οὕτως, ἵνα μὴ μηκύνωμεν τὸν λόγον, ἀπόκειται ἐπὶ μὲν τῶν βλεφάρων κνήφη, κονιδισμός, φθειριάσις, ἀτριχία, τριχιάσις, φαλάγγωσις, χάλαζα, κριθή, ἀκροχόρδονον, μίλφωσις, παχυβλεφαρία· γίνεται πάθη ια′. Περὶ δὲ ἐπισκύνια τράχωμα, ὑδατίς, ἕλκος, τρίχωσις· γίνεται δ′. Περὶ δὲ τοὺς κανθοὺς ψωροφθαλμία. ξηροφθαλμία, ἄργεμος, ἔγκαυσις, αἰγιλωπία, ἀχύλωψ, σύριγξ, νομή, ἀνάβρωσις· γίνεται θ′. Περὶ δὲ ὅλον τὸν βολβὸν, πτερύγιον, λεύκωμα, ἐρίζης (?). μυοκεφαλίον, ἀχλύς, ἀμβλυωπία· 〈γίνεται ς′〉. Πλατυκορία, σύγχυσις, ἀτονία. ἀτροφία, φθίσις, γλαύκωσις, μυδρίασις, δικορία, ἱππάριον, νυκτάλωψ, μύωψ, σκοτισμός. Γίνεται ιβ′. Περὶ δὲ ὅλον τὸν ὀφθαλμὸν φλεγμονή, φίμωσις, σύγκαυσις, σύγχυσις, ἀποστημάτιον, βρῶσις, ἕλκος, περιωδυνία, ψυδράκιον· γίνονται θ′.

  88. 1.16.8.1

    Εἴδη δὲ ῥευμάτων· λάβρον, ἀθρόον, θερμόν. γλυκύ, ψυχρόν, χλιαρόν, λεπτόν, δριμύ, παλαιόν, ἀμμῶδες, νιτρῶδες. Γίνεται ῥεύματα ια′.

  89. 1.16.9.1

    Γίνεται ταῦτα πάθη ξ′. Ἔστιν δὲ σκευασία τοῦ φαρμάκου πρὸς τὸ προκείμενα σύμπαντα 〈ἥδε〉· τῆς βοτάνης χυλοῦ γο ς′, λυκίου ἰνδικοῦ 〈 ο ς′. ἀλόης ἰνδικῆς 〈 ο ς′, σμύρνης 〈 ο δ′, κρόκου 〈 ο δ′, λιβάνου 〈 ο δ′, ὀπίου 〈ο δ′, ἀκακίας μελαίνης 〈 ο β′, ὕδατος ὀμβρίου γο ε′. Λειώσας ἀπόθου ἐν ὑελίνῳ ἀγγείῳ.

  90. 1.16.10.1

    Σάρκα δὲ ὠμὴν τῆς πορφύρας κακταπλάσας μετώπῳ ἡμικρανίαν ἀπαλλάσσει.

  91. 1.16.11.1

    Εἰς δὲ τὸν πορφυρίτην λίθον γλύψον τὸ πτηνόν, καὶ παρὰ τοὺς πόδας τὸ κηρύκιον· ὑπὸ δὲ τὸν λίθον ἀκρόπτερον τοῦ πτηνοῦ κατακλείσας φόρει πρὸς τὰς περιωδυνίας τῆς κεφαλῆς καὶ ἡμικρανίου πόνον. Ποιεῖ δὲ 〈καὶ〉 ἐπὶ τῶν ῥευματιζομένων τοὺς ὀφθαλμούς. Ἐν ἀποκρούσει σκεύαζε σελήνης καὶ τὸ δακτύλιον καὶ τὸ κολλούριον.

  92. 1.17.1.1

    Περὶ βοτάνης, ῥάμνος.

  93. 1.17.1.2

    Ῥομφαία, πτηνόν.

  94. 1.17.1.3

    Ῥαφίς, ἰχθύς.

  95. 1.17.1.4

    Ῥινόκερως, λίθος.

  96. 1.17.2.1

    Ῥάμνος, βοτάνη ἐν παντὶ κλίματι γνωστή, ἀκανθῶδες.

  97. 1.17.3.1

    Ῥομφαία, πτηνὸν ὅ ἐστι νυκτερὶς ὑπὸ πάντων γινωσκομένη.

  98. 1.17.4.1

    Ῥαφίς, ἰχθὺς θαλάσσιος μικρὸς ὡς ῥαφίδα ἔχον τὸ στόμα.

  99. 1.17.5.1

    Ῥινόκερως, λίθος ὅς ἐστιν ἀπὸ τοῦ ἄκρου τῆς ῥινὸς τοῦ ῥινοκέρωτος· ἔστι δὲ κερατοειδής.

  100. 1.17.6.1

    Τῆς οὖν βοτάνης κλάδον ἐὰν καταθῇς ἐν οἰκίᾳ, πάντα πνεύματα ἀποδιώκει.

← Previous · Next → — showing 201300 of 1,156

First Thousand Years of Greek. CTS URN tlg1482.tlg001.1st1K-grc1. Via the Perseus Digital Library / Open Greek and Latin TEI corpora. Licence: Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License. Source.