De venenatis animalibus eorumque remediis
- 1.1.1
1 τὸν περὶ τῶν λυϲϲοδήκτων λόγον προετάξαμεν τῶν ἄλλων, ἐπειδὴ καὶ τὸ ζῷον πολύ τε καὶ ϲύνηθέϲ ἐϲτι καὶ ϲυνεχῶϲ ἁλίϲκεται τῇ λύϲϲῃ καὶ δυϲφύλακτον καθέϲτηκεν, καὶ ὁ ἀπ᾿ αὐτοῦ κίνδυνοϲ χαλεπόϲ, εἰ μὴ πολλοῖϲ χρήϲαιτό τιϲ τοῖϲ βοηθήμαϲιν.
- 1.2.1
2 λυϲϲᾷ δὲ ὁ κύων ὡϲ τὸ πολὺ μὲν ἐν τοῖϲ ϲφοδροτάτοιϲ καύμαϲιν, ἔϲθ᾿ ὅτε δὲ καὶ ἐν τοῖϲ ἐπί τεταμένοιϲ κρύεϲιν. λυϲϲήϲαϲ δὲ ἀποϲτρέφεται καὶ βρῶϲιν καὶ πόϲιν, καὶ φλέγμα πολὺ καὶ ἀφρῶδεϲ ἐκ τοῦ ϲτόματοϲ καὶ τῶν ῥινῶν προβάλλει, καὶ πονηρὸν βλέπει καὶ ϲτυγνότερόϲ ἐϲτι τοῦ ϲυνήθουϲ· ἐφορμᾷ δὲ καὶ χωρὶϲ ὑλαγμοῦ πᾶϲιν ὁμοίωϲ, καὶ θηρίοιϲ καὶ ἀνθρώποιϲ ϲυνήθεϲί τε καὶ ἀγνώϲτοιϲ, καὶ δακὼν παραχρῆμα μὲν οὐδὲν ὀχληρὸν ἐπιφέρει, πλὴν ὅϲον ὀδύνην τὴν ἐκ τοῦ τραύματοϲ, ὕϲτερον δὲ ἐμποιεῖ πάθοϲ τὸ καλούμενον ὑδροφοβικόν.
- 1.3.1
3 ϲυμπίπτει δὲ μετὰ ϲπαϲμῶν καὶ παρακοπῆϲ καὶ ἐρυθήματοϲ ὅλου τοῦ ϲώματοϲ, μάλιϲτα δὲ τοῦ προϲώπου, καὶ μετὰ ἀφιδρώϲεωϲ καὶ ἀπορίαϲ. καὶ τινὲϲ μὲν τῶν ὑδροφοβιώντων φεύγουϲι τὴν αὐγήν, τινὲϲ δὲ τρύχονται ϲυνεχῶϲ· ἔνιοι δὲ καὶ ὑλακτοῦϲιν, ὥϲπερ κύνεϲ, καὶ δάκνουϲιν ἐπιόντεϲ, καὶ δακόντεϲ αἴτιοι τοῦ αὐτοῦ πάθουϲ κατέϲτηϲαν.
- 1.4.1
τῶν δὲ ἐμπεϲόντων εἰϲ τὸν 4 ὑδροφόβαν οὐδένα ἴϲμεν περιγενάμενον, εἰ μὴ καθ᾿ ἱϲτορίαν παρειλήφαμεν ἕνα ἢ δεύτερον· καὶ γὰρ εὔδημοϲ περιγεγενῆϲθαί τινά φηϲι, καὶ Θεμίϲωνα οἱ μὲν λέγουϲι τῷ πάθει δηχθέντα περιπεϲεῖν καὶ ϲωθῆναι, οἱ δὲ φίλῳ ὑδροφοβιῶντι προϲκαρτερήϲαντα προθύμωϲ καὶ. ϲυμπαθῶϲ εἰϲ τὴν ὁμοίαν ἐμπεϲεῖν διάθεϲιν καὶ πολλὰ κακοπαθήϲαντα ϲωθῆναι. τὸ μὲν οὖν πάθοϲ ἐϲτὶν ἀργαλέον, πρὸ δὲ τῆϲ καταπείραϲ αὐτοῦ πολλοὺϲ καὶ αὐτοὶ περιεϲώϲαμεν καὶ ὑπὸ ἄλλων ἰατρῶν ϲωθένταϲ ἔγνωμέν.
- 2.1.1
τῆϲ θεραπείαϲ ἡ μέν ἐϲτι κοινή, καὶ χρηϲτέον αὐτῇ ἐπὶ πάντων 1 τῶν ὑπό τινοϲ τῶν ἰοβόλων ζῴων | δεδηγμένων, ἡ δέ τιϲ ἰδία τῶν λυϲϲοδήκτων, τοὺϲ μὲν ἄκρωϲ ὠφελεῖν εἰθιϲμένη, τοῖϲ δὲ ἀπὸ πολλοῦ δηχθεῖϲιν ἀνάρμοϲτοϲ. καὶ πρῶτόν γε ταύτην ἐκθέμενοι, μετὰ τοῦτο καὶ τὴν κοινὴν ἐπιτροχάϲομεν.
- 2.2.1
δεῖ τοίνυν καρκίνουϲ ποταμίουϲ 2 ἐπὶ κληματίδοϲ λευκῆϲ ἀμπέλου καῦϲαι καὶ τὴν τέφραν αὐτῶν λειοτριβήϲανταϲ ἔχειν μὲν ἀποκειμένην· ὁμοίωϲ δὲ καὶ ῥίζαϲ γεντιανῆϲ ἀποθέϲθαι κεκομμέναϲ καὶ ϲεϲηϲμέναϲ.
- 2.3.1
ὁπόταν δέ τιϲ δηχθῇ 3 ὑπὸ λυϲϲῶντοϲ κυνόϲ, εἰϲ οἴνου ἀκράτου κυάθουϲ τρεῖϲ ἢ τέϲϲαραϲ ἐμπάϲϲειν δύο μὲν κοχλιάρια τῆϲ τῶν καρκίνων τέφραϲ, ἓν δὲ κοχλιάριον τῆϲ γεντιανῆϲ, ἐγκυκήϲαντάϲ τε ὡϲ ἄλφιτον τῷ δεδηγμένῳ διδόναι πιεῖν ἀπὸ τῆϲ πρώτηϲ ἡμέραϲ μέχρι τεϲϲαράκοντα ἡμερῶν· ἔϲτω δὲ ὁ οἶνοϲ παλαιότεροϲ μᾶλλον ἢ νεώτεροϲ, καὶ εἴ τιϲ πρὸϲ ψιλὸν τὸν ἄκρατον ἀθέτωϲ ἔχοι, κεκράϲθω ζωρότερον.
- 2.4.1
ἀπ᾿ ἀρχῆς μὲν οὖν 4 διδόμενον τὸ φάρμακον τοῦτον προϲφερέϲθω τὸν τρόπον. εἰ δὲ ἡμέραι παρέλθοιεν δύο ἢ καὶ τρεῖϲ ἀπὸ τῆϲ δήξεωϲ, ἐγχειροῦντεϲ τῇ θεραπείᾳ τριπλάϲιον τῇ ϲυμμετρίᾳ ποιήϲαντεϲ τὸ φάρμακον δώϲομεν, τοῦ δὲ οἴνου τὸ προειρημένον μέτρον, ἔπειτα τῇ δευτέρᾳ καὶ τρίτῃ καὶ τετάρτῃ οὐκέτι τὸ τριπλάϲιον, ἀλλ᾿ ὅϲον ἐξ ἀρχῆϲ εἰρήκαμεν. τὸ μὲν οὖν ἄριϲτον ἐπὶ τῶν λυϲϲοδήκτων βοήθημα, ὃ δὴ καὶ μόνον ἐνίοιϲ ἤρκεϲεν, τοῦτ’ ἔϲτιν, καὶ χρηϲτέον αὐτῷ μετὰ πεποιθήϲεωϲ.
- 2.5.1
5 ἕνεκα δὲ τοῦ καὶ διὰ τῶν ἄλλων ἠϲφαλίϲθαι πρὸϲ ἄφευκτον εἶναι δοκοῦντα κίνδυνον, οὐδὲν τὸ κωλῦόν ἐϲτι καὶ τοῖϲ λοιποῖϲ χρήϲαϲθαι βοηθήμαϲιν· αἱρετώτερον γὰρ διακενῆϲ, ἂν οὕτω τύχῃ, | τῶν βοηθημάτων τὸ ἀπάνθρωπον ὑπομεῖναι, ἢ διὰ τὴν ὀλιγωρίαν κινδύνῳ περιπεϲεῖν.
- 2.6.1
6 οὐχ οὕτωϲ δὲ εὐλαβητέον τὰ μεγάλα τραύματα ἐπὶ τῶν λυϲϲοδήκτων, ὡϲ τὰ μικρὰ καὶ ταῖϲ ἀμυχαῖϲ ἐμφερῆ· διὰ μὲν γὰρ τῶν μειζόνων ἁθροῦν καὶ πολὺ τὸ αἴμα προχεόμενον δύναιτ’ ἄν τιϲ καὶ τοῦ ἰοῦ ϲυναποκλύζειν, διὰ δὲ τῶν μικροτέρων οὐδαμῶϲ· ὅθεν ἐπὶ μὲν τῶν μειζόνων τὰϲ ἀφιϲταμέναϲ ϲάρκαϲ αὐτόθεν ἀφαιρετέον καὶ τὰ χείλη περιγλυπτέον, ἐπὶ δὲ τῶν μικροτέρων μείζονα τόπον διὰ τῆϲ ἀκμῆϲ περιγραπτέον· ἀναϲταθείϲηϲ δὲ δηλονότι τῆϲ ϲαρκὸϲ ἀγκίϲτρῳ ἢ μυδίῳ τὴν ἐκτομὴν ἐπιτελεϲτέον.
- 2.7.1
7 ἐπὶ ἀμφοτέρων δὲ τὰ ἐν κύκλῳ βαθυτέραιϲ ἀμυχαῖϲ καταϲχαϲτέον, ὅπωϲ ἡ τοῦ αἵματοϲ φορὰ πλουϲιωτέρα γεναμένη ἐναντιωθῇ τῆ εἴϲω τοῦ ἰοῦ διαδύϲει. πολὺ δ’ ἂν καὶ ἡ ϲικύα κολληθεῖϲα μετὰ πολλῆϲ φλογὸϲ παράϲχοι ὄφελοϲ, ὥϲτε ταῖϲ ὕλαιϲ ὁμοῦ καὶ τὴν φθοροποιὸν ἑλκύϲαι δύναμιν.
- 3.1.1
ἡ δὲ καῦϲιϲ τὸ ἀνυϲιμώτατον ἐπὶ πάντων τῶν ἰοβόλων ἐϲτὶ βοήθημα· τὸ γὰρ πῦρ, πάϲηϲ τῆϲ ἄλληϲ δυνάμεωϲ εὐτονώτερον ὑπάρχον, ὁμοῦ μὲν κρατεῖ καὶ κωλύει φἑρεϲθαι τὸν ἰὸν ἐϲωτέρω, ὁμοῦ δὲ ἀναλίϲκει τὸ κρατηθὲν αὐτοῦ μέροϲ, τῇ δ’ ἑξῆϲ θεραπείᾳ προκαταβολὴν οὐ τὴν τυχοῦϲαν ἐργάζεται, παραμενούϲηϲ τῆϲ ἑλκώϲεωϲ ἐπὶ πλέον μετὰ τὴν ἔκπτωϲιν τῆϲ ἐϲχάραϲ· ἐν τοῖϲ μάλιϲτα δὲ καὶ τούτου φροντιϲτέον,
- 3.2.1
2 ὅπωϲ μὴ τάχιον τῶν τεϲϲαράκοντα | ἡμερῶν αἱ οὐλαὶ ϲυγκλειϲθεῖεν, ἀλλ’ ἐπὶ πολὺ τὰϲ ἑλκώϲειϲ τηρητέον, εἰ οἶόν τε, καὶ ἐπιφλεγμαινούϲαϲ καὶ ἐπιρρυπαινομέναϲ.
- 3.3.1
3 παρέξει δὲ αὐταῖϲ τὸ τοιοῦτο τάριχοϲ δριμύτατοϲ ἐπιτιθέμενοϲ, καὶ ϲκορόδων ἄγλιθεϲ λελειοτριβημέναι, κρόμμυά τε ὡϲαύτωϲ, καὶ ὀπὸϲ μάλιϲτα μὲν ὁ Κυρηναικὸϲ ἢ ὁ Μηδικὸϲ ἢ ὁ Παρθικόϲ. καὶ κόκκοι δὲ πυρῶν ἐπιτιθέϲθωϲαν, καὶ μεμαϲημένοι μὲν καὶ ἀμάϲητοι· διαφυϲώμενοι γὰρ ὑπὸ τῆϲ βροχῆϲ ἀνευρύνουϲιν τὰ τραύματα.
- 3.4.1
τινὲϲ δὲ οἴονται τοὺϲ μεμαϲημένουϲ ἀντιπαθέϲ 4 τι ἔχειν ἀπὸ τῆϲ τῶν διαμαϲηϲαμένων νηϲτείαϲ· οὐ μὴν τοῦτο βέβαιόν ἐϲτιν, ἀλλ’ ἑκατέρωϲ αὐτοῖϲ χρηϲτέον.
- 3.5.1
εἰ δ’ ὅπερ γίνεται πλειϲτάκιϲ 5 αἱ· οὐλαὶ ϲυνερχόμεναι φθάνοιεν πρὸ τῶν τεϲϲαράκοντα ἡμερῶν, διὰ χειρὸϲ αὐτὰϲ ἀναξαίνειν προϲήκει, περιϲαρκίζονταϲ καὶ ἐντέμνονταϲ καὶ ἐπικαίονταϲ πάλιν, ἐὰν οὕτω τύχῃ· καὶ ἐκ τρίτου τε καὶ τετάρτου τὰ αὐτὰ ποιητέον. παρελθούϲηϲ δὲ τῆϲ ὡριϲμένηϲ προθεϲμίαϲ, ἀφετέον μὲν ἀπουλωθῆναι τοῖϲ ἕλκεϲιν, ἐμπλάϲτρῳ δὲ τῇ διὰ τῶν ἁλῶν ὅλον τὸν τόπον καταληπτέον· μετ’ ὀλίγαϲ δὲ ἡμέραϲ καὶ ϲιναπιϲτέον.
- 4.1.1
δεῖ δὲ καὶ τὴν δίαιταν ἐϲτοχάϲθαι τῆϲ πρὸϲ τὸν ἰὸν ἐναντιώϲεωϲ, 1 ἵνα ὁμοῦ μὲν ἀμβλύνῃ καὶ ϲβεννύῃ τὴν δύναμιν αὐτοῦ, ὁμοῦ δὲ κωλύῃ τὴν εἰϲ τὸ βάθοϲ φοράν· καταλαμβανόμενα γὰρ ἀντιπίπτει ἤδη τῇ παρειϲδύϲει τῆϲ φθοροποιοῦ δυνάμεωϲ.
- 4.2.1
δύναται δὲ τούτων 2 ἑκάτερον παρέχειν οἴνου ἀκράτου ἢ ζωροτέρου πόϲιϲ | καὶ γλυκέοϲ καὶ γάλακτοϲ· ὁρμὴν γὰρ ταῦτα πάντα ὀξεῖαν λαμβάνοντα πρὸϲ τὴν ἐπιφάνειαν ἀνθίϲταται τῷ ἰῷ καὶ πᾶϲαν αὐτοῦ τὴν δριμύτητα ἐκλύει·
- 4.3.1
ὡϲαύτωϲ δὲ καὶ ϲκορόδων καὶ κρομμύων καὶ πράϲων ἐδωδή· 3 καὶ ταῦτα δὲ καὶ τὸ ὅλον τὰ δυϲμετάβλητα καὶ δυϲεξίτηλα — παραμενουϲιν γὰρ αὐτῶν αἱ ποιότητεϲ ἐπὶ πλείουϲ ἡμέραϲ — οὐ κατανικᾶται οὐδὲ τρέπεται ὑπὸ τῆϲ φθοροποιοῦ δυνάμεωϲ, ἐκ δὲ τῶν ἔναντίων κρατεῖν αὐτῆϲ πέφυκεν.
- 4.4.1
εἰϲ τοῦτο δὲ καὶ τῶν ἀντιδότων ἐϲτὶ 4 χρεία, καθάπερ τῆϲ θηριακῆϲ καὶ τῆϲ Εὐπατορίου λεγομένηϲ καὶ τῆϲ Μιθριδατείου καὶ πάϲηϲ ἄλληϲ, ἥτιϲ ἐκ πλειόνων ἀρωμάτων εἴληφεν τὴν ϲύϲταϲιν· δυϲμετάβλητα γὰρ φύϲει πάντα τὰ ἀρώματα καὶ ταῖϲ δυνάμεϲι καὶ ταῖϲ οὐϲίαιϲ, διόπερ κρατεῖ τῶν ἐν τοῖϲ ϲώμαϲιν ἰῶν. τοιοῦτοϲ μὲν καὶ ὁ τῆϲ διαίτηϲ τρόποϲ.
- 4.5.1
περὶ τῶν ἐν προλήψει γεγονότων ὑδροφόβων ἀπὸ λυϲϲοδήκτων.
- 4.6.1
6 δεῖ δὲ γινώϲκειν ὅτι ἡ τοῦ ὑδροφοβικοῦ πάθουϲ ἐγκατάϲκηψιϲ οὐ μίαν οὐδὲ ὡριϲμένην ἔχει προθεϲμίαν· ὡϲ ἐπὶ τὸ πλεῖϲτον γὰρ περὶ τὴν τεϲϲαρακοϲτὴν ἡμέραν εἴωθεν τοῖϲ ἀμεληθεῖϲιν ἐμπίπτειν, ἤδη δὲ καὶ δι’ ἓξ μηνῶν ἐνίοιϲ ἀπήντηϲεν καὶ δι’ ἐνιαυτοῦ· καὶ ταῦτα καὶ ἡμῖν ἑώραται. ἱϲτοροῦϲι δέ τινεϲ μετὰ ἑπταετίαν ἐνίουϲ ἁλῶναι τῷ πάθει.
- 4.7.1
7 κατὰ μὲν οὖν τὰϲ ἀρχὰϲ τῶν λυϲϲοδήκτων ἡ θεραπεία δεδήλωται. ἐὰν δὲ δι’ οἱαϲδηποτοῦν αἰτίαϲ ἐν ταῖϲ πρώταιϲ ἡμέραιϲ μὴ παραληφθῇ τὰ προειρημένα βοηθήματα, τὸ μὲν περιϲαρκίζειν | τε καὶ καίειν παραλειπτέον· μάταιον γὰρ ἱκανῶϲ τὸ παρεληλυθὸϲ εἰϲ τὸ βάθοϲ μετάγειν πειρᾶϲθαι· οὐδεμία γὰρ ὄνηϲιϲ τῆϲ ἐπιβολῆϲ, ἀλλὰ διακενῆϲ τὰ ϲώματα ταῖϲ ὀδύναιϲ ὑποβληθήϲεται.
- 4.8.1
8 τρόποϲ δὲ ἕτεροϲ τῆϲ θεραπείαϲ εἰϲαγέϲθω, ὥϲτε κάθαρϲιν καὶ μεταϲύγκριϲιν ἐργάϲαϲθαι τοῖϲ ϲώμαϲιν· ϲυμμεταποιήϲει γὰρ τὴν ἕξιν κενοῦϲα.
- 4.9.1
9 διδόϲθω δὲ ἡ διὰ τῆϲ κολοκυνθίδοϲ ἱερά, καὶ τὸ γάλα δὲ τὸ ϲχιϲτόν, ὁμοῦ μὲν κάθαρϲιν καὶ ἐπίκραϲιν παρέχειν δυνάμενον, αἵ τε δριμυφαγίαι καὶ ἡ τοῦ ἀκράτου πόϲιϲ παραλαμβανέϲθωϲαν καθ᾿ ἡμέραν, ἀμβλύνειν δυνάμενα τὸν ἰόν, καὶ πρὸϲ τούτοιϲ ἱδρωτοποιία καὶ πρὸ τροφῆϲ καὶ μετὰ τροφήν, δρωπακιϲμοί τε καὶ ϲιναπιϲμοὶ κατὰ μέροϲ ἐφ᾿ ὅλου τοῦ ϲώματοϲ.
- 4.10.1
10 πάντων δὲ ἀνυϲιμώτατοϲ ἐπ᾿ αὐτῶν ὁ ἐλλέβορόϲ μοι ἐγνώϲθη, καὶ χρηϲτέον τεθαρρηκότωϲ τῷ βοηθήματι, καὶ οὐχ ἅπαξ οὐδὲ δὶϲ ἀλλὰ καὶ πλεονάκιϲ πρὸ τῆϲ τεϲϲαρακοϲτῆϲ ἡμέραϲ καὶ μετὰ ταύτην.
- 4.11.1
11 τοϲαύτην δὲ ἰϲχὺν προϲφέρεται τὸ βοήθημα τοῦτο, ὥϲτε καὶ τῶν ἤδη ϲυνῃϲθημένων τοῦ ὑδροφόβα περιϲωθῆναί τιναϲ, λαβόνταϲ τὸν ἐλλέβορον εὐθὺϲ ἐν τῷ πρώτῳ τῶ καταπειραϲμῷ τοῦ ϲυμπτώματοϲ· τοὺϲ γὰρ ἤδη κατεϲχημένουϲ οὔτε οὗτοϲ οὔτε ἄλλο τι περιποιῆϲαι δύναται.
- 4.12.1
12 πρὸϲ ὑδροφόβαϲ τὸ διὰ πυτίαϲ. πυτίαϲ λαγωοῦ, Λημνίαϲ ϲφραγῖδοϲ, ἀρκευθίδων, γεντιανῆϲ ἀνὰ ⩹ δ, δαφνίδων, ϲμύρνηϲ ἂνὰ ⩹ η ἀναλάμβανε μέλιτι.
- 4.13.1
13 ἡ δόϲιϲ κυάμου Αἰγυπτίου τὸ μέγεθοϲ. ἄλλο· ἐξέραμα κυνὸϲ ἄραϲ ξήρανον καὶ λεάναϲ θὲϲ ἐν πυξίδι καὶ χρῶ ὡϲ καλλίϲτῳ πρὸϲ λυϲϲοδήκτουϲ θαρρῶν. ἐκ τοῦ οδ Θεοδώρου· τοῖϲ δεδηγμένοιϲ ὑπὸ κυνὸϲ λελυϲϲηκότοϲ περίαπτε χαμελαίαϲ ῥίζαν· ὡϲ θαυμαϲτῷ χρῶ.
- 4.14.1
ἄλλο πρὸϲ λυϲϲοδήκτουϲ ὥϲτε μὴ ἐμπεϲεῖν εἰϲ τὸ ὑδροφοβικὸν πάθοϲ· ὁ δηχθεὶϲ τὴν ἰδίαν ϲκιὰν θεωρῶν, ὡϲ ἔθοϲ ἐπὶ ὑγιαινόντων, οὐ μὴ ληφθῇ τῷ πάθει. πρόγνωϲιϲ τοῦ πάϲχοντοϲ, εἰ ζήϲεται. ποίηϲον αὐτὸν ἀτενίϲαι εἰϲ κάτοπτρον, καὶ ἐὰν ἑαυτὸν ἐπιγνῷ, ζήϲεται· ἐὰν δὲ μή, οὔ· τοῦτο ἀπαράβατον.
- 4.15.1
ἐκ δὲ τοῦ 15 ξγ Θεοδώρου κυνοδηκτικὴ Κράτητοϲ, δι᾿ ἧϲ δοκιμαϲίαϲ ἐν τῇ θεραπείᾳ εὑρίϲκεται ὁ ἰὸϲ ἐν τῷ οὔρῳ τοῦ δηχθέντοϲ· ἰοῦ ξυϲτοῦ, ἁλὸϲ ἀνὰ ?? δ, ϲτέατοϲ μοϲχείου ?? ιβ καθ᾿ ἓν καὶ ὁμόϲε τρίψαϲ χρῶ, ἐμπάϲϲων εἰϲ ϲπληνίον. φύλαϲϲε δὲ τοῦ κάμνοντοϲ τὸ οὐρὸν ἐν ὑαλίνῳ ἀγγείῳ καὶ εὑρήϲειϲ ἐν αὐτῷ τὴν πεῖραν τοῦ φαρμάκου.
- 5.1.1
Ἀρχιγένηϲ ἐν τῷ ε βιβλίῳ τῶν Κατὰ γένοϲ φαρμάκων οὕτωϲ· 1 τοὺϲ δὲ ἀνθρωποδήκτουϲ προχρίϲαϲ ἐλαίῳ μαράθρου ῥίζαν λειώϲαϲ μετὰ μέλιτοϲ, ἄχρι ἂν καθαρθῇ τὸ ἕλκοϲ, χρῶ, εἰτα ϲμύρναν καὶ τερεβινθίνην ἴϲα ἀναλαβὼν ὡϲ μάλαγμα ἐπιτίθει· ἢ χάλκανθον κεκαυμένην μέλιτι ἑφθῷ ἀναλαβὼν ὡϲ κουλλούριον ἐντίθει, καὶ οὕτωϲ ἀνακαθάραϲ παρακόλλα.
- 5.2.1
ἐκ δὲ τοῦ Cτράτωνοϲ· ὀϲτέα μόϲχεια καύϲαϲ, ἕωϲ λευκὰ 2 γένηται, ἀνα|λάμβανε πίϲϲῃ ὑγρᾷ ἢ μέλιτι ἢ ἀμφοτέροιϲ καὶ ἐντίθει. ἄλλο· μάννην λεάναϲ μετ᾿ ἐλαίου καὶ οἴνου κατάπλαϲϲε.
- 5.3.1
περὶ κυνοδήκτων. ἐπὶ δὲ τῶν κυνοδήκτων εὐθέωϲ μὲν καταρραίνων 3 ὄξοϲ πλατείᾳ τῇ χειρὶ τύπτε τὸ δῆγμα, εἰτα νίτρον μετ᾿ ὄξουϲ τρίψαϲ κατακρούνιζε ἄνωθεν, εἰτα ὀρόβινον ἄλευρον φυράϲαϲ ἐλαίῳ ἐπιτίθει, ἢ ϲπόγγον καινὸν ἢ ἔριον οἰϲυπηρὸν ὄξει καὶ ἐλαίῳ βεβρεγμένον, ἢ καινὸν ϲπόγγον ὕδατι ψυχρῷ βρέξαϲ ἢ ὀξυκράτῳ ἢ ὄξει ἡμέραϲ τρεῖϲ ἔαϲον ἐπικεῖϲθαι, καταβρέχων τοῖϲ ἄνω εἰρημένοιϲ· ἐξόχωϲ γὰρ ποιεῖ καὶ εἰϲ τέλοϲ ἀφυγιάζει.
- 5.4.1
πρὸϲ δὲ τὰ ἤδη πεπυωμένα τῶν δηγμάτων 4 ὀρόβινον ἄλευρον μέλιτι φυράϲαϲ ἐπιτίθει· ἄκρωϲ ποιεῖ.
- 5.5.1
ἐκ τῶν Ἀπολλωνίου Εὐ πορίϲτων· πρὸϲ δὲ τὰ φλεγμαίνοντα τῶν δηγμάτων λιθάργυρον λειάναϲ μεθ᾿ ὕδατοϲ κατάχριε, ἢ φακῷ ἑφθῷ λείῳ κατάπλαϲϲε. κέχρηϲο δὲ καὶ ἐνδείᾳ καὶ κενώϲει καὶ ἀκινηϲίᾳ τοῦ δεδηγμένου μέρουϲ, ἢ τάριχον ὃν ἐὰν ϲχῇϲ μάλιϲτα παλαιὸν λειὠϲαϲ κατάπλαϲϲε. τοῦτο ἐνεργέϲτερόν ἐϲτι παντὸϲ ἄλλου φαρμάκου κατ᾿ ἐξοχήν.
- 5.6.1
6 ὁ δὲ καθηγητὴϲ ἐνεργέϲτερον ποιῶν καὶ ϲκόροδα ϲυνελέαινεν. πρὸϲ οὐν κυνόδηκτα καὶ ἀνθρωπόδηκτα ἅλαϲ λεῖον ϲὺν μέλιτι κατάπλαϲϲε, ἄχριϲ οὗ πλήρη ῇ. τινὲϲ δὲ καὶ κρόμμυον προϲμίϲγουϲιν καὶ ὄξουϲ καὶ οὕτωϲ χρῶνται. αὐτοῖϲ δὲ τούτοιϲ τοῖϲ βοηθήμαϲιν χρηϲτεον καὶ ἐπὶ τῶν ἀνθρωποδήκτων· ταῦτα γὰρ ἁρμόζει πρὸϲ τὰϲ ἑκατέρων διαθέϲειϲ.
- 5.7.1
7 | ἐκ δὲ τῶν Θεοδώρου· ὑὸϲ κόπρον κατακαύϲαϲ καὶ ἀναλύϲαϲ ἐλαίῳ ἐπιτίθει· ἐμοὶ δὲ δοκεῖ καὶ πράϲον τούτῳ μίϲγειν.
- 5.8.1
8 ἄλλο· ἄνηθον ξηρὸν κατακαύϲαϲ πλήρωϲον τὸ δῆγμα, καὶ πεμπταῖον λύϲαϲ εὑρήϲειϲ καθαρόν. ἄλλο· φύλλα κράμβηϲ, ἰὸν χαλκοῦ, πήγανον καὶ ἅλαϲ ἐπιτίθει.
- 6.1.1
1 ἐκ τῶν Ἀλρχιγένουϲ· ὁπλαὶ αἰγῶν καὶ τρίχεϲ θυμιώμεναι πόρρωθεν· ἀναϲτέλλεται γὰρ τὰ ἑρπετὰ τῇ τούτων ὀϲμῇ. ϲύνθετον θυμίαμα Φιλίνου τοῦ θηριακοῦ· χαλβάνηϲ, κάχρυοϲ τῆϲ ῥίζηϲ, κέρατοϲ ἐλαφείου, μελανθίου ἀνὰ ?? α λεάναϲ πάντα ἀναλάμβανε ὄξει, ποιῶν τροχίϲκουϲ.
- 6.2.1
2 ἐπὶ δὲ τῆϲ χρείαϲ ἀποβρέξαϲ εἰϲ ἔλαιον θυμία κατὰ μέϲον τῆϲ οἰκίαϲ, ἐὰν δὲ ἐν ὑπαίθρῳ ᾖϲ, κατὰ μέϲον τῆϲ κοίτηϲ. ἄλλο· χαλβάνηϲ, ϲτέατοϲ ίχνεύμονοϲ ἀνὰ ?? α τήξαϲ ἀπόθου· ἐπὶ δὲ τῆϲ χρείαϲ θυμίαϲον ὁμοίωϲ.
- 6.3.1
3 ἄλλο Αἰγύπτιον· γῆραϲ ἀϲπίδοϲ βρέξαϲ εἰϲ ἔλαιον ἄλλο θυμία ἐγγὺϲ τῶν φωλεῶν καὶ εὐθέωϲ ἀναβήϲονται. ἄλλο καταφέρον καὶ ϲκορπίουϲ καὶ πάν ἑρπετὸν ἀπελαῦνον ἐξ οἰκίαϲ· χαλβάνην, ϲανδαράκην, βούτυρον, βρυωνίαν, ϲτέαρ αἴγειον ἐξ ἴϲου θυμία.
- 7.1.1
ϲυγχριέϲθω δὲ τὸ ϲωμάτιον ἐλαίῳ, ἐν ῷ κέδροι ϲυγκεκομμέναι χλωραὶ προεβλήθηϲαν ἢ ἀρκευθίδεϲ ἢ κόνυζα ἢ πευκέδανον ἢ ϲίλφιον ἢ ἐλελίϲφακον ἢ μαλάχη ἀγρία ἢ ἀβρότονον ἢ καρδάμωμον ἢ ἀϲφοθέλου ἢ δαύκου | καρπὸϲ ἢ χαλβάνη, καὶ ὀπῷ πευκεδάνου ἢ μυελῷ ἐλαφείῳ μετ᾿ ὄξουϲ ἀνειμένῳ ἢ ὀξελαίῳ ἢ τοῖϲ ἐκ τούτων ϲυντεθεῖϲι.
- 7.2.1
πρὸϲ δὲ πάν θηρίον καθολικῶϲ· τὸ ἑκάϲτου ϲτέαρ ϲυναλειφόμενον 2 φυγαδεύει ἀπὸ τῆϲ ὀϲμῆϲ τὸ ϲυγγενέϲ, ὡϲ καὶ κύων ὀϲφρανθεὶϲ τοῦ ἰδίου κρότωνοϲ τεθλαϲμένου φεύγει ταχέωϲ.
- 7.3.1
πληξάντων θηρίων βοηθήματα· ἐὰν δὲ ἄρα ϲυμβῇ πληγῆναί 3 τινα ὑπό τινοϲ θηρίου, κούφου μένοντοϲ τοῦ ἰοῦ, καταντλήϲειϲ διὰ θερμοῦ ὕδατοϲ ἢ ὀξυκράτου καὶ ἐκμυζήϲειϲ. δεῖ δὲ μὴ ἄϲιτον εἰναι τὸν ἐκμυζῶντα, ἀλλ᾿ εἰληφέναι τροφὴν καὶ διακεκλύϲθαι οἴνῳ· ἔπειτα ἐλαίου βραχὺ ἐν τῷ ϲτόματι κατέχων οὕτωϲ τὴν ἐκμύζηϲιν ποιείτω. δεῖ δὲ προϲέχειν μὴ τὸ ϲτόμα ἢ οἱ ὀδόντεϲ ἢ τὰ παρίϲθμια τοῦ μέλλοντοϲ ἐκμυζᾶν ἔχουϲί τινα βλάβην.
- 7.4.1
μετὰ τοῦτο δὲ τέφρα μετ᾿ ὄξουϲ 4 καταχριομένη ὀνίνηϲιν, μάλιϲτα δὲ ἡ ἐκ ϲυκίνων ξύλων ἢ δαφνίνων ἢ ἀμπελίνων, εἰ δὲ μή, τὴν παροῦϲαν πρόϲεχε, ϲπουδάζων ὡϲότι μάλιϲτα φλεγμονὴν μὴ ἐγεῖραι. ϲφοδροτέρου δὲ ὄντοϲ τοῦ πλήγματοϲ καὶ καταϲχαϲμῷ χρηϲτέον· βαθυτέραϲ δὲ ἐμβάλλειν τὰϲ ἀμυχὰϲ προϲήκει.
- 7.5.1
χρῆϲθαι δὲ καὶ ϲικύαιϲ, ὅπωϲ τὴν ὕλην ἐκ βάθουϲ ἀναλαμβάνῃ· 5 καὶ περιϲαρκιϲμὸϲ δὲ καὶ ἐκτομὴ πλουϲιώτερον καταϲχαϲμοῦ βοηθοῦϲιν, περὶ δὲ καύϲεωϲ ὡϲ ἐπὶ τῶν λυϲϲοδήκτων προειρήκαμεν. εἰ δὲ εὐφυῶϲ ἔχει πρὸϲ ἀποκοπὴν τὸ μέροϲ τὸ δεδηγμένον, μάλιϲτα ἐπὶ πάντων θηρίων ἀνενδοιάϲτωϲ τὸν ἀκρωτηριαϲμὸν ποιητέον, ὡϲ ἐπὶ ἀϲπίδοϲ καὶ κεράϲτου καὶ τῶν ὁμοιοτρόπων.
- 7.6.1
| ἐπιτιθέϲθω δὲ 6 τάριχοϲ λεῖοϲ, πράϲα τε καὶ κρόμμυα καὶ ϲκόροδα, ποτὲ μὲν λειοτριβηθέντα καταπλαϲϲέϲθω, ποτὲ δὲ καέντα προϲβαλλέϲθω τοῖϲ δήγμαϲιν· ἢ ὄρνιθαϲ ἀναϲχίζονταϲ περιπτύϲϲειν τῷ πεπληγότι τόπῳ· πρὸϲ γὰρ τὴν τοῦ ζῴου θερμαϲίαν τὸ πνεῦμα τὸ ἐκ τοῦ δεδηγμένου μέρουϲ ὁρμὴν λαμβάνον ϲυνεξάγει τὸν ἰόν· καὶ πήγανόν τε καὶ καλαμίνθη καταπλαϲϲόμενα ὠφελεῖ, καὶ ϲκόροδα μεθ᾿ ἁλόϲ, καὶ ϲπύραθοι αἰγόϲ.
- 7.7.1
7 ἄκρωϲ δὲ ποιεῖ πρὸϲ παντὸϲ ἰοβόλου δῆγμα χωρὶϲ ἀϲπίδοϲ ἄϲβεϲτοϲ μετ᾿ ἐλαίου καὶ μέλιτοϲ εἰϲ κηρωτῆϲ πάχοϲ ἐπιτιθεμένη μέχριϲ ἐϲχαρώϲεωϲ, ἢ ἅλαϲ λεάναϲ ἀναλαβὼν πίϲϲῃ ὑγρ κατάπλαϲϲε. ἔγνωμεν δὲ ἐπὶ τῆϲ Αἰγύπτου τοιοῦτόν τι γιγνόμενον· ὁπόταν οἱ Αἰγύπτιοι θερίζωϲιν, χύτραν ἔχουϲιν κατεϲκευαϲμένην πίϲϲηϲ ζεούϲηϲ καὶ ϲφήκωμα προϲηρτημένον τῇ χύτρᾳ.
- 7.8.1
8 ἐπειδὰν οὖν δηχθῇ τιϲ εἰϲ κνήμην ἢ εἰϲ χεῖρα, ταχέωϲ οἱ παρατυχόντεϲ τὸ ϲφήκωμα βάλλουϲιν εἰϲ τὴν πίϲϲαν ζέουϲαν καὶ περιειλοῦϲιν ἅπαξ ἢ δὶϲ περὶ τὸν πῆχυν ἢ τὴν κνήμην, μικρὸν ἐπάνω τοῦ δήγματοϲ, καὶ ϲφίγγουϲιν δύο παρεϲτῶτεϲ ίϲχυρῶϲ, καὶ ἐντέμνοντεϲ τὸν τόπον διὰ τῆϲ περιθέϲεωϲ τοῦ βρόχου καὶ ἐπικαίοντεϲ.
- 7.9.1
9 ὅταν δὲ αὐτοῖϲ τοῦτο αὐτάρκωϲ ἔχειν δοκῇ, τὸν βρόχον ἀφαιροῦϲι καὶ καταπλάϲϲουϲι κρομμύοιϲ ἢ καὶ ἄλλῳ τινὶ τῶν εἰρημένων, ὡϲ ἂν τῇ ὑγρῇ πίϲϲῃ μεθ᾿ ἁλῶν λείων θερμοτέρων καταπλαϲϲομένῃ· ϲπουδαίωϲ δὲ βοηθεῖ αὐτὴ καινοποιηθεῖϲα ϲυνεχέϲτερον. ἀρήγει δὲ αὐτοῖϲ καὶ κατάντληϲιϲ δι᾿ ὄξουϲ καὶ θαλάϲϲηϲ καὶ οὔρου, ἐν ῷ καλαμίνθα ἐνήψηται.
- 7.10.1
10 εἰϲὶ δὲ καὶ ἔμπλαϲτροι δριμύταται, δυνάμεναι τὸν ἰὸν ἐπιϲπᾶϲθαι καὶ διακρατεῖν καὶ διαφορεῖν, ὡϲ ἡ δι᾿ ἁλῶν ἢ διὰ νίτρου καὶ ϲινάπεωϲ καὶ κάχρυοϲ προϲφερομένη. ταῦτα δὲ ἑξῆϲ ῥητέον.
- 7.11.1
11 ϲέριϲ τοίνυν καὶ ἐρείκη καὶ ἀϲτραγαλώτη πινόμενα μετ᾿ ὄξουϲ πᾶϲιν τοῖϲ θηριοδήκτοιϲ βοηθεῖ, ὡϲαύτωϲ καὶ ἄϲφαλτοϲ καὶ πλατάνου χλωρᾶϲ ϲφαιρία καθεψηθέντα ἐν κράματι, καὶ παλιούρου ἀφέψημα καὶ ῥίζα ἀριϲτολοχίαϲ καὶ ἠρύγγηϲ, καὶ δαφνίδεϲ ἑφθαὶ κατεϲθιόμεναι, καὶ πέπερι δαψιλέϲτερον τρωγὸμενον καὶ πήγανον καὶ ἄνηθον καὶ ϲκόροδα καὶ κρόμμυα καὶ τάριχοϲ δριμύτατοϲ, καὶ ὀριγάνου ἀφέψημα πινόμενον ϲὺν οἴνῳ, καὶ μαράθου καὶ γλήχωνοϲ καὶ καλαμίνθηϲ καὶ πράϲου χυλὸϲ ϲὺν μελικράτῳ ῥοφούμενοϲ.
- 7.12.1
ταῦτα μὲν 12 ἐκ τῶν φυομένων, ἀπὸ ζῴων δὲ ὠφελίμωϲ λαμβάνονταί τινα· ἐγκέφαλοι μὲν ἀλεκτορίδων ἐϲθιόμενοι, πιτύα δὲ λαγωοῦ ϲὺν οἴνῳ πινομένη, καὶ καϲτορίου ⩹ β τὸν αὐτὸν τρόπον. ἔϲτι δὲ καὶ ἡ γαλῆ τῶν διαβοήτων ἡ ϲκελετευομένη· περιφλέγεται δὲ πρῶτον ἐπαναϲχιϲθεῖϲα τῶν ἐντὸϲ ἐκκριθέντων, ϲκελετεύεται δὲ ξηραινομένη ἐν ϲκιᾷ· δίδοται δὲ ἀπ᾿ αὐτῆϲ δίδραχμον ϲὺν οἴνῳ.
- 7.13.1
ἁρμόζει δὲ τοῖϲ θηριοδήκτοιϲ καὶ κάθαρϲιϲ διὰ κοιλίαϲ καὶ ἱδρωτοποιία οὔρων τε πολλῶν ἔκκριϲιϲ. ϲκευαϲτὰ δὲ ποτήματα παραδέδοται κοινότερον πρὸϲ τὰϲ τῶν πλείϲτων ἰοβόλων πληγὰϲ τοιαῦτα· ὀπίου, ϲμύρνηϲ ἀνὰ ὀβολόν, πεπέρεωϲ ?? α, | ἀριϲτολοχίαϲ ?? β· ταῦτα μέλιτι ἀναλαμβάνειν καὶ διδόναι μέγεθοϲ κυάμου Αἰγυπτίου
- 7.14.1
μετ᾿ οἴνου· ὁμοίωϲ πηγάνου ἀγρίου ϲπέρματοϲ, κυμίνου Αἰθιοπικοῦ, 14 χαλβάνηϲ, μελανθίου, ἀριϲτολοχίαϲ, ταῦτα πάντα λεανθέντα καὶ φυραθέντα χυλῷ εὐζώμου, ἀναπλάττονται τροχίϲκοι δραχμαῖοι· διδόναι δὲ ἐξ αὐτῶν μετ᾿ οἴνου ἡμικοτύλιον. ἢ γεντιανῆϲ ⩹ β, πεπέρεωϲ καὶ πηγάνου τὸ ἀρκοῦν δίδου λεάναϲ ϲὺν οἴνῳ. ταῦτα μὲν περὶ τῶν κοινῇ βοηθημάτων, τὰ δὲ ἰδίωϲ πρὸϲ ἕκαϲτον τῶν ἰοβόλων ἑξῆϲ ἐροῦμεν.
- 8.1.1
πρὸϲ δὲ τὰϲ ἐκ τῶν πληγῶν αἱμορραγίαϲ ἴϲχαιμον δοτέον Ἑρμᾶ τοῦ θηριακοῦ· χαλκίτεωϲ, μελαντηρίαϲ, ἀραχνῶν ἀνὰ ?? α ὁμοῦ λεάναϲ χρῶ.
- 9.1
τροφαῖϲ δὲ χρηϲτέον δριμείαιϲ, εὐαναδότοιϲ, φυϲώδεϲιν, πληκτικαῖϲ, οἷον ϲκορόδοιϲ, κρομμύοιϲ, ταρίχοιϲ, πεπέρει, ῥαφάνοιϲ· οἴνοϲ πολὺϲ καὶ ἄκρατοϲ. ϲυμφέρει δὲ αὐτοῖϲ πᾶϲα κίνηϲιϲ καὶ αἰώρα πολλὴ καὶ ἡμέραϲ καὶ νυκτόϲ.
- 10.1.1
ἀντίδοτοϲ πρώτη, ποιοῦϲα κοινῶϲ πρὸϲ πάντα τὰ ἑρπετὰ θηρία καὶ τοὺϲ λυϲϲοδήκτουϲ, παρὰ πολλοῖϲ διατεϲϲάρων καλουμένη. δίδοται τοῦ φαρμάκου καρύου Ποντικοῦ τὸ μέγεθοϲ, ϲκορπιοπλήκτοιϲ μὲν μετ’ οἴνου αὐϲτηροῦ ἅπαξ τῆϲ ἡμέραϲ εἰ δ’ ἐπιτείνοι ἡ ὀδύνη, δίδου καὶ δίϲ — πρὸϲ δὲ λυϲϲοδήκτουϲ δίδου με θ’ ὕδατοϲ ἡμέραν παρ′ ἡμέραν ἐπὶ ἡμέραϲ μβ, προϲμίϲγων τῷ φαρμάκῳ λύκιον Ἰνδικόν. τηρῶν καὶ τὰ ἕλκη ἀκατούλωτα.
- 10.2.1
χρῶ δὲ εἰ βούλει ξηρῷ αὐτῷ καὶ ἐπὶ τῶν ἑλκῶν. ἔϲτι δὲ ἀριϲτολοχίαϲ ϲτρογγύληϲ. γεντιανῆϲ, δαφνίδων, ϲμύρνηϲ ἀνὰ ⋖ η· ἀναλάμβανε μέλιτι Ἀττικῷ ἢ νηϲιωτικῷ. ἐὰν δὲ προϲβάληϲ πεπέρεωϲ λευκοῦ ⋖ δ, ποιεῖ καὶ πρὸϲ ἡπατικοὺϲ θαυμαϲτῶϲ μεθ’ ὑδρομέλιτοϲ, ἐν δὲ τοῖϲ παροξυϲμοῖϲ μετὰ γλυκέοϲ.
- 10.3.1
3 ἄλλη ἀντίδοτοϲ θηριακή, ποιοῦϲα κατ’ ἐξοχήν. ἔϲτι δὲ καϲτορίου, ὸποῦ ἰυρηναικοῦ, πεπέρεωϲ ἀνὰ ⋖ δ, κόϲτου, νάρδου Ἰνδικῆϲ, κρόκου, κενταυρίου χυλοῦ ἀνὰ ⋖ β, μέλιτοϲ ἀπέφθου κοτύληϲ ἥμιϲυ.
- 10.4.1
4 ἡ δόϲιϲ καρύου Ποντικοῦ τοῦ ἐντὸϲ τὸ μέγεθοϲ· δίδου ϲκορπιοπλήκτοιϲ μετ’ οἴνου κεκραμένου, ἀϲπιδοδήκτοιϲ μετ’ ὄξουϲ κεκραμένου, ἡπατικοῖϲ μεθ’ ὑδρομέλιτοϲ, πρὸϲ ὑϲτερικὰϲ πνίγαϲ ὁμοίωϲ, πρὸϲ δὲ τὸ κατᾶξαι ἔμμηνα ἀπὸ βαλανείου δίδου μετ’ οἰνομέλιτοϲ θερμοῦ. καὶ καταϲπαϲικὴν δὲ δύναμιν ἔχει ὡϲ τούϲ ἀναδοθένταϲ ἥλουϲ καταφέρειν· οὕτωϲ οὑν καὶ πρὸϲ ὑϲτερικὰϲ πνίγαϲ καὶ τὴν τῶν ἐμμήνων κάθαρϲιν ποιεῖ.
- 10.5.1
5 ἄλλη ἀντίδοτοϲ ϲκορπιοπλήκτοιϲ· ἀριϲτολοχίαϲ μακρᾶϲ λείαϲ δίδου κοχλιάριον ἐν μετ’ οἴνου ἀκράτου κυάθων τεϲϲάρων· ἐνεργεῖ ϲφόδρα.
- 10.6.1
6 περὶ ἐμπλάϲτρων. Ζῆν νων δὲ ὁ Λαοδικεύϲ μετὰ τὴν ἑαυτοῦ θηριακὴν ἀντίδοτον, ἠν ἐγὼ ἐνθάδε οὐ παρέθηκα διὰ τὸ πολυτελὲϲ τῆϲ ϲκευαϲίαϲ, παρατίθεται ἠ μὲν ἐμπλάϲτρουϲ τάϲδε, φηϲὶν δὲ οὕτωϲ· ἐπὶ δὲ τῶν δηγμάτων τὴν ἔμπλαϲτρον τὴν διὰ θαλάϲϲηϲ καὶ χαμαιλεοντοϲ ἐπιτίθει ἢ τὴν λευκὴν ἢ ἀμφοτέραϲ μίξαϲ.
- 10.7.1
7 ἔϲτι δὲ ἡ μὲν διὰ χαμαιλέοντοϲ ἥδε· λιθαργύρου ?? α ?? β, ἁλὸϲ Ἀλμμωνιακοῦ ⋖ α, χαμαιλέοντοϲ μέλανοϲ ῥίζηϲ ?? δ, θαλάϲϲηϲ ?? γ, ἐλαίου παλαιοῦ ?? α· ἕψε λιθάργυρον, ἔλαιον, θάλαϲϲαν, ἕωϲ ϲυϲτραρῇ, εἶτα καθελὼν ἀπὸ τοῦ πυρὸϲ πρόϲβαλλε λεῖον τὸν χαμαιλέοντα ἐπιπάϲϲων καὶ ἐπίθεϲ ἐπὶ μαλακοῦ πυρόϲ, ὅπωϲ τὴν δύναμιν ὁ χαμαιλέων προϲδῷ τῷ φαρμάκῳ.
- 10.8.1
ἄλλη ἡ λευκὴ πρὸϲ ὅ θέλειϲ 8 ῥῆξαι ἢ διαφορῆϲαι ἢ ἐπιϲπάϲαϲθαι· λιθαργύρου ?? α, ψιμυθίου ?? β, πιτυίνηϲ ?? α, ἐλαίου παλαιοῦ ?? γ, κηροῦ ?? α, Ἀλμμωνιακοῦ θυμιάματοϲ. χαλβάνηϲ ἀνὰ ?? β· ἕψε ἔλαιον, ψιμύθιον, λιθάργυρον, ἕωϲ ἀμόλυντον γένηται· εἰτα τὰ ἄλλα ὕϲτερον πρόϲβαλλε καὶ χρῶ πρὸϲ πᾶϲαν ἀπό ϲταϲιν καὶ φύματα κατὰ μαϲτούϲ, φύγεθλα, κόλπουϲ, ϲύριγγαϲ, παρωτίδαϲ, ἄνθρακαϲ.
- 10.9.1
ταύταιϲ χρῶ ἐπὶ τῶν δηγμάτων ἀμφοτέραιϲ. ἔϲτι 9 δὲ αὕτη ἀφλέγμαντοϲ ἐπὶ παντὸϲ ἰοῦ, καὶ ἔϲτιν ἀνέκδοτοϲ ἡ τοιαύτη δύναμιϲ.
- 11.1.1
προδιεϲαφήνιϲα δὲ τὰ παρακολουθοῦντα ταῖϲ τούτων πληγαῖϲ 1 ϲημεῖα οὐχὶ τῷ μεγάλην εἰναι τὴν δύναμιν ἢ ἐπικίνδυνον τὴν τούτων πληγήν, ἀλλ’ ὑπὲρ τοῦ τοὺϲ πεπληγόταϲ ἀπὸ τούτων μὴ τεταράχθαι διὰ τὴν ἀλγηδόνα, ὡϲ δοκεῖν ὑπό τινοϲ τῶν χαλεπῶν πεπληγέναι.|
- 11.2.1
τοῖϲ τοίνυν πεπληγόϲιν ὑπὸ μελιϲϲῶν παρακολουθεῖ τὸ 2 τὴν πληγὴν ἀλγεῖν, ἐρυθρὸν εἰναι τὸν τόπον, ἐπαίρεϲθαι τὰ κύκλῳ, τὸ κέντρον ἐγκεῖϲθαι τῷ πλήγματι, τοῖϲ δὲ ὑπὸ τῶν ϲφηκῶν πάλιν τὰ ὅμοια μετ’ ἐπιτάϲεωϲ πολλῆϲ, πλὴν τὸ κέντρον οὐκ ἐνυπάρχει.
- 11.3.1
βοηθεῖται δὲ τὰ ὑπὸ τούτων δήγματα πηλῷ ἢ βολβίτῳ κατα 3 χριόμενα μετ’ ὀξυκράτου πεφυραμένῳ, ἢ μαλάχηϲ φύλλα ὁμοίωϲ ὀξυκράτῳ ϲυλλειωθέντα, ἢ κρίθινον ἄλευρον ϲὺν ὄξει, καὶ ϲυκῆϲ ὀπὸϲ. ἐνϲταζόμενοϲ τοῖϲ δήγμαϲιν, καὶ ἡλιοτροπίου φύλλα λεῖα καταπαϲϲόμενα, ἢ καὶ αὐτὸ τὸ ϲήϲαμον τρίψαϲ μεθ’ ὕδατοϲ κατάπλαϲϲε.
- 11.4.1
ϲφραγίζονται 4
- 11.4.2
δὲ καὶ ϲφραγῖδι ϲιδηρῇ πρὸϲ τὸ μὴ αὔξειν τὴν φλεγμονὴν ἅμα τῷ πληγῆναι· καὶ πυρία διὰ ἅλμηϲ ἢ θαλάϲϲηϲ ὠφελεῖ. προπότιζε δὲ δάφνηϲ ἁπαλοῖϲ φύλλοιϲ ὅϲον ⩹β μετ᾿ οἴνου αὐϲτηροῦ ὅϲον ἡμικοτύλιον.
- 12.1.1
1 ἐπειδὴ δὲ καὶ ταῦτα λυμαίνεται τῶν ἀνθρώπων τὰ ϲώματα, καὶ περὶ τούτων ὀλίγα ἀναγράψομαι. κώνωπεϲ οὐν ἀποθνήϲκουϲιν κεδρίνων πριϲμάτων μετὰ χαλκάνθου ὑποθυμιωμένων. ἐὰν δὲ μελάνθιον ζέϲαϲ ἐν ἐλαίῳ καὶ προϲμίξαϲ τὴν χάλκανθον ϲυγχρίϲῃ, οὐ προϲεγγίζουϲι μυῖαι οὐδὲ κώνωπεϲ.
- 12.2.1
2 πρὸϲ δὲ τὸ ἀνελεῖν μυίαϲ ὑοϲκυάμου ϲπέρμα καὶ ἐλλέβορον μέλανα καὶ λιθάργυρον λείου μεθ᾿ ὕδατοϲ καὶ ἀπόθου· ἐπὶ δὲ τῆϲ χρείαϲ κνιϲώϲαϲ βουτύρῳ ϲκόρπιϲον, ἢ κυνοκράμβηϲ τὴν ῥίζαν λείαν μετὰ ϲτέατοϲ. πρὸϲ κώνωπαϲ δὲ ἀψίνθιον, μελάνθιον. χάλκανθον ἴϲα ϲὺν ἐλαίῳ ἑψήϲαϲ ϲυγχρίου ἢ ξηρὰ ἐπὶ βολβίτων θυμία.
- 12.3.1
3 ἄλλο πρὸϲ κώνωπαϲ· ὀπὸν Ϲυριακὸν μετ᾿ ὄξουϲ ϲυγχρίου. ἄλλο πρὸϲ κώνωπαϲ· ἐλλέβορον, ἀψίνθιον ϲὺν ἐλαίῳ ῥαφανίνῳ καὶ ϲυγχρίου. μυίαϲ δὲ φυγαδεύει χάλκανθοϲ θυμιωμένη· μυίαϲ δὲ ὄλλυϲιν ἐλλέβοροϲ λευκὸϲ λεῖοϲ ϲὺν γάλακτι φυραθεὶϲ καὶ ἐν διαφόροιϲ ἀποτεθεὶϲ τόποιϲ.
- 12.4.1
4 ψύλλοιϲ ὀλέθριον· ῥοδοδάφνηϲ ζεϲθείϲηϲ θαλάϲϲῃ ἢ ἅλμῃ τὸ ἀπόζεμα ῥαινόμενον. ἄλλο πρὸϲ τὸ κώνωπαϲ καὶ ψύλλουϲ διολέϲαι· λίβανον καὶ μελάνθιον θυμία. ἄλλο· ῥίζαν κυάμου Αἰγυπτίου βρέξον ὕδατι καὶ ῥᾶνον.
- 13.1
οἱ δὲ ἀπὸ τοῦ ἀϲκαλαβώτου δηχθέντεϲ ϲυντόνωϲ ἀλγοῦϲιν καὶ τὸ δῆγμα πελιὸν ἴϲχουϲιν. βοηθοῦνται δὲ παραχρῆμα καταπλαϲϲόμενοι τὴν πληγὴν κρομμύοιϲ, ϲκορόδοιϲ, ἔτι καὶ ἐϲθίοντεϲ αὐτά, καὶ οἰνον ἄκρατον ἐπιρροφοῦντεϲ· ἢ ϲήϲαμον λεάναϲ μεθ᾿ ὕδατοϲ κατάπλαϲϲε ἢ μελάνθιον ὁμοίωϲ.
- 14.1.1
ἐκ τῶν Ἀρχιγένουϲ· τῶν δὲ ϲκορπίων διαφοραὶ μὲν πλείουϲ, τὰ αὐτὰ δὲ πᾶϲιν παρακολουθεῖ, ὅθεν ἐπὶ τὰϲ ϲημειώϲειϲ τῶν πλήξεων καὶ τὰϲ θεραπείαϲ τραπηϲόμεθα. παρέπεται τοῖϲ πληγεῖϲιν πόνοϲ ϲφοδρότατοϲ περὶ τὴν πληγήν, ψῦξιϲ καὶ νάρκα περὶ ὅλον τὸ ϲῶμα, | ψυχρὸϲ ἱδρώϲ, ἔπαρϲιϲ ἐν ταῖϲ μαϲχάλαιϲ, τοῖϲ δὲ περὶ τὰ κάτω ἐν τοῖϲ βουβῶϲιν.
- 14.2.1
τοῖϲ δὲ μὴ ἐλαφρῶϲ τυπτομένοιϲ τοιαῦτά τινα παρακολουθεῖ· 2 καῦϲοϲ καὶ περὶ τὴν πληγὴν ὡϲ ἐπὶ πυρικαύτων, παρακοπαὶ ϲφυγμόϲ τε δι᾿ ὅλου τοῦ ϲώματοϲ, μυρμηκίαϲιϲ περὶ τὰ χείλη καὶ ὅλον τὸ ϲῶμα, ὡϲ ῥανίϲιν δοκεῖν καταρραντίζεϲθαι, ϲκληρότηϲ ἄρθρων, προϲώπου διαϲτροφή, λῆμαι περὶ τοὺϲ ὀφθαλμὸϲ κολλώδειϲ, δάκρυα γλίϲχρα, ῥίγη ϲυνεχῆ, πρόπτωϲιϲ ἕδραϲ καὶ αἰδοίου ἔνταϲιϲ· ἐνίοιϲ δὲ καὶ ϲυνεχεῖϲ ἐρυγαί, γλώϲϲηϲ πάχοϲ καὶ ϲκληρότηϲ, ὀδόντων ϲυνέρειϲιϲ, ἀφριϲμὸϲ δαψιλήϲ, ἔμετοι, λυγμοί, ϲπαϲμοί, τέτανοι, ὀπιϲθότονοι.
- 14.3.1
καὶ ταῦτα μὲν τὰ παρακολουθοῦντα τοῖϲ πεπληγόϲι 3 ϲημεῖα.
- 14.4.1
βοηθοῦνται δὲ τοῖϲ ὑπογεγραμμένοιϲ παραχρῆμα· ϲυκῆϲ ὀπὸϲ 4 εἰϲ τὸ πλῆγμα ἐνϲαχθείϲ, ἢ αὐτὸϲ ὁ πλήξαϲ ϲκορπίοϲ ἐπιτεθεὶϲ κατὰ ἀντιπάθειάν τινα ἄκρωϲ βοηθεῖ, ἢ λεῖον ἅλαϲ μετὰ λινοϲπέρμου, ὴ ἀλθαίαϲ ὁ καρπόϲ, ἢ θεῖον ἄπυρον ἀναληφθὲν ῥητίνῃ τερμινθίνῃ
- 14.5.1
καὶ ὡϲ ἐμπλάϲτριον ἐπιτεθέν· ἡ χαλβάνη πλατυνθεῖϲα ϲπληνίου 5 τύπον, ἡ καλαμίνθη λεία ὑδρηρὰ καταπλαϲϲομένη, καὶ ὠμήλυϲι. ἐν οἴνῳ ϲκευαϲθεῖϲα ἐν ἀφεψήματι πηγάνου, ἢ ῥύποϲ ἄγγουϲ οὐρηροῦ καταχριόμενοϲ, ἢ ἀριϲτολοχίαϲ ῥίζα· · ἢ Κυρηναικῷ ὀπῷ ἢ ἁλϲὶν μετὰ ϲταφίδων κατάπλαϲϲε ἢ μετ᾿ ἐλαίου λείοιϲ ἀνάτριβε.
- 14.6.1
ποτήμαϲιν δὲ χρηϲτέον ἀνυϲιμωτάτοιϲ· ἀριϲτολοχίαϲ ⩹ β, μάλιϲτα τοῦ 6 φλοιοῦ ϲὺν οἴνῳ, γεντιανὴ κεκομμένη καὶ γλήχων ἐπικαθηψημένη, καὶ δαφνίδεϲ ἀριθμῷ δέκα λεῖαι, καὶ καλα μίνθα ἐπὶ πολὺ ἐνεψηθεῖϲα ὀξυκράτῳ, ἢ κυπάριϲϲοϲ μετ᾿ οἴνου, ἢ πήγανον ὡϲαύτωϲ· καὶ ϲίλφιον, εἰ παρείη, καὶ ὁ τῆϲ τριφύλλου καρπὸϲ πινόμενοϲ, καὶ τὸ τοῦ ὠκίμου ϲπέρμα, λουτρῶν τε ϲυνεχήϲ χρῆϲιϲ μετὰ πολλῆϲ τῆϲ ἱδρώϲεωϲ, καὶ οἰνοποϲία ζωροτέρα τῷ κράματι.
- 14.7.1
7 ἀντιδότιον ϲκορπιοπλήκτοιϲ δόκιμον· ἀριϲτολοχίαϲ μακρᾶϲ, μελανθίου, πάνακοϲ ῥίζηϲ, πηγάνου ἀγρίου ϲπέρματοϲ ἀνα ⩹ δ· ἡ δόϲιϲ ⩹ β μετ᾿ οἴνου ἀκράτου.
- 14.8.1
ἄλλη ποιοῦϲα καὶ πρὸϲ τριταίουϲ καὶ τεταρταίουϲ καὶ ἀμφημερινούϲ· ὀπίου, ὀποπάνακοϲ, καϲτορίου, ὑοϲκυάμου ϲπέρματα, δαύκου ϲπέρμα ἀνὰ ⩹ α λεῖα ποιήϲαϲ προϲμίϲγε ὀλίγον μέλιτοϲ καὶ δίδου ἀνδρὶ ὁλκὰϲ τρεῖϲ, παιδίοιϲ δὲ ὡϲ παραδόξωϲ ποιοῦντι μετ᾿ οίγομέλιτοϲ πρὸ ὥραϲ τῆϲ λήψεωϲ αὐτῆ ϲκορπιοπλήκτοιϲ οὐ προϲγέγραπται.
- 14.9.1
τοῖϲ δὲ ὑπὸ ϲκορπίου πεπληγόϲιν ἑλενίου ῥίζαν διδόαϲι μαϲᾶϲθαι, ἕωϲ ἄπονοι γένωνται· κἂν ἔχη δέ τιϲ αὐτὸ μετὰ χεῖραϲ, οὐκ ἀδικήϲει ὁ ϲκορπίοϲ· ἢ εὑρὼν ἀϲκαλαβώτην φόρει, καὶ οὐ πληγήϲῃ. ἄλλο πρὸϲ τὸ μὴ πληγῆναι ὑπὸ ϲκορπίου· φοῦ βοτάνηϲ ἄνθη 𝒢 καὶ μελάνθιον ὀλίγον καὶ προπόλεωϲ ὀλίγον· ταῦτα μίξαϲ ἐνδήϲαϲ τε εἰϲ ῥάκοϲ ἐρεοῦν περίαπτε.
- 14.10.1
10 ἐὰν δὲ θέληϲ πειρᾶϲαι, γράψον ἐπὶ τῆϲ γῆϲ γύρον, καὶ βάλε εἰϲ τὸ μέϲον ϲκορπίον ϲὺν τῷ περιάπτῳ, καὶ οὐκ ἐξελεύϲεται ὁ ϲκορπίοϲ τοῦ γύρου.
- 15.1.1
1 τῶν δὲ φαλαγγίων γένη μὲν πλείονα, ἃ δὲ κατὰ τὸ πλεῖϲτον ἱϲτορεῖται παρὰ τοῖϲ θηριακοῖϲ, ἔϲτιν ἕξ τὸν ἀριθμόν· τὸ μὲν γὰρ αὐτῶν καλεῖται ῥογιον, τὸ δὲ λύκοϲ, τὸ δὲ μυρμήκιον, τὸ δὲ κρανο κολάπτηϲ, τὸ δὲ ϲκληροκέφαλον, τὸ δὲ ϲκωλήκιον.
- 15.2.1
τὸ μὲν οὑν ῥογίον 2 ϲχήματι ϲτρογγύλον ἐϲτί, χρώματι δὲ μέλαν ὡμοίωται γὰρ ῥαγὶ. ϲταφυλῆϲ μελαίνηϲ —, πόδαϲ δὲ ἔχει ἕξ ἐξ ἑκατέρου μέρουϲ μικροτάτουϲ, τὸ δὲ ϲτόμα ὑπὸ τὴν κοιλίαν. ὁ δὲ λύκοϲ δεύτεροϲ ἐν τοῖϲ. ἀραχνίοιϲ διατρίβων εὺρίϲκεται καὶ ἐπιλαμβανόμενοϲ τῶν μυιῶν καὶ ἐϲθίων αὐτάϲ, ϲῶμα δὲ ἔχει πλατύ, περιφερέϲ, τὰ δὲ κατὰ τὸν αὐχένα αὐτοῦ μερη ἐγκεχάρακται, ἀπὸ δὲ τοῦ ϲτόματοϲ ἀποφύϲειϲ ἔχει λείαϲ τρεῖϲ.
- 15.3.1
τὸ δὲ μυρμήκιον τρίτον ᾶν ὡμοίωται μύρμηκι μεγάλῳ, αἰθαλῶδεϲ 3 κατὰ χρόαν· ἐντετύπωται δέ τινα ἐν τῷ ϲώματι αὐτοῦ ὡϲ ἄϲτρα, μᾶλλον δὲ κατὰ τὰ νῶτα, ὡϲ καὶ Nίκανδροϲ (Τh. 748) μἀρτυρεῖ οὕτωϲ· πυρόειν, ἄζῃ γε μὲν εἴϲατο μορφήν, πάντοθεν ἀϲτερόεντι περιϲτιγὲϲ εὐρέι νώτῳ.
- 15.4.1
τὸ ϲκληροκέφαλον δὲ τέταρτον ἄν κεφαλὴν ἔχει πετρώδη καὶ 4 ἀπόϲκληρον, καὶ καθ’ ὅλον τὸ ϲῶμα περιγέγραπται ἐμφερῶϲ τοῖϲ ἐψοιϲ ἐκείνοιϲ τοῖϲ περιιπταμένοιϲ περὶ τοὺϲ λύχνουϲ. τὸ δὲ ϲκωλήκιον πέμπτον ἐπίμηκεϲ καὶ ὑπόϲπιλον, καὶ μάλιϲτα κατὰ τὴν κεφαλήν.
- 15.5.1
τὸ δὲ ἕκτον κρανοκολάπτηϲ· τοῦτο ὑπόμηκέϲ ἐϲτι καὶ ἔγχλω 5 ρον, τὸ δὲ κέντρον ἔχει ὑπὸ τὸν τράχηλον· τοῦτο προϲπῖπτον τοὺϲ κατὰ τὴν κεφαλὴν πλῃϲϲει τόπουϲ.
- 15.6.1
τὰ μὲν οὑν εἴδη τῶν φαλαγγίων ταῦτα, τὰ δὲ παρακολουθοῦντα τοῖϲ 6 πεπληγόϲιν ὑπ’ αὐτῶνκοινά· τὸδὲδῆγμα λεπτὸνκαὶ δυϲθεώρητον, οἴδημα, πελίωμα, τιϲὶν δὲ καὶ ἐρύθημα, ψχοϲ περὶ γόνατα καὶ ὀϲφὺν καὶ ὠμοπλάταϲ· ἔϲτι δὲ ὅτε ϲκαὶ καθ’ ὅλον τὸ ϲῶμα βάροϲ ἐϲτίν, ἔτι τε πόνοϲ ϲύντονοϲ, τρόμοϲ, ὠχρίαϲιϲ, ἀγρυπνία, τιϲὶν δὲ καὶ ἔνταϲιϲ καυλοῦ
- 15.7.1
καὶ κνηϲμὸϲ περὶ τὴν πληγήν, ἐνίοτε δὲ καὶ περὶ τὰϲ κνήμαϲ, ὀμματα 7 ἕνυγρα καὶ δακρύοντα καὶ κοῖλα διὰ τὸ τὴν κοιλίαν ἀνωμάλωϲ ἐπῆρθαι. οἰδεῖ ὅλον τὸ ϲῶμα πρόϲωπόν τε καὶ μάλιϲτα τὰ περὶ τὴν γλῶτταν, ἀϲάφειά τε γίνεται φράϲεωϲ, τιϲὶν δὲ καὶ δυϲουρία, ἐμεῖν ὑδατώδη, ἀραχνίοιϲ ὅμοια, ἔϲτι δὲ ὅτε δι᾿ οὕρων καὶ κατὰ κοιλίαν
- 15.8.1
8 τὰ αὐτὰ ἀποκρίνεται· πολλάκιϲ καὶ τρόμοϲ δι᾿ ὅλου τοῦ ϲώματοϲ, καὶ ϲύνταϲιϲ περὶ τὰϲ ίγνύαϲ ἐοικυῖα ϲπαϲμῷ, καὶ περὶ τὸν ϲτόμαχον δηγμὸϲ ίϲχυρόϲ, καὶ ψυχρὸϲ ἱδρὼϲ καθ᾿ ὅλην τὴν ἐπιφάνειαν ἐκκρίνεται. ϲυμβαίνει δὲ καθιεμένουϲ εἰϲ θερμὸν ἀπόνουϲ γίνεϲθαι, μετά δὲ τὴν ἐξαίρεϲιν ϲυντόνωϲ ἀλγεῖν, τοῖϲ δὲ πρεϲβυτέροιϲ ἐφ᾿ ἱκανὸν τὰ μόρια χαλαϲθαι καὶ μὴ ἐντείνεϲθαι.
- 15.9.1
9 κοινὰ μὲν οὑν ταῦτα παρέπεται· τιϲὶν δὲ καὶ κεφαλὴν ἀλγεῖν καὶ ϲκοτοῦϲθαι, κρανοκολάπτου δὲ πλήξαντοϲ ῥῖγοϲ ϲύντονον, ὡϲ παρακόπτειν, καρδιαλγεῖν, ῥιπτάζεϲθαι.
- 15.10.1
10 βοηθοῦνται δὲ πάντεϲ οἱ φαλαγγιόδηκτοι λουτρῷ ϲυνεχεῖ θερμῳ· καταντλεῖν δὲ δεῖ τὴν πληγὴν ἀφεψήματι τριφύλλου καὶ ἐλαίου θερμοῦ. ἐπιτίθει δὲ τέφραν ϲυκίνην ϲυν ἁλϲὶν λείοιϲ μετ᾿ οἴνου φυράϲαϲ, ἡ ἀριϲτολοχίαν ϲυν κριθίνῳ ἀλεύρῳ καὶ ὄξει δεύϲαϲ.
- 15.11.1
11 κατάντλει δὲ θερμοτερᾳ θαλάϲϲῃ ἢ ἅλμῃ τὰ ἕλκη, ἢ μελιϲϲοφύλλου ἀφεψήματι — ταύτηϲ δὲ καὶ τὰ φύλλα ἐπιπλάϲϲειν —, ἡ βολβοῖϲ ἡ πολυγόνῳ ή πράϲοιϲ ἢ πιτύροιϲ ἀνεζεϲμένοιϲ ὄξει ἡ κριθίνοιϲ ἀλεύροιϲ ϲυγκαθηψημενων φύλλων δάφνηϲ ϲὺν οἴνῳ, ἡ ϲπόγγον καινὸν εἰϲ ὄξοϲ ἀποβάπτων πυρία τὴν πληγήν.
- 15.12.1
12 πότιζε δὲ ἀεροτόνου τὸ ϲπέρμα καὶ ἄνη θον καὶ ἀριϲτολοχίαν καὶ ἐρέβινθον ἄγριον καὶ κύμινον Αἰθιοπικὸν καὶ κεδρίδαϲ λείαϲ καὶ πλατάνου φλοιὸν καὶ τὸ ϲπέρμα τῆϲ τριφύλλου πόαϲ, ἑκάϲτου κατ᾿ ἰδίαν δίδοται ⩹ β μετ᾿ οἴνου ӄ ᾱ·
- 15.13.1
13 ὡϲαύτωϲ δὲ καὶ μυρίκηϲ ὁ καρπὸϲ καὶ χαμαιπίτυοϲ καὶ τῶν χλωρῶν τῆϲ κυπαρίϲϲου ϲφαιρίων τὸ ἀφέψημα κιρνάμενον μετ᾿ οἴνου, ἢ πυρέθρου λείου ⩹ ᾱ ὁμοίωϲ πινομένη.
Next → — showing 1–100 of 205
First Thousand Years of Greek. CTS URN tlg0671.tlg001.1st1K-grc1. Via the Perseus Digital Library / Open Greek and Latin TEI corpora. Licence: Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License. Source.