Ancient Textssearch the texts themselves, not just their titles

← All works

De anima libri mantissa

First Thousand Years of Greek · First Thousand Years of Greek · 1,717 sections

  1. 8.14.1

    τὸ γὰρ ἧττον ἀεὶ φῶς ὑπὸ τοῦ λαμπροτέρου φωτὸς μαραίνεται·

  2. 8.15.1

    οὕτως γοῦν καὶ λάμπει ἔνια νυκτός, τῆς ἡμέρας δὲ ἐπισκοτεῖται τὸ λάμπον αὐτῶν, ὡς ὀστέα τινὰ καὶ κεφαλαὶ ἰχθύων καὶ αἱ πυγολαμπίδες λεγόμεναι.

  3. 8.16.1

    ἔτι πῶς, εἰ ἀσθενές ἐστι τὸ ἐκπεμπόμενον, ἅμα πολλῶν εἰς ταὐτὸ συνελθόντων σκότους, τί δή ποτε οὐχ ἱκανὸν γίνεται τὸ ἐκ πάντων μιχθέν, ὥσπερ καὶ τὸ ἀπὸ λύχνων πλειόνων φωτίζει πλέον, ὧν ἕκαστος οὐκ ἦν αὐτάρκης, φωτίζειν τοσοῦτον;

  4. 8.17.1

    ἔτι εἰ τὸ φῶς ὁρατόν ἐστιν, πῶς τὰς ἀλλήλων ὄψεις οὐχ ὁρῶμεν οὔτε ἡμέρας οὔτε ἐν σκότῳ;

  5. 8.18.1

    εἰ δὲ μήτε ἀήρ ἐστι τὸ ἐκπεμπόμενον μήτε φῶς, λείπεται πῦρ εἶναι.

  6. 8.19.1

    εἰ πῦρ ἐστιν, εἴη ἂν θερμόν τε καὶ καυστικόν.

  7. 8.20.1

    οὐκ ἔστι δέ·

  8. 8.21.1

    ὥστ᾿ οὐδὲ πῦρ.

  9. 8.22.1

    εἰ γὰρ μὴ καυστικόν, φῶς πάλιν ἐροῦσιν.

  10. 8.23.1

    τί δή ποτε ἔσται τοῦτο τὸ φῶς;

  11. 8.24.1

    πυρὸς μὲν γὰρ ἀπόρροια οὐκ ἔστιν, ὡς οἴονται·

  12. 8.25.1

    καὶ γὰρ ἄλλα τινὰ φωτίζει οὐκ ὄντα πῦρ.

  13. 8.26.1

    ἔτι εἰ πῦρ ἐστι τὸ ἐκπεμπόμενον, πῶς οὐκ ἀποσβεσθήσεται ἐν ὕδατι;

  14. 8.27.1

    ὁρῶμεν δὲ καὶ ἐν ὕδατι, ὁρᾷ δὲ καὶ τὰ ἐν τῷ ὕδατι ζῷα.

  15. 8.28.1

    ἔτι εἰ πῦρ τὸ ἐκπεμπόμενόν ἐστι, κατὰ φύσιν ἂν εἴη αὐτῷ ἡ εἰς τὸ ἄνω κίνησις.

  16. 8.29.1

    ὥστε ἐχρῆν ἡμᾶς μὴ ὁμοίως ὁρᾶν ἄνω τε καὶ κάτω ὁρῶντας, ἀλλὰ ἄνω μὲν ῥᾷον, κάτω δὲ βιαζομένους καὶ μόγις.

  17. 8.30.1

    ἔτι εἰ δι᾿ ἀκτίνων τὸ ὁρᾶν, ἁφή τις ἡ ὄψις ἔσται καὶ κατὰ ἁφὴν ἡ τῶν ἀκτίνων ἀντίληψις.

  18. 8.31.1

    εἰ δὲ αἱ ἀποτεινόμεναι ὄψεις αἰσθητικαί εἰσιν, διὰ τί οὐχὶ καὶ θερμοῦ καὶ ψυχροῦ αἰσθάνονται;

  19. 8.32.1

    μᾶλλον γὰρ ἂν τῶν ἁπτῶν διαφορῶν, ἢ τῶν χρωμάτων αἰσθάνοιντο.

  20. 8.33.1

    ἔτι εἰ συνεχὲς ἐκπίπτοι τὸ τῆς ὄψεως σῶμα, δεήσει πρῶτον μὲν πόρον τινὰ σύμπασαν τὴν κόρην εἶναι, ὅπερ οὐχ οὕτως ἔχειν φαίνεται.

  21. 8.34.1

    ἔπειτα, εἰ καὶ συνεχὲς ἐκπέμπεται, πῶς οὐ σκεδάννυται τουτὶ τὸ ῥεῦμα τὸ τῆς ὄψεως σχιζόμενον περὶ τὸν ἀέρα τὸν ἔξωθεν λεπτότερον ὂν αὐτοῦ;

  22. 8.35.1

    ἢ εἰ μὴ σκεδάννυται, πῶς οὐκ εἰς στενὸν συνάγεται προἱόν;

  23. 8.36.1

    τοιοῦτον γάρ τι ὁρῶμεν καὶ τὰ ἄλλα σώματα πάσχοντα προχωροῦντα·

  24. 8.37.1

    καὶ γὰρ ὕδωρ προχωροῦν ἤτοι χεῖται ἢ στενοῦται, καθάπερ τὸ ἐκ τῶν κρουνῶν ῥέον, καίτοι στερεώτερον ὂν τῶν ἀκτίνων·

  25. 8.38.1

    ἡ δὲ φλὸξ εἰς ὀξὺ ἀπολήγει.

  26. 8.39.1

    τὸ δὲ τῆς ὄψεως σῶμα πῶς εἰς κῶνον πλατύνεται καὶ μείζονα ἐπὶ πλέον προχωροῦν μήτε τῶν παχυτέρων μήτε τῶν λεπτοτέρων σωμάτων τοῦτο πασχόντων;

  27. 8.40.1

    ἔτι εἰ σῶμά ἐστι, τόπον κατέχει.

  28. 8.41.1

    ἤτοι οὖν σῶμα διὰ σώματος δίεισιν ἢ κενόν ἐστιν ἀφωρισμένον ἢ ἀντιπερίστασις γίνεται, εἰ μὲν ἐν ἀέρι ἐκπέμποιτο, ποιτο, ἀέρος, εἰ δὲ ἐν ὕδατι, ὕδατος·

  29. 8.42.1

    εἰς μὲν οὖν τὴν κόρην ἄτοπον λέγειν τὸ ὕδωρ ἀντιμεθίστασθαι, χρὴ δὲ ζητεῖν εἰς τί.

  30. 8.43.1

    οὐδὲ γὰρ εἰς τὴν ἀναπνοήν.

  31. 8.44.1

    οὐδὲ γὰρ ἀναπνεῖ τὰ ἐν τῷ ὕδατι ὁρῶντα, οὐδὲ ὅλως τὰ ἔνυδρα χωρίς τινων.

  32. 8.45.1

    ἔτι εἰ εἰς τὴν κόρην ἀντιμεθίσταται, ρὐ πάσῃ αὐτῇ ἐκπέμψομεν, οὐδὲ ὀψψόμεθα, ἀλλ᾿ ἔσται τις εὐρυχωρία, | καθ᾿ ἣν τὸ ἀντιμεθιστάμενον χώραν ἕξει.

  33. 8.46.1

    κατά τι οὖν αὐτῆς ὀψόμεθα καὶ κατά τι μή.

  34. 8.47.1

    ἔτι διὰ τί τῶν ζῴων τὰ μὴ ἐπιμύοντα ἐν τῷ κοιμᾶσθαι οὐκ ὄψεται, εἴ γε πλήρεις ἔχει τοὺς τοῦ σώματος πόρους;

  35. 8.48.1

    εἰ δὲ μὴ συνεχὲς ἔξεισιν τὸ σῶμα τοῦτο τὸ τῆς κόρης, ἀλλὰ διῃρημένον, ἤτοι διεκπῖπτον συμφύεται καὶ συνεχὲς γίνεται ἢ μένει διῃρημένον.

  36. 8.49.1

    εἰ μὲν οὖν συμφύεται, πῶς πάλιν εἰς κῶνον συμφυόμενον ἐξαπλοῦται καὶ τηλικοῦτον, ὡς ἀποτέμνεσθαί τινος κώνου βάσει τὸ πλεῖστον μέρος τοῦ οὐρανοῦ;

  37. 8.50.1

    ἐχρῆν γὰρ αὐτό, ἀρξάμενον ἅπαξ ξυνιέναι καὶ συμφύεσθαι, ὑπὸ τοῦ περιέχοντος ἀέρος μᾶλλον συστέλλεσθαι καὶ εἰς στενὸν συνάγεσθαι.

  38. 8.51.1

    ἔτι εἰ ὑπ᾿ ἀκτίνων ὁ κῶνος περιέχεται διῃρημένων καὶ κεχωρισμένων, εἰ μὲν εἴη μὴ μεῖζον τὸ μεταξὺ τῶν ἀκτίνων, πλέον ἔσται τὸ μὴ ὁρώμενον τοῦ ὁρωμένου, καὶ τὸ μὲν πέριξ ὀφθήσεται, καθὸ αἱ εὐθεῖαι προσβάλλουσιν, τὸ δὲ μέσον οὔ.

  39. 8.52.1

    εἰ δὲ ἴσον, ἴσον οὐκ ὀφθήσεται.

  40. 8.53.1

    ἔλαττον δὲ πῶς ἂν εἴη τὸ τῶν εὐθειῶν μεταξύ, τῶν εὐθειῶν τηλικαύτην βάσιν ποιουσῶν;

  41. 8.54.1

    ἔτι τε πῶς οἷόν τε οὕτως τὰς ἀκτῖνας εἶναι παχέα σώματα ἐκ τῆς κόρης προπεμπόμενα ἀπὸ ὀλίγου σώματος;

  42. 8.55.1

    ἔτι δὲ αἱ ἀκτῖνες αἱ ἐκπεμπόμεναι τί δή ποτε οὔτε ὑπὸ τῶν ἀνέμων οὔτε ὑπὸ τῶν ὑδάτων τῶν κινουμένων περιφέρονται, ἀλλ᾿ ἐπ᾿ εὐθείας ἀεὶ καὶ τούτων ὄντων ὁρῶμεν, εἰ ἡ ἐπιφάνεια τοῦ ὕδατος ἐν ταὐτῷ μένοι;

  43. 8.56.1

    ἔτι πῶς διὰ τῶν στερεῶν διαφανῶν αἱ ἀκτῖνες διέρχονται;

  44. 8.57.1

    εἰ γὰρ λέγοιεν πόρους ἔχειν ταῦτα, ἤτοι κενοὺς ἕξει καὶ ἔσται τι κενὸν ἀφωρισμένον ἢ πλήρεις ἀέρος ἤ τινος ἄλλου σώματος, καὶ ποῦ τοῦτο χωρήσει;

  45. 8.58.1

    πῶς δὲ καὶ πλείους διὰ τοῦ αὐτοῦ ὀφθήσονται;

  46. 8.59.1

    πλείω γὰρ σώματα διὰ τῶν αὐτῶν πόρων διελεύσεται.

  47. 8.60.1

    ἔπειτα διὰ τί συνεχῆ τὰ διαφανῆ ὁρᾶται;

  48. 8.61.1

    μόνους γὰρ ἔδει τοὺς πόρους αὐτῶν ὁρᾶσθαι ἢ διαλείπουσάν γε τὴν ἐπιφάνειαν αὐτῶν, καθάπερ τῶν κοσκίνων.

  49. 8.62.1

    ὁμοίως δὲ καὶ τὰ δι᾿ αὐτῶν ὁρώμενα ἐπισκοτεῖσθαι ἔδει, καθὰ μὴ πόρους ἔχει τὰ διαφανῆ.

  50. 8.63.1

    πόθεν δὲ καὶ τὸ τοσοῦτον σῶμα ἐν ἡμῖν, ὥστε καὶ μέχρι τῶν ἄστρων ἐκπέμπεσθαι καὶ τοῦτ᾿ ἐστιν ἐν ἡμῖν πρὶν ἡμᾶς ὁρᾶν;

  51. 8.64.1

    πῶς δὲ οἷόν τε οὕτως ταχέως τὸ σῶμα κινεῖσθαι τοῦτο, ὥστε εὐθὺς τῷ ἀναβλέψαι ἅμα τὸν οὐρανὸν ἡμᾶς ὁρᾶν;

  52. 8.65.1

    ἔτι πῶς οἱ ἐξ ἐναντίας ἀλλήλους ὁρῶντες ὀφθήσονται, ἐὰν κατὰ τὸ αὐτὸ αἱ ἀκτῖνες ἀπαντήσωσιν ἀλλήλαις;

  53. 8.66.1

    ἢ γὰρ ἐν μέσῳ στήσονται καὶ οὐκ ἔσται ὄψις ἀλλήλων, ἢ δι᾿ ἀλλήλων ἐλεύσονται καὶ οὕτως πάλιν σῶμα διὰ σώματος δίεισιν, ἢ ἡ ἑτέρα κρατήσει καὶ ὁ ἕτερος τὸν ἕτερον ὄψεται μόνον.

  54. 8.67.1

    ἔτι πᾶν τὸ κινού τοπικῶς ἐν χρόνῳ κινεῖται καὶ ἀδύνατον κατὰ τὸ αὐτό τι τῷ αὐτῷ τάχει χρώμενον τὴν διπλασίαν ἐν τῷ αὐτῷ κινηθῆναι χρόνῳ.

  55. 8.68.1

    ἀλλὰ μὴν ἅμα ὁρῶμεν τά τε ἐγγὺς καὶ τὰ ἀπὸ πολλαπλασίου διαστήματος.

  56. 8.69.1

    τοὺς γοῦν ἀστέρας πλεῖστον ἀπέχοντας ἅμα ὁρῶμεν τοῖς παρεστῶσιν.

  57. 8.70.1

    οὐκ ἄρα κατὰ κίνησίν τινος τὸ ὁρᾶν.

  58. 8.71.1

    εἰ δὲ μὴ κατὰ κίνησιν, οὔτε κατὰ ἀκτίνων προβολὴν οὔτε κατὰ εἰδώλων ἀπόρροιαν οὔτε κατὰ τὴν ἀπ᾿ ἀμφοῖν.

  59. 9.1.1

    Εἰσὶν δέ τινες, οἳ διὰ τῆς τοῦ ἀέρος συνεντάσεως τὸ ὁρᾶν φασι γίνεσθαι.

  60. 9.2.1

    νυττόμενον γὰρ ὑπὸ τῆς ὄψεως τὸν συνάπτοντα τῇ κόρῃ ἀέρα σχηματίζεσθαι εἰς κῶνον.

  61. 9.3.1

    τούτου δὲ οἷον τυπουμένου κατὰ τὴν βάσιν ὑπὸ τῶν ὁρατῶν τὴν αἴσθησιν γίνεσθαι, καθάπερ καὶ τῇ ἁφῇ διὰ βακτηρίας.

  62. 9.4.1

    πολλὰ μὲν οὖν τὰ αὐτὰ ἔστι καὶ πρὸς τούτους εἰπεῖν τῶν εἰρημένων πρὸς τοὺς δι᾿ ἀκτίνων τὸ ὁρᾶν ποιοῦντας, ἰδίᾳ δὲ παρ᾿ αὐτῶν ἐπιζητήσειεν ἄν τις περί τε τῆς ἐντάσεως αὐτῆς τῆς ὑπὸ τῶν ὄψεων γινομένης τοῦ συνάπτοντος ἀέρος τῇ κόρῃ καὶ τῆς κατὰ τὸ ἕτερον μέρος τυπώσεως ὑπὸ τοῦ ὁρωμένου, ἔτι τε τῆς ἐπερείσεως, πῶς οἷόν τε παραδέξασθαι μανοῦ τοῦ ἀέρος ὄντος, ἄλλως τε καί, εἰ τοιοῦτόν τι ἦν, ἐγίνετο ἂν συναίσθησις ἡμῖν ἀντιβάσεὼς τινος.

  63. 9.5.1

    ἀλλὰ καὶ ἀναχωροῦντες εἰς τοὐπίσω οὐδὲν ἧττον ὁρῶμεν·

  64. 9.6.1

    καίτοι ἐπερείδοντας μὲν ὁρᾶν ἔδει, ὑποχωροῦντας δὲ μή.

  65. 9.7.1

    τίς γὰρ τότε ἡ ἐπέρεισις δι᾿ ἡμῶν αὐτῶν;

  66. 9.8.1

    ἢ ἐπέρεισιν φήσουσιν γίνεσθαι;

  67. 9.9.1

    ἀλλὰ καὶ τῆς ὄψεως ἀπὸ τοῦ ἡγεμονικοῦ γινομένης, εἰ καὶ ἐπὶ ταύτης τὰ τῆς τονικῆς κινήσεώς ἐστιν, ὥσπερ λέγεται πρὸς αὐτῶν, πῶς οὐ γίνονται διαλείψεις τινὲς τοῦ ὁρᾶν, ἅτε μὴ συνεχοῦς ἐπὶ τὰ πέρατα τῆς τάσεως γινομένης, δι᾿ αὐτὸ δὲ τοῦτο μηδὲ τῆς ἐπερείσεως;

  68. 9.10.1

    ὅπερ ἄν τις ἐπιζητήσειεν καὶ περὶ τῆς ἁφῆς, καθ᾿ ἣν ἁπτόμεθα τῶν ἑτέρων σωμάτων·

  69. 9.11.1

    οὐδὲ γὰρ ἐπὶ ταύτης διαλείψεις τῆς ἀντιλήψεως γίνονται, ἔδει δέ γε·

  70. 9.12.1

    τοιαύτη γὰρ ἡ τονικὴ κίνησις κατ᾿ αὐτούς.

  71. 9.13.1

    εἰ δὲ τὸ πνεῦμα τοῦτο δή, ὃ καλοῦσιν ὄψιν, μόνον κινεῖται τὴν προειρημένην κίνησιν, ἣν λέγουσι τονικήν, ἄλογον τὸ ἐπὶ μόνου τούτου λέγειν οὕτω, καίτοι γε οὔ φασιν.

  72. 9.14.1

    τὸ δὲ ὅλον ἀπορίας ἔχει πολλὰς ἡ περὶ τῆς τονικῆς κινήσεως δόξα.

  73. 9.15.1

    πρῶτον μὲν γὰρ ὁμοειδές τι ὂν αὐτὸ ἑαυτὸ κινήσει, ὃ ἀδύνατον δείκνυται προχειριζομένοις τὰς καθέκαστα κινήσεις.

  74. 9.16.1

    ἔπειτα, εἴπερ ἕν τι συνέχει τόν τε σύνολον κόσμον ἅμα τοῖς ἐν αὐτῷ, καὶ καθ᾿ ἕκαστον τῶν ἐπὶ μέρους σωμάτων ἐστί τι ὃ συνέχει, πῶς οὐκ ἀναγκαῖον ταὐτὸν ἅμα τὰς ἐναντίας κινεῖσθαι κινήσεις;

  75. 9.17.1

    ὁπότε γὰρ ἀπὸ τοῦ μέσου τοῦ κόσμου πρὸς τὰ πέρατα ἡ κίνησις τῷ διήκοντι πνεύματι γίγνοιτο, τότ᾿ ἀνάγκη καὶ ἑκάστῳ τῶν ἐπὶ μέρους σωμάτων ἤτοι ἀπὸ τοῦ μέσου ἢ πρὸς τὸ μέσον τὴν κίνησιν τῷ τοῦ παντὸς πνεύματος μορίῳ, ὃ δι᾿ ἑκάστου κεχώρηκεν, γίνεσθαι.

  76. 9.18.1

    διαφέρει δὲ οὐδὲν ὁποτερωθενοῦν λέγειν γίνεσθαι.

  77. 9.19.1

    εἰ μέν δὴ καὶ τοῦτο ἀπὸ τοῦ μέσου κινοῖτο, λέγω δὲ τὸ ἔν τινι τῶν ἐπὶ μέρους σωμάτων, ἅμα κάτω καὶ ἄνω κινήσεται τὸ διὰ τῶν κατωτέρω τοῦ μέσου μερῶν τῆς ἕξεως αὐτοῦ διῆκον.

  78. 9.20.1

    καθὸ μὲν τὸ πᾶν εἰς τὸ ἄνω, οὗ μέρος τοῦτο, ἄνω, καθὸ δὲ ἀπὸ τοῦ μέσου τοῦ ἐν ᾧ ἐστιν ἐπὶ τὰ πέρατα κινεῖται τὰ κατωτέρω τοῦ μέσου, εἰς τὸ κάτω κινήσεται δηλονότι.

  79. 9.21.1

    ὥστε ἅμα ἄνω καὶ κάτω τὸ αὐτό. εἰ δὲ ἀπὸ τῶν περάτων ἐπὶ τὸ μέσον, ταὐτὸν συμβήσεται περὶ τὰ τῶν ἀνωτέρω τοῦ μέσου μερῶν αὐτοῦ διεληλυθότος τοῦ πνεύματος.

  80. 9.22.1

    ἀλλὰ εἰ καὶ δοθείη διὰ τῆς τοῦ μεταξὺ ἀέρος ἐπερείσεως τὸ ὁρᾶν γίνεσθαι, ὅπως δηλοῦν ἐχρῆν μᾶλλον σκληρότητος καὶ μαλακότητος καὶ τραχύτητος καὶ λειότητος καὶ ὑγρότητος καὶ ξηρότητος ἀντίληψιν οὕτως ἢ χρώματος γίνεσθαι.

  81. 9.23.1

    τούτων γάρ τι καὶ διὰ βακτηρίας δυνάμεθα γινώσκειν, ἀλλ᾿ οὐχὶ χρώματα οὐδὲ σχήματα ἢ ποσὸν ἤ τι τῷ μεγέθει, ἅπερ ἐστὶ τὰ ὁρώμενα.

  82. 9.24.1

    τὰ γὰρ χρώματα καὶ τὰ σχήματα καὶ τὰ μεγέθη ἐστίν, ὧν ἡ ἀντίληψις διὰ τῆς ὄψεως.

  83. 9.25.1

    ὅλως δὲ ἔσται ἁφή τις ἡ ὄψις.

  84. 9.26.1

    ἀφῇ δὲ τὰ ἁπτὰ ὑπόπτωτα, ὥστ᾿ ἤτοι τὰ σώματα, καθὸ σώματά ἐστιν, ὁρατὰ ἔσται, ἢ τά γε πάθη τὰ κατὰ συμβεβηκός.

  85. 9.27.1

    ἔτι διὰ τί ἐκ μὲν φωτὸς τὰ ἐν σκότῳ ὄντα οὐχ ὁρᾶται, ἐκ δὲ σκότους τὰ ἐν τῷ φωτί;

  86. 9.28.1

    τὸ γὰρ λέγειν τὸν μὲν πεφωτισμένον ἀέρα τῷ διακεκρίσθαι μᾶλλον ἔχειν ἰσχὺν καὶ δύνασθαι τῇ ἐπερείσει τὴν αἴσθησιν κινεῖν, τὸν δὲ ἀφώτιστον τῷ μὴ κεχαλᾶσθαι μὴ δύνασθαι ὑπὸ τῆς ὄψεως συνεντείνεσθαι, καίτοι πυκνότερον ὄντα τοῦ πεφωτισμένου, πῶς πιθανόν;

  87. 9.29.1

    τοὐναντίον γὰρ εὔλογον τὸν πυκνότερον ῥᾷον συνεντείνεσθαι, ἄλλως τε καὶ τοῦτο πεφυκότα πάσχειν, ὁπότε ἐκ σκοτεινοῦ τὰ ἐν φωτὶ θεῷτο.

  88. 9.30.1

    εἰ δὲ μὴ ὁ συνάπτων τῇ κόρῃ ἀφώτιστος ἂν ἐντείνεσθαι πέφυκεν, ἀλλὰ μόνον ὁ πεφωτισμένος, τί διαφέρει ἐντεῦθεν ἢ ἐντεῦθεν εἶναι τὸ κεχαλασμένον τοῦ ἀέρος, λέγω δὲ πρὸς τοῦ δρωμένου ἢ πρὸς τοῦ ὁρῶντος;

  89. 9.31.1

    εὔλογον γὰρ καὶ ὅταν ᾖ ἀφώτιστος ὁ πρὸς τῇ κόρῃ, ὁ δὲ πεφωτισμένος πρὸς τῷ ὁρωμένῳ, ἐκλύεσθαι πάλιν τὸν τόνον τὸν ἀπὸ τῆς ὄψεως ἰόντα πρῶτον διὰ τοῦ ἀφωτίστου ὄντος δυσκινήτου, ἐκλυθέντα δὲ μηκέθ᾿ οἶόν τε εἶναι συνεντείνειν τὸν πεφωτισμένον τὰ πρὸς τῷ ὁρωμένῳ.

  90. 9.32.1

    οὐδὲν γὰρ μᾶλλον ἔδει τὰ ἐν τῷ φωτὶ ὑπὸ τῶν ἐν τῷ σκότῳ ὁρᾶσθαι ἢ τὸ ἔμπαλιν.

  91. 9.33.1

    ἔτι ἔστιν, ὅτε δύο οἰκημάτων καταντικρὺ ὄντων καὶ φῶς ἐχόντων, τοῦ δὲ μεταξὺ τῶν οἰκημάτων ἀέρος σκότος ἔχοντος, οὐδὲν ἧττον ἀλλήλους ὁρῶσιν ἐκ τῶν οἰκημάτων, καίτοι τοῦ μεταξὺ μὴ συνεντεινομένου ἀέρος.

  92. 9.34.1

    πῶς οἷόν τε τοῦτο συμβαίνειν;

  93. 9.35.1

    ἔτι τὰ ἄστρα αὐτὰ διὰ τί ἡμέρας μὲν οὐχ ὁρῶμεν, νύκτωρ δὲ ὁρῶμεν;

  94. 9.36.1

    φαινόμεθα γὰρ ἐνταῦθα τὸν ζοφερὸν μὲν ἀέρα καὶ συνεστῶτα δυνατοὶ ὄντες ἐντείνειν μέχρι τῶν ἄστρων, τὸν δὲ διακρινόμενον καὶ ἀλεεινότερον καὶ διὰ τοῦτο μᾶλλον ἰσχὺν ἔχχοντα, ὥς φασιν, μήτε ἐντεῖναι μήτε ἐπερεῖσαι δυνάμενοι μέχρι τοσούτου, ἀλλὰ μέχρι πολλῷ ἐλάττονος.

  95. 9.37.1

    ἀλλὰ καὶ τῆς σελήνης ὑπελθούσης τὸν ἥλιον καὶ ἔκλειψιν παντελῆ αὐτοῦ ποιησάσης δυνατοὶ γινόμεθα συστάντα καὶ ζοφωθέντα τὸν ἀέρα ἐντείνειν ἕως τῶν ἄστρων πρὸ τοῦ μὴ δυνάμενοι.

  96. 9.38.1

    ἀλλὰ καὶ ἐν ὕλῃ συσκίῳ ὄντες ἢ ἐν βαθεῖ φρέατι τὸ αὐτὸ ποιοῦμεν.

  97. 9.39.1

    φαίνεται γὰρ ἀπὸ τῶν τοιούτων τόπων ἡμῖν ἄστρα καὶ μεθ᾿ ἡμέραν.

  98. 9.40.1

    ἔτι ὅταν ὁρῶμεν τὰ ἐν τῷ ὑγρῷ, καὶ τὸ ὕδωρ τῷ ἀέρι συνεντείνεται ἢ οὔ;

  99. 9.41.1

    εἰ μὲν γὰρ μὴ συνεντείνεται, οὐχ οὕτως τὸ ὁρᾶν.

  100. 9.42.1

    ὁρᾶται γὰρ καὶ τὰ ἐν τῷ ὕδατι.

← Previous · Next → — showing 601700 of 1,717

First Thousand Years of Greek. CTS URN tlg0732.tlg011.1st1K-grc1. Via the Perseus Digital Library / Open Greek and Latin TEI corpora. Licence: Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License. Source.