Ancient Texts

← Library

Apocalypsis Enochi

First Thousand Years of Greek · First Thousand Years of Greek · 246 sections

  1. 1.1.1

    ΛΟΓΟΣ εὐλογίας Ἑνώχ, καθὼς εὐλόγησεν ἐκλεκτοὺς δικαίους οἶτινες ἔσονται εἰς ἡμέραν ἀνάγκης ἐξᾶραι πάντας τοὺς ἐχθρούς, καὶ σωθήσονται δίκαιοι.

  2. 1.2.1

    ⁰Καὶ ἀναλαβὼν τὴν παραβολὴν αὐτοῦ εἶπεν Ἑνώχ Ἄνθρωπος δίκαιός ἐστιν, ὅρασις ἐκ θεοῦ αὐτῷ ἀνεῳγμένη ἦν· ἔχων τὴν ὅρασιν τοῦ ἁγίου καὶ τοῦ οὐρανοῦ. ἔδειξέν μοι, καὶ ἁγιολόγων ἁγίων ἤκουσα ἐγώ, καὶ ὡς ἤκουσα παρʼ αὐτῶν πάντα καὶ ἔγνων ἐγὼ θεωρῶν· καὶ οὐκ ἐς τὴν νῦν γενεὰν διενοούμην, ἀλλὰ ἐπὶ πόρραυ οὗσαν ἐγὼ λαλῶ.

  3. 1.3.1

    3Καὶ περὶ τῶν ἐκλεκτῶν νῦν λέγω καὶ περὶ αὐτῶν ἀνέλαβον τὴν παραβολήν μου. καὶ ἐξελεύσεται ὁ ἄγιός μου ὁ μέγας ἐκ τῆς κατοικήσεως αὐτοῦ,

  4. 1.4.1

    ⁴καὶ ὁ θεὸς τοῦ αἰῶνος ἐπὶ γῆν πατήσει ἐπὶ τὸ Σεινὰ ὄρος καὶ φανήσεται ἐκ τῆς παρενβολῆς αὐτοῦ, καὶ φανήσεται ἐν τῇ δυνάμει τῆς ἰσχύος αὐτοῦ ἀπὸ τοῦ οὐρανοῦ τῶν οὐρανῶν.

  5. 1.5.1

    5καὶ φοβηθήσονται πάντες καὶ πιστεύσουσιν οἱ ἐγρήγοροι, καὶ ἄκουσιν ἀπόκρυφα ἐν πᾶσιν τοῖς ἄκροις τῆς γῆς· καὶ σεισθήσονται πάντα τὰ ἄκρα τῆς γῆς, καὶ λήμψεται αὐτοὺς τρόμος καὶ φόβος μέγας μέχρι τῶν περάτων τῆς γῆς.

  6. 1.6.1

    ⁶καὶ σεισθήσονται καὶ πεσοῦνται καὶ διαλυθήσονται ὄρη ὑψηλά, καὶ ταπεινωθήσονται βουνοὶ ὑψηλοὶ τοῦ διαρυῆναι ὄρη, καὶ τακήσονται ὡς κηρὸς ἀπὸ προσώπου πυρὸς ἐν φλογί.

  7. 1.7.1

    7καὶ διασχισθήσεται ἡ γῆ σχίσμα όαγῶδες, καὶ πάντα ὅσα ἐστὶν ἐπὶ τῆς γῆς ἀπολεῖται, καὶ κρίσις ἔσται κατὰ πάντων.

  8. 1.8.1

    ⁸καὶ μετὰ τῶν δικαίων τὴν εἰρήνην ποιήσει, καὶ ἐπὶ τοὺς ἐκλεκτοὺς ἔσται συντήρησις καὶ εἰρήνη, καὶ ἐπ αὐτοὺς γενήσεται ἔλεος, καὶ ἔσονται πάντες τοῦ θεοῦ, καὶ τὴν εὐδοκίαν δώσει αὐτοῖς καὶ πάντας εὐλογήσει καὶ πάντων ἀντιλήμψεται καὶ βοηθήσει ἡμῖν, καὶ φανήσεται αὐτοῖς φῶς καὶ ποιήσει ἐπʼ αὐτοὺς εἰρήνην.

  9. 1.9.1

    ⁹ὅτι ἔρχεται σὺν ταῖς μυριάσιν αὐτοῦ καὶ τοῖς ἁγίοις αὐτοῦ, ποιῆσαι κρίσιν κατὰ πάντων, καὶ ἀπολέσει πάντας τοὺς ἀσεβεῖς, καὶ ἐλέγξει πᾶσαν σάρκα περὶ πάντων ἔργων τῆς ἀσεβείας αὐτῶν ὧν ἠσέβησαν καὶ σκληρῶν ὡν ἐλάλησαν λόγων, καὶ περὶ πάντων ὧν κατελάλησαν κατʼ αὐτοῦ ἁμαρτωλοὶ ἀσεβεῖς.

  10. 2.1.1

    ¹Κατανοήσατε πάντα τὰ ἔργα ἐν τῷ οὐρανῷ, πῶς οὐκ ἠλλοίωσαν τὰς ὁδοὺς αὐτῶν, καὶ τοὺς φωστῆρας τοὺς ἐν τῷ οὐρανῷ, ὡς τὰ πάντα ἀνατέλλει καὶ δύνει, τεταγμένος ἕκαστος ἐν τῷ τεταγμένῳ καιρῷ, καὶ ταῖς ἑορταῖς αὐτῶν φαίνονται, καὶ οὐ παραβαίνουσιν τὴν ἰδίαν τάξιν.

  11. 2.2.1

    2ἕτε τὴν γῆν καὶ διανοήθητε περὶ τῶν ἔργων τῶν ἐν αὐτῇ γινομένων ἀπʼ ἀρχῆς μέχρι τελειώσεως, ὥς εἰσιν φθαρτά, ὡς οὐκ ἀλλοιοῦντα, οὐδὲν τῶν ἐπὶ γῆς, ἀλλὰ πάντα ἔργα θεοῦ ὑμῖν φαίνεται.

  12. 2.3.1

    ³δετε τὴν θερείαν καὶ τὸν χειμῶνα.

  13. 3.1.1

    ¹καταμάθετε καὶ δετε πάντα τὰ δένδρα,

  14. 5.1.1

    ¹πῶς τά φύλλα χλωρά ἐν αὐτοῖς σκέποντα τὰ δένδρα, καὶ πᾶς ὁ καρπὸς αὐτῶν εἰς τιμὴν καὶ δόξαν. διανοήθητε καὶ γνῶτε περὶ πάντων τῶν ἔργων αὐτοῦ, καὶ νοήσατε ὅτι θεὸς ζῶν ἐποίησεν αὐτὰ οὕτως, καὶ ζῇ εἰς πάντας τοὺς αἰῶνας·

  15. 5.2.1

    ²καὶ τὰ ἔργα αὐτοῦ πάντα ὅσα ἐποίησεν εἰς τοὺς αἰῶνας, ἀπὸ ἐνιαυτοῦ εἰς ἐνιαυτὸν γινόμενα πάντα οὕτως, καὶ πάντα ὅσα ἀποτελοῦσιν αὐτῷ τὰ ἔργα, καὶ οὐκ ἀλλοιοῦνται αὐτῶν τἀ ἔργα, ἀλλʼ ὁὡσπερεὶ κατά ἐπιταγὴν τὰ πάντα γίνεται.

  16. 5.3.1

    ³ἴδετε πῶς ἡ λασσα καὶ οἱ ποταμοὶ ὡς ὁμοίως ἀποτελοῦσιν, καὶ οὐκ ἀλλοιοῦσιν αὐτῶν τὰ ἔργα ἀπὸ τῶν λόγων αὐτοῦ.

  17. 5.4.1

    ⁴Ὑμεῖς δὲ οὐκ ἐνεμείνατε οὐδὲ ἐποιήσατε κατὰ τάς ἐντολὰς αὐτοῦ, ἀλλὰ ἀπέστητε καὶ κατελαλήσατε μεγάλους καὶ σκληροὺς λόγους ἐν στόματι ἀκαθαρσίας ὑμῶν κατὰ τῆς μεγαλοσύνης αὐτοῦ. ὅτι κατελαλήσατε ἐν τοῖς ψεύμασιν ὑμῶν, σκληροκάρδιοι, οὐκ ἔστιν εἰρήνη ὑμίν.

  18. 5.5.1

    ⁴τοιγὰρ τὰς ἡμέρας ὑμῶν ὑμεῖς κατηράσασθε, καὶ τὰ ἔτη τῆς ζωῆς ὑμῶν ἀπολεῖται, καὶ τὰ ἔτη τῆς ἀπωλείας ὑμῶν πληθυνθήσεται ἐν κατάρᾳ αἰώνων, καὶ οὐκ ἔσται ὑμῖν ἔλεος καὶ εἰρήνη.

  19. 5.6.1

    6Τότε ἔσται τὰ ὀνόματα ὑμῶν εἰς κατάραν αἰώνιον πᾶσιν τοῖς δικαίοις, καὶ ἐν ὑμῖν καταράσονται πάντες οἱ καταρώμενοι, καὶ πάντες οἱ ἁμαρταωλοὶ καὶ ἀσεβεῖς ἐυ ὑμῖν ὀμοῦνται, καὶ πάντες οἱ ἀναμάρτητοι χαρήσονται, καὶ ἔσται αὐτοῖς λύσις ἁμαρτιῶν καὶ πᾶν ἔλεος καὶ εἰρήνη καὶ ἐπιείκεια, ἔσται αὐτοῖς σωτηρία, φῶς ἀγαθόν, καὶ αὐτοὶ κληρονομήσουσιν τὴν γῆν· καὶ πᾶσιν ὑμῖν τοῖς ἁμαρτωλοῖς οὐχ ὑπαάρξει σατηρία, ἀλλὰ ἐπὶ πάντας ὑμᾶς κατάλυσις, κατάρα.

  20. 5.7.1

    7καὶ τοῖς ἐκλεκτοῖς ἔσται φῶς καὶ χάρις καὶ εἰρήνη, καὶ αὐτοὶ κληρονομήσουσιν τὴν γῆν, ὑμῖν δὲ τοῖς ἀσεβέσιν ἔσται κατάρα.

  21. 5.8.1

    ⁸τότε δοθήσεται τοῖς ἐκλεκτοῖς φῶς καὶ χάρις, καὶ αὐτοὶ κληρονομήσουσιν τὴν γῆν. τότε δοθήσεται πᾶσιν τοῖς ἐκλεκτο σοφία, καὶ πάντες οὗτοι ζήσονται, καὶ οὐ μὴ ἁμαρτήσονται ἔτ οὐ κατʼ ἀλήθειαν οὕτε κατὰ ὑπερηφανίαν, καὶ ἔσται ἐν ἀνθρώπ πεφωτισμένῳ φῶς καὶ ἀνθρώπῳ ἐπιστήμονι νόημα, καὶ οὐ μ πλημμελήσουσιν

  22. 5.9.1

    ⁹οὐδὲ μὴ ἁμάρτωσιν πάσας τὰς ἡμέρας τῆς ζωῆς αὐτῶν, καὶ οὐ μὴ ἀποθάνωσιν ἐν ἀργῇ θυμοῦ, ἀλλὰ τὸν ἀριθμὸν αὐτῶν ζωῆς ἡμερῶν πληρώσουσιν, καὶ ἡ ζωὴ αὐτῶν αὐξηθήσεται ἐν εἰρήνῃ, καὶ τὰ ἔτη τῆς χαρᾶς αὐτῶν πληθυνθήσεται ἐν ἀγαλλιάσει καὶ εἰρήνῃ αἰῶνος ἐν πάσαις ταῖς ἡμέραις τῆς ζωῆς αὐτῶν.

  23. 6.1.1

    ¹Καὶ ἐγένετο οδ ἂν ἐπληθύνθησαν οἱ υἱοὶ τῶν ἀνθρώπων, ἐν ἐκεί ναις ταῖς ἡμέραις ἐγεννήθησαν θυγατέρες ὡραῖαι καὶ καλαί.

  24. 6.2.1

    2καὶ ἐθεάσαντο αὐτὰς οἱ ἅγγελοι υἱοὶ οὐρανοῦ καὶ ἐπεθύμησαν αὐτάς, καὶ εἶπαν πρὸς ἀλλήλους Δεῦτε ἐκλεξώμεθα ἑαυτοῖς γυναῖκας ἀπὸ τῶν ἀνθρώπων, καὶ γεννήσομεν ἑαυτοῖς τέκνα.

  25. 6.3.1

    ³καὶ εἶπεν Σεμειαζᾶς πρὸς αὐτούς, ὃς ἦν ἄρχων αὐτῶν Φοβοῦμαι μὴ οὐ θελήσετε ποιῆσαι τὸ πρδγμα τοῦτο, καὶ ἔσομαι ἐγὼ μυνος ὀφειλέτης ἁμαρτίας μεγάλης.

  26. 6.4.1

    ⁴ἀπεκρίθησαν οὕν αὐτῷ πάντες μόσωμεν ὅρκῳ πάντες καὶ ἀναθεματίσωμεν πάντες ἀλλήλους μὴ ἀποστρέψαι τὴν γνώμην ταὺτην, μέχρις οὐ ἂν τελέσσομεν αὐτὴν καὶ ποιήσωμεν τὸ πρᾶγμα τοῦτο.

  27. 6.5.1

    ⁵τότε ὄμοσαν πάντες ὁμοῦ καὶ ἀνεθεμάτισαν ἀλλήλους ἐν αὐτῷ.

  28. 6.7.1

    ⁷Καὶ ταῦτα τὰ ὀνόματα τῶν ἀρχόντων αὐτῶν· Σεμιαζά, οὗτος ἦν ἄρχων αὐτῶν· Ἀραθάκ, Κιμβρά, Σαμμανή, Δανειήλ, Ἀρεαρώς. Σεμιήλ, Ἰωμειήλ, Κωχαριήλ, Ἐζεκιήλ, Βατριήλ, Σαθιήλ, Ἀτριήλ, Γαμιήλ, Βαρακιήλ, Ἀνανθνά, ᵇωνιήλ, Ῥαμιήλ. Ασεάλ, Ῥακειήλ, Γουριήλ.

  29. 6.8.1

    8οδτοί εἰσιν αὐτῶν οἱ δεκαδάρχαι.

  30. 7.1.1

    ¹Καὶ ἔλαβον ἑαυτοῖς γυναῖκας· ἕκαστος αὐτῶν ἐξελέξαντο ἑαυτοῖς γυναῖκας, καὶ ἤρξαντο εἰσπορεύεσθαι πρὸς αὐτὰς καὶ μιαίνεσθαι ἐν αὐταῖς· καὶ ἐδίδαξαν αὐτὰς φαρμακείας καὶ ἐπαοιδὰς καὶ ὀιζοτομίας, καὶ τὰς βοτάνας ἐδήλωσαν αὐταῖς.

  31. 7.2.1

    ²AI δὲ ἐν γαστρὶ λαβοῦσαι ἐτέκοσαν γίγαντας μεγάλους ἐκ πηχίῶν τρισχιλίων,

  32. 7.3.1

    3ἳτινες κατέσθοσαν τοὺς κόπους τῶν ἀνθρώπων. ὡς δὲ οὐκ ἐδυνήθησαν αὐτοῖς οἱ ἄνθρωποι ἐπιχορηγεῖν,

  33. 7.4.1

    ⁴οἱ γίγαντες ἐτόλμησαν ἐπʼ αὐτούς, καὶ κατεσθίοσαν τοὺς ἀνθρώπους.

  34. 7.5.1

    ⁰καὶ ἤρξαντο ἁμαρτάνειν ἐν τοῖς πετεινοῖς καὶ τοῖς θηρίοις καὶ ἑρπετοῖς καὶ τοῖς ἰχθύσιν, καὶ ἀλλήλων τὰς σάρκας κατεσθίειν, καὶ τὸ αἶμα ἔπινον.

  35. 7.6.1

    ⁶τότε ἡ γῆ ἐνέτυχεν κατὰ τῶν ἀνόμων.

  36. 8.1.1

    1Ἐδίδαξεν τοὺς ἀνθρώπους Ἀζαὴλ μαχαίρας ποιεῖν καὶ ὅπλα καὶ ἀσπίδας καὶ θώρακας, διδάγματα ἀγγέλων, καὶ ὑπέδειξεν αὐτοῖς τὰ μέταλλα καὶ τὴν ἐργασίαν αὐτῶν, καὶ ψέλια καὶ κόσμους καὶ στί βεις καὶ τὸ καλλιβλέφαρον καὶ παντοίους λίθους ἐκλεκτοὺς καὶ τὰ βαφικά.

  37. 8.2.1

    ²καὶ ἐγένετο ἀσέβεια πολλή, καὶ ἐπόρνευσαν καὶ ἀπεπλανήθησαν καὶ ἠφανίσθησαν ἐν πάσαις ταῖς ὁδοῖς αὐτῶν.

  38. 8.3.1

    3Σεμιαζᾶς ἐδίδαξεν ἐπαοιδὰς καὶ ὸιζοτομίας· Ἀρμαρὼς ἐπαοιδῶν λυτήριον· Ῥακιὴλ ἀστρολογίας· Κωχιὴλ τὰ σημειωτικά· Σαθιήλ ἅστεροσκοπίαν· Σεριὴλ σεληναγωγίας.

  39. 8.4.1

    ⁴τῶν οὗν ἀνθρώπων ἀπολλυμένων ἡ βοὴ εἰς οὐρανοὺς ἀνέβη.

  40. 9.1.1

    ¹Γότε παρζακύψαντες Μιχαὴλ καὶ Οὐζριὴλ καὶ Ῥαφαὴλ καὶ Γαβριήζλ], οὗτοι ἐκ τοῦ οὐρανοῦ ἐθεάσ|αντο αἶμα πολὺ ἐκχυννόμενον ἐπὶ τῆς γῆς·

  41. 9.2.1

    ²καὶ εἶπαν πρὸς ἀλλήλους Φωνὴ βοώντων ἐπὶ τῆς γῆς μέχρι πυλῶν τοῦ οὐρανοῦ.

  42. 9.3.1

    ³ἐντυγχάνουσιν αἱ ψυχαὶ τῶν ἀνθρώπων λεγόντων Εἰσαγάγετε τὴν κρίσιν ἡμῶν πρὸς τὸν ὕψιστον.

  43. 9.4.1

    ⁴Καὶ εἶπαν τῷ κυρίῳ Σύ εἶ κύριος τῶν κυρίων καὶ ὁ θεὸς τῶν θεῶν καὶ βασιλεὺς τῶν αἰώνων· ὁ θρόνος τῆς δόξης σου εἰς πάσας τὰς γενεὰς τοῦ αἰῶνος, καὶ τὸ ὄνομά σου τὸ ἅγιον καὶ μέγα καὶ εὐλογητὸν εἰς πάντας τοὺς αἰῶνας.

  44. 9.5.1

    ⁵σὺ γὰρ ἐποίησας τὰ πάντα, καὶ πᾶσαν τὴν ἐξουσίαν ἔχων, καὶ πάντα ἐνώπιόν σου φανερὰ καὶ ἀκάλυπτα.

  45. 9.6.1

    ⁶καὶ πάντα σὺ ὁρῖς ἃ ἐποίησεν Ἀζαήλ, ὸς ἐδίδαξεν πάσας τὰς ἀδικίας ἐπὶ τῆς γῆς καὶ ἐδήλωσεν τὰ μυστήρια τοῦ αἰῶνος τὰ ἐν τῷ οὐρανῷ ἃ ἐπιτηδεύουσιν καὶ ἔγνωσαν ἄνθρωποι·

  46. 9.7.1

    ⁷καὶ Σεμιαζᾶς. ᾧ τὴν ἐξουσίαν ἔδωκας ἄρχειν τῶν σὺν αὐτῷ ἅμα ὄντων.

  47. 9.8.1

    8 καὶ ἐπορεύθησαν πρὸς τὰς θυγατέρας τῶν ἀνθρώπων τῆς γῆς καὶ συνεκοιμήθησαν αὐταῖς καὶ ἐμιάνθησαν, καὶ ἐδήλωσαν αὐταῖς πάσας τὰς ἁμαρτίας.

  48. 9.9.1

    ⁹καὶ αἱ νυναῖκες ἐγέννησαν τιτᾶνας, ὑφʼ ὧν ὅλη ἡ γῆ ἐπλήσθη αἵθματος καὶ ἀδικίας.

  49. 9.10.1

    ¹⁰καὶ νῦν ἰδοὺ βοῶσιν αἱ ψυχαὶ τῶν τετελευτηκότων καὶ ἐντυγχάνουσιν μέχρι τῶν πυλῶν τοῦ οὐρανοῦ, καὶ ἀνέβη ὁ στεναγμὸς αὐτῶν καὶ οὐ δύναται ἐξελθεῖν ἀπὸ προσώπου τῶν ἐπὶ τῆς γῆς γινομένων ἀνομημάτων.

  50. 9.11.1

    ¹¹καὶ σὺ πάντα οἶδας πρὸ τοῦ αὐτὰ γενέσθαι, καὶ σὺ ὁρᾷς ταῦτα καὶ ἐᾷς αὐτούς, καὶ οὐδὲ ἡμῖν λέγεις τί δεῖ ποιεῖν αὐτοὺς περὶ τούτων.

  51. 10.1.1

    ¹ Τότε Ὕψστος εἶπεν περὶ τούτων, ὁ μέγας Ἅγιος, καὶ ἐλάλησεν καὶ εἶπεν καὶ ἔπεμψεν Ἰστραὴλ πρὸς τὸν υἱὸν Λέμεχ

  52. 10.2.1

    ²Εἶπον αὐτῷ ἐπὶ τῷ ἐμῷ ὀνόματι Κρύψον σεαυτόν, καὶ δήλωσον αὐτῷ τέλος ἐπερχόμενον, ὅτι ἡ γῆ ἀπόλλυται πᾶσα, καὶ κατακλυσμὸς μέλλει γίνεσθαι πάσης τῆς γῆς καὶ ἀπολέσει πάντα ὅσα ἐστὶν αὐτῇ.

  53. 10.3.1

    ³καὶ δίδαξον αὐτὸν ὅπως ἐκφύγῃ, καὶ μενεῖ τὸ σπέρμα αὐτοῦ εἰς πάσας τὰς γενεὰς τοῦ αἰῶνος.

  54. 10.4.1

    ⁴Καὶ τῷ Ῥαφαὴλ εἶπεν Δῆσον τὸν Ἀζαὴλ ποσὶν καὶ χερσίν, καὶ βάλε αὐτὸν εἰς τὸ σκότος, καὶ ἄνοιξον τὴν ἔρημον τὴν οὖσαν ἐν τῷ Δαδουὴλ κἀκεῖ βάλε αὐτόν,

  55. 10.5.1

    5 καὶ ὑπόθες αὐτῷ λίθους τραχεῖς καὶ ὀξεῖς καὶ ἐπικάλυψον αὐτῷ τὸ σκότος, καὶ οἰκησάτω ἐκεῖ εἰς τοὺς αἰῶνας, καὶ τὴν ὄψιν αὐτοῦ πώμασον καὶ φῶς μὴ θεωρείτω·

  56. 10.6.1

    ⁶καὶ ἐν τῇ ἡμέρᾳ τῆς μεγάλης τῆς κρίσεως ἀπαχθήσεται εἰς τὸν ἐνπυρισμόν.

  57. 10.7.1

    ⁷καὶ ἰαθήσεται ἡ γῆ, ἣν ἠφάνισαν οἱ ἄγγελοι, καὶ τὴν ἴασιν τῆς γῆς δήλωσον, ἵνα ἰάσωνται τὴν πληγήν, ἵνα μὴ ἀπόλωνται πάντες οἱ υἱοὶ τῶν ἀνθρώπων ἐν τῷ μυστηρίῳ ὅλῳ ᾧ ἐπέταξαν οἱ ἐγρήγοροι καὶ ἔδειξαν τοὺς υἱοὺς αὐτῶν,

  58. 10.8.1

    8 καὶ ἠρημώθη πᾶσα ἡ γῆ ἀφανισθεῖτα ἐν τοῖς ἔργοις τῆς διδασκαλίας Ἀζαήλ καὶ ἐπʼ αὐτῷ γράψον τὰς ἁμαρτίας πάσας.

  59. 10.9.1

    ⁹Καὶ τῷ Γαβριὴλ εἶπεν ὁ κύριος Πορεύου ἐπὶ τοὺς μαζηρέους, ἐπὶ τοὺς κιβδήλους καὶ τοὺς υἱοὺς τῆς πορνείας, καὶ ἀπόλεσον τοὺς υἱοὺς τῶν ἐγρηγρόων ἀπὸ τῶν ἀνθρώπων· πέμψον αὐτοὺς ἐν πολέμῳ ἀπωλείας. μακρότης γὰρ ἡμερῶν οὐκ ἔστιν αὐτῶν,

  60. 10.10.1

    10 καὶ πᾶσα ἐρώτησις οὐκ ἔσται τοῖς πατράσιν αὐτῶν καὶ περὶ αὐτῶν, ὅτι ἐλπίζουσιν ζῆσαι ζωὴν αἰώνιον, καὶ ὅτι ζήσεται ἕκαστος αὐτῶν ἔτη πεντακόσια.

  61. 10.11.1

    ¹¹ Καὶ εἶπεν Μιχαὴλ Πορεύου καὶ δήλωσον Σεμιαζᾷ καὶ τοῖς λοιποῖς τοῖς σὺν αὐτῷ ταῖς γυναιξὶν μιγεῖσιν, μιανθῆναι ἐν αὐταῖς ἐν τῇ ἀκαθαρσίᾳ αὐτῶν·

  62. 10.12.1

    ¹²καὶ ὅταν κατασφαγῶσιν οἱ υἱοὶ αὐτῶν καὶ ἴδωσιν τὴν ἀπώλειαν τῶν ἀγαπητῶν, καὶ δῆσον αὐτοὺς ἑβδομήκοντα γενεὰς εἰς τὰς νάπας τῆς γῆς μέχρι ἡμέρας κρίσεως αὐτῶν καὶ συντελεσμοῦ, ἕως τελεσθῇ τὸ κρίμα τοῦ αἰῶνος τῶν αἰώνων.

  63. 10.13.1

    ¹³τότε ἀπαχθήσονται εἰς τὸ χάος τοῦ πυρὸς καὶ εἰς τὴν βάσανον καὶ εἰς τὸ δεσμωτήριρν συνκλείσεως αἰῶνος.

  64. 10.14.1

    ¹⁴καὶ ὃς ἂν κατακαυθῇ καὶ ἀφανισθῇ ἀπὸ τοῦ νῦν, μετʼ αὐτῶν ὁμοῦ δεθήσονται μέχρι τελειώσεως γενεᾶς.

  65. 10.15.1

    ¹⁵ἀπόλεσον πάντα τὰ πνεύματα τῶν κιβδήλων καὶ τοὺς υἱοὺς τῶν ἐγρηγόρων διὰ τὸ ἀδικῆσαι τοὺς ἀνθρώπους.

  66. 10.16.1

    ¹⁶καὶ ἀπόλεσον τὴν ἀδικίαν πᾶσαν ἀπὸ τῆς γῆς, καὶ πᾶν ἔργον πονηρίας ἐκλειπέτω, καὶ ἀναφανήτω τὸ φυτὸν τῆς δικαιοσύνης καὶ τῆς ἀληθείας εἰς τοὺς αἰῶνας· μετά χαρᾶς φυτευθήσεται.

  67. 10.17.1

    ¹⁷Καὶ νῦν πάντες οἱ δίκαιοι ἐκφεύξονται, καὶ ἔσονται ζῶντες ἕως γεννήσωσιν χιλιάδας, καὶ πᾶσαι αἱ ἡμέραι νεότητος αὐτῶν, καὶ τὰ σάββατα αὐτῶν μετὰ εἰρήνης πληρώσουσιν.

  68. 10.18.1

    ¹⁸τότε ἐργασθήσεται πᾶσα ἡ γῆ ἐν δικαιοσύνῃ καὶ καταφυτευθήσεται θένδρον ἐν αὐτῇ, καὶ πλησθήσεται εὐλογίας.

  69. 10.19.1

    ¹⁹καὶ πάντα τὰ δένδρα τῆς γῆς ἀγαλλιάσονται· φυτευθήσεται, καὶ ἔσονται φυτεύοντες ἀμπέλους, καὶ ἡ ἄμπελος ἣν ἂν φυτεύσωσιν, ποιήσουσιν πρόχους οἴνου· χιλιάδας καὶ σπόρου ποιήσει καθʼ ἕκαστον μέτρον, ἐλαίας ποιήσει ἀνὰ βάτους δέκα.

  70. 10.20.1

    ²⁰καὶ σὺ καθάρισον τὴν γῆν ἀπὸ πάσης ἀκαθαρσίας καὶ ἀπὸ πάσης ἀδικίας καὶ ἀπὸ πάσης ἁμαρτίας καὶ ἀσεβείας, καὶ πάσας τὰς ἀκαθαρσίας τὰς γινομένας ἐπὶ τῆς γῆς ἐξάλειψον.

  71. 10.21.1

    ²¹καὶ ἔσονται πάντες λατρεύοντες οἱ λαοὶ καὶ εὐλογοῦντες πάντες ἐμοὶ καὶ προσκυνοῦντες.

  72. 10.22.1

    ²⁸καὶ καθαρισθήσεται πᾶσα ἡ γῆ ἀπὸ παντὸς μιάμματος καὶ ἀπὸ πάσης ἀκαθαρσίας καὶ ὀργῆς καὶ μάστιγος, καὶ οὐκέτι πέμψω ἐπʼ αὐτοὺς εἰς πάσας τὰς γενεὰς τοῦ αἰῶνος.

  73. 11.1.1

    ¹καὶ τότε ἀνοίξω τὰ ταμεῖα τῆς εὐλογίας τὰ ὄντα ἐν τῷ οὐρανῷ, καὶ κατενεγκεῖν αὐτὰ ἐπὶ τὰ ἔργα, ἐπὶ τὸν κόπον τῶν υἱῶν τῶν ἀνθρώπων.

  74. 11.2.1

    ²καὶ τότε ἀλήθεια καὶ εἰρήνη κοινωνήσουσιν ὁμοῦ εἰς πάσας τὰς ἡμέρας τὸν αἰῶνος καὶ εἰς πάσας τὰς γενεάς τῶν ἀνθρώπων.

  75. 12.1.1

    Πρὸ τούτων τῶν λόγων ἐλήμφθη Ἑνώχ, καὶ οὐδεὶς τῶν ἀνθρώπων ἔγνω ποῦ ἐλήμφθη καὶ ποῦ ἐστιν καὶ τί ἐγένετο αὐτῷ.

  76. 12.2.1

    ²καὶ τά ἔργα αὐτοῦ μετά τῶν ἐγρηγόρων, καὶ μετὰ τῶν ἁγίων αἱ ἡμέραι αὐτοῦ.

  77. 12.3.1

    ³Καὶ ἑστὼς ἢμην Ἑνὼχ εὐλογῶν τῷ κυρίῳ τῆς μεγαλοσύνης, τῷ βασιλεῖ τῶν αἰώνων. καὶ ἰδοὺ οἱ ἐγρήγοροι τοῦ ἁγίου τοῦ μεγάλου ἐκάλουν με

  78. 12.4.1

    ⁴Ἑνώχ. ὁ γραμματεὺς τῆς δικαιοσύνης, πορεύου καὶ εἰπέ τοῖς ἐγρηγόροις τοῦ οὐρανοῦ οἵτινες ἀπολιπόντες τὸν οὐρανὸν τὸν ὑψηλόν, τὸ ἁγίασμα τῆς στάσεως τοῦ αἰῶνος, μετά τῶν γυναικῶν ἐμιάνθησαν, καὶ ὥσπερ οἱ υἱοὶ τῆς γῆς ποιοῦσιν, οὕτως καὶ αὐτοὶ ποιοῦσιν, καὶ ἔλαβον ἑαυτοῖς γυναῖκας Ἀφανισμὸν μέγαν ἠφανίσατε τὴν γῆν,

  79. 12.5.1

    ⁵καὶ οὐκ ἔσται ὑμῖν εἰρήνη οὔτε ἄφεσις. καὶ περὶ ὦν χαίρουσιν τῶν υἱῶν αὐτῶν,

  80. 12.6.1

    6 τὸν φόνον τῶν ἀγαπητῶν αὐτῶν ὄψονται, καὶ ἐπὶ τῇ ἀπωλείᾳ τῶν υἱῶν αὐτῶν στενάξουσιν καὶ δεηθήσονται εἰς τὸν αἰῶνα, καὶ οὐκ ἔσται αὐτοῖς εἰς ἔλεον καὶ εἰρήνην.

  81. 13.1.1

    Ὁ δὲ Ἑνὼχ τῷ Ἀζαὴλ εἶπεν ορεύου· οὐκ ἔσται σοι εἰρήνη. κρίμα μέγα ἐξῆλθεν κατὰ σοῦ δῆσαί σε,

  82. 13.2.1

    ²καὶ ἀνοχὴ καὶ ἐρώτησίς σοι οὐκ ἔσται περὶ ὧν ἔδειξας ἀδικημάτων καὶ περὶ πάντων τῶν ἔργων τῶν ἀσεβειῶν καὶ τῆς ἀδικίας καὶ τῆς ἁμαρτίας, ὅσα ὑπέδειξας τοῖς ἀνθρώποις.

  83. 13.3.1

    ³ Τότε πορευθεὶς εἴρηκα πᾶσιν αὐτοῖς, καὶ αὐτοὶ πάντες ἐφοβήθησαν, καὶ ἔλαβεν αὐτοὺς τρόμος καὶ φόβος.

  84. 13.4.1

    ⁴καὶ ἠρώτησαν ὅπαως γράψω αὐτοῖς ὑπομνήματα ἐρωτήσεως, ἵνα γένηται αὐτοῖς ἄφεσις, καὶ ἵνα ἐγὼ ἀναγνῶ αὐτοῖς τὸ ὑπόμνημα τῆς ἐρωτήσεως ἐνώπιον Κυρίου τοῦ οὐρανοῦ,

  85. 13.5.1

    ⁵ ὅτι αὐτοὶ οὐκ ἔτι δύνανται λαλῆσαι, οὐδὲ ἐπᾶραι αὐτῶν τοὺς ὀφθαλμοὺς εἰς τὸν οὐρανὸν ἀπὸ αἰσχύνης περὶ ὦν ἡμαρτήκεισαν καὶ κατεκρίθησαν.

  86. 13.6.1

    ⁶ Τότε ἔγραψα τὸ ὑπόμνημα τῆς ἐρωτήσεως αὐτῶν καὶ τὰς δεήσεις περὶ τῶν πνευμάτων αὐτῶν καὶ περὶ ὧν δέονται, ὅπως αὐτῶν γένωνται ἄφεσις καὶ μακρότης.

  87. 13.7.1

    ⁷καὶ πορευθεὶς ἐκάθισα ἐπὶ τῶν ὑδάτων Δὰν ἐν γῇ Δάν, ἥτις ἐστὶν ἐκ δεξιῶν Ἑρμωνειεὶμ δύσεως· ἀνεγίγνωσκον τὸ ὑπόμνημα τῶν δεήσεων αὐτῶν.

  88. 13.8.1

    ⁸ ὡς ἐκοιμήθην, καὶ ἰδοὺ ὄνειροι ἐπʼ ἐμὲ ἦλθον καὶ ὁράσεις ἐπʼ ἐμὲ ἐπέπιπτον, καὶ ἴδον ὁράσεις ὀργῆς, καὶ ἦλθεν φωνὴ λέγουσα Εἶπον τοῖς υἱοῖς τοῦ οὐρανοῦ τοῦ ἐλέγξαι αὐτούς.

  89. 13.9.1

    ⁹καὶ ἔξυπνος γενόμενος ἦλθον πρὸς αὐτούς, καὶ πάντες συνηγμένοι ἐκάθηντο πενθοῦντες ἐν Ἐβελσατά, ἥτις ἐστὶν ἀνὰ μέσον τοῦ Λιβάνου καὶ Σενισήλ, περικεκαλυμμένοι τὴν ὄψιν.

  90. 13.10.1

    ¹⁰ἐνώπιον αὐτῶν καὶ ἀνήγγειλα αὐτοῖς πάσας τὰς ὁράσεις ἂς εἶδον κατὰ τοὺς ὕπνους, καὶ ἠρξάμην λαλεῖν τοὺς λόγους τῆς δικαιοσύνης, ἐλέγχων τοὺς ἐγρηγόρους τοῦ οὐρανοῦ.

  91. 14.1.1

    ¹Βίβλος λόγων δικαιοσύνης καὶ ἐλέγξεως ἐγρηγόρων τῶν ἀπὸ τοῦ αἰῶνος, κατὰ τὴν ἐντολὴν τοῦ ἁγίου τοῦ μεγάλου ἐν ταύτῃ τῇ ὁράσει.

  92. 14.2.1

    2 Ἐγὰλ εἶδον κατὰ τοὺς ὕπνους μου ἃ νῦν λέγω ἐν γλώσσῃ σαρκίνῃ ἐν τῷ πνεύματι τοῦ στόματός μου, ὃ ἔδωκεν ὁ μέγας τοῖς ἀνθρώποις λαλεῖν ἐν αὐτοῖς καὶ νοήσει καρδίας·

  93. 14.3.1

    ³ ὃς ἔκτισεν καὶ ἔδωκεν ἐλέγξασθαι ἐγρηγόρους τοὺς υἱοὺς τοῦ οὐρανοῦ.

  94. 14.4.1

    ⁴ Ἐγὼ τὴν ἐρώτησιν ὑμῶν τῶν ἀγγέλων ἔγραψα, καὶ ἐν τῇ ὁράσει μου τοῦτο ἐδείχθη· καὶ οὔτε ἡ ἐρώτησις ὑμῶν παρεδέχθη,

  95. 14.5.1

    ⁵ ἴνα μηκέτι εἰς τὸν οὐρανὸν ἀναβῆτε ἐπὶ πάντας τοὺς αἰῶνας, καὶ ἐν τοῖς δεσμοῖς τῆς γῆς ἐρρέθη δῆσαι ὑμᾶς εἰς πάσας τὰς γενεάς τοῦ αἰῶνος,

  96. 14.6.1

    ⁶καὶ ἵνα περὶ τούτων ἴδητε τὴν ἀπώλειαν τῶν υἱῶν ὑμῶν τῶν ἀγαπητῶν, καὶ ὅτι οὐκ ἔσται ὑμῖν ὄνησις αὐτῶν, ἀλλὰ πεσοῦνται ἐνώπιον ὑμῶν ἐν μαχαίρᾳ.

  97. 14.7.1

    ⁷καὶ ἡ ἐρώτησις ὑμῶν περὶ αὐτῶν οὐκ ἔσται οὐδὲ περὶ ὑμῶν· καὶ ὑμεῖς κλαίοντες καὶ δεόμενοι καὶ μὴρλαλοῦντες πᾶν ῥῆμα ἀπὸ τῆς γραφῆς ἧς ἔγραψα.

  98. 14.8.1

    8 Καὶ ἐμοὶ ἐφʼ ὁράσει οὕτως ἐδείχθη· ἰδοὺ νεφέλαι ἐν τῇ ὁράσει ἐκάλουν καὶ ὁμίχλαι με ἐφώνουν, καὶ διαδρομαὶ τῶν ἀστέρων καὶ διαστραπαί με κατεσπούδαζον καὶ ἐθορύβαζόν με, καὶ ἄνεμοι ἐν τῇ ὁράσει μου ἐξεπέτασάν με

  99. 14.9.1

    ⁹καὶ ἐπῆράν με ἄνω καὶ εἰσήνεγκάν με εἰς τὸν οὐρανόν, καὶ εἰσῆλθον μέχρις ἤγγισα τείχους οἰκοδομῆς ἐν λίθοις χαλάζης καὶ γλώσσης πυρὸς κύκλῳ αὐτῶν· καὶ ἤρξαντο ἐκφοβεῖν με.

  100. 14.10.1

    ¹⁰Καὶ εἰσῆλθον εἰς τὰς γλώσσας τοῦ πυρός, καὶ ἤγγισα εἰς οἶκον μέγαν οἰκοδομημένον ἐν λίθοις χαλάζης, καὶ οἱ τοῖχοι τοῦ οἴκου ὡς λιθόπλακες, καὶ πᾶσαι ἦσαν ἐκ χιόνος, καὶ ἐδάφη χιονικά,

Next → — showing 1100 of 246

First Thousand Years of Greek. CTS URN tlg1463.tlg001.1st1K-grc1. Via the Perseus Digital Library / Open Greek and Latin TEI corpora. Licence: Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License. Source.