Apocalypsis Enochi
- 14.11.1
1¹καὶ αἱ στέγαι ὡς διαδρομαὶ ἀστέρων καὶ ἀστραπαί, καὶ μεταξὺ αὐτῶν χερουβὶν πύρινα, καὶ οὐρανὸς αὐτῶν ὕδωρ,
- 14.12.1
¹²καὶ πῦρ φλεγόμενον κύκλῳ τῶν τειχῶν, καὶ θύραι πυρὶ καιόμεναι.
- 14.13.1
¹³εἰσῆλθον εἰς τὸν οἶκον ἐκεῖνον, θερμὸν ὡς πῦρ καὶ ψυχρὸν ὡς χιών, καὶ πᾶσα τροφὴ ζωῆς οὐκ ἦν ἐν αὐτῷ· φόβος με ἐκάλυψεν καὶ τρόμος με ἔλαβεν.
- 14.14.1
14 καὶ ἥμην σειόμενος καὶ τρέμων, καὶ ἔπεσον. ἐθεώρουν ἐν τῇ ὁράσει μου,
- 14.15.1
¹⁵καὶ ἰδοὺ ἄλλη θύρα ἀνεῳγμένη κατέναντί μου, καὶ ὁ οἶκος μείζων τούτου, καὶ ὅλος οἰκοδομημένος ἐν γλώσσαις πυρός,
- 14.16.1
¹⁶καί ὅλος διαφέρων ἐν δόξῃ καὶ ἐν τιμῇ καὶ ἐν μεγαλοσύνῃ, ὥστε μὴ δύνασθαί με ἐξειπεῖν ὑμῖν περὶ τῆς δόξης καὶ περὶ τῆς μεγαλοσύνης αὐτοῦ.
- 14.17.1
¹7τὸ ἔδαφος αὐτοῦ ἦν πυρός, τὸ δὲ ἀνώτερον αὐτοῦ ἦσαν ἀστραπαὶ καὶ διαδρομαὶ ἀστέρων, καὶ ἡ στέγη αὐτοῦ ἦν πῦρ φλέγον.
- 14.18.1
18Ἐθεώρουν δὲ καὶ εἶδον θρόνον ὑψηλόν, καὶ τὸ εἶδος αὐτοῦ ὡσεὶ κρυστάλλινον, καὶ τροχὸς ὡς ἡλίου λάμποντος καὶ ὄρος χερουβίν.
- 14.19.1
¹⁹καὶ ὑποκάτω τοῦ θρόνου ἐξεπορεύοντο ποταμοὶ πυρὸς φλεγόμενοι, καὶ οὐκ ἐδυνάσθην ἰδεῖν.
- 14.20.1
²⁰καὶ ἡ δόξα ἡ μεγάλη ἐκάθητο ἐπʼ αὐτῷ· τὸ περιβόλαιον αὐτοῦ ὡς εἶδος ἡλίου, λαμπρότερον καὶ λευκότερον πάσης χιόνος.
- 14.21.1
²¹καὶ οὐκ ἐδύνατο πᾶς ἄγγελος παρελθεῖν εἰς τὸν οἶκον τοῦτον καὶ ἰδεῖν τὸ πρόσωπον αὐτοῦ διὰ τὸ ἔντιμον καὶ ἔνδοξον, καὶ οὐκ ἐδύνατο πᾶσα σὰρξ ἰδεῖν αὐτοῦ
- 14.22.1
²²τὸ πῦρ φλεγόμενον κύκλῳ· καὶ πῦρ μέγα παριστήκει αὐτῷ, καὶ οὐδεὶς ἐγγίζει αὐτῷ. κύκλῳ μύριαι μυριάδες ἑστήκασιν ἐνώπιον αὐτοῦ, καὶ πᾶς λόγος αὐτοῦ ἔργον.
- 14.23.1
²³καὶ οἱ ἅγιοι τῶν ἀγγέλων οἱ ἐγγίζοντες αὐτῷ οὐκ ἀποχωροῦσιν νυκτὸς οὔτε ἀφίστανται αὐτοῦ.
- 14.24.1
²⁴ Κἀγὼ ἤμην ἕως τούτου ἐπὶ πρόσωπόν μου βεβλημένος καὶ τρέμων, καὶ ὁ κύριος τῷ στόματι αὐτοῦ ἐκάλεσέν με καὶ εἶπέν μοι Πρόσελθε ὦδε, Ἑνώχ, καὶ τὸν λόγον μου ἄκουσον.
- 14.25.1
25 καὶ προσελθών μοι εἷς τῶν ἁγίων ἤγειρέν με καὶ ἔστησέν με, καὶ προσήγαγέν με μέχρι τῆς θύρας· ἐγὼ δὲ τὸ πρόσωπόν μου κάτω ἔκυφον.
- 15.1.1
¹Καὶ ἀποκριθεὶς εἶπέν μοι Ὁ ἄνθρωπος ὁ ἀληθινός, ἄνθρωπος τῆς ἀληθείας, ὁ γραμματεύς· καὶ τῆς φωνῆς αὐτοῦ ἤκουσα· μὴ φοβηθῇς, Ἑνώχ, ἄνθρωπος ἀληθινὸς καὶ γραμματεὺς τῆς ἀληθείας· πρόσελθε ὧδε, καὶ τῆς φωνῆς μου ἄκουσον.
- 15.2.1
²πορεύθητι καὶ εἰπέ τοῖς πέμψασίν σε Ἐρωτῆσαι ὑμᾶς ἔδει περὶ τῶν ἀνθρώπων, καὶ μὴ τοὺς ἀνθρώπους περὶ ὑμῶν.
- 15.3.1
³διὰ τί ἀπελίπετε τὸν οὐρανὸν τὸν ὑψηλὸν τὸν ἅγιον τοῦ αἰῶνος, καὶ μετὰ τῶν γυναικῶν ἐκοιμήθητε καὶ μετὰ τῶν θυγατέρων τῶν ἀνθρώπων ἐμιάνθητε καὶ ἐλάβετε ἑαυτοῖς γυναῖκας; ὥσπερ υἱοὶ τῆς γῆς ἐποιήσατε καὶ ἐγεννήσατε ἑαυτοῖς τέκνα, υἱοὺς γίγαντας.
- 15.4.1
⁴καὶ ὑμεῖς ἦτε ἅγιοι καὶ πνεύματα ζῶντα αἰώνια· ἐν τῷ αἵματι τῶν γυναικῶν ἐμιάνθητε, καὶ ἐν αἵματι σαρκὸς ἐγεννήσατε καὶ ἐν αἵματι ἀνθρώπων ἐπεθυμήσατε, καθὼς καὶ αὐτοὶ ποιοῦσιν σάρκα καὶ αἷμα, οἵτιυες ἀποθνήσκουσιν καὶ ἀπόλλυνται.
- 15.5.1
⁵διὰ τοῦτο ἔδωκα αὐτοῖς θηλείας, ἵνα σπερματίζουσιν εἰς αὐτὰς καὶ τεκνώσουσιν ἐν αὐταῖς τέκνα οὕτως, ἵνα μὴ ἐκλείπῃ αὐτοῖς πᾶν ἔργον ἐπὶ τῆς γῆς.
- 15.6.1
⁶ ὑμεῖς δὲ ὑπήρχετε πνεύματα ζῶντα αἰώνια καὶ οὐκ ἀποθνήσκοντα εἰς πάσας τὰς γενεὰς τοῦ αἰῶνος.
- 15.7.1
⁷καὶ διὰ τοῦτο οὐκ ἐποίησα ἐν ὑμῖν θηλείας· τὰ πνεύματα τοῦ οὐρανοῦ, ἐν τῷ οὐρανῷ ἡ κατοίκησις αὐ τῶν.
- 15.8.1
⁸ καὶ νῦν οἱ γίγαντες οἱ γεννηθέντες ἀπὸ τῶν πνευμάτων καὶ σαρκὸς πνεύματα ἰσχυρὰ ἐπὶ τῆς γῆς, καὶ ἐν τῇ γῇ ἡ κατοίκησις αὐτῶν ἔσται.
- 15.9.1
⁹πνεύματα πονηρὰ ἐξῆλθον ἀπὸ τοῦ σώματος αὐτῶν, διότι ἀπὸ τῶν ἀνωτέρων ἐγένοντο, καὶ ἐκ τῶν ἁγίων ἐγρηγόρων ἡ ἀρχὴ τῆς κτίσεως αὐτῶν καὶ ἀρχὴ θεμελίου· πνεύματα πονηρὰ κληθήσεται.
- 15.10.1
¹⁰πνεύματα οὐρανοῦ, ἐν τῷ οὐρανῷ ἡ κατοίκησις αὐτῶν ἔσται· καὶ τὰ πνεύματα ἐπὶ τῆς γῆς τὰ γεννηθέντα, ἐπὶ τῆς γῆς ἡ κατοίκησις αὐτῶν ἔσται.
- 15.11.1
¹¹καὶ τὰ πνεύματα τῶν γιγάντων νεφέλας ἀδικοῦντα, ἀφανίζοντα καὶ ἐνπίπτοντα καὶ συνπαλαίοντα καὶ συνρίπτοντα ἐπὶ τῆς γῆς, πνεύματα σκληρὰ γιγάντων, καὶ δρόμους ποιοῦντα καὶ μηδέν ἐσθίοντα, ἀλλʼ ἀσιτοῦντα καὶ διψῶντα καὶ προσκόπτοντα πνεύματα.
- 15.12.1
12 καὶ ἐξαναστήσει ταῦτα εἰς τοὺς υἱοὺς τῶν ἀνθρώπων καὶ τῶν γυναικῶν, ὅτι ἐξεληλύθασιν ἀπʼ αὐτῶν,
- 16.1.1
¹ἀπὸ ἡμέρας σφαγῆς καὶ ἀπωλείας καὶ θανάτου, ἀφʼ ὦν τὰ πνεύματα ἐκπορευόμενα ἐκ τῆς ψυχῆς τῆς σαρκὸς αὐτῶν ἔσται ἀφανίζοντα χωρὶς κρίσεως· οὕτως ἀφανίσουσιν μέ χρις ἡμέρας τελειώσεως, τῆς κρίσεως τῆς μεγάλης, ἐν ἦ ὁ αἰὼν ὁ μέγας τελεσθήσεται.
- 16.2.1
2 Καὶ νῦν ἐγρηγόροις τοῖς πέμψασίν σε ἐρωτῆσαι περὶ αὐτῶν, οἵτινετῖ ἐν οὐρανῷ ἦσαν
- 16.3.1
3Ὑμεῖς ἐν τῷ οὐρανῷ ἤτε, καὶ πᾶν μυστήριον ὃ οὐκ ἀνεκαλύφθη ὑμῖν καὶ μυστήριον τὸ ἐκ τοῦ θεοῦ γεγενημένον ἔγνωτε, καὶ τοῦτο ἐμηνύσατε ταῖς γυναιξὶν ἐν ταῖς σκληροκαρδίαις ὑμῶν, καὶ ἐν τῷ μυστηρίῳ τούτῳ πληθύνουσιν αἱ θήλειαι καὶ οἱ ἄνθρωποι τὰ κακὰ ἐπὶ τῆς γῆς.
- 16.4.1
⁴εἰπὸν οὗν αὐτοῖς Οὐκ ἔστιν εἰρήνη.
- 17.1.1
¹Καὶ παραλαβόντες με εἰς τινα τόπον ἀπήγαγον, ἐν ᾧ οἱ ὄντες ἐκεῖ γίνονται ὡς πῦρ φλέγον καί, ὅταν θέλωσιν, φαίνονται ὡσεὶ ἄνθρωποι.
- 17.2.1
2 Καὶ ἀπήγαγόν με εἰς ζοφώδη τόπον καὶ εἰς ὄρος οὗ ἡ κεφαλὴ ἀφικνεῖτο εἰς τὸν οὐρανόν.
- 17.3.1
³καὶ εἶδον τόπον τῶν φωστήρων καὶ τοὺς θησαυροὺς τῶν ἀστέρων καὶ τῶν βροντῶν, καὶ εἰς τὰ ἀεροβαθῆ, ὅπου τόξον πυρὸς καὶ τὰ βέλη καὶ αἱ θῆκαι αὐτῶν καὶ αἱ ἀστραπαὶ πᾶσαι.
- 17.4.1
⁴ Καὶ ἀπήγαγόν με μέχρι ὑδάτων ζώντων καὶ μέχρι πυρὸς δύσεως, ὅ ἐστιν καὶ παρέχον πάσας τὰς δύσεις τοῦ ἡλίου.
- 17.5.1
⁵καὶ ἤλθομεν μέχρι ποταμοῦ πυρός, ἐν ᾧ κατατρέχει τὸ πῦρ ὡς ὕδωρ καὶ ῥέει εἰς θάλασσαν μεγάλην δύσεως.
- 17.6.1
⁶ ἴδον τοὺς μεγάλους ποταμούς, καὶ μέχρι τοῦ μεγάλου ποταμοῦ καὶ μέχρι τοῦ μεγάλου σκότους κατήντησα, καὶ ἀπῆλθον ὅπου πᾶσα σὰρξ οὐ περιπατεῖ
- 17.7.1
⁷ ἴδον τοὺς ἀνέμους τῶν γνόφων τοὺς χειμερινοὺς καὶ τὴν ἔκχυσιν τῆς ἀβύσσου πάντων ὑδάτων.
- 17.8.1
⁸ ἴδον τὸ στόμα τῆς γῆς πάντων τῶν ποταμῶν καὶ τὸ στόμα τῆς ἀβύσσου.
- 18.1.1
¹ ἴδον τοὺς θησαυροὺς τῶν ἀνέμων πάντων, ἴδον ὅτι ἐν αὐτοῖς ἐκόσμησεν πάσας τὰς κτίσεις καὶ τὸν θεμέλιον τῆς γῆς,
- 18.2.1
²καὶ τὸν λίθον ἴδον τῆς γωνίας τῆς γῆς. ἴδον τοὺς τέσσαρας ἀνέμους τὴν γῆν βαστάζοντας, καὶ τὸ στερέωμα τοῦ οὐρανοῦ,
- 18.3.1
³καὶ αὐτοὶ ἱστᾶσιν μεταξὺ γῆς καὶ οὐρανοῦ.
- 18.4.1
⁴ ἴδον ἀνέμους τῶν οὐρανῶν στρέφοντας καὶ διανύοντας τὸν τροχὸν τοῦ ἡλίου, καὶ πάντας τοὺς ἀστέρας.
- 18.5.1
⁵ ἴδον τοὺς ἐπὶ τῆς γῆς ἀνέμους βαστάζοντας ἐν νεφέλῃ. ἴδον πέρατα τῆς γῆς, τὸ στήριγμα τοῦ οὐρανοῦ ἐπάνω.
- 18.6.1
⁶ Παρῆλθον καὶ ἴδον τόπον καιόμενον νυκτὸς καὶ ἡμέρας, ὅπου τὰ ἑπτὰ ὄρη ἀπὸ λίθων πολυτελῶν, τρία εἰς ἀνατολὰς καὶ τρία εἰς νότον βάλλοντα.
- 18.7.1
⁷καὶ τὰ μέν πρὸς ἀνατολὰς ἀπὸ λίθου χρώματος, τὸ δὲ ἦυ ἀπὸ λίθου μαργαρίτου, καὶ τὸ ἀπὸ λίθου ταθέν, τὸ δὲ κατὰ νότον ἀπὸ λίθου πυρροῦ·
- 18.8.1
⁸τὸ δὲ μέσον αὐτῶν ἦν εἰς οὐρανόν, ὥσπερ θρόνος θεοῦ ἀπὸ λίθου φουκά, καὶ ἡ κορυφὴ τοῦ θρόνου ἀπὸ λίθου σαπφείρου·
- 18.9.1
⁹καὶ πῦρ καιόμενον ἴδον. κἀπέκεινα τῶν ὀρέων τούτων
- 18.10.1
¹⁰τόπος ἐστὶν πέρας τῆς μεγάλης γῆς· ἐκεῖ συντελεσθήσονται οἱ οὐρανοί.
- 18.11.1
¹¹καὶ ἴδον χάσμα μέγα εἰς τοὺς στύλους τοῦ πυρὸς καταβαίνοντας καὶ οὐκ ἦν μέτρον οὔτε εἰς βάθος οὔτε εἰς ὕψος.
- 18.12.1
12 καὶ ἐπέκεινα τοῦ χάσματος τούτου ἴδον τόπον ὅπου οὐδὲ στερέωμα οὐρανοῦ ἐπάνω, οὕτε γῆ ἡ τεθεμελιαωμένη ὑποκάτω αὐτοῦ οὔτε ὕδωρ ὖν ὑπὸ αὐτὸ οὔτε πετεινόν, ἀλλὰ τόπος ἦν ἔρημος καὶ φοβερός.
- 18.13.1
¹³ἐκεῖ ἴδον ἑπτὰ ἀστέρας ὡς ὄρη μεγάλα καιόμενα, περὶ ὧν πυνθανομένῳ μοι
- 18.14.1
¹⁴εἶπεν ὁ ἄγγελος Οὗτός ἐστιν ὁ τόπος τὸ τέλος τοῦ οὐρανοῦ καὶ γῆς· δεσμωτήριον τοῦτο ἐγένετο τοῖς ἄστροις καὶ ταῖς δυνάμεσιν τοῦ οὐρανοῦ.
- 18.15.1
¹⁵καὶ οἱ ἀστέρες οἱ κυλιόμενοι ἐν τῷ πυρί, οὗτοί εἰσιν οἱ παραβάντες πρόσταγμα Κυρίου ἐν ἀρχῇ τῆς ἀνατολῆς αὐτῶν (ὅτι τόπος ἔξω τοῦ οὐρανοῦ κενός ἐστιν, ὅτι οὐκ ἐξῆλθαν ἐν τοῖς καιροῖς αὐτῶν·
- 18.16.1
¹⁶καὶ ὀργίσθη αὐτοῖς καὶ ἔδησεν αὐτοὺς μέχρι καιροῦ τελειώσεως αὐτῶν ἁμαρτίας, ἐνιαυτῶν μυρίαον.
- 19.1.1
¹καὶ εἶπέν μοι Οὐριήλ Ἐνθάδε οἱ μιγέντες ἄγγελοι ταῖς γυναιξὶν στήσονται, καὶ τὰ πνεύματα αὐτῶν πολύμορφα γενόμενα λυμαίνεται τοὺς ἀνθρώπους καὶ πλανήσει αὐτοὺς ἐπιθύειν τοῖς δαιμονίοις μέχρι τῆς μεγάλης κρίσεως, ἐν ᾖ κριθήσονται εἰς ἀποτελείωσιν.
- 19.2.1
²καὶ αἱ γυναῖκες αὐτῶν τῶν παραβάντων ἀγγέλων εἰς σειρῆνας γενήσονται.
- 19.3.1
3κἀγὼ Ἑνὼχ ἴδον τὰ θεωρήματα μόνος, τὰ πέρατα πάντων, καὶ οὐ μὴ ἴδῃ οὐδὲ εἰς ἀνθρώπων ὡς ἐγὼ ἴδον.
- 20.1.1
¹ Ἄγγελοι τῶν δυνάμεων.
- 20.2.1
²Οὐριήλ, ὁ εἰς τῶν ἁγίων ἀγγέλων ὁ ἐπὶ τοῦ κόσμου καὶ τοῦ ταρτάρου.
- 20.3.1
³Ραφαήλ, ὁ εἶς τῶν ἁγίων ἀγγέλων ὁ ἐπὶ τῶν πνευμάτων τῶν ἀνθρώπων.
- 20.4.1
⁴Ῥαγουήλ, ὁ
- 20.5.1
⁵Μιχαὴλ, ὁ εἰς τῶν ἁγίων ἀγγέλων ὁ ἐπὶ τῶν τοῦ λαοῦ ἀγαθῶν τεταγμένος καὶ ἐπὶ τῷ χάῳ.
- 20.6.1
⁶ Σαριήλ, ὁ εἷς τῶν ἁγίων ἀγγέλων ὁ ἐπὶ τῶν πνευμάτων οἵτιυες ἐπὶ τῷ πνεύματι ἁμαρτάνουσιν.
- 20.7.1
7 Γαβριὴλ, ὁ εἶς τῶν ἁγίων ἀγγέλων ὁ ἐπὶ τοῦ παραδείσου καὶ τῶν δρακόντων καὶ χερουβείν. ἀρχαγγέλων ὀνόρατα ἑπτά.
- 21.1.1
¹Καὶ ἐφώδευσα ἕως τῆς ἀκατασκευάστου.
- 21.2.1
2κἀκεῖ ἐθεασάμην ἔργον φοβερόν· ἑώρακα οὕτε οὐρανὸν ἐπάνω, οὕτε γῆν τεθέαμαι τεθεμελιωμένην, ἀλλὰ τόπον ἀκατασκεύαστον καὶ φοβερόν.
- 21.3.1
3 καὶ ἐκεῖ τεθέαμαι ἑπτὰ τῶν ἀστέρων τοῦ οὐρανοῦ δεδεμένους καὶ ἐριμμένους ἐν αὐτῷ, ὁμοίους ὄρεσιν μεγάλοις καὶ ἐν πυρὶ καιομένους.
- 21.4.1
⁴τότε εἶπον Διὰ ποίαν αἰτίαν ἐπεδέθησαν, καὶ διὰ τί ὧδε ἐρίφησαν
- 21.5.1
⁵τότε εἶπέν μοι Οὐριήλ, ὁ εἷς τῶν ἁγίων ἀγγέλων ὃς μετʼ ἐμοῖ ἧν (καὶ αὐτὸς ἡγεῖτο αὐτῶν), καὶ εἶπέν μοι Ἑνώχ, περὶ τίνος ἐρωτᾶς, ἢ περὶ τίνος τὴν ἀλήθειαν φιλοσπευδεῖς;
- 21.6.1
⁶οὗτοί εἰσιν τῶν ἀστέρων τοῦ οὐρανοῦ οἱ παραβάντες τὴν ἐπιταγὴν τοῦ κυρίου, καὶ ἐδέθησαν ὧδε μέχρι τοῦ πληρῶσαι μύρια ἔτη, τὸν χρόνον τῶν ἁμαρτημάτων αὐτῶν.
- 21.7.1
⁷ Κἀκεῖθεν ἐφώδευσα εἰς ἄλλον τόπον τούτου φοβερώτερον, καὶ τεθέαμαι ἔργα φοβερώτερα, πῦρ μέγα ἐκεῖ καιόμενον καὶ φλεγόμενον, καὶ διακοπὴν εἶχεν ὁ τόπος ἕως τῆς ἀβύσσου, πλήρης στύλων πυρὸς μεγάλου καταφερομένων· οὕτε μέτρον οὕτε πλάτος ἠδυνήθην ἰδεῖν οὐδὲ εἰκάσαι.
- 21.8.1
8 τότε εἶπον Ὠς φοβερὸς ὁ τόπος καὶ ὡς δεινὸς τῇ ὁράσει.
- 21.9.1
⁹ τότε ἀπεκρίθη μοι ὁ εἶς τῶν ἁγίων ἀγγέλων ὂς μετʼ ἐμοῦ ἦν, καὶ εἶπέν μοι Ἑνώχ, διὰ τί ἐφοβήθης οὕτως καὶ ἐπτοήθης; καὶ ἀπεκρίθην Περὶ τούτου τοῦ φοβεροῦ καὶ περὶ τῆς προσόψεως τῆς δεινῆς.
- 21.10.1
10 καὶ εἶπεν Οὗτος ὁ τόπος δεσμωτήριον ἀγγέλων· ὦδε συνσχεθήσονται μέχρι αἰῶνος εἰς τὸν αἰῶνα.
- 22.1.1
¹Κἀκεῖθεν ἐφόδευσα εἰς ἄλλον τόπον, καὶ ἔδειξέν μοι πρὸς δυσμὰς ἄλλο ὄρος μέγα καὶ ὑψηλόν, πέτρας στερεάς.
- 22.2.1
²καὶ τέσσαρες τόποι ἐν αὐτῷ κοῖλοι, βάθος ἔχοντες καὶ λίαν λεῖοι, τρεῖς αὐτῶν σκοτινοὶ καὶ εἷς φωτινός, καὶ πηγὴ ὕδατος ἀνὰ μέσον αὐτοῦ. καὶ εἶπον Πῶς λεῖα τὰ κοιλώματα ταῦτα καὶ ὁλοβαθῆ καὶ σκοτινὰ τῇ ὁράσει.
- 22.3.1
³τότε ἀπεκρίθη Ῥαφαήλ, ὁ εἷς τῶν ἁγίων ἀγγέλων ὃς μετʼ ἐμοῦ ἧν, καὶ εἶπέν μοι Οὗτοι οἱ τόποι οἱ κοῖλοι, ἵνα ἐπισυνάγαονται εἰς αὐτοὺς τὰ πνεύματα τῶν ψυχῶν τῶν νεκρῶν. εἰς αὐτὸ τοῦτο ἐκρίθησαν, ὦδε ἐπισυνάγεσθαι πάσας τὰς ψυχὰς τῶν ἀνθρώπων.
- 22.4.1
⁴καὶ οὗτοι οἱ τόποι εἰς ἐπισύνσχεσιν αὐτῶν ἐποίησαν μέχρι . τῆς ἡμέρας τῆς κρίσεως αὐτῶν καὶ μέχρι τοῦ διορισμοῦ καὶ διορισμένου χρόνου, ἐν ᾧ ἡ κρίσις ἡ μεγάλη ἔσται ἐν αὐτοῖς.
- 22.5.1
5 Τε θέομαι ἀνθρώπους νεκροὺς ἐντυγχάνοντας, καὶ ἡ φωνὴ αὐτοῦ μέχρι τοῦ οὐρανοῦ προέβαινεν καὶ ἐνετύγχανεν.
- 22.6.1
⁶καὶ ἠρώτησα Ῥαφαὴλ τὸν ἄγγελον ὃς μετʼ ἐμοῦ ἤν, καὶ εἶπα αὐτῷ Τοῦτο τὸ πνεῦμα τὸ ἐντυγχάνον τίνος ἐστίν, δι᾿ ὃ οὕτως ἡ φωνὴ αὐτοῦ προβαίνει καὶ ἐντυγχάνει ἕως τοῦ οὐρανοῦ;
- 22.7.1
⁷καὶ ἀπεκρίθη μοι λέγων Τοῦτο τὸ πνεῦμά ἐστιν τὸ ἐξελθὸν ἀπὸ Ἅβελ ὃν ἐφόνευσε Κάειν ὁ ἀδελφός, καὶ Ἅβελ ἐντυγχάνει περὶ αὐτοῦ μέχρι τοῦ ἀπολέσαι τὸ σπέρμα αὐτοῦ ἀπὸ προσώπου τῆς γῆς, καὶ ἀπὸ τοῦ σπέρματος τῶν ἀνθρώπων ἀφανισθῇ τὸ σπέρμα αὐτοῦ.
- 22.8.1
8 Τότε ἠρώτησα περὶ τῶν κυκλωμάτων πάντων, διὰ τί ἐχωρίσθησαν ἔν ἀπὸ τοῦ ἑνός.
- 22.9.1
⁹καὶ ἀπεκρίθη μοι λέγων Οὗτοι οἱ τρεῖς ἐποιήθησαν χωρίζεσθαι τὰ πνεύματα τῶν νεκρῶν· καὶ οὕτως ἐχωρίσθη εἰς τὰ πνεύματα τῶν δικαίων, οὗ ἡ πηγὴ τοῦ ὕδατος ἐν αὐτῷ φωτινή·
- 22.10.1
¹⁰καὶ οὕτως ἐκτίσθη τῶν ἁμαρτωλῶν, ὅταν ἀποθάνωσιν καὶ ταφῶσιν εἰς τὴν γῆν, καὶ κρίσις οὐκ ἐγενήθη ἐπʼ αὐτῶν ἐν τῇ ζωῇ αὐτῶν,
- 22.11.1
¹¹ὦδῆ χωρίζεσθαι τὰ πνεύματα αὐτῶν εἰς τὴν μεγάλην βάσανον ταύτην, μέχρι τῆς μεγάλης ἡμέρας τῆς κρίσεως, τῶν μαστίγων καὶ τῶν βασάνων τῶν κατηραμέναων· μέ χρι αἰῶνος ἦν ἀνταπόδοσις τῶν πνευμάτων· ἐκεῖ δήσει αὐτοὺς μέχρις αἰῶνος.
- 22.12.1
¹²καὶ οὕτως ἐχαωρίσθη τοῖς πνεύμασιν τῶν ἐντυγχανόντων, οἵτινες ἐνφανίζουσιν περὶ τῆς ἀπωλείας, ὅταν φονευθῶσιν ἐν ταῖς ἡμέραις τῶν ἁμαρτωλῶν.
- 22.13.1
¹³καὶ οὕτως ἐκτίσθη τοῖς πνεύμασιν τῶν ἀνθρώπων, ὅσοι οὐκ ἔσονται ὅσιοι ἀλλὰ ἁμαρτωλοί, ὅσοι ἀσεβεῖς, καὶ μετὰ τῶν ἀνόμων ἔσονται μέτοχοι. τὰ δὲ πνεύματα, ὅτι οἱ ἐνθάδε θλιβέντες ἔλαττον κολάζονται αὐτῶν, οὐ τιμωρηθήσονται ἐν ἡμέρᾳ τῆς κρίσεως, οὐδέ μὴ μετεγρθῶσιν ἐντεῦθεν.
- 22.14.1
¹⁴Τότε ηὐλόγησα τὸν κύριον τῆς δόξης, καὶ εἶπα Εὐλογητὸς εἶ, Κύριε ὁ τῆς δικαιοσύνης, κυριεύων τοῦ αἰῶνος.
- 23.1.1
¹Κἀκεῖθεν ἐφώδευσα εἰς ἄλλον τόπον πρὸς δυσμὰς τῶν περάτων τῆς γῆς.
- 23.2.1
²καὶ ἐθεασάμην πῦρ διατρέχον καὶ οὐκ ἀναπαυόμενον οὐδὲ ἐνλεῖπον τοῦ δρόμου, ἡμέρας καὶ νυκτὸς ἄμα διαμένον.
- 23.3.1
3καὶ ἠρώτησα λέγων Τί ἐστιν τὸ μὴ ἔχον ἀνάπαυσιν;
- 23.4.1
⁴ τότε ἀπεκρίθη μοι Ῥαγουήλ, ὁ εἷς τῶν ἁγίων ἀγγέλων ὃς μετʼ ἐμοῦ ἶν Οὗτος ὁ δρόμος τοῦ πυρὸς τὸ πρὸς δυσμὰς πῦρ τὸ ἐκδιῶκόν ἐστιν πάντας τοὺς φωστῆρας τοῦ οὐρανοῦ.
- 24.1.1
¹ Καὶ ἔδειξέν μοι ὄρη πυρὸς καιόμενα νυκτός.
- 24.2.1
²καὶ ἐπέκεινα αὐτῶν ἐπορεύθην καὶ ἐθεασάμην ἑπτὰ ὄρη, ἔνδοξα πάντα, ἑκάτερα τοῦ ἑκατέρου διαλλάσσοντα, ὧν οἱ λίθοι ἔντιμοι τῇ καλλονῇ, καὶ πάντα ἔντιμα καὶ ἔνδοξα καὶ εὐειδῆ, τρία ἐπʼ ἀνατολὰς ἐστηριγμένα ἐν τῷ ἐνί, καὶ τρία ἐπὶ νότον ἐν τῷ ἐνί καὶ φάραγγες βαθεῖαι καὶ τραχεῖαι, μία τῇ μιᾷ οὐκ ἐγγίζουσαι,
- 24.3.1
3 καὶ τῷ ὄρει ἕβδομον ὄρος ἀνὰ μέσον τούτων, καὶ ὑπερεῖχεν τῷ ὕψει, ὄμὅιον καθέδρᾳ θρόνου, καὶ περιεκύκλου δένδρα αὐτῷ εὐειδῆ.
- 24.4.1
4καὶ ἧν ἐν αὐτοῖς δένδρον ὃ οὐδέποτε ὤσφρανμαι καὶ οὐδεὶς ἕτερος αὐτῷ ηὐφράνθη, καὶ οὐδὲν ἕτερον ὅμοιον αὐτῷ· ὀσμὴν εἶχεν εὐωδεστέραν πάντων ἀρωμάτων, καὶ τὰ φύλλα αὐτοῦ καὶ τὸ ἄνθος καὶ τὸ δένδρον οὐ φθίνει εἰς τὸν αἰῶνα· οἱ δέ περὶ τὸν καρπὸν ὡσεὶ βότρυες φοινίκων.
- 24.5.1
⁵ τότε εἶπον Ὡς καλὸν τὸ δένδρον τοῦτό ἐστιν καὶ εὐῶδες, καὶ ὡραῖα τὰ φύλλα, καὶ τὰ ἄνθη αὐτοῦ ὡραῖα τῇ ὁράσει.
- 24.6.1
⁶ τότε ἀπεκρίθη μοι Μιχαὴλ, εἷς τῶν ἁγίων ἀγγέλων ὃς μετʼ ἐμοῦ ἦν (καὶ αὐτὸς αὐτῶν ἡγεῖτο),
- 25.1.1
¹καὶ εἶπέν μοι Ἑνώχ. τί ἐρωτᾷς καὶ τί ἐθαύμασας ἐν τῇ ὀσμῇ τοῦ δένδρου, καὶ διὰ τί θέλεις τὴν ἀλήθειαν μαθεῖν;
← Previous · Next → — showing 101–200 of 246
First Thousand Years of Greek. CTS URN tlg1463.tlg001.1st1K-grc1. Via the Perseus Digital Library / Open Greek and Latin TEI corpora. Licence: Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License. Source.