De anima libri mantissa
- 1.96.1
νοητικὸς γὰρ ὢν τῶν πλείστων ἅμα καὶ ποιητὴς ἵνα αὐτὰ νοήσῃ γίνεται, πλὴν εἰ μὴ κατὰ τοῦτό τις καὶ τὸν νοῦν βούλοιτο παθητικὸν λέγειν, καθὸ ληπτικός ἐστι τῶν εἰδῶν.
- 1.97.1
πάσχειν γὰρ εἶναι δοκεῖ τὸ λαμβάνειν.
- 1.98.1
καὶ τοῦτο μὲν κοινὸν πρὸς τὴν αἴσθησίν ἐστιν αὐτῷ, ἀλλ᾿ ἐπεὶ ἕκαστον αὐτῶν χαρακτηρίζεται καὶ ὁρίζεται οὐκ ἀπὸ τοῦ κοινοῦ τοῦ πρὸς ἄλλο τι, ἀλλ᾿ ἀπὸ τοῦ ἰδίου, καὶ τοῦτο ἂν τὸ πρὸς τὴν αἴσθησιν αὐτῷ κοινὸν ὑπὸ ἰδίου χαρακτηρίζοιτο, ὥστε εἰ κοινὸν μέν ἐστιν αὐτῷ πρὸς τὴν αἴσθησιν τὸ τῶν εἰδῶν εἶναι ληπτικῷ, εἰ καὶ μὴ ὁμοίως, ἴδιον δὲ τὸ ποιητικῷ εἶναι τούτων τῶν εἰδῶν ἃ λαμβάνει, ἀπὸ τοῦ ποιεῖν ἂν μᾶλλον ὁρίζοιτο.
- 1.99.1
ὥστε ποιητικὸν ἄν, οὐ παθητικὸν ὁ νοῦς εἴη.
- 1.100.1
ἔτι καὶ πρότερον αὐτῷ τὸ ποιεῖν καὶ οὐσιῶδες.
- 1.101.1
πρότερον γὰρ ποιεῖ τῇ ἀφαιρέσει νοητόν, εἶθ᾿ οὕτως λαμβάνει τούτων τι ὃ νοεῖ τε καὶ ὁρίζεται, ὅτι τόδε τί ἐστι.
- 1.102.1
καὶ γὰρ εἰ ἅμα χωρίζεται καὶ λαμβάνει, ἀλλὰ τὸ χωρίζειν προεπινοεῖται·
- 1.103.1
τοῦτο γάρ ἐστιν αὐτῷ τὸ ληπτικῷ εἶναι τοῦ εἴδους.
- 1.104.1
ὥσπερ δὲ τὸ πῦρ ποιητικώτατον λέγομεν, ἐπειδήπερ πάσης ὕλης ἧς ἂν ἐπιλάβηται ταύτην ἀναλίσκει καὶ αὑτῷ τροφὴν παρέχει (καίτοι καθὸ τρέφεται πάσχει), τὸν αὐτὸν τρόπον καὶ τὸν νοῦν τὸν ἐν ἡμῖν ποιητικὸν ἡγητέον.
- 1.105.1
τὰ γὰρ οὐκ ὄντα ἐνεργείᾳ νοητὰ αὐτὸς νοητὰ ποιεῖ. οὐδὲν γὰρ ἄλλο νοητόν ἐστιν ἢ ὁ νοῦς ὁ ὢν ἐνεργείᾳ καὶ καθ᾿ αὑτὸν.
- 1.106.1
καὶ τὰ ὑπὸ τοῦ νοοῦντος δὲ γινόμενα νοητὰ καὶ αἱ τούτου ἐνέργειαι νοῦς καὶ αὐτὰ ὅταν νοῆται.
- 1.107.1
ὥστε μὴ ὄντος νοῦ, οὐδὲν ἂν εἴη νοητόν.
- 1.108.1
οὔτε γὰρ ὁ φύσει (αὐτὸς γὰρ ἦν μόνος τοιοῦτος), οὔτε τὸ ὑπὸ τούτου γινόμενον.
- 1.109.1
οὐκ ὢν γὰρ οὐδ᾿ ἂν ποιοῖ.
- 1.110.1
συνεργὸς δ᾿ ἂν γίνοιτο τῷ ἐν ἡμῖν ὁ φύσει τε νοῦς καὶ θύραθεν, ὅτι οὐδ᾿ ἂν τὰ ἄλλα νοητὰ ἦν ὄντα δυνάμει μὴ ὄντος τινὸς τῇ ἰδίᾳ φύσει νοητοῦ.
- 1.111.1
τοῦτο δὴ τῇ αὑτοῦ φύσει νοητὸν ὂν ἐν τῷ νοοῦντι γενόμενον διὰ τοῦ νοηθῆναι νοῦς τέ ἐστι γεγενημένος ἐν τῷ νοοῦντι καὶ θύραθεν νοεῖται καὶ ἀθάνατος καὶ ἐντίθησιν τὴν ἕξιν τῷ ὑλικῷ ὥστε νοεῖν τὰ δυνάμει νοητά. ὡς γὰρ τὸ φῶς, ποιητικὸν ὂν τῆς κατ᾿ ἐνέργειαν ὄψεως, καὶ αὐτὸ ὁρᾶται καὶ τὰ σὺν αὐτῷ, καὶ δι᾿ αὐτοῦ τὸ χρῶμα, οὕτως δὲ καὶ ὁ θύραθεν νοῦς αἴτιος γίνεται τοῦ νοεῖν ἡμῖν, νοούμενος καὶ αὐτός, οὐ ποιῶν αὐτὸν νοῦν, ἀλλὰ τὸν ὄντα νοῦν τῇ αὑτοῦ φύσει τελειῶν καὶ ἄγων ἐπὶ τὰ οἰκεῖα.
- 1.112.1
ἔστιν οὖν φύσει μὲν νοητὸν ὁ νοῦς, τὰ δὲ ἄλλα τὰ νοητὰ τέχνῃ τούτου καὶ τούτου ποιήματα, ἃ ποιεῖ οὐ παθὼν καὶ γενόμενος ὑπό τινος ὁ δυνάμει (ἦν γὰρ νοῦς καὶ πρὸ τοῦ ἐνεργεῖν), ἀλλὰ αὐξηθεὶς καὶ τελειούμενος.
- 1.113.1
τελειωθεὶς δὲ τά τε φύσει νοητὰ νοεῖ καὶ τὰ κατὰ τὴν οἰκείαν ἐνέργειαν καὶ τέχνην.
- 1.114.1
ἴδιον γὰρ τοῦ νοῦ τὸ ποιητικόν, καὶ τὸ νοεῖν αὐτῷ ἐνεργεῖν ἐστιν οὐ πάσχειν.
- 1.115.1
//βουλόμενος δὲ τὸν νοῦν ἀθάνατον δεικνύναι καὶ φεύγειν τὰς ἀπορίας ἃς ἐπιφέρουσιν τῷ θύραθεν νῷ ἀνάγκην ἔχοντι τόπον ἀλλάττειν, οὐ δυναμένῳ δέ, εἴ γέ ἐστιν ἀσώματος, οὔτε ἐν τόπῳ εἶναι οὔτε μεταβαίνειν καὶ ἄλλοτε ἐν ἄλλῳ γίνεσθαι, κατ᾿ ἰδίαν ἐπίνοιαν ἔλεγε τοιαῦτα περὶ τοῦ νοῦ ἐν παντὶ εἶναι τῷ θνητῷ λεγομένου σώματι.
- 1.116.1
καὶ δὴ ἔφασκεν τὸν νοῦν καὶ ἐν τῇ ὕλῃ ὡς οὐσίαν ἐν οὐσίᾳ καὶ ἐνεργείᾳ εἶναι ἀεὶ ἐνεργοῦντα τὰς αὑτοῦ ἐνεργείας.
- 1.117.1
ὅταν μὲν οὖν ἐκ τοῦ σώματος τοῦ κραθέντος πῦρ γένηται ἤ τι τοιοῦτον ἐκ τῆς μίξεως, ὡς καὶ ὄργανον δύνασθαι τῷ νῷ τούτῳ παρασχεῖν, ὅς ἐστιν ἐν τῷ μίγματι τούτῳ (διότι ἐστὶν ἐν παντὶ σώματι, σῶμα δὲ καὶ τοῦτο), τοῦτο τὸ ὄργανον δυνάμει νοῦς λέγεται ἐπιτήδειός τις δύναμις ἐπὶ τῇ τοιᾷδε κράσει τῶν σωμάτων γινομένη πρὸς τὸ δέξασθαι τὸν ἐνεργείᾳ νοῦν.
- 1.118.1
ὅταν δὴ τούτου τοῦ ὀργάνου λάβηται, τότε καὶ ὡς δ᾿ ὀργάνου καὶ ὡς περὶ ὕλην καὶ ὡς δι᾿ ὕλης ἐνήργησεν, καὶ τότε λεγόμεθα νοεῖν ἡμεῖς.
- 1.119.1
// ὁ γὰρ ἡμέτερος νοῦς σύνθετός ἐστιν ἔκ τε τῆς δυνάμεως, ἥτις ὄργανόν ἐστι τοῦ θείου νοῦ, ὃν δυνάμει νοῦν ὁ Ἀριστοτέλης καλεῖ, καὶ τῆς ἐκείνου ἐνεργείας.
- 1.120.1
ὧν θατέρου μὴ παρόντος ἀδύνατον ἡμᾶς νοεῖν.
- 1.121.1
εὐθὺ μὲν γὰρ τῇ πρώτῃ καταβολῇ τοῦ σπέρματός ἐστιν ὁ ἐνεργείᾳ νοῦς διὰ πάντων γε κεχωρηκὼς καὶ ὢν ἐνεργείᾳ, ὡς καὶ ἐν ἄλλῳ τινὶ σώματι τῶν τυχόντων.
- 1.122.1
ἐπειδὰν δὲ καὶ διὰ τῆς ἡμετέρας δυνάμεως ἐνεργήσῃ, τότε ἡμέτερος νοῦς οὗτος λέγεται καὶ ἡμεῖς νοοῦμεν, ὥσπερ εἴ τις τεχνίτην ἐννοήσαι τοτὲ μὲν ἄνευ ὀργάνων ἐνεργοῦντα κατὰ τὴν τέχνην, τοτὲ δὲ καὶ μετ᾿ ὀργάνων, ὅτε καὶ ἡ κατὰ τὴν τέχνην ἐνέργεια αὐτῷ περὶ τὴν ὕλην γίνεται.
- 1.123.1
τὸν αὐτὸν τρόπον καὶ ὁ θεῖος νοῦς ἀεὶ μὲν ἐνεργεῖ (διὸ καὶ ἔστιν ἐνεργείᾳ), καὶ δι᾿ ὀργάνου δέ, ὅταν ἐκ τῆς συγκρίσεως τῶν σωμάτων καὶ τῆς εὐκρασίας γένηται ὄργανον τοιοῦτον.
- 1.124.1
ὑλικὴν γὰρ ἤδη τινὰ τότε ἐνέργειαν ἐνεργεῖ καὶ ἔστιν οὗτος ἡμέτερος νοῦς.
- 1.125.1
καὶ ἐκκρίνεται δή, ὅνπερ τρόπον καὶ εἰσκρίνεται.
- 1.126.1
οὐ γὰρ ἀλλαχοῦ ὢν μεταβαίνει, ἀλλὰ τῷ πανταχοῦ εἶναι μένει καὶ ἐν τῷ ἐκ τῆς ἐκκρίσεως διαλυομένῳ σώματι φθειρομένου τοῦ ὀργανικοῦ, ὡς ὁ τεχνίτης ἀποβαλὼν τὰ ὄργανα ἐνεργεῖ μὲν καὶ τότε, οὐ μὴν ὑλικὴν καὶ ὀργανικὴν ἐνέργειαν.
- 1.127.1
//ἔλεγεν δὴ ὅτι εἰ ὅλως ὑπολαμβάνειν χρὴ κατὰ Ἀριστοτέλη θεῖον καὶ ἄφθαρτον εἶναι τὸν νοῦν, οὕτως ἡγεῖσθαι δεῖν, οὐκ ἄλλως.
- 1.128.1
καὶ τὴν λέξιν δὲ τὴν ἐν τῷ τρίτῳ Περὶ ψυχῆς τούτοις προσοικειοῦν ἔλεγεν δεῖν καὶ τὴν ἕξιν καὶ τὸ φῶς ἐπὶ τοῦτον φέρειν τὸν πανταχοῦ ὄντα.
- 1.129.1
οὗτος δὲ ὁ νοῦς ἤτοι μόνος αὐτὸς τὰ ἐνθάδε διοικεῖπρὸς τὴν τῶν θείων ἀναφορὰν καὶ συγκρίνει τε καὶ διακρίνει, ὥστε αὐτὸς καὶ τοῦ δυνάμει νοῦ δημιουργός, ἢ μετὰ τῆς τῶν οὐρανίων εὐτάκτου κινήσεως.
- 1.130.1
ὑπὸ γὰρ ταύτης γίνεται τὰ ἐνθάδε τῇ προσόδῳ καὶ ἀφόδῳ τοῦ ἡλίου μάλιστα ἢ ὑπ᾿ αὐτοῦ γινόμενα καὶ τοῦ ἐνθάδε νοῦ ἢ ὑπὸ τούτων μὲν καὶ τῆς τούτων κινήσεως ἡ φύσις γίνεται, αὐτὴ δὲ τὰ καθέκαστα μετὰ τοῦ νοῦ διοικεῖ.
- 1.131.1
ἀντιπίπτειν ἐδόκει μοι τούτοις τό τε τὸν νοῦν καὶ ἐν τοῖς φαυλοτάτοις εἶναι θεῖον ὄντα, ὡς τοῖς ἀπὸ τῆς Στοᾶς ἔδοξεν, καὶ τὸ ὅλως εἶναι καὶ ἐν τοῖς ἐνταῦθα νοῦν καὶ προηγουμένην τινὰ πρόνοιαν (καὶ μὴν κατὰ τὴν ἐπὶ τὰ θεῖα ἀναφορὰν τὴν τῶν ἐνταῦθα γίνεσθαι πρόνοιαν), καὶ τὸ μὴ ἐφ᾿ ἡμῖν εἶναι τὸ νοεῖν μηδ᾿ εἶναι τοῦτο ἡμέτερον ἔργον, ἀλλ᾿ εὐθὺ γινομένοις ἡμῖν ἐνυπάρχειν φύσει τήν τε σύστασιν τοῦ δυνάμει καὶ ὀργανικοῦ καὶ τὴν διὰ τοῦ θύραθεν ἐνέργειαν.
- 1.132.1
ἢ οὐκ ἀλλάσσει τόπον τὸ τῷ νοεῖσθαι ἔν τινι γινόμενον.
- 1.133.1
οὐδὲ γὰρ τὰ τῶν αἰσθητῶν εἴδη, ἐπειδὰν αὐτῶν αἰσθώμεθα, ἐν τοῖς αἰσθητηρίοις ὡς τόποις αὐτῶν γίνεται.
- 1.134.1
χωριστὸς δὲ λέγεται ὁ θύραθεν νοῦς καὶ χωρίζεται ἡμῶν, οὐχ ὡς μετιών που καὶ ἀμείβων τόπον, ἀλλὰ χωριστὸς μὲν ὡς καθ᾿ αὑτόν τε ὢν καὶ μὴ σὺν ὕλῃ, χωριζόμενος δὲ ἡμῶν τῷ μὴ νοεῖσθαι, οὐ τῷ μετέρχεσθαι.
- 1.135.1
οὕτως γὰρ ἐγίνετο καὶ ἐν ἡμῖν.
- 2.1.1
Ὅτι μὲν ἡ ψυχὴ ἀσώματος, ἱκανὸς μὲν παραστῆσαι καὶ ὁ λόγος, καθ᾿ ὃν εἶδος οὖσα δείκνυται παρὰ Ἀριστοτέλους ἡ ψυχή (οὐδὲν γὰρ εἶδος σῶμα), οὐ μὴν ἀλλὰ καὶ ἐκ τῶνδε τῶν λόγων δειχθείη ἂν οὖσα ἀσώματος.
- 2.2.1
εἰ παντὸς σώματος αἱ ποιότητες αἰσθηταί, τῆς ψυχῆς δὲ αἱ ποιότητες οὐκ αἰσθηταί (αἱ γὰρ ἀρεταὶ καὶ αἱ κακίαι οὐ τοιαῦται), οὐκ ἄρα σῶμα ἡ ψυχή.
- 2.3.1
ἔτι εἰ ἡ ψυχὴ σῶμα, πᾶν δὲ σῶμα μιᾷ γέ τινι αἰσθήσει αἰσθητὸν τῇ αὑτοῦ φύσει (λέγω δὲ περὶ τῶν ἐνεργείᾳ ὄντων σωμάτων καί, ὥς φασιν αὐτοί, πεποιωμένων), εἴη ἂν καὶ ἡ ψυχὴ αἰσθητή (οὐ γὰρ δὴ ἄποιόν γε σῶμα αὐτὴν ἐροῦσιν, ἔσται γὰρ ὕλη)·
- 2.4.1
οὐκ ἔστιν δέ· οὐκ ἄρα σῶμα.
- 2.5.1
οὐ γὰρ δὴ οὕτω ἐστὶν οὐκ αἰσθητὴ ὡς τὰ διὰ σμικρότητα ἀναίσθητα σώματα.
- 2.6.1
ἔτι πᾶν σῶμα ἢ ἐνεργείᾳ ἢ δυνάμει αἰσθητόν, ἡ δὲ ψυχὴ οὔτε ἐνεργείᾳ οὔτε δυνάμει αἰσθητόν·
- 2.7.1
ὥστε οὐ σῶμα.
- 2.8.1
ἔτι εἰ ἡ ψυχὴ ὡς αἰσθητῆς αὑτῆς αἰσθάνεται, καὶ ἄλλης αἰσθήσεται.
- 2.9.1
οὐκ αἰσθάνεται δὲ ἄλλης, οὐδ᾿ αὑτῆς ἄρα ὡς αἰσθητῆς.
- 2.10.1
ἔτι εἰ ἡ ψυχὴ σῶμα, ἤτοι ἔμψυχον ἢ ἄψυχον.
- 2.11.1
ἀλλὰ μὴν ἄτοπον τὸ ἄψυχον.
- 2.12.1
εἰ δὲ ἔμψυχον, ζῷόν τε ἔσται καὶ πάλιν ἐκείνου ἡ ψυχὴ ἤτοι ἔμψυχος ἢ ἄψυχος, καὶ τοῦτο εἰς ἄπειρον.
- 2.13.1
ἂν δ᾿ ἐνιστάμενοι πρὸς τὴν διαίρεσιν τῶν σωμάτων τὴν λέγουσαν τὰ μὲν ἔμψυχα εἶναι αὐτῶν, τὰ δὲ ἄψυχα, λέγωσιν μὴ ὑγιῶς διῃρῆσθαι, εἶναι γὰρ τὰ μὲν ἔμψυχα, τὰ δὲ ἄψυχα, τὰ δὲ ψυχάς, ῥητέον, ὅτι τοῖς κατὰ ἀντίφασιν διαιρουμένοις οὐδέποτε ἀντιδιαιρεῖται τοῦτο, οὗ ἐστιν ἡ ἀπόφασις·
- 2.14.1
οἷον εἰ διαιρούμενοι τῶν σωμάτων τὰ μὲν λέγοιμεν εἶναι κεχρωσμένα, τὰ δὲ ἄχροα (ἐν γὰρ τῷ αὐτῷ γένει τῷ τῆς ἕξεως δεκτικῷ ταὐτὸν δύναται τῇ ἀποφάσει ἡ στέρησις), οὐκέτι μέντοι λέγομεν·
- 2.15.1
τὰ δὲ χρώματα.
- 2.16.1
διαφορὰ γὰρ σωμάτων τὸ κεχρῶσθαι ἢ ἄχροα εἶναι, ἀλλ᾿ οὐ τὰ χρώματα.
- 2.17.1
καὶ πάλιν τῶν σωμάτων τὰ μὲν ὀσμὴν ἔχοντά ἐστιν, τὰ δὲ οὐκ ἔχοντα καὶ ἄοσμα, οὐκέτι λέγομεν·
- 2.18.1
τὰ δὲ ὀσμαί. καὶ τὰ μὲν ποιότητα ἔχοντα, τὰ δὲ οὐκ ἔχοντα ποιότητα καὶ ἄποια, οὐκέτι·
- 2.19.1
τὰ δὲ ποιότητες.
- 2.20.1
ἢ τῶν σωμάτων τὰ μὲν σύνθετα, τὰ δὲ οὐ σύνθετα, οὐκέτι·
- 2.21.1
τὰ δὲ συνθέσεις.
- 2.22.1
οὐ γὰρ σῶμα ἡ σύνθεσις.
- 2.23.1
ὁμοίως δὲ καὶ τῶν ζῴων τὰ μὲν θνητά, τὰ δὲ οὐ θνητά τε καὶ ἀθάνατα, οὐκέτι·
- 2.24.1
τὰ δὲ θάνατοι.
- 2.25.1
οὐ γὰρ ζῷον ὁ θάνατος.
- 2.26.1
πάλιν τῶν ζῴων τὰ μὲν λογικά, τὰ δ᾿ οὐ λογικά τε καὶ ἄλογα, οὐκέτι·
- 2.27.1
τὰ δὲ λόγοι.
- 2.28.1
οὐ γὰρ λόγοι τὰ ζῷα.
- 2.29.1
τὸν αὐτὸν οὖν τρόπον ἐροῦμεν καὶ τῶν σωμάτων τὰ μὲν εἶναι ἔμψυχα, τὰ δὲ οὐκ ἔμψυχα καὶ ἄψυχα, οὐκέτι δὲ καὶ ψυχάς·
- 2.30.1
οὐ γὰρ αἱ ψυχαὶ σώματα.
- 2.31.1
ἔτι εἰ ἡ ψυχὴ σῶμα, ἤτοι ὑπό τινος συνέχεται ἢ ὑφ᾿ αὑτῆς.
- 2.32.1
ἀλλ᾿ ὑφ᾿ αὑτῆς μὲν οὐχ οἷόν τε ὡς μιᾶς καὶ δι᾿ ὅλης ὁμοίας.
- 2.33.1
ἀδύνατον γὰρ τὸ αὐτὸ κατὰ τὸ αὐτὸ συνέχειν τε καὶ συνέχεσθαι.
- 2.34.1
λείπεται ἄρα μέρος μὲν συνέχειν αὐτῆς, μέρος δὲ συνέχεσθαι.
- 2.35.1
εἰ δὲ τοῦτο, εἴη ἂν τὸ μέρος τὸ συνέχον ἡ ψυχή, οὐ τὸ συνεχόμενον, ὅ, εἰ καὶ αὐτὸ σῶμα, ἤτοι ὑπὸ ἄλλου συνέχεται, ἢ ὑφ᾿ αὑτοῦ, καὶ τοῦτο εἰς ἄπειρον.
- 2.36.1
εἰ γὰρ ὅλην λέγοιεν αὐτὴν συνέχειν τε καὶ συνέχεσθαι ὡς ἕν τι καὶ ταὐτὸν ὄν, δυνήσεταί τι καὶ ἔχειν καὶ ἔχεσθαι ὑφ᾿ αὑτοῦ καὶ ποιεῖν ταὐτὸ καὶ πάσχειν.
- 2.37.1
οὐδὲ γὰρ ἡ τρίβουσα χεῖρ καὶ ἀντιπάσχουσα κατὰ τὴν αὐτὴν δύναμιν ποιεῖ τε καὶ πάσχει.
- 2.38.1
καὶ καθόλου οὐδὲν τῶν ὑπό τινος ἐχομένων καὶ αὐτὸ ἔχει.
- 2.39.1
οὔτε γὰρ θερμότης οὔτε γλυκύτης, οὔτε σχῆμα οὔτε χρῶμα οὔτε ὑγίεια οὔτε ἁρμονία.
- 2.40.1
ἀλλ᾿ οὐδὲ ἀρετὴ ἢ ἐπιστήμη.
- 2.41.1
τοιοῦτον δὲ καὶ ἡ ψυχή.
- 2.42.1
ἔτι εἰ ἡ ψυχὴ λεπτομερές τι σῶμα οὖσα συνέχει μὲν τὸ σῶμα αὐτή, πάλιν δὲ συνέχεται ὑπ᾿ αὐτοῦ, ἔσται καὶ τοῦτο τὸ παχυμερέστατον σῶμα ψυχή, εἴ γε τὸ συνέχον ψυχή.
- 2.43.1
ὥστε ἔσται τὸ σῶμα ψυχὴ τῆς ψυχῆς, συνέχον γε αὐτήν.
- 2.44.1
ὅτι γὰρ οὐδὲν αὑτὸ συνέχει, δῆλον ἐκ τοῦ μηδὲ τὰ δοκοῦντα τοῦτον ἔχειν τὸν τρόπον τοιαῦτα εἶναι.
- 2.45.1
οὔτε γὰρ ἡ κόλλα αὑτὴν συνέχει καὶ τὰ κεκολλημένα.
- 2.46.1
ἕτερον γὰρ αὐτῆς τὸ συνέχον καὶ ἕτερον τὸ συνεχόμενον.
- 2.47.1
ὅσον μὲν γὰρ σωματικόν, συνέχεται, τὸ δὲ συνέχον ἐστὶν ἡ ποιότης καὶ ἡ δύναμις ἀσώματος οὖσα.
- 2.48.1
φθαρείσης γοῦν τῆς τοιαύτης ποιότητος, τὸ ὑλικὸν καὶ σωματικὸν μένον οὔτε αὑτὸ ἔτι οὔτε τὰ ξύλα συνέχειν δύναται.
- 2.49.1
ἔτι εἰ ἡ ψυχὴ σῶμα, ἢ πῦρ ἢ πνεῦμα λεπτομερές ἐστι διὰ παντὸς διῆκον τοῦ ἐμψύχου σώματος.
- 2.50.1
εἰ δὲ τοῦτο, δῆλον ὡς οὐκ ἀργὸν οὐδὲ ὡς ἔτυχεν ἔχον ἐροῦσιν αὐτό. οὐ γὰρ πᾶν πῦρ οὐδὲ πᾶν πνεῦμα ταύτην ἔχει τὴν δύναμιν.
- 2.51.1
μετά τινος οὖν ἔσται εἴδους ἰδίου καὶ λόγου καὶ δυνάμεως καί, ὡς αὐτοὶ λέγουσιν, τόνου.
- 2.52.1
ἀλλὰ εἰ τοῦτο, οὐ τὸ πνεῦμα ἔσται ἢ τὸ πῦρ ἡ ψυχή, ἀλλὰ τὸ ἐν τούτοις εἶδος καὶ ἡ δύναμις καὶ ὁ τόνος, καθὸ τῶν ὁμογενῶν τῶν ἄλλων διαφέρει.
- 2.53.1
ἔτι ὡς σῶμα ἀνείδεον, οὕτως εὔλογον καὶ εἶδος ἄϋλον καὶ ἀσώματον εἶναι.
- 2.54.1
ἐκ τούτων γὰρ τὸ συναμφότερον.
- 2.55.1
ἔτι εἰ σῶμα ἄψυχον, διὰ τί μὴ καὶ ψυχὴ ἀσώματος;
- 2.56.1
ἔτι εἰ σῶμα ἡ ψυχή, ἤτοι ἁπλοῦν ἢ σύγκριμα.
- 2.57.1
ἀλλὰ εἰ μὲν ἁπλοῦν, ἢ γῆ ἢ πῦρ ἢ ἀήρ ἢ ὕδωρ.
- 2.58.1
εἰ δὲ τούτων τι καθ᾿ ἑαυτὸ ψυχή.
- 2.59.1
πᾶν τε τὸ τοιοῦτον ἔσται ψυχή (οἷον πᾶν πῦρ, πᾶς ἀήρ), καὶ πᾶν τὸ τοῦτον περιέχον σῶμα ἔμψυχον.
- 2.60.1
ὥστε εἰ ὁ ἀὴρ ἡ ψυχή, ἔσται ζῷον ἡ ἀρτηρία καὶ ὁ πνεύμων καὶ ὁ πεφυσημένος ἀσκός, καὶ πᾶν τὸ ἀέρα ἔχον ἐν αὑτῷ σῶμα.
← Previous · Next → — showing 201–300 of 1,717
First Thousand Years of Greek. CTS URN tlg0732.tlg011.1st1K-grc1. Via the Perseus Digital Library / Open Greek and Latin TEI corpora. Licence: Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License. Source.