Ancient Textssearch the texts themselves, not just their titles

← All works

De anima libri mantissa

First Thousand Years of Greek · First Thousand Years of Greek · 1,717 sections

  1. 4.5.1

    οὐ γὰρ οἷόν τε τὸ εἶδος ἐν ὕλῃ ὡς ἐν ὑποκειμένῳ εἶναι, εἴ γε τὸ ἐν ὑποκειμένῳ ἐστίν, ὃ ἔν τινι μὴ ὡς μέρος ὃν ἀδύνατον χωρὶς εἶναι τοῦ ἐν ᾧ ἐστιν (δεῖ γὰρ τὸ ὑποκείμενον τῷ ἐν ὑποκειμένῳ ὄντι τόδε τι εἶναι), οὐδὲν δὲ πρὸς τὸ εἶναι ἐνεργείᾳ τόδε τι καὶ τοῦ ἐν ᾧ λέγεται εἶναι χωρὶς εἴδους.

  2. 4.6.1

    διὰ τοῦτο γοῦν οὐδὲ ἡ ὕλη αὐτὴ καθ᾿ αὑτὴν ὑπόστασιν ἔχειν δύναται, ὅτι μηδέπω τὸ εἶδός ἐστιν ἐν αὐτῇ.

  3. 4.7.1

    ἕκαστον γὰρ τῶν ὄντων μετὰ εἴδους ἐστὶ τόδε τι.

  4. 4.8.1

    κατὰ γὰρ τὸ εἶδος πᾶν ἐστι τοῦτο ὃ λέγεται.

  5. 4.9.1

    ὥστε οὐκ ἂν εἴη ἐν ὑποκειμένῳ τῇ ὕλῃ τὸ φυσικὸν εἶδος.

  6. 4.10.1

    τὸ μὲν γὰρ κατὰ τέχνην γινόμενον εἶδος ἐν ὑποκειμένῳ ἐστὶ τῷ τόδε τι εἶναι καὶ εἶδος ἔχειν τὸ ὑποκείμενον, ὡς ὁ τεχνίτης τὸ τεχνικὸν εἶδος ἐμποιεῖ τε καὶ περιτίθησιν.

  7. 4.11.1

    οὐκέτι δὲ τὸ φυσικὸν εἶδος οἷόν τε οὕτως εἶναι ἐν τῇ ὕλῃ λέγειν.

  8. 4.12.1

    οὐ γὰρ τόδε τι οὐδὲ ἐνεργείᾳ ὑποκείμενον ἡ ὕλη καθ᾿ αὑτήν.

  9. 4.13.1

    εἰ οὖν τὸ μὲν φυσικὸν εἶδος οὐκ ἐν ὑποκειμένῳ, καὶ ἡ ψυχὴ δὲ φυσικὸν εἶδος, οὐκ ἂν οὐδὲ ἡ ψυχὴ ἐν ὑποκειμένῳ εἴη.

  10. 4.14.1

    οὐ γάρ ἐστιν ἡ ψυχὴ ἐν σώματι ἁπλῶς γινομένη, ἐπεὶ κἂν ἐν παντὶ σώματι ἐγίνετο, ὥστε καὶ ἐν τοῖς ἁπλοῖς, πυρί, ἀέρι, ὕδατι, γῇ·

  11. 4.15.1

    τοῦτο δὲ ἀδύνατον.

  12. 4.16.1

    ἀλλ᾿ ἔστιν ὑποκείμενον αὐτῷ καὶ ὕλη τὸ ὀργανικὸν σῶμα, ὃ οὔτε πρὸ τοῦ τὴν ψυχὴν ἔχειν οἷόν τε ὀργανικὸν εἶναι, οὔτε ἀποβαλὸν τὴν ψυχὴν ὀργανικὸν ἔτι.

  13. 4.17.1

    οὐδὲν γὰρ ἄψυχον σῶμα ὀργανικόν.

  14. 4.18.1

    οὐκ ἄρα ἔστι λαβεῖν διὰ τοῦτο ἐν ᾧ ἐστιν ἡ ψυχή.

  15. 4.19.1

    σὺν γὰρ ταύτῃ ὂν ὀργανικόν, ὡς ὁ μόλιβδος σὺν τῇ βαρύτητι.

  16. 4.20.1

    ἀλλ᾿ οὔτε τὸ πῦρ ἐν τῷ ἄνθρακι ὡς ἐν ὑποκειμένῳ.

  17. 4.21.1

    τὸ μὲν γὰρ πρώτως καὶ κυρίως πῦρ λεγόμενον οὐκ ἔστιν ἐν τῷ ἄνθρακι οὐδὲ ἐν ξύλῳ ἢ ἄλλῃ τινὶ τοιαύτῃ ὕλῃ (καθ᾿ αὑτὸ γὰρ ἡ ὑπόστασις ἐκείνῳ, ὥσπερ ἀέρι τε καὶ γῇ καὶ ὕδατι), τὸ δὲ διακονικὸν πῦρ τὸ τῆς παῤ ἡμῖν ὕλης δεόμενον οὐδὲ αὐτὸ ἐν ὑποκειμένοις τοῖς ξύλοις ἐστὶν ἢ τῷ ἄνθρακι, ἀλλ᾿ ἔστιν τούτων ἕκαστον ὕλη τῷ πυρί.

  18. 4.22.1

    ὅτε γὰρ πῦρ γέγονεν, οὐκ ἄνθραξ ἐστὶν ἔτι οὐδὲ ξύλον, ἀλλὰ ἐνεργείᾳ μὲν πῦρ ἐστιν τότε, δυνάμει δὲ ἄνθραξ, ὡς, εἴ γε ἦν τότε ἄνθραξ, ἦν ἂν ἐν ὑποκειμένῳ αὐτῷ τὸ πῦρ.

  19. 4.23.1

    ὅτι δὲ οὐκ ἔστιν ἄνθραξ, δῆλον ἐκ τοῦ μὴ ἔχειν αὐτὸ τὰ τοῦ ἄνθρακος ἴδια.

  20. 4.24.1

    τὸ δὲ ἔχον ἐν ὑποκειμένῳ τι τὴν οἰκείαν φυλάσσον οὐσίαν ἔχει τοῦτο.

  21. 4.25.1

    ὡς γὰρ ὁ ἀὴρ ἐξ ὕδατος μεταβάλλων δυνάμει μὲν ὕδωρ ἐστίν, ἐνεργείᾳ δὲ οὔ (διὰ τοῦτο οὐδ᾿ ἐν ὑποκειμένῳ τῷ ὕδατι ὁ ἀήρ), οὕτως οὐδὲ ὁ ἄνθραξ πῦρ γενόμενος ἐν ὑποκειμένῳ αὐτῷ τὸ πῦρ ἕξει μηκέτ᾿ ἄνθραξ μένων.

  22. 4.26.1

    οὔτε γὰρ ἐν τούτῳ ἐν ὑποκειμένῳ ἔσται, ὃ ἐν τῷ νῦν τὸ εἶναι ἔχει, οὐδὲ ἐν ἐκείνῳ ὃ πρὸ τοῦ μὲν ἦν ἄνθραξ, νῦν δὲ τοῦ πυρὸς ἐν αὐτῷ γενομένου μηκέτι ἐστίν, ἀλλὰ ἔφθαρται.

  23. 4.27.1

    σημειωτέον ὅτι Ἀριστοτέλης τὴν φύσιν εἶδος οὖσαν ἐν ὑποκειμένῳ λέγει εἶναι ἐν τῷ δευτέρῳ τῆς Φυσικῆς Ἀκροάσεως.

  24. 4.28.1

    ὑποκείμενον γάρ τι καὶ ἐν ὑποκειμένῳ ἐστὶν ἡ φύσις ἀεί. λέγει δὲ καὶ ἀρχόμενος τοῦ δευτέρου Περὶ ψυχῆς·

  25. 4.29.1

    οὐ γάρ ἐστι τῶν καθ᾿ ὑποκειμένου τὸ σῶμα᾿, καθ᾿ ὑποκειμένου μὲν λέγων τὸ ἐν ὑποκειμένῳ.

  26. 4.30.1

    λέγων δὲ τὸ μὲν σῶμα μὴ εἶναι τοιοῦτον, τὴν δὲ ψυχήν, ἢ δύναται καθ᾿ ὑποκειμένου οὐ τὸ ἐν ὑποκειμένῳ λέγειν νῦν, ἀλλ᾿ ὃ δεῖται πρὸς τὸ εἶναι ὑποκειμένου τινός.

  27. 4.31.1

    οὕτως δὲ ἔχει καὶ τὸ εἶδος τὸ ἐν τῇ ὕλῃ.

  28. 4.32.1

    ὅτι δὲ τὸ εἶδος οὕτως, ἐντεῦθεν ἄν τις ἐπιδείξαι.

  29. 4.33.1

    εἰ τὸ εἶδος σῶμα, ἤτοι χωρὶς εἴδους ἔσται αὐτό, ἢ εἶδος ἕξει τὸ σῶμα τοῦτο.

  30. 4.34.1

    εἰ μὲν οὖν χωρὶς εἴδους, ὕλη ἔσται τὸ εἶδος.

  31. 4.35.1

    εἰ δὲ εἶδος ἕξει τὸ εἶδος, ἐκεῖνο ἤτοι καὶ αὐτὸ σῶμα ἔσται, καὶ ὁ αὐτὸς πάλιν ἐπ᾿ ἐκείνου λόγος, ἤ, εἰ ἀσώματον, ἔσται καὶ τὸ πρῶτον εἰλημμένον εἶδος ἀσώματον.

  32. 4.36.1

    ἔτι, εἰ τὸ εἶδος ἐκεῖνο, ὃ ἦν σῶμα, εἶδος ἕξει, τὸ εἶδος ἐκεῖνο, καθ᾿ ὃ τὸ σωματικὸν εἶδος ψυχή, ἢ ἀσώματον ἢ σῶμα ἔσται.

  33. 4.37.1

    εἰ ἀσώματον, τὸ δὲ ψυχῇ εἶναι κατὰ τὸ εἶδος εἶχεν τὸ σῶμα, ἔσται ἀσώματος ἡ ψυχή.

  34. 4.38.1

    εἰ δὲ καὶ τοῦτο σῶμα, ἐπ᾿ ἄπειρον ὁ λόγος προελεύσεται.

  35. 4.39.1

    διὰ τί δὲ ἡ ψυχὴ ἐντελέχεια οὖσα οὐσία;

  36. 4.40.1

    ἢ πάντων τῶν φυσικῶν οὐσιῶν ἅτινα κυρίως οὐσίαι.

  37. 4.41.1

    καὶ γὰρ τὰ τεχνητὰ οὐσίαι οὐ καθὸ τεχνητά, ἀλλὰ καθὸ ὑπόκειται αὐτοῖς φυσικὰ σώματα·

  38. 4.42.1

    τῶν δὴ φύσει ὄντων τὰ εἴδη καὶ αἱ ἐντελέχειαι οὐσίαι, καθά ἐστιν ἕκαστον αὐτῶν τόδε τι, οἷον γῆ, πῦρ.

  39. 4.43.1

    καὶ τὸ ζῷον δὲ φυσικὴ οὐσία καὶ ἔστιν εἶδος αὐτοῦ καὶ ἐντελέχεια, καθὸ ζῷον, ἡ ψυχή.

  40. 4.44.1

    οὐσία ἄρα καὶ αὕτη.

  41. 4.45.1

    ἐξ οὐσιῶν γὰρ αἱ οὐσίαι.

  42. 4.46.1

    ἐκ γὰρ μὴ οὐσιῶν οὐκ ἂν οὐσία γένοιτο.

  43. 4.47.1

    ὥστε ἐπεὶ ἐξ ὕλης καὶ εἴδους αἱ φυσικαὶ οὐσίαι, ἡ ὕλη καὶ τὸ εἶδος οὐσίαι.

  44. 4.48.1

    ἔτι ἐξ ὕλης καὶ εἴδους φυσικῶν ἡ φυσικὴ οὐσία.

  45. 4.49.1

    ἐξ ὧν δὲ ἡ φυσικὴ οὐσία σύγκειται, οὐσίαι ταῦτα.

  46. 4.50.1

    τὸ εἶδος ἄρα καὶ ἡ ὕλη φυσικαὶ οὐσίαι.

  47. 4.51.1

    ἔτι εἰ οὐσίας ἴδιον τὸ τῶν ἐναντίων παρὰ μέρος εἶναι δεκτικόν, δεκτικὴ δὲ καὶ ἡ ψυχὴ τῶν ἐναντίων παρὰ μέρος (κακίας γὰρ καὶ ἀρετῆς), εἴη ἂν οὐσία.

  48. 4.52.1

    πῶς οὖν ἐκ μὲν μὴ οὐσιῶν ἀδύνατον οὐσίαν γενέσθαι, ἐκ δὲ ἀσωμάτων σῶμα γίνεται;

  49. 4.53.1

    οὔτε γὰρ ἡ ὕλη σῶμα, οὔτε τὸ εἶδος, ἐκ τούτων τὸ σῶμα.

  50. 4.54.1

    ἢ εἰ μὲν ἐγίνετο σῶμα, ἔδει αὐτὸ ἐκ μὴ σώματος γενέσθαι, πᾶν γὰρ τὸ γινόμενον ἐκ τοῦ ἀντικειμένου αὐτῷ γίνεται.

  51. 4.55.1

    ὁμοίως καί, εἰ οὐσίας ἦν γένεσις ἁπλῶς, ἐκ μὴ οὐσίας ἂν ἐγίνετο.

  52. 4.56.1

    ἐπεὶ δὲ οὐδὲν τούτων ἁπλῶς γίνεται, οὐδὲ ἡ ὕλη ποτὲ αὐτὴ καθ᾿ αὑτὴν οὐδὲ τὸ εἶδος ὄντα ἰδίᾳ συνελθόντα σῶμα ποιεῖ, ἀλλὰ ἐπινοίᾳ μὲν ταῦτα χωρίζεται, ἀεὶ δέ ἐστιν ἡ ὕλη ἐν εἴδει τινί, καὶ οὐδέποτέ ἐστιν, ὅτε χωρὶς εἴδους ἐστίν, ἡ δὲ γένεσις τοῖς γινομένοις οὐκ ἐξ ὕλης ἁπλῶς καὶ εἴδους, ἀλλὰ ἐκ τοῦδε τοῦ σώματος εἰς τόδε κατὰ τὴν τοῦ εἴδους ὑπαλλαγὴν γίνεται, ὥστε ἐκ τοῦ τινος σώματός τι σῶμα γίνεται, οὐχ ἁπλῶς σῶμα ἐκ σώματος.

  53. 4.57.1

    ἐγίνετο δ᾿ ἂν σῶμα ἀπλῶς, εἴ ποτε ἐνεργείᾳ κεχωρισμένον τὸ εἶδος καὶ ἡ ὕλη συνῄεσαν, καὶ οὕτως ἐκ μὴ σωμάτων.

  54. 4.58.1

    πῶς οὖν τὰ μὲν μέρη τῆς οὐσίας οὐσίαν λέγομεν, καὶ διὰ τοῦτο τὸ εἶδος καὶ τὴν ὕλην οὐσίαν φαμέν, τὰ δὲ μέρη τοῦ σώματος οὐκέτι σώματα, εἴ γε καὶ ταῦτα μέρη σώματος, τὸ εἶδος καὶ ἡ ὕλη;

  55. 4.59.1

    ἢ οὐκ ἔστι τὸ εἶδος καὶ ἡ ὕλη ὡς σώματος μέρη.

  56. 4.60.1

    σώματος μὲν γὰρ μέρη τὰ συμπληρωτικὰ τοῦ σώματος, ταῦτα δὲ οὐ συμπληροῖ τὸ σῶμα.

  57. 4.61.1

    ὡς δὲ οὐσίας ἐστὶ μέρη·

  58. 4.62.1

    διὰ ταῦτα, οὗ μέν ἐστι μέρη, τῆς αὐτῆς φύσεως ἐστὶν ἐκείνῳ, οὗ δὲ μή ἐστι μέρη, οὐκ ἔστι ταὐτὰ τούτῳ.

  59. 4.63.1

    ὅτι δὲ ὡς οὐσίας ἐστὶ μέρη, δῆλον ἐκ τοῦ τὴν οὐσίαν τὴν συναμφότερον καὶ καθὸ ὑπόκειται οὐσίαν λέγεσθαι καὶ καθὸ τόδε τί ἐστι τὸ εἶδος.

  60. 4.64.1

    ἡ γὰρ οὐσία ὑποκείμενον·

  61. 4.65.1

    οὐδὲν δὲ οἷόν τε ὑποκεῖσθαι μὴ τόδε τι ὃν.

  62. 4.66.1

    εἴη ἂν πρὸς τὸ ὑποκείμενον·

  63. 4.67.1

    εἶναι ἡ οὐσία βοηθουμένη ὑπὸ τοῦ εἴδους.

  64. 4.68.1

    ὥστε παρ᾿ ὧν ἔχει τὸ ὑποκεῖσθαι ἡ οὐσία καθό ἐστιν οὐσία, οὐσία ταῦτα.

  65. 5.1.1

    Εἰ ἡ ποιότης σῶμα φυσικόν, πᾶν δὲ σῶμα φυσικὸν οὐσία, ἡ ποιότης οὐσία.

  66. 5.2.1

    ἢ ἡ ποιότης ἑτέρα τῆς ὑποκειμένης αὐτῇ φύσεως, οὐ γὰρ ταὐτὸν ὕδωρ καὶ ἡ περὶ αὐτὸ ψυχρότης, ἐπεὶ ἦν ἂν πᾶν τὸ ψυχρὸν ὕδωρ καὶ πᾶν ὕδωρ ψυχρόν, καὶ ἔστιν ἡ ὑποκειμένη τῇ ποιότητι φύσις οὐσία.

  67. 5.3.1

    ἡ ποιότης οὐκ οὐσία, ἑτέρας γὰρ φύσεως.

  68. 5.4.1

    τοῦτο δὲ τῇ ἐπαγωγῇ πιστωτέον·

  69. 5.5.1

    πάσης γὰρ οὐσίας ἑτέρα ἡ περὶ αὐτὴν ποιότης.

  70. 5.6.1

    ἀλλὰ μὴν τὸ πρῶτον, τὸ ἄρα δεύτερον.

  71. 5.7.1

    ἡ ποιότης οὖν ἕτερον οὐσίας, τὸ ἕτερον οὐσίας οὐκ οὐσία, ἡ ποιότης ἄρα οὐκ οὐσία.

  72. 5.8.1

    ἀλλὰ εἰ πᾶν σῶμα οὐσία, ἡ δὲ ποιότης οὐκ οὐσία, οὐκ ἄρα ἡ ποιότης σῶμα.

  73. 5.9.1

    ἔτι εἰ ἡ λευκότης σῶμα φυσικόν, πᾶν δὲ σῶμα φυσικὸν ἁπτόν, ἡ λευκότης ἄρα ἁπτή.

  74. 5.10.1

    ἀλλὰ μὴν οὐχ ἁπτή.

  75. 5.11.1

    οὐκ ἄρα σῶμα.

  76. 5.12.1

    εἰ γὰρ ἁπτὴ ἡ λευκότης.

  77. 5.13.1

    πάσχοι ἂν ἡ ἁφὴ ὑπ᾿ αὐτῆς.

  78. 5.14.1

    ἀλλὰ μὴν οὐ πάσχει.

  79. 5.15.1

    οὐκ ἄρα ἁπτή.

  80. 5.16.1

    ἔτι ἡ ἀφὴ ὑπὸ τῶν ἐναντίων ἐναντίως διατίθεται καὶ πάσχει, σκληροῦ, μαλακοῦ, θερμοῦ, ψυχροῦ.

  81. 5.17.1

    ὥστε καὶ ὑπὸ λευκότητος καὶ μελανίας, ὅ ἐστιν ἐναντίον τῷ λευκῷ, ὑπεναντίως πάσχοι ἂν καὶ γλυκύτητος καὶ πικρότητος.

  82. 5.18.1

    ἀλλὰ μὴν οὐ πάσχει ἐναντίως.

  83. 5.19.1

    οὐκ ἄρα ἡ λευκότης ἀπτή.

  84. 5.20.1

    ἔτι πᾶν σῶμα φυσικὸν κινοῦν ᾗ σῶμα τοπικῶς κινεῖ καὶ σωματικῶς, τουτέστιν ἁπτόμενον (ἢ γὰρ ὠθοῦν, ἢ ῥιπτοῦν, ἢ ἕλκον, ἤ θλῖβον, ἢ δινοῦν, ἢ ὀχοῦν καὶ φέρον, ἢ εἴ τις ἄλλος τρόπος σωματικῆς κινήσεως), ποιότης δὲ οὐδεμία τοπικῶς κινεῖ καθ᾿ ἑαυτήν.

  85. 5.21.1

    οὐκ ἄρα σῶμα ἡ ποιότης.

  86. 5.22.1

    ἔτι εἰ ἡ ποιότης σῶμα, πᾶν δὲ σῶμα ποιότητα ἔχει ἢ οἶόν τε δέξασθαι ποιότητα, καὶ ἡ ποιότης ἢ ποιότητα ἔχοι ἂν ἢ αἵα τε εἴη δέξασθαι ποιότητα, ὅπερ ἄτοπον.

  87. 5.23.1

    οὐκ ἄρα σῶμα ἡ ποιότης.

  88. 5.24.1

    εἰ γὰρ δέχοιτο, ἐπ᾿ ἄπειρον ἡ πρόοδος.

  89. 5.25.1

    ἔτι εἰ ἡ ποιότης σῶμα, πᾶν δὲ σῶμα ἐνεργείᾳ ὃν ποιότητα ἔχει (ἡ γὰρ ὕλη δυνάμει σῶμα), ἕξει καὶ ἡ ποιότης ποιότητα, ὅπερ ἄτοπον.

  90. 5.26.1

    ἔτι, ἣν ἔχει ποιότητα, ἢ σῶμα ἢ οὐ σῶμα.

  91. 5.27.1

    εἰ μὲν οὖν οὐ σῶμα, οὐκέτι ποιότης σῶμα καὶ τίς ἡ ἀποκλήρωσις τοῦ τὴν μὲν πρὸ αὐτῆς ποιότητα σῶμα εἶναι, ταύτην δὲ μή;

  92. 5.28.1

    εἰ δὲ καὶ αὐτὴ σῶμα, ἕξει καὶ αὕτη ποιότητα, καὶ τοῦτο ἐπ᾿ ἄπειρον.

  93. 5.29.1

    ἔτι πολλὰ ἂν εἴη σώματα ἐν τῷ αὐτῷ.

  94. 5.30.1

    τοῦτο δ᾿ ὅτι ἀδύνατον ἐν ἄλλοις ἐδείξαμεν.

  95. 5.31.1

    ἔτι, εἰ αἱ ποιότητες σώματα, πῶς τῇ παρουσίᾳ αὐτῶν καὶ τῇ ἀπουσίᾳ οὐκ αὔξεται καὶ μειοῦται τὰ σώματα;

  96. 5.32.1

    εἰ δὲ λέγοιεν διὰ τὸ ἄλλας παραγίνεσθαι ἄλλων ἀπιουσῶν, ἄξιον ἀπορῆσαι, πῶς ἴσαι πᾶσαι αἱ παραγινόμεναι ταῖς ἀπιούσαις.

  97. 5.33.1

    ἔτι πόθεν ἔρχονται αἱ ἐρχόμεναι, ἢ ποῦ ἀπίασιν αἱ χωριζόμεναι;

  98. 5.34.1

    δεῖ γὰρ τόπον αὐτῶν εἶναι, εἰ σώματα.

  99. 5.35.1

    ἔτι ἐπὶ τῶν ὀσμὴν ἐχόντων πῶς συνεχῶς τῆς ὀσμῆς ἀπιούσης τὸ ἔχον αὐτήν, ἀφ᾿ οὗ ἄπεισιν, οὐ μειοῦται;

  100. 5.36.1

    οὐ γὰρ δὴ καὶ τότε ἀντείσεισιν ἄλλη ἔτι ⟨εἰ⟩ προσλαμβάνει τινὰ σώματα ποιότητας χωρὶς τοῦ ἀποβάλλειν ὧν ἔχουσίν τινας, ὡς ὁ ἀὴρ ὁ μὴ ἔχων ὀσμήν, τῶν ὀδωδότων τινὸς παρακομισθέντος δίοσμος γίνεται, καὶ ὁ ἀρετὴν ἢ κακίαν ἀναλαβών, μὴ πρότερον ὢν ἐν κακίᾳ, πῶς οὖν οὐκ αὔξονται;

← Previous · Next → — showing 401500 of 1,717

First Thousand Years of Greek. CTS URN tlg0732.tlg011.1st1K-grc1. Via the Perseus Digital Library / Open Greek and Latin TEI corpora. Licence: Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License. Source.