De anima libri mantissa
- 2.61.1
εἰ δὲ ὕδωρ, ὁ τούτου πλήρης κάδος.
- 2.62.1
ταῦτα δὲ ἄτοπα.
- 2.63.1
ἔτι εἰ μὲν τῶν ἁπλῶν τι σωμάτων ἡ ψυχή, πᾶν σύγκριμα, ἐν ᾧ καὶ τοῦτο ἐνυπάρχει τὸ σῶμα, ἔμψυχόν τε καὶ ζῷον ἔσται.
- 2.64.1
εἰ δὲ σύγκριμα ἐκ τῶν ἁπλῶν ἡ ψυχή, ἔσται καὶ τὸ ἡμέτερον ἡ ψυχή.
- 2.65.1
ἔτι παντὸς σώματος οἰκεία τις κίνησις, οἷον ἁπλῆ μὲν τοῦ ἁπλοῦ, μικτὴ δὲ τοῦ συνθέτου ἢ κατὰ τὸ πλεονάζον, τῆς δὲ ψυχῆς οὐδεμία τοπικὴ κίνησις οἰκεία.
- 2.66.1
οὐκ ἂν οὖν οὔτε τῶν ἁπλῶν, οὔτε τῶν συνθέτων εἴη σωμάτων.
- 2.67.1
οὐδὲ γὰρ αἱ κατὰ αἴσθησιν καὶ φαντασίαν ἢ πάθος, οὖσαι κατὰ ἀλλοίωσιν, οὐ τοπικαὶ τῆς ψυχῆς εἰσι κινήσεις καθ᾿ αὑτήν, ἀλλὰ τοῦ συναμφοτέρου.
- 2.68.1
ἔτι εἰ σῶμα ἡ ψυχή, πῶς μετέχει τὸ σῶμα τῆς ψυχῆς;
- 2.69.1
καὶ πῶς ἐστιν ἡ ψυχὴ ἐν αὐτῷ;
- 2.70.1
ἢ γὰρ ὡς μέρος ἔσται, καὶ οὕτως οὐδὲν τῶν ἄλλων μερῶν τοῦ σώματος ἔμψυχον, μᾶλλον δὲ οὐδὲν ὅλως ἔμψυχον αὐτοῦ, ἀλλὰ ψυχὴ καὶ σῶμα κατ᾿ ἰδίαν.
- 2.71.1
ἀλλὰ οὐδὲ ὡς ἐν ἀγγείῳ τῷ σώματι εἴη ἂν ἡ ψυχή.
- 2.72.1
εἴη γὰρ ἂν καὶ οὕτως οὐχ ὅλον ἔμψυχον τὸ σῶμα.
- 2.73.1
ἀλλὰ οὐδὲ κατὰ παράθεσιν.
- 2.74.1
οὐδὲ γὰρ οὕτως ὅλον ἔμψυχον ἔσται τὸ σῶμα.
- 2.75.1
μᾶλλον δὲ οὐδ᾿ ὅλως ἔμψυχον.
- 2.76.1
οὐδὲ γὰρ ἐπὶ τοῦ σωροῦ ἐν τῇ κριθῇ ὁ πυρός.
- 2.77.1
εἰ δὲ ὅλον δι᾿ ὅλου, ἐπειδὴ πᾶν τὸ σῶμα ἔμψυχον, πῶς σῶμα διὰ σώματος διήκει, δεικνύναι δεῖ.
- 2.78.1
καὶ γὰρ καί, ἐπεὶ αἱ τῆς ψυχῆς ποιότητες σώματα κατ᾿ αὐτοὺς καὶ αἱ τοῦ σώματος, πολλὰ σώματά ἐστιν ἐν τῷ αὐτῷ καὶ διάφορα δι᾿ ἀλλήλων διήκοντα καὶ ἐν τῷ αὐτῷ τόπῳ, ὃ λόγου δεῖται καὶ ἀποδείξεως.
- 2.79.1
ἔτι προσγινόμενα καὶ ἀπογινόμενα πῶς οὔτε αὐξήσει οὔτε μειώσει τὸ σῶμα;
- 2.80.1
ἔτι ὑπαλλαγεισῶν τῶν ποιοτήτων, αἱ πρῶται χωρισθεῖσαι σώματα οὖσαι εἰς τὸ μὴ ὂν φθαρήσονται, οὐδαμοῦ γάρ εἰσιν·
- 2.81.1
οὕτω δὲ καὶ ἐκ τοῦ μὴ ὄντος ἔσονται.
- 2.82.1
ἔτι εἰ οὕτως ἡ ψυχὴ τῷ σώματι ὡς ὅλον δι᾿ ὅλου διήκειν καὶ κεκρᾶσθαι τῷ σώματι, οὐκέτι ἔσται τοῦ ζῴου τὸ μὲν ψυχή, τὸ δὲ σῶμα, ἀλλὰ ἐξ ἀμφοῖν ἕν τι ἄλλο συνεφθαρμένον καὶ συνηλλοιωμένον, ὡς τὸ μελίκρατον.
- 2.83.1
καὶ οὐκέτι τι τὸ μὲν ἡγήσεται, τὸ δὲ ὑπηρετήσει, οὐδὲ τὸ μὲν τιμιώτερον, τὸ δὲ ἧττον, οὐδὲ τὸ σῶμα ἕξει ψυχήν, οὐδὲ ἡ ψυχὴ ἔσται ἐν τῷ σώματι.
- 2.84.1
οὐδὲ γὰρ τὴν ἀρχὴν τὸ μὲν ψυχὴ ἔσται τοῦ ζῴου, τὸ δὲ σῶμα, ἀλλὰ μόνον ζῷον τὸ ἐκ τούτων κρᾶμα καὶ ἕν τι καὶ ὅλον ὅμοιον ἑαυτῷ, ὁποῖον τὸ οἰνόμελι, ὅπερ ἄτοπον.
- 2.85.1
ἔστι γὰρ τοῦ ζῴου τὸ μὲν ψυχή, τὸ δὲ σῶμα, ὡς τὸ μὲν ἄλλο, τὸ δὲ ἄλλο.
- 2.86.1
διὸ καὶ χωρίζεται.
- 2.87.1
ἔτι εἰ καὶ αἱ ἀρεταὶ σώματα καὶ αἱ τέχναι, πῶς οὐ προσγενόμενα ταῦτά τινι στενοχωρήσει τὸ σῶμα ἢ αὐξήσει;
- 2.88.1
ἔτι εἰ καθ᾿ ὃ τὸ εἶναί τινί ἐστι τοῦτο, ὅπερ εἶναι λέγεται, τοῦτο εἶδός ἐστι, κατὰ δὲ τὴν ψυχὴν τῷ ζῴῳ τὸ ζῴῳ εἶναί ἐστιν, ἡ ψυχὴ εἶδος.
- 2.89.1
ὅτι δὲ εἶδος ἡ ψυχή, δῆλον καὶ ἐκ τοῦ μὴ δύνασθαι κατ᾿ ἄλλον τρόπον δεῖξαι τὸ ζῷον ἐκ ψυχῆς ὂν καὶ σώματος.
- 2.90.1
ἔτι εἰ σῶμα σώματος ᾗ σῶμα οὐδὲν διαφέρει, τῷ δὲ ψυχὴν ἔχειν διαφέρει, οὐκ ἔστιν ἡ ψυχὴ σῶμα.
- 2.91.1
τὰ γὰρ τῷ γένει τὰ αὐτὰ φύσιν κοινὴν ἔχει.
- 2.92.1
τὰ φύσιν κοινὴν ἔχοντα ἀδιάφορα κατὰ τὸ κοινόν.
- 2.93.1
τὰ τῷ γένει ἄρα κοινὰ ἀδιάφορα κατὰ τὸ γένος, γένος δὲ αὐτῶν τὸ σῶμα·
- 2.94.1
ὥστε τὰ σώματα ἀδιάφορα καθὸ σώματα.
- 2.95.1
οὐκ ἄρα σῶμα σώματος καθὸ σῶμα διαφέρει.
- 2.96.1
ὥστε, οἷς διαφέρει τὰ σώματα ἀλλήλων, οὐ σώματα ταῦτα.
- 2.97.1
τὰ μέντοι ἀσώματα οὐκ ἔστι τῷ γένει τὰ αὐτά.
- 2.98.1
ὥστε οὐδὲ ἀδιάφορα καθὸ ἀσώματα.
- 2.99.1
ὁμώνυμον γάρ τὸ ἀσώματον.
- 2.100.1
ἔστι γὰρ τῶν ἀσωμάτων τὰ μὲν ἐν οὐσίᾳ, τὰ δὲ ἐν ποσότητι, τὰ δὲ ἐν ταῖς ἄλλαις κατηγορίαις.
- 2.101.1
εἰ δέ τις λέγοι, ὅτι σῶμα σώματος οὐ διαφέρει μὲν κατὰ τὸ κοινὸν σῶμα, ᾗ δέ τι σῶμα, ἑκάτερον αὐτῶν διαφέρει, ῥητέον, ὅτι τὸ ἑνὶ ἑκάστῳ τῶν σωμάτων εἶναι παρὰ τὰς οἰκείας διαφορὰς καὶ τὰ οἰκεῖα εἴδη, διάφορα ὄντα ἀλλήλων, ἐστίν, ταῦτα δὲ ἀσώματα·
- 2.102.1
ὥστε οἷς διαφέρουσιν ἀλλήλων τά τινα σώματα, οὐ σώματα.
- 2.103.1
πρὸς τούτοις εἰ τὸ πνεῦμα ἢ ἐν τῷ πνεύματι ἢ τῷ πυρὶ τῷ ἐν ἡμῖν ἡ ψυχὴ πρώτη, οἵα τε ἔσται καὶ ἐν χωρισθεῖσιν αὐτοῖς εἶναι.
- 2.104.1
χωριζόμενα γὰρ τοῦ ζῴου διαμένει καὶ πνεῦμα καὶ πῦρ ὄν.
- 2.105.1
εἰ δὲ τοῦτο, ἔσται καὶ τὸ πνεῦμα καὶ τὸ πῦρ ζῷα.
- 2.106.1
εἰ δὲ ἀδύνατον τοῦτο, ἀδύνατον καὶ ἐν τούτων τινὶ εἶναι τὴν ψυχήν, ἀλλὰ ἐν τῷ μικτῷ τῷ ἐκ τῶν τεσσάρων, τῷ οὕτως πως μεμιγμένῳ καὶ συγκειμένῳ ὡς τὸ σῶμα τὸ τῶν ζῴων μέμικται.
- 2.107.1
ἃ δὲ λέγουσιν δεικνύναι πειρώμενοι σῶμα τὴν ψυχήν, οὐκ ἔστιν ὑγιῆ. οὔτε γὰρ ἐπεὶ κατηγορεῖται τὸ ὅμοιον αὐτῆς, διὰ τοῦτό ἐστι σῶμα.
- 2.108.1
τὸ γὰρ ὅμοιον οὐκ ἐπὶ σωμάτων.
- 2.109.1
καὶ γὰρ ἐν γραμμαῖς καὶ σχήμασιν καὶ ἐπιπέδοις καὶ ἔτι μᾶλλον ἐν χρώμασιν καὶ ποιότησιν τὸ ὅμοιον, ἅπερ οὐ σώματα.
- 2.110.1
καθόλου δὲ τὸ μὲν σῶμα οὐσία.
- 2.111.1
οὐσίας δὲ ἴδιον τὸ ταὐτὸν κατ᾿ αὐτὴν λέγεσθαι, οὐ τὸ ὅμοιον, ποιότητος δὲ τὸ ὅμοιον οὔσης ἀσωμάτου, ὥστε κἂν τῶν ἄλλων τι ὅμοιον λέγηται, καθὸ ποιότητος μετέχει, ὅμοιον ῥηθήσεται.
- 2.112.1
καὶ ψυχὴ οὖν ψυχῇ ὁμοία, οὐχ ᾗ ψυχή.
- 2.113.1
οὐ γὰρ ᾗ ψυχή, ἀλλ᾿ ᾗ ποιότητός τινος καὶ διαθέσεως κεκοινώνηκεν ὁμοίας.
- 2.114.1
ἀλλὰ καὶ ὁ λόγος ψευδὴς ὁ λέγων ἀσώματον σώματι μὴ συμπάσχειν, ὥστε μὴ εἶναι ἀσώματον τὴν ψυχήν.
- 2.115.1
οὔτε γὰρ τὸ ἀσώματον σώματι μὴ συμπάσχειν ἀληθές (συμπάσχει γὰρ τῶν σωμάτων πασχόντων καὶ τὰ ἐν αὐτοῖς ἀσώματα, τὰ μὲν πλεῖστα κατὰ συμβεβηκός, ἤδη δέ τινα καὶ ἁπλῶς, ὡς ἡ ἐπιφάνεια τοῦ θλωμένου σώματος), ἀλλ᾿ οὐδὲ ἡ ψυχὴ τῷ σώματι συμπάσχει ὡς ἄλλη οὖσα καὶ κεχωρισμένη, ὡς οἱ φίλοι λέγονται συμπάσχειν, ἀλλά ἐστι τὸ πάσχον τὸ συναμφότερον, τὸ γὰρ ζῷον, ὂν ἐκ ψυχῆς καὶ σώματος, κατὰ μὲν τὸ σῶμα τεμνόμενον, ἀλγοῦν δὲ κατὰ τὴν ψυχήν·
- 2.116.1
καὶ ἔστι τὸ ἀλγοῦν τὸ ζῷον, ὥσπερ καὶ τὸ βαδίζον καὶ τὸ ὁρῶν καὶ τὸ ἐπιθυμοῦν καὶ φιλοῦν καὶ μισοῦν, πάθη δὲ τοῦ μὲν σώματός ἐστιν ἴδια, ὥσπερ τὸ θερμαίνεσθαι καὶ τέμνεσθαι, τῆς δὲ ψυχῆς οὐκέτι, διότι σῶμα μὲν καὶ ἄνευ ψυχῆς ὑφίσταται, ψυχὴ δὲ ἄνευ σώματος οὔ. ἐντελέχεια γὰρ καὶ εἶδος τούτου.
- 2.117.1
οὐχ ὑγιὴς δὲ λόγος οὐδὲ ὁ λέγων μηδὲν ἀσώματον σώματος χωρίζεσθαι, τὴν δὲ ψυχὴν τοῦ σώματος χωρίζεσθαι, ὥστε μὴ εἶναι ἀσώματον.
- 2.118.1
τὸ γὰρ χωρίζεσθαι διττόν, τὸ μὲν ὑποστάσει, ὅταν ἑκάτερον χωρισθὲν μένῃ, τὸ δὲ τῇ θατέρου φθορᾷ, ὡς τὸ λευκὸν χωρίζεται τοῦ σώματος μέλανος γενομένου.
- 2.119.1
κατὰ τὸ δεύτερον σημαινόμενον καὶ ἀσώματον σώματος χωρίζεται.
- 2.120.1
οὕτω καὶ ἡ ψυχὴ τοῦ σώματος.
- 2.121.1
ἔστι τινὰ καὶ λόγῳ χωριστὰ ἀσώματα σωμάτων, ὡς τῆς ὕλης τὸ εἶδος, ὡς τοῦ τόπου τὸ σῶμα.
- 2.122.1
οὐκ ἀληθὲς δὲ οὐδὲ τὸ λέγειν ταῦτα χωρίζεσθαι ἀπ᾿ ἀλλήλων, ὅσα ἅπτεται ἀλλήλων.
- 2.123.1
πάντα γὰρ τὰ συμβεβηκότα χωρίζεσθαι μὲν οἷά τε, οὐ μὴν καὶ ἅπτεται.
- 2.124.1
ἔτι οὐκ ἀληθὲς τὸ ᾧ ἀναπνέομεν τούτῳ ἐσμὲν ἔμπνοι, τῇ δὲ ψυχῇ ἔμψυχοι·
- 2.125.1
οὐδὲ εἰ ἄνευ τοῦ συμφύτου πνεύματος μὴ δύναιτο τὰ ζῷα εἶναι, διὰ τοῦτο τοῦτό ἐστι ψυχή.
- 2.126.1
καὶ γὰρ ἄλλα τινά ἐστιν, ὧν οὐχ οἷόν τε χωρὶς τὸ ζῷον εἶναι, ἃ οὐδὲ αὐτοὶ ψυχὴν λέγουσιν.
- 2.127.1
οὐδὲ γὰρ αἵματος χωρὶς τὰ ἔναιμα οὐδὲ ὑγρότητος ὅλως.
- 3.1.1
Ὅτι μὴ μία ἡ τῆς ψυχῆς δύναμις, ὡς τὴν αὐτήν πως ἔχουσαν ποτὲ μὲν διανοεῖσθαι, ποτὲ δὲ ὀργίζεσθαι, ποτὲ δ᾿ ἐπιθυμεῖν παρὰ μέρος, δεικτέον ἔκ τε τῆς διαμάχης τῶν παθῶν πρὸς τὸν λόγον τῆς ἐπὶ τοῦ ἐγκρατοῦς καὶ ἀκρατοῦς.
- 3.2.1
οὐ γὰρ τοῦ αὐτοῦ ἐν τούτοις καὶ ἡ νίκη καὶ ἡ ἧττα.
- 3.3.1
ἔπειτα εἰ τὸ μὲν χεῖρον, τὸ δὲ βέλτιον τῆς ψυχῆς, εὔλογον ἄλλο ἑκάτερον αὐτῶν εἶναι, ἔπειτα χωριζομένας τὰς δυνάμεις, καὶ οὐ πάσας ἐν πᾶσιν.
- 3.4.1
ὅτι γὰρ τὸ φυτικὸν ψυχή ἐστι καὶ ψυχῆς μέρος καὶ δύναμις, οὗ μόρια τὸ θρεπτικὸν καὶ τὸ αὐξητικὸν καὶ γεννητικόν, ἀλλὰ οὐχ, ὥς τινές φασιν, φύσις, δείξομε ἔκ τε τοῦ μὴ πάντα τὰ φύσιν ἔχοντα καὶ κατὰ φύσιν ὄντα ἔχειν τὰς δυνάμεις ταύτας.
- 3.5.1
τά τε γὰρ ἁπλᾶ σώματα φύσει μέν ἐστι καὶ ἔχει φύσιν, οὔτε δὲ τρέφεται δι᾿ αὑτῶν οὔτε αὔξεται οὔτε γεννᾷ.
- 3.6.1
ἔτι εἰ τὸ τρέφειν καὶ τὸ αὔξειν καὶ γεννᾶν φύσεως, οὐ ψυχῆς, τὸ δ᾿ αἰσθάνεσθαι ψυχῆς, ἢ ῥητέον μηδὲ ζῆν ἡμᾶς, ὅταν μὴ αἰσθανώμεθα, ἢ δύο ζωὰς ἐν ἡμῖν ὑπάρχειν, ὅπερ ἄτοπον.
- 3.7.1
ἔτι εἰ τὸ ζῆν ψυχῆς παρουσίᾳ, ζῇ δὲ καὶ τὰ τὴν φυτικὴν δύναμιν ἔχοντα μόνην, ἡ φυτικὴ δύναμις ψυχὴ ἂν εἴη.
- 3.8.1
ζωὴ γάρ ἐστιν ἡ δι᾿ αὑτοῦ τροφή τε καὶ αὔξησις.
- 3.9.1
ἔτι εἰ τὸ φύσει χρῆσθαι ζῆν ἐστιν, τὰ ἁπλᾶ στοιχεῖα κατὰ φύσιν κινούμενα ζῴη ἂν.
- 3.10.1
ἔτι εἰ τὰ ψυχῇ μὲν χρώμενα ζῇ, τὰ δὲ φύσει χρώμενα οὐ ζῇ, ἡ φύσις οὐ ψυχή.
- 3.12.1
ἔτι εἰ τὰ μὲν ψυχῇ χρώμενα ζῇ, τὰ δὲ τὸ φυτικὸν ἔχοντα καὶ θρεπτικὸν ζῇ, ψυχὴ τὸ θρεπτικὸν καὶ φυτικόν.
- 3.13.1
ἔτι εἰ τὸ γεννητικὸν μόριον ψυχικόν φασιν, τοῦτο δὲ ὑπὸ τὸ φυτικόν, εἴη ἂν καὶ τὸ φυτικὸν πᾶν ψυχικόν.
- 3.14.1
χρήσιμος δὲ ἡ τούτου δεῖξις μάλιστα πρὸς ἀπόδειξιν τοῦ ὅτι οὐκ εἰσὶν αἱ ψυχικαὶ διαφοραί, περὶ ἃ τῇ ψυχῇ ἡ ἐνέργεια, ἀλλ᾿ ὅτι αὐταὶ αἱ δυνάμεις τῆς ψυχῆς διαφέρουσιν ἀλλήλων, καὶ οὐχ οἷόν τε τῇ αὐτῇ δυνάμει, οἷον τῇ αἰσθητικῇ νοῆσαι ἢ τῇ νοητικῇ αἰσθάνεσθαι.
- 3.15.1
εἰ γὰρ καὶ τὸ φυτικὸν ψυχικόν, ἀδύνατον δὲ τῇ αὐτῇ δυνάμει ἅμα πλέονα καὶ διάφορα ἐνεργεῖν, ἀεὶ δὲ ἐνεργεῖ ἐπὶ τῶν ζώντων τὸ θρεπτικόν, ἤτοι οὐδεμίαν ἄλλην ἐνέργειαν ἐνεργήσομεν κατὰ ψυχήν, εἰ μία ἡ ψυχικὴ δύναμις, ἢ εἰ καὶ ἄλλας ἐνεργοῦμεν, οἷον αἰσθανόμεθα κατὰ τὸ αὐτὸ καὶ τρεφόμεθα, οὐ μία ἡ ψυχικὴ δύναμις, οὐδέ πως ἔχον τὸ ἡγεμονικὸν περὶ ἕκαστα ἐνεργεῖ.
- 3.16.1
οὐδὲ γὰρ αἱ τέχναι τῇ τῶν ὀργάνων ἑτερότητι τὴν διαφορὰν ἔχουσιν οὐδὲ τῷ περὶ ἃ καὶ ὧν εἰσιν, ἀλλ᾿ ἔστιν ἡ διαφορὰ αὐταῖς κατὰ τὰς οἰκείας δυνάμεις πρότερον.
- 3.17.1
ἔτι πλείοσιν αἰσθήσεσιν αἰσθανόμεθα ἅμα.
- 3.18.1
ἔτι εἰ πρᾶξίς ἐστιν ἡ μετὰ συγχρήσεως τῶν ὀργανικῶν τοῦ σώματος μορίων ἐνέργεια, ὡς τὸ λαλεῖν, τὸ βαδίζειν, τὸ ταῖς χερσί τι ἐνεργεῖν, οὐκ ἂν εἴη τὸ θεωρεῖν πράσσειν οὐδὲ τὸ νοεῖν, ὥστε οὐδὲ τὸ κριτικὸν πρακτικόν.
- 3.19.1
ἔτι εἰ τοῦ αἰσθητικοῦ τὸ τέλος θεωρητικόν (κριτικὸν γάρ), διὰ σώματος μέντοι (διὸ καὶ μετὰ πάθους), τοῦ δὲ ὁρμητικοῦ τὸ τέλος πρακτικὸν καὶ αἱ πράξεις, διαφέροι ἂν ταῦτα καὶ τῷ τέλει.
- 3.20.1
καὶ τῷ μὴ ἀντακολουθεῖν δὲ μηδὲ ἅμα ἄμφω παραγίνεσθαι καὶ τῷ ἡγεῖσθαι τὸ αἰσθητικὸν καὶ τῷ μὴ ἀεὶ τῇ αἰσθήσει ἕπεσθαι τὴν ὁρμήν, καὶ τῷ ἀεὶ τὴν ὁρμήν, ὅτε ἂν γένηται, μετὰ αἴσθησιν γίνεσθαι.
- 3.21.1
ἔστι δὲ τοῦ ὀρεκτικοῦ καὶ τοῦ ὁρμητικοῦ τό τε ἐπιθυμεῖν καὶ τὸ θυμοῦσθαι καὶ τὸ βούλεσθαι.
- 3.22.1
ἔτι καὶ τὸ λογικὸν κριτικόν, καὶ ὡς ἡγούμενόν γε.
- 3.23.1
τοῦ γὰρ κριτικοῦ ἡγεῖται μὲν τὸ λογικόν, ὃ καὶ νοητικὸν καλοῦμεν.
- 3.24.1
ἕπεται δὲ καὶ ὑποτέτακται τὸ αἰσθητικόν, οὗ καὶ τὸ φαντασιοῦσθαι καὶ τὸ συγκατατίθεσθαι καὶ τὸ μνημονεύειν.
- 3.25.1
ὅτι δὲ καὶ ἡ κοινὴ αἴσθησις ἄλλη παρὰ τὰς καθέκαστα, δῆλον ἐκ τοῦ τὸ ὁρᾶν αἰσθητὸν μὲν εἶναι, μὴ ὁρατὸν δέ.
- 3.26.1
ὁμοίως καὶ ἐπὶ τῶν ἄλλων.
- 3.27.1
ἔτι δὲ ὁ θεωρητικὸς νοῦς οὐκ ἔστι περὶ τὰ πρακτικά, οὐδὲ περὶ τὰ αἱρετὰ καὶ φευκτά.
- 3.28.1
ἔτι τὸ ἐφ᾿ ἡμῖν ἐν τῷ πράττειν καὶ ἐν προαιρέσει, οὔτε δὲ ἐν τῷ ὁρμᾶν οὔτε ἐν τῷ συγκατατίθεσθαι οὔτε ἐν τῷ φαντασιοῦσθαι οὔτε ἐν τῷ αἰσθάνεσθαι.
- 3.29.1
ἀλλ᾿ οὐδὲ ἐν τῷ φυτικῷ.
- 3.30.1
ἔτι κατὰ τὸ ὀρεκτικὸν ὑπὸ ψυχῆς κινούμεθα, οὐ κατὰ ἄλλην τινὰ δύναμιν, ὥστε ἄλλη αὕτη ἐκείνων.
- 4.1.1
Λέγει μὲν καὶ Ἀριστοτέλης ἐν ταῖς Κατηγορίαις, μηδεμίαν οὐσίαν ἐν τῷ ὑποκειμένῳ εἶναι.
- 4.2.1
ὥστε, εἰ ἡ ψυχὴ οὐσία, οὐκ ἂν εἴη ἐν ὑποκειμένῳ.
- 4.3.1
ἀλλὰ ἐπεὶ πρὸς τοῦτο δύναται λέγεσθαι, ὡς περὶ τῶν οὐσιῶν εἰρηκότος αὐ τοῦ τούτων ὧν ἐμνημόνευσεν ἐν ταῖς Κατηγορίαις (αὗται δέ εἰσιν ἥ τε ἄτομος καὶ τὸ εἶδος καὶ τὸ γένος), οὐκέτι δὲ περὶ τῆς ὕλης καὶ τῆς κατὰ τὸ εἶδος οὐσίας εἴρηκεν (τῇ γὰρ οὐσίᾳ εἴρηκεν ἐκεῖ μηδὲν ἐναντίον εἶναι, καίτοι λέγων τῷ εἴδει τῷ φυσικῷ οὐσίᾳ ὄντι τὴν στέρησιν ἐναντίαν, ἀλλὰ ἐκείνων γε τῶν οὐσιῶν οὐδεμιᾷ ἐναντίον οὐδὲν ἦν), φέρε οὖν αὐτὸ καθ᾿ αὑτὸ ἐπισκεψώμεθα, εἰ οἷόν τέ ἐστιν, ἐν ὑποκειμένῳ εἶναι τὴν ψυχὴν τῷ σώματι, ἢ ὅλως τὸ εἶδος ἐν τῇ ὕλῃ.
- 4.4.1
μήποτε οὖν ἄλλος τις τρόπος τοῦ ἔν τινι παρὰ τὸ ἐν ὑποκειμένῳ ἐστὶν ὁ τοῦ ὡς εἶδος ἐν ὕλῃ.
← Previous · Next → — showing 301–400 of 1,717
First Thousand Years of Greek. CTS URN tlg0732.tlg011.1st1K-grc1. Via the Perseus Digital Library / Open Greek and Latin TEI corpora. Licence: Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License. Source.