De anima libri mantissa
- 9.43.1
εἰ δὲ συνεντείνεται καὶ τὸ ὕδωρ, πολὺ εὐλογώτερον τὸν ζοφερὸν ἀέρα.
- 9.44.1
πυκνότερον γὰρ τὸ ὕδωρ μακρῷ τούτου.
- 9.45.1
εἰ δέ, ὅτι μανός, ὁ ζοφερὸς οὐ συνεντείνεται, πολλῷ μᾶλλον τοῦ ὕδατος ὁ πεφωτισμένος μανὸς ὢν οὐ συνεντείνεται.
- 9.46.1
ἔτι ἐν αὐτῷ τῷ ὕδατι ὄντες ὁρῶμεν ἔσθ᾿ ὅτε τὰ ἐν βυθῷ, καίτοι μηδενὸς ἀέρος συνάπτοντος τῇ κόρῃ·
- 9.47.1
ὥστε καὶ τοῦτο ψεῦδος τὸ λέγειν διὰ τῆς τοῦ μεταξὺ ἀέρος συνεντάσεως τὸ ὁρᾶν γίνεσθαι.
- 9.48.1
ἔτι τὰ ἔνυδρα πῶς οἷόν τε ὁρᾶν, εἴπερ μή ἐστιν ἐν τῷ ὕδατι ἀήρ;
- 9.49.1
εἰ δὲ φήσουσιν καὶ ἐν ἐκείνοις εἶναι ἀέρα, πῶς οὐκ ἐκπυρηνίζεται οὗτος ἐκ τοῦ ὕδατος ἐπιπολάζειν αὐτῷ πεφυκώς;
- 9.50.1
ἔτι εἰ τὸ φῶς σῶμα ὃν καὶ δι᾿ ὕδατος καὶ διὰ τῶν ἄλλων κεχωρηκέναι λέγουσιν, δῆλον ὡς, ἂν φανῇ τὸ φῶς μὴ ὃν σῶμα.
- 9.51.1
κενὸς ὁ λόγος ἂν εἴη.
- 9.52.1
εἰ γάρ, διότι σῶμα, ἐπέρεισις αὐτῷ γίνεται, ἂν μὴ σῶμα ἡ, δῆλον ὅτι οὐκ ἐπερεισθήσεται.
- 9.53.1
ἔτι πῶς οὐ συγκρίνεται τῇ τοῦ ὕδατος ψυχρότητι τὸ φῶς τοῦτο καὶ παύεται τοῦ φῶς εἶναι, εἴπερ διακρίσει φῶς ἐστιν;
- 9.54.1
ἔτι καὶ ἐν τοῖς πάγοις ἐχρῆν ἧττον φῶς γίνεσθαι, καθάπερ καὶ ἀλέαν.
- 9.55.1
τὸ γὰρ μὴ συγκρίνεσθαι τὸ πνεῦμα ὕδατος συγκρινομένου καὶ κρυστάλλου γινομένου παράλογον, εἰ γέ ἐστιν ἀὴρ διακρινόμενος τὸ φῶς.
- 9.56.1
τοῦ γὰρ ὕδατος συγκρινομένου καὶ πηγνυμένου τὸν ἀέρα εὐπαθέστερον ὄντα μὴ λέγειν συγκρίνεσθαι παράλογον.
- 9.57.1
ὁρῶμεν δὲ καὶ τὴν φλόγα πάσχουσάν τι ὑπὸ τῶν πάγων.
- 9.58.1
καὶ πρὸς τοὺς λέγοντας δὲ ἐν τῇ χιόνι φωτοειδές τι πνεῦμα ἀπειλῆφθαι καὶ τοῦτο τῆς λευκότητος αἴτιον εἶναι ῥητέον·
- 9.59.1
πῶς οὐ συγκρίνεται τοῦτο ὑπὸ τῆς ψυχρότητος;
- 9.60.1
ἔτι πῶς μετὰ τὴν κλάσιν ἤτοι τὴν ἀπὸ τοῦ κατόπτρου ἢ τὴν ἀπὸ τῶν διαφανῶν ἔτι τὸ τῆς ἐπερείσεως σώζεται;
- 9.61.1
ζεται;
- 9.62.1
οὐδὲ γὰρ ἐπὶ βακτηρίας τοῦτο δυνατόν·
- 9.63.1
πάντα γὰρ τὰ κεκλασμένα, ὥσπερ τὰ πηρὰ σώματα πρὸς τὰς ἐνεργείας, κἀκεῖνα πρὸς τὰς ἐπερείσεις ἐκλύεται.
- 9.64.1
ἔτι εἰς φρέαρ βαθὺ καὶ ζοφερὸν ἀποβλέψαντες τί δή ποτε τὸ μὲν ὕδωρ οὐχ ὁρῶμεν, τὴν δ᾿ ἑαυτῶν ἔμφασιν ὁρῶμεν;
- 9.65.1
γελοῖον γὰρ τὸ λέγειν τῷ μὲν ὕδατι μὴ γίνεσθαι ἐπέρεισιν, κλασθέντος δὲ τοῦ μὴ ἐπερείσαντος τῷ ὕδατι ἐπέρεισίν τινα μετὰ τὴν κλάσιν γίνεσθαι τῷ κεκλασμένῳ.
- 9.66.1
ὅμοιον γὰρ τῷ φάναι κλασθείσης ῥάβδου καὶ διπλωθείσης τὸ μὲν κατὰ τὴν κλάσιν ἀντέρεισιν ἡμῖν αἰσθητὴν μὴ παρέχειν, διὰ δὲ τῆς κλάσεως θατέρῳ τῶν περάτων ἀντερείδειν δύνασθαι.
- 9.67.1
ἔτι εἴπερ διὰ πάντων κεχώρηκεν τὸ πνεῦμα, δῆλον ὅτι καὶ διὰ τῶν τοίχων, ὥσπερ καὶ διὰ τῶν διαφανῶν.
- 9.68.1
τί δή ποτ᾿ οὖν τὸν μὲν ἐν τοῖς διαφανέσιν ἀέρα συνεντείνομεν καὶ ὁρῶμεν δι᾿ αὐτῶν, τὸν δὲ ἐν τοῖς μὴ διαφανέσιν οὔτε συνεντείνομεν οὔτε ὁρῶμεν δι᾿ αὐτῶν;
- 9.69.1
εἰ δὲ λέγοιεν τὸ στερεὸν ἐπιπροσθεῖν, στερεὰ καὶ ἡ ὕαλος καὶ τὸ κέρας καὶ οἱ διαφανεῖς λίθοι.
- 9.70.1
εἰ γὰρ ταῦτα λέγοιεν μὴ στερεά, διότι εὔθραυστα, καὶ διὰ τοῦτο δι᾿ αὐτῶ ὁρᾶν ἡμᾶς, εὔθραυστος οὐδὲν ἧττον τούτων καὶ ὁ κέραμός ἐστιν, ὥστε ἐχρῆν ἡμᾶς ὁρᾶν καὶ διὰ τούτου.
- 9.71.1
τί ποτ᾿ οὖν τὸ ἐπιπροσθοῦν τοῖς τοιούτοις καὶ διὰ τί ὁ μὲν ἀὴρ διήκει διὰ πάντων, τὸ δὲ φῶς λεπτότερον αὐτοῦ ὂν οὐ διήκει;
- 9.72.1
ἐχρῆν γάρ, ὅπερ εἰ ἐγίνετο συνέβαινεν ἄν, μηδαμοῦ γίνεσθαι σκιὰν διὰ παντὸς ἰόντος τοῦ φωτὸς καθάπερ καὶ τοῦ ἀέρος.
- 9.73.1
πῶς δέ φασι κατὰ τὸ πέρας τυποῦσθαι τὸν ἀέρα προσπίπτοντα τοῖς ὁρωμένοις;
- 9.74.1
τὰ γὰρ μάλιστα λεπτὰ καὶ ὑγρὰ τῶν σωμάτων οὐ δυνατά ἐστι τὸ ἐνσημαινόμενον δέχεσθαι, ὥσπερ δι᾿ ὑγρότητα ὕδωρ καὶ πηλὸς ἢ ἀὴρ ὑγρός.
- 9.75.1
ἔτι, εἰ καὶ δοθείη τυποῦσθαι καὶ δέχεσθαι τὸ ἀποματτόμενον, πῶς ἄλλο τι παρὰ τὸ σχῆμα δύναται δέξασθαι;
- 9.76.1
χρῶμα γὰρ οὐδενὸς οὔτε ἐνσημαίνεσθαι πέφυκεν οὔτε ἐν τοῖς ἐκτυπουμένοις ἐγγίνεσθαι, ὥστ᾿ ἔδει χρόας ἡμᾶς μὴ ὁρᾶν, σχῆμα δὲ μόνον.
- 9.77.1
τάχα δὲ οὐδὲ σχῆμα.
- 9.78.1
νῦν μὲν γὰρ διὰ βακτηρίας τινὰ τῶν σχημάτων γνωρίζομεν, οἷον τὰ μὲν κυρτά, ὅτι περιολισθάνει περὶ αὐτὰ ἡ βακτηρία, τὰ δὲ κοῖλα, ὅτι προσπίπτει ταῖς ἑκατέρωθεν ἐξοχαῖς αὐτῶν, τὰ δὲ εὐθέα, ὅτι τούτων οὐδέτερον, ἃ οὐκ ἂν ἐγινώσκομεν διὰ βακτηρίας, εἰ συνέβαινεν τὸ πέρας τῆς βακτηρίας μετασχηματίζεσθαι ψαῦον ὁτουοῦν σώματος οἷον περιπλαττόμενον, περὶ δὲ τὸν ἀέρα τοῦτο συμβαίνει, ὥστε οὐδὲ τῶν σχημάτων ἂν ἀντίληψις οὕτω γίνοιτο δι᾿ αὐτοῦ.
- 9.79.1
ἔτι ὁ τύπος πρὸς τῷ πέρατι γίνεται.
- 9.80.1
πῶς οὖν ὁρῶμεν κατὰ θάτερον πέρας;
- 9.81.1
οὐδὲ γὰρ ἐπὶ τῶν ἄλλων αἱ τυπώσεις δι᾿ ὅλων γίνονται.
- 9.82.1
εἰ δὲ λέγοιεν, ὅτι διαφανὴς ὁ ἀὴρ καὶ διὰ τοῦτο δι᾿ ὅλου τετύπωται καὶ ὁρῶμεν οὕτως, ἄλλο ἄν τι τοῦ ὁρᾶν αἴτιον λέγοιεν, τὴν διαφάνειαν γάρ, καὶ οὐ τὴν ἐπέρεισιν.
- 9.83.1
ἔτι θαυμαστόν, πῶς τοῖς μὲν μάλιστα τυποῦσθαι δυναμένοις οὐ συμβαίνει τὸ διὰ βάθους τυποῦσθαι, τῷ δ᾿ ἀέρι τῷ ἥκιστα ὄντι τοιούτῳ δι᾿ ὅλου ἡ τύπωσις ἐγγίνεται.
- 9.84.1
ἔτι εἰ πέφυκεν ὁ ἀὴρ οὕτως τυποῦσθαι, τί δή ποτε οὐχὶ καὶ ἀπελθόντος τοῦ τυποῦντος ἔτι μένει ἐν αὐτῷ ἡ τύπωσις, ὥσπερ καὶ ἐπὶ τῶν ἄλλων, ὥστε καὶ μὴ παρόντα τὰ ὁρατὰ ἐχρῆν ἡμᾶς ἔτι ὁρᾶν;
- 9.85.1
ἔτι πῶς οὐ συγχέονται οἱ τοιοῦτοι τύποι, ἐπειδὰν ῥέῃ τὸ ὕδωρ, τὸ δὲ αὐτό, εἰ καὶ ἐν ἀέρι πνεῦμα πολὺ εἴη;
- 9.86.1
ἔτι ἔμπαλιν φαίνεται, ἢ ὡς ἔχει τῶν ὁρατῶν ἔνια, τὰ μὲν κυρτὰ κοῖλα, τὰ δὲ κοῖλα κυρτά, καὶ ἁπλῶς τὰ μὲν ἐξέχοντα εἰσέχοντα, τὰ δὲ εἰσέχοντα τοὐναντίον ἐξέχοντα;
- 9.87.1
οὕτως γὰρ ἡ τύπωσις γίνεται.
- 9.88.1
εἰ δὲ λέγοιεν τῇ μὲν κοιλότητι τῆς βάσεως τοῦ κώνου τὸ κυρτὸν κρίνεσθαι, τῇ δὲ κυρτότητι τὸ κοῖλον, καθάπερ καὶ ἐπὶ τῆς διὰ τῶν χειρῶν ἁρῆς, τὰ ἐπὶ τῆς γραφῆς συμβαίνοντα μάλιστα τοῦτο ἐλέγξει.
- 9.89.1
ὁμαλοῦς γὰρ οὔσης αὐτῆς τὰ μὲν ἐξέχοντα, τὰ δὲ εἰσέχοντα φαίνεται, καίτοι ὁμαλεῖ τῇ τοῦ κώνου βάσει κρινόμενα.
- 9.90.1
ἔτι περὶ τῶν δι᾿ ἀνακλάσεως ὁρωμένων τί φήσουσιν;
- 9.91.1
τὸ γὰρ πέρας τοῦ κώνου ἐπὶ τούτων τῇ τοῦ κατόπτρου ἐπιφανείᾳ τυποῦται, ὅπερ ἐνδέχοιτ᾿ ἂν ἐναντίως ἐσχηματίσθαι τῷ ἐμφαινομένῳ, οὐχ ὁμοίως, ἀλλὰ φέρε εἰπεῖν κυρτοῦ ὄντος τοῦ ἐμφαινομένου ἢ εὐθέος κοῖλον εἶναι τὸ κάτοπτρον.
- 9.92.1
θαυμαστὸν δὲ καὶ τὸ μὴ τὴν ἀπὸ τούτου τύπωσιν ἐπιπροσθεῖν τῇ ἀπὸ τοῦ ἐμφαινομένου γινομένῃ, ἢ κωλύειν τὴν ἐκείνου μορφὴν ἐμφαίνεσθαι.
- 9.93.1
ἔτι ἄπορος ἡ ἀπὸ τοῦ κατόπτρου πρὸς τὸ ὁρώμενον ἀνάκλασίς τε καὶ ἔντασις τοῦ ἀέρος, ὡς εἰρήκαμεν.
- 9.94.1
πῶς γὰρ μετὰ τὴν κλάσιν οἷόν τε ἔτι τὴν ἐπέρεισιν γίνεσθαι;
- 9.95.1
ἔτι τί δή ποτε τὰ ἐγγυτάτω τῆς κόρης οὐχ ὁρῶμεν;
- 9.96.1
καίτοι ἔδει·
- 9.97.1
καὶ γὰρ καὶ ἡ ἐπέρεισις δι᾿ ὀλίγου καὶ ἡ τύπωσις ἐγγύθεν.
- 10.1.1
Πρὸς δὲ τοὺς διὰ τῶν εἰδώλων τὸ ὁρᾶν λέγοντας γίνεσθαι πρῶτον μὲν προσαπορήσειεν ἄν τις, πῶς οὐκ ἀναλίσκεται τοσούτων ἀπορρεόντων ἕκαστον τῶν ὁρωμένων ταχέως, εἰ δὲ λέγοιεν ἀντιπροσκρίνεσθαι αὐτοῖς ἄλλα, ἀλλ᾿ οὖν τῶν ἀπορρεόντων καὶ τῶν προσκρινομένων οὐκ ὄντων ἀλλήλοις ὁμοιοσχημόνων (τὰ μὲν γὰρ ἀπορρέοντα εἴδωλα καὶ ὁμοιόμορφα, τὰ δὲ προσκρινόμενα οὐχ οὕτως προσκρίνεται) οὐκ ἔδει τὰ ὑποκείμενα καὶ ὁρώμενα ὁμοιοσχήμονα μένειν, ἀλλὰ ἄλλοτε ἀλλοῖον ἴσχειν σχῆμα.
- 10.2.1
ἔτι πῶς συνεχοῦς τῆς ἀπορροίας γινομένης καὶ πανταχοῦ καὶ πανταχόθεν οἷόν τε τὴν πρόσκρισιν γίνεσθαι;
- 10.3.1
ἀλλήλοις γὰρ ἂν τὰ ἀποκρινόμενα τοῖς προσκρινομένοις ἐμποδίζοι ἀδιαλείπτου ἀμφοτέροις τῆς φορᾶς οὔσης.
- 10.4.1
ἔτι πῶς οἷόν τε τοῦ διαστήματος ἀντίληψιν γίνεσθαι, εἰ τὰ εἴδωλά ἐστι τὰ ὁρώμενα;
- 10.5.1
ἀνεπαίσθητος γάρ, ὃν λέγουσιν προεμπίπτειν, ὁ ἀήρ, οὗ τῇ ποσότητι τὸ διάστημα ἀναμετρεῖσθαι.
- 10.6.1
καὶ τί τὸ μετροῦν τὸν ἀέρα τοῦτον;
- 10.7.1
καὶ πῶς ἔτι εὐθὺ τῷ ἀναβλέψαι καὶ τὰ πόρρωθεν ὁρᾶται;
- 10.8.1
πῶς δὲ οἷόν τε καὶ τῶν σχημάτων καὶ τῶν μεγεθῶν ἀντίληψιν γίνεσθαι διὰ τῶν εἰδώλων (ἃ βουλόμενοι σώζειν τὰ εἴδωλα ποιοῦσιν), εἴ γε κατὰ βραχὺ ἡ ἔμπτωσις εἰς τὸν ὀφθαλμὸν αὐτῶν γίνεται;
- 10.9.1
οὐ γὰρ δὴ μεῖζόν ἐστι τὸ τῆς κόρης, ᾗ ὁρῶμεν, μέγεθος τοῦ εἰδώλου, ὃ δεχόμεθα κατ᾿ αὐτοὺς εἰς τὴν κόρην.
- 10.10.1
εἰ γὰρ καὶ συγχωρήσειέ τις αὐτοῖς διὰ τὸ τάχος συνεχῶς ἄλλο καὶ ἄλλο δέχεσθαι, ἀλλὰ πόθεν γε ὅτι τὸ ἑξῆς λήψεται τοῦ εἰδώλου, καὶ οὐχὶ πολλάκις τὸ αὐτὸ ἢ ἄλλο τι μόριον πόρρω τούτου κείμενον καὶ διεσπασμένον εἶτα συντιθέμενον;
- 10.11.1
πῶς οἷόν τε τὸ σῶμα σωθῆναι τοῦ ὁρωμένου;
- 10.12.1
πῶς δὲ τὸ μέγεθος τὸ οἰκεῖον ἑκάστου;
- 10.13.1
δύναται γὰρ καὶ τὰ τῶν ἄλλων τοῖς πρώτοις προστίθεσθαί τε καὶ μίγνυσθαι καὶ μὴ κατ᾿ οἰκείαν περιγραφὴν ἕκαστον αὐτῶν ὁρᾶσθαι, μηδὲ σημεῖον τοῦ ταῦτα μὲν τούτου τὰ εἴδωλα, ταῦτα δὲ μὴ τούτου εἶναι.
- 10.14.1
ὅλως δὲ τί γίνεται τὰ προεισελθόντα;
- 10.15.1
τὸ γὰρ φυλάσσεσθαι αὐτὰ λέγειν καταβυσσούμενα καὶ συντίθεσθαι ἐν τῷ ὀφθαλμῷ λίαν ἐστὶ μυθῶδες.
- 10.16.1
ποῦ γὰρ καταβυσσοῦται ἢ μένει, τίς δὲ ὁ οἰκοδομῶν αὐτὰ ἐμβαδὸν καὶ συντιθείς;
- 10.17.1
ἢ πῶς ἑκάστου αὐτῶν κατ᾿ ἰδίαν κειμένου ἡ συνέχεια καὶ τὸ μέγεθος καὶ τὸ σχῆμα φαίνεται;
- 10.18.1
πῶς δέ, εἰ οὕτως ἐστὶ τὰ εἴδωλα εὐπαθῆ, τῇ ἐμπτώσει τῇ εἰς τὸν ὀφθαλμὸν μένει αὐτῶν τὸ σχῆμα καὶ ἡ ἐξοχὴ καὶ εἰσοχὴ καὶ οὐ συγχεῖται;
- 10.19.1
πῶς δὲ καὶ ἀπὸ τῶν λείων τοίχων ὡς ἐσχηματισμένα λαμβάνει τὰ εἴδωλα οὐκ ἐχόντων ἐξοχὰς καὶ εἰσοχάς;
- 10.20.1
πῶς δὲ ἀπὸ τῶν κατόπτρων ὑδάτων ἐμφαινομένων ἐκείνοις τὰ σχήματα λείων ὄντων;
- 10.21.1
πῶς δὲ εἰδώλου ὄντος τοῦ ἐν τῷ κατόπτρῳ εἴδωλα πάλιν ἀπορρεῖ τοσαῦτα, καὶ διὰ τί τὰ ἐν τοῖς κατόπτροις εἴδωλα παχύτερα, ὡς τοσαύτην ἀπ᾿ αὐτῶν ἀπορροὴν γίνεσθαι;
- 10.22.1
διὰ τί δὲ καὶ μένει ταῦτα καὶ οὐ κινεῖται;
- 10.23.1
διὰ τί δὲ καὶ μένοντα οὐχὶ καὶ ἀπελθόντος τοῦ ὁρῶντος αὐτὰ κἂν ἐπ᾿ ὀλίγον μένει;
- 10.24.1
διὰ τί δὲ οὐκ ἐπὶ τῆς ἐπιφανείας τῶν κατόπτρων τὰ εἴδωλα, ἀλλὰ ἐν βάθει;
- 10.25.1
πῶς δὲ οὐχὶ καί, εἰ οὕτως ἐστὶν εὐπαθῆ καὶ εὐκίνητα, ἀνέμου πνέοντος οὐ παρασύρονται τῷ ἀέρι ἐν εἰσιν;
- 10.26.1
τὸ γὰρ λέγειν διεκπίπτειν δι᾿ αὐτῶν τὰ ἄλλα φερόμενα οὐ σωζόντων ἐστὶ τὴν συνέχειαν τοῦ εἰδώλου, προσέτι δὲ καὶ στερεότητά τινα καὶ ἀντιτυπίαν καταλιπόντων.
- 10.27.1
οὕτως γὰρ αὐτὰ μένοι, διεκπίπτοι δὲ διὰ τῶν κενῶν τὰ φερόμενα.
- 10.28.1
εἰ δέ ἐστιν εὔκολος αὐτῶν ἡ κίνησις ἐκ φλοιωδῶν καὶ ὑμενωδῶν, ὥς φασιν, καὶ πᾶσα ῥοπὴ ἱκανὴ παρασῦραι αὐτά, ἔδει μὴ ὁρᾶν τοὺς κατὰ τὸν ἄνεμον βλέποντας.
- 10.29.1
ἔτι εἰ τὰ εἴδωλά ἐστιν αὐτὰ τὰ ἐμπίπτοντα καὶ ὁρώμενα, διὰ τί τὰ ὁρώμενα πόρρω ὄντα φαίνεται;
- 10.30.1
τὸ γὰρ μυωπίζεσθαι λέγειν ⟨τὴν ὄψιν⟩ ὑπὸ τῶν εἰδώλων οὐ τῶν εἰδώλων ἐστὶ τὸ ὁρᾶν ποιεῖν, ἀλλὰ ἄλλον τινὰ χρὴ τρόπον ζητεῖν αὐτούς, δι᾿ οὗ μυωπισθεῖσα ἡ ὄψις τὸ ὁρατὸν ὄψεται κἀκείνῳ προσβαλεῖ·
- 10.31.1
πῶς γὰρ ὁρατὸν ἔτι τὸ εἴδωλον γίνεται, εἴ γε μόνον πρὸς τὸ παρασκευάσαι τὴν ὄψιν αὐτὴν καὶ διεγεῖραι τὸ εἴδωλον χρήσιμόν ἐστιν;
- 10.32.1
τὸ δὲ λέγειν τῷ ποσῷ τοῦ ἀέρος τοῦ μεταξὺ τοῦ τε ὁρωμένου, ἀφ᾿ οὗ τὰ εἴδωλα, καὶ τοῦ ὀφθαλμοῦ τὴν ἀντίληψιν γίνεσθαι τοῦ διαστήματος (τοῦτο γὰρ ὑπὸ τοῦ εἰδώλου προωθούμενον προεμπίπτειν τῇ κόρῃ πρὸ τοῦ εἰδώλου) ἀτοπίαν οὐδεμίαν ὑπερβάλλει.
- 10.33.1
πῶς γὰρ τὸ εἴδωλον δύναται τὸν πρὸ αὐτοῦ προωθεῖν ἀέρα, ὂν οὕτως εὐπαθές;
- 10.34.1
καὶ πῶς τοῦτον ἡ κόρη δέχεται, προσέτι τε πολλάκις τοσοῦτον δέξεται;
- 10.35.1
οὐ γὰρ ἑνὸς εἰδώλου ἐμπτώσει τὸ ὁρᾶν·
- 10.36.1
ἕκαστον οὖν τῶν ἐμπιπτόντων τοσοῦτον ἀέρα προπέμψει αὐτοῦ εἰς τὴν κόρην, εἰ μὴ ἄρα τὰ φερόμενα εἴδωλα ἀπὸ τοῦ ὁρωμένου οὐχ ὅτε τις βλέπει τότε φέρεται, ἀλλὰ παρακείμενα τῷ ὀφθαλμῷ· οὐ γὰρ δή, ὅτε ὁρᾶ ὀφθαλμός, τότε ἀπορρεῖ τὰ εἴδωλα.
- 10.37.1
πῶς οὖν τὰ παρακείμενα ἔτι προώσει τὸν μεταξὺ ἀέρα;
- 10.38.1
ἔτι εἰ ὑπὸ τῶν ἀνέμων μὴ σκίδναται τὰ εἴδωλα διὰ τὸ ὑποκάτω καὶ λεπτότερα καὶ ἀραιότερα τὴν φύσιν εἶναι τοῦ φερομένου ἀέρος ὑπὸ τῶν ἀνέμων.
- 10.39.1
πῶς ἅμα τὸν ἀέρα τοῦτον οἷόν τε ἔσται προωθεῖν;
- 10.40.1
ἔτι εἰ ἄχροά ἐστι τὰ εἴδωλα καὶ τοιαῦτα αὐτὰ δέχεται ἡ ὄψις, πῶς χρωμάτων ἀντιλαμβάνεται;
- 10.41.1
πῶς δὲ τῶν σχημάτων κατ᾿ ἐλάχιστον αὐτὰ δεχομένη;
- 10.42.1
ὥστε οὔτε χρωμάτων οὔτε σχημάτων ἂν γίνοιτο ἡ ὄψις, εἴ τις ἀκριβῶς ἐξετάζοι καὶ μὴ πάντα αἰτουμένοις αὐτοῖς διδοίη·
- 10.43.1
τίνος οὖν ἔτι ἡ ὄψις ἔσται;
- 11.1.1
Πρὸς δὲ τοὺς λέγοντας τὸ ὁρᾶν γίνεσθαι ἐξ ἀμφοτέρων, ἀπορροίας γινομένης ἀπό τε τῆς ὄψεως καὶ ἀπὸ τῶν ὁρωμένων, καὶ κατὰ τὴν τούτων μῖξιν γίνεσθαι τὴν ἀντίληψιν τῇ ὄψει (φῶς γάρ τι ἐκπέμπεσθαι ἀπὸ τῆς ἡμετέρας ὄψεως, ὃ τῇ ἀπορροίᾳ τῇ ἀπὸ τοῦ ὁρωμένου συμμιγὲν ἐχούσῃ τὸ εἶδος τοῦ ὁρωμένου ἀναλαμβάνον καὶ ἀναμασσόμενον τὸ παῤ ἐκείνου εἶδος ἀναγγέλλειν τῇ αἰσθήσει), πρὸς δὴ τούτους χρὴ λέγειν πρῶτον μὲν ὅτι, εἰ τὸ ἀφ᾿ ἑκατέρου ἐκπέμπεσθαί τι σῶμα κατ᾿ ἰδίαν ἢ ἀπὸ τῆς ὄψεως ἢ ἀπὸ τοῦ ὁρωμένου ἄτοπον, δῆλον ὡς ἄτοπον καὶ τὸ ἐξ ἀμφοτέρων τὴν ἀπόρροιαν αὐτῶν ποιεῖν (ἀπαντήσει γὰρ καὶ τούτοις ἄτοπα, ὅσα ἑκατέροις τέροις ἐκείνων·
- 11.2.1
καὶ γὰρ τὸ ἐν χρόνῳ δεῖν γίνεσθαι τὴν ἀντίληψιν διαφέροντι τῶν ἐγγὺς καὶ πόρρωθεν ὁρωμένων, καὶ τὸ ἀναλίσκεσθαι τά τε ὁρῶντα καὶ τὰ ὁρώμενα καὶ μειοῦσθαι ἐν τῇ ἐνεργείᾳ ταύτῃ ἑκάτερον αὐτῶν τοσαύτης ἀπορροίας ἀπ᾿ αὐτῶν γινομένης), καὶ τὸ μέχρι πόσου δὲ ἄπεισι τὸ ἐκπεμπόμενον, ἔπειτα συμμίγνυται τῷ ἀπὸ τοῦ ὁρωμένου ἀπορέοντι, ὡρίσθαι δεῖ.
← Previous · Next → — showing 701–800 of 1,717
First Thousand Years of Greek. CTS URN tlg0732.tlg011.1st1K-grc1. Via the Perseus Digital Library / Open Greek and Latin TEI corpora. Licence: Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License. Source.