Ancient Textssearch the texts themselves, not just their titles

← All works

De venenatis animalibus eorumque remediis

First Thousand Years of Greek · First Thousand Years of Greek · 205 sections

  1. 15.14.1

    14 φαϲὶν δέ τινεϲ καὶ καρκίνον ποτάμιον χυλιϲθέντα μετὰ γάλακτοϲ, καὶ προϲλαβόντα ϲελίνου ϲπέρμα, παραχρῆμα τῶν ὀχληρῶν ἀπαλλάϲϲειν. ἢ πέπερι τρίψαϲ ἐν οἴνῳ κ ᾱ πάχοϲ ϲύμμετρον ποιῶν δίδου πιεῖν.

  2. 15.15.1

    ἀντίδοτοϲ ποιοῦϲα πρὸϲ φαλαγγιοδήκτουϲ καὶ τρυγόναϲ καὶ δράκονταϲ θαλαϲϲίουϲ, καὶ ϲμυραίνηϲ καὶ πάντων τῶν τοιούτων γενῶν πληγάϲ. ἐϲτὶ δὲ ἀρίϲτη· ἀριϲτολοχίαϲ, ἵρεωϲ Ἰλλυρικῆϲ, ναρδοϲτάχυοϲ, πυρέθρου, δαύκου ϲπέρματοϲ, βρυωνίαϲ ῥίζηϲ, γλυκυϲίδηϲ ῥίζηϲ, ἐλλεβόρου μέλανοϲ, ἀφρονίτρου, κυμίνου, κονύζηϲ, ϲταφίδοϲ ἀγρίαϲ,

  3. 15.16.1

    δαφνίδων, κυτίνων, πετροϲελίνου ϲπέρματοϲ, κιναμώμου, ϲπονδυλίου, ἁλῶν, πιτύαϲ λαγωοῦ, καρκίνου ποταμίου, χαλβάνηϲ, ὀποῦ μήκωνοϲ, βαλϲάμου· πάντων ἴϲα βαλὼν εἰϲ ὅλμον, κόψαϲ καὶ ϲήϲαϲ, ἀνάπλαϲϲε μετὰ καππάρεωϲ χυλοῦ δραχμιαίουϲ τροχίϲκουϲ, καὶ δίδου πιεῖν μετὰ δυο κυάθων οἴνου.

  4. 16.1.1

    τῶν μὲν ἀϲπίδων ἐϲτὶν εἴδη κατὰ τοὺϲ θηριακὸϲ τρία· αἱ μὲν 1 γὰρ αὐτῶν εἰϲι χερϲαῖαι καλούμεναι, αι δὲ χελιδονίαι, αἱ δὲ ὀνομάζονται πτυάδεϲ, μεγέθει δὲ αὐται καὶ χρόᾳ καὶ ἐνεργείᾳ ἀλλήλων διαφέρουϲιν. αἱ μὲν γὰρ χερϲαῖαι ευρίκονται πηχῶν τριῶν, ἐνίοτε δὲ καὶ τεϲϲάρων, πολλά κιϲ δὲ καὶ πέντε· ἀνάλογα δὲ τῷ μήκει καὶ τὰ πάθη ἔχουϲιν.

  5. 16.2.1

    αἱ δὲ πτυάδεϲ αἱ μέγιϲται πηχῶν δύο, αἱ δὲ χελιδονίαι 2 πήχεωϲ ἑνόϲ, κατὰ δὲ χρόαν τῶν χελιδονίων εἰϲὶν ὅμοιαι, ὅθεν καὶ προϲηγορεύθηϲαν· αἱ δὲ πτυάδεϲ τεφρώδειϲ, ἔγχλωροι, χρυϲίζουϲαι, αἱ δὲ χερϲαῖαι καὶ αὐταὶ ὁτὲ μὲν τεφρώδειϲ, ὁτὲ δὲ ἔγχλωροι. ερίϲκονται.

  6. 16.3.1

    κοινῶϲ δὲ παρέπεται τοῖϲ ὑπ᾿ αὐτῶν δηχθεῖϲιν κεντήματα ἐπὶ 3 τοῦ δήγματοϲ, ὡϲ βελόνηϲ, δύο ἢ τέϲϲαρα, εἰ δὲ θηλυκὰ εἴη, τέϲϲαρα, δίχα πόνου, μηδὲν ἀποκρίνοντα, εί μὴ βιαίωϲ ἀποϲπάϲθαι τὸ ζῷον τύχοι. παρέπεται δὲ νάρκα, ὠχρίαϲιϲ προϲώπου, κατάψυξιϲ, χαϲμαὶ ϲυνεχεῖϲ, βλεφάρων ἐπιμύϲειϲ, τραχήλου παρέγκλιϲιϲ, καρηβαρία, νωθρία, καταφορὰ ὑπνώδηϲ, ϲφυγμὸϲ ἀμετάβλητοϲ, πρὸϲ τέλει δὲ ϲπαϲμόϲ·

  7. 16.4.1

    4 ὁ δὲ θάνατοϲ ἐν ὥραιϲ δύο ἢ τριϲὶν ἐπὶ τῆϲ χερϲαίαϲ, ἐπὶ δὲ τῆϲ χελιδονίαϲ ἔτι καὶ ϲυντομώτερον· τοῖϲ δὲ ὑπὸ τῆϲ πτυάδοϲ προϲεπτυϲμένοιϲ ἀμαύρωϲιϲ, διόγκωϲιϲ προϲώπου καὶ ἀκοῆϲ ἀποκοπή, πόνοϲ ἐλαφρὸϲ καὶ οὐκ ἄτερ ἡδονῆϲ, διὸ καλῶϲ ὁ Νίκανδροϲ (Th.188) ἔλεγεν·

  8. 16.5.1

    5 ‘καμάτου δ’ ἄτερ ὄλλυται ἀνήρ’· χρόα ἀτρόπιοϲ καὶ χλοανθήϲ, καρδιωγμὸϲ ὀλίγοϲ, μέτωπον δὲ ϲυνεχῶϲ ἀναϲπᾶται, βλέφαρα ἀκινητεῖ μετὰ ἀναιϲθηϲίαϲ ὁμοίωϲ ὕπνῳ, κἂν τούτοιϲ ὁ θάνατοϲ ϲυναναιρει. μηδὲ τρίτον ἡμέραϲ διαλιπών.

  9. 16.6.1

    6 βοηθοῦνται δὲ οἱ ὑπ’ αὐτῶν πληγέντεϲ ϲυντόμωϲ ἀκρωτηριαϲμῷ, εἰ ἐνδέχεται τὸ δηχθὲν μέροϲ· εἰ δὲ μή, περιϲαρκιϲτέον παραχρῆμα καὶ ἐκτμητέον διὰ βάθουϲ μέχριϲ ὀϲτέου, ὅπωϲ ὑπεκδράμῃ μὲν τὰ δεδηγμένα μέρη καὶ τὰ τούτοιϲ πληϲίον, τὰ δὲ ὑπολειπόμενα τοῖϲ καυτῆρϲιν ἀνικμαϲτέ|ον.

  10. 16.7.1

    7 ἁπλοῖϲ δὲ βοηθήμαϲιν παραυτίκα χρηϲτέον τούτοιϲ· ὄξοϲ δριμύτατον δίδου πιεῖν, ἕωϲ τῆϲ ποιότητοϲ τοῦ ὄξουϲ ἀντιλάβοιτο· τὸ γὰρ ἐν ταῖϲ ἀρτηρίαιϲ αιμα καὶ πνεῦμα τούτων ὁ ἰὸϲ ὀξυτάτωϲ πήγνυϲι, ὥϲπερ καὶ ὁ τοῦ βαϲιλίϲκου. κατὰ δὲ τῆϲ πληγῆϲ ἐπιτίθει κενταύριον ϲὺν ϲμύρνῃ καὶ ὀπίῳ ϲυλλεάναϲ. ἄλλο· ϲίναπι μετὰ λινοϲπέρμου ϲὺν ὄξει λεάναϲ ἐπίθεϲ.

  11. 16.8.1

    8 εἰϲ δὲ τὸ γνῶναι, εἰ ζήϲεται ὁ πεπληγμένοϲ, κενταύριον λεάναϲ μετ’ οἴνου δίδου· ἐὰν ἐμέϲῃ τὸ φάρμακον, ἀποθανεῖται, εἰ δὲ μή, ϲψζεται. εἰϲ δὲ τὸ ἀπερᾶϲαι τὴν ἐκ τῆϲ ἀντιδόϲεωϲ φαυλότητα καὶ τροπὴν τὴν ἐν τῷ ϲτομάχῳ ϲκόρδα λεάναϲ δίδου μετὰ ζύθου, ἕωϲ ὑποναύϲιοϲ γένηται, ἢ ὀποπάνακα δίδου ἐν κράματι, καὶ παραχρῆμα ἐνεργήϲει.

  12. 16.9.1

    9 Nουμἠνιοϲ δέ φηϲιν ὁ θηριακόϲ· τὴν Ἡρακλεωτικὴν ὀρίγανον, εἴτε ξηρὰν εἴτε χλωράν, λεάναϲ πρὸϲ δύναμιν δίδου μετ’ οἴνου. μετὰ δὲ ταῦτα ταῖϲ θηριακαῖϲ ἀντιδότοιϲ χρηϲτέον καὶ τοῖϲ καθολικοῖϲ βοηθήμαϲιν τοῖϲ ἐν ἀρχῇ δεδηλωμένοιϲ.

  13. 17.1.1

    τοῖϲ δὲ ὑπὸ ἔχεωϲ ἢ ἐχίδνηϲ δηχθεῖϲιν εὑρίϲκομεν κεντήματα ὑπάρχοντα δύο ἢ τέϲϲαρα. εὐρύτερα δὲ ἢ ἐπὶ ἀϲπίδοϲ, δι’ ὧν αἷμα ἐκκρίνεται πρῶτον, εἶτα αἱματώδηϲ ἰχὼρ καὶ ἐλαιώδηϲ καὶ χολώδηϲ, ὄγκοϲ διάπυροϲ, φλυκταινώδηϲ, ὑπέρυθροϲ, εἶτα πελιὸϲ καὶ νεμόμενοϲ, ϲτόμα κατάξηρον, ἔγκαυϲιϲ, ἔκλυϲιϲ, φρικώδηϲ διαδρομή, ποτὲ

  14. 17.2.1

    δὲ καὶ χολῆϲ ἔμετὸϲ, ϲτρόφοϲ, βάροϲ κεφαλῆϲ καὶ ὀϲφύοϲ, ϲκοτοδινία, 2 ὠχρίαϲιϲ, λυγμόϲ, πυρετόϲ, ταχύπνοια, χρῶμα μολιβδῶδεϲ, ἱδρὼϲ ψυχρόϲ. ὁ δὲ θάνατοϲ ἐν ἡμεραιϲ ἑπτά, καὶ ὡϲ ἐπὶ τὸ πλεῖϲτον τῇ τρίτῃ, καὶ μάλιϲτα τοῖϲ ὑπὸ ἐχίδνηϲ ἀδικηθεῖϲιν.

  15. 17.3.1

    βοηθοῦϲι δὲ καὶ τούτοιϲ ϲπύραθοι σιγῶν μετ’ οἴνου λεανθεῖϲαι 3 καὶ καταπλαϲϲόμεναι, καὶ δάφνη ὡϲαύτωϲ, καὶ ἀβρότονον καὶ χαλβάνη ἀντὶ ϲπληνίου ἐπιρριπτομένη, καὶ ὀρίγανοϲ χλωρὰ λεανθεῖϲα, καὶ τῶν ὀρνίθων οἱ νεοϲϲοὶ ἀναπτυϲϲόμενοι παραχρῆμα καὶ ἐπιτιθέμενοι, ἢ ὀρόβινον ἄλευρον ϲὺν οἴνῳ πεφυραμένον, καὶ ῥεφάνου φλοιὸϲ ίϲχυρῶϲ λεανθείϲ, καὶ ϲκίλλα ὀπτὴ καὶ χαμαίμηλον λελειωμένον, καὶ ὠμήλυϲιϲ δι’ ὀξυμέλιτοϲ ἐϲκευαϲμένη προκαταντλουμένοιϲ θερμῷ ὕδατι.

  16. 17.4.1

    καὶ δάφνηϲ φύλλοιϲ μετ’ ἐλαίου ἐπάλειφε καὶ τῇ ἀγρίᾳ μαλάχῃ μετ’ 4 ἀλφίτου, καὶ κατάπλαϲϲε ϲεύτλου ῥίζῃ μετὰ ἀλφίτων καὶ ὄξουϲ, ἢ ἴριδι ϲὺν ἀλφίτῳ, ἢ τιτάνῳ μετ’ ἐλαίου, ἢ πεφωϲμένοιϲ ἁλϲὶν μετὰ ὑϲϲώπου, ἢ ὀριγάνῳ ϲὺν μέλιτι.

  17. 17.5.1

    ὅταν δὲ ἐπεγερθῶϲιν φλύκταιναι, τῶν 5 καταπλαϲμάτων ἀφίϲταϲθαι χρή, μὴ ἀποδαρῇ τὸ δέρμα· ὅταν δὲ οἱ ίχῶρεϲ ἐκρέωϲιν, κατάντλει ὕδατι θερμῷ ἐπὶ πολὺν χρόνον, ἐπεὶ χεῖρον διατίθενται καταντληθέντεϲ ἐπ’ ὀλίγον. μετὰ δὲ ταῦτα κατάπλαϲϲε τὸ οἴδημα καὶ τὰϲ φλυκταίναϲ ἑφθῷ φακῷ λείῳ μετὰ μέλιτοϲ, καὶ ταῦτα ποίει, ἕωϲ ἀφυγιαϲθῶϲιν.

  18. 17.6.1

    πρὸ δὲ τοῦ γενέϲθαι τὸ οἴδημα, πινέτωϲαν πηγάνου ἀγρίου ϲπέρμα μετὰ γλυκέοϲ κεκραμένου, καὶ ταρίχων χρηϲτῶν πλεῖον ἐϲθίοντεϲ μετὰ ἄρτου καὶ οἶνον πλείονα προϲεπιρροφοῦντεϲ ἄκρατον ἀπεράτωϲαν, καὶ μετὰ τὴν ἀπέραϲιν ἀριϲτολοχίαν πινέτωϲαν ἐν γλυκεῖ κεκραμένῳ· καὶ ἄγχουϲαν δὲ τὴν λεπτόφυλλον ἔνιοι περιάπτουϲιν καὶ βοηθεῖν ὑπιϲχνοῦνται.

  19. 17.7.1

    πινέτωϲαν δὲ καὶ λαγωοῦ τῆϲ πιτύαϲ ὅϲον τριώβολον ἐν οἴνῳ, καὶ πράϲου χυλίϲματοϲ ὅϲον ἡμικοτύλιον ἐν ἀκράτῳ, καὶ μελιϲϲοφύλλου τῶν φύλλων τὸν χυλὁν ϲὺν οἴνῳ, ϲκόροδά τε ἐϲθιόμενα καὶ κρόμμυα καὶ πράϲα καὶ τάριχοϲ δριμύτατοϲ ὠφελεῖ· πότιζε δὲ αὐτοὺϲ καὶ καρκίνον ποτάμιον μετ’ ἀκράτου.

  20. 17.8.1

    8 καλῶϲ δὲ ποιεῖ ἐπ’ αὐτῶν τοῦτο· κ καρκίνουϲ μετὰ ἱκανοῦ αἰρίνου ἀλεύρου κόψαϲ ἐν ὅλμῳ ἐπιμελῶϲ καὶ προϲμίξαϲ καλαμίνθηϲ καὶ ἁλὸϲ ὀλίγον τροχίϲκουϲ πλάϲον καὶ ξήρανον χρῶ δὲ καταπλάϲματι μετὰ γάλακτοϲ, καὶ ἕνα τροχίϲκον ϲὺν μελικράτῳ πότιζε· ἢ φλοιὸν ῥεφάνου μετὰ μέλιτοϲ ἐϲθίειν δίδου, ἡ κόϲτου ⋖ β λεάναϲ δίδου μετ’ οἴνου πιεῖν.

  21. 17.9.1

    9 Πολυείδηϲ δὲ ὁ θηριακόϲ φηϲιν· ἀλκιβιάδιον βοτάνην διαμαϲάϲθω ὁ δηχθεὶϲ καὶ τὸν χυλὸν καταπινέτω, τὸ δὲ μαϲηθὲν ἐπιτιθέτω τῇ πληγῇ· κὰν ἐκπνέῃ τιϲ καὶ χρῆται οὔτωϲ, διαϲωθήϲεται.

  22. 17.10.1

    10 ἐκ δὲ τῶν Ἀπολλωνίου Εὐπορίϲτων· ἄϲβεϲτον πρόϲφατον τρίψαϲ καὶ οἴνῳ δεῦ ϲαϲ καὶ ποιήϲαϲ μαλακὴν κατάπλαϲϲε, καὶ τοῦτο καὶ ἐπὶ παντὸϲ οίδήματοϲ χρηϲιμώτατον. ἢ αἰγὸϲ ϲπυράθουϲ χλωρὸϲ προηψημένουϲ μετ’ οἴνου ἱκανῶϲ τρίψαϲ κατάπλαϲϲε. τοῦτο πάντων τῶν καταπλαϲμάτων ἐϲτὶν ἰϲχυρότατον· ποιεῖ δὲ καὶ πρὸϲ ἐρυϲίπελαϲ.

  23. 17.11.1

    11 ἐὰν δέ τιϲ μελανθίου ⋖ α φάγῃ, οὐκ ἀποθνᾐϲκει. φάρμακον εὐδοκιμοῦν πρὸϲ ἐχεοδήκτουϲ· ἔϲτιν δὲ ϲμύρνηϲ, καϲτορίου, πεπέρεωϲ, ἀνδράχνηϲ καὶ ἄνθουϲ καὶ ϲπέρματοϲ ὀξυβάφου τὸ ἥμιϲυ. ταῦτα πάντα λέαινε ἐν γλυκεῖ Κρητικῷ ἢ ἑτέρῳ τινὶ τῶν ϲπουδαίων.

  24. 17.12.1

    12 Ἐξραϲίϲτρατοϲ δὲ ἔγραψεν μὲν πολλὰ πρὸϲ ἐχεοδήκτουϲ, τὰ δὲ δοκιμώτατά φηϲι τάδε· τοὺϲ τῶν ὀρνίθων ἐγκεφάλουϲ | ἐν οἴνῳ πινομένουϲ ἀρήγειν, καὶ τοῦ πάνακοϲ τὴν ῥίζαν ϲυγκαθεψομένην ἀκράτῳ, καὶ κράμβηϲ ἡμέρου τοῦ ϲπέρματοϲ ὀξύβαφον λεῖον πινόμενον μετ’ οἴνου· ἀγαθὸν δὲ καὶ τὸν δάκτυλον καταβάπτοντα εἰϲ πίϲϲαν ὑγράν, εἶτα ἀποκλύζοντα εἰϲ οἶνον πίνειν.

  25. 18.1.1

    ὁ δὲ κεράϲτηϲ, καθὼϲ οἱ θηριακοὶ ἱϲτοροῦϲιν, μέγεθοϲ ἔχει πήχεοϲ 1 ἑνόϲ, ὁ δὲ μείζων πηχῶν δύο, τῷ δὲ χρώματί ἐϲτι ψαμμώδηϲ, λελεπτιϲμένοϲ κατὰ τὴν οὐράν. ἀποφύϲειϲ δὲ ἔχει ἐπὶ τῆϲ κεφαλῆϲ δύο, ὡϲ ὁμοιοῦϲθαι κέραϲιν, ἀφ’ ὧν δὴ καὶ κεράϲτηϲ ἐκλήθη. τὰ δὲ κατὰ τὴν κοιλίαν μέρη πεφολίδωται ϲτοιχηδόν, ὅθεν ἐν τῷ ἕρπειν ἦχον ἀποτελεῖ ϲυριγμῷ ὅμοιον ἐκ τῆϲ ἀντερείϲεωϲ τῆϲ πρὸϲ τὴν ἄμμον· πλαγίωϲ δὲ καὶ οὐκ ἐπ’ εὐθείαϲ ἕρπει.

  26. 18.2.1

    ϲυμβαίνει δὲ τοῖϲ ὑπὸ τούτου δηχθεῖϲιν ἐπανάϲταϲιϲ τοῦ δήγματοϲ 2 ϲκληρά, ὡϲ ἥλου κεφαλή· ἰχὼρ δὲ ἐκρεῖ οἰνωπὸϲ ἢ μελαινόμενοϲ, κιρϲοειδὴϲ δὲ γίνεται περὶ τὸ ϲύγκριμα ὅλον· καὶ τὸ μὲν αἰδοῖον τείνεται, ἡ δὲ διάνοια ἐξίϲταται, ὀφθαλμῶν τε ἀμαύρωϲιϲ ἐπιγίγνεται· ὡϲ ἐπὶ πλεῖϲτον δὲ ἕωϲ ἐννέα ἡμερῶν παρατείνουϲιν οἱ πληγέντεϲ.

  27. 18.3.1

    ἁρμόζει δὲ καὶ τούτοιϲ ἀκρωτηριαϲμόϲ, εἰ ἐνδέχεται· εἰ δὲ μή, 3 περιϲαρκιϲμὸϲ ἕωϲ ὀϲτέου καὶ καῦϲιϲ. βοηθοῦνται δὲ καταπλάϲμαϲι τοῖϲ ἐπὶ τῶν ἐχεοδήκτων εἰρημένοιϲ καὶ ποτοῖϲ, ἰδίωϲ δὲ ἐπὶ τούτων καϲτόριον μετὰ μελικράτου δίδου πιεῖν, ἢ ῥεφάνου ϲπέρμα μετ’ οἴνου, ἢ ὀπὸν Κυρηναικὸν ϲὺν μελικράτῳ. ϲυνενώϲαϲ δὲ καϲτόριον ἐλαίῳ ϲυνάλειφε· ἅλαϲ δὲ λεῖον κεδρίᾳ ἀναλαβὼν κατάπλαϲϲε ἢ κρομμύοιϲ λείοιϲ μετ’ ὄξουϲ.

  28. 18.4.1

    καταντλητέον δὲ αὐτοὺϲ | ὄξει θερμῷ 4 κατὰ τῆϲ πληγῆϲ, καὶ δοτέον ῥεφανίδαϲ ὠμὰϲ καὶ ὕδωρ πολὺ πιόνταϲ ἀναγκάζειν ἐμεῖν, εἶτα μετὰ τὸν ἔμετον προποτιϲτέον Αἰθιοπικοῦ κυμίνου καὶ ϲμύρνηϲ ὀλίγον καὶ διαλείπειν, εἶτα πάλιν δοτέον ῥεφανίδαϲ καὶ πράϲα καὶ ἐπιπιεῖν οἶνον κεκραμένον πολὺν ἁθρόωϲ καὶ ἀναγκάζειν ἐμεῖν·

  29. 18.5.1

    μετὰ δὲ τὸν ἔμετον ὀριγάνου τῆϲ κόμηϲ κεκομμένηϲ ϲὺν οἴνῳ 5 δίδου. ἐϲθιέτω δὲ καὶ ταριχηρὰ κρέα μετὰ ἄρτου ξηροῦ καὶ οἶνον πινέτω, ἄχρι ἂν ἐπὶ τὴν οὔρηϲιν ἀχθῇ τὸ αἴτιον. τοῖϲ δὲ καταπλάϲμαϲιν ϲυνεχέϲιτερον χρηϲτέον.

  30. 19.1.1

    1 παραδίδωϲιν δὲ ἡμῖν ὁ αὐτὸϲ Ἀπολλώνιοϲ ἐν τοῖϲ Εὐπορίϲτοιϲ βοηθήματα πρὸϲ πρηϲτῆραϲ καὶ ἕρπηταϲ· οὐχ ηὗρον δὲ παρὰ τοῖϲ θηριακοῖϲ τὰ γένη ταῦτα τῶν ζῴων, μόνα δὲ τὰ βοηθήματα ὑπογράψω, ὡϲ ηὗρον παρὰ τῷ Ἀπολλωνίῳ.

  31. 19.2.1

    2 ἔϲτι δὲ τάδε· πρὸϲ μὲν πρηϲτῆραϲ ἀδράχνῃ καὶ ἀλφίτοιϲ καταπλάϲϲειν, ἢ ἀμπέλου φύλλα ἑφθὰ μετὰ μέλιτοϲ, ἐϲθίειν δὲ τάριχον ὠμὸν καὶ πίνειν ἀκρατέϲτερον οἶνον καὶ κελεύειν ἐμεῖν. πρὸϲ δὲ ἕρπηταϲ τὸ μὲν δῆγμα καταντλητέον ὕδατι πολλῷ θερμῷ, καταπλαϲτέον δὲ ἀλεύρῳ κριθίνῳ μετ’ ὄξουϲ ἡψημένου, ποτιϲτέον δὲ οἴνῳ κεκραμένῳ ἢ ὄξει.

  32. 20.1.1

    ἡ δὲ διψὰϲ καλεῖται ὑπ’ ἐνίων θηριακῶν καύϲων ὄφιϲ. ἔϲτι δὲ κατὰ τὸ μέγεθοϲ πήχεοϲ ἑνόϲ, ἐκ παχέοϲ ἐπὶ λεπτὸν ἠγμένη· περιἐρρανται δὲ καθ’ ὅλον τὸ ϲῶμα μελαίναιϲ ϲτιγμαῖϲ καὶ κιρραῖϲ, ἔχει δὲ τὴν κεφαλὴν ϲτενοτάτην.

  33. 20.2.1

    2 τοῖϲ δὲ δηχθεῖϲιν ὑπ’ αὐτῆϲ παρέπεται ἃμα τῇ δήξει οἴδημα, φλεγμονὴ ἀντίτυποϲ. κοινὰ μὲν οὖν ταῦτα καὶ ἄλλοιϲ διὰ δὲ ταῦτα ὀρεκτικώτεροϲ ὁ πάϲχων γίνεται πολ καυϲούμενοϲ, πλείονοϲ δὲ μεταλαμβάνων ποτοῦ, οὐδὲν ἐκκρίνει οὔτε δι’ οὔρων οὔτε δι’ ἱδρώτων οὔτε δι’ ἐμέτων. ἀπόλλυνται οὖν κατὰ δύο αἰτίαϲ, ἢ δίψῃ πολλῇ πιεζόμενοι, εἰ μὴ λαμβάνοιεν ποτόν, ἢ λαμβάνοντεϲ ποτὸν ἀπὸ πολλῆϲ πληρώϲεωϲ ἢ κατὰ τοὺϲ βουβῶναϲ κάτω ἢ πρὸϲ τῷ ἐπιγαϲτρίῳ ὡϲ ἐπὶ ὑδρωπικῶν τῶν καθ’ ὑπέρχυϲιν ῥηγνυμένων.

  34. 20.3.1

    3 βοηθοῦνται δὲ καὶ οὗτοι τοῖϲ ἐπ’ ἐχεοδήκτων είρημένοιϲ, ὡϲ ἴϲτορεῖ Ἀπολλὠνιοϲ ἐν τοῖϲ Εὐπορίϲτοιϲ. ἐν δὲ τοῖϲ Ϲτράτωνοϲ οὐ κεῖται περὶ διψάδοϲ. ὡϲ δὲ παρὰ τοῖϲ θηριακοῖϲ ηὕρομεν, ἰδίωϲ ἐπὶ τούτων φαϲὶν τοῖϲ διουρητικοῖϲ βοηθήμαϲι χρῆϲθαι, ὡϲ τῷ ἀφεψήματι τοῦ ϲελίνου, νάρδου καὶ κιναμώμου καὶ τῶν ὁμοίων, καὶ προϲδιδόνταϲ ἔλαιον ἐμεῖν ἀναγκάζειν· χρῆϲθαι δὲ καὶ κλυϲμοῖϲ.

  35. 20.4.1

    ἐπὶ δὲ 4 τῶν εὐτόνων καὶ φλεβοτομίαν παραληπτέον, κατὰ δὲ τῶν πεπληγμένων μερῶν ἄϲβεϲτοϲ μετ’ ἐλαίου ὠφελεῖ καταπλαϲϲομένη, καὶ ἄλλαιϲ δὲ ἐπιϲπαϲτικαῖϲ δυνάμεϲιν οἰκείωϲ ἔϲτι χρῆϲθαι, ὡϲ τῇ δι’ ἁλῶν καὶ τῆ διὰ δαφνίδων καὶ τῇ λευκῇ καὶ ταῖϲ ἐπὶ κυνοδήκτων γεγραμμέναιϲ.

  36. 21.1.1

    τὰ ζῷα ταῦτά ἐϲτι μὲν κατὰ χρόαν ψαμμώδη, κατὰ δὲ μέγεθοϲ 1 παλαιϲτῶν τριῶν, ἀγόμενα μὲν εἰϲ μικρὸν καὶ μείουρον. ἕρπει δὲ ἐπ’ εὐθεῖαν καὶ βραδέωϲ, καθ’ ὅλον δὲ τὸ ϲῶμα διακεκόϲμηται ϲτιγμαῖϲ πολλαῖϲ λευκαῖϲ καὶ μελαίναιϲ. λέγεται δὲ καὶ πεφολιδῶϲθαι τραχυτάταιϲ φολίϲιν, ἐν δὲ τῇ πορείᾳ ἦχον ἐξακούεϲθαι ϲυριγμοῦ παραπλήϲιον.

  37. 21.2.1

    ἡ μὲν 2 οὖν θήλεια ἐγκειμένη τῇ γαϲτρὶ ἐπὶ γῆϲ ἕρπει, καὶ ἡ ἕδρα αὐτῆϲ περὶ τὴν οὐρὰν κάτω τέτακται, ἐπὶ δὲ τοῦ ἄρρενοϲ πρὸϲ τῇ γαϲτρί.

  38. 21.2.2

    παρέπεται δὲ τούτων τοῖϲ δήγμαϲιν τόποϲ ἔναιμοϲ καὶ κακόχρουϲ, μελανίζων, μηδὲν ἀποκρίνων εἰ μὴ ὀλίγον ὑδατῶδεϲ, ϲτομάχου πόνοϲ, δύϲπνοια, αἱμορραγία διὰ τῶν μυκτήρων καὶ ἀπὸ τῶν τρήϲεων τοῦ δήγματοϲ, καὶ οὐλαί, ὅϲαι εἰϲὶ κατὰ τὸ ϲῶμα, ἀπορρήγνυνται καὶ αἱμορροοῦϲιν.

  39. 21.3.1

    καὶ ταῦτα μὲν ἐπὶ τοῦ ἄρρενοϲ, ἐπὶ δὲ τῆϲ αἱμορροίδοϲ πρὸϲ τούτοιϲ καὶ κανθοὶ αἱμορροοῦϲιν καὶ 3 οὖλα τῶν ὀδόντων, καὶ ἐκ τῶν ῥιζῶν τῶν ὀνυχίων καὶ ἁπλῶϲ διὰ παντὸϲ τοῦ ϲώματοϲ φέρεται τὸ αἷμα· ϲυμβαίνει δὲ πρὸϲ τούτοιϲ καὶ ϲῆψιϲ οὔλων καὶ ἔκπτωϲιϲ ὀδόντων.

  40. 21.4.1

    ἐπιμελεῖϲθαι δὲ τούτων χρὴ πρῶτον μὲν πρὸϲ τὴν αἱμορραγίαν ἐνιϲτάμενον, εἶτα καταπλάϲϲειν τὸ δῆγμα ἀμπέλου φύλλοιϲ ἑφθοῖϲ μετὰ 4 μέλιτοϲ ἢ ἀνδράχνηϲ φύλλοιϲ ϲὺν ἀλφίτῳ. τοῖϲ μὲν οὐν ὑπογύωϲ δεδηγμένοιϲ πρὸ τοῦ δίαιμον οὐρῆϲαι, δοτέον ϲκόροδα πολλὰ καὶ οἶνον κεκραμένον πολὺν καὶ ἐμεῖν ἀναγκαϲτέον, ἔπειτα ίχθύαϲ πολλοὺϲ μετὰ ϲκορόδων ϲὺν ἐλαίῳ τετριμμένων προϲἐνεκτέον καὶ ἄρτον καὶ οἶνον ὑδαρῆ πολύν, καὶ ἐπιβρωτέον ϲταφίδα γλυκεῖαν πολλήν, καὶ πάλιν οἰνον ποτί ϲαντα κελεύειν ἐμεῖν.

  41. 21.5.1

    5 μετὰ δὲ ταῦτα ποτιϲτέον λεκίθου ὠοῦ τὸ τρίτον μέροϲ καὶ μἠκωνοϲ ὀποῦ ὅϲον ἔϲτι καὶ ἴρεωϲ ?? α μετὰ γλυκέοϲ· εἶτα τούτοιϲ δοτέον καὶ γλυκὺν κεκραμένον πιεῖν, καὶ τὸ δῆγμα ὕδατι ψυχρῷ καταντλητέον, τοῖϲ δὲ παλαιο τέροιϲ γλυκὺν δοτέον μετὰ θερμοῦ πολλοῦ.

  42. 21.6.1

    6 μετὰ δὲ τὸν ἐμετὸν ίχθύαϲ ἀπ’ ἀνθράκων προϲενεκτέον, καὶ τῷ πόματι παραπληϲίωϲ χρηϲτέον, καὶ τὴν κύϲτιν ϲπόγγοιϲ πολλοῖϲ πυριατέον. ἐκ δὲ τῶν Ϲτράτωνοϲ· ᾠοῦ τὸ λευκὸν μετ’ οίνομέλιτοϲ δίδου πιεῖν, ἤ ῥεφάνου ϲπέρμα μετ’ οἴνου. κατάπλαϲϲε δὲ ἁλὶ λείῳ ἀναληφθέντι πίϲϲῃ ὑγρᾶ.

  43. 22.1.1

    1 ὁ ἀμμοδύτηϲ κατὰ μὲν μέγεθοϲ εὺρίϲκεται πήχεοϲ μείζων γὰρ οὐ γίνεται —, ψαμμώδηϲ δὲ κατὰ χρόαν· κατὰ δὲ τοῦ ϲώματοϲ ϲτιγμαῖϲ μελαίναιϲ ϲυγκεχάρακται, ἔχει δὲ οὐρὰν ἀπόϲκληρον καὶ ἄνωθεν διεϲχιϲμένην. ὠνόμαϲται δὲ ὑπό τινων καὶ κεχρίαϲ. ἔχει δὲ καὶ τὰϲ ϲιαγόναϲ πλατυτέραϲ.

  44. 22.2.1

    2 τοῖϲ δὲ ὑπ’ αὐτοῦ πεπληγόϲιν παρέπεται τὸ ϲυν τόμωϲ μὲν ὡϲ ἐπὶ πλεῖϲτον ἀπόλλυϲθαι. τὸ δὲ ζῷον αὐτὸ ϲπειρηδὸν προϲβάλλει δεινόν, ὅθεν καὶ οὕτωϲ προϲηγορεύθη.

  45. 22.2.2

    ϲυμβαίνει δὲ τοῖϲ πεπληγμένοιϲ ἔμετοϲ καὶ ίχῶροϲ ἐκκριϲιϲ. ἀπὸ τῆϲ τρώϲεωϲ, καὶ οἴδημα γίγνεται, μετ’ ὀλίγον δὲ καὶ πάλιν ίχωρροεῖ· παρακολουθεῖ δὲ καρηβαρία καὶ λειποθυμία.

  46. 22.3.1

    3 Ἐξραϲίϲτρατοϲ δέ φηϲι πεπονθέναι αὐτοῖϲ τὸ ἡπαρ καὶ τὴν κύϲτιν καὶ τὸ κόλον· ἀνατμηθέντων γὰρ αὐτῶν διεφθαρμένα πωϲ εὑρίϲκεται ταῦτα τὰ μέρη. θνήϲκουϲιν δὲ ἐν ἡμέραιϲ τριϲίν, τινὲϲ δὲ παραμένουϲιν μέχρι τῆϲ ἑβδόμηϲ ὀξύτεροϲ δὲ γίνεται ὁ θάνατοϲ, ὅταν τιϲ ὑπὸ θηλυκοῦ ζᾡου πληγῇ.

  47. 22.4.1

    βοηθοῦνται δὲ οὗτοι πρῶτον μὲν τοῖϲ βοηθήμαϲιν τοῖϲ κοινοῖϲ, ὁμοίωϲ ἀποϲφίγξει, καταϲχαϲμῷ, ϲικυῶν προϲβολῇ , περιγλύψει τοῦ πεπονθότοϲ τόπου. ἰδίωϲ δὲ ἐπὶ τούτων βοηθεῖ πινόμενον ἡδύοϲμον ϲὺν όξυμέλιτι καὶ καϲτόριον καὶ κινάμωμον ὁμοίωϲ, κενταυρίου ῥίζηϲ ⋖ β ϲὺν οἴνῳ κ γ, ἢ ἀριϲτολοχίαϲ ῥίζα ὡϲαύτωϲ, κάρδαμον καὶ γεντιανὴ παραπληϲίωϲ.

  48. 22.5.1

    ὁ μέντοι πεπονθὼϲ τόποϲ 5 καταπλαϲϲέϲθω θριδακίνηϲ καρπῷ μετὰ λινοϲπέρμου καὶ θύμβρᾳ καὶ ἀγρίῳ πηγάνῳ ἢ ἡμέρῳ καὶ ἑρπύλλῳ ϲὺν ἀϲφοδέλῳ λελειωμένοιϲ· τροφαῖϲ δὲ εὐχύλοιϲ χρῆϲθαι. ὡϲ δὲ ἐν ἄλλ ῳ ηὗρον, ἐπικοινωνεῖ πωϲ ἡ θεραπεία καὶ τὰ βοηθήματα ἐπὶ κεράϲτου καὶ ἀμμοδύτου καὶ ϲηπόϲ· ὅμοια γὰρ καὶ τὰ ϲυμπτώματα τῶν τριῶν εἰδῶν.

  49. 22.6.1

    πρὸϲ δὲ 6 τοῖϲ προειρημένοιϲ ποιεῖ καὶ ἡ ἀρτεμιϲία βοτάνη ὅϲον ⋖ α τοῦ χυλοῦ μεθ’ ὕδατοϲ γ ἢ δ πινομένη· καὶ ἡ Μιθριδάτειοϲ δὲ. εἰ παρείη, ἀντίδοτοϲ προϲενεκτέα.

  50. 22.7.1

    χρῆϲθαι δὲ καὶ ταῖϲ προγεγραμ 7 μένοιϲ, μάλιϲτα τῆ διὰ κενταυρίου χυλοῦ καὶ ὀποῦ Κυρηναικοῦ. ποιεῖ δὲ καὶ τὸ μέλαν ξηρὸν τοῖϲ ἕλκεϲιν ἐπιτιθέμενον, καὶ φακὸϲ ἑφθὸϲ λεῖοϲ μετὰ μέλιτοϲ καὶ ϲιδίων καταπλαττόμενοϲ, καὶ ὅϲα πρὸϲ νομὰϲ ἁρμόζουϲιν. τὰ αὐτὰ δὲ καὶ ἐπὶ τοῦ μυάγρου παρακολουθεῖ, καὶ τοῖϲ αὐτοῖϲ θεραπεύεται.

  51. 23.1.1

    ὁ δὲ λεγόμενοϲ ϲὴψ κατὰ μὲν τὸ μέγεθοϲ εὺρίϲκεται πηχῶν δύο, 1 ἐκ πάχουϲ δὲ ἐπὶ λεπτὸν ἦκται. ἔϲτι δὲ οὐτοϲ εὐθύποροϲ καὶ βραδύποροϲ, τὴν δὲ κεφαλὴν ἔχει πλατεῖαν, ϲτόμα δὲ ἄποξυ· κατέρρανται δὲ καθ’ ὅλον τὸ ϲῶμα ϲτιγμαῖϲ λευκαῖϲ. ϲυμβαίνει δὲ τοῖϲ ὑπὸ τούτου δηχθεῖϲιν ἀπὸ μὲν τῶν τρήϲεων ἐμφανῶν οὐϲῶν αἰμα ἐκκρίνεϲθαι, καὶ μετ’ ὀλίγον ίχῶρα δυϲώδη, οἴδημά τε καὶ ἄλγημα νωθρόν.

  52. 23.2.1

    τὰ δὲ πεπονθότα μέ ρη ϲηπόμενα λευκαίνεται, ἀλφοειδὴϲ δὲ καθ’ 2 ὅλον τὸ ϲῶμα ἐπι γίνεται χρόα, ῥύϲειϲ τε τριχῶν τῶν καθ’ ὅλον τὸ ϲῶμα. τελευτῶϲιν δὲ μέχρι τριῶν ἢ τεϲϲάρων ἡμερῶν.

  53. 23.2.2

    βοηθοῦνται δὲ καὶ οὐτοι τοῖϲ ἐπὶ κεράϲτου καὶ ἀμμοδύτου είρημένοιϲ βοηθήμαϲιν.

  54. 23.3.1

    3 καὶ Ἀπολλώνιοϲ δὲ ἐν τοῖϲ Εὐπορίϲτοιϲ ὑποτίθεται ἐπὶ τούτων βοηθήματα τάδε· βούτυρον μετὰ μέλιτοϲ ἐνάλειφε τὸν δεδηγμένον τόπον. πότιζε δὲ τρύγα μελικράτου προϲφάτου, ἐπιβάλλων ὄξοϲ καὶ ἀποϲειρώϲαϲ, ἢ ὀξύμελι ἢ μαράθρου καρπὸν ἑφθὸν μετ᾿ οἴνου λευκοῦ κοτύληϲ ἥμιϲυ, ἢ πάνακοϲ ῥίζαν ὁμοίωϲ ϲύμμετρον μετ᾿ οἴνου δίδου·

  55. 23.4.1

    4 ϲυμφέρει δὲ καὶ ϲπόγγουϲ ὄξει θερμῷ βεβρεγμένουϲ τῷ δήγματι προϲτιθέναι. ἐκ δὲ τῶν Ϲτράτωνοϲ· χυλὸν ἀνδράχνηϲ ὡϲ πλεῖϲτον δίδου πιεῖν, ἢ μυρτίτην οἶνον ζωρότερον δίδου, ἢ ἀμπέλου ἕλικαϲ ϲὺν οἴνῳ καὶ ὄξει λειώϲαϲ δίδου πίνειν.

  56. 24.1.1

    1 ὁ μὲν ὄφιϲ οὗτοϲ κατὰ τοῦτο ὠνόμαϲται χέρϲυδροϲ· ἐν μὲν γὰρ ταῖϲ ἀρχαῖϲ διατρίβει ἐν τοῖϲ ἐνύδροιϲ τόποιϲ καὶ λέγεται ὕδροϲ, μετέπειτα δὲ ἐν τοῖϲ καταξήροιϲ τόποιϲ, καὶ κατ᾿ ἐπιϲύνθεϲιν τῶν τόπων τοὔνομα κέκτηται.

  57. 24.2.1

    ἐν τῇ χέρϲῳ οὖν διατρίβων καὶ καλεῖται 2 χέρϲυδροϲ, ὅτε δὴ καὶ χαλεπώτεροϲ ἑαυτοῦ μᾶλλον γίγνεται· ἐν μὲν γὰρ τοῖϲ καθύγροιϲ τόποιϲ τῆϲ ὑγρᾶϲ ἐμφορούμενοϲ τροφῆϲ οὐκ ἄκρατον τὸν ἰὸν ἔχει, χερϲαῖοϲ δὲ γενόμενοϲ εἰλικρινέϲτατον τοῦτον ἴϲχει καὶ χαλεπώτερον. ὡμοίωται δὲ ἀϲπίδι χερϲαίᾳ μικρᾷ δίχα τοῦ πλατύνειν τὸν αὐχένα· τοῦτο γὰρ ἐξαίρετον μόναι αἱ ἀϲπίδεϲ ἔχουϲιν.

  58. 24.3.1

    3 τοῖϲ οὖν ὑπὸ τούτων δηχθεῖϲιν πλατύνεται τὸ ἕλκοϲ καὶ διόγκωϲιϲ ϲυμβαίνει, | πόνοϲ ϲυνεχήϲ, πυρώδηϲ, πελιὸϲ ὁ τόποϲ καὶ τρυγώδηϲ, ἴλιγγοι, ἐκλύϲειϲ, | ἀπορίαι, ἔμετοι χολωδῶν δυϲωδῶν· κατὰ δὲ τὸ ἴδιον κίνηϲιϲ ὅλου τοῦ ϲώματοϲ ἄτακτοϲ, ὡϲ καὶ κατὰ κοιλίαν τινὰ φέρεϲθαι ἀνοίκεια, καὶ περίπρηϲιϲ ὅλου τοῦ ϲώματοϲ. ὁ δὲ θάνατοϲ μέχρι διὰ τρίτηϲ. ἴαϲιϲ δὲ τοῦ κακοῦ ϲὺν χρόνῳ γίνεται καὶ μόλιϲ κατορθοῦται.

  59. 24.4.1

    4 βοηθοῦνται δὲ οὖτοι ἐκ τῶν κοινῶν βοηθημάτων, καὶ ἰδίωϲ τοῖϲδε· πρῶτον μὲν ἀντιδότοιϲ θηριακαῖϲ ταῖϲ προγεγραμμέναιϲ, ἔτι δὲ καὶ τούτοιϲ· κυπαρίϲϲου καρποῦ ⋖ ᾱ, μυρϲίνηϲ καρποῦ ⋖ ᾱ· ταῦτα κοπέντα καὶ ϲυλλεανθέντα διδόναι πιεῖν ϲὺν ὑδρομέλιτι ἢ οἰνομέλιτι· ἢ ἀριϲτολοχίαϲ ⋖ β ἢ ἐν κράματι ἢ ὀξυκράτῳ κ ϲ, ἢ πραϲίου χυλόν, ἢ ἀφέψημα ὁποτέρου ϲὺν οἴνῳ, ἢ πρόϲφατον κηρίον

  60. 24.5.1

    μετ᾿ ὄξουϲ, κατὰ δὲ τῶν πεπονθότων τόπων ἄϲβεϲτοϲ ἐπιτιθέϲθω ϲὺν ἐλαίῳ λελειωμένη, ἢ ὀρίγανοϲ ἀναφυραθεῖϲα ὕδατι, ἢ δρυὸϲ ῥίζηϲ ὁ φλοιὸϲ λειοτριβηθεὶϲ καὶ κρίθινον ἄλευρον μετὰ μέλιτοϲ ϲυντετηκόϲ. χρώμεθα δὲ καὶ τοῖϲ ἄλλοιϲ ἐπιϲπαϲτικοῖϲ.

  61. 25.1.1

    οἱ δὲ λεγόμενοι δρυίναι ὄφειϲ πλεονάζουϲιν μᾶλλον κατὰ τὸν 1 Ἑλλήϲποντον, ἐμφωλεύουϲι δὲ ἐν ταῖϲ τῶν δρυῶν ῥίζαιϲ, ὅθεν καὶ δρυίναι λέγονται. εἰϲὶ δὲ δυϲώδειϲ, διὸ καὶ μὴ ὁρώμενοι γνωρίζονται, ἔνθα εἰϲίν· ἔϲτι δὲ ὡϲεὶ πηχῶν β, καταπίμελοϲ δέ, φολίϲιν καθ᾿ ὅλον τὸ ϲῶμα πεφρουρημένοϲ τραχυτάταιϲ· ἐν δὲ ταύταιϲ ταῖϲ φολίϲιν ἐμφωλεύειν φαϲὶν μυίαϲ τὰϲ χαλκοπτέρουϲ, αὗται δὲ ἀναιροῦϲιν τοὺϲ ὄφειϲ.

  62. 25.2.1

    τοῖϲ οὖν ὑπὸ τούτων δηχθεῖϲιν παρακολουθεῖ | τάδε· οἴδημα 2 μελανίζον, ἄλγημα ϲφοδρόν, νομή, παρακοπή, ξηρότηϲ ϲώματοϲ, λυγμόϲ, ἔμετοϲ χολωδῶν, οὔρων ἐποχή, ἀφωνία, κάροϲ, τρόμοϲ καὶ μετὰ ῥωγμοῦ θάνατοϲ, τοῖϲ δὲ πατήϲαϲιν αὐτὸν ἐκδορὰ ϲκελῶν καὶ οἰδήματα, καὶ καθ᾿ ὅλου κατὰ νέκρωϲιν τῶν δηχθέντων τόπων ὁ θάνατοϲ τοῖϲ πλείϲτοιϲ· οὕτω δὲ δυναμικώτατοϲ ὁ ἰόϲ, ὡϲ καὶ τοὺϲ θεραπεύονταϲ ἰατροὺϲ τὰϲ χεῖραϲ βλάπτειν.

  63. 25.3.1

    βοηθεῖ δὲ καὶ τούτοιϲ ἀριϲτολοχία μετ᾿ οἴνου πινομένη καὶ ἡ 3 τρίφυλλοϲ πόα, ῥίζα τε ἀϲφοδέλου παραπληϲίωϲ λαμβανομένη, καὶ δρυὸϲ πάϲηϲ ὁ καρπὸϲ πινόμενοϲ καὶ καταπλαϲϲόμενοϲ ἀρήγει· βοηθοῦνται δὲ καὶ τοῖϲ ἐπ’ ἐχεοδήκτων εἰρημένοιϲ καὶ ἐκ τινῶν τῶν κοινῶν καὶ καθολικῶν ἀνάλογον τοῖϲ παρακολουθοῦϲιν ϲυμπτώμαϲιν τοῖϲ πεπληγμένοιϲ.

  64. 26.1.1

    1 ὁ κεγχρίνηϲ ὄφιϲ κατὰ μὲγεθόϲ ἐϲτι πηχῶν β, ϲχήματι δὲ ἀπὸ πάχουϲ ἐπὶ λεπτὸν ἠγμένοϲ, κατὰ δὲ χρόαν χλωρὸϲ καὶ μάλιϲτα κατὰ τὴν κοιλίαν, ὡϲ κέγχρῳ κατὰ τὸ χρῶμα ὁμοιοῦϲθαι, διὸ 〈καὶ〉 κεγχρίαν αὐτόν τινεϲ ὠνόμαϲαν. ἄλλοι δἐ φαϲιν μὴ κατὰ τοῦτο αὐτὸν κεγχρίαν λέγεϲθαι, ἀλλ’ ὅτι μάλιϲτα ἑαυτοῦ ἀλκιμώτεροϲ γίνεται, ὅταν ἡ κέγχροι. θάλλῃ. ἐν δὲ τῷ ἀμύνεϲθαι ἀκοντίζων ἑαυτὸν προϲέρχεται καὶ οὕτω πλήττει, ἔνθεν καὶ ὠνόμαϲται ἀκοντίαϲ.

  65. 26.2.1

    2 παρέπεται δὲ τοῖϲ ὑπὸ τούτου δηχθεῖϲιν, ἃ καὶ ἐπὶ τῶν ἐχεοδήκτων, καὶ ἔτι χαλεπώτερα, ὥϲτε καὶ ϲηπεδόναϲ καὶ ἀπόρρευϲιν ϲαρκῶν ἐπακολουθεῖν, καὶ δεινότερον αὐτοῖϲ τὸν θάνατον ἐπιγίνεϲθαι. τὰ δὲ βοηθήματα ὅμοια τοῖϲ τῶν ἐχεοδήκτων καὶ τῶν | ἄλλων τῶν ὁμογενῶν τῶν τὰ ὅμοια νοϲήματα παρεχόντων.

  66. 27.1.1

    1 ταῦτα τὰ ζῷα ὅμοιά ἐϲτιν ἀλλήλοιϲ· οὐ γὰρ ἐκ πάχουϲ ἐπὶ μείουρον ήκται, ἀλλ’ ἰϲοπαχῆ ἐϲτιν, ὡϲ μὴ νοεῖϲθαι ὑπὸ τῶν ὁρώντων, κατὰ ποῖον μέροϲ ἐϲτὶν ἡ κεφαλὴ καὶ κατὰ ποῖον ἡ οὐρά. μόνον δὲ διαφέρει τῆϲ ϲκυτάληϲ ἡ ἀμφίϲβαινα τῷ κατὰ ἀμφότερα τὰ μέρη βαίνειν, παρὸ καὶ ἀμφίϲβαινα κέκληται.

  67. 27.2.1

    2 ϲυμβαίνει δὲ τοῖϲ ὑπὸ τούτων πληγεῖϲιν τὸ μὲν δῆγμα ἀμυδρὸν ὁρᾶϲθαι, ὡϲ ἂν ἀπὸ μυίαϲ κέντημα, δακόντα δὲ οὐκ ἀναιρει, φλεγμονὰϲ δὲ οὐ μόνον ἐπιφέρει, ὡϲ ἐπὶ ϲφηκῶν καὶ μελιϲϲῶν, ὅθεν μεταγέϲθω καὶ ἐπὶ τούτων τὰ αὐτὰ βοηθήματα, καὶ ἔτι τὰ ἐπὶ χερ ϲὐδρου είρημένα.

  68. 27.3.1

    παρὰ δὲ Ϲωρανῷ ἱϲτορεῖται ἡ Χαλκηδονικὴ ϲκυ 3 τάλη ὅμοια ϲυμπτώματα παρέχουϲα τοῖϲ δηχθεῖϲιν ὑπὸ ἐχίδνηϲ παρακολουθοῦντα, διὸ καὶ τοῖϲ αὐτοῖϲ βοηθήμαϲιν χρηϲτέον. καὶ καθ’ ὅλου ἁπλῶϲ εἰπεῖν ἐπὶ παντὸϲ θηριοδήκτου τῶν κατωνομαϲμένων εἰδῶν τὰ πρὸϲ ἐχεοδήκτουϲ ἁρμόζει βοηθήματα, ὡϲ ἂν καθ’ ὅλου ὄντα πρὸϲ παντὸϲ ἰοβόλου πληγὴν εὐάρμοϲτα.

  69. 28.1.1

    τὰ μὲν ϲημεῖα τούτων τῶν ζψων παρὰ τοῖϲ θηριακοῖϲ οὐχ 1 ηὐρον, τὰ δὲ παρακολουθοῦντα τοῖϲ ὑπ’ αὐτῶν πεπληγμένοιϲ καὶ τὰϲ θεραπείαϲ, ἃϲ ηὐρον, ἀναγράψομαι.

  70. 28.1.2

    τοῖϲ τοίνυν ὑπὸ τῆϲ πελιάδοϲ δηχθεῖϲιν ϲυμβαίνει πόνοϲ περὶ τὸν τόπον καὶ ϲηπεδὼν ἀκίνδυνοϲ, καὶ τῶν ὀφθαλμῶν περιωδυνία καὶ ἀμαύρωϲιϲ ἐκ τοῦ τὸν ίὸν ἐπ’ αὐτοὺϲ ἀναδίδοϲθαι.

  71. 28.2.1

    θεραπεύονται δὲ οὔρῳ μὲν ϲαπρῷ τοὺϲ ὀφθαλμούϲ ἐγχυματιζόμενοι ἢ ἅλμῃ, ἢ οὔρῳ 2 ἀφθόρου παιδὸϲ καταντλεῖν αὐτῶν τὴν κεφαλὴν καὶ ἐγχυματίζειν τὰ ὄμματα, ἡκαὶ ὀποβάλϲαμον μετὰ μέλιτοϲ Ἀττικοῦ ἢ καὶ εὐφόρβϛιον ὁμοῦ μίξαϲ ἔγχριε.

  72. 28.3.1

    εὐθετεῖ δὲ ἐπὶ τούτων καὶ τὰ δριμέα κολλύρια 3 τὰ ὀξυδερκικὰ ὑπαλειφόμενα· ἀμύϲϲοντα γὰρ τοὺϲ ὀφθαλμοὸϲ ἀραιοῖ τοὺϲ πόρουϲ, καὶ ἅμα τῇ δακρυρροίᾳ ὁ ἰὸϲ ἐκκρίνεται. ὅταν δὲ λήξωϲιν οἱ ἐν βάθει πόνοι, μόνη δὲ περὶ τοὺϲ ὀφθαλμοὺϲ ἡ ὀδύνη ῇ, τότε μεταβαίνειν δεῖ ἐπὶ τὰ ἁπαλὰ καὶ ἀνώδυνα κολλύρια· προπότιζε δὲ τούτουϲ τὸν τῆϲ πτιϲάνηϲ χυλὸν μετ’ ἐλαίου.

  73. 28.4.1

    τοῖϲ δὲ ὑπὸ τοῦ ἔλοποϲ δηχθεῖϲιν παρακολουθεῖ ϲτρόφοϲ εἰλεώδηϲ 4 θεραπεύονται δὲ οἱ ὑπὸ τούτου δηχθέντεϲ τοῖϲ κοινοῖϲ βοηθήμαϲιν, καὶ μάλιϲτα τοῖϲ διουρητικοῖϲ καὶ παρηγορικοῖϲ τῶν ϲτρόφων.

  74. 29.1

    καὶ τούτων ὁμοίωϲ τὰ ϲημεῖα οὐ παράκειται τῆϲ ἰδέαϲ παρὰ τοῖϲ θηριακοῖϲ. τὰ δὲ παρακολουθοῦντα τοῖϲ πεπληγόϲιν ἐϲτὶ τάδε· τοῖϲ μὲν ὑπὸ τοῦ ἀγαθοδαίμονοϲ ὀδύνη κατ’ ἰδίαν, τοῖϲ δὲ ὑπὸ τοῦ τυφλίου ὀδύνη μετὰ πυρώϲεωϲ· διὸ καὶ θεραπεύεϲθαι ὀφείλουϲιν τοῖϲ ἀναγὅγοιϲ βοηθήμαϲιν.

  75. 30.1.1

    1 τὸ ζῷον τοῦτο οὐκ ἔϲτιν μὲν ἰοβόλον, ἀλκῇ δὲ καὶ δυνάμει ἀναιρεῖ. πλεονάζουϲιν μὲν οὖν οἱ δράκοντεϲ ἐν τῇ Αἰθιοπίᾳ καὶ ἐν τῇ Λυκίᾳ, τῷ δὲ χρώματι διαφέρουϲιν· οἱ | μὲν γὰρ αὐτῶν εἰϲι μέλανεϲ,

  76. 30.2.1

    2 οἱ δὲ κιρροί, οἱ δὲ τεφρώδειϲ· μεγέθει δὲ πάλιν κατὰ πολὺ διαφέρουϲιν· οἱ μὲν γάρ εἰϲιν πήχεων πέντε, οἱ δὲ δέκα, οἱ δὲ δέκα πέντε, οἱ δὲ εἴκοϲιν, οἱ δὲ τριάκοντα, ἱϲτοροῦνται δὲ καὶ μείζονεϲ. φολίϲιν δὲ κέχρηνται καθ’ ὅλον τὸ ϲῶμα, μεγάλουϲ δὲ ἔχουϲι τοὺϲ ὀφθαλμούϲ, καὶ ὑπὲρ τούτουϲ δὲ ἔχουϲιν ἐξοχάϲ τιναϲ, ἐοικυίαϲ ἐπι ϲκυνίοιϲ, ὑπὸ δὲ τῷ γενείῳ ἀπόφυϲίν τινα ἔχουϲιν, ἥν καλοῦϲιν πώγωνα.

  77. 30.3.1

    3 τὰ δὲ τῶν ϲτομάτων διαϲτήματα μεγάλα, προπετὴϲ γλῶϲϲα ὀδόντεϲ μεγάλοι, ἐοικότεϲ τοῖϲ τῶν ἀγρίων ὑῶν· ἔνθα δὲ ἂν δάκωϲιν, κατάγματα ἀπεργάζονται. αἱ γοῦν θεραπεῖαι ὡϲ ἀπὸ τραύματοϲ ἐπιτελείϲθωϲαν καὶ οὐχ ὡϲ ἀπὸ ἰοβόλου ζψου.

  78. 31.1.1

    1 τὸ ζῷον τοῦτό ἐϲτι μὲν μεγέθει παλαιϲτῶν τριῶν, ὀξυκέφαλον δὲ καὶ κατὰ χρόαν ξανθόν. δύναμιν δὲ ἔχει μεγίϲτην ὑπὲρ τὰ ἅλλα ἑρπετὰ πάντα, ὡϲ μηδὲ ἕν αὐτοῦ τὸν ϲυριγμὸν ὑπομένειν, ἀλλὰ κἂν εἰϲ τροφὴν ἢ ποτόν τινα τῶν ζψων ἐπείγηται καὶ αἴϲθηται τῆϲ τοῦ θηρίου περὶ τὸν τόπον παρουϲίαϲ, πάλιν πορεύεται καὶ ἀναχωρεῖ, ὅθεν καὶ ἐλήλυθεν, μηδὲ τῆϲ ἀναγκαίαϲ πρὸϲ ζωὴν τροφῆϲ φροντίϲαντα· τηλικαύτην ἔχει δύναμιν.

  79. 31.2.1

    τοῖϲ δὲ ὑπ’ αὐτοῦ δηχθεῖϲιν ϲυμβαίνει φλόγωϲιϲ ὅλου τοῦ ϲώ 2 ματοϲ καὶ πελίωϲιϲ ὑπὸ τῆϲ ὑπερκαύϲεωϲ τοῦ ἰοῦ· ἀπορρέουϲιν δὲ αἱ τρίχεϲ ἀπὸ τοῦ ϲώματοϲ, ὡϲ μηδὲ ζωῆϲ τὸν τυχόντα χρόνον ἔχειν τὸν ὑπὸ τούτου πληγέντα, ἀλλὰ μὴν οὐδὲ τοῦ ϲώματοϲ τοῦ ὑπ’ αὐτοῦ θανόντοϲ οὐδὲ ἐν ϲαρκοφάγον θιγγάνει.

  80. 31.3.1

    εἰ δέ τι τούτου ὑπὸ 3 λιμῷ ἐγεύϲατο, αὐτόθι καὶ αὐτῷ ὁ θάνατοϲ ἐπιϲκήπτει, ὅθεν μάταιον καὶ περιϲϲὸν ἡγούμεθα βοηθήματα ἀναγράφειν, οὐδενὸϲ τὸ καθ’ ὅλου ϲῴζεϲθαι δυναμένου τῶν ὑπὸ τούτου πεπληγμένων. ὡϲ Ἐραϲί — ϲτρατοϲ δέ φηϲι καϲτορίου ⋖ γ πινομέναϲ ϲὺν οἴνῳ βοηθεῖν, ὡϲαύτωϲ δὲ καὶ τὸν τῆϲ μήκωνοϲ ὀπόν.

  81. 32.1.1

    ὁ πάρωοϲ ὄφιϲ ἐν τοῖϲ κατὰ τὴν Ϲυρίαν τόποιϲ εὑρίϲκεται. 1 οὑτοι δὲ χρώματι οἱ μέν εἰϲι χαλκίζοντεϲ, οἱ δὲ μελανίζοντεϲ, οὐκ ἀναιροῦϲι δὲ δακόντεϲ, ἀλλ’ ὡϲ ἡ ἀμφίϲβαινα καὶ ἡ ϲκυτάλη, οὕτωϲ καὶ οὗτοϲ πλήξαϲ φλεγμονὰϲ μόνον ἐπάγει, διὸ καὶ τοῖϲ αὐτοῖϲ θεραπευέϲθωϲαν οἱ ὑπὸ τούτου πληγέντεϲ.

  82. 32.2.1

    ὁ δὲ ϲπαθίουροϲ ἐν τοῖϲ κατὰ τὴν Χαλκίτιδα τόποιϲ εὑρίϲκε 2 ται. ἔϲτι δὲ τὸ ζῷον ἐκ πάχουϲ ἐπὶ λεπτὸν ἠγμένον ἐπὶ τὴν οὐράν, πλατυκέφαλον δέ· ἔϲτι δὲ μυϲὶ ἔχθιϲτον. οὐκ ἀναιρεῖ δὲ οὐδὲ οὗτοϲ δάκνων, ἀλλὰ μόνον φλεγμονὰϲ ἐπιφέρει· διὸ καὶ οἱ ὑπ’ αὐτοῦ πληγέντεϲ τοῖϲ ὁμοίοιϲ θεραπευέϲθωϲαν.

  83. 32.3.1

    3 τοῖϲ δὲ ὑπὸ τῆϲ ϲκολοπένδρηϲ δεδηγμένοιϲ παρακολουθεῖ κνηϲμόϲ, οἴδημα μέτριον, πόνοϲ λυόμενοϲ ϲυντόμωϲ· διὸ καὶ αὐτοὶ τοῖϲ κοινοῖϲ βοηθοῦνται φαρμάκοιϲ. Ἀπολλώνιοϲ δὲ ἐν τοῖϲ Εξὐπορίϲτοιϲ παραινεῖ ὀξάλμῃ δριμείᾳ θερμῇ καταντλεῖν τοὺϲ τόπουϲ καὶ καταπλάϲϲειν ἁλὶ λείῳ μετ’ ὄξουϲ.

  84. 33.1.1

    1 ἡ μυγαλῆ ἀπεικάζεται μὲν κατὰ τὴν χρόαν τῇ κατοικιδίῳ γαλῇ. κατὰ δὲ τὸ μέγεθοϲ μυί, ὅθεν καὶ ϲύνθετον τὸ ὄνομα ἔχει. ἔϲτι δὲ τῇ χρόᾳ τεφρώδηϲ, ϲτόμα ἔχει ἐπίμηκεϲ, λεπτῇ καὶ κολοβῇ οὐρᾷ κέχρηται· ὀδόνταϲ δὲ λεπτοὺϲ ἔχει, καὶ τούτουϲ ἐν διϲτοιχίᾳ καθ’ ἑκατέραν δὲ γένυν, ὡϲ εἶναι τετραϲτιχίαν ὀδόντων.

  85. 33.2.1

    2 τοῖϲ οὖν ὑπ’ αὐτῆϲ δηχθεῖϲιν αἱ τρώϲειϲ ἐμφανεῖϲ γίγνονται τεϲϲάρων γὰρ ϲτίχων τρώϲειϲ ὁραθήϲονται αἰμά τε ἐκκρίνεται πρῶτον καθαρόν, μετ’ ὀλίγον δὲ ἰχωρῶδεϲ· τὸ γὰρ ζῷον ϲήψει κτείνει.

  86. 33.3.1

    εἰώθαϲι δὲ καὶ φλύκταιναι ἐπανίϲταϲθαι, ἃϲ εἶ τιϲ ἀποϲύροι, ὄψεται τὴν ὑποκειμένην 3 ϲάρκα τρυγώδη τε καὶ κατερρηγυῖαν· παρακολουθεῖ δὲ τοῖϲ πεπληγμένοιϲ καὶ ἐμπνευμάτωϲιϲ. Ϲτράτων δέ — προιϲτορεῖ μὲν γὰρ τὰ προειρημένα περὶ τοῦ ζᾡου καὶ τῶν ὑπὸ τούτου πληγέντων — ἔφη δέ, ὡϲ μᾶλλον τὸ ζῷον περὶ τοὺϲ διδύμουϲ ἐφάλλεται οὐ μόνον ἀνθρώποιϲ, ἀλλὰ καὶ παντὶ ζῴῳ.

  87. 33.4.1

    4 βοηθοῦνται δὲ καὶ οὗτοι, ἐπειδὴ καὶ ϲήψει κινδυνεύουϲιν, μετὰ τὰ κοινὰ βοηθήματα οὕτωϲ· δάφνηϲ τὰ ἁπαλὰ φύλλα ϲὺν οἴνῳ ἐκλεανθέντα δίδου πιεῖν, καὶ λίαν ὠφελεῖ· ἢ ἀβρότονον καθεψηθὲν δι’ οἴνου πότιζε, καὶ ἕρπυλλον καὶ εὔζωμον ὁμοίωϲ, καὶ χαλβάνην διεὶϲ οἴνῳ πότιζε, καὶ κυπαρίϲϲου τὰ ἁπαλὰ ϲφαιρία μετ ὄξουϲ, καὶ κυκλάμινον μετ᾿ ὀξυμέλιτοϲ, καὶ πύρεθρον ϲὺν οἴνῳ.

  88. 33.5.1

    Ἀπολλώνιοϲ δὲ 5 ἐν τοῖϲ Εὐπορίϲτοιϲ παραινεῖ· ϲκόροδα τρίψαϲ ϲὺν τοῖϲ λεπίϲμαϲιν καὶ κυμίνου τὸ ἴϲον διεὶϲ ἐλαίῳ κατάπλαϲϲε τὰ δήγματα καὶ ϲυνάλειφε τοὺϲ κύκλῳ τόπουϲ. ἐὰν δ᾿ ἐκραγῇ καὶ ἑλκωθῇ, ἠ ὀξάλμῃ κατάντλει καὶ κριθὰϲ καύϲαϲ ἐπίπαϲϲε ἐπὶ τὰ ἕλκη· οὐκ ἐκραγήϲεται δέ, φηϲίν, ἐὰν μὴ κύουϲα τυγχάνῃ ἡ δακοῦϲα μυγαλῆ. ἐπὰν δὲ ἑλκωθῇ, ϲίδια ἑφθὰ ῥόαϲ γλυκείαϲ κατάπλαϲϲε, καὶ μυρϲίνηϲ ἀποζέματι κατ αντλητέον, καὶ πᾶϲιν τοῖϲ πρὸϲ νομὰϲ χρηϲτέον.

  89. 33.6.1

    ὠφελεῖ δὲ καὶ χαλβάνηϲ 6 ϲπληνίον ἐπιτεθὲν κατὰ τοῦ δήγματοϲ, καὶ κρίθινον ἄλευρον μετ᾿ ὀξυμέλιτοϲ καταπλαϲθέν, καὶ αὐτὴ δὲ ἡ δακοῦϲα μυγαλῆ ἀναπτυγεῖϲα καὶ ἐπιτιθεμένη τῆϲ ἰδίαϲ πληγῆϲ ἀντιφάρμακόν ἐϲτι, καὶ πύρεθρον δὲ ἐπιπαϲϲόμενον τῷ τραύματι.

  90. 33.7.1

    Ἀλρχιγένηϲ δὲ ἐν τοῖϲ 7 Κατὰ γένοϲ αὐτοῦ τῶν φαρμάκων βιβλίοιϲ φηϲί· τοῖϲ δὲ ὑπὸ τῆϲ μυγαλῆϲ δηχθεῖϲιν παρέπεται πόνοϲ ϲφυγματώδηϲ, ἐρύθημα καθ᾿ ἕκαϲτον ὀδόντοϲ κέντημα, ἔτι μὴν καὶ φλύκταιναι πλήρειϲ ἰχώρων, ἐκκρίϲειϲ τε ίχωρώδειϲ, ἀποδαρείϲηϲ δὲ τέλεον τῆϲ φλυκτίδοϲ λευκὴ ἡ ὑποκειμένη ϲὰρξ φαίνεται κατ᾿ αὐτὸ τὸ ἕλκοϲ· τοῦτο δὲ ἀναξαινόμενον εἰϲ ὑμέναϲ νευρώδειϲ ἀναλύεται, πρὸϲ δὲ τούτοιϲ ἐνίοτε ϲηπόμενά τινα ἐκπίπτει.

  91. 33.8.1

    βοηθοῦνται δὲ οἱ δηχθέντιϲ εὐθέωϲ αὐτὴν τὴν μυγαλῆν ἐν 8 οἴνῳ τετριμμένην πίνοντεϲ ἢ πράϲιον ἢ εὔζωμον ἢ κνῆκον ἥμερον ἢ ϲιϲύμβριον ἢ ἀβρότονον, ἢ τοῖϲ ἄλλοιϲ τοῖϲ ἐπὶ τῶν ὁμοίων είρημένοιϲ.

  92. 34.1

    τοῖϲ δὲ ὑπὸ τῆϲ Χαλκιδικῆϲ ϲαύραϲ πληγεῖϲιν, ὡϲ ἐν τοῖϲ Ϲωρανοῦ ηὗρον, φηϲί, ἅμα τῷ δηχθῆναι ϲυμβαίνει οἴδημα διαφανὲϲ ὥϲπερ ἐκ λαμπτῆροϲ, μελανία τε περὶ τὸ μέροϲ καὶ ϲῆψιϲ· διὸ καὶ τούτουϲ θεραπευτέον τοῖϲ ἐπὶ μυγαλῆϲ εἰρημένοιϲ.

  93. 34.2

    τοῖϲ δὲ ὑπὸ τῆϲ ϲαλαμάνδραϲ πεπληγμένοιϲ ϲυμβαίνει περι|- ωδυνία ϲφοδρὰ καὶ ἐϲχάρωϲιϲ. καὶ ἐπὶ τούτων δὲ ἡ ἐπιμέλεια τοῖϲ ἐπακολουθοῦϲιν ϲυμπτώμαϲιν ἀνάλογοϲ.

  94. 35.1.1

    1 τῶν τετραγνάθων εἴδη εἰϲὶ δύο, ὧν ἕν μέν ἐϲτιν ὑπόπλατυ καὶ ὑπόλευκον, πόδαϲ ἔχον τραχεῖϲ, κατὰ δὲ τὴν κεφαλὴν δύο ἔχον ἐκφύϲειϲ, μίαν εὐθεῖαν καὶ μίαν πλαγίαν, ὥϲτε ϲτοχάζεϲθαι ϲτόματα μὲν ἔχειν δύο, γνάθουϲ δὲ τέϲϲαραϲ. τὸ δὲ ἕτερον, ὡϲ παρωμοίωϲαν οἱ θηριακοί, ἴϲην γραμμὴν καὶ ὁμοίαν ἔχει κατὰ τὸ ϲτόμα, ὡϲ ὁρᾶϲθαι ϲτόματα μὲν δύο, γνάθουϲ δὲ τέϲϲαραϲ.

  95. 35.2.1

    2 τοῖϲ δὲ ὑπὸ τούτων πεπληγμένοιϲ, ὥϲ φηϲιν Ἀρχιγένηϲ ἐν τοῖϲ Κατὰ γένοϲ φαρμάκων, κοινῶϲ μὲν παρακολουθεῖ ταὐτά, καθάπερ καὶ ἐπὶ ϲκορπίων, ἴδια δὲ τὰ τοιαῦτα· τὸ τὴν πληγὴν ἀλγεῖν ϲυντόνωϲ, ὑπολευκανθίζειν τὸν περὶ τὴν πληγὴν τόπον, ἀγρυπνεῖν, πρόϲωπον καὶ κεφαλὴν οἰδεῖν, ἰϲχναίνεϲθαι δὲ μέχρι τῶν ἄρθρων τὰ πεπληγότα μέρη, ἀτροφεῖν δὲ καὶ ὑγιαϲθέντα. βοηθοῦνται δὲ καλαμίνθη ἢ τριφύλλῳ ἢ πηγάνῳ ἡ πάνακι ἡ πολίῳ ποτιζόμενοι, καὶ τοῖϲ ἐπὶ φαλαγγιοδήκτων εἰρημένοιϲ· ἔϲτι γὰρ καὶ ταῦτα φαλαγγίων εἴδη.

  96. 35.3.1

    3 περὶ ἀραχνῶν· ἔϲτιν δέ τι καὶ ἀραχνῶν γένοϲ, ὃ πλῆξαν ϲυντόνουϲ πόνουϲ φέρει περὶ μέϲον τὸ ὑποχόνδριον καὶ ἐρύθημα καὶ. δυϲουρίαν, ἐνίοτε δὲ καὶ πνιγμόν. βοηθοῦνται δὲ καὶ οἱ ὑπὸ τούτων πληγέντεϲ, κύμινον ἄγριον Θηβαικὸν ἢ ἄγνου ϲπέρμα ἢ λεύκηϲ τὰ φύλλα ποτιζόμενοι, ἢ ϲκόροδα πλείονα προϲφερόμενοι καὶ οἶνον ἐπιρροφοῦντεϲ ἄκρατον.

  97. 35.4.1

    4 καὶ ὁ Ἀπολλώνιοϲ | ἐν τοῖϲ Εὐπορίϲτοιϲ τὰ αὐτὰ ϲχεδὸν ἡμῖν παραδίδωϲιν, μετὰ τῶν ϲιτίων ϲκόροδα παραινῶν δίδοϲθαι, καὶ τοῦ κυμίνου μετὰ ἴϲηϲ ἄγνου ϲὺν οἴνῳ ἀκράτῳ.

  98. 36.1.1

    ὁ δὲ Θεόδωροϲ ἐν τῷ ος, αὑτοῦ ϲυγγράμματι περὶ φρύνου τῆϲ τε ἰδέαϲ καὶ τῆϲ φύϲεωϲ ἡμῖν ἐξηγούμενοϲ οὕτωϲ λέγει· ὁ φρῦνοϲ βατράχου εἶδοϲ εἶναί μοι δοκεῖ, ὑδρόβιον δὲ τὸ ζῷον καὶ ἐκ τῆϲ λιμνοβίου φύϲεωϲ μεταβεβληκὸϲ ἐπὶ τὸ χερϲόβιον.

  99. 36.2.1

    φρῦνοϲ δὲ προϲαγορεύεται 2 ἐμφερῶϲ τῷ χερϲύδρῳ, δυϲαλθῆ δὲ τὴν κάκωϲιν παρέχει τοῖϲ ἐντυγχάνουϲιν· ἔϲτι γὰρ τὸ ζῷον ἐπιμέγεθεϲ, ὡϲ μηδὲν ἀποδεῖν βραχείαϲ χελώνηϲ, τραχύνεταί τε τὰ νῶτα καὶ πολὺ ἐπὶ τῇ τοῦ πνεύματοϲ ἐμπλήϲει διοιδεῖ.

  100. 36.3.1

    τολμηρότερον δὲ ἀμύνεται πρὸϲ τὸ ἄντικρυϲ 3 καὶ τοῖϲ πηδήμαϲιν τὸ μεταξὺ ϲυναίρει διάϲτημα, ϲπανίωϲ δὲ δήγμαϲιν χρῆται. ἄϲθμα δὲ πέφυκεν ἰῶδεϲ ἐμποιεῖν ϲφόδρα, ὡϲ κἂν μόνον προϲθίγη τῷ ἄϲθματι, βλάπτειν τοὺϲ πληϲίον γινομένουϲ. πλείονα δὲ περὶ τοῦ ζψου ἱϲτορούμενα παραπέμπομαι, ὡϲ μόνα τὰ χρηϲιμώτερα παραθέϲθαι ϲπουδάζων.

← Previous · Next → — showing 101200 of 205

First Thousand Years of Greek. CTS URN tlg0671.tlg001.1st1K-grc1. Via the Perseus Digital Library / Open Greek and Latin TEI corpora. Licence: Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License. Source.