Ancient Textssearch the texts themselves, not just their titles

← All works

De venenatis animalibus eorumque remediis

First Thousand Years of Greek · First Thousand Years of Greek · 205 sections

  1. 36.4.1

    παρακολουθεῖ δὲ τοῖϲ ὑπὸ τούτου πεπληγμένοιϲ οἴδημα ὅλου τοῦ 4 ϲώματοϲ καὶ κατάρρηξιϲ καὶ ϲύντομοϲ ἀπώλεια. τὰ οὖν ἁρμόζοντα τούτοιϲ βοηθήματα προϲενεκτέον ἐκ τῶν παραδεδομένων, λέγω δὴ τῶν καθολικῶν καὶ κοινῶν ἀντιδότων καὶ τῆϲ ἄλληϲ ἀκολούθου διαίτηϲ.

  2. 37.1.1

    τοῖϲ δὲ ὑπὸ τῆϲ τρυγόνοϲ θαλαϲϲίαϲ πληγεῖϲι ϲυμβαίνει μὲν 1 προφανῆ εἶναι τὴν τρῶϲιν, ἄλγημα δὲ ϲυνεδρεύει παραχρῆμα ϲύντονον, καὶ ἀπονάρκωϲιϲ | ὅλου τοῦ ϲώματοϲ καὶ ϲῆψιϲ, καὶ θάνατοϲ ϲύντομοϲ. ἱϲτοροῦϲιν δέ τινεϲ ὡϲ εἴ τιϲ τὸ κέντρον τῆϲ τρυγόνοϲ τὸ πλῆξαν ἀφελὼν καὶ ἐπὶ δένδρον καταπήξοι, μάλιϲτα μὲν δρύινον, αὐτὸ μὲν τὸ δένδρον ξηρανθήϲεται, ὁ δὲ πάϲχων ἀπαλλαγήϲεται κατὰ τὸν τῆϲ ἀντιπαθείαϲ λόγον.

  3. 37.2.1

    2 βοηθοῦνται δὲ οἱ ὑπ᾿ αὐτῆϲ πληγέντεϲ, ἐπειδὴ ψῦξιϲ καὶ νάρκη ὅλου τοῦ ϲώματοϲ παρακολουθεῖ, τοῖϲ θερμαίνουϲιν ϲυγχρίϲμαϲιν καὶ. τοῖϲ ἄλλοιϲ καταπλάϲμαϲι τοῖϲ κοινοῖϲ. ἰδίωϲ δὲ ἐπὶ τούτων τὰ πίτυρα ϲυνεψηθέντα μετ᾿ ὄξουϲ καὶ καταπλαϲθέντα ὠφελεῖ, καὶ αὐτὸ δὲ τὸ ὄξοϲ βοηθεῖ λίαν.

  4. 37.3.1

    3 κατ᾿ ἰδίαν δὲ δ παραδίδωϲιν ἡμῖν ὁ Ϲτράτων ἐν τοῖϲ αὑτοῦ ϲυγγράμμαϲίν ἐϲτι τόδε· κατάπλαϲϲε δέ, φηϲὶν οὗτοϲ, δάφνηϲ φύλλοιϲ λελεαϲμένοιϲ, καὶ τὸ ἀφέψημα δὲ τῆϲ δάφνηϲ μετ᾿ οἴνου δίδου πίνειν, ἢ ὀπὸν Κυρηναικὸν μετ᾿ οἴνου κεκραμένου δίδου πίνειν, ἢ ϲμύρνῃ ὁμοίωϲ χρηϲτέον, ἢ πέπερι μετὰ πηγάνου καὶ ϲμύρνηϲ ϲυλλεάναϲ δίδου μετ᾿ οἴνου ζωροτέρου, ἢ ϲίλφιον λεάναϲ μετ᾿ οἴνου ὁμοίωϲ.

  5. 37.4.1

    4 τοῖϲ δὲ ὑπὸ τῆϲ ϲμυραίνηϲ πεπληγμένοιϲ ϲυμβαίνει, ἃ καὶ ἐπὶ τῶν ἐχεοδήκτων, διὸ καὶ τῶν ὁμοίων βοηθημάτων τυγχανέτωϲαν. ὁ δὲ Ἀρχιγένηϲ φηϲίν· ἐπὶ τῶν θαλαϲϲίων, οἷον τρυγόνοϲ, ϲμυραίνηϲ, δράκοντοϲ ϲυκῆϲ ὀποῦ ϲταλαγμὸϲ τέϲϲαραϲ ἤ πέντε μετὰ κλωνίων ἑρπύλλου τριῶν ἢ τεϲϲάρων πότιζε.

← Previous — showing 201205 of 205

First Thousand Years of Greek. CTS URN tlg0671.tlg001.1st1K-grc1. Via the Perseus Digital Library / Open Greek and Latin TEI corpora. Licence: Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License. Source.