Apocalypsis Enochi
- 25.2.1
2 τότε ἀπεκρίθην αὐτῷ ΙΙερὶ πάντων εἰδέναι θέλω, μάλιστα δὲ περὶ τοῦ δένδρου τούτου σφόδρα.
- 25.3.1
3 καὶ ἀπεκρίθη λέγων Τοῦτο τὸ ὄρος τὸ ὑψηλόν, οὗ ἡ κορυφὴ ὁμοία θρόνου θεοῦ, καθέδρα ἐστὶν οὗ καθίζει ὁ μέγας κύριος, ὁ ἅγιος τῆς δόξης, ὁ βασιλεὺς τοῦ αἰῶνος, ὅταν καταβῇ ἐπισκέψασθαι τὴν γῆν ἐπʼ ἀγαθῷ.
- 25.4.1
⁴καὶ τοῦτο τὸ δένδρον εὐωδίας, καὶ οὐδεμία σὰρξ ἐξουσίαν ἔχει ἅψασθαι αὐτοῦ μέχρι τῆς μεγάλης κρίσεως, ἐν ᾗ ἐκδίκησις πάντων καὶ τελείωσις μέχρις αἰῶνος· τότε δικαίοις καὶ ὁσίοις δοθήσεται
- 25.5.1
⁵ ὁ καρπὸς αὐτοῦ τοῖς ἐκλεκτοῖς εἰς ζωὴν εἰς βοράν, καὶ μεταφυτευθήσεται ἐν τόπῳ ἁγίῳ παρὰ τὸν οἶκον τοῦ θεοῦ βασιλέως τοῦ αἰῶνος.
- 25.6.1
⁶τότε εὐφρανθήσονται εὐφραινόμενοι καὶ χαρήσονται καὶ εἰς τὸ ἅγιον εἰσελεύσονται· αἱ ὀσμαὶ αὐτοῦ ἐν τοῖς ὀστέοις αὐτῶν, καὶ ζωὴν πλείονα ζήσονται ἐπὶ γῆς ἣν ἔζησαν οἱ πατέρες σου, καὶ ἐν ταῖς ἡμέραις αὐτῶν καὶ βάσανοι καὶ πληγαὶ καὶ μάστιγες οὐχ ἅψονται αὐτῶν.
- 25.7.1
7 Τότε ηὐλόγησα τὸν θεὸν τῆς δόξης, τὸν βασιλέα τοῦ αἰῶνος, ὃς ἡτοίμασεν ἀνθρώποις τὰ τοιαῦτα δικαίοις, καὶ αὐτὰ ἔκτισεν καὶ εἶπεν δοῦναι αὐτοῖς.
- 26.1.1
¹Καὶ ἐκεῖθεν ἐφώδευσα εἰς τὸ μέσον τῆς γῆς, καὶ ἴδον τόπον ηὐλογημένον, ἐν ᾧ δένδρα ἔχοντα παραφυάδας μενούσας καὶ βλαστούσας τοῦ δένδρου ἐκκοπέντος.
- 26.2.1
²κἀκεῖ τεθέαμαι ὄρος ἅγιον· ὑποκάτω τοῦ ὄρους ὕδωρ ἐξ ἀνατολῶν, καὶ τὴν δύσν εἰχεν πρὸς νότον.
- 26.3.1
3 καὶ ἴδον πρὸς ἀνατολὰς ἄλλο ὄρος ὑψηλότερον τούτου, καὶ ἀνὰ μέσον αὐτοῦ φάραγγα βαθεῖαν, οὐκ ἔχουσαν πλάτος, καὶ δι᾿ αὐτῆς ὕδωρ πορεύεται ὑποκάτω ὑπὸ τὸ ὄρος.
- 26.4.1
4καὶ πρὸς δυσμὰς τούτου ἄλλο ὄρος ταπεινότερον αὐτοῦ καὶ οὐκ ἔχον ὕψος, καὶ φάραγγα βαθεῖαν καὶ ξηρὰν ἀνὰ μέσον αὐτῶν, καὶ ἄλλην φάραγγα βαθεῖαν καὶ ξηρὰν ἐπʼ ἄκρων τῶν τριῶν ὁρέων.
- 26.5.1
⁵ καὶ πόσαι φάραγγές εἰσιν βαθεῖαι ἐκ πέτρας στερεᾶς, καὶ δένδρον οὐκ ἐφυτεύετο ἐπʼ αὐτας.
- 26.6.1
⁶καὶ ἐθαύμασα περὶ τῆς φάραγγος. καὶ λίαν ἐθαύμασα.
- 27.1.1
¹καὶ εἶπον Διὰ τί ἡ γῆ αὕτη ἡ εὐλογημένη καὶ πᾶσα πλήρης δένδρων, αὐτὴ δὲ ἡ φάραγξ κεκατηραμένη ἐστίν;
- 27.2.1
2 γῆ κατάρατος τοῖς κεκαταραμένοις ἐστὶν μέχρι αἰῶνος. ὧδε ἐπισυναχθήσονται πάντες οἱ κεκατηραμένοι οἵτινες ἐροῦσίν τῷ στόματι αὐτῶν κατὰ Κυρίου φωνὴν ἀπρεπῆ, καὶ περὶ τῆς δόξης αὐτοῦ σκληρὰ λαλήσουσιν. ὧδε ἐπισυναχθήσονται, καὶ ὦδε ἔσται τὸ οἰκητήριον.
- 27.3.1
³ ἐπ ἐσχάτοις αἰῶσιν, ἐυ ταῖς ἡμέραις τῆς κρίσεως τῆς ἀληθινῆς ἐναντίον τῶν δικαίων εἰς τὸν ἅπαντα χρόνον, ὧδε εὐλογήσουσιν οἱ εὐσεβεῖς τὸν κύριον τῆς δόξης, τὸν βασιλέα τοῦ αἰῶνος·
- 27.4.1
⁴ἐν ταῖς ἡμέραις τῆς κρίσεως αὐτῶν εὐλογήσουσιν ἐν ἐλέει, ὡς ἐμέρισεν αὐτοῖς.
- 27.5.1
⁵Τότε ηὐλόγησα τὸν κύριον τῆς δόξης, καὶ τὴν δόξαν αὐτοῦ ἐδήλωσα καὶ ὕμνησα μεγαλοπρεπῶς.
- 28.1.1
¹ Καὶ ἐκεῖθεν ἐπορεύθην εἰς τὸ μέσον Μανδοβαρά, καὶ ἴδον αὐτὸ ἔρημον· καὶ αὐτὸ μόνον,
- 28.2.1
²πλῆρες δένδρων· καὶ ἀπὸ τῶν σπερμάτων ὕδωρ ἄνομβρον ἄνωθεν φερόμενον,
- 28.3.1
³ ὡς ὑδραγωγὸς δαψιλὴς ὡς πρὸς βορρᾶν ἐπὶ δυσμῶν πάντοθεν ἀνάγει ὕδωρ καὶ δρόσον.
- 29.1.1
1 Ἔτι ἐκεῖθεν ἐπορεύθην εἰς ἄλλον τόπον ἐν τῷ Βαβδηρά, καὶ πρὸς ἀνατολὸς τοῦ ὄρους τούτου ᾠχόμην,
- 29.2.1
²καὶ ἴδον κρίσεως δένδρα πνέοντα ἀρωμάτων, λιβάνων καὶ ζμύρνας, καὶ τὰ δἐνδρα αὐτῶν ὅμοια καρύαις.
- 30.1.1
¹Καὶ ἐπέκεινα τούτων ᾠχόμην πρὸς ἀνατολὰς μακράν, καὶ ἴδον τόπον ἄλλον μέγαν, φάραγγα ὕδατος,
- 30.2.1
²ἐν ᾧ καὶ δένδρον χρόα ἀρωμάτων ὁμοίων σχίνῳ,
- 30.3.1
3 καὶ τὰ παρὰ τὰ χείλη τῶν φαράγγων τούτων ἴδον κιννάμωμον ἀρωμάτων· καὶ ἐπέκεινα τούτων ᾠχόμην πρὸς ἀνατολάς.
- 31.1.1
¹καὶ ἴδον ἄλλα ὄρη καὶ ἐν αὐτοῖς ἄλση δένδρων, καὶ ἐκπορευόμενον ἐξ αὐτῶν νέκταρ τὸ καλούμενον σαρρὰν καὶ χαλβάνη.
- 31.2.1
²καὶ ἐπέκεινα τῶν ὀρέων τούτων ἴδον ἄλλο ὄρος πρὸς ἀνατολὰς τῶν περάτων τῆς γῆς, καὶ πάντα τὰ δένδρα πλήρη ἐξαυτῆς ἐν ὁμοιώματι ἀμυγδάλων, ὅταν τριβῶσιν· διὸ εὐωδέστερον ὑπέρ πᾶν ἄρωμα.
- 32.1.1
¹εἰς βορρᾶν πρὸς ἀνατολὰς τεθέαμαι ἑπτὰ ὄρη πλήρη νάρδου χρηστοῦ καὶ σχίνου καὶ κινναμώμου καὶ πιπέρεαρς.
- 32.2.1
²Καὶ ἐκεῖθεν ἐφόδευσα ἐπὶ τὰς ἀρχὰς πάντων τῶν ὀρέων τούτων, μακρὰν ἀπέχων πρὸς ἀνατολὰς τῆς γῆς, καὶ διέβην ἐπάνω τῆς ἐρυθρᾶς θάλασσης, καὶ ᾠχόμην ἐπʼ ἄκρων, καὶ ἀπὸ τούτου διέβην ἐπάνω τοῦ Ζωτιήλ.
- 32.3.1
3 καὶ ἦλθον πρὸς τὸν παράδεισον τῆς δικαιοσύνης, καὶ ἴδον μακρόθεν τῶν δένδρων τούτων δένδρα πλείονα καὶ μεγάλα δύω μέν ἐκεῖ, μεγάλα σφόδρα καλὰ καὶ ἔνδοξα καὶ μεγαλοπρεπῆ, καὶ τὸ δένδρον τῆς φρονήσεως, οὗ ἐσθίουσιν ἅγιοι τοῦ καρποῦ αὐτοῦ καὶ ἐπίστανται φρόνησιν μεγάλην.
- 32.4.1
⁴ὅμοιον τὸ δένδρον ἐκεῖνο στροβιλέᾳ τὸ ὕψος, τὰ δὲ φύλλα αὐτοῦ κερατίᾳ ὄμοια, ὁ δὲ καρπὸς αὐτοῦ ὡσεὶ βότρυες ἀμπέλου ἱλαροὶ λίαν, ἡ δὲ ὀσμὴ αὐτοῦ διέτρεχεν πόρρω ἀπὸ τοῦ δένδρου.
- 32.5.1
⁵τότε εἶπον Ὡς καλὸν τὸ δένδρον, καὶ ὡς ἐπίχαρι τῇ ὁράσει.
- 32.6.1
⁶ τότε ἀπεκρίθη Ῥαφαήλ, ὁ ἅγιος ἄγγελος ὁ μετʼ ἐμοῦ ὤν Τοῦτο τὸ δένδρον φρονήσεως, ἐξ οἶ ἔφαγεν ὁ πατήρ σου.
- 89.42.1
42Καὶ οἱ κίνες ἡρξαντο κατεσθίειν τὰ πρόβατα καὶ οἱ ὕες καὶ οἱ ἀλώπεκες κατήσθιον αὐτά, μέχρι οὕ ἥγειρεν ὁ κύριος τῶν προβάτων κριὸν ἕνα ἐκ τῶν προβάτων.
- 89.43.1
⁴³καὶ ὁ κριὸς οὗτος ἤρξατο κερατίζειν καὶ ἐπιδιώκειν ἐν τοῖς κέρασιν, καὶ ἐνετίνασσεν εἰς τοὺς ἀλωπέκας, καὶ μετʼ αὐτοὺς εἰς τοὺς ὕας· καὶ ἀπώλεσεν ὕας πολλούς, καὶ μετʼ αὐτοὺς ἐλυμήνατο τοὺς κύνας.
- 89.44.1
⁴⁴καὶ τὰ πρόβατα ὧν οἱ ὀφθαλμοὶ ἠνοίγησαν ἐθεάσαντο τὸν κριὸν τὸν ἐν τοῖς προβάτοις, ἕως οὗ ἀφῆκεν τὴν ὁδὸν αὐτοῦ καὶ ἤρξατο πορεύεσθαι ἀνοδίᾳ.
- 89.45.1
⁴⁵καὶ ὁ κύριος τῶν προβάτων ἀπέστειλεν τὸν ἄρνα τούτου ἐπὶ ἄρνα ἕτερον, τοῦ στῆσαι αὐτὸν εἰς κριὸν ἐν ἀρχῇ τῶν προβάτων ἀντὶ τοῦ κριοῦ τοῦ ἀφέντος τὴν ὁδὸν αὐτοῦ.
- 89.46.1
⁴⁶καὶ ἐπορεύθη πρὸς αὐτὸν καὶ ἐλάλησεν αὐτῷ σιγῇ κατὰ μόνας, καὶ ἤγειρεν αὐτὸν εἰς κριὸν καὶ εἰς ἄρχοντα καὶ εἰς ἡγούμενον τῶν προβάτων· καὶ οἱ κύνες ἐπὶ πᾶσι τούτοις ἔθλιβον τὰ πρόβατα.
- 89.47.1
⁴⁷καὶ ὁ κριὸς ὁ πρῶτος τὸν κριὸν τὸν δεύτερον ἐπεδίωκεν, καὶ ἔφυγεν ἀπὸ προσώπου αὐτοῦ· εἶτʼ ἐθεώρουν τὸν κριὸν τὸν πρῶτον ἕως οὗ ἔπεσεν ἔμπροσθεν τῶν κυνῶν.
- 89.48.1
⁴⁸καὶ ὁ κριὸς ὁ δεύτερος ἀναπηδήσας ἀφηγήσατο τῶν προβάτων.
- 89.49.1
⁴⁹καὶ τὰ πρόβατα ηὐξήθησαν καὶ ἐπληθύνθησαν· καὶ πάντες οἱ κύνες καὶ αἱ ἀλωπέκες ἔφυγον ἀπʼ αὐτοῦ καὶ ἐφοβοῦντο αὐτόν.
- 89.1.1
1παρὰ δέ τοῦ ὄρους ἐν ᾧ ὤμοσαν καὶ ἀνεθεμάτισαν πρὸς τὸν πλησίον αὐτῶν, ὅτι εἰς τὸν αἰῶνα οὐ μὴ ἀποστῇ ἀπʼ αὐτοῦ ψῦχος καὶ χιὼν καὶ πάχνη, καὶ δρόσος οὐ μὴ καταβῇ εἰς αὐτό, εἰ μὴ εἰς κατάραν καταβήσεται ἐπʼ αὐτό, μέχρις ἡμέρας κρίσεως τῆς μεγάλης.
- 89.2.1
²ἐν τῷ καιρῷ ἐκείνῳ κατακαυθήσεται καὶ ταπεινωθήσεται, καὶ ἔσται κατακαιόμενον καὶ τηκόμενον ὡς κηρὸς ἀπὸ πυρός, οὕτως κατακσήσεται περὶ πάνταων τῶν ἔργων αὐτοῦ.
- 89.3.1
3καὶ νῦν ἐγὼ λέγω ὑμῖν υἱοῖς ἀνθρώπων Ὀργὴ μεγάλη καθʼ ὑμῶν, κατὰ τῶν υἱῶν ὑμῶν· καὶ οὐ παύσεται ἡ ὀργὴ αὕτη ἀφʼ ὑμῶν μέχρι καιροῦ σφαγῆς τῶν υἱῶν ὑμῶν.
- 89.4.1
⁴καὶ ἀπολοῦνται οἱ ἀγαπητοὶ ὑμῶν καὶ ἀποθανοῦνται οἱ ἔντιμοι ὑμῶν ἀπὸ πάσης τῆς γῆς, ὅτι πᾶσαι αἱ ἡμέραι τῆς ζωῆς αὐτῶν ἀπὸ τοῦ νῦν οὐ μὴ ἔσονται πλείω τῶν ἑκατὸν είκοσιν ἐτῶν.
- 89.5.1
5 καὶ μὴ δόξητε ἔτι ζῆσαι ἐπὶ πλείονα ἔτη· οὐ γὰρ ἔστιν ἐπʼ αὐτοῖς πᾶσα ὁδὸς ἐκφεύξεως ἀπὸ τοῦ νῦν, διὰ τὴν ὀργὴν ἣν ὠργίσθη ὑμῖν ὁ βασιλεὺς πάντων τῶν αἰώνων· μὴ νομίσητε ὅτι ἐκφεύξεσθε ταῦτα.
← Previous — showing 201–246 of 246
First Thousand Years of Greek. CTS URN tlg1463.tlg001.1st1K-grc1. Via the Perseus Digital Library / Open Greek and Latin TEI corpora. Licence: Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License. Source.