Ancient Textssearch the texts themselves, not just their titles

← All works

De anima libri mantissa

First Thousand Years of Greek · First Thousand Years of Greek · 1,717 sections

  1. 11.3.1

    ἣν γὰρ ἂν ἀναλογίαν ποιήσωσιν, δεήσει ἐν πλείονι χρόνῳ τὰ μακρὰν ὁρᾶν τῶν ἐγγύς, ἅτε πλείονα κίνησιν κινουμένου τοῦ ἐκπεμπομένου ἀφ᾿ ἡμῶν ἐν τῇ πρὸς ἐκεῖνα προσβολῇ, τὴν δὲ πλείονα κίνησιν νησιν ἐν πλείονι γίνεσθαι χρόνῳ.

  2. 11.4.1

    οὐδὲ γὰρ τὸ ἀπορρέον θᾶττον ἀφικνεῖσθαι πρὸς τὴν ὄψιν αὔταρκες πρὸς τὸ μὴ ἐπὶ πλέον προχεῖσθαι τὸ ἀπὸ τῆς ὄψεως ἐκπεμπόμενον ὑπὸ τῶν πόρρωθεν ὁρωμένων.

  3. 11.5.1

    ἐπὶ γὰρ τῶν ἐγγὺς ὁρωμένων, εἰ τὸ μὲν πληκτικώτερον ἐγγυτέρω τεθείη, οἷον τὸ πῦρ, τιὸ δ᾿ οὐχ ὁμοίως πληκτικὸν πορρωτέρω, οἷον ἄνθρωπος (ἐλάττω γὰρ τὸ τούτου χρῶμα πληκτικόν), ὡς τὸ μὲν ἀπὸ πήχεως ἑνός, τὸ δὲ ἀπὸ δύο ἢ τεσσάρων πηχῶν εἶναι, ἔπειτα ἀναβλέψαιμεν, ἅμα ἂν ἴδοιμεν καὶ οὐ θᾶττον τὸ πληκτικὸν καίτοι πλησίον κείμενον, ὥστ᾿ οὐδὲν τὸ πληκτικὸν ἢ μὴ πρὸς τὸ ἐλάττονα τὴν πρόοδον γίνεσθαι ἢ πλείονα τὴν ἀπὸ τῆς ὄψεως συντελεῖ.

  4. 11.6.1

    ἔτι εἰ ἑκάτερον τῶν ἐκπεμπομένων ἐπ᾿ εὐθείας φέρεται, τίς ἡ χρεία τοῦ ἀπ᾿ ἀμφοτέρων ἐκπέμπεσθαι;

  5. 11.7.1

    ἐδύνατο γὰρ ἢ ἀπὸ τοῦ ὁρωμένου ἐπὶ τὴν ὄψιν ἀφικνεῖσθαι ἢ τὸ ἀπὸ τῆς ὄψεως ἐπὶ τὸ ὁρώμενον.

  6. 11.8.1

    ἔτι τίς ἡ ἀνάμαξις τοῦ εἴδους, καὶ πῶς γίνεται τῷ ἐκπεμπομένῳ ἀπὸ τῆς ὄψεως παρὰ τοῦ ἀπορρέοντος ἀπὸ τοῦ ὁρωμένου τύπωσις, ἀλλὰ οὐκ ἀλλοίωσις;

  7. 11.9.1

    δεῖ γὰρ καὶ τοῦτο διωρίσθαι.

  8. 11.10.1

    ἔτι ποδαπόν ἐστι τὸ ἀπὸ τοῦ ὁρωμένου φερόμενον;

  9. 11.11.1

    εἰ μὲν γὰρ καὶ τὸ σχῆμα καὶ τὸ χρῶμα ὅμοιον τῷ ἀφ᾿ οὗ φέρεται ἔχει, οὐδὲν ἄλλ᾿ ἢ εἴδωλον ἔσται ἢ καὶ πλέον ἔχον τι.

  10. 11.12.1

    ἐκεῖνα γὰρ οὔ φασιν ἔχειν χρῶμα.

  11. 11.13.1

    εἰ δὲ τὸ μὲν χρῶμα ἔχον, τὸ δὲ σχῆμα μή, πῶς τῶν σχημάτων ἡ ἀντίληψις, ἐχρῆν λέγειν.

  12. 11.14.1

    εἰ δὲ τὸ μὲν σχῆμα ἔχει, τὸ δὲ χρῶμα μή, οὐ χρωμάτων ἔτι ἡ ὄψις ἀντιληπτική.

  13. 11.15.1

    τίς δὲ καὶ ὁ τρόπος τῆς μετὰ τὸ παθεῖν τὸ ἐκ τῆς ὄψεως ἐκπεμφθὲν μηνύσεως τῇ ὄψει;

  14. 11.16.1

    ἔτι εἰ φῶς ἐστι τὸ ἐκ τῆς ὄψεως ἐκπεμπόμενον, δῆλον ὅτι ὁρατόν ἐστιν.

  15. 11.17.1

    διὰ τί οὖν ἐν τῷ σκότῳ ἀναβλέποντες οὐχ ὁρῶμεν ἄλλος τὸ ἄλλου;

  16. 11.18.1

    ὡς γὰρ ἐν τοῖς σκοτεινοῖς οἰκήμασιν, κἂν διὰ βραχείας ὀπῆς εἰσέλθῃ φῶς, ὁρατὸν γίνεται καὶ εὐθὺς ὁρᾶται, οὕτως ἔδει καὶ ἀπὸ τῶν ὀμμάτων ἀπιὸν ὁρᾶσθαι, ἐπειδὰν ἐν σκότῳ ἀναβλέψωμεν.

  17. 11.19.1

    ἔτι καὶ κατὰ τούτους σῶμα ἔσται τὸ φῶς.

  18. 12.1.1

    Εἰ σῶμα τὸ φῶς, ἤτοι πῦρ ἐστι ἢ πυρὸς ἀπορροή, ἣν αὐγήν τε λέγουσιν καὶ τρίτον τι πυρὸς εἶδος.

  19. 12.2.1

    πῦρ μὲν οὖν οὐκ ἂν εἴη.

  20. 12.3.1

    φῶς μὲν γάρ ἐστι μᾶλλον καὶ ἧττον, πῦρ δὲ μᾶλλον καὶ ἧττον οὐκ ἔστιν.

  21. 12.4.1

    οὐκ ἄρα πῦρ τὸ φῶς.

  22. 12.5.1

    ἢ εἰ ἦν τὸ μᾶλλον πῦρ, μᾶλλον ἂν ἦν καὶ φῶς, εἴ γε ταὐτὸν πῦρ τε καὶ φῶς.

  23. 12.6.1

    μᾶλλον δὲ πῦρ ἡ φλὸξ τοῦ φωτὸς ὁμολογεῖται καὶ οὐκ ἔστι μᾶλλον φῶς.

  24. 12.7.1

    ἔτι τὸ μὲν πῦρ θερμαίνει τε καὶ καίει, τὸ δὲ φῶς οὐδέτερον.

  25. 12.8.1

    ἔτι τὸ φῶς καὶ ἐν ὕδατί ἐστιν, πῦρ δὲ οὐχ οἷόν τε ἐν ὕδατι, καὶ φῶς μὲν καὶ ἐν κρυστάλλοις, πῦρ δὲ ἀδύνατον, εἴ γε ἐν ὑπερβολῇ ψυχρότητος ὁ κρύσταλλος.

  26. 12.9.1

    ἔτι εἰ πῦρ τὸ φῶς, παρὰ φύσιν αὐτῷ ἡ ἄνωθεν κάτω κίνησις καὶ βίαιος.

  27. 12.10.1

    ὁρῶμεν δὲ οὐδὲν ἔλαττον τὸ φῶς κάτωθεν ἄνω ἢ ἄνωθεν κάτω φερόμενον κατὰ φύσιν.

  28. 12.11.1

    εἰ δὲ ἀπορροήν τις λέγοι πυρός, πῶς καὶ μὴ ἀπὸ πυρὸς φῶς γίνεται;

  29. 12.12.1

    πολλὰ γὰρ φωτίζει καὶ μὴ τοιαῦτα, ὡς ἡ λαμπυρίς.

  30. 12.13.1

    ἔτι εἰ ἔστιν ἀπορροή, διὰ τί οὐδὲ πρὸς ὀλίγον ὑπομένει παραφερομένων τούτων, ἀφ᾿ ὧν ἀπορρεῖ;

  31. 12.14.1

    ἐπὶ γὰρ ὧν εἰσιν ἀπόρροιαι, ἐπὶ τούτων ὑπομένει πρός τινα χρόνον καὶ ἀπελθόντων τὸ ἀπορρεῦσαν.

  32. 12.15.1

    εἰ δέ ἐστιν εὔφθαρτον οὕτως, ὡς μηδ᾿ ὅλως ὑπομένειν, ἀλλὰ πρὸς τὸ εἶναι συνεχοῦς δεῖσθαι χορηγίας, διὰ τί οὐ ταχέως καταναλίσκεται τὰ φωτίζοντα τοσαύτης ἀπ᾿ αὐτῶν γινομένης ἀπορροῆς;

  33. 12.16.1

    πόση γὰρ ἡ ἐκ τῆς τροφῆς προσθήκη;

  34. 12.17.1

    πῶς δὲ οἱ λίθοι, μὴ τρεφόμενοι, φωτίζοντες δέ, οὐκ ἀναλίσκονται;

  35. 12.18.1

    πόσης δὲ δεῖ χορηγίας καὶ τροφῆς ταῖς λαμπυρίσιν;

  36. 12.19.1

    ὅλως δὲ εἰ τὸ φῶς σῶμα, δῆλον ὅτι τόπον καθέξει καὶ ἔσται που.

  37. 12.20.1

    τίς οὖν ὁ τοῦ φωτὸς τόπος;

  38. 12.21.1

    ἢ γὰρ ὁ αὐτὸς ἔσται τοῦ φωτὸς καὶ τῶν διαφανῶν, καὶ ἤτοι ἐκεῖνα οὐ σώματα ἢ σῶμα διὰ σώματος διελεύσεται καὶ δύο σώματα τὸν αὐτὸν καθέξει τόπον, ἤ, εἰ ταῦτα ἄτοπα, οὐκ ἔσται τὸ φῶς σῶμα.

  39. 12.22.1

    γελοῖον γάρ τοι τὸν μὲν λίθον τὸν διαφανῆ ἢ τὴν ὕαλον μὴ λέγειν εἶναι σῶμα, τὸ δὲ φῶς λέγειν.

  40. 12.23.1

    ἔτι τὸ σκότος σῶμα καὶ αὐτὸ ἐροῦσιν ἢ ἀσώματον;

  41. 12.24.1

    ἀλλὰ τὸ μὲν σῶμα λέγειν σκιὰν λέγοντας ἄτοπον, εἰ δ᾿ ἀσώματον, εὔλογον καὶ τὸ φῶς ἀσώματον λέγειν, ἐναντίον ὂν τῷ σκότῳ.

  42. 12.25.1

    ἔτι εἰ τὸ σκότος σῶμα, πότερον ὑπομένον δέχεται τὸ φῶς ἢ ἀντιπεριΐσταται;

  43. 12.26.1

    εἰ μὲν γὰρ ὑπομένει, ἔσται οὐ δύο μόνον ἐν αὐτῷ σώματα, ἀλλὰ καὶ τρία, ὅ τε γὰρ ἀὴρ καὶ τὸ σκότος καὶ τὸ φῶς.

  44. 12.27.1

    εἰ δὲ ἀντιπεριίσταται, ποῦ ἀντιπεριστήσεται;

  45. 12.28.1

    ἢ δηλονότι ὅθεν ἔπεισιν τὸ φῶς;

  46. 12.29.1

    ἔσται ἄρα τὸ σκότος ἐν τῷ ἡλίῳ καὶ τοῖς ἄστροις καὶ τῷ πυρί.

  47. 12.30.1

    τοῦτο δὲ παντάπασιν ἄτοπον.

  48. 12.31.1

    ἔτι εἰ τὸ σκότος, σῶμα ὄν, ὑπομένον δέχεται τὸ φῶς, ἔσται τὸ ἐναντίον τοῦ ἐναντίου δεκτικόν.

  49. 12.32.1

    τοῦτο δὲ ἀδύνατον.

  50. 12.33.1

    εἰ γὰρ ἀλλοιοῦσθαί τις λέγοι τὸ ὑποκείμενον, οὔτε τὸ φῶς ἔσται σῶμα οὔτε τὸ σκότος.

  51. 12.34.1

    ἔτι εἰ σῶμα τὸ σκότος, ὁ ἀήρ, ἐν ᾧ γίνεται τὸ φῶς, ἤτοι δι᾿ ὅλου σῶμα ὢν δέξεται τὸ φῶς, καὶ οὕτω σῶμα διὰ σώματος χωρήσει, ἢ ἕξει πόρους, δι᾿ ὧν δίεισιν τὸ φῶς.

  52. 12.35.1

    οὗτοι δὴ ἤτοι, ὅταν μὴ φῶς, ἔσονταί τινος ἄλλου σώματος πλήρεις, ὃ τί ποτε ἐροῦσιν εἶναι, ἢ ποῦ μεθίστασθαι;

  53. 12.36.1

    δεήσει γὰρ αὐτὸ λεπτότερον ἀέρος εἶναι, ἀλλὰ καὶ τοῦ φωτὸς αὐτοῦ, εἴ γε καὶ τούτῳ ὑποχωρεῖ καὶ μεθίσταται·

  54. 12.37.1

    τί δ᾿ ἂν εἴη σῶμα κατ᾿ αὐτοὺς τοῦ φωτὸς λεπτότερον;

  55. 12.38.1

    εἰ δὲ λέγοιεν πῦρ εἶναι τοῦτο, πυρὸς ἔσται πλήρης, ὃ ἀτοπώτατον, εἴ γε τοῦ πυρὸς τό τε φωτίζειν καὶ τὸ θερμαίνειν, ὧν οὐδέτερον ἐν τῷ σκότῳ.

  56. 12.39.1

    εἰ δὲ οἱ τοῦ ἀέρος πόροι κενοὶ μένουσιν ὄντος σκότους, πρῶτον μὲν ἔσται κενόν τι ἐνεργείᾳ ἐν τῷ κόσμῳ κατ᾿ αὐτούς, ὅπερ οὐ θέλουσιν, ἔτι καὶ μανότερος ὁ ἀὴρ ἔσται τῆς νυκτός, ἅτε ἔχων ἐν αὐτῷ κενά (δοκεῖ δὲ πυκνότερος γίνεσθαι τότε), ἔτι τὸ φῶς οὐκ ἔσται διακριτικὸν καὶ λεπτυντικὸν τοῦ ἀέρος, ὡς λέγουσιν, ἀλλὰ τοὐναντίον.

  57. 12.40.1

    ἔτι πῶς ὁμαλὲς ἔσται τὸ φῶς ἐν τῷ ἀέρι, μόνων τῶν πόρων ἐχόντων αὐτό, εἴ γε, ἔνθα μέν ἐστι τὸ φῶς, τοῦτο πεφώτισται (τοῦτο δ᾿ εἰσὶν οἱ πόροι), ἔνθα δὲ ὁ ἀὴρ ἢ ἄλλο τι τῶν διαφανῶν σῶμα, μὴ πεφώτισται.

  58. 12.41.1

    ἔτι εἰ σῶμα τὸ φῶς, πῶς ἐὰν διὰ βραχείας ὀπῆς εἰς οἶκόν τινα σκότους ὄντος εἰσέλθῃ ἀπό τινος φωτίσαντος, ἀποληφθείσης ἀθρόως τῆς ὀπῆς οὐχ ὑπομένει οὐκ ἔχον ἄλλην ἔξοδον;

  59. 12.42.1

    ἔτι εἰ σῶμα τὸ φῶς, πῶς οἷόν τε ἅμα φωτίζεσθαι καὶ τὰ πόρρω καὶ τὰ ἐγγύς, τὰ δυνάμενα ἀπὸ τοῦ αὐτοῦ διαστήματος φωτισθῆναι;

  60. 12.43.1

    ἔδει γὰρ ἐν πλείονι χρόνῳ τὰ πλέον ἀφεστῶτα, εἴ γε παντὸς σώματος ἡ τοπικὴ κίνησις ἐν χρόνῳ.

  61. 12.44.1

    ὅτι δὲ ἅμα τὸ φῶς καὶ ἐν τῷ ἐγγυτάτῳ καὶ ἐν τῷ πορρωτάτῳ γίνεται διαστήματι τῷ οἵῳ τε φωτίζεσθαι, ἐν ταὐτῷ τοῦ φωτίζοντος μένοντος, ἐναργές.

  62. 12.45.1

    ἔτι εἰ τὸ φῶς σῶμα ὄν ἐστιν ἐν τοῖς τοῦ ἀέρος πόροις ἢ τοῖς τοῦ ὕδατος, πῶς ἢ τοῦ ὕδατος ῥέοντος ἢ τοῦ ἀνέμου μετακινουμένου οὐ συμμεταφέρεται καὶ συγκινεῖται καὶ αὐτό, ἀλλ᾿ ἀεὶ ἐν τῷ αὐτῷ μένει τῶν ἐν οἷς ἐστιν οὐ μενόντων;

  63. 13.1.1

    Τὸ σῶμα διὰ σώματος διήκειν, εἰ μὲν ὡς ἐχόντων κενὰ τῶν σωμάτων καὶ διὰ τούτων χωροῦντος θατέρου διὰ θατέρου, ἄλλος ὁ λόγος (ἀτοπίας δ᾿ ἔχει, καὶ ἅμα οὐ σῶμα διὰ σώματος γίνεται, ἀλλὰ σῶμα διὰ κενοῦ διῆκον), εἰ δὲ μὴ διὰ κενῶν (οὐδὲ γὰρ εἶναί φασιν κενὸν ἐν τῷ κόσμῳ ἐνεργείᾳ οἷς τοῦτο ἀρέσκει), ἀλλὰ μεστόν τι ὂν αὐτοῦ σῶμα ἄλλο δεξάμενον αὐτοῦ σῶμα κἀκεῖνο μεστὸν ὂν ὁμοίως ἐν αὐτῷ οὐδὲν ηὐξήθη, ἀλλ᾿ ἔμεινεν ἐν τῷ αὐτῷ τόπῳ, τί δή ποτε τόδε μὲν τὸ σῶμα δέξεται ἐν αὐτῷ ἄλλο σῶμα, τόδε δὲ οὔ, εἴ γε τὸ σῶμα δέξεται καὶ παρεκταθήσεται καὶ ἰσωθήσεται αὐτῷ, οἷον τὸ πῦρ, ὕδωρ δὲ οὐ δέξεται;

  64. 13.2.1

    οὐδὲ γάρ, διότι λεπτότερον τὸ πῦρ τοῦ ὕδατος, διὰ τοῦτο ἐκεῖνο μένον οὐσίαν προσδέξεται, τὸ δὲ ὕδωρ παχύτερον ὂν οὐκέτι.

  65. 13.3.1

    ἐπίσης γὰρ πλῆρες τὸ λεπτομερέστερον τῷ παχυμερεστάτῳ, εἰ μηδαμοῦ χώρα κενοῦ σώματος.

  66. 13.4.1

    ἔτι εἰ παχύτερος χαλκὸς ὕδατος, πῶς χρυσῷ χαλκὸς μὲν μίγνυται, ὕδωρ δὲ οὔ;

  67. 13.5.1

    καὶ καττίτερος χαλκῷ, ἔλαιον δ’ οὔ;

  68. 13.6.1

    καὶ μολίβδῳ χαλκὸς μὲν μίγνυται, κηρὸς δὲ οὔ;

  69. 13.7.1

    ὅσον γὰρ ἐπὶ τῷ λόγῳ, ἢ πᾶν παντὶ ἐχρῆν μίγνυσθαι, ἢ ταῦτα μᾶλλον ἐκείνων, ἤ, ὅπερ εὔλογον, μηδὲν μηδενί.

  70. 13.8.1

    εἰ γὰρ πόρους αἰτιῶνται, οὐκέτι γίγνεται πᾶν παρεκτεινόμενον παντί, ἀλλὰ παράθεσις ἂν εἴη καὶ τὸ κενὸν αἴτιον ἂν οὕτως λέγοιεν.

  71. 13.9.1

    ἔτι εἰ ὅλα ὅλοις παρεκτείνεται καὶ τὰ βραχύτατα τοῖς μεγίστοις μέχρι τῆς ἐσχάτης ἐπιφανείας, ὃν κατέχει τὸ ἓν τόπον, τὸ συναμφότερον καθέξει.

  72. 13.10.1

    τὰ μὲν γὰρ μόρια τοῦ ὅλου, ἔστ᾿ ἂν ἐν τῷ ὅλῳ ᾖ, πέρασιν οἰκείοις μὴ περιγεγραμμένα εἰκότως οὐκ ἔστιν ἐν τόπῳ καθ’ αὑτά, τῶν δὲ μεμιγμένων ἑκάτερον ὁμοίως τῷ ὅλῳ τῷ ἐξ ἀμφοτέρων ὑπὸ πέρασιν περιγέγραπται, εἴ γε δι᾿ ὅλων κεχωρήκασιν ἀλλήλων.

  73. 13.11.1

    ἑκάτερον γὰρ αὐτῶν τὸν πάντα καθέξει τόπον, ὃν καὶ θάτερον κατεῖχεν πρὸ τῆς μίξεως καὶ μετὰ τὴν μῖξιν τὸ συναμφότερον.

  74. 13.12.1

    καὶ γὰρ τὸ μεμιγμένον, τῷ ἑτέρῳ ἴσον αὐτῷ γινόμενον, ἀνάγκη τὸν αὐτὸν καὶ ἴσον ἐκείνῳ κατέχειν τόπον.

  75. 13.13.1

    ἔσται ἄρα ἐν τῷ αὐτῷ τόπῳ πλείω σώματα, καὶ ἕκαστον αὐτῶν τὸν ὅλον καθέξει τόπον.

  76. 13.14.1

    εἰ δέ, ὧν ὁ τόπος ἴσος, καὶ αὐτὰ ἴσα, τά τε, ἐξ ὧν τὸ συναμφότερον, ἴσα ἀλλήλοις ἔσται, καὶ τὸ συναμφότερον ἑκατέρῳ αὐτῶν·

  77. 13.15.1

    καὶ ὁ κύαθος ἄρα τοῦ οἴνου εἰς πέλαγος ἐκχυθεὶς ἴσος ἔσται τῷ πελάγει, καὶ τὸ πέλαγος μετὰ τοῦ κυάθου τῷ κυάθῳ μόνῳ.

  78. 13.16.1

    τὸ γὰρ λέγειν, ὅτι τῇ δυνάμει οὐκ ἴσον, οὐδὲν πρὸς τὸν λόγον.

  79. 13.17.1

    ἀρκεῖ γὰρ εἰς τὴν τοῦ προκειμένου δεῖξιν τὸ κατὰ τὸ ποσὸν ἴσα αὐτὰ πεφυκέναι.

  80. 13.18.1

    ἔτι τε οὐδὲν μᾶλλον τὸ πῦρ διὰ τοῦ σιδήρου δίεισιν, ἢ ὁ σίδηρος διὰ τοῦ πυρός·

  81. 13.19.1

    καὶ γὰρ καὶ ἡ ψυχὴ διὰ τοῦ σώματος καὶ ἡ φύσις διὰ τῶν φυτῶν καὶ ἡ ἕξις διὰ τῶν ἄλλων σωμάτων, καὶ ἀνάπαλιν ταῦτα δι’ ἐκείνων.

  82. 13.20.1

    οὐδὲν γὰρ τὸ λεπτότερόν τι εἶναι καὶ παχύτερον εἰς τοῦτο συντελεῖ, εἴ γε ἀμφότερα ὁμοίως ἐστὶ πλήρη·

  83. 13.21.1

    εἰ δὲ καὶ τοῦτο συγχωρηθείη, ἐπὶ οἴνου καὶ ὕδατος πότερον διὰ ποτέρου διελεύσεται;

  84. 13.22.1

    ἔτι τίς αἰτία, δι’ ἣν ἔκ τινων μὲν μιγνυμένων ὁ ὄγκος γίνεται μείζων, ἔκ τινων δὲ ὁ αὐτὸς μένει;

  85. 13.23.1

    τὸ γὰρ λέγειν τὸν σίδηρον παχύτερον γεγονέναι τῇ μίξει τοῦ πυρὸς παράλογον.

  86. 13.24.1

    τὰ μὲν γὰρ παχυνόμενα συγκρίνεται, ὁ δὲ σίδηρος ὑπὸ τοῦ πυρὸς διακρίνεται.

  87. 13.25.1

    ἔτι ὅτι λεπτύνεται ὑπὸ τοῦ πυρὸς δῆλον.

  88. 13.26.1

    θερμανθεὶς γὰρ ἐλαύνεσθαι δύναται πρὸ τούτου μὴ δυνάμενος.

  89. 13.27.1

    ἔτι εἰ τὸ χεόμενον ὑπό τινος λεπτύνεται, μᾶλλον χεῖται δὲ ὑπὸ τοῦ πυρὸς τὰ οἷά τε χεῖσθαι, οὐκ ἂν εἴη παχυντικὸν τὸ πῦρ.

  90. 13.28.1

    ἀκολουθήσει δὲ λέγειν καὶ τὸν ἄνθρακα τοῦ ξύλου παχύτερον, ἀλλὰ καὶ τὸν πεφωτισμένον ἀέρα τοῦ μή.

  91. 13.29.1

    καίτοι δοκεῖ λεπτότερος ὁ ἡλιούμενος εἶναι τοῦ μή.

  92. 13.30.1

    ἔτι εἰ ἐν μικρῷ οἴκῳ πολλάς τις δᾷδας στήσειεν ἢ λύχνους ἅψειεν, παχύτερος ἂν ὁ ἀὴρ μελανθεὶς γίνοιτο καὶ ὅσα τὰ φωτίζοντα, τοσαῦτα ἄμα σώματα δι᾿ ἀλλήλων χωρήσει καὶ τὸν ἴσον καθέξει τόπον·

  93. 13.31.1

    ταῦτα δὲ ἄτοπα.

  94. 13.32.1

    ἔτι, εἰ ἴσον τόπον κατέχει τε ψυχὴ καὶ τὸ σῶμα σὺν αὐτῇ, καὶ χωρισθείσης τὸ σῶμα μηδὲν ἐλάττονα, τίς ἔσται τόπος τῆς ψυχῆς;

  95. 13.33.1

    ἢ γὰρ κενὸν ἔσται, ὃ καθέξει, ἢ ἄλλο τι ἐξ ἀνάγκης ἔσται ζῴου σῶμα, εἰς ὃ μεταβήσεται, καὶ οὕτως οὐδέποτε ψυχὴ ἔξω σώματός τε καὶ ζῴου ἔσται.

  96. 13.34.1

    ὁ αὐτὸς λόγος καὶ ἐπὶ τοῦ πυρὸς τοῦ ὄντος ἐν τῷ σιδήρῳ.

  97. 13.35.1

    ἔτι, ὅταν οἴνου κοτύλη δύο κοτύλαις ὕδατος μιχθῇ, γίνεται μὲν τὸ πᾶν κρᾶμα καὶ μῖγμα τρικοτυλιαῖον.

  98. 13.36.1

    πῶς δὲ κατ᾿ ἐκείνους οἷόν τε;

  99. 13.37.1

    εἰ γὰρ ἡ τοῦ οἴνου κοτύλη διὰ παντὸς τοῦ ὕδατος ἐχώρησεν καὶ παρισώθη αὐτῷ, ἢ τέσσαρες ἔσονται κοτύλαι τὸ πᾶν (καὶ γὰρ ὁ οἶνος τῷ ὕδατι ἴσος γέγονεν κατὰ τὸ ποσόν, ὥστε δύο κοτυλῶν·

  100. 13.38.1

    οὐ γὰρ δὴ ἰσωθεὶς κοτύλαις δύο κοτυλιαῖος ἔτι ἔσται·

← Previous · Next → — showing 801900 of 1,717

First Thousand Years of Greek. CTS URN tlg0732.tlg011.1st1K-grc1. Via the Perseus Digital Library / Open Greek and Latin TEI corpora. Licence: Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License. Source.