Ancient Textssearch the texts themselves, not just their titles

← All works

De anima libri mantissa

First Thousand Years of Greek · First Thousand Years of Greek · 1,717 sections

  1. 5.37.1

    ἔτι εἰ ἡ ποιότης σῶμα, ἡ ἐν τῷ μήλῳ ἡ κατὰ τὴν ὀσμὴν ποιότης δῆλον ὡς δι᾿ ὅλου διήκει τοῦ σώματος τοῦ μήλου καὶ ἴσον αὐτῷ κατέχει τόπον.

  2. 5.38.1

    ἀλλὰ μὴν μετακομισθέντος τοῦ μήλου καὶ ὁ πέριξ ἀὴρ εὐωδίας ἀνεπλήσθη πολλαπλάσιος ὤν, ὥστε καὶ διὰ τούτου ἡ αὐτὴ ποιότης διῆλθεν καὶ ἴσον αὐτῷ κατέσχεν τόπον, κἂν πάλιν μετακομισθῇ τὸ μῆλον πάλιν ἄλλον ἀέρα ἀναπλήσει.

  3. 5.39.1

    πῶς οὖν τὸ ἴσον σῶμα μένον καὶ διῆκον καὶ διὰ τοῦ μήλου ἐκεῖνόν τε μένει κατέχον τὸν τόπον σὺν τῷ μήλῳ καὶ ἅμα πολλαπλάσιον ἄλλον καὶ ἄλλοτε ἄλλον;

  4. 5.40.1

    οὔτε γὰρ ἡ αὐτὴ εὐωδία ἐν τῷ πρώτῳ ἀέρι συμμεταφέρεται τῷ μήλῳ, οὔτε ἐκ τοῦ μήλου ἀεὶ ἄλλη καὶ ἄλλη εὐωδία γεννᾶται.

  5. 5.41.1

    πῶς γὰρ οἷόν τε ἐξ ὀλίγου σώματος πολυπλάσιον προἱέναι μηδενὸς προσγινομένου αὐτῷ;

  6. 5.42.1

    ἔτι οὐδὲν σῶμα εἰς τὸ μὴ ὂν φθείρεται, αἱ δὲ ποιότητες εἰς τὸ μὴ ὂν φθείρονται.

  7. 5.43.1

    οὐκ ἄρα αἱ ποιότητες σώματα.

  8. 5.44.1

    οὐ γὰρ ἡ λευκότης μελανία ἐγένετο ὑπομείνασα.

  9. 5.45.1

    ἔτι εἰ ἡ ποιότης σῶμα, πᾶν δὲ σῶμα ἢ ὕλη ἢ ἐξ ὕλης καὶ ποιότητος, εἴη ἂν καὶ ἡ ποιότης τούτων τι.

  10. 5.46.1

    ὕλη μὲν οὖν ἀδύνατον.

  11. 5.47.1

    λείπεται ἄρα ἐξ ὕλης καὶ ποιότητος λέγειν τὴν ποιότητα.

  12. 5.48.1

    εἰ δὲ τοῦτο, πρῶτον μὲν ἡ ποιότης οὐ ποιότης, ἀλλὰ ὕλη καὶ ποιότης (ἕτερα γὰρ ἀλλήλων ταῦτα), ἔτι δὲ ἡ μετὰ τῆς ὕλης ποιότης καὶ αὐτὴ πάλιν ὕλη καὶ ποιότης εἴη ἄν, εἰ σῶμα, καὶ οὕτως ἐπ᾿ ἄπειρον, καὶ ἄπειροι ὗλαι εἶεν ἂν ἐν ἑκάστῃ ποιότητι.

  13. 5.49.1

    εἰ γὰρ ἡ ὕλη ποιότης, πᾶν ἐνεργείᾳ σῶμα ἂν εἴη ἂν οὐκ ἐξ ὕλης καὶ ποιότητος, ἀλλ᾿ ἐκ ποιότητος καὶ ποιόσῶμα τουτέστιν ἐξ ὕλης καὶ ὕλης, εἴ γε ταὐτὸν ἡ ὕλη καὶ ἡ ποιότης, καὶ οὐδὲν διοίσει ἡ ὕλη τοῦ κατ᾿ ἐνέργειαν σώματος.

  14. 5.50.1

    εἰ δὲ τοῦτο, ἄποιος δὲ ἡ ὕλη, ἄποιον ἂν εἴη καὶ τὸ κατ᾿ ἐνέργειαν σῶμα καὶ ἢ οὐδ᾿ ὅλως ἔσται ἡ ποιότης ἢ οὐδὲν ἄλλο σῶμα ἢ ποιότης.

  15. 5.51.1

    ἔτι εἰ σῶμα αἱ ποιότητες, καὶ τὸ φῶς ποιότης, καὶ ὡς δοκεῖ αὐτοῖς σῶμα, πῶς ἀπὸ τοῦ λύχνου οὕτως ὄντος μικροῦ σώματος τοσοῦτον ἀπέρχεται σῶμα, ὥστε ἐξισωθῆναι τῷ πέριξ ἀέρι τοσούτῳ ὄντι καὶ μετενεχθέντος πάλιν εἰς ἄλλον ἀέρα ἄλλο πάλιν ἄπεισιν τοσοῦτον;

  16. 5.52.1

    ἢ πῶς οὐκ αὔξεται ὁ ἀὴρ τοσούτου προσγινομένου σώματος αὐτῷ, ἢ πῶς διήκει δι᾿ αὐτοῦ μεστοῦ ὄντος καὶ κιρνᾶται αὐτῷ τὸ φῶς;

  17. 5.53.1

    ἤ, εἰ τοῦτο συμμεταφέρεται, πῶς ἥνωται τῷ λύχνῳ τὸ ἐκτὸς ὑπ᾿ αὐτοῦ γινόμενον φῶς;

  18. 5.54.1

    ἔτι πῶς ὁ ἐν τῷ οἰκιδίῳ ἀὴρ ὅταν πολλὰς λάβῃ ποιότητας οὐκ αὔξεται;

  19. 5.55.1

    ἐν ἴσῳ γὰρ τῷ αὐτῷ καὶ φῶς καὶ θερμότης καὶ ὀσμὴ καὶ χρῶμα καὶ ψόφος.

  20. 5.56.1

    ταῦτα δὴ πάντα σώματα ὄντα καὶ δι᾿ ὅλου τοῦ ἀέρος τοῦ ἐν τῷ οἰκιδίῳ ὄντα πῶς οὐκ αὔξει αὐτὸν ἢ πῶς οὐ ῥήγνυσιν τὸν οἶκον;

  21. 5.57.1

    ὁ γὰρ ἐν τῷ ἀσκῷ ἀὴρ ὀλίγον αὐξηθεὶς ῥήγνυσιν τὸν ἀσκόν.

  22. 5.58.1

    ὅτι γὰρ ἄλλο ἐστὶ ποιότης παρὰ τὸ ποιότητα ἔχον καὶ πεποιωμένον σῶμα τῇ τε ἐπινοίᾳ καὶ τῷ λόγῳ, ἐντεῦθεν δῆλον.

  23. 5.59.1

    ἤτοι ταὐτόν ἐστι τὸ σῶμα καὶ τὸ ποιὸν σῶμα ἢ ἕτερον.

  24. 5.60.1

    εἰ μὲν ἕτερον, δῆλον ὡς προσθήκῃ τινὶ καὶ διαφορᾷ τὸ ποιὸν σῶμα τοῦ σώματος ἕτερον.

  25. 5.61.1

    ἐναργὲς δὲ τὸ εἶναι αὐτὸ ἕτερον.

  26. 5.62.1

    καὶ γὰρ αἱ ὁρισμοὶ αὐτῶν καὶ οἱ λόγοι διαφέρουσιν.

  27. 5.63.1

    δὴ διαφέρει τὸ ποιὸν σῶμα τοῦ σώματος, τοῦτ᾿ ἔστιν ποιότης, ὥστε τὸ σῶμα ποιότητος παρουσίᾳ καὶ προσθήκῃ ποιὸν σῶμα ἐγένετο.

  28. 5.64.1

    ἕτερον δὲ τὸ μετειληφὸς τινος τοῦ πρὸ τοῦ μετειληφέναι, καὶ ἕτερον τὸ μεταλαμβανόμενον τοῦ μεταλαμβάνοντος.

  29. 5.65.1

    ᾧ δὴ διαφέρει τὸ ποιὸν σῶμα τοῦ σώματος, τοῦτ᾿ ἔστιν ποιότης, οὐ σῶμα οὖσα δηλονότι.

  30. 5.66.1

    τὸ γὰρ σῶμα κοινὸν τῷ τε σώματι καὶ τῷ ποιῷ σώματι, καὶ οὐ διαφέρει τὸ ποιὸν σῶμα τοῦ σώματος ποιῷ σώματι, ἀλλὰ ποιότητι.

  31. 5.67.1

    ὁριζόμενοι γοῦν τὸ ποιὸν σῶμα καὶ τὸ σῶμα τὴν διαφορὰν αὐτῶν οὐ κατὰ ποιὸν σῶμα, ἀλλὰ κατὰ ποιότητα ποιούμεθα.

  32. 5.68.1

    εἰ δέ τις λέγοι ταὐτὸν εἶναι σῶμα καὶ ποιὸν σῶμα, πρῶτον οἱ λόγοι αὐτῶν οἱ αὐτοὶ ἔσονται, ὥστε ἔσται λευκοῦ σώματος καὶ πάλιν σώματος καὶ μέλανος σώματος ὁ αὐτὸς λόγος.

  33. 5.69.1

    εἰ δὲ τοῦτο, καὶ λευκοῦ σώματος καὶ μέλανος σώματος ὁ αὐτὸς ἔσται λόγος.

  34. 5.70.1

    ἑκάτερος γὰρ αὐτῶν ὁ αὐτὸς τῷ τοῦ σώματος.

  35. 5.71.1

    ἔτι εἰ ταὐτὸν ἐστι σώματι εἶναι καὶ ποιῷ σώματι, ταὐτὸν ἔσται τὸ σῶμα τὸ ὑποκείμενον τῷ λευκῷ καὶ τὸ ἤδη δεδεγμένον τὴν λευκότητα καὶ λευκόν, καὶ θατέρου φθειρομένου φθαρήσεται καὶ τὸ ὑποκείμενον σῶμα τῷ λευκῷ.

  36. 5.72.1

    οὐχ ὁρῶμεν δὲ τοῦτο γινόμενον.

  37. 5.73.1

    ὑπομένον γὰρ τοῦτο τὸ τέως λευκὸν ταὐτὸν τῷ ἀριθμῷ δέχεται τὰ ἐναντία.

  38. 6.1.1

    Εἰ τὰ τέσσαρα σώματα ἀεὶ μετ᾿ ἀλλήλων μέμικται καὶ καλεῖται ἕκαστον αὐτῶν τόδε τι ἀπὸ τοῦ πλεονάζοντος ἐν αὐτῷ, μὴ δύναται δὲ κατ᾿ ἰδίαν τι αὐτῶν ληφθῆναι διὰ τὸ εἶναι γῆς μὲν ἴδιον τὸ ἀντιτυπές, πυρὸς δὲ τὸ ὁρατόν, τῶν δὲ ἄλλων ἑκάστου ἄλλο τι, καὶ διὰ τοῦτο ἕκαστον αὐτῶν πλείοσιν αἰσθήσεσιν αἰσθητὸν εἶναι, καθόσον κεκοινώνηκεν καὶ τῶν ἄλλων (καὶ γὰρ τὸ πῦρ ἁπτὸν καὶ ἀντιτυπές, διότι γῆν ἔχει, καὶ ἡ γῆ ὁρατόν.

  39. 6.2.1

    διότι πῦρ ἐστιν ἐν αὐτῇ), τί ποτε ἐροῦσιν ἴδιον εἶναι σώματος καὶ τίνα τὸν λόγον ἀποδώσουσιν τοῦ κοινοῦ καὶ φυσικοῦ σώματος, καθὸ σῶμα;

  40. 6.3.1

    εἰ γὰρ μή ἐστι παντὸς σώματος ἡ ἀντιτυπία μηδέ ἐστιν ὁ λόγος αὐτοῦ τὸ τριχῇ διαστατὸν μετὰ ἀντιτυπίας (τοῦτο γὰρ ἴδιόν φασι τῆς γῆς), τίς ὁ τοῦ κοινοῦ σώματος λόγος;

  41. 6.4.1

    δεῖ γὰρ εἶναί τινα, εἴ γε τῶν γενῶν ἐστίν τις λόγος καὶ ἄλλος τις παρὰ τὸν τῶν εἰδῶν ἑκάστου.

  42. 6.5.1

    ταύτῃ γὰρ τὸ γένος τῶν ὁμωνύμως λεγομένων διαφέρει.

  43. 6.6.1

    ἔτι, εἰ διὰ τοῦτο ὁ ἀὴρ ἁπτός, ὅτι γῆς ἔχει, καὶ διὰ τοῦτο οὐκ ἔστιν ἀντιτυπίαν ἔχων πάνυ τι, διότι ἔλαττον ἔχει γῆς, τί δή ποτε, ἐπειδὰν ἀσκὸν πνεύματος πληρώσῃ τις, ἀντιτυπεῖ τότε μᾶλλον;

  44. 6.7.1

    δεήσει γὰρ αὐτοὺς λέγειν γῆς τότε πλεῖον τὸ πνεῦμα μετειληφέναι, εἴ γε παρὰ τῆς γῆς ἡ ἀντιτυπία.

  45. 6.8.1

    εἰ δέ, ὅτι μὴ χεῖσθαι δύναται συγκεκλειμένος, διὰ τοῦτο ἔχει τὴν ἀντιτυπίαν, οὐ παρὰ τὸ πλέον ἢ ἔλαττον ἔχειν γῆς τὸ ἀντιτυπὲς αὐτῷ, ἀλλὰ παρὰ τὴν οἰκείαν φύσιν.

  46. 6.9.1

    ὁ γὰρ αὐτὸς μένων ποτὲ μὲν μᾶλλον, ποτὲ δὲ ἧττον ἀντιτυπεῖ, ὥστε παρ᾿ ἄλλο τι ἡ ἀντιτυπία.

  47. 6.10.1

    ἔτι, εἰ εἰς ἄλληλα τὰ σώματα μεταβάλλει ταῦτα, κοινῆς ὕλης ὑποκειμένης αὐτοῖς, καὶ ἔστι κατὰ τὸ εἶδος ἐναντίωσιν ἔχοντα πρὸς ἄλληλα, καὶ ἀεὶ τὸ ἐπικρατοῦν μεθίστησιν εἰς τὴν οἰκείαν φύσιν τὸ κρατούμενον, τί δή ποτε ἐπὶ μὲν τῶν ἔξω κεχωρισμένων τὰ παρακείμενα ἀλλήλοις τὰ ἐλάττονα ὑπὸ τῶν πλειόνων, εἰ εἴη ἐναντία, φθείρεται, ἐνυπάρχοντα δὲ ἑκάστῳ τὰ ἐλάττονα ἐν τοῖς μείζοσιν καὶ διὰ τοῦτο λεγομένοις τόδε τι εἶναι, ἀπὸ τοῦ πλεονάζοντος οὐ φθείρεται τὴν αὑτῶν φύσιν;

  48. 6.11.1

    τοῖς γὰρ οὕτως λέγουσιν συμβήσεται κατὰ τὰς ὁμοιομερείας τὰς Ἀναξαγόρου τὴν γένεσιν κατὰ σύγκρισιν καὶ ἔκκρισιν τῶν στοιχείων λέγειν, οὐ κατὰ μεταβολήν.

  49. 6.12.1

    ἔτι, εἰ πᾶν τὸ λαμβανόμενον τὰ τέτταρα ἐν αὐτῷ ἔχει, καὶ μὴ δυνατὸν εἰλικρινές τι ληφθῆναι, ἐπ᾿ ἄπειρον ἡ πρόοδος ἔσται ἀεὶ τοῦ λαμβανομένου καὶ ἀφαιρουμένου τῶν τεττάρων κεκοινωνηκότος.

  50. 6.13.1

    εἰ γάρ, ὅτε ἐκπίπτει τὴν αἴσθησιν διὰ σμικρότητα, τότε ἐροῦσιν αὐτὰ εἰλικρινῆ λαμβάνεσθαι, οὐκ ἔτ᾿ ἔσται μεμιγμένα πάντα.

  51. 6.14.1

    ἔτι εἰ καὶ μηκέτι ὁρώμενον ἔτι μέμικται πυρί, οὐ διότι ὁρατόν ἐστιν, διὰ τοῦτο πυρὸς ἔχει·

  52. 6.15.1

    καὶ γὰρ μηκέτι ὁρατὸν ὂν μηδὲ ὁρώμενον ἔτι κεκοινώνηκεν πυρὸς τότε.

  53. 6.16.1

    ἔτι πῶς ἐκ τῆς τῶν τοιούτων συνθέσεως τὸ ὁρατὸν ἔσται;

  54. 6.17.1

    οὐ γὰρ δὴ ἐκ τῶν ἀμίκτων ἡ σύνθεσις μῖξίν τινος τῶν ἄλλων ποιήσει.

  55. 6.18.1

    εἰ δὲ ἡ τῶν τοιούτων σύνθεσις ἀόρατος ἔσται τῷ ἄμικτον ἕκαστον αὐτῶν εἶναι πυρός, δυνήσεταί τι οὕτως συντιθέμενον σῶμα ἐπ᾿ ἄπειρον αὐξόμενον ἀόρατον μένειν.

  56. 6.19.1

    ὁμοίως δὲ καὶ ἀναφές, εἰ ἐκ τῶν καθαρευόντων τῆς γῆς συντίθοιτο.

  57. 6.20.1

    ἔτι πότερον λέγουσιν ἀδύνατον εἶναι τὴν ὕλην θερμότητα καὶ ξηρότητα δέξασθαι καὶ πῦρ γενέσθαι ἄνευ ψυχρότητος καὶ ξηρότητος, ἐν οἷς τῇ γῇ τὸ εἶναι, ἢ οἵα τε καὶ χωρὶς ψυχρότητος δέχεσθαι θερμότητα;

  58. 6.21.1

    εἰ μὲν γὰρ ἀδύνατον ἐροῦσιν, πῶς οὐκ ἄτοπον κατὰ τὸ αὐτὸ αὐτὴν ψυχρότητός τε καὶ θερμότητος εἶναι δεκτικήν, τῶν ἐναντίων, ὧν ἀδύνατός ἐστι τὸ ἕτερον ἰδίᾳ δέξασθαι;

  59. 6.22.1

    εἰ δέ, ὅπερ εὔλογον, χωρὶς τοῦ ἑτέρου θάτερον οἵα τε δέξασθαι (κατὰ γὰρ ταὐτὸν ἀδύνατον), πῶς οὐκ ἔσται τὸ ὑποκείμενον θερμότητα καὶ ξηρότητα ἔχον ἁπτόν;

  60. 6.23.1

    ἔσται γὰρ οὕτως τὸ θερμὸν οὐκ αἰσθητὸν αὐτοῖς κατὰ τὴν αὑτοῦ φύσιν.

  61. 6.24.1

    εἰ δέ γε ἀδύνατόν ἐστιν αὐτὸ ὑφεστὸς ἐνεργείᾳ ὑπ᾿ αἴσθησιν πεσεῖν, εἰ μὴ καὶ ψυχρότητος αὐτῷ μεμιγμένον εἴη·

  62. 6.25.1

    ἐν γὰρ τούτῳ τῇ γῇ τὸ εἶναι, καὶ τούτῳ τοῦ πυρὸς διαφέρει.

  63. 6.26.1

    ὥστε ἔσται παρὰ τοῦ ἐναντίου αὐτῷ τὸ αἰσθητόν.

  64. 6.27.1

    ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων, καὶ οὕτως οὐδὲν ἄμικτον ὂν τοῦ ἐναντίου καὶ εἰλικρινὲς αἰσθητὸν ἔσται.

  65. 7.1.1

    Εἰ τὸ πῦρ, θερμὸν καὶ ξηρὸν ὄν, φύσει κοῦφόν ἐστιν, εἴη ἂν τὸ μετ᾿ αὐτὸ κοῦφον κοινωνοῦν αὐτῷ κατ᾿ ἐκεῖνο, καθ᾿ ὃ κοῦφον ἦν.

  66. 7.2.1

    ἀλλὰ μὴν τὸ πῦρ κοῦφόν τε καὶ θερμόν ἐστιν, τὸ γοῦν ξηρὸν φύσει ἐν τῇ γῇ ἐστιν, οὔσῃ βαρείᾳ, καὶ ὁ ἀὴρ ἄρα, δευτέρως κοῦφος ὤν, θερμός ἐστιν.

  67. 7.3.1

    ἔτι, εἰ τὰ ἄλλα τὰ γειτνιῶντα ἀλλήλοις στοιχεῖα κατὰ κοινόν τι γειτνιᾷ, εὔλογον καὶ τὸν ἀέρα τῷ πυρὶ ἔχειν τι κοινὸν σύμβολον.

  68. 7.4.1

    ὑγρὸς δ᾿ ὢν τί ἂν ἄλλο κοινὸν ἔχοι πρὸς αὐτὸ ἢ τὸ θερμὸς εἶναι;

  69. 7.5.1

    ἔστιν γὰρ τῇ μὲν γῇ καὶ τῷ ὕδατι τὸ ψυχρὸν κοινόν, τῷ δὲ ὕδατι καὶ τῷ ἀέρι τὸ ὑγρόν, τῷ δὲ ἀέρι καὶ τῷ πυρὶ λείπεται τὸ θερμόν.

  70. 7.6.1

    ἔτι εἰ τὰ ἁπλᾶ ἐστι τὸ θερμὸν καὶ τὸ ψυχρὸν καὶ τὸ ξηρὸν καὶ τὸ ὑγρὸν καὶ ταῦτά ἐστι τὰ εἰδοποιοῦντα τὰ στοιχεῖα, εἴδει ἂν ἀλλή|λων διαφέροι τὰ ἁπτικῇ ἁπλῇ διαφορᾷ διαφέροντα.

  71. 7.7.1

    ὥστε εἰ τὸ ὕδωρ καὶ ὁ ἀὴρ εἴδει διαφέρουσιν, ἁπλῇ ἄν τινι διαφορᾷ διαφέροιεν.

  72. 7.8.1

    ἀλλὰ μὴν τὸ ὑγρὸν αὐτοῖς τὸ αὐτό ἐστι, λείπεται ἄρα κατὰ ψυχρὸν καὶ θερμὸν εἶναι τὴν διαφορὰν αὐτοῖς.

  73. 7.9.1

    ἔτι εἰ τὰ κατὰ τὸ μᾶλλον καὶ ἧττον ἀλλήλων διαφέροντα εἴδει οὐ διαφέρει, καὶ ὁ ἀὴρ ψυχρὸς καὶ ὑγρός, οὐκ ἂν τοῦ ὕδατος εἴδει διαφέροι·

  74. 7.10.1

    καὶ γὰρ ἐκεῖνο ψυχρόν τε καὶ ὑγρόν ἐστι.

  75. 7.11.1

    καὶ γὰρ εἰ τὸ μὲν μᾶλλον, τὸ δὲ ἧττον λέγοι τις, ἀλλ᾿ οὖν εἴδει οὐ διοίσει·

  76. 7.12.1

    ἄμφω ἄρα ἕν, καὶ οὐκέτι τὰ στοιχεῖα τέσσαρα.

  77. 7.13.1

    ἔτι εἰ τεττάρων οὐσῶν συμπλοκῶν ἐκ τοῦ ξηροῦ καὶ ὑγροῦ καὶ θερμοῦ καὶ ψυχροῦ αἱ τρεῖς τὰ ἄλλα στοιχεῖα εἰδοποιοῦσιν, εὔλογον τὴν καταλειπομένην συζυγίαν τὸν ἀέρα εἰδοποιεῖν.

  78. 7.14.1

    εἰδοποιεῖ γὰρ τὸ μὲν θερμὸν καὶ ξηρὸν τὸ πῦρ, τὸ δὲ ξηρὸν καὶ ψυχρὸν τὴν γῆν, τὸ δὲ ψυχρὸν καὶ ὑγρὸν τὸ ὕδωρ, τὸ ἄρα θερμὸν καὶ ὑγρὸν εἰδοποιήσει τὸν ἀέρα.

  79. 7.15.1

    ἔτι οὗ ἡ γένεσις διὰ θερμοῦ, τοῦτο θερμὸν τῇ αὐτοῦ φύσει.

  80. 7.16.1

    τῷ δὲ ἀέρι γένεσις ἐξ ὕδατος διὰ θερμοῦ γίνεται.

  81. 7.17.1

    θερμαινόμενον γὰρ τὸ ὕδωρ εἰς ἀέρα μεταβάλλει.

  82. 7.18.1

    ἀλλὰ καὶ ὅσον ἐκ γῆς εἰς ἀέρα μεταβάλλει, θερμαινομένης τρέπεται καὶ μεταβάλλει.

  83. 7.19.1

    ὥστε θερμὸς ὁ ἀὴρ τῇ αὐτοῦ φύσει.

  84. 7.20.1

    ἔτι εἰ κατὰ τὸ σύμβολον ἡ μεταβολὴ τοῖς στοιχείοις εὐκολωτέρα γίνεται εἰς ἄλληλα καὶ ἔστι τοῖς τρισὶν κοινόν τι σύμβολον ἄλλῳ πρὸς ἄλλο, εἴη ἂν καὶ τῷ ἀέρι καὶ τῷ πυρὶ κοινὸν σύμβολον.

  85. 7.21.1

    οὐδὲν δὲ ἄλλο δύναται, ἢ θερμόν.

  86. 7.22.1

    θερμὸς ἄρα ὁ ἀήρ.

  87. 7.23.1

    ἔστι δὲ σύμβολον τὸ κοινὸν γῇ μὲν καὶ ὕδατι τὸ ψυχρόν, πυρὶ δὲ καὶ γῇ τὸ ξηρόν, ὕδατι δὲ καὶ ἀέρι τὸ ὑγρόν, πυρὶ δὲ καὶ ἀέρι τὸ θερμόν.

  88. 8.1.1

    Εἰ κατὰ ἀκτίνων ἔκχυσιν καὶ πρόπτωσιν τὸ ὁρᾶν, δῆλον ὅτι σώματα αὖται.

  89. 8.2.1

    οὐδὲ γὰρ οἶόν τε ἄλλως κινηθῆναι αὐτὰς καὶ προελθεῖν.

  90. 8.3.1

    τοῦτο δὴ τὸ σῶμα τὸ τῶν ἀκτίνων πότερον ἀήρ ἐστιν ἢ φῶς ἢ πῦρ;

  91. 8.4.1

    καὶ πότερον συνεχές ἐστιν, ἢ διῃρημένον;

  92. 8.5.1

    καὶ εἰ συνεχές, πότερον ἐκπίπτει τοιοῦτον, ἢ ἐκπίπτει μὲν διῃρημένον, ἐκπεσὸν δὲ συμφύεται καὶ γίνεται συνεχές;

  93. 8.6.1

    πάντα γὰρ ταῦτα ἄτοπα.

  94. 8.7.1

    εἰ μὲν οὖν ἀήρ ἐστι, τί δεῖ αὐτὸν ἐκπεσεῖν, ὄντος γε καὶ ἔξω ἀέρος;

  95. 8.8.1

    εἰ δὲ φῶς καὶ οἷον ἀὴρ διαυγής (τοιοῦτον γάρ τι τὸ φῶς εἶναι οἰόμεθα), καὶ οὕτως μὲν περίεργος ἡ ἔκπτωσις, ὄντος γε καὶ ἔξω φωτός.

  96. 8.9.1

    καὶ γὰρ οὐδὲ ἄνευ τοῦ ἔξω δυνατὸν ὁρᾶν ἐστιν.

  97. 8.10.1

    εἶτα διὰ τί νύκτωρ καὶ σκότους οὐχ ὁρῶμεν;

  98. 8.11.1

    αὐτὸ γὰρ τὸ διὰ τῶν ὀφθαλμῶν ἐκπῖπτον φῶς κανὸν ἂν ἦν φωτίζειν τὸν θύραθεν ἀέρα, ὅ γε καὶ μέχρι τῶν ἄστρων ἀποτείνεσθαι πέφυκεν·

  99. 8.12.1

    οὕτως ἐστὶν ἰσχυρόν.

  100. 8.13.1

    εἰ δέ ἐστιν ἀσθενέστερον τοῦ μεθημερινοῦ φωτός, ἐχρῆν τοσούτῳ μᾶλλον νύκτωρ μὲν καὶ σκότους ὁρᾶν, ἡμέρας δὲ μή.

← Previous · Next → — showing 501600 of 1,717

First Thousand Years of Greek. CTS URN tlg0732.tlg011.1st1K-grc1. Via the Perseus Digital Library / Open Greek and Latin TEI corpora. Licence: Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License. Source.