Ancient Texts

← Library

Aethiopica

First Thousand Years of Greek · First Thousand Years of Greek · 406 sections

  1. 5.25.1

    ἤδη δὲ πλησιαζόντων ἀνέκραγέ τις τῶν συνεμβεβηκότων ἀπὸ τῆς Ζακυνθίων, τοῦτο ἐκεῖνο, ἄνδρες, ἀπολώλαμεν: πειρατικὸς ὁ στόλος: Τραχίνου γνωρίζω τὴν ἄκατον. ἐσείσθη πρὸς τὴν ἀγγελίαν ἡ ὁλκάς, ἔν τε γαλήνῃ κλύδωνος ἐμπέπληστο, θορύβοις ὀλολυγμοῖς διαδρομαῖς καταιγιζομένη, τῶν μὲν εἰς τὰ κοῖλα τῆς νεὼς καταδυομένων, τῶν δὲ πρὸς μάχην ἐπὶ τῶν ἰκρίων ἀλλήλοις παρακελευομένων, τῶν δὲ εἰς τὸ σκάφος τὸ ὑπηρετικὸν ἅλλεσθαι καὶ διαδρᾶναι βουλευομένων, ἕως ἐν τῷ μέλλειν καὶ ἄκοντας αὐτοὺς προλαβὼν ἔστησεν ὁ πόλεμος, τῷ προστυχόντι πρὸς ἄμυναν ὁπλίσας. ἐγὼ δὲ καὶ ἡ Χαρίκλεια τῷ Θεαγένει περιφύντες ὅλον ἐνθουσιῶντα πρὸς τὴν μάχην καὶ ζέοντα μόλις ἐπείχομεν, ἣ μὲν ἵνα μηδὲ παρὰ τὸν θάνατον, ὡς ἔφασκε, χωρίζοιτο, ξίφει δὲ ἑνὶ καὶ πληγῇ μιᾷ τοῦ πάθους ὁμοίου κοινωνήσειεν, ἐγὼ δὲ ὡς Τραχῖνον εἶναι τὸν ἐπιόντα ἔγνων, συνοῖσον πρὸς τὰ μέλλοντά τι προμηθούμενος. ὅπερ δὴ καὶ γενέσθαι συνέβη. πλησιάσαντες γὰρ οἱ λῃσταὶ καὶ ἐγκάρσιοι παρελαύνοντες, ἀποπειρώμενοί τε εἴ πως ἀναιμωτὶ γένοιντο ἐγκρατεῖς τῆς ὁλκάδος, ἔβαλλον μὲν οὐδέπω, τοῖς δὲ εἰς κύκλον περίπλοις οὐδαμοῦ προβαίνειν ἐπέτρεπον, ἐῴκεσάν τε πολιορκοῦσι καὶ τὴν ναῦν ἐξ ὁμολογίας ἑλεῖν ἐσπουδακόσι. καὶ ὦ δυσδαίμονες ἔφασαν, τί δή ποτε μαίνεσθε, καὶ πρὸς οὕτως ἄμαχον καὶ ὑπερφέρουσαν ἰσχὺν ἐναντίας αἰρόμενοι χεῖρας προῦπτον ἀναρριπτεῖτε θάνατον; ἔτι φιλανθρωπευόμεθα ὑμᾶς: ἐπιτρέπομεν εἰς τὸ ἐφόλκιον εἰσβῆναι καὶ σώζειν ἑαυτούς, εἰ βούλεσθε. οἳ μὲν ταῦτα προύτεινον, οἳ δὲ ἐπὶ τῆς ὁλκάδος, ἕως μὲν ἀκίνδυνον μάχην καὶ πόλεμον ἀναίμακτον ἠγωνίζοντο, θρασεῖς τε ἦσαν καὶ οὐκ ἂν ἔφασαν ἐκστῆναι:

  2. 5.26.1

    ἐπεὶ δέ τις τῶν λῃστῶν ὁ τολμηρότατος ἐναλόμενος εἰς τὴν ναῦν, καὶ παίων τῷ ξίφει τοὺς προστυχόντας, φόνῳ καὶ θανάτῳ κρίνεσθαι τὸν πόλεμον ἐδίδαξεν, ἐφήλαντο δὲ καὶ οἱ λοιποὶ πάντες, τότε δὴ μετεμέλοντο οἱ Φοίνικες, καὶ προσπεσόντες ἀπέχεσθαι σφῶν ἱκέτευον ἐφ̓ ᾧ τε τὰ προσταχθησόμενα ποιήσειν. οἳ δέ, καίπερ ἤδη φονῶντες ʽαἵματος γὰρ ὄψις φρονήματος γίνεται στόμωσισ̓, ἐκ προστάγματος τοῦ Τραχίνου παῤ ἐλπίδα πᾶσαν ἐφείδοντο τῶν ὑποπεσόντων. ἐγίνετο δὲ ἄσπονδος ἐκεχειρία καὶ πόλεμος ἔργοις ὁ χαλεπώτατος, εἰρήνης ὀνόματι νόθῳ παραλυόμενος, συνθήκης βαρυτέρας πλέον ἢ τῆς μάχης ὁριζομένης: σὺν ἑνὶ γὰρ χιτωνίσκῳ τῆς ὁλκάδος ἐξίστασθαι προηγορεύετο, καὶ θάνατος τῷ παραβαίνοντι διηπειλεῖτο. ἀλλ̓ ἔστιν, ὡς ἔοικεν, ἀνθρώποις ψυχὴ πάντων προτιμότερον: δἰ ἣν καὶ τότε οἱ Φοίνικες ἐλπίδος πλούτου τῆς νεὼς ἀποσυλώμενοι, καθάπερ οὐ στερούμενοι κερδαίνειν δὲ μέλλοντες, ὅστις πρότερος τὸν ἕτερον φθάσας ἐπιβαίη τοῦ σκάφους ἠπείγοντο, θᾶττον ἐν τῷ βεβαίῳ τοῦ περιεῖναι γενέσθαι πᾶς τις ἁμιλλώμενος.

  3. 5.27.1

    ἐπεὶ δὲ καὶ ἡμεῖς τῷ δόγματι πειθόμενοι παρῄειμεν, ὁ Τραχῖνος τῆς Χαρικλείας ἐπιλαβόμενος, οὐδέν, ἔφη, πρὸς σὲ ὅδε ὁ πόλεμος, ὦ φιλτάτη, ἀλλὰ διὰ σὲ γεγένηται καὶ σοὶ πάλαι καὶ ἐξ οὗ γε ἀπολελοίπατε τὴν Ζακυνθίων ἕπομαι, τοσοῦτον ἕνεκα σοῦ καὶ πέλαγος καὶ κίνδυνον ἀναδεξάμενος. ὥστε θάρσει, καὶ ἴσθι δέσποινα σὺν ἡμῖν τῶνδε ἁπάντων ἐσομένη. ταῦτα ἐκεῖνος μὲν ἔλεγεν, ἣ δέ ʽἔστι γάρ τι χρῆμα σοφώτατον, καιρὸν διαθέσθαι δραστήριος, ἅμα δέ τι καὶ τῆς ἐμῆς ὑποθήκης ἀνύουσἀ τὸ κατηφὲς τῶν περιεστηκότων τοῦ βλέμματος ἀποσκευασαμένη καὶ πρὸς τὸ ἐπαγωγότερον ἐκβιασαμένη, ἀλλὰ θεοῖς μέν, ἔφη, χάρις τοῖς τὰ φιλανθρωπότερα περὶ ἡμῶν ἐπὶ νοῦν τὸν σὸν ἄγουσιν, εἰ δὲ βούλει με τῷ ὄντι θαρροῦσαν καὶ ἔχειν καὶ μένειν, πρώτην, ἔφη, δίδου ταύτην αἴσθησιν τῆς σῆς εὐνοίας: ἀδελφὸν τουτονὶ τὸν ἐμὸν καὶ πατέρα περίσωζε, μηδὲ ἐπίτρεπε τὴν ναῦν ἀπολιπεῖν, ὡς οὐκ ἔστιν ὅπως βιώσομαι τούτων χωριζομένων. καὶ ἅμα λέγουσα τοῖς γόνασι προσέπιπτε, καὶ εἴχετο ἐπὶ πλεῖστον ἱκετεύουσα, τοῦ Τραχίνου ταῖς περιπλοκαῖς ἐντρυφῶντος καὶ τὴν ὑπόσχεσιν ἐπίτηδες παρέλκοντος. ὡς δὲ ὑπό τε τῶν δακρύων πρὸς οἶκτον ἤγετο καὶ ὑπὸ τῶν βλεμμάτων πρὸς τὸ ὑπήκοον ἐδουλοῦτο, τὴν κόρην ἀναστήσας, τὸν μὲν ἀδελφόν, ἔφη, δωροῦμαί σοι καὶ μάλα χαίρων ʽὁρῶ γὰρ νεανίσκον ἀνδρίας ἀνάμεστον καὶ βίῳ τῷ ἡμετέρῳ συντελεῖν ἐπιτήδειον̓, ὅδε δὲ ὁ πρεσβύτης ἄχθος μὲν τὴν ἄλλως, εἰς δὲ χάριν μόνην τὴν σὴν παρέστω.

  4. 5.28.1

    τούτων καὶ λεγομένων καὶ γινομένων, ὁ μὲν ἥλιος ἀκριβῶς εἰς δυσμὰς περιελθὼν τὸ μεταίχμιον ἡμέρας καὶ νυκτὸς. σκιόφως ἀπετέλεσεν, ἡ θάλασσα δὲ αἰφνίδιον ἐτραχύνετο, τάχα μὲν τροπὴν ἐκ τοῦ καιροῦ λαβοῦσα, τάχα δέ που καὶ τύχης τινὸς βουλήματι μεταβληθεῖσα, καὶ βόμβος ἀνέμου κατιόντος ἠκούετο, καὶ ὅσον οὔπω πνεῦμα λάβρον τε καὶ βίαιον αὐτόθεν ἐμπεσὸν ἀπροσδοκήτου θορύβου τοὺς λῃστὰς ἐνεπεπλήκει, τὴν μὲν ἰδίαν ἄκατον ἀπολιπόντας, κατὰ δὲ τὴν ὁλκάδα πρὸς τῇ διαρπαγῇ τοῦ φόρτου καταληφθέντας, ὅπῃ τε χρήσονται τῷ μεγέθει τῆς νεὼς ἀπείρως ἔχοντας. τοιγάρτοι πᾶν μὲν ναυτιλίας μέρος ὑπὸ τοῦ προστυχόντος ἐσχεδιάζετο, τέχνην δὲ ἄλλος ἄλλην αὐτοδίδακτος ἐθρασύνετο, τῶν μὲν τὰ ἱστία τεταραγμένως ἀνιμώντων, τῶν δὲ τοὺς κάλως ἀπείρως κατανεμόντων: καὶ ὃ μέν τις τὴν πρῷραν ἀδοκίμαστος ἐκληροῦτο, ὃ δὲ τὴν πρύμναν εἶχε καὶ τοὺς αὐχένας. οὐχ ἥκιστα γοῦν ἡμᾶς εἰς τὸν ἔσχατον τῶν κινδύνων ἐνέβαλεν οὐ τὸ βίαιον τοῦ κλύδωνος ʽοὔπω γὰρ ὁλοσχερῶς ἐτετάρακτὀ ἀλλὰ τὸ ἄτεχνον τοῦ κυβερνῶντος, ἀντισχόντος μὲν ἐφ̓ ὅσον ἡμερινοῦ φωτὸς ἀπαύγασμα περιέλαμπεν, ἀπειπόντος δὲ τοῦ σκότους ἐκνικήσαντος. ἤδη δὲ βαπτιζομένων καὶ καταδῦναι μικρὸν ἀπολειπόντων, ἐπεχείρουν τὴν πρώτην ἔνιοι τῶν λῃστῶν εἰς τὴν ἰδίαν αὐτῶν μετεισβαίνειν ἄκατον, ἔπειτα ἐπεῖχον, ὑπό τε τοῦ κλύδωνος ἐκκρουόμενοι καὶ τοῦ Τραχίνου πείθοντος ὡς μυρίοις σκάφεσιν εὐπορωτέροις ἐξέσται γενέσθαι τὴν ὁλκάδα καὶ τὸν ἐνόντα πλοῦτον διασώζουσι. καὶ τέλος καὶ τὸ καλώδιον ἐξ οὗ τῆς νεὼς ἤρτητο διέκοψεν, ἄλλον χειμῶνα τοῦτον ἐφέλκεσθαι σφᾶς διατεινόμενος, καὶ ἅμα καὶ τοῦ μέλλοντος ἀσφαλοῦς προνοεῖν ὑφηγούμενος: εἶναι γὰρ ὕποπτον ἀμφοτέραις προσπλεῦσαί ποι ταῖς ναυσί, τῶν ἐμπλευσάντων θατέρᾳ πάντως ἐπιζητηθησομένων. ἐδόκει τε εἶναι πιθανὸς καὶ δυοῖν δἰ ἑνὸς τὸ παρὸν εὐδοκιμεῖν, βραχείας ῥαστώνης αἰσθομένων ἐξ οὗ τὴν ἄκατον ἐχώρισεν, οὐ μὴν παντάπασι τῶν δεινῶν ἀπαλλαγέντων, ἀλλὰ τρικυμίαις τε ἐπαλλήλοις ἐλαυνομένων καὶ πολλὰ τῆς νεὼς ἀποβαλλόντων καὶ κινδύνου πᾶν εἶδος ὑφισταμένων, ἕως ἐκείνης τε τῆς νυκτὸς μόλις διαδραμούσης καὶ πρὸς τῆς ἐχομένης ἡμέρας περὶ δείλην ἀκτῇ τινὶ κατὰ τὸ στόμιον τοῦ Νείλου τὸ Ἡρακλεωτικὸν προσωκείλαμεν καὶ γῆς Αἰγυπτίας ἀβουλήτως οἱ δυσδαίμονες ἐπιβαίνομεν, οἱ μὲν ἄλλοι χαίροντες, ἡμεῖς δὲ ἀνιώμενοι, καὶ πολλὰ τῆς σωτηρίας τὴν θάλατταν ὀνειδίζοντες ὡς ἀνυβρίστου θανάτου φθονήσασαν καὶ φοβερωτέρᾳ γῇ καὶ προσδοκίᾳ παραδοῦσαν, ἀθέσμοις βουλήμασι λῃστῶν ἐκκειμένους. οἷα γὰρ καὶ ἐπεχείρουν, οὔπω σχεδὸν τῆς γῆς ἐπιβεβηκότες οἱ ἀλιτήριοι. χαριστήρια δῆθεν Ποσειδῶνι θύειν βούλεσθαι φήσαντες, οἶνον μὲν Τύριον καὶ ἄλλ̓ ἄττα τῆς νεὼς ἐξεκόμιζον, βοσκήματα δὲ ἐκ τῶν πέριξ χωρίων τοὺς ὠνησομένους ἀπέστελλον, ἀργύριόν τε ὅσον πλεῖστον ἐγχειρίσαντες, καὶ τίμημα τὸ πρῶτον αἰτούμενον διδόναι κελεύσαντες.

  5. 5.29.1

    ὡς δὲ ἐκεῖνοί τε τάχιστα παρῆσαν, ὅλην προβάτων καὶ συῶν ἀγέλην ἐλαύνοντες, οἵ τε κατὰ χώραν μείναντες ὑποδεξάμενοι πυράν τε ἐξῆπτον καὶ τὰ θύματα δείραντες ηὐτρέπιζον τὴν εὐωχίαν, ὁ Τραχῖνος ἰδίᾳ με καὶ τῶν ἄλλων εἰς ἀνήκοον παραλαβών, ὦ πάτερ, ἔφη, θυγατέρα τὴν σὴν ἐμαυτῷ γαμετὴν ἐμνηστευσάμην, καὶ τοὺς γάμους, ὡς ὁρᾷς, ἑστιᾶν μέλλω τήμερον, ἑορτῶν τὴν ἡδίστην θυσίᾳ τῇ τῶν θεῶν ἐπισυνάπτων. ὅπως οὖν μὴ αὐτός τε ἀνήκοος στυγνότερον συμποσιάζῃς, ἥ τε παῖς διὰ σοῦ μαθοῦσα δέξηται χαίρουσα τὸ ἐσόμενον, ἐδικαίωσα προειπεῖν σοι τὴν ἐμαυτοῦ γνώμην, οὐ βεβαιωθῆναι παρὰ σοῦ ταύτην βουλόμενος ʽἔχω γάρ μοι κατεγγυῶσαν τὸ βούλημα τὴν ἐξουσίαν̓ ἀλλ̓ αἴσιον ἄλλως καὶ εὐπρεπὲς δοκιμάζων εὐπειθεστέραν ηὐτρεπίσθαι τὴν νύμφην, διὰ τοῦ φύντος προμαθοῦσαν τὸν γάμον. ἐπῄνουν τὰ εἰρημένα, καὶ χαίρειν ἐνεδεικνύμην, τοῖς τε θεοῖς χάριν ὁμολογεῖν ἥτις μεγίστη, τοῖς ἄνδρα τὸν δεσποτεύοντα τῆς θυγατρὸς ἀποφήνασιν.

  6. 5.30.1

    ἀποχωρήσας τε μικρόν, καί τινα τῶν πρακτέων ἔννοιαν ἐπ’ ἐμαυτοῦ φροντίσας, ἐπανελθὼν ἱκέτευον σεμνότερον τελεσθῆναι τὰ δρώμενα, καὶ θάλαμον ἀποφῆναι τῇ κόρῃ τὴν ὁλκάδα, ἐπεισιέναι μηδένα μηδὲ διοχλεῖν κελεύσαντα, ὡς ἂν καὶ κόσμου τοῦ νυμφικοῦ καὶ τῆς ἄλλης τημελείας καὶ εὐπρεπείας ἐπιμεληθῆναι κατὰ καιρὸν ἐγγένοιτο: καὶ γὰρ ἂν εἴη πάντων ἀτοπώτατον τὴν εὐγενείᾳ καὶ πλούτῳ κομῶσαν καὶ τὸ μέγιστον Τραχίνου γαμετὴν ἐσομένην μηδὲ ἀφ̓ ὧν ἔξεστιν ἁβρύνεσθαι, εἰ καὶ τὰ λαμπρότερα τῆς γαμηλίου πομπῆς ὁ καιρὸς ἡμᾶς καὶ ὁ τόπος ἀφῄρηται. διεχεῖτο πρὸς ταῦτα ὁ Τραχῖνος, καὶ χαίρων οὕτω πράξειν ἐπηγγέλλετο. καὶ προσέταξεν αὐτίκα πάντα κομισαμένους ὧν χρῄζοιεν, τοῦ λοιποῦ τῇ νηὶ μὴ πλησιάζειν. καὶ οἳ μὲν τὰ ἐντεταλμένα ἔπραττον: ἐξεφόρουν τραπέζας κρατῆρας τάπητας παραπετάσματα, Σιδωνίων ἔργα χειρῶν καὶ Τυρίων, τἆλλα οἷς δεῖπνον ὑπηρετεῖται πάντα ἀφειδῶς, καὶ ἐπὶ τῶν ὤμων ἀκόσμως ἐξετίθεντο, πλοῦτον ὃν πολλοὶ πόνοι καὶ φειδωλοὶ συνήθροισαν, ἀσώτῳ συμποσίῳ τῆς τύχης ἐνυβρίσαι παραδούσης. ἐγὼ δὲ τὸν Θεαγένην παραλαβὼν καὶ παρὰ τὴν Χαρίκλειαν ἐλθών, εὑρών τε δεδακρυμένην, ὦ θύγατερ ἔφην, εἰωθότα μέν σοι καὶ οὐ ξένα: θρηνεῖς δ̓ οὖν ὅμως ἃ καὶ πρότερον, ἤ τι καινότερον; ἣ δὲ πάντα μὲν ἔφη, πρὸ πάντων δὲ τὰ προσδοκώμενα καὶ τὴν ἐμοὶ Τραχίνου πολεμίαν εὔνοιαν, ἣν εἰκὸς ἐκείνῳ τὸν καιρὸν ἐπιτεῖναι: φιλεῖ γὰρ εὐημερία παράλογος ὕβρεως ἔργα προκαλεῖσθαι. Τραχῖνος μὲν οὖν καὶ ὁ Τραχίνου στυγητὸς ἔρως οἰμώξεται, θανάτου μοι προλήψει περιγραφησόμενος: ἐμὲ δὲ ἥ τε σὴ ἔννοια καὶ ἡ Θεαγένους, εἰ πρὸ τοῦ τέλους χωρισθήσομαι, πρὸς θρήνους κατήγαγε. τὰ ὄντα, ἔφην, εἰκάζεις: ὁ γὰρ Τραχῖνος εἰς γάμον τὸν αὑτοῦ τε καὶ σὸν ἀπὸ τῆς θυσίας μεταποιεῖ τὴν εὐωχίαν, ἐμοί τε ὡς πατρὶ τὴν βουλὴν ἐξηγόρευσεν, εἰδότι μὲν αὐτοῦ καὶ πάλαι τὴν ἐπὶ σοὶ μανιώδη κίνησιν, ἐξ ὧν ὁ Τυρρηνός μοι κατὰ τὴν Ζακυνθίων διείλεκτο, σιωπῶντι δὲ πρὸς ὑμᾶς, ὡς ἂν τοῖς μέλλουσιν ἀλγεινοῖς μὴ προκάμνοιτε τὰς γνώμας, ἐνδεχόμενον καὶ διαδρᾶναι τὴν ἐπιβουλήν. ἐπεὶ δὲ ὦ παῖδες πρὸς τοῦτο μὲν ὁ δαίμων ἀντέπραξεν, ἐν αὐτοῖς δὲ τοῖς δεινοῖς ἐμβεβήκαμεν, φέρε τι γενναῖον καὶ ἀπότομον ἐγχειρήσαντες ὁμόσε τῇ ἀκμῇ τοῦ κινδύνου χωρήσωμεν, ἢ τὸ εἶναι γενναίως καὶ ἐλευθέρως κατορθώσαντες, ἢ τὸ τεθνάναι σωφρόνως καὶ ἀνδρείως κερδήσαντες.

  7. 5.31.1

    ὡς δὲ ποιήσειν ὅ τι ἂν κελεύω καθυπέσχοντο, ὑποθέμενος τὸ πρακτέον ἐκείνους μὲν ἀπολείπω διασκευαζομένους, ἐπὶ δὲ τὸν δευτερεύοντα Τραχίνου λῃστήν ʽἐκαλεῖτο δέ, οἶμαι, Πέλωροσ̓ ἀφικόμενος ἔχειν τι φράζειν αὐτῷ κερδαλεώτατον ἔλεγον. ἐκείνου δὲ ἑτοίμως ὑπακούσαντος καὶ οὗ μηδεὶς ἀκροάσεται παραγαγόντος, ἀκούοις ἄν, ἔφην, ὦ τέκνον, ἐπιτετμημένως: τὸ γὰρ στενὸν τοῦ καιροῦ πολυλογίαν οὐκ ἐπιδέχεται. ἐρᾷ σου θυγάτηρ ἡ ἐμή. καὶ θαυμαστὸν οὐδέν: ἡττήθη τοῦ βελτίονος. ὑφορᾶται δὲ τὸν λῄσταρχον ὡς εἰς γάμον παρασκευάζοντα τὸ συμπόσιον: καὶ γάρ τι καὶ τοιοῦτο ἐνέφηνεν, εὐπρεπέστερον αὐτὴν κοσμηθῆναι προστάξας. ὅρα δὴ πῶς ἂν τοῦτο διακρούσαιο καὶ σαυτῷ μᾶλλον τὴν παῖδα περιποιήσαιο: φησὶ γὰρ ἀποθανεῖσθαι πρότερον ἢ Τραχίνῳ γαμηθήσεσθαι. καὶ ὃς θάρσει ἔφη: πάλαι γάρ τοι καὶ αὐτὸς τῇ κόρῃ προσπεπονθὼς ἐφοδίου λαβέσθαι τινὸς ηὐχόμην, ὥστε ἢ παραχωρήσει μοι Τραχῖνος ἑκὼν εἰς τὰ πρωτεῖα τῆς νύμφης, ἃ χρεωστοῦμαι προεμβάτης τῆς ὁλκάδος γεγονώς, ἢ πικρόγαμος ἔσται, πρὸς τῆσδε τῆς δεξιᾶς ἃ προσήκει παθών. ἀπέτρεχον τούτων ἀκούσας ὡς μή τινα ἐγγενέσθαι ὑπόνοιαν, καὶ τοὺς παῖδας ἥκων ἐθάρρυνον, ὁδῷ βαδίζειν τὴν σκέψιν εὐαγγελιζόμενος.

  8. 5.32.1

    ἐδειπνοῦμεν ὀλίγον ὕστερον. καὶ ὅτε διαβεβρεγμένους ἤδη καὶ πρὸς τὸ ὑβριστικώτερον παραφερομένους ᾐσθόμην, ἠρέμα πρὸς τὸν Πέλωρον ʽἐκείμην δὲ αὐτοῦ πλησίον ἐπιτηδεύσασ̓ εἶδες, ἔφην, ὅπως ἡ κόρη κεκόσμηται; τοῦ δὲ οὐδαμῶς εἰπόντος, καὶ μὴν ἔξεστιν, εἶπον, ἰδεῖν αὐτήν, εἰ λάθρᾳ παρέλθοις εἰς τὴν ναῦν: οἶσθα γὰρ ὡς καὶ τοῦτο διεκώλυσεν ὁ Τραχῖνος. αὐτὴν τὴν Ἄρτεμιν ὄψει προκαθημένην. ἀλλ̓ ὅπως τὸ παρὸν θεάσῃ σωφρόνως, μὴ σαυτῷ τε κἀκείνῃ θάνατον προξενήσῃς. ὃ δὲ μηδὲν μελλήσας, ὥς τινος τῶν ἀναγκαίων ἐπείγοντος, ἀνίσταται, καὶ λαθὼν εἰστρέχει τε εἰς τὴν ὁλκάδα, καὶ ἰδὼν τὴν Χαρίκλειαν δάφνης τε φέρουσαν ἐπὶ τῆς κεφαλῆς στέφανον καὶ χρυσοϋφεῖ στολῇ καταυγάζουσαν ʽτὴν γὰρ ἐκ Δελφῶν ἱερὰν ἐσθῆτα ἠμφίεστο ὡς ἢ νικητήριον ἢ ἐντάφιον ἐσομένην̓ καὶ τἆλλα περὶ αὐτὴν φαιδρυνόμενα καὶ σχῆμα παστάδος ἀπομιμούμενα, διακαίεται, ὡς εἰκός, τῇ θέᾳ, πόθου τε ὁμοῦ καὶ ζήλου προσπεσόντων. καὶ δῆλος ἦν αὐτόθεν ἐπανήκων ἀπὸ τοῦ βλέμματος ἐμμανές τι διανοούμενος. οὔπω γὰρ σχεδόν τι κατακλινείς, ἐγὼ δέ, ἔφη, τὸ γέρας τὸ προεμβατήριον τίνος ἕνεκεν οὐχὶ κομίζομαι; ὅτι, ἔφη Τραχῖνος, οὐκ ᾔτησας. ἀλλ̓ οὐδὲ νέμησις οὐδέπω προυτέθη τῶν εἰλημμένων. καὶ ὅς, οὐκοῦν αἰτῶ τὴν κόρην τὴν αἰχμάλωτον. τοῦ Τραχίνου δέ παῤ αὐτὴν ὃ βούλει λάμβανε εἰπόντος, ὁ Πέλωρος ὑπολαβών, καταλύεις οὖν τὸν νόμον τὸν λῃστρικόν, ὃς τῷ πρώτῳ ἐπιβάντι νηὸς πολεμίας καὶ τὸν ὑπὲρ πάντων ἀγῶνα προκινδυνεύσαντι τὴν κατὰ βούλησιν ἐκλογὴν ἀπένειμεν. οὐ τοῦτον, εἶπεν ὁ Τραχῖνος, ὦ βέλτιστε, καταλύω, ἀλλ̓ ἑτέρῳ νόμῳ διισχυρίζομαι, τοὺς ὑπηκόους εἴκειν τοῖς ἄρχουσι κελεύοντι. πέπονθα δή τι πρὸς τὴν κόρην, καὶ γαμετὴν ἐμαυτῷ λαμβάνων προτιμηθῆναι δικαιῶ: σὺ δὲ εἰ μὴ τὸ κελευόμενον πράττοις, οὐκ εἰς μακρὰν οἰμώξῃ, τῷδε τῷ κρατῆρι βαλλόμενος. ὁ δὲ Πέλωρος ἀπιδὼν εἰς τοὺς παρόντας, ὁρᾶτε, ἔφη, τἀπίχειρα τῶν πόνων; οὕτω καὶ ὑμῶν ἕκαστος τοῦ γέρως ποτὲ στερηθήσεται καὶ τοῦ τυραννικοῦ τούτου νόμου πειραθήσεται.

  9. 5.32.2

    τί ἦν ἰδεῖν τὸ ἐντεῦθεν, ὦ Ναυσίκλεις; θαλάττῃ προσείκασας ἂν τοὺς ἄνδρας αἰφνιδίῳ σπιλάδι κατασεισθέντας: οὕτως ἄλογός τις ὁρμὴ πρὸς ἄφραστον αὐτοὺς ἤγειρε τάραχον, ἅτε οἴνῳ καὶ θυμῷ κατόχους γεγενημένους.

  10. 5.33.1

    οἳ μὲν γὰρ ὡς τοῦτον οἳ δ̓ ὡς ἐκεῖνον ἀποκλίναντες. οἳ μὲν αἰδεῖσθαι τὸν ἄρχοντα, οἳ δὲ μὴ καταλύεσθαι τὸν νόμον ἐθορύβουν. καὶ τέλος ὁ μὲν Τραχῖνος ἐπανετείνετο ὡς τῷ κρατῆρι πατάξων τὸν Πέλωρον, ὃ δέ ʽπροπαρεσκεύαστο γάῤ ἐγχειριδίῳ φθάνει διελαύνων τὸν μαζόν. καὶ ὃ μὲν ἔκειτο καιρίᾳ βεβλημένος, τοῖς λοιποῖς δὲ ἄσπονδος ἐκτέτακτο πόλεμος, ἔπαιόν τε συμπεσόντες ἀλλήλους ἀφειδῶς, οἳ μὲν ὡς ἐπαμύνοντες τῷ ἄρχοντι, οἳ δὲ ὡς τοῦ Πελώρου σὺν τῷ δικαίῳ προασπίζοντες. καὶ ἦν οἰμωγὴ μία ξύλοις λίθοις κρατῆρσι δαλοῖς τραπέζαις βαλλόντων καὶ βαλλομένων. ἐγὼ δὲ ὡς πορρωτάτω χωρίσας ἐμαυτόν, ἐπί τινος λόφου θέαν ἀκίνδυνον ἐμαυτῷ κατένεμον. οὐ μὴν οὐδὲ Θεαγένης ἀπόλεμος ἦν, οὐδὲ ἡ Χαρίκλεια. τὰ γὰρ συγκείμενα πράττοντες, ὃ μὲν ξιφήρης θατέρῳ τὰ πρῶτα μέρει συνεμάχει, παντάπασιν ἐνθουσιῶντι προσεοικώς, ἣ δὲ ὡς συνερρωγότα τὸν πόλεμον εἶδεν, ἀπὸ τῆς νεὼς ἐτόξευεν εὔσκοπά τε καὶ μόνου τοῦ Θεαγένους φειδόμενα. καὶ ἔβαλλεν οὐ καθ̓ ἓν τῆς μάχης μέρος, ἀλλ̓ ὅντινα πρῶτον ἴδοι, τοῦτον ἀνήλισκεν, αὐτὴ μὲν οὐχ ὁρωμένη, ἀλλὰ ῥᾳδίως πρὸς τὴν πυρκαϊὰν τοὺς ἐναντίους κατοπτεύουσα, τῶν δὲ ἀγνοούντων τὸ κακόν, καὶ δαιμονίους εἶναι τὰς πληγὰς ἐνίων ὑπονοούντων, ἕως τῶν ἄλλων πεσόντων μόνος ὁ Θεαγένης ὑπελείφθη τῷ Πελώρῳ μονομαχῶν, ἀνδρὶ τὰ πάντα γενναίῳ καὶ φόνοις ἐγγεγυμνασμένῳ παμπόλλοις, οὐδὲν οὐδὲ τῆς Χαρικλείου τοξείας ἐπαμύνειν ἔτι δυναμένης, ὠδινούσης μὲν εἰς τὴν βοήθειαν, δεδοικυίας δὲ τὴν ἀποτυχίαν αὐτοσχεδίου καὶ ἐν χερσὶ τῆς μάχης αὐτοῖς ὠθουμένης. οὐ μὴν εἰς τέλος γε ἀντέσχεν ὁ Πέλωρος. ὡς γὰρ ἀποροῦσα πρὸς τὴν ἐνεργὸν συμμαχίαν ἡ Χαρίκλεια λόγον ἐπίκουρον τῷ Θεαγένει διετόξευσεν, ἀνδρίζου φίλτατε ἐμβοήσασα, ἐνταῦθα ἤδη μακρῷ τὸν Πέλωρον ὑπερεῖχεν ὁ Θεαγένης, ὥσπερ ἰσχὺν αὐτῷ καὶ θάρσος τῆς φωνῆς διακονούσης, καὶ ὅτι τῆς μάχης περίεστι τὸ ἔπαθλον μηνυούσης. ἐγείρας γὰρ τὸ φρόνημα πολλοῖς ἤδη τοῖς τραύμασι πεπιεσμένον, ἐφήλατό τε τῷ Πελώρῳ, καὶ τῇ κεφαλῇ τὸ ἐγχειρίδιον ἐπιβαλὼν τῆς μὲν ἀπέτυχεν, ἐκείνου μικρὸν ἀποκλίναντος, ἄκρον δὲ τὸν ὦμον παραξέσας, τὴν χεῖρα κατὰ τὴν συμβολὴν τοῦ ἀγκῶνος ἀπέτεμε. κἀκ τούτου δὴ ὃ μὲν ἐτράπη πρὸς φυγήν, ὃ δὲ ἐδίωκεν.

  11. 5.34.1

    καὶ τὰ μὲν ἄλλα τῶν μετὰ ταῦτα οὐκ ἔχω λέγειν, πλὴν ὅτι γε ἐμὲ μὲν ἔλαθεν ἐπανελθών, ἐγκαταμείναντα τῷ λόφῳ καὶ οὐ θαρρήσαντα τῆς νυκτὸς ἐπιμῖξαι χωρίῳ πολεμουμένῳ, τὴν Χαρίκλειαν δὲ οὐδαμῶς. ἀλλ̓ εἶδον ἡμέρας γενομένης τὸν μὲν ἴσα καὶ νεκρῷ προκείμενον, τὴν δὲ προσκαθημένην καὶ θρηνοῦσαν, καὶ βούλεσθαι μὲν ἐπισφάττειν ἑαυτὴν ἐνδεικνυμένην, ὑπὸ δὲ ὀλίγης ἐλπίδος τοῦ τάχ̓ ἂν καὶ περιγενέσθαι τὸν νεανίσκον ἐπεχομένην. οὐδὲ ἔφθην ὁ δυσδαίμων εἰπεῖν τι καὶ μαθεῖν, οὐδὲ ἐπικουφίσαι παραμυθίᾳ τὴν συμφοράν, οὐδὲ τὰ ἐνδεχόμενα ἐπιμεληθῆναι, τὰ ἐκ θαλάττης κακὰ τῶν ἐκ γῆς ἀδιαστάτως διαδεξαμένων: ἄρτι γὰρ ἐμοῦ, καὶ ὅτε ἡμέραν εἶδον, τὸν λόφον κατιόντος λῃστρικὸν Αἰγυπτίων πλῆθος ἐκ τοῦ ὑπερτείνοντος ὄρους, ὡς ἐῴκει, κατέτρεχεν, εἶχέ τε ἤδη τοὺς νέους, καὶ ἀπῆγε μικρὸν ὕστερον, ὅσα φέρειν ἠδύνατο τῆς νεὼς ἐπικομιζόμενον, ἐγὼ δὲ τὴν ἄλλως πόρρωθεν εἱπόμην, ὀδυρόμενος τὰς ἐμαυτοῦ τε κἀκείνων τύχας, οὔτε δὲ ἐπαμύνειν ἔχων οὔτε ἐπιμίγνυσθαι δοκιμάζων, εἰς ἐπικουρίας ἐλπίδα ἐμαυτὸν ταμιευόμενος. οὐ μὴν ἐπήρκεσά γε, πόθεν; ἀπολειφθεὶς μὲν τότε, τοῦ γήρως ἐμποδίσαντος ἐν τοῖς ὀρθίοις μέρεσι συνεκδραμεῖν τοῖς Αἰγυπτίοις, ἐπὶ δὲ τοῦ παρόντος εἰς τὴν ἀνεύρεσιν τέως τῆς θυγατρὸς θεῶν μὲν εὐμενείᾳ σῇ δὲ ὦ Ναυσίκλεις εὐνοίᾳ χρησάμενος, αὐτὸς δὲ οὐδὲν ἐρανισάμενος, θρήνων δὲ μόνων τῶν ἐπ’ αὐτοῖς καὶ ὀδυρμῶν ἀφθονίαν χαριζόμενος.

  12. 5.34.2

    ἐπὶ τούτοις ἐδάκρυε μὲν αὐτός, ἐδάκρυον δὲ οἱ παρόντες, καὶ εἰς θρῆνον ἡδονῇ τινὶ σύγκρατον μετεβέβλητο τὸ συμπόσιον ʽἐπίφορον γάρ τι πρὸς δάκρυον οἶνοσ̓, ἕως ὁ Ναυσικλῆς ἐπιθαρρύνων τὸν Καλάσιριν, ὦ πάτερ, ἔφη, σὺ δὲ εἰς τὸ ἑξῆς γοῦν εὔθυμος εἶναι, τὴν μὲν θυγατέρα ἤδη τήνδε κεκομισμένος, τὸν παῖδα δὲ ἰδεῖν ὑπὸ τῆς νυκτὸς μόνης εἰργόμενος: εἰς ἕω γὰρ ἀφιξόμεθα πρὸς τὸν Μιτράνην, καὶ πάντα τρόπον λύσασθαί σοι τὸν ἄριστον Θεαγένην πειρασόμεθα. βουλοίμην ἄν, εἶπεν ὁ Καλάσιρις. νῦν δέ, ὥρα γὰρ διαλύειν τὸ συμπόσιον, μνήμη τοῦ δαιμονίου γινέσθω, καὶ τὰς λυτηρίους τις σπονδὰς περιαγέτω.

  13. 5.35.1

    ἐκ τούτου περιήγοντο μὲν αἱ σπονδαί, διελύετο δὲ τὸ συμπόσιον. ὁ Καλάσιρις δὲ τὴν Χαρίκλειαν ἐσκοπεῖτο. καὶ ὡς τὴν πάροδον τοῦ πλήθους παρατηρῶν οὐκ ἐφεύρισκεν, ὀψέ τινος γυναίου φράσαντος εἰς τὸ ἄδυτον παρελθὼν καταλαμβάνει τοῖς ἴχνεσι τοῦ ἀγάλματος προσπεφυκυῖαν, καὶ εὐχῆς τε μακρᾷ παρολκῇ καὶ λύπης προσβολῇ πρὸς ὕπνον βαθὺν ὀλισθήσασαν. ἐπιδακρύσας οὖν ὀλίγα, καὶ πρὸς τὰ βελτίονα τρέψαι τὰ κατ̓ αὐτὴν ἱκετεύσας τὸν θεόν, ἡσυχῇ τε ἀφυπνίσας, ἦγεν εἰς τὴν καταγωγήν, ἐρυθριῶσαν, ὡς ἐφαίνετο, διότι λάθοι πρὸς τοῦ ὕπνου κεκρατημένη.

  14. 5.35.2

    καὶ ἣ μὲν εἰς τὴν γυναικωνῖτιν χωρισθεῖσα, σὺν τῷ θυγατρίῳ τε τοῦ Ναυσικλέους κατακλινεῖσα, τὰς παρούσας ἀγρυπνίᾳ διετίθετο φροντίδας:

  15. 6.1.1

    ὁ δὲ Καλάσιρις καὶ ὁ Κνήμων κατά τι τοῦ ἀνδρῶνος ἑαυτοὺς ἀναπαύσαντες, ἐπειδὴ τὸ λειπόμενον τῆς νυκτὸς βράδιον μὲν ἢ ἐβούλοντο θᾶττον δὲ ἢ ᾤοντο διέδραμεν, οἷα δὴ παρά τε τὴν εὐωχίαν καὶ τὸ ἀπρόσκορες μῆκος τῶν διηγημάτων τῆς πλείστης παρῳχηκυίας, οὐδὲ ἀκριβῶς ἡμέραν ἀναμείναντες ὡς τὸν Ναυσικλέα παραγίνονται, καὶ φράζειν ὅπου τὸν Θεαγένην διάγειν οἴοιτο, καὶ ἄγειν ὡς ὅτι τάχιστα παρεκάλουν. ὃ δὲ ἐπείθετο καὶ ἀναλαβὼν ἦγεν. ἡ Χαρίκλεια δὲ πολλὰ συνέπεσθαι ἱκετεύουσα μένειν κατὰ χώραν ἐβιάσθη, ὡς οὔτε πόρρω που ἀφίξονται καὶ ὡς αὐτίκα σὺν τῷ Θεαγένει ἥξουσι διεγγυωμένου τοῦ Ναυσικλέους. καὶ τὴν μὲν αὐτοῦ καταλείπουσι, λύπης τε ἐπὶ τῷ χωρισμῷ καὶ χαρᾶς ἐπὶ τοῖς ἐλπιζομένοις ἐν μεταιχμίῳ σαλεύουσαν: αὐτοὶ δὲ ἄρτι τῆς κώμης ἐκτὸς γεγονότες, καὶ τὰς ὄχθας τοῦ Νείλου παραμείβοντες, κροκόδειλον ὁρῶσιν ἀπὸ τῶν δεξιῶν ἐπὶ θάτερα διερπύζοντα καὶ τῷ ῥείθρῳ τοῦ ποταμοῦ σὺν ὀξείᾳ τῇ ῥύμῃ καταδυόμενον. οἱ μὲν δὴ ἄλλοι συνήθως τε καὶ ἀθορύβως τὸ ὀφθὲν ἦγον, πλὴν ὅσον ὁ Καλάσιρις κώλυμά τι τῶν καθ̓ ὁδὸν ἐπισημαίνεσθαι προύλεγεν: ὁ δὲ Κνήμων καὶ σφόδρα ἐπτοεῖτο πρὸς τὴν ὄψιν, οὐδὲ ἀκριβῶς αὐτῷ τοῦ ζώου φανέντος, ἀλλὰ σκιᾶς αὐτὸν πλέον χθαμαλῆς ὑποδραμούσης, καὶ ὀλίγου ἔδει καὶ ὑποφεύγειν. ὁ δὴ Καλάσιρις ὅσον πλεῖστον τοῦ Ναυσικλέους ἐκγελῶντος, ὦ Κνήμων, ἔφη, ἐγὼ μὲν ᾤμην νύκτωρ σοι μόνον τὴν δειλίαν ἐνοχλεῖν, καὶ πρὸς τοῦ σκότους σοι τὸ ψοφοδεὲς ἐπιγίνεσθαι: σὺ δὲ ἄρα καὶ μεθ̓ ἡμέραν ἦσθα λίαν, ὡς ἔοικε, τολμηρός: καὶ οὐκ ὀνόματά σοι μόνον ἀκουόμενα, ἤδη δὲ καὶ θεάματα τῶν ἐν ποσὶ καὶ ἀδεᾶ τάραχον ἐμβάλλει. καὶ τίνος θεῶν, ἔφη ὁ Ναυσικλῆς, ἢ τίνος δαιμόνων ἀκούων τὴν ἐπωνυμίαν ὁ χρηστὸς ἡμῖν οὗτος οὐκ ἀνέχεται; εἰ μὲν καὶ θεῶν, ἀπεκρίνατο, ἢ δαιμόνων, οὐκ ἔχω λέγειν: ἀνθρώπου δέ, καὶ ὃ πλέον ἐστὶ θαυμαστόν, οὐδὲ ἀνδρός τινος ἢ τῶν ἐπ’ ἀνδρείᾳ βεβοημένων, ἀλλὰ γυναικός, καὶ ταύτης νεκρᾶς, ὡς αὐτός φησιν, εἴ τις λέγει τοὔνομα, πέφρικε. τῆς γοῦν νυκτὸς καθ̓ ἣν ἀπὸ τῶν βουκόλων ἐπέστης ἀνασώζων ἡμῖν ὦγαθὲ τὴν Χαρίκλειαν, οὐκ οἶδ̓ ὅπως ἢ ὅθεν, οὗ λέγω, τούτου παρακηκοὼς τοῦ ὀνόματος, οὐδὲ ὅσον πρὸς βραχὺ γοῦν ὕπνου μοι μεταλαβεῖν ἐνδέδωκε, συνεχὲς ὑπὸ τοῦ δέους ἐκθνήσκων, καὶ ἐμοῦ πράγματα ἔχοντος ὥστε ἀναλαμβάνειν. καὶ εἰ μὴ λυπεῖν αὐτὸν ἢ πτοεῖν ἔμελλον, εἶπον ἂν καὶ νῦν τοὔνομα ὦ Ναυσίκλεις, ὡς ἂν πλέον γελῴης. καὶ ἅμα ἐπῆγε τὴν Θίσβην.

  16. 6.2.1

    καὶ ὁ Ναυσικλῆς ἐγέλα μὲν οὐκέτι, συνεστάλη δὲ πρὸς τὴν ἀκοήν, καὶ σύννους ἐπὶ πλεῖστον εἱστήκει, διαπορῶν προφάσεως ἐκ ποίας ὁ Κνήμων, ἢ τίνος κοινωνίας, ἢ τί πεπόνθοι πρὸς τοὔνομα τῆς Θίσβης. ἐξεκάγχασε δὴ πρὸς ταῦτα ὁ Κνήμων, καὶ ὦγαθὲ Καλάσιρι, ὁρᾷς, εἶπεν, ὅση τις τοῦ ὀνόματος ἡ δύναμις, καὶ ὡς οὐκ ἐμοὶ μόνῳ μορμολύκειον, ὡς αὐτὸς φῄς, ἀλλ̓ ἤδη καὶ Ναυσικλεῖ γίνεται; μᾶλλον δὲ καὶ ὁλοσχερὴς γέγονε τοῦ πάθους μετάστασις καὶ τοὔμπαλιν: ἐγὼ μὲν γελῶ γινώσκων οὐκέτ̓ οὖσαν, ὁ δὲ γεννάδας ἡμῖν Ναυσικλῆς καὶ πολλῷ γέλωτι τῶν ἄλλων κατατωθάζων ἐτύγχανε. πέπαυσο, ἔφη ὁ Ναυσικλῆς, καὶ ἅλις σοι τῆς εἰς ἐμὲ ἀμύνης ὦ Κνήμων. ἀλλὰ πρὸς ξενίων καὶ φιλίων θεῶν, πρὸς ἁλῶν καὶ τραπέζης, ὧν, ὡς οἶμαι, φιλανθρώπων ἐν ἡμετέρου πεπείρασθε, πόθεν τὸ Θίσβης ὄνομα εἴτε γνωρίζετε εἴτε πεφόβησθε εἴτε παιδιὰν ἐμὲ πεποίησθε, καταμηνύσατε. καὶ ὁ Καλάσιρις, σὸς ἔφη ὁ λόγος, ὦ Κνήμων, ὃν πολλάκις μοι διελθεῖν γνῶσίν τε τῶν κατὰ σεαυτὸν παρασχεῖν ἐπαγγειλάμενος, εἰς δεῦρό τε ποικίλαις ἀεὶ διαδύσεσιν ὑπερθέμενος, ἐν καιρῷ λέγοις ἂν τὸ παρόν, Ναυσικλεῖ τε ἅμα τῷδε χαριζόμενος, καὶ ἡμῖν τὸν πόνον τῆς ὁδοιπορίας ἐπικουφίζων καὶ τῷ διηγήματι παραπέμπων.

  17. 6.2.2

    ἐπείθετο ὁ Κνήμων, καὶ ἔλεγεν ἅπαντα ἐπιτέμνων ὅσα ἤδη τῷ Θεαγένει καὶ τῇ Χαρικλείᾳ προδιηγήσατο, τὴν πατρίδα ὡς Ἀθηναῖος, τὸν πατέρα ὡς Ἀρίστιππος, καὶ τὴν Δημαινέτην ὅτι μητρυιὰ γεγόνοι. διῄει καὶ τὸν ἀθέμιτον ἐπ’ αὐτῷ τῆς Δημαινέτης ἔρωτα, καὶ ὡς ἀποτυγχάνουσα ἐπιβουλεύσειε, διάκονον εἰς τὴν ἐπιβουλὴν καθεῖσα τὴν Θίσβην. προσετίθει καὶ τὸν τρόπον, καὶ ὅτι φυγαδευθείη τῆς ἐνεγκούσης, ὡς πατραλοίᾳ τοῦ δήμου ταύτην ζημίαν ἐπιθέντος: καὶ ὡς διάγοντι κατὰ τὴν Αἴγιναν πρῶτα μὲν Χαρίας τις τῶν συνεφήβων τὴν Δημαινέτην, ὅτι τέθνηκε καὶ ὅπως, ἐξαγγείλειε, τῆς Θίσβης κἀκείνῃ τὴν ἐπιβουλὴν συνθείσης, ἔπειτα Ἀντικλῆς ὅπως μὲν ὁ πατὴρ αὐτῷ δημεύσει τῶν ὄντων ὑποβληθείη, συστάντων ἐπ’ αὐτὸν τῶν κατὰ γένος τῇ Δημαινέτῃ προσηκόντων, καὶ πρὸς ὑπόνοιαν φόνου τὸν δῆμον κατ̓ αὐτοῦ κινησάντων, ὅπως δὲ ἡ Θίσβη τῶν Ἀθηνῶν ἀπέδρα σὺν τῷ ἐραστῇ τῷ ἐμπόρῳ τῷ Ναυκρατίτῃ. καὶ τέλος ἐπῆγεν ὁ Κνήμων ὅτι σὺν τῷ Ἀντικλεῖ κατὰ ζήτησιν τῆς Θίσβης ἐκπλεύσας ὡς ἐπὶ τὴν Αἴγυπτον, εἰ δή πως ἀνευρὼν ἀγαγών τε εἰς τὰς Ἀθήνας λύσειε μὲν τῷ πατρὶ τὴν συκοφαντίαν τιμωρήσαιτο δὲ ἐκείνην, καὶ πολλοῖς μὲν ἄλλοις κινδύνοις πολλαῖς δὲ τύχαις τοὺς μεταξὺ χρόνους περιπεσών, ἁλοὺς δὲ καὶ ὑπὸ καταποντιστῶν, εἶτα πῶς διαδρὰς καὶ Αἰγύπτῳ προσορμισθεὶς αὖθις ὑπὸ τῶν βουκόλων ληφθείη λῃστῶν: ἔνθα καὶ τὴν πρὸς Θεαγένην καὶ Χαρίκλειαν αὐτῷ γενέσθαι συντυχίαν, καὶ τὴν Θίσβης ἀναίρεσιν ἅμα καταλέγων, καὶ τὰ ἐπὶ τούτοις ἑξῆς ἄχρι τῶν γνωριζομένων τῷ τε Καλασίριδι καὶ τῷ Ναυσικλεῖ πάντων.

  18. 6.3.1

    ἐφ̓ οἷς ὁ Ναυσικλῆς μυρίας ἔστρεφε βουλάς, νῦν μὲν ἐξειπεῖν τὰ ἀμφ̓ αὐτῷ τε καὶ τῇ Θίσβῃ διανοούμενος, νῦν δὲ εἰσαῦθις ὑπερθέσθαι κρίνων. καὶ τέλος μόγις ἐπέσχε, τὸ μέν τι αὐτὸς οὕτω δοκιμάζων, τὸ δὲ καὶ ὑπὸ συντυχίας ἑτέρας ἐμποδισθείς. ἄρτι γὰρ ἑξήκοντά που στάδια διανύσαντες, καὶ ἤδη τῇ κώμῃ καθ̓ ἣν ὁ Μιτράνης διῆγε πλησιάζοντες, γνωρίμῳ τινὶ τῶν Ναυσικλέους ἐντυγχάνουσι, καὶ ὅποι προθυμοῖτο οὕτως ἐσπουδασμένως ἀνηρώτων. ὃ δὲ ὦ Ναυσίκλεις ἔφη, τὴν ὁρμὴν ἐκπυνθάνῃ τὴν ἐμήν, ὥσπερ ἀγνοῶν ὅτι μοι τὸ παρὸν πάντα πρὸς ἕνα σπουδάζεται σκοπόν, ὅπως ἂν Ἰσιάδι τῇ Χεμμίτιδι τὰ προσταττόμενα ὑπηρετοίμην. ἐκείνῃ γεωργῶ, πάντα ἐκείνῃ πορίζω, δἰ ἐκείνην ἀγρυπνῶ νύκτα τε καὶ ἡμέραν, οὐδὲν ἀπαγορεύων: ἀλλά μοι ζημία καὶ μόχθος, ὃ ἂν μὴ ἐπιτάττῃ μέγα ἢ μικρὸν Ἰσιάς. ἐκείνῃ καὶ νυνὶ δὲ θέω ὄρνιν τινὰ τοῦτον, ὡς ὁρᾷς, Νειλῷον φοινικόπτερον, τῆς φιλτάτης ἐπίταγμα κομίζων. ὡς εὐγνώμονι, ἔφη ὁ Ναυσικλῆς, ἐρωμένῃ συμπέπλεξαι, καὶ ὡς μικρὰ λίαν αὐτῆς τὰ ἐπιτάγματα, εἴγε φοινικόπτερον, ἀλλ̓ οὐκ αὐτόν σοι τὸν φοίνικα τὸν ἐξ Αἰθιόπων ἢ Ἰνδῶν ὡς ἡμᾶς ἀφικνούμενον ὄρνιν ἐπέταττε. καὶ ὅς, ταῦτα μὲν ἐκείνη, ἔφη, χλεύην ἐμὲ συνήθως καὶ τὰ ἐμὰ πεποίηται: ἀλλὰ ποῖ δὴ καὶ ὑμεῖς καὶ ἐπὶ τίνα τὴν χρείαν; ὡς δὲ ὅτι παρὰ τὸν Μιτράνην ἐσπουδάκασιν ἀπεκρίναντο, ἀλλὰ μάτην ὑμῖν, ἔφη, καὶ εἰς κενὸν ἡ σπουδή, Μιτράνου τὰ νῦν κατὰ χώραν οὐκ ὄντος, ἀλλ̓ ἐπὶ τοὺς Βῆσσαν τὴν κώμην ἐνοικοῦντας βουκόλους ταύτης τῆς νυκτὸς ἐκστρατεύσαντος, ὅτι δή τινα νεανίσκον αἰχμάλωτον Ἕλληνα πρὸς Ὀροονδάτην εἰς τὴν Μέμφιν ἀπεσταλκότος, ὡς ἂν ἐκεῖθεν οἶμαι βασιλεῖ τῷ μεγάλῳ δῶρον ἀναχθείη, Βησσαεῖς καὶ ὁ τούτων ἔναγχος ἀποδειχθεὶς ἔξαρχος Θύαμις ἐξ ἐπιδρομῆς ἑλόντες ἔχουσι.

  19. 6.4.1

    καὶ ὃ μὲν ἔτι λέγων ἀπέτρεχεν, ἐμοὶ δὲ ἐπὶ τὴν Ἰσιάδα σπευστέον, εἰπών, ἥ πού με νῦν πολλοῖς τοῖς ὀφθαλμοῖς περισκοπεῖ, μὴ δή τί μοι καὶ πρόσκρουσμα ἐρωτικὸν ἡ βραδύτης ἐνέγκῃ: δεινὴ δὲ ἐκείνη καὶ ἀπροφασίστους αἰτίας ἐγκλήματά τε καὶ ἀκκισμοὺς ἀναπλάσαι κατ̓ ἐμοῦ. οἵ δὲ ὡς τούτων ἤκουσαν, ἀχανεῖς ἐπὶ πλεῖστον εἱστήκεσαν πρὸς τοῦ ἀνελπίστου τῆς ἀποτυχίας τῶν προσδοκηθέντων. ἀλλ̓ ὀψέ ποτε αὐτοὺς ὁ Ναυσικλῆς ἀνελάμβανεν, ὡς οὐ δέοι διὰ τὴν ἐπ’ ὀλίγον καὶ πρόσκαιρον ἀποτυχίαν τέλεον ἀπεγνωκέναι τῶν ἐν χερσὶν ὑποτιθέμενος: ἀλλὰ νῦν μὲν χρῆναι εἰς τὴν Χέμμιν ἐπανιέναι, τῶν δὲ πρακτέων ἐν ἐπισκέψει γενομένους, καὶ ὡς πρὸς ἐκδημίαν πλείονα συνεσκευασμένους, πρὸς τὴν τοῦ Θεαγένους ἐπιζήτησιν, εἴτε παρὰ τοῖς βουκόλοις εἴτε καὶ παῤ ἄλλοις τισὶ πυνθάνοιντο, τρέπεσθαι, ἀγαθὴν τῆς ἀνευρέσεως ἐλπίδα πανταχοῦ προβαλλομένους, ὡς καὶ νῦν οὐκ ἀθεεὶ γενέσθαι δοκεῖν τὸ δή τινι τῶν γνωρίμων ἐντυχόντας χειραγωγηθῆναι πρὸς τῶν ἀγγελθέντων, ὅποι δεήσει τὸν Θεαγένην μαστεύειν, τὴν ὁρμὴν τῆς πορείας οἷον ἐπὶ σκοπὸν τὴν βουκολικὴν κώμην τείνοντας.

  20. 6.5.1

    ταῦτα λέγων οὐ χαλεπῶς ἔπειθεν, ἅμα τι, οἶμαι, καὶ ἑτέρας ἐλπίδος τοῖς ἀγγελθεῖσι συναναφαινομένης, καὶ τοῦ Κνήμωνος πρὸς τὸν Καλάσιριν ἰδίᾳ πάνυ θαρσεῖν ὡς ὁ Θύαμις περισώσειε τὸν Θεαγένην διισχυριζομένου. ἐδόκει οὖν ἐπανιέναι, καὶ ἐπανῄεσαν. τήν τε Χαρίκλειαν ἐπὶ τοῖς προθύροις καταλαμβάνουσι, πόρρωθεν αὐτοὺς καὶ ἐκ πάντων κλιμάτων περισκοποῦσαν. καὶ ὡς οὐδαμοῦ τὸν Θεαγένην ἑώρα σὺν αὐτοῖς, λίγειόν τι ἀνακωκύσασα, ἀλλ̓ ἢ μόνοι μοι, πάτερ, ἔφη, καὶ οἷοί περ ἐντεῦθεν ἐξωρμήκατε, πάλιν ἐπάνιτε; Θεαγένης δὲ ἄρα, ὡς ἔοικε, τέθνηκεν; εἴ τι φράζειν ἔχετε, θᾶττον ἐξείπατε πρὸς θεῶν, μηδὲ ἐπιτείνητέ μοι τὴν συμφορὰν παρολκῇ τῆς ἀπαγγελίας. ἔχει τι φιλάνθρωπον ὀξεῖα δυστυχημάτων δήλωσις, τὴν ὁμόσε χώρησιν πρὸς τὸ δεινὸν τῇ ψυχῇ καὶ ταχεῖαν ἀπάλγησιν παρασκευάζουσα. ὑποτεμνόμενος δὴ δυσφοροῦσαν ἄγαν ὁ Κνήμων, ὡς ἐργῶδές σου τοῦτο, ἔφη, ὦ Χαρίκλεια: ἐπίφορός πως ἀεὶ τυγχάνεις τὰ χείρονα μαντεύεσθαι, καὶ ψεύδῃ γε ἅμα, καλῶς κατὰ τοῦτο ποιοῦσα. Θεαγένης γοῦν ἔστι καὶ σώζεται θεῶν βουλομένων. καὶ ὅπως καὶ παρὰ τίσιν, ἐπιτεμὼν ἔλεγε. καὶ ὁ Καλάσιρις, οὔπω ποτὲ ἠράσθης, εἶπεν, ἐξ ὧν λέγεις ὦ Κνήμων. ἦ γὰρ ἂν ἔγνως ὡς καὶ τὰ ἀδεᾶ φοβερὰ τοῖς ἐρῶσι, καὶ μόνοις ὀφθαλμοῖς μάρτυσι καταπιστεύουσιν ὑπὲρ τῶν παιδικῶν: ἡ δὲ ἐκείνων ἀπουσία, δειλία τοῦτο ἤδη καὶ ἀγωνία ψυχαῖς ἐρωτικαῖς γίνεται. αἴτιον δέ, πεπείκασιν ἑαυτοὺς οὐκ ἄλλως πώποτε σφῶν ἀπολείπεσθαι τοὺς φιλτάτους, μὴ οὐχὶ κωλύματος ἀηδοῦς ἐμποδίζοντος. ὥστε, ὦ φίλος, Χαρικλείᾳ μὲν συγγινώσκωμεν εὖ τὰ ἐρώτων πάθη καὶ ἀκριβῶς νοσούσῃ, αὐτοὶ δὲ ἐντὸς θυρῶν γενόμενοι τῶν πρακτέων φροντίζωμεν.

  21. 6.6.1

    καὶ ἅμα λαβόμενος τῆς χειρὸς μετὰ δή τινος πατρικῆς θεραπείας εἰσῆγε τὴν Χαρίκλειαν. ὁ δὲ Ναυσικλῆς τὸ ἐντεῦθεν ἀνεῖναι τῶν φροντίδων αὐτοὺς βουλόμενος, καί τι καὶ ἕτερον πραγματευόμενος, ἑστίασίν τε λαμπροτέραν ἢ κατὰ τὸ εἰωθὸς παρεσκεύασε, καὶ μόνοις σὺν τῇ θυγατρὶ τὸ συμπόσιον ἀνῆκεν, ἁβροτέραν τε τοῦ εἰωθότος ὀφθῆναι τὴν παῖδα καλλωπίσας καὶ πολυτελέστερον κοσμήσας. κἀπειδὴ τῆς εὐωχίας ἱκανῶς ἔχειν ἐδόκει, λόγων πρὸς αὐτοὺς ἄρχεται τοιῶνδε, ἐμοί, λέγων, ὦ ξένοι, ʽκαὶ θεοὶ μάρτυρες τῶν λεχθησομένων̓ ἡδὺ μὲν καὶ εἴπερ αὐτοῦ τῇδε καὶ παῤ ἐμοὶ μένοντες ἐθέλοιτε τὸν πάντα διάγειν χρόνον, ἐπὶ κοινοῖς μὲν τοῖς οὖσι κοινοῖς δὲ τοῖς φιλτάτοις: οὐ γὰρ ὡς ἐπιδήμους ξένους, ἀλλὰ φίλους λοιπὸν εὔνους τε ἐμοὶ καὶ γνησίους νενομικώς, βάρος οὐδ̓ ὁτιοῦν ἅπαν τὸ εἰς ὑμᾶς ἐσόμενον ἡγήσομαι. ἕτοιμος δὲ καὶ τοὺς οἰκείους ἀναζητεῖν ὑμῖν βουλομένοις τὰ εἰς δύναμιν, ἕως ἂν παρεῖναί με συμβαίνῃ, συμπράττειν. ἀλλ̓ ἴστε που καὶ αὐτοὶ πάντως ὅτι μοι βίος ἐστὶν ἐμπορικὸς καὶ ταύτην γεωργῶ τὴν τέχνην, καὶ ὡς λαμπροὶ ζέφυροι πάλαι καταπνέοντες ἀνέῳξαν μὲν εἰς ναυτιλίαν τὴν θάλατταν, τὰ πλόιμα δὲ τοῖς ἐμπόροις εὐαγγελίζονται. καί με καθάπερ κήρυγμα ἡ χρεία καλεῖ πρὸς τὴν εἰς Ἕλληνας ἐκδημίαν. δίκαια τοίνυν ἂν ποιοῖτε, τί ποτε καὶ ὑμῖν βουλομένοις ἐστί, κοινούμενοι, ὡς ἂν καὶ αὐτὸς πρὸς τὸν ὑμέτερον σκοπὸν τὰ κατ̓ ἐμαυτὸν διαθοίμην.

  22. 6.7.1

    μικρὸν δὴ ἐφησυχάσας τοῖς εἰρημένοις ὁ Καλάσιρις, ὦ Ναυσίκλεις, ἔφη, σοὶ μὲν ἐπ’ αἰσίοις ὁ ἔκπλους στέλλοιτο, καὶ Ἑρμῆς μὲν κερδῷος Ποσειδῶν δὲ ἀσφάλειος συνέμποροι καὶ πομποὶ γίνοιντο, πᾶν μὲν ἐπὶ πέλαγος εὔρουν καὶ εὐήνεμον παραπέμποντες, πάντα δὲ ὅρμον εὐλίμενον καὶ πᾶσαν πόλιν εὐπρόσοδον καὶ φιλέμπορον ἀποφαίνοντες, οὕτως ἡμᾶς καὶ παρόντας περιέποντι καὶ ἀπιέναι βουλομένους πέμποντι καὶ τοὺς ξενίους τε καὶ φιλίους θεσμοὺς ἀκριβοῦντι. ἀλλ̓ ἡμῖν ἀλγεινὸν μὲν ἴσως τὸ χωρίζεσθαι σοῦ τε καὶ οἰκίας τῆς σῆς, ἣν ἰδίαν ἡμῶν ἡγεῖσθαι παρεσκεύασας, ἀναγκαῖον δὲ καὶ ἀπαραίτητον τῆς τῶν φιλτάτων ἀνευρέσεως παντοίως ἀντιλαμβάνεσθαι. ἐμοὶ μὲν οὕτως καὶ Χαρικλείᾳ ταύτῃ: Κνήμωνι δὲ τίς ποτε ἡ γνώμη, καὶ εἴτε συναλητεύειν ἡμῖν καὶ χαρίζεσθαι ἕτοιμος εἴτε ἄλλῃ πῃ διέγνωκεν, αὐτὸς ἂν λέγοι παρών. βουλόμενος δὴ ὁ Κνήμων πρὸς ταῦτα ἀποκρίνεσθαι, καὶ μέλλων τι ἤδη καὶ φθέγγεσθαι, ἔλυξέ τε αἰφνίδιον, καὶ ἀθρόον αὐτῷ δάκρυον: θερμὸν προχυθὲν ἐπεστόμιζε τὴν γλῶτταν, ἕως ὀψέ ποτε τὸ πνεῦμα συλλεξάμενος καὶ ἐπιστενάξας, ὦ πάσης, ἔφη, τροπῆς ἀνάμεστον καὶ ἀσταθμητότατον τύχης ἀνθρωπίνης κίνημα, ὅσην παλίρροιαν κακῶν ἐπί τε ἄλλων δὴ πολλῶν πολλάκις καὶ κατ̓ ἐμοῦ πεφιλοτίμησαι. γένους με καὶ οἰκίας πατρῴας ἐστέρησας, πατρίδος τε καὶ πόλεως τῆς τῶν φιλτάτων ἐξένωσας, Αἰγυπτίᾳ με γῇ ʽπολλὰ τὰ μεταξὺ σιωπῶντἀ προσώκειλας, λῃσταῖς βουκόλοις παρέδωκας, μικράν τινα χρηστὴν ἐλπίδα ὑπέφηνας, ἀνδρῶν συντυχίαν δυστυχῶν μὲν καὶ τούτων, πλὴν ἀλλ̓ Ἑλλήνων, πρυτανεύσασα, μεθ̓ ὧν τὸ λειπόμενον τοῦ χρόνου βιώσεσθαι ἤλπιζον. καὶ ταύτην, ὡς ἔοικεν, ὑποτέμνῃ τὴν παραμυθίαν. ποῖ γὰρ τράπωμαι; τί δέ με καὶ χρὴ πράττειν; καταλείπω Χαρίκλειαν οὔπω Θεαγένην ἀνευρηκυῖαν; ἀλλὰ δεινόν, ὦ γῆ, καὶ ἀθέμιτον. ἀλλ̓ ἕπεσθαί με χρὴ καὶ συναναζητεῖν; εἰ μὲν ἐπὶ προδήλῳ τῇ εὑρέσει, καλὸν τὸ μοχθεῖν ἐπ’ ἐλπίδι τοῦ κατορθώσειν: εἰ δὲ ἄδηλον τὸ μέλλον καὶ πλέον τὸ δυσχερές, ἄδηλον δὲ ποῖ ποτὲ στήσεταί μοι τὰ τῆς ἄλης, τί οὐχὶ συγγνώμην παῤ ὑμῶν τε καὶ θεῶν φιλίων αἰτήσας νῦν γοῦν ποτὲ τῆς ἐπὶ τὴν πατρίδα καὶ τὸ γένος ἐπανόδου μνησθήσομαι, καιροῦ καὶ ταῦτα εἰς καλὸν ἔκ του θεῶν, ὡς ἔοικε, παραπεπτωκότος, καὶ τουτουὶ Ναυσικλέους, ὡς ἔφη, εἰς Ἕλληνας ἀφήσειν μέλλοντος, μὴ δή μοί τι καὶ τοῦ πατρὸς ἐν τούτῳ παθόντος ἔρημος εἰς τὸ παντελὲς διαδόχου καὶ ἄκληρος ὁ οἶκος ἀπολειφθείη. καὶ γὰρ καὶ εἰ πένεσθαι μέλλοιμι, σώζεσθαι γοῦν τι λείψανον δἰ ἐμοῦ τῷ γένει καλὸν καὶ αὔταρκες. ἀλλ̓ ὦ Χαρίκλεια ʽσοὶ γὰρ προηγουμένως ἀπολογοῦμαι, καὶ συγγνώμην αἰτῶ, καὶ δέομαι δόσ̓, ἄχρι μὲν τῶν βουκόλων ἕψομαι, μικρὸν ἐπιμεῖναι Ναυσικλέα, κἂν σφόδρα ἐπείγηται, παρακαλέσας, εἴ πώς σε Θεαγένει παρὼν παρόντι ἐγχειρίσας χρηστὸς μὲν παρακαταθήκης φύλαξ ἀποδειχθείην, ἐπὶ χρησταῖς δὲ καὶ αὐτὸς ταῖς μελλούσαις ἐλπίσι μετὰ ἀγαθοῦ τοῦ συνειδότος χωριζοίμην. εἰ δὲ ἀποτύχοιμεν, ὃ μὴ γένοιτο, καὶ οὕτω συγγνωστός, ὅτι γε δὴ μόνην σε οὐδὲ τότε καταλιπών, ἀλλ̓ ἀγαθόν σοι φύλακα καὶ πατέρα Καλάσιριν τουτονὶ παρακαταστήσας. ἡ δὲ Χαρίκλεια τόν τε Κνήμωνα ἐκ πολλῶν ἤδη συμβάλλουσα τοῦ Ναυσικλέους ἐπὶ τὸ θυγάτριον ἐπτοημένον ʽὀξὺς γὰρ ὁ ἐρῶν φωρᾶσαι τὸν ὑπὸ τῶν ἴσων παθῶν κεκρατημένον̓ καὶ τὸν Ναυσικλέα πρὸς τῶν ὑπ’ αὐτοῦ λεχθέντων συνεῖσα, ὡς ἀσμένῳ γένοιτο ἄν τὸ κῆδος καὶ πάλαι τοῦτο πραγματεύεται καὶ τὸν Κνήμωνα ἐμπορεύεται ποικίλως ἐφελκόμενος, καὶ ἅμα οὐδὲ εὐπρεπῆ λοιπὸν τῆς ὁδοῦ κοινωνὸν οὐδὲ ἀνύποπτον ἡγουμένη τὸν Κνήμωνα, ὡς δή σοι φίλον, ἔφη, τῆς μὲν ἐπὶ τοῖς προϋπηργμένοις παρὰ σοῦ χρηστοῖς εἰς ἡμᾶς χάριτος κεχρεωστημένης καὶ ὁμολογουμένης, ἐπὶ δὲ τοῖς λειπομένοις οὐ πάντως ἐπούσης ἀνάγκης τὰ ἡμέτερα ἐκφροντίζειν, οὐδὲ ἀλλοτρίαις τύχαις καὶ ἄκοντα συναποκινδυνεύειν. ἀλλὰ σὺ μὲν Ἀθήνας τὰς σὰς καὶ γένος καὶ οἶκον τὸν σὸν κομίσαιο, Ναυσικλέα τουτονὶ καὶ τὴν δἰ αὐτοῦ παραπεσοῦσαν, ὡς φῄς, πρόφασιν μηδαμῶς παρωσάμενος: ἐγὼ δὲ καὶ Καλάσιρις πρὸς τὰ συμπίπτοντα μαχεσόμεθα, ἕως ἂν τὸ τέλος τῆς πλάνης εὕρωμεν, εἰ καὶ ἀνθρώπων μηδεὶς συνεφάπτοιτο, θεοὺς συνεμπόρους ἔχειν καταπιστεύοντες.

  23. 6.8.1

    ὑπολαβὼν δὲ πρὸς ταῦτα ὁ Ναυσικλῆς, Χαρικλείᾳ μέν, ἔφη, κατ̓ εὐχὰς ἀποβαίη, καὶ θεοὶ συνέμποροι κατὰ τὴν αὐτῆς αἴτησιν γίνοιντο, καὶ τοὺς οἰκείους κομίζοιτο, οὕτως οὕτως οὖσα γενναία μὲν τὸ λῆμα συνετὴ δὲ τὸ φρόνημα. σὺ δὲ ὦ Κνήμων μήτε, εἰ Θίσβην οὐκ ἄγεις εἰς τὰς Ἀθήνας, ἄσχαλλε, καὶ ταῦτα ἔχων ὑπόδικον ἐμὲ τουτονὶ τῆς κατ̓ ἐκείνην ἁρπαγῆς καὶ τῆς ἐκ τῶν Ἀθηνῶν ὑπεξαγωγῆς ʽὁ γὰρ ἔμπορος ὁ Ναυκρατίτης ὁ Θίσβης ἐραστὴς οὗτος ἐγὤ, μήτε πενίαν ὀδύρου, πτωχεύσειν ἔτι προσδοκήσας. εἰ γὰρ σοὶ φίλον ὡς καὶ ἐμοὶ φανείη, χρημάτων τε εὐπορήσεις συχνῶν, οἶκόν τε ἀπολήψῃ καὶ πατρίδα τὴν σὴν ἐμοῦ κατάγοντος, γῆμαί τε βουλομένῳ θυγατέρα ταυτηνὶ τὴν ἐμὴν ἁρμόζω Ναυσίκλειαν, προῖκα ἐπιδιδοὺς αὐτὸς μὲν πλείστην ὅσην, τὴν παρὰ σοῦ δὲ πάλιν εἰληφέναι κρίνων, ἐξ οὗ γένος καὶ οἶκον καὶ ἔθνος τὸ σὸν ἐγνώρισα. πρὸς ταῦτα οὐδὲ πρὸς βραχὺ διαμελλήσας ὁ Κνήμων, ἀλλ̓ ἃ πάλαι δἰ εὐχῆς τε καὶ ἐπιθυμίας ἔχων οὐκ ἤλπιζε, ταῦτα ὑπὲρ εὐχὴν καὶ ἀπροσδόκητα λαμβάνων, ἅπαντα, ἔφη, δέδεγμαι ἃ καταγγέλλεις ἄσμενος. καὶ ἅμα τὴν δεξιὰν προτείναντι τὸ θυγάτριον ὁ Ναυσικλῆς ἐνεχείριζε καὶ κατηγγύα, καὶ τὸν ὑμέναιον ᾅδεσθαι πρὸς τῶν οἰκείων ἐγκελευσάμενος χορείας ἐν πρώτοις ἐξῆρχεν, εἰς αὐτοσχέδιον γάμον τὸ παρὸν συμπόσιον ἀναδείξας.

  24. 6.8.2

    οἱ μὲν δὴ ἄλλοι πρὸς χοροῖς ἦσαν, καὶ τὸν ὑμέναιον ἀπρόσκλητον ἐπὶ τοῖς θαλάμοις ἐκώμαζον, καὶ γαμήλιος παννυχὶς τὴν οἰκίαν κατέλαμπεν: ἡ Χαρίκλεια δὲ χωρισθεῖσα μόνη τῶν ἄλλων ἐπὶ τὸ σύνηθες ἔρχεται δωμάτιον, καὶ τὰς θύρας εἰς τὸ ἀσφαλὲς ἐπικλεισαμένη, πρὸς οὐδενός τε ὀχλεῖσθαι καταπιστεύουσα, βάκχιόν τι οἰστρηθεῖσα τάς τε κόμας ἀφειδῶς λύεται, καὶ θοἱμάτιον περιρρηξαμένη, φέρε, ἔφη, καὶ ἡμεῖς δαίμονι τῷ εἰληχότι χορεύσωμεν κατὰ τὸν ἐκείνου τρόπον: ᾅσωμεν αὐτῷ θρήνους, καὶ γόους ὑπορχησώμεθα: ζόφος δὲ ἐπηχείτω, καὶ νὺξ ἀλαμπὴς ἡγείσθω τῶν δρωμένων, τοῦδε τοῦ λύχνου τῇ γῇ προσαραχθέντος. οἵας γὰρ δὴ καὶ ἐφ̓ ἡμῖν τὰς παστάδας ἐπήξατο, οἷον τον θάλαμον ἀνέδειξε: μόνην μὲν ἔχει με καὶ ἀνύμφευτον, τοῦ δὲ μέχρις ὀνόματος νυμφίου, οἴμοι, χηρεύει. Κνήμων γαμεῖ, Θεαγένης δὲ ἀλητεύει, καὶ ταῦτα αἰχμάλωτος ἢ τάχα καὶ δέσμιος. καὶ ταῦτα ἂν εἴη τὰ εὐτυχέστερα: σώζοιτο μόνον. Ναυσίκλεια νυμφεύεται, κἀμοῦ διέζευκται ἡ μέχρι τῆς παρελθούσης ὁμόκοιτος, Χαρίκλεια δὲ καὶ μόνη καὶ ἔρημος. καὶ οὐ τῶν ἐπ’ ἐκείνοις ἡμῖν μέμψις, ὦ τύχη καὶ δαίμονες, ἀλλὰ καὶ πράττοιεν κατὰ γνώμην: τῶν δὲ καθ̓ ἡμᾶς, ὅτι μηδὲ τούτοις ἡμῖν ἐξ ἴσου κέχρησθε. οὕτω τὸ δρᾶμα τὸ περὶ ἡμᾶς εἰς ἄπειρον ἐμηκύνατε, καὶ πᾶσαν λοιπὸν σκηνὴν ὑπερφθέγγεται. ἀλλὰ τί ταῦτα ἀωρὶ θεηλατοῦμαι; τελείσθω καὶ τὰ ἑξῆς ὅπῃ τοῖς θεοῖς φίλον. ἀλλ̓ ὦ Θεάγενες, ὦ μόνη μοι γλυκεῖα φροντίς, εἰ μὲν τέθνηκας καὶ τοῦτο πεισθείην ὃ μή ποτε γνοίην, τότε μέν σοι συνεῖναι οὐχ ὑπερθήσομαι, τὸ παρὸν δέ σοι τάσδε ἐπιφέρω χοάς. καὶ ἅμα ἔτιλλε τὰς τρίχας καὶ τῇ κλίνῃ ἐπέβαλλε. καὶ τάσδε ἐπιχέω τὰς σπονδὰς ἐκ τῶν σοι φίλων ὀφθαλμῶν. καὶ αὐτίκα διάβροχος ἦν ἡ στρωμνὴ τοῖς δάκρυσιν. εἰ δέ μοι περισώζῃ καλῶς γε ποιῶν, δεῦρο καὶ συνανάπαυσαι φίλος ὄναρ γοῦν ὀφθείς. φείδου δὲ καὶ τότε ὦγαθέ, καὶ φύλαττε νομίμῳ γάμῳ τὴν σὴν παρθένον. ἰδού σε καὶ περιπτύσσομαι, παρεῖναι καὶ ὁρᾶν ὑποτιθεμένη.

  25. 6.9.1

    καὶ ἅμα λέγουσα ῥίπτει κατὰ τῆς κλίνης ἐπὶ πρόσωπον ἑαυτὴν ἀθρόον, καὶ περιχυθεῖσα περιέβαλλε λύζουσά τε καὶ βρύχιον ἀναστένουσα, ἕως αὐτὴν ὑπὸ τῆς ἄγαν λύπης ἀχλύς τε καὶ ἴλιγγος ὑποδραμών, καὶ τὸ νοερὸν τῆς ψυχῆς ζοφώσας, πρὸς ὕπνον ἔλαθεν ὑποφέρων καὶ εἰς ἡμέραν ἤδη λαμπρὰν κατέχων. ὥστε καὶ ὁ Καλάσιρις θαυμάζων, καὶ παρά γε τὸ εἰωθὸς οὐχ ὁρωμένην ἐπιζητῶν, ἐπὶ τὸν θάλαμον ἀφικόμενος ἔπαιέ τε σφοδρότερον τὰς θύρας, καὶ ὀνομαστὶ συνεχῶς Χαρίκλειαν ἀνακαλῶν ἀφύπνιζεν. ἣ δὲ πρὸς τὸ αἰφνίδιον τῆς κλήσεως διεταράχθη τε, καὶ ὡς κατελήφθη σχήματος ἐπὶ τὰς θύρας ὁρμήσασα τόν τε μοχλὸν παρήνεγκε καὶ πρὸς εἴσοδον τῷ πρεσβύτῃ διέστελλεν. ὃ δὲ ὡς εἶδε τῆς τε κόμης τὸ ἄτακτον καὶ τὸν χιτῶνα κατερρωγότα περὶ τοῖς στήθεσι, καὶ ὄμμα ἔτι κυμαῖνον καὶ τὸ πρὸ τῶν ὕπνων ἐμμανὲς ἐπισημαῖνον, συνίησι μὲν τὴν αἰτίαν, ἀγαγὼν δὲ αὖθις ἐπὶ τὴν κλίνην καὶ καθίσας ἐφεστρίδα τε ἐπέβαλε, καὶ πρὸς τὸ εὔσχημον περιστείλας, τί ταῦτα, ἔφη, Χαρίκλεια; τί λίαν οὕτω καὶ ἄμετρα δυσφορεῖς; τί δὲ οὕτως ἐκφρόνως ἥττων γίνῃ τῶν προσπιπτόντων; οὐδέ σε γνωρίζω τὸ παρόν, ἀεὶ γενναίαν καὶ σώφρονα τύχας ἐνεγκεῖν τὸ πρόσθεν ἐγνωκώς. οὐ παύσῃ τῆς ἄγαν ταύτης ἀνοίας; οὐκ ἐννοήσεις ἄνθρωπος οὖσα, πρᾶγμα ἀστάθμητον καὶ ὀξείας ῥοπὰς ἐφ̓ ἑκάτερα λαμβάνον; τί σαυτὴν προαναιρεῖς βελτιόνων ἴσως ἐλπίδων; φεῖσαι καὶ ἡμῶν ὦ τέκνον: φεῖσαι, εἰ μή γε σαυτῆς, ἀλλὰ γοῦν Θεαγένους, ᾧ βίος ὁ σὺν σοὶ μόνος αἱρετός, καὶ ἐπὶ σοὶ σωζομένῃ τὸ εἶναι κέρδος. ἠρυθρία τούτων ἀκούσασα ἡ Χαρίκλεια, καὶ πλέον ἐν οἵοις κατείληπτο ἐννοοῦσα: σιωπήσασά τε ἐπὶ πλεῖστον, ὡς ἐνέκειτο πρὸς τὴν ἀπόκρισιν ὁ Καλάσιρις, ἀληθῆ μέν, ἔφη, ἐπιτιμᾷς, ἀλλ̓ ἴσως ἐμοὶ συγγνωστὰ ὦ πάτερ. οὐ γάρ με δημώδης οὐδὲ νεωτερίζουσά τις ἐπιθυμία πρὸς ταῦτα ἐξάγει τὴν ἀθλίαν, ἀλλὰ καθαρός τε καὶ σωφρονῶν ἀπειράτου μὲν ἀλλ̓ ἐμοί γε ἀνδρὸς πόθος, καὶ τοῦτο Θεαγένους, λυποῦντος μὲν καὶ ὅτι μὴ σύνεστι, πλέον δέ, εἰ περίεστιν ἢ μή, φοβοῦντος. ἀλλὰ τούτου γε ἕνεκα θάρσει, ἔλεγεν ὁ Καλάσιρις, ὡς ὄντος ἐκείνου καὶ σοὶ συνεσομένου, θεῶν νευόντων, εἴπερ τι χρὴ τοῖς προθεσπισθεῖσί τε περὶ ὑμῶν ʽχρὴ δἔ πιστεύειν καὶ τῷ διαγγείλαντι χθιζὸν ὡς εἴληπται ὑπὸ Θυάμιδος, εἰς τὴν Μέμφιν ἀναπεμπόμενος. εἰ δὲ εἴληπται, δῆλον ὡς καὶ σώζεται, φιλίας αὐτῷ πρὸς τὸν Θύαμιν καὶ γνώσεως προϋπαρχούσης. καιρὸς δὴ μὴ μέλλειν, ἀλλὰ σπευστέον ὡς ἔνεστιν ἡμῖν τάχους ἐπὶ Βῆσσαν τὴν κώμην, καὶ ἀναζητητέον σοὶ μὲν τὸν Θεαγένη, ἐμοὶ δὲ πρὸς τούτῳ καὶ τὸν υἱόν. οἶσθά που πάντως προακηκουῖα παῖδα ἐμὸν εἶναι τὸν Θύαμιν. καὶ ἡ Χαρίκλεια γενομένη σύννους, εἰ μὲν δή, ἔφη, παῖς ἐστί σοι Θύαμις, καὶ ἔστιν οὗτος ἀλλὰ μὴ ἑτέρου καὶ ἄλλος, νῦν μὲν δὴ τὰ ἡμέτερα πρὸς κίνδυνον ἐλαύνει τὸν μέγιστον. θαυμάσαντος δὲ καὶ τὴν αἰτίαν ἐρομένου τοῦ Καλασίριδος, οἶσθα, εἶπεν, ὡς αἰχμάλωτος ἐλήφθην ὑπὸ τῶν βουκόλων. ἐκεῖ τοίνυν καὶ τὸν Θύαμιν ὑπηγάγετο πρὸς τὸν κατ̓ ἐμοῦ πόθον ἡ δυστυχῶς μοι προσεῖναι δοκοῦσα τῶν ὄψεων ὥρα: καὶ δέος, εἰ ἀναζητοῦντες ἐντύχοιμεν, μὴ ὀφθεῖσαν ἐκείνην εἶναί με ταύτην ὑπομνησθείς, τὸν γάμον ὃν τότε μοι προτεινόμενον παῤ αὐτοῦ διεκρουσάμην ἐπινοίαις, εἰς ἔργον ἄγειν βιάσηται. καὶ ὁ Καλάσιρις, μὴ οὕτω μέν ποτε, φησί, ἐπιθυμία κρατήσειεν ὡς καὶ τὴν πατρῴαν ὄψιν ὁρωμένην ὑπεροφθῆναι, καὶ ὄμμα τοῦ φύντος μὴ καταιδέσαι τὸν παῖδα καὶ κολάσαι τήν, εἴπερ καὶ ἔστιν, οὐκ ἔννομον ὄρεξιν. ὅμως δ̓ οὖν ʽκωλύει γὰρ οὐδέν̓ τί οὐχὶ καὶ μηχανήν τινα πρὸς περιγραφὴν τῶν φοβούντων ἐπινοεῖς; δεινὴ δέ τις ἔοικας εἶναι σοφιστεῦσαι κατὰ τῶν ἐπιχειρούντων διαδύσεις τε καὶ ὑπερθέσεις.

  26. 6.10.1

    ἀνείθη πρὸς ταῦτα μικρὸν ἡ Χαρίκλεια, καὶ εἰ μὲν ἀληθεύεις, εἶπεν, ἢ παιδιάν με πεποίησαι, παρείσθω τὸ παρόν: ἐγὼ δὲ τέχνην ἅμα τῷ Θεαγένει μὲν καὶ πρότερον ἐπιχειρηθεῖσαν, ὑπὸ δὲ τῆς τότε τύχης διακοπεῖσαν, εἰσηγήσομαι καὶ νῦν ἐπ’ ἀμείνοσι ταῖς τύχαις. τῆς γὰρ νήσου τῆς βουκολικῆς ἀποδρᾶναι διανοηθεῖσιν ἐδόκει τὴν ἐσθῆτα μεταμφιασαμένους ἐς τὸ λυπρότατον καὶ πτωχοῖς ἑαυτοὺς ἀπεικάσαντας, οὕτως ἐπιμίγνυσθαι κώμαις τε καὶ πόλεσιν. εἰ δὴ συναρέσκει, πλαττώμεθα τὸ σχῆμα καὶ πτωχεύωμεν. οὕτω γὰρ ἧττόν τε ἐπιβουλευσόμεθα πρὸς τῶν ἐντυγχανόντων ʽἀσφάλεια γὰρ ἐν τοῖς τοιούτοις ἡ εὐτέλεια, οἴκτου τε μᾶλλον ἢ φθόνου πέλας ἡ πενίἀ, τῆς τε καθ̓ ἡμέραν ἀναγκαίου τροφῆς ῥᾷον εὐπορήσομεν: ξένῃ γὰρ ἐν γῇ τὸ μὲν ὤνιον σπάνιον τοῖς ἀγνοοῦσι, τὸ δὲ αἰτούμενον εὐμετάδοτον τοῖς ἐλεοῦσιν.

  27. 6.11.1

    ἐπῄνει ταῦτα ὁ Καλάσιρις, καὶ ἔχεσθαι τῆς ὁδοιπορίας ἐπέσπευδε: τοῖς τε περὶ τὸν Ναυσικλέα καὶ Κνήμωνα ἐντυχόντες, τήν τε ἔξοδον κοινωσάμενοι, εἰς τρίτην ἐξώρμησαν, οὔτε ὑποζύγιον, καί τοι διδόμενον, οὔτε ἀνθρώπων οὐδένα συνέμπορον ἀνασχόμενοι, τοῦ τε Ναυσικλέους καὶ Κνήμωνος προπεμπόντων, καὶ ἄλλου τῆς οἰκίας πλήθους. προέπεμπε δὲ καὶ ἡ Ναυσίκλεια, πολλὰ τὸν πατέρα ἐπιτρέψαι καθικετεύσασα, τῆς νυμφικῆς αἰδοῦς ὑπὸ φίλτρου τοῦ περὶ τὴν Χαρίκλειαν ἐκνικηθεῖσα. καὶ ὅσον πέντε σταδίους προελθόντες ἠσπάζοντό τε ἀλλήλους τὰ τελευταῖα κατὰ γένος, καὶ τὰς δεξιὰς ἐνέβαλλον. ἐπιδακρύσαντες δὲ ὅσον πλεῖστον, καὶ ἐπὶ βελτίοσι χωρισθῆναι ταῖς τύχαις ἐπευξάμενοι, τοῦ Κνήμωνος δὲ καὶ συγγνώμην αἰτοῦντος εἰ μὴ συμπορεύοιτο νεοπήκτους ἔτι τοὺς θαλάμους ἔχων, ἐπικαταλήψεσθαί τε, εἰ καιρὸς γένοιτο, πλαττομένου, διεχωρίσθησαν οἳ μὲν ἐπὶ Χέμμιν: ἡ Χαρίκλεια δὲ καὶ ὁ Καλάσιρις πρῶτα μὲν εἰς πτωχικὸν πλάσμα μετημφιέννυντο, ῥάκεσιν ἑαυτοὺς προπαρεσκευασμένοις ἐξευτελίσαντες, ἔπειτα δὲ ἡ Χαρίκλεια τό τε πρόσωπον ἐνύβριζεν, ἀσβόλου τε ἐντρίψει καὶ πηλοῦ καταχρίσει μολύνασα καὶ κρηδέμνου ῥυπῶντος τὸ κράσπεδον ἀπὸ μετώπου κατὰ θατέρου τοῖν ὀφθαλμοῖν εἰς ἄτακτον προκάλυμμα ἐπισοβοῦσα, πήραν τε ὑπὸ μάλης, οὑτωσὶ μὲν ἰδεῖν ψωμῶν τινῶν καὶ ἀκόλων δῆθεν ταμιεῖον, χρειωδέστερον δὲ τῆς ἱερᾶς ἐκ Δελφῶν ἐσθῆτος καὶ τῶν στεμμάτων τῶν τε συνεκτεθέντων μητρῴων κειμηλίων καὶ γνωρισμάτων εἰς ὑποδοχήν, ἐξῆπτο. ὁ δὲ Καλάσιρις τὴν μὲν φαρέτραν τῆς Χαρικλείας τετρυχωμένοις κωδίοις ἐνειλήσας, ὡς δή τι φορτίον ἕτερον, ἐπὶ τῶν ὤμων ἐγκάρσιον ἔφερε, τὸ δὲ τόξον τῆς νευρᾶς παραλύσας, ἐπειδὴ τάχιστα πρὸς τὸ εὐθύτερον ἀνεκάμφθη, βακτηρίαν ταῖν χεροῖν ἐποιεῖτο, πολύς τε αὐτῇ καὶ βαρὺς ἐμπίπτων. καὶ εἴ πῄ τισιν ἐντευξόμενος προίδοι, κυφότητά τε πλέον ἐπετήδευεν ἢ τὸ γῆρας ἐπηνάγκαζε, καὶ τοῖν σκελοῖν θάτερον παρεσύρετο, πρὸς τῆς Χαρικλείας ἔσθ̓ ὅτε χειραγωγούμενος.

  28. 6.12.1

    κἀπειδὴ τὰ τῆς ὑποκρίσεως αὐτοῖς διηκρίβωτο, μικρὰ καὶ ἐπισκώψαντες εἰς ἀλλήλους, καὶ ὡς πρέπει τὸ σχῆμα θάτερος θατέρῳ ἐπιχλευάσας, τόν τε εἰληχότα δαίμονα στῆσαι τὰ δεινὰ μέχρι γοῦν τούτων καὶ ἀρκεσθῆναι παρακαλέσαντες, ἔσπευδον ἐπὶ Βῆσσαν τὴν κώμην, οὗ τὸν Θεαγένην καὶ τὸν Θύαμιν ἐλπίσαντες εὑρήσειν ἀπετύγχανον. ἄρτι γὰρ τῇ Βήσσῃ περὶ δύσιν ἡλίου πλησιάζοντες πλῆθος τι κειμένων νεκρῶν ὁρῶσι νεοσφαγῶν, τῶν μὲν πλειόνων Περσῶν εἶναι τῇ στολῇ τε καὶ καθοπλίσει γνωριζομένων, ὀλίγων δὲ τινῶν ἐγχωρίων. καὶ πόλεμον μὲν εἶναι τὸ δρᾶμα εἴκαζον, τίνων δὲ καὶ πρὸς τίνας ἠπόρουν, ἕως ἐπιπαριόντες τοὺς ωεκρούς, καὶ ἅμα περισκοποῦντες μή πού τις κεῖται καὶ τῶν οἰκείων ʽδειναὶ γὰρ αἱ ψυχαὶ περὶ τοῖς φιλτάτοις τὰ δεινότεα μαντεύεσθαἰ, γυναίῳ προστυγχάνουσι πρεσβυτικῷ, σώματι τῶν ἐγχωρίων προσπεφυκότι καὶ παντοίους ἐγείροντι θρήνους. ἔγνωσαν οὖν ἐπιχειρεῖν τι παρὰ τῆς πρεσβύτιδος, εἰ οἷόν τε, ἐκμανθάνειν. καὶ παρακαθισάμενοι πρῶτα μὲν παραμυθεῖσθαί τε καὶ καταστέλλειν τὸν ἄγαν θρῆνον ἐπειρῶντο, ἔπειτα προσιεμένης, ὅν τινα πενθοίη καὶ τίς ὁ πόλεμος ἠρώτων, τοῦ Καλασίριδος πρὸς τὸ γύναιον αἰγυπτιάζοντος. ἣ δὲ ἔλεγεν ἅπαντα ἐπιτέμνουσα ἐφ̓ υἱῷ μὲν εἶναι κειμένῳ τὸ πένθος, καὶ ἐπιτετηδευκέναι τὴν εἰς τοὺς νεκροὺς ἄφιξιν, εἴ πῄ τις διελάσας τοῦ ζῆν ἀπαλλάξειε, τέως μέντοι τὰ νομιζόμενα τῷ παιδὶ ἐκ τῶν ἐνόντων, δακρύουσάν τε καὶ θρηνοῦσαν, ἐπιφέρειν.

  29. 6.13.1

    τὸν δὲ πόλεμον ἔλεγεν ὧδε.

  30. 6.13.2

    ἤγετο ξένος νεανίας τις, κάλλει τε καὶ μεγέθει διαφέρων, ὡς Ὀροονδάτην τὸν μεγάλου βασιλέως ὕπαρχον εἰς τὴν Μέμφιν. ἀπέσταλτο δέ, οἶμαι, παρὰ Μιτράνου τοῦ φρουράρχου ληφθεὶς αἰχμάλωτος, ὥς τι τῶν μεγίστων δώρων, ὡς φασί. τοῦτον οἱ τῆς κώμης τῆς ἡμετέρας ταυτησί, δείξασα τὴν ἐχομένην, ἐπελθόντες ἀφείλοντο, γνωρίζειν εἴτ̓ οὖν ἀληθεύοντες εἴτε καὶ πρόφασιν πλάσαντες. ὁ δὴ Μιτράνης ταῦτα πυθόμενος, καὶ κατὰ τὸ εἰκὸς ἀγανακτήσας, ἐπιστρατεύει τῇ κώμῃ δυσὶ ταύταις πρότερον ἡμέραις. καὶ ἔστι γὰρ μαχιμώτατον ἡ κώμη γένος, βίον ἀεὶ τὴν λῃστείαν πεποιημένοι καὶ θανάτου παντὸς ὑπερόπται, καὶ πολλὰς δὴ διὰ τοῦτο πολλάκις, ἄλλας τε κἀμὲ τὸ παρόν, ἀνδρῶν τε καὶ παίσων χηρώσαντες: ἐπειδὴ τὴν ἔφοδον ἐσομένην ἐτεκμήραντο, προλοχίζουσί τέ τινας ἐνέδρας, καὶ δεξάμενοι τοὺς ἐναντίους ἐπικρατέστεροι γίνονται, οἳ μὲν κατὰ στόμα καὶ ἐκ τοῦ εὐθέος μαχόμενοι, οἳ δὲ κατόπιν ἐκ τῶν λόχων ἀπροφυλάκτοις σὺν βοῇ τοῖς Πέρσαις ἐπελθόντες. καὶ πίπτει μὲν ὁ Μιτράνης ἐν πρώτοις μαχόμενος, πίπτουσι δὲ σὺν αὐτῷ σχεδόν τι πάντες οἷα δὴ κυκλωθέντες καὶ οὐδὲ φυγῆς τόπον εὐμοιρήσαντες. πίπτουσι δὲ καὶ τῶν ἡμετέρων ὀλίγοι, καὶ γίνεται τῶν ὀλίγων βαρείᾳ βουλήσει δαίμονος καὶ ὁ παῖς ὁ ἐμός, βέλει Περσικῷ πρὸς τὰ στέρνα, ὡς ὁρᾶτε, βληθείς. καὶ νῦν ἡ ἀθλία τὸν μὲν θρηνῶ κείμενον, τὸν δὲ ἔτι μοι μόνον παῖδα λειπόμενον ἔοικα θρηνήσειν, ἐκστρατεύσαντος κἀκείνου τῇ προτεραίᾳ μετὰ τῶν λοιπῶν ἐπὶ τὴν Μεμφιτῶν πόλιν.

  31. 6.13.3

    ἐπυνθάνετο καὶ τὴν αἰτίαν τῆς ἐκστρατείας ὁ Καλάσιρις: καὶ ἡ γραῦς, ἀκηκοέναι παρὰ τοῦ λειπομένου παιδὸς προστιθεῖσα, ἔλεγε, διότι στρατιώτας βασιλείους καὶ φρούραρχον μεγάλου βασιλέως ἀνελόντες ἐπὶ μὴ πεπραγμένοις καλῶς εἶδον ἐκεῖνο καλῶς, μὴ εἰς μικρὸν αὐτοῖς ἀλλ̓ εἰς τὸν περὶ τῶν ὅλων κίνδυνον τὸ πρᾶγμα τελευτήσειν, Ὀροονδάτου τοῦ κατὰ τὴν Μέμφιν ὑπάρχου πλείστῃ τε χειρὶ πεφραγμένου, καὶ αὐτίκα, εἰ πύθοιτο, κατὰ πρώτην ἔφοδον σαγηνεύσοντος τὴν κώμην καὶ πανολεθρίᾳ τῶν ἐνοικούντων τὴν δίκην εἰσπράξοντος. οἷα δὴ οὖν τὸν περὶ τῶν ὅλων ἀναρριπτοῦντες κίνδυνον, ἔγνωσαν μεγάλα τολμήματα μείζοσιν, εἰ δύναιντ̓, ἰάσασθαι, καὶ φθῆναι τὴν Ὀροονδάτου παρασκευήν, ἀπροσδόκητοί τε ἐπεισπεσόντες ἢ προσανελεῖν κἀκεῖνον, εἰ κατὰ τὴν Μέμφιν ὄντα καταλάβοιεν, ἢ εἴπερ ἐκδημῶν τυγχάνοι, πολέμου τινὸς αὐτόν, ὡς φασίν, Αἰθιοπικοῦ τὰ νῦν ἀπασχολοῦντος, ῥᾷόν τε τὴν πόλιν παραστήσασθαι τῶν ὑπερμαχομένων ἔρημον, καὶ αὐτοί τε ἐκτὸς κινδύνου γενέσθαι τὸ παρόν, καὶ προσκατορθώσειν τῷ Θυάμιδι λῃστάρχῳ τῷ σφῶν τὴν τὴν τῆς προφητείας ἱερωσύνην, οὐ κατὰ νόμον παῤ ἀδελφοῦ νεωτέρου κατεχομένην, ἀνακομίσασθαι: ἢ εἴπερ καὶ ἀποτυγχάνειν συμβαίνοι, πολέμου γοῦν ἔργον μαχομένους γενέσθαι, μηδὲ ἄλλως ἁλῶναι καὶ ταῖς Περσικαῖς αἰκίαις καὶ ὕβρεσιν ἐκκεῖσθαι.

  32. 6.13.4

    ἀλλ̓ ὦ ξένοι, ποῖ δὴ τὸ νῦν ἀφίξεσθε; εἰς τὴν κώμην, ὁ Καλάσιρις εἶπεν. ἣ δέ, οὐκ ἀσφαλὲς ὑμῖν, ἔφη, τῆς τε ὥρας ἀωρὶ καὶ οὐδὲ γνωριζομένοις, ἐπιμῖξαι τοῖς ὑπολειπομένοις. ἀλλ̓ εἰ ξεναγοίης, ἔφη ὁ Καλάσιρις, οὐκ ἀπ̓ ἐλπίδος ἡμῖν καὶ τὰ τῆς ἀσφαλείας. οὔ μοι καιρός, ἀπεκρίνατο ἡ πρεσβῦτις: νυκτερινοὺς γάρ τινας ἐναγισμοὺς ἐπιτελέσαι μοι πρόκειται. ἀλλ̓ εἰ δὴ φορητὸν ὑμῖν ʽἐπάναγκες δὲ καὶ μὴ βουλομένοισ̓, αὐτοῦ που καὶ τῶν νεκρῶν ἐν καθαρῷ μικρὸν ἀναχωρήσαντες τὴν μὲν νύκτα ἐγκαρτερήσατε, τὴν ἕω δὲ ὑμῖν πρόξενος ἐγὼ τῆς ἀδείας ξεναγοῦσα γενήσομαι.

  33. 6.14.1

    ταῦτα εἰπούσης ὁ Καλάσιρις ἅπαντα πρὸς τὴν Χαρίκλειαν φράσας καὶ παραλαβὼν μεθίστατο. καὶ μικρὸν ὅσον τοὺς κειμένους ὑπερβάντες βουνῷ τινὶ χαμαιζήλῳ προστυγχάνουσι. κἀνταῦθα ὃ μὲν κατέκλινεν ἑαυτόν, τῇ κεφαλῇ τὴν φαρέτραν ὑποθέμενος, ἡ Χαρίκλεια δὲ καθῆστο, τὴν πήραν εἰς καθέδραν ποιησαμένη. ἄρτι δὲ τῆς σεληναίας ἀνισχούσης καὶ φωτὶ λαμπρῷ τὰ πάντα καταυγαζούσης ʽτρίτη γὰρ μετὰ πανσέληνον ἐτύγχανεν̓ ὁ μὲν Καλάσιρις, οἷα δὴ πρεσβυτικός τε ἄλλως καὶ πρὸς τῆς ὁδοιπορίας κεκοπωμένος, ὕπνῳ κατείχετο, ἡ Χαρίκλεια δὲ ὑπὸ τῶν συνεχόντων φροντισμάτων διαγρυπνοῦσα σκηνῆς τινὸς οὐκ εὐαγοῦς μέν, ταῖς δὲ Αἰγυπτίαις ἐπιχωριαζούσης θεωρὸς ἐγίνετο. ἡ γὰρ πρεσβῦτις ἀνενοχλήτου καὶ ἀκατόπτου σχολῆς ἐπειλῆφθαι νομίσασα πρῶτα μὲν βόθρον ὠρύξατο, ἔπειτα πυρκαϊὰν ἐκ θατέρου μέρους ἐξῆψε. καὶ μέσον ἀμφοῖν τὸν νεκρὸν τοῦ παιδὸς προθεμένη, κρατῆρα τε ὀστρακοῦν ἔκ τινος παρακειμένου τρίποδος ἀνελομένη, μέλιτος ἐπέχει τῷ βόθρῳ, καὶ αὖθις ἐξ ἑτέρου γάλακτος, καὶ οἴνου ἐκ τρίτου ἐπέσπενδεν. εἶτα πέμμα στεάτινον εἰς ἀνδρὸς μίμημα πεπλασμένον δάφνῃ καὶ μαράθρῳ καταστέψασα εἰς τὸν βόθρον ἐνέβαλεν. ἐφ̓ ἅπασι δὲ ξίφος ἀνελομένη καὶ πρὸς τὸ ἐνθουσιῶδες σοβηθεῖσα, καὶ πολλὰ πρὸς τὴν σεληναίαν βαρβάροις τε καὶ ξενίζουσι τὴν ἀκοὴν ὀνόμασι κατευξαμένη, τὸν βραχίονα ἐντεμοῦσα καὶ δάφνης ἀκρέμονι τοῦ αἵματος ἀποψήσασα τὴν πυρκαϊὰν ἐπεψέκαζεν. ἄλλα τε ἄττα τερατευσαμένη πρὸς τούτοις, ἐπὶ τὸν νεκρὸν τοῦ παιδὸς προκύψασα καί τινα πρὸς τὸ οὖς ἐπᾴδουσα ἐξήγειρέ τε καὶ ὀρθὸν ἑστάναι τῇ μαγγανείᾳ κατηνάγκαζεν. ἡ Χαρίκλεια δὴ οὖν οὐδὲ τὰ πρῶτα ἀδεῶς κατοπτεύουσα, τότε δὴ καὶ ὑπέφριττε, καὶ πρὸς τῶν γινομένων ἀήθων ἐκδειματωθεῖσα τὸν Καλάσιριν ἀφύπνιζέ τε καὶ θεατὴν γενέσθαι τῶν δρωμένων παρεσκεύαζεν. αὐτοὶ μὲν οὖν, ἅτε ἐν σκότῳ διάγοντες, οὐχ ἑωρῶντο, κατώπτευον δὲ τὰ ἐν τῷ φωτὶ καὶ πρὸς τῇ πυρκαϊᾷ ῥᾷον, καὶ τῶν λεγομένων οὐ πόρρωθεν ὄντες ἐπηκροῶντο, τῆς γραὸς ἤδη καὶ γεγωνότερον ἐκπυνθανομένης παρὰ τοῦ νεκροῦ. καὶ ἦν ἡ πεῦσις, εἴπερ ὁ ἀδελφὸς μὲν ὁ ἐκείνου παῖς δὲ αὐτῆς ὁ λειπόμενος ἐπανήξει περισωθείς. ὃ δὲ ἀπεκρίνατο μὲν οὐδέν, ἐπινεύσας δὲ μόνον, καὶ τῇ μητρὶ τὰ κατὰ γνώμην ἐλπίζειν ἀμφιβόλως ἐνδούς, κατηνέχθη τε ἀθρόον καὶ ἔκειτο ἐπὶ πρόσωπον. ἣ δὲ ἐπέστρεφέ τε τὸ σῶμα πρὸς τὸ ὕπτιον, καὶ οὐκ ἀνίει τὴν πεῦσιν, ἀλλὰ βιαιοτέραις, ὡς ἐῴκει, ταῖς κατανάγκαις πολλὰ τοῖς ὠσὶν αὖθις ἐπᾴδουσα, καὶ μεθαλλομένη ξιφήρης ἄρτι μὲν πρὸς τὴν πυρκαϊὰν ἄρτι δὲ ἐπὶ τὸν βόθρον, ἐξήγειρέ τε αὖθις καὶ ὀρθωθέντος περὶ τῶν αὐτῶν ἐξεπυνθάνετο, μὴ νεύμασι μόνον ἀλλὰ καὶ φωνῇ τὴν μαντείαν ἀρισήμως δηλοῦν ἐπαναγκάζουσα. καὶ τῆς πρεσβύτιδος ἐν τούτοις οὔσης, ἡ Χαρίκλεια πολλὰ τὸν Καλάσιριν καθικέτευε τοῖς γινομένοις πλησιάσαντας πυνθάνεσθαί τι καὶ αὐτοὺς περὶ τοῦ Θεαγένους. ὃ δὲ παρῃτεῖτο, φάσκων καὶ τὴν θέαν οὐκ εὐαγῆ μέν, κατ̓ ἀνάγκην δ̓ οὖν ὅμως γινομένην ἀνέχεσθαι: εἶναι γὰρ οὐ προφητικὸν οὔτε ἐπιχειρεῖν οὔτε παρεῖναι ταῖς τοιαῖσδε πράξεσιν, ἀλλὰ τὸ μαντικὸν τούτοις μὲν ἐκ θυσιῶν ἐννόμων καὶ εὐχῶν καθαρῶν παραγίνεσθαι, τοῖς δὲ βεβήλοις καὶ περὶ γῆν τῷ ὄντι καὶ σώματα νεκρῶν εἰλουμένοις οὕτως ὡς τὴν Αἰγυπτίαν ὁρᾶν ἡ τοῦ καιροῦ περίπτωσις ἐνδέδωκε.

  34. 6.15.1

    καὶ ἔτι λέγοντος ὁ νεκρός, οἷον ἐκ μυχοῦ τινὸς ἢ σπηλαίου φαραγγώδους βαρύ τι καὶ δυσηχὲς ὑποτρίζων, ἐγὼ μέν, ἔφη, σοῦ τὰ πρῶτα ἐφειδόμην, ὦ μῆτερ, καὶ παρανομοῦσαν εἰς τὴν ἀνθρωπείαν φύσιν καὶ τοὺς ἐκ μοιρῶν θεσμοὺς ἐκβιαζομένην καὶ τὰ ἀκίνητα μαγγανείαις κινοῦσαν ἠνεχόμην: σώζεται γὰρ ἡ περὶ τοὺς φύντας αἰδώς, ἐφ̓ ὅσον οἷόν τε, καὶ ἐν τοῖς ἀποιχομένοις: ἀλλ̓ ἐπειδὴ καὶ ταύτην ἀναιρεῖς τὸ κατὰ σαυτὴν καὶ ἐλαύνεις, οὐκ ἀθεμίτοις μόνον τὴν ἀρχὴν ἐπιχειρήσασα ἀλλ̓ ἤδη καὶ εἰς ἄπειρον τὸ ἀθέμιτον ἐπεξάγουσα, οὐκ ὀρθοῦσθαι μόνον καὶ νεύειν ἀλλὰ καὶ φθέγγεσθαι σῶμα νεκρὸν ἐκβιαζομένη, κηδείας μὲν τῆς ἐμῆς ἀμελοῦσα καὶ ταῖς λοιπαῖς ἐπιμίγνυσθαι ψυχαῖς ἐμποδίζουσα, χρείας δὲ μόνης γενομένη τῆς σῆς, ἄκουε ταῦθ̓ ἃ πάλαι σοι μηνύειν ἐφυλαττόμην. οὔτε ὁ παῖς σοι περισωθεὶς ἐπανήξει, οὔτε αὐτὴ τὸν ἀπὸ ξίφους ἐκφεύξῃ θάνατον, ἀλλ̓ οἷα δὴ τὸν σαυτῆς βίον ἐν οὕτως ἀθέσμοις πράξεσι καταναλώσασα, τὴν ἀποκεκληρωμένην πᾶσι τοῖς τοιούτοις βιαίαν οὐκ εἰς μακρὰν ὑποστήσῃ τελευτήν: ἥτις πρὸς τοῖς ἄλλοις οὐδὲ ἐπὶ σαυτοῦ τὰ οὕτως ἀπόρρητα καὶ σιγῇ καὶ σκότῳ φυλαττόμενα μυστήρια δρᾶν ὑπέμεινας, ἀλλ̓ ἤδη καὶ ἐπὶ μάρτυσι τοιούτοις τὰς τῶν κειμένων ἐξορχῇ τύχας, ἑνὶ μὲν προφήτῃ — καὶ τοῦτο μὲν ἔλαττον: σοφὸς γὰρ τὰ τοιαῦτα σιγῇ πρὸς τὸ ἀνεκλάλητον ἐπισφραγίσασθαι, καὶ ἄλλως θεοῖς φίλος: τοὺς γοῦν παῖδας εἰς τὸν δἰ αἵματος ἀγῶνα ξιφήρεις καθισταμένους καὶ μονομαχήσειν μέλλοντας ἀποκωλύσει τε καὶ παύσει φανείς, εἴπερ ἐπισπεύσειεν. ἀλλ̓ ὃ δὴ βαρύτερον, ὅτι καὶ κόρη τις τῶν ἐπ’ ἐμοὶ γίνεται θεωρὸς καὶ πάντων ἐπακροᾶται, γύναιον ὑπ’ ἔρωτος σεσοβημένον, καὶ πᾶσαν ὡς εἰπεῖν ἐρωμένου τινὸς ἐπὶ γῆν ἕνεκεν ἀλώμενον, ᾧ μετὰ μυρίους μὲν μόχθους μυρίους δὲ κινδύνους, γῆς ἐπ’ ἐσχάτοις ὅροις, τύχῃ σὺν λαμπρᾷ καὶ βασιλικῇ συμβιώσεται.

  35. 6.15.2

    τούτων εἰρημένων ὃ μὲν ἔκειτο καταρραγείς, ἡ γραῦς δὲ συνεῖσα τοὺς ξένους εἶναι τοὺς κατασκόπους, ὡς εἶχε σχήματος, ξιφήρης τε καὶ ἐμμανὴς ἐπ’ αὐτοὺς ἵεται, καὶ κατὰ πᾶν μέρος τῶν κειμένων ἐφέρετο, τοῖς νεκροῖς ἐγκεκρύφθαι αὐτοὺς ὑποπτεύουσα, γνώμην δὲ ποιουμένη διαχρήσασθαι, εἰ ἀνεύροι, ὡς ἐπιβούλως τε καὶ πρὸς ἐναντίου τοῖς αὐτῆς μαγγανεύμασι κατασκόπους γεγενημένους, ἕως ἀπερίσκεπτον ὑπὸ θυμοῦ τὴν κατὰ τοὺς νεκροὺς ἔρευναν ποιουμένη, ἔλαθεν ὠρθωμένῳ κλάσματι δόρατος κατὰ τοῦ βουβῶνος περιπαρεῖσα.

  36. 7.1.1

    καὶ ἣ μὲν ἔκειτο, τὴν ἐκ τοῦ παιδὸς μαντείαν οὕτω παρὰ πόδας ἐν δίκῃ πληρώσασα: ὁ δὲ Καλάσιρις καὶ ἡ Χαρίκλεια παρὰ τοσοῦτον ἐλθόντες κινδύνου, καὶ ἅμα μὲν τῶν παρόντων φόβων ἐκτὸς ἑαυτοὺς ποιούμενοι, ἅμα δὲ τῶν μαντευθέντων ἕνεκεν ἐπισπεύδοντες, τῆς ἐπὶ τὴν Μέμφιν ὁδοῦ σπουδαιότερον εἴχοντο. καὶ δὴ καὶ ἐπλησίαζον τῇ πόλει τῶν ἐκ τῆς νεκυίας μεμαντευμένων ἤδη κατ̓ αὐτὴν τελουμένων. ὡς γὰρ ὁ Θύαμις τὸ ἀπὸ τῆς Βήσσης λῃστρικὸν ἐπάγων ἐφίστατο, οἱ μὲν κατὰ τὴν Μέμφιν ὀλίγον ὅσον ἔφθησαν τὰς πύλας ἐπικλεισάμενοι, στρατιώτου τινὸς τῶν ὑπὸ Μιτράνην διαδράντων τὴν κατὰ τὴν Βῆσσαν μάχην προϊδόντος τε τὴν ἔφοδον καὶ τοῖς ἐν τῷ ἄστει προμηνύσαντος, ὁ δὲ Θύαμις περί τι μέρος τοῦ τείχους τὰ ὅπλα καταθέσθαι κελεύσας διανέπαυέ τε ἅμα ἐκ συντόνου τῆς ὁδοιπορίας τὸν στρατόν, καὶ ὡς πολιορκήσων δῆθεν ἐποιεῖτο γνώμην. οἱ δὲ κατὰ τὴν πόλιν πρότερον μὲν ὡς πλῆθος τὸ ἐπιὸν καταδείσαντες, ἀπὸ δὲ τῆς ἐκ τῶν τειχῶν κατασκοπῆς ὀλίγους εἶναι τοὺς ἐπελθόντας καταγνόντες, ὥρμησαν μὲν καὶ αὐτίκα, τοὺς ἐγκαταλελειμμένους ὀλίγους εἰς φρουρὰν τῆς πόλεως τοξότας τε καὶ ἱππέας ἀναλαβόντες καὶ τὸν ἀστικὸν δῆμον τοῖς προστυχοῦσιν ἐξοπλίσαντες, ἐξελθεῖν τε καὶ συμπεσεῖν εἰς μάχην τοῖς ἐναντίοις: πρεσβυτικοῦ δέ τινος καὶ τῶν ἐπὶ δόξης διακωλύσαντος, καὶ ἐκδιδάξαντος διότι καὶ εἰ τὸν σατράπην Ὀροονδάτην ἀπεῖναι συμβαίνει τὰ νῦν ἐπὶ τὸν Αἰθιοπικὸν ἐκστρατεύσαντα πόλεμον, ἀλλὰ Ἀρσάκῃ γοῦν τῇ ἐκείνου γαμετῇ δίκαιον πρότερον ἀνακοινοῦσθαι τὴν πρᾶξιν, ὡς ἂν μετὰ γνώμης τῆς ἐκείνης τὸ εὑρισκόμενον κατὰ τὴν πόλιν στρατιωτικὸν ῥᾷόν τε συλλαμβάνοι καὶ προθυμότερον, ἐδόκει τε ταῦτα καλῶς εἰρῆσθαι, καὶ ἐπὶ τὰ βασίλεια πάντες ὥρμησαν, ταῦτα ἐχόντων εἰς κατοίκησιν τῶν σατραπῶν βασιλέως μὴ παρόντος.

  37. 7.2.1

    ἡ δὲ Ἀρσάκη τὰ μὲν ἄλλα καλή τε ἦν καὶ μεγάλη καὶ συνεῖναι δραστήριος, τό τε φρόνημα ἐξ εὐγενείας ὑπέρογκος, καὶ οἷον εἰκὸς τὴν ἀδελφὴν βασιλέως τοῦ μεγάλου γεγονυῖαν, ἄλλως δὲ τὸν βίον ἐπίμωμος καὶ ἡδονῆς παρανόμου καὶ ἀκρατοῦς ἐλάττων. πρὸς γοῦν ἄλλοις καὶ τῷ Θυάμιδι παραιτία τῆς ἐκ Μέμφεως τότε φυγῆς ἐγεγόνει. ἄρτι γὰρ τοῦ Καλασίριδος διὰ τὰ ἐκ θεῶν αὐτῷ περὶ τῶν παίδων προθεσπισθέντα τῆς Μέμφεως ἑαυτὸν λάθρᾳ πάντων ἐξοικίσαντος, καὶ ἀφανοῦς ὄντος ἢ καὶ ἀπολωλέναι δοκοῦντος, τοῦ δὲ Θυάμιδος, ὡς ἂν πρεσβυτέρου παιδός, ἐπὶ τὴν προφητείαν κληθέντος καὶ τὰς εἰσιτηρίους θυσίας πανδημεὶ τελοῦντος, ἐντυχοῦσα κατὰ τὸν νεὼν τῆς Ἴσιδος ἡ Ἀρσάκη νεανίσκῳ χαρίεντι καὶ ἀκμάζοντι καὶ πρὸς τῆς ἐν χερσὶ πανηγύρεως πλέον ὡραϊσμένῳ ὀφθαλμούς τε ἐπέβαλεν οὐ σώφρονας καὶ νεύματα τῶν αἰσχροτέρων αἰνίγματα. καὶ ταῦτα ὁ μὲν Θύαμις οὐδὲ κατὰ μικρὸν προσίετο, φύσει τε καὶ ἐκ παίδων εὖ πεφυκὼς τὰ εἰς σωφροσύνην: καὶ τὰ πρὸς ἐκείνης δρώμενα πόρρω τε ἦν ὡς ἐδρᾶτο ὑποπτεύειν, καὶ τυχὸν ἄλλως πως γίνεσθαι ὑπετίθετο, τῶν ἱερῶν ὅλος γινόμενος. ὅ γε μὴν ἀδελφὸς αὐτοῦ Πετόσιρις καὶ πάλαι ζηλοτυπίαν ἐπ’ αὐτῷ νοσῶν τῆς ἱερωσύνης, τάς τε προσβολὰς τῆς Ἀρσάκης παρατηρήσας, ἀφορμὴν εἰς ἐπιβουλὴν τἀδελφοῦ τὴν ἐκείνης οὐκ ἔννομον πεῖραν ἐποιήσατο, καὶ τῷ Ὀροονδάτῃ λάθρᾳ προσιὼν κατεμήνυεν οὐ τὴν ἐκείνης ὄρεξιν μόνον, ἀλλ̓ ἤδη καὶ ὡς ὁ Θύαμις συγκατατίθοιτο προσεπιψευδόμενος. ὃ δὲ ῥᾳδίως πεισθεὶς ἐξ ὧν τὴν Ἀρσάκην προϋπώπτευε, τῇ μὲν κατ̓ οὐδὲν ἠνώχλει, σαφῆ τε ἔλεγχον οὐκ ἔχων, καὶ ἅμα φόβῳ καὶ αἰδοῖ τῇ περὶ τὸ βασίλειον γένος, εἴ τι καὶ ὑπώπτευεν, ἀνέχεσθαι βιαζόμενος: τῷ μέντοι γε Θυάμιδι θάνατον ἐκ προρρήσεως συνεχῶς διαπειλῶν οὐ πρότερον ἀνῆκεν, ἄχρις οὗ τὸν μὲν ἐφυγάδευσε, τὸν Πετόσιριν δὲ εἰς τὴν προφητείαν ἐγκατέστησεν.

  38. 7.3.1

    ἀλλὰ ταῦτα μὲν χρόνοις ἐγεγόνει προτέροις: τότε δ̓ οὖν ἡ Ἀρσάκη τοῦ πλήθους ἐπὶ τὴν οἴκησιν αὐτῆς συρρυέντος, καὶ τήν τε ἔφοδον τῶν ἐναντίων δηλοῦντος ἤδη καὶ αὐτῇ προῃσθημένῃ, καὶ τοῖς οὖσι τῶν στρατιωτῶν ἐπιτρέψαι συνεξελθεῖν αὐτοῖς αἰτοῦντος, οὐκ ἂν ἔφη ταῦτα προχείρως οὕτως ἐπιτρέψειν, οὔπω μὲν τὸ πλῆθος τῶν πολεμίων ὅσον, οὔπω δὲ οἵτινές εἰσιν ἢ πόθεν εἰδυῖα, καὶ πρός γε, οὐδὲ τὴν πρόφασιν δἰ ἣν ἐπεληλύθασι γινώσκουσα. χρῆναι οὖν ἄχρι τῶν τειχῶν διαβῆναι πρότερον, καὶ ἅπαντα ἐκεῖθεν κατοπτεύσαντας καὶ ἄλλους συλλαβόντας, οὕτω τοῖς δυνατοῖς καὶ λυσιτελοῦσιν ἐπιχειρεῖν. ἐδόκει καλῶς εἰρῆσθαι, καὶ ὥρμησαν ὡς εἶχον ἐπὶ τὸ τεῖχος. ἔνθα σκηνὴν ὑπὸ ἁλουργοῖς καὶ χρυσοϋφέσι παραπετάσμασιν ἐκ προστάγματος ἡ Ἀρσάκη πηξαμένη, πολυτελῶς τε αὑτὴν καλλωπίσασα καὶ ἐφ̓ ὑψηλῆς καθέδρας προκαθίσασα, τούς τε σωματοφύλακας ἐν ὅπλοις ὑποχρύσοις περιστήσασα, κηρύκειόν τε εἰς εἰρηνικῶν διαλέξεων σύμβολον ἀναδείξασα, τοὺς πρώτους καὶ ἐπιδόξους τῶν ἐναντίων πλησίον ἥκειν τοῦ τείχους προύτρεπεν. ὡς δὲ ὁ Θύαμις καὶ ὁ Θεαγένης αἱρεθέντες ὑπὸ τοῦ πλήθους ἀφίκοντο καὶ ἔστησαν ὑπὸ τῷ τείχει, τὰ μὲν ἄλλα ὡπλισμένοι, γυμνοὶ δὲ τοῦ κράνους, ὁ κῆρυξ τάδε ἔλεγεν. Ἀρσάκη λέγει πρὸς ὑμᾶς, Ὀροονδάτου μὲν τοῦ πρώτου σατράπου γυνή, μεγάλου δὲ βασιλέως ἀδελφή: τί βουλόμενοι καὶ τίνες ὄντες, ἢ τίνα αἰτίαν ἐπάγοντες, τὴν ἔφοδον ἐτολμήσατε; οἳ δὲ τὸ μὲν πλῆθος εἶναι Βησσαέων ἀπεκρίναντο, ἑαυτὸν δὲ ὁ Θύαμις ὅστις εἴη, καὶ ὅτι παρανομηθεὶς ὑπό τε τοῦ ἀδελφοῦ Πετοσίριδος καὶ Ὀροονδάτου, τῆς τε προφητείας ἐξ ἐπιβουλῆς ἀφαιρεθείς, ἐπὶ ταύτην ὑπὸ Βησσαέων κατάγοιτο. καὶ εἰ μὲν ἀπολαμβάνοι τὴν ἱερωσύνην, εἰρήνην τε εἶναι, καὶ Βησσαέας εἰς τὴν οἰκείαν ἐπανήξειν οὐδενὶ κατ̓ οὐδὲν λυμηναμένους: εἰ δὲ μή, πολέμῳ κριτῇ καὶ τοῖς ὅπλοις: ἐπιτρέψειν. χρῆναι δὲ καὶ Ἀρσάκην, εἴπερ τι διανοεῖται τῶν προσηκόντων, εἰς καιρὸν τῆς εἰς αὐτὴν ἐπιβουλῆς ἐκ Πετοσίριδος τὴν ἄμυναν εἰσπράττεσθαι, καὶ τῶν ἀθεμίτων διαβολῶν, ἃς ψευδῶς πρὸς Ὀροονδάτην ποιησάμενος ἐκείνῃ μὲν πρὸς τὸν ἄνδρα παρανόμου καὶ αἰσχρᾶς ἐπιθυμίας ὑποψίαν, αὐτῷ δὲ τὴν ἐκ τῆς πατρίδος φυγὴν ἐπιβεβληκὼς τυγχάνοι.

  39. 7.3.2

    πρὸς ταῦτα διεταράχθη μὲν καὶ σύμπαν τὸ Μεμφιτῶν πλῆθος, τόν τε Θύαμιν ἀναγνωρίζοντες, καὶ τῆς ἀπροσδοκήτου φυγῆς αὐτῷ τὴν αἰτίαν ἐν ἀρχῇ μὲν καὶ ἡνίκα ἐγίνετο ἀγνοήσαντες, ἐκ δὲ τῶν λεχθέντων δἰ ὑποψίας τε ἄγοντες καὶ ἀλήθειαν εἶναι πιστεύοντες

  40. 7.4.1

    ἡ δὲ Ἀρσάκη πλέον ἢ σύμπαντες συνεχύθη τὴν διάνοιαν καὶ κλύδωνι φροντισμάτων περιεστοίχιστο. θυμοῦ μὲν γὰρ ἐπὶ τὸν Πετόσιριν πληρουμένη, καὶ πρὸς τὰ πάλαι συμβάντα τὴν διάνοιαν ἀναπεμπάζουσα, ὅπως ἂν τιμωρήσαιτο συνετάττετο: τὸν δὲ Θύαμιν ὁρῶσα, καὶ αὖθις τὸν Θεαγένην, διεσπᾶτο τὴν διάνοιαν καὶ ἐμερίζετο εἰς τὴν πρὸς ἑκάτερον ἐπιθυμίαν, ἔρωτα ἐπ’ ἀμφοτέροις τὸν μὲν ἀνανεουμένη, τὸν δὲ δριμύτερον ἄρτι τῇ ψυχῇ καταβαλλομένη, ὥστε οὐδὲ τοὺς περιεστηκότας ἔλαθεν ἀδημονοῦσα. πλὴν ἀλλὰ μικρὸν διαλιποῦσα, καὶ ὥσπερ εἰ ἐξ ἐπιλήψεως ἑαυτὴν ἀναλαβοῦσα, πολέμου μέν, ὦ βέλτιστοι, ἔφη, μανίαν ἐνοσήσατε, πάντες μὲν Βησσαεῖς, οὐχ ἥκιστα δὲ ὑμεῖς, ἀκμαῖοι καὶ χαρίεντες οὕτω νεανίαι καὶ εὖ γεγονότες, ὡς γινώσκω τε καὶ εἰκάζειν πάρεστιν, εἰς προῦπτον κίνδυνον, ὑπὲρ λῃστῶν καὶ ταῦτα, ἑαυτοὺς καθέντες, οὐδὲ πρὸς τὴν πρώτην προσβολήν, εἰ μάχης δεήσειεν, ἀρκέσοντες: μὴ γὰρ οὕτω τὰ μεγάλου βασιλέως ἀσθενήσειεν ὡς, εἰ καὶ τὸν σατράπην ἀπεῖναι συμβαίνει, μὴ διὰ τῶν λειψάνων γοῦν τῆς ἐνταῦθα στρατιᾶς ἅπαντας ὑμᾶς σαγηνευθῆναι. ἀλλ̓ οὐδέν, οἶμαι, δεῖ τρίβεσθαι τοὺς πολλούς, καὶ τῆς κατὰ τὴν ἔφοδον προφάσεως ἰδίας τινῶν οὔσης, ἀλλ̓ οὐ δημοσίας οὐδὲ κοινῆς, μὴ οὐχὶ καὶ ἰδίᾳ τὴν ἀμφισβήτησιν κρίνεσθαι καὶ πέρας τὸ ἐκ θεῶν τε καὶ δίκης αὐτῆς ὁρισθησόμενον ἐκδέχεσθαι. δοκεῖ δή μοι, ἔφη, καὶ προστάττω τοὺς μὲν ἄλλους Μεμφιτῶν τε καὶ Βησσαέων ἡσύχους εἶναι, μηδὲ ἀπροφάσιστον ἀλλήλοις ἐπιφέρειν πόλεμον, τοὺς δὲ τῆς προφητείας ἀμφισβητοῦντας πρὸς ἀλλήλους μονομαχήσαντας ἔπαθλον τῷ νικῶντι προθέσθαι τὴν ἱερωσύνην.

  41. 7.5.1

    ταῦτα τῆς Ἀρσάκης εἰπούσης οἱ μὲν κατὰ τὴν πόλιν ἅπαντες ἀνεβόησαν καὶ τὰ εἰρημένα ἐπῄνουν, ἅμα μὲν εἰς ὑποψίαν μοχθηρᾶς προαιρέσεως κατὰ τοῦ Πετοσίριδος κεκινημένοι, ἅμα δὲ καὶ τὸν ἐν ὀφθαλμοῖς καὶ ὅσον οὔπω προσδοκώμενον κίνδυνον αὐτός τις ἕκαστος εἰς τὸν δἰ ἑτέρων ἀγῶνα διώσασθαι δοκιμάζων: οἱ πολλοὶ δὲ Βησσαέων ἐῴκεσαν οὐκ ἀρεσκομένοις οὐδὲ ἐκδοῦναι προκινδυνεύειν σφῶν τὸν ἔξαρχον βουλομένοις, ἄχρις ὁ Θύαμις ἔπεισε συγκαταθέσθαι, τό τε ἀσθενὲς καὶ τὴν εἰς πολέμους ἀπειρίαν τοῦ Πετοσίριδος καταμηνύων, καὶ ὡς ἐκ πολλοῦ τοῦ περιόντος ἔσται αὐτῷ τὰ τῆς μάχης ἐπιθαρρύνων. ἅπερ, ὡς ἔοικε, καὶ ἡ Ἀρσάκη λαβοῦσα ἐνθύμιον τὴν μονομαχίαν προύθηκεν, ἀνύποπτον ἑαυτῇ κατορθωθήσεσθαι τὸν σκοπὸν συνορῶσα, καὶ ὡς ὁ Πετόσιρις ἀραρότως αὐτῇ δίκην ὑφέξει πρὸς πολλῷ γενναιότερον τὸν Θύαμιν διαγωνιζόμενος. ἦν οὖν καὶ λόγου θᾶττον ὁρᾶν τὰ τῆς προστάξεως περαινόμενα, τοῦ Θυάμιδος προθυμίᾳ πάσῃ τὴν πρόκλησιν ἐπισπεύδοντος, καὶ τὰ λειπόμενα τῶν ὅπλων ἐν κόσμῳ τῷ γινομένῳ γεγηθότως ἀναλαμβάνοντος, πολλὰ καὶ τοῦ Θεαγένους ἐπιθαρσύνοντος, καὶ τό τε κράνος τῇ κεφαλῇ περιτιθέντος εὔλοφόν τε καὶ ὑποχρύσῳ μαρμαρυγῇ πυρσευόμενον, καὶ τἆλλα τῶν ὅπλων πρὸς τὸ ἀσφαλὲς διαδέοντος, τοῦ δὲ Πετοσίριδος καὶ ὑπ’ ἀνάγκης πυλῶν τε ἐκτὸς ἐκ προστάγματος τῆς Ἀρσάκης ὠθουμένου, πολλά τε εἰς παραίτησιν βοῶντος καὶ πρὸς βίαν ἐξοπλιζομένου. θεασάμενος δὲ αὐτὸν ὁ Θύαμις, ὦγαθέ, ἔφη, Θεάγενες, οὐχ ὁρᾷς ὅπως τῷ δέει πάλλεται ὁ Πετόσιρις; ὁρῶ, ἔφη: ἀλλὰ πῶς χρήσῃ τοῖς προκειμένοις; οὐ γὰρ ἁπλῶς πολέμιος ἀλλὰ καὶ ἀδελφὸς ὁ ἐναντίος. ὃ δέ, εὖ λέγεις, εἶπε, καὶ τοῦ σκοποῦ τῆς ἐμῆς διανοίας ἐστοχασμένως. νικῆσαι δ̓ οὖν θεοῦ νεύοντος, οὐκ ἀποκτεῖναι προῄρημαι: μὴ γὰρ οὕτω ποτὲ ὀργὴ καὶ μῆνις ἐφ̓ οἷς προπέπονθα κρατήσειεν, ὡς αἵματος αὐταδέλφου καὶ φόνου καὶ μιάσματος ὁμογαστρίου ἄμυναν μὲν ἐπὶ τοῖς παρελθοῦσι τιμὴν δέ τινα ἐπὶ τοῖς μέλλουσιν ἀλλάξασθαι. γενναίου τὰ ῥήματα, ἔφη ὁ Θεαγένης, καὶ γνωρίζοντος εὖ τὴν φύσιν. ἀλλ̓ ἐμοὶ δῆτα τί παραφυλάττειν ἐπιστέλλεις; καὶ ὅς, ὁ μὲν προκείμενος ἀγὼν εὐκαταφρόνητος: ἀλλ̓ ἐπειδὴ πολλὰ καὶ παράδοξα πολλάκις αἱ κατ̓ ἀνθρώπους τύχαι καινουργοῦσιν, εἰ μὲν κρατοίην, συνεισελεύσῃ τε εἰς τὸ ἄστυ καὶ συνοικήσεις ἐπὶ τοῖς ὁμοίοις, εἰ δέ τι τῶν παῤ ἐλπίδας ἀποβαίνοι, Βησσαέων ἡγήσῃ τούτων, εὔνοιαν πρὸς σὲ πολλὴν ἐχόντων, καὶ τὸν λῃστρικὸν διαθλήσεις βίον, ἕως ἄν τι τέλος τῶν κατὰ σὲ δεξιώτερον ὑποφήνῃ θεός.

  42. 7.6.1

    ἐπὶ τούτοις ἠσπάζοντό τε ἀλλήλους σὺν δάκρυσιν ἅμα καὶ φιλήμασιν, καὶ ὃ μὲν αὐτοῦ καθῆστο ὡς εἶχε, περισκοπῶν τὸ μέλλον, καὶ τῇ Ἀρσάκῃ παρεῖχεν οὐκ εἰδὼς ἐντρυφᾶν αὐτοῦ τῇ θέᾳ, παντοίως αὐτὸν περισκοπούσῃ καὶ τοῖς ὀφθαλμοῖς τέως ἀπολαύειν τῆς ἐπιθυμίας ἐπιτρεπούσῃ: ὁ δὲ Θύαμις ἐπὶ τὸν Πετόσιριν ὥρμησεν. οὐ μὴν ὑπέστη γε ἐκεῖνος τὴν ἔφοδον, ἀλλὰ παρὰ τὴν πρώτην κίνησιν εἰς φυγὴν τραπεὶς ἐπὶ τὰς πύλας, εἰσφρῆσαι εἰς τὸ ἄστυ προθυμούμενος. ἀλλ̓ ἠνύετο οὐδέν, ὑπὸ τῶν ἐφεστώτων ταῖς πύλαις ἀποκρουόμενος, καὶ τῶν ἐπὶ τοῦ τείχους μὴ παραδέχεσθαι καθ̓ ὃ μέρος ὁρμήσειεν ἐπικελευομένων. ἀπεδίδρασκε δή, ὡς εἶχε τάχους, περὶ τὸν κύκλον τοῦ ἄστεος, ἤδη καὶ τὰ ὅπλα ἀποβαλών. συμπαρέθει δὲ κατόπιν καὶ ὁ Θεαγένης, ὑπεραγωνιῶν τε τοῦ Θυάμιδος, καὶ τῶν γινομένων μὴ πάντα ὁρᾶν οὐ φέρων, οὐ μὴν ἔνοπλός γε, τοῦ μή τινα λαβεῖν ὑπόνοιαν ὡς τῷ Θυάμιδι τοῦ ἔργου συνεφαψόμενος: ἀλλ̓ ἔνθα καθῆστο τοῦ τείχους ὑπ’ ὄψει τῆς Ἀρσάκης τὴν ἀσπίδα καὶ τὸ δόρυ καταθέμενος, καὶ ταῦτα περισκοπεῖν αὐτῇ πάλιν ἀνθ̓ ἑαυτοῦ παρασχών, συμπαρωμάρτει τοῖς δρόμοις, οὔτε ἁλισκομένου τοῦ Πετοσίριδος οὔτε κατὰ πολὺ φυγῇ φθάνοντος, ἀλλ̓ ἀεὶ ληφθησομένῳ προσεοικότος, καὶ τοσοῦτον ὑπεκφεύγοντος ὅσον εἰκὸς ἦν τοῦ ἀνόπλου καθυστερεῖν ὡπλισμένον τὸν Θύαμιν. εἰς ἅπαξ μὲν οὖν καὶ δεύτερον οὕτω περιήλασαν τὸ τεῖχος: ἀλλ̓ ὅτε δὴ ὁ τρίτος αὐτοῖς ἠνύετο κύκλος, ἤδη τὸ δόρυ τοῦ Θυάμιδος κατὰ τῶν μεταφρένων τἀδελφοῦ κατασείοντος καὶ μένειν ἢ βεβλῆσθαι διαπειλοῦντος, ἡ πόλις δὲ ὥσπερ ἐκ θεάτρου περιεστῶσα τοῦ τείχους ἠθλοθέτει τὴν θέαν, τότε δή πως εἴτε τι δαιμόνιον εἴτε τύχη τις τἀνθρώπεια βραβεύουσα, καινὸν ἐπεισόδιον ἐπετραγῴδει τοῖς δρωμένοις, ὥσπερ εἰς ἀνταγώνισμα δράματος ἀρχὴν ἄλλου παρεισφέρουσα, καὶ τὸν Καλάσιριν εἰς ἡμέραν καὶ ὥραν ἐκείνην ὥσπερ ἐκ μηχανῆς σύνδρομόν τε καὶ οὐκ εὐτυχῆ θεωρὸν τῷ περὶ ψυχῆς ἀγῶνι τῶν παίδων ἐφίστησι, πολλὰ μὲν ἀνατλάντα καὶ πάντα μηχανησάμενον, φυγάς τε ἑαυτῷ καὶ ἄλας ξενικὰς ἐπιβαλόντα, εἴ πως ἐκκλίνειε τὴν οὕτως ἀπηνῆ θέαν, ἐκνικηθέντα δὲ ὑπὸ τῆς εἱμαρμένης, καὶ ἰδεῖν ἃ πάλαι αὐτῷ οἱ θεοὶ προεθέσπισαν συνελαθέντα, πόρρωθεν μὲν τὰ τῆς διώξεως προκατοπτεύσαντα, ἐκ δὲ τῶν πολλάκις προρρηθέντων τοὺς παῖδας εἶναι τοὺς αὑτοῦ συννοήσαντα, καὶ συντονωτέροις ἢ καθ̓ ἡλικίαν δρόμοις, ἐπὶ τῷ φθῆναι τὴν εἰς τέλος αὐτῶν συμπλοκήν, καὶ τὸ γῆρας βιασάμενον.

  43. 7.7.1

    ὡς δ̓ οὖν ἐπέστη καὶ πλησίον ἤδη συμπαρέθει, τί ταῦτα ὦ Θύαμι καὶ Πετόσιρι; συνεχῶς ἐβόα. τί ταῦτα ὦ παῖδες; ἀνεκάλει πολλάκις. οἳ δ̓ οὐδέπω τὴν πατρῴαν γνωρίζοντες ὄψιν, τοῦ μὲν ἔτι τοῖς πτωχικοῖς ἠμφιεσμένου ῥάκεσιν, αὐτοὶ δὲ ὅλοι τῆς ἀγωνίας ὄντες, ὥς τινα τῶν ἀγυρτῶν ἢ καὶ ἄλλως ἐξεστηκότων παρήμειβον. τῶν δὲ ἐπὶ τοῦ τείχους οἳ μὲν ἐθαύμαζον ὡς ἀφειδοῦντα αὑτοῦ καὶ εἰς ξιφήρεις ἐμβάλλοντα, οἳ δὲ ὡς παραπλῆγα καὶ μάτην φερόμενον ἐγέλων. ἀλλ̓ ὅτε συνεὶς ὁ πρεσβύτης ὑπὸ τῆς εὐτελείας τοῦ σχήματος ἑαυτὸν οὐ γνωριζόμενον ἐγυμνώθη μὲν τῶν ἐπιβεβλημένων ῥακῶν, τὴν δὲ ἱερὰν κόμην ἄδετον οὖσαν καθῆκε, καὶ τὸ κατ̓ ὤμων φορτίον καὶ τὴν ἐν χερσὶ βακτηρίαν ἀπορρίψας ἔστη κατὰ πρόσωπον, καὶ ὤφθη γεραρός τε καὶ ἱεροπρεπής, ὑπώκλασέ τε ἠρέμα, καὶ τὰς χεῖρας εἰς ἱκετηρίαν προτείνας ὦ τέκνα σὺν δάκρυσιν ἀνωλόλυξεν, οὗτος ἐγὼ Καλάσιρις, οὗτος ἐγὼ πατὴρ ὁ ὑμέτερος: αὐτοῦ στῆτε, καὶ τὴν ἐκ μοιρῶν μανίαν στήσατε, τὸν φύντα καὶ ἔχοντες καὶ αἰδεσθέντες, τότε οἳ μὲν παρείθησαν, καὶ κατενεχθῆναι μικρὸν ἀπολιπόντες προσέπιπτον ἄμφω τῷ πατρί, καὶ τοῖς γόνασι περιφύντες, πρῶτα μὲν ἀτενέστερον ἐνορῶντες διηκρίβουν τὸν ἀναγνωρισμόν, ὡς δὲ οὐ φάσμα τὴν ὄψιν ἀλήθειαν δὲ ἐγνώρισαν, πολλὰ ἅμα καὶ ἐξ ἐναντίων ἔπασχον. ἥδοντο ἐπὶ τῷ φύντι σωζομένῳ παῤ ἐλπίδας: ἐφ̓ ᾗ κατελαμβάνοντο πράξει, καὶ ἠνιῶντο καὶ ᾐσχύνοντο: τῆς ἀδηλίας τῶν ἀποβησομένων εἰς ἀγωνίαν καθίσταντο.

  44. 7.7.2

    καὶ ταῦτα ἔτι τῶν ἐκ τῆς πόλεως θαυμαζόντων, καὶ λεγόντων μὲν οὐδὲν οὐδὲ πραττόντων, ὥσπερ δὲ ἀχανῶν ὑπ’ ἀγνοίας καὶ τοῖς γεγραμμένοις παραπλησίων πρὸς μόνην τὴν θέαν ἐπτοημένων, ἕτερον ἐγίνετο παρεγκύκλημα τοῦ δράματος ἡ Χαρίκλεια. κατ̓ ἴχνος γὰρ ἐφεπομένη τοῦ Καλασίριδος, καὶ πόρρωθεν ἀναγνωρίσασα τὸν Θεαγένην ʽὀξὺ γάρ τι πρὸς ἐπίγνωσιν ἐρωτικῶν ὄψις, καὶ κίνημα πολλάκις καὶ σχῆμα μόνον, κἂν πόρρωθεν ᾖ κἂν ἐκ νώτων, τῆς ὁμοιότητος τὴν φαντασίαν παρέστησεν̓, ὥσπερ οἰστρηθεῖσα ὑπὸ τῆς ὄψεως, ἐμμανὴς ἐπ’ αὐτὸν ἵεται: καὶ περιφῦσα τοῦ αὐχένος ἀπρὶξ εἴχετο καὶ ἐξήρτητο, καὶ γοεροῖς τισὶ κατησπάζετο θρήνοις. ὃ δέ, οἷον εἰκός, ὄψιν τε ῥυπῶσαν καὶ πρὸς τὸ αἰσχρότερον ἐπιτετηδευμένην ἰδὼν καὶ ἐσθῆτα τετρυχωμένην καὶ κατερρωγυῖαν, ὥσπερ τινὰ τῶν ἀγειρουσῶν καὶ ἀληθῶς ἀλῆτιν διωθεῖτο καὶ παρηγκωνίζετο. καὶ τέλος, ἐπειδὴ οὐ μεθίει, ὡς ἐνοχλοῦσαν καὶ τῇ θέᾳ τῶν ἀμφὶ Καλάσιριν ἐμποδὼν ἱσταμένην καὶ διερράπισεν. ἣ δὲ ὦ Πύθιε πρὸς αὐτὸν ἠρέμα: οὐδὲ τοῦ λαμπαδίου μέμνησαι; καὶ τότε Θεαγένης ὥσπερ βέλει τῷ ῥήματι βληθείς, καὶ τῶν συγκειμένων αὐτοῖς συμβόλων τὸ λαμπάδιον γνωρίσας, ἐνατενίσας τε καὶ ταῖς βολαῖς τῶν ὀφθαλμῶν τῆς Χαρικλείας ὥσπερ ὑπ’ ἀκτῖνος ἐκ νεφῶν διαττούσης καταυγασθεὶς περιέβαλλέ τε καὶ ἐνηγκαλίζετο.

  45. 7.7.3

    καὶ τέλος τὸ πρὸς τῷ τείχει σύμπαν μέρος καθ̓ ὃ προκαθῆστο ἡ Ἀρσάκη διοιδουμένη καὶ οὐκ ἄνευ ζηλοτυπίας ἤδη τὴν Χαρίκλειαν θεωμένη, σκηνογραφικῆς ἐπληροῦτο θαυματουργίας.

  46. 7.8.1

    λέλυτο μὲν ἄθεσμος ἀδελφῶν πόλεμος, καὶ ἀγὼν ὁ δἰ αἵματος κριθήσεσθαι προσδοκώμενος εἰς κωμικὸν ἐκ τραγικοῦ τὸ τέλος κατέστρεφε. πατὴρ τοὺς παῖδας ξιφήρεις ἐπ’ ἀλλήλους καὶ μονομαχοῦντας θεασάμενος, καὶ τὸν παρὰ τοσοῦτον τῶν τέκνων θάνατον ἐν ὀφθαλμοῖς τοῖς γεννήσασι δυστυχῆσαι κινδυνεύσας, εἰρήνης αὐτοῖς ἐγίνετο πρύτανις, διαδρᾶναι μὲν τὸ προωρισμένον ἐκ μοιρῶν ἀδυνατήσας, εἰς καιρὸν δὲ ἐπιστῆναι τοῖς ἀποκεκληρωμένοις εὐτυχήσας. παῖδες τὸν φύντα μετὰ δεκαετοῦς ἄλης χρόνον ἐκομίζοντο, καὶ τὸν αἴτιον τῆς ἐπὶ τῇ προφητείᾳ καὶ μέχρις αἵματος στάσεως αὐτοὶ μικρὸν ὕστερον κατέστεφον καὶ τοῖς συμβόλοις τῆς ἱερωσύνης ἀναδοῦντες παρέπεμπον. ἐφ̓ ἅπασι δὲ τὸ ἐρωτικὸν μέρος τοῦ δράματος, ἡ Χαρίκλεια καὶ ὁ Θεαγένης ἐπήκμαζον, ὡραῖοι καὶ χαρίεντες οὕτω νέοι, παῤ ἐλπίδα πᾶσαν ἀλλήλους ἀπειληφότες, καὶ πλέον τῶν ἄλλων εἰς τὴν ἐφ̓ ἑαυτοὺς θέαν τὴν πόλιν ἐπιστρέφοντες. ἐξεχύθη γοῦν πᾶσα διὰ πυλῶν, καὶ τὸ προκείμενον πεδίον ἐπλήρου διὰ πάσης ἡλικίας, τοῦ μὲν ἐφηβεύοντος τῆς πόλεως καὶ εἰς ἄνδρας ἄρτι παραλλάττοντος τῷ Θεαγένει προστρέχοντος, τῷ δὲ Θυάμιδι τῆς ἀκμαζούσης ἡλικίας καὶ τοὺς ἄνδρας ὁλοκλήρως πληρούσης καί τι καὶ ἀναγνωρίζειν τὸν Θύαμιν ἐχούσης. τὸ δὲ παρθενεῦον τοῦ ἄστεος καὶ νυμφῶνας ἤδη φανταζόμενον τὴν Χαρίκλειαν περιεῖπε: πρεσβυτικὸν δὲ καὶ ἱερὸν ἅπαν γένος ἐδορυφόρει τὸν Καλάσιριν. καὶ πομπή τις ἱεροπρεπὴς αὐτοσχέδιος ἐστέλλετο, τοὺς μὲν Βησσαεῖς τοῦ Θυάμιδος ἀποπέμψαντος, καὶ χάριν τε τὴν γινομένην ὑπὲρ τῆς προθυμίας ὁμολογήσαντος, καὶ βοῦς μὲν ἑκατὸν χίλια δὲ πρόβατα καὶ δραχμὰς ἑκάστῳ δέκα μικρὸν ὕστερον εἰς πληρουμένην τὴν σελήνην ἀποστέλλειν ἐπαγγειλαμένου, τὸν αὐχένα δὲ ὑπάγοντος ταῖς χερσὶ τοῦ πατρός, καὶ τὴν πορείαν ἐπικουφίζοντος, καὶ τὴν βάσιν τοῦ πρεσβύτου πρὸς τὸ παῤ ἐλπίδα χαῖρον ἠρέμα παραλυομένην ἐφεδράζοντος. ἐποίει δὲ ταὐτὸν ἐκ θατέρων καὶ ὁ Πετόσιρις. καὶ ὑπὸ λαμπάσιν ἡμμέναις ἐπὶ τὸν νεὼν τῆς Ἴσιδος κατήγετο ὁ πρεσβύτης, ὑπὸ κρότῳ καὶ εὐφημίᾳ πολλῇ δορυφορούμενος, πολλῶν ἅμα συρίγγων καὶ αὐλῶν ἱερῶν ἐπηχούντων καὶ πρὸς χοροὺς τὸ ἀγέρωχον τῆς ἡλικίας ἐκβακχευόντων. οὐ μὴν οὐδὲ ἡ Ἀρσάκη κατόπιν ἐλείπετο τῶν δρωμένων, ἀλλ̓ ἴδιον δορυφόρημα καὶ πομπείαν καθ̓ ἑαυτὴν ὑπέρογκόν τινα σοβοῦσα, ὅρμους καὶ πολὺν χρυσὸν ἐνέβαλεν εἰς τὸ Ἴσειον, οὑτωσὶ μὲν δοκεῖν, δἰ ἅπερ καὶ ἡ λοιπὴ πόλις, ἐκ μόνου δὲ τοῦ Θεαγένους τὸν ὀφθαλμὸν ἀναρτήσασα, καὶ πλέον τῶν ἄλλων τῆς ἐκείνου θέας ἐμφορουμένη, οὐ μὴν ἔχουσά γε καθαρὸν τὸ ἡδόμενον: ἀλλὰ τὴν Χαρίκλειαν ὁ Θεαγένης ἐξ ὠλένης χειραγωγῶν, καὶ τὴν ὀχλικὴν ἐπιφορὰν ἀναστέλλων, δριμύ τι τῇ Ἀρσάκῃ ζηλοτυπίας κέντρον ἐνέβαλεν. ὡς οὖν ἐντὸς ἐγεγόνει τῶν ἀνακτόρων ὁ Καλάσιρις, ῥίπτει μὲν ἑαυτὸν ἐπὶ πρόσωπον, τοῖς δὲ ἴχνεσι προσφὺς τοῦ ἀγάλματος, ὡρῶν τε ἐπὶ πλεῖστον οὕτως ἔχων, ὀλίγου μὲν καὶ ἐκθανεῖν ἐδέησεν, ἀναλαβόντων δὲ τῶν περιεστώτων μόλις διαναστάς, καὶ σπείσας τε τῇ θεῷ καὶ κατευξάμενος, ἀφελὼν τῆς ἑαυτοῦ κεφαλῆς τὸν τῆς ἱερωσύνης στέφανον τὸν παῖδα τὸν Θύαμιν κατέστεφεν, αὐτὸς μὲν ἤδη γηραιός τε εἶναι πρὸς τὸ πλῆθος εἰπών, καὶ ἄλλως προορᾶν τὴν τελευταίαν πλησιάζουσαν, τὸν δὲ παῖδα πρεσβύτερον ὄντα τοῦ γένους χρεωστεῖσθαί τε τὰ σύμβολα τῆς προφητείας ἐκ τοῦ νόμου καὶ ἱκανῶς ἔχειν ψυχῆς τε ἅμα καὶ σώματος πρὸς τὰς τῆς ἱερωσύνης λειτουργίας.

  47. 7.9.1

    ἐκβοησάντων δὲ πρὸς ταῦτα τοῦ δήμου, καὶ συγκατατίθεσθαι διὰ τῶν ἐπαίνων παραδηλούντων, αὐτὸς μὲν τοῦ νεὼ μέρος τι καταλαβών, ὃ δὴ τοῖς προφητεύουσιν ἀποκεκλήρωτο, τούς τε παῖδας ἔχων ἅμα καὶ τοὺς περὶ τὸν Θεαγένην ἐγκατέμεινεν: οἱ λοιποὶ δὲ εἰς οἴκησιν ἕκαστος τὴν ἑαυτοῦ ἀπεχώρουν.

  48. 7.9.2

    ἀπεχώρει δὲ καὶ ἡ Ἀρσάκη, μόλις μὲν καὶ πολλάκις ἀναστρέφουσα καὶ πλείονι θεραπείᾳ δῆθεν τῇ περὶ τὴν θεὸν ἐναλύουσα: πλὴν ἀλλ̓ ἀπεχώρει γε ὀψέ ποτε, καὶ θαμὰ πρὸς τὸν Θεαγένην, ἕως ἐξῆν, ἐπιστρέφουσα. ἐπεὶ δ̓ οὖν εἰς τὴν βασίλειον αὐλὴν ἦλθε, διαμπὰξ ἐπὶ τὸν θάλαμον ἵεται, καὶ καταβαλοῦσα ἑαυτὴν ἐπὶ τῆς κλίνης, ὡς εἶχε σχήματος, ἔκειτο ἄναυδος, γύναιον καὶ ἄλλως πρὸς ἄσεμνον ἡδονὴν ἐπίφορον, τότε δὲ πλέον ὑπὸ θέας ἀμάχου τῆς Θεαγένους, καὶ τὰς πώποτε εἰς πεῖραν ἐλθούσας ὄψεις ὑπερπαιούσης, ἀνακαιόμενον. παννύχιος γοῦν ἔκειτο, πυκνὰ μὲν πρὸς ἑκατέραν πλευρὰν τὸ σῶμα στρέφουσα, πυκνὰ δὲ καὶ βύθιον ἐπιστένουσα, νῦν μὲν ὀρθουμένη νῦν δὲ ὀκλάζουσα ἐπὶ τῆς στρωμνῆς, καὶ τῆς ἐσθῆτος ἑαυτὴν κατὰ μέρος ἀπογυμνοῦσα, καὶ αὖθις ἀθρόον ἐπὶ τὴν εὐνὴν καταφέρουσα. καί ποτε καὶ παιδίσκην ἀπροφασίστως προσκαλέσασα, αὖθις ἀπέπεμπεν οὐδὲν ἐπιστείλασα. καὶ ἁπλῶς εἰς μανίαν ἐλάνθανε λοιπὸν ὁ ἔρως ὑποφερόμενος, ἕως δή τις πρεσβῦτις, ὄνομα Κυβέλη, τῶν θαλαμηπόλων καὶ συνήθως τὰ ἐρωτικὰ τῇ Ἀρσάκῃ διακονουμένων, εἰσδραμοῦσα εἰς τὸν θάλαμον ʽἔλαθε γὰρ αὐτὴν οὐδ̓ ὁτιοῦν τῶν γινομένων, ἅτε λύχνου φαίνοντος καὶ οἷον συνεξάπτοντος τῇ Ἀρσάκῃ τὸν ἔρωτἀ τί ταῦτα, ἔλεγεν, ὦ δέσποινα; τί σε νέον ἢ καινὸν ἀλγύνει πάθος; τίς πάλιν ὀφθεὶς τὴν ἐμὴν διαταράττει τροφίμην; τίς οὕτως ἀλαζὼν καὶ ἔκφρων ὡς τοῦ κατὰ δὲ τοσούτου κάλλους μὴ ἡττῆσθαι, μηδὲ εὐδαιμονίαν ἡγεῖσθαι τὴν δὴν ἐράσμιον ὁμιλίαν, ἀλλὰ νεῦμα τὸ σὸν καὶ βουλὴν ὑπερφρονεῖν; ἔξειπε μόνον, ὦ γλυκύτατον ἐμοὶ παιδίον: οὐδεὶς οὕτως ἀδαμάντινος ὡς μὴ τοῖς ἡμετέροις ἁλῶναι θελγήτροις. ἔξειπε, καὶ οὐκ ἂν φθάνοις ἀνύουσα τὰ κατὰ γνώμην. ἔργοις δέ, οἶμαι, πολλάκις τὴν πεῖραν εἴληφας.

  49. 7.10.1

    ἣ μὲν ταῦτα καὶ ὅμοια ἕτερα κατεπῇδε, πολλὰ τοῖς ποσὶ τῆς Ἀρσάκης προσκνυζομένη, καὶ παντοίαις κολακείαις ἐξειπεῖν τὸ πάθος ἐπαγομένη: ἣ δὲ μικρὸν ἐφησυχάσασα, βέβλημαι, εἶπεν, ὦ μητέριον, ὡς οὔπω πρότερον: καὶ πολλὰ δὴ πρὸς σοῦ καὶ πολλάκις εὖ παθοῦσα ἐν ὁμοίαις ταῖς χρείαις, οὐκ οἶδα εἰ καὶ νῦν ἕξω κατορθοῦσαν. ὁ γάρ τοι πόλεμος ὁ πρὸ τῶν τειχῶν τήμερον ὀλίγου μὲν συγκροτηθεὶς ἀθρόον δὲ κατασταλεὶς τοῖς μὲν ἄλλοις ἀναίμακτος ἀπεφάνθη καὶ εἰς εἰρήνην κατέστρεψεν, ἐμοὶ δὲ ἀρχή τις ἀληθεστέρου πολέμου καὶ τραῦμα οὐ μέρους μόνον ἢ μέλους ἀλλὰ καὶ ψυχῆς αὐτῆς γέγονε, τὸν ξένον ἐκεῖνον νεανίαν, τὸν τῷ Θυάμιδι κατὰ τὴν μονομαχίαν παραθέοντα, οὐκ εὐτυχῶς ἐπιδείξας. οἶσθά που πάντως ὦ μῆτερ ὃν λέγω: οὐδὲ γὰρ μικρῷ τῷ μέσῳ τοὺς ἄλλους τῷ κάλλει κατήστραπτεν, οὐδ̓ ὥστε καὶ ἄγροικόν τινα λαθεῖν καὶ τῶν καλῶν ἀνέραστον, μή τοί γε δὴ δὲ καὶ τὴν σὴν πολυπειρίαν. ὥστε, ὦ φιλτάτη, τὸ μὲν βέλος τοὐμὸν ἔγνωκας, ὥρα δέ σοι κινεῖν πᾶσαν μηχανήν, πᾶσαν πρεσβυτικὴν ἴυγγα καὶ αἱμυλίαν, εἴπερ δὴ βούλει σοι περιεῖναι τὴν τροφίμην: ὡς οὐκ ἔστιν ὅπως βιώσομαι μὴ πάντως ἐκείνου τυγχάνουσα. γινώσκω, ἔφη, τὸν νεανίαν, ἡ γραῦς. εὐρύς τις ἦν τὰ στέρνα καὶ τοὺς ὤμους, καὶ τὸν αὐχένα ὄρθιον καὶ ἐλεύθερον ὑπὲρ τοὺς ἄλλους αἴρων, καὶ εἰς κορυφὴν τοὺς ἅπαντας ὑπερέχων, γλαυκιῶν τὸ βλέμμα, καὶ ἐπέραστον ἅμα καὶ γοργὸν προσβλέπων, ὁ καταβόστρυχός που πάντως ἐκεῖνος, τὴν παρειὰν ἄρτι ξανθῷ τῷ ἰούλῳ περιστέφων: ᾧ γύναιόν τι ξενικόν, οὐκ ἄωρον μὲν ἄλλως δὲ ἰταμόν, ὡς ἐδόκει, προσδραμὸν αἰφνίδιον περιέφυ καὶ περιπλακὲν ἐξήρτητο. ἢ οὐ τοῦτον λέγεις ὦ δέσποινα; τοῦτον, ἔφη, μαμμίδιον: εὖ γάρ με καὶ τὸ παράσημον ὑπέμνησας, τὴν ἀλιτήριον ἐκείνην καὶ τῶν ἀπ̓ οἰκήματος, ἐπὶ μικρῷ καὶ τῶν πολλῶν καὶ ἐπιτετηδευμένῳ κάλλει μέγα μὲν φανταζομένην, πλὴν ἀλλ̓ ἐμοῦ γε δὴ εὐτυχοῦσαν πλέον, εἰ τοιοῦτον κεκλήρωται τὸν ἐρώμενον. βραχὺ δὴ πρὸς ταῦτα καὶ σεσηρὸς ὑπομειδιάσασα ἡ πρεσβῦτις, θάρσει, ἔφη, ὦ δέσποινα. εἰς τὴν τήμερον ἐκείνη καλὴ τῷ ξένῳ νενόμισται: εἰ δὲ σοὶ καὶ τῷ σῷ κάλλει προστυχεῖν αὐτὸν ἀνύσαιμι, χρυσᾶ φασὶ χαλκείων ἀλλάξεται, ὡς ἑταιρίδιον τὸ ἐθελάστειον ἐκεῖνο καὶ μάτην θρυπτόμενον παραγκωνισάμενος. εἰ γὰρ οὕτω ποιήσεις, Κυβέλιον φίλτατον, δυοῖν δἰ ἑνός μοι γενήσῃ νόσων ἰατρός, ἔρωτός τε καὶ ζηλοτυπίας, τὸν μὲν ἐμπλήσασα, τῆς δὲ ἀπαλλάξασα. καὶ ἥ, γενήσεται, εἶπεν, τό γε ἐπ’ ἐμοί. σὺ δέ μοι σαυτὴν ἀναλαμβάνειν καὶ τὸ παρὸν ἡσυχάζειν, μηδὲ δυσθυμοῦσα προαποκάμνειν, ἀλλ̓ εὔελπις εἶναι.

  50. 7.11.1

    ταῦτ̓ εἶπε, καὶ ἀφελοῦσα τὸν λύχνον, ἐπικλεισαμένη τε τοῦ θαλάμου τὰς θύρας, ἐξώρμησεν. οὔπω δὲ ἀκριβῶς ἡμέρας ἐπῃσθημένη, τῶν τε βασιλείων εὐνούχων ἕνα παραλαβοῦσα, καὶ ἄλλην θεράπαιναν ἅμα ποπάνοις καὶ ἑτέροις δή τισι θύμασιν ἕπεσθαι προστάξασα, ἐπὶ τὸ Ἴσειον ἔσπευδεν. ὡς δὲ τοῖς προθύροις ἐπέστη, θυσίαν ἄγειν τῇ θεῷ λέγουσα ὑπὲρ τῆς δεσποίνης Ἀρσάκης, ἐκ τινῶν ὀνειράτων τεταραγμένης καὶ ἐξιλεώσασθαι τὰ ὀφθέντα βουλομένης, τῶν νεωκόρων διεκώλυέ τις καὶ ἀπέπεμπε, κατηφείας τὰ περὶ τὸ ἱερὸν ἐμπεπλῆσθαι φάσκων: τὸν γὰρ δὴ προφήτην τὸν Καλάσιριν μακροῖς χρόνοις εἰς τὴν οἰκείαν ἐπανήκοντα ἑστιαθῆναι μὲν λαμπρῶς ἅμα τοῖς φιλτάτοις κατὰ τὴν ἑσπέραν, καὶ πρὸς πᾶσαν ἄνεσιν καὶ ψυχαγωγίαν ἑαυτὸν ἐκδοῦναι, μετὰ δὲ τὴν εὐωχίαν σπεῖσαί τε καὶ πολλὰ ἐπεύξασθαι τῇ θεῷ, καὶ τοῖς παισὶν εἰπόντα ὡς ἄχρι τοῦ παρόντος ὄψονται τὸν πατέρα, καὶ πολλὰ ἐπισκήψαντα τῶν σὺν αὐτῷ νέων Ἑλλήνων ἀφιγμένων ὡς ἔνι μάλιστα προνοεῖν, καὶ ἐν οἷς ἂν βουλομένοις αὐτοῖς γίνηται τὰ δυνατὰ συμπράττειν, κατακλίναντά τε αὑτόν, καὶ εἴτε διὰ τὸ τῆς χαρᾶς μέγεθος, τῶν πνευματικῶν πόρων εἰς ὑπερβολὴν ἀνεθέντων καὶ χαλασθέντων, οἷα δὴ γηραιοῦ τοῦ σώματος ἀθρόον διαφορηθέντος, εἴτε καὶ θεῶν αἰτήσαντι τοῦτο παρασχομένων, εἰς ἀλεκτρυόνων ᾠδὰς τετελευτηκότα γνωσθῆναι, τῶν παίδων, ἐξ ὧν προύλεγεν ὁ πρεσβύτης, παννύχιον παρατηρούντων. καὶ νῦν, ἔφη, διεπεμψάμεθα τοὺς μετακαλέσοντας τὸ λοιπὸν τῶν κατὰ τὴν πόλιν προφητικῶν τε καὶ ἱερατικῶν γένος, ὡς ἂν τὰ νομιζόμενα ἐπ’ αὐτῷ τῆς κηδείας κατὰ τὸν πάτριον νόμον τελοῖεν. ἀποχωρητέον οὖν ὑμῖν: οὐ γὰρ θέμις μὴ ὅ τι γε θύειν, ἀλλ̓ οὐδὲ ἐπιβαίνειν τοῦ νεὼ πλὴν τοῖς ἱερωμένοις, ἑπτὰ τούτων ὅλων τῶν ἐχομένων ἡμερῶν. πῶς οὖν οἱ ξένοι διάξουσιν; ἔφασκεν ἡ Κυβέλη. καὶ ὅς, καταγώγιον αὐτοῖς εὐτρεπισθῆναι πλησίον καὶ ἔξω που περὶ τὸν νεὼν ὁ νέος προφήτης ὁ Θύαμις ἐπέστειλε: καὶ ὡς ὁρᾷς, αὐτοί γε οὗτοι προσίασι, τῷ νόμῳ πειθόμενοι καὶ ἐξοικίζοντες ἑαυτοὺς τῶν ἱερῶν τὸ παρόν. ἡ δὴ Κυβέλη τὴν ξυντυχίαν ἅρπαγμα καὶ ὥσπερ ἄγρας ἀρχὴν ποιησαμένη, οὐκοῦν, ἔφη, ὦ νεωκόρων θεοφιλέστατε, καιρὸς τούς τε ξένους καὶ ἡμᾶς ἅμα εὖ ποιεῖν, μᾶλλον δὲ Ἀρσάκην μεγάλου βασιλέως ἀδελφήν: οἶσθα γὰρ ὡς φιλέλλην τέ ἐστι καὶ δεξιόν τι χρῆμα περὶ ξένων ὑποδοχήν. λέγε οὖν πρὸς τοὺς νέους ὡς κατὰ πρόσταγμα τοῦ Θυάμιδος ἐν ἡμετέρου τὸ καταγώγιον αὐτοῖς ηὐτρέπισται. ἐποίησεν οὕτως ὁ νεωκόρος, οὐδὲν τῶν βυσσοδομευομένων ὑπὸ τῆς Κυβέλης ὑποτοπήσας, ἀλλ̓ εὐεργετήσειν τε οἰόμενος τοὺς ξένους, εἰ πρόξενος αὐτοῖς αὐλῆς σατραπικῆς γένοιτο, καὶ ἅμα τοῖς αἰτοῦσι τὴν χάριν, ἀβλαβῆ καὶ ταῦτα οὖσαν καὶ ἀζήμιον, καθικετεύσειν. κατηφεῖς δὲ καὶ δεδακρυμένους πλησιάσαντας τοὺς περὶ τὸν Θεαγένην ἰδὼν ὁ νεωκόρος, οὐκ ἔννομα μέν, ἔφη, οὐδὲ συγκεχωρημένα ἐκ τῶν πατρίων διαπράττεσθε, καὶ ταῦτα προαπηγορευμένον ὑμῖν, ὀδυρόμενοι καὶ θρηνοῦντες ἄνδρα προφήτην, ὃν χαίροντας καὶ εὐφημοῦντας ἐκπέμπειν, ὡς τῆς βελτίονος μετειληχότα λήξεως καὶ πρὸς τῶν κρειττόνων κεκληρωμένον, ὁ θεῖος καὶ ἱερὸς παρεγγυᾷ λόγος. πλὴν ἀλλὰ συγγνωστὰ μὲν ὑμῖν, πατέρα, ὥς φατε, καὶ κηδεμόνα καὶ ἐλπίδα τὴν μόνην ἀποβεβληκόσιν, οὐ μὴν ἀθυμητέα παντάπασιν. ὁ γὰρ Θύαμις οὐ τῆς ἱερωσύνης μόνον τῆς ἐκείνου ἔοικεν εἶναι διάδοχος, ἀλλὰ καὶ τῆς περὶ ὑμᾶς διαθέσεως. τὰ γοῦν πρῶτα προνοηθῆναι ὑμῶν ἐπέστειλε, καὶ καταγώγιον ὑμῖν ηὐτρέπισται λαμπρόν, καὶ οἷον εὔξαιτ̓ ἄν τις καὶ τῶν εὐδαιμόνων καὶ ἐγχωρίων, μή τοί γε δὴ ξένων καὶ εὐτελέστερον τὰ νῦν πράττειν δοκούντων. ἕπεσθε δὴ κοινὴν ὑμῶν μητέρα τήνδε νομίσαντες, δείξας τὴν Κυβέλην, καὶ ξεναγούσῃ πείθεσθε.

  51. 7.12.1

    ταῦτα ἐκεῖνος μὲν ἔλεγεν, ἐποίουν δὲ οἱ περὶ τὸν Θεαγένην, τὸ μέν τι πρὸς τῶν παῤ ἐλπίδα προσπεπτωκότων βεβυθισμένοι τὴν διάνοιαν, τὸ δὲ ἀγαπῶντες ὁπουδὴ τὸ παρὸν καταγωγῆς τε καὶ καταφυγῆς τυχεῖν, φυλαξάμενοι ἄν, ὡς τὸ εἰκός, εἰ τὸ τραγικὸν τῆς οἰκήσεως καὶ ὑπέρογκον καὶ πρὸς κακοῦ γενησόμενον αὐτοῖς ὑπείδοντο. νυνὶ δὲ ἡ τὰ κατ̓ αὐτοὺς ἀθλοθετοῦσα τύχη, πρὸς ὀλίγον ὡρῶν μέρος ἀναπαύσασα καὶ εἰς χαρὰν ἐφήμερον ἀνεῖσα, παραχρῆμα τὰ λυποῦντα ἐπισυνῆπτε, καὶ δεσμώτας ὥσπερ αὐθαιρέτους τῇ πολεμίᾳ προσῆγε, δἰ ὀνόματος φιλανθρώπου ξενίας νέους καὶ ξένους καὶ ἀπείρους τοῦ μέλλοντος αἰχμαλωτίζουσα. οὕτως ἄρα ὁ πλανήτης βίος οἷον τυφλότητα τὴν ἄγνοιαν ἐπιβάλλει τοῖς ξενιτεύουσιν. οὗτοι γοῦν ἐπειδὴ τάχιστα παρῆλθον εἰς τὰ σατραπεῖα, προπυλαίοις τε ἐντυχόντες ὑπερόγκοις καὶ πλέον ἢ κατὰ ἰδιωτικὴν οἴκησιν ἐξῃρμένοις, φαντασίας τε δορυφόρων καὶ κόμπου τῆς ἄλλης θεραπείας ἐμπεπλησμένοις, ἐθαύμαζον μὲν καὶ διεταράττοντο, τῆς παρούσης κατ̓ αὐτοὺς τύχης τὴν οἴκησιν ὑπερέχουσαν ὁρῶντες, εἵποντο δ̓ οὖν τῇ Κυβέλῃ πολλὰ προτρεπομένῃ καὶ θαρσεῖν παρακελευομένῃ, καὶ τεκνία συνεχῶς καὶ φιλτάτους ἀνακαλούσῃ, καὶ ὡς εὔθυμα χρὴ προσδοκᾶν τὰ διαδεξόμενα παρεγγυώσῃ. καὶ τέλος, ἐπειδήπερ αὐτοὺς εἰς τὸ δωμάτιον οὗ κατήγετο ἡ πρεσβῦτις, ἀνακεχωρηκός πως καὶ ἰδιάζον, ἐγκατέστησε, μεταστησαμένη τοὺς παρόντας καὶ μόνη παρακαθισαμένη, ὦ τέκνα, ἔλεγε, τῆς μὲν κατειληφυίας ὑμᾶς κατηφείας τὸ παρὸν τὴν αἰτίαν ἔγνων, καὶ ὡς ὁ προφήτης ὑμᾶς ὁ Καλάσιρις τελευτήσας λελύπηκεν, ἐν πατρὸς ὑμῖν χώρᾳ γεγονώς: δίκαια δ̓ ἂν ποιοῖτε καὶ οἵ τινες ἢ πόθεν ἐστὲ λέγοντες. ὅτι μὲν γὰρ Ἕλληνες, καὶ τοῦτο ἔγνων: καὶ ὅτι τῶν εὖ γεγονότων, πάρεστι τοῖς ὁρωμένοις τεκμαίρεσθαι: βλέμμα γὰρ οὕτω λαμπρὸν καὶ εὐσχήμων ὄψις ἅμα καὶ ἐπέραστος εὐγενείας ἔμφασιν παρίστησιν. ἀλλὰ τῆς ποίας Ἑλλάδος ἢ πόλεως τίνος, καὶ τίνες ὄντες, καὶ ὅπως δεῦρο πλανηθέντες ἀφίκεσθε, βουλομένῃ μοι μαθεῖν ὑπὲρ συνοίσοντος τοῦ ὑμετέρου κατείπατε, ὡς ἂν καὶ πρὸς δέσποιναν τὴν ἐμὴν Ἀρσάκην, τὴν μεγάλου μὲν βασιλέως ἀδελφήν, Ὀροονδάτῃ δὲ τῷ μεγίστῳ σατραπῶν συνοικοῦσαν, φιλέλληνά τε καὶ φίλαβρον καὶ ξένων εὐεργέτιν, ἔχοιμι τὰ καθ̓ ὑμᾶς ἐξαγγέλλειν ὑπὲρ τοῦ καὶ μετὰ πλείονος ὑμᾶς καὶ τῆς χρεωστουμένης τιμῆς ὀφθῆναι. ἐρεῖτε δὲ καὶ πρὸς γυναῖκα οὐ παντάπασιν ἀλλοτρίαν ὑμῖν: εἰμὶ γάρ τοι καὶ αὐτὴ τὸ γένος Ἑλληνίς, καὶ Λεσβία τὴν πόλιν, ὑπ’ αἰχμαλωσίας μὲν ἀχθεῖσα δεῦρο, πράττουσα δὲ τῶν οἴκοι βέλτιον. εἰμὶ γάρ τοι τῇ δεσποίνῃ τὰ πάντα, καὶ μόνον οὐκ ἀναπνεῖ με καὶ ὁρᾷ, ἀλλὰ καὶ νοῦς ἐκείνῃ καὶ ὦτα καὶ πάντα τυγχάνω, τοὺς καλοὺς αὐτῇ κἀγαθοὺς γνωρίζουσα ἀεὶ καὶ τὸ πιστὸν διὰ πάντων ἀπορρήτων φυλάττουσα.

  52. 7.12.2

    τοῦ δὴ Θεαγένους τὰ εἰρημένα παρὰ τῆς Κυβέλης τοῖς πεπραγμένοις τῇ προτεραίᾳ παρὰ τῆς Ἀρσάκης παράλληλα καθ̓ ἑαυτὸν ἀντεξετάζοντος, καὶ ὡς ἀτενὲς αὐτῷ καὶ ἰταμὸν συνεχές τε καὶ τῶν ἀπρεπεστέρων δηλωτικὸν προσέβλεπεν ἐννοοῦντος, καὶ ἀγαθὸν οὐδὲν ἐπὶ τοῖς μέλλουσι καταμαντευομένου, μέλλοντός τε ἤδη τι λέγειν πρὸς τὴν πρεσβῦτιν, ἠρέμα προσκύψασα πρὸς τὸ οὖς ἡ Χαρίκλεια, τῆς ἀδελφῆς, ἔφη, μέμνησο ἐφ̓ οἷς ἂν λέγῃς.

  53. 7.13.1

    συνεὶς οὖν τὸ δηλούμενον, ὦ μῆτερ, ἔφη, τὸ μὲν Ἕλληνας εἶναι καὶ αὐτή που μαθοῦσα τυγχάνεις, ἀδελφοὶ δὲ ὄντες πατέρων ὑπὸ λῃσταῖς ἁλόντων ἐπὶ ζήτησιν ἐξορμήσαντες χαλεπωτέραις ἐκείνων τύχαις κεχρήμεθα, ὠμοτέροις ἀνδράσι περιπεσόντες, καὶ πάντων μὲν τῶν ὄντων ʽπολλὰ δὲ ἦν̓ ἀποσυληθέντες, μόλις δὲ αὐτοὶ περισωθέντες. καὶ κατά τι δεξιὸν βούλημα δαίμονος τῇ πρὸς τὸν ἥρωα Καλάσιριν συντυχίᾳ χρησάμενοι, ἀφιγμένοι τε ἐνταῦθα ὡς τὸ λοιπὸν τοῦ χρόνου μετ̓ αὐτοῦ βιωσόμενοι, νῦν, ὡς ὁρᾷς, πάντων ἔρημοι καὶ μόνοι περιλελείμμεθα, τὸν δοκοῦντα καὶ ὄντα πατέρα μετὰ τῶν ἄλλων προσαπολωλεκότες. τὰ μὲν δὴ καθ̓ ἡμᾶς ταῦτα: σοὶ δὲ πλείστη μὲν χάρις καὶ τῆς νῦν δεξιώσεως καὶ ξεναγίας, χαρίσαιο δ̓ ἂν πλέον, εἰ καθ̓ ἑαυτοὺς ἡμῖν διάγειν τε καὶ λανθάνειν παράσχοις, τὴν εὐεργεσίαν ἣν ἀρτίως ἔφασκες καὶ τὸ γνωρίζειν ἡμᾶς πρὸς Ἀρσάκην ὑπερθεμένη, μηδὲ ἐπεισάγοις οὕτω λαμπρᾷ καὶ εὐδαίμονι τύχῃ ξένον καὶ ἀλήτην καὶ στυγνάζοντα βίον: τὰς γὰρ δὴ γνώσεις καὶ τὰς ἐντεύξεις ἐκ τῶν ὁμοίων, ὡς οἶσθα, γίνεσθαι καλόν.

  54. 7.14.1

    οὐκ ἐκαρτέρησεν ἡ Κυβέλη τούτων εἰρημένων, ἀλλὰ καὶ τῇ διαχύσει τοῦ προσώπου κατάδηλος ἐγεγόνει σφόδρα ὑπερησθεῖσα εἰς τὴν ἀκοὴν τῶν ἀδελφῶν, ἐνθυμουμένη μηδὲν κώλυμα μηδὲ ἐμπόδιον ἕξειν πρὸς τὰ ἐρωτικὰ τῆς Ἀρσάκης τὴν Χαρίκλειαν. καὶ ὦ κάλλιστε νεανιῶν ἔφη, οὐκ ἂν εἴποις ταῦτα περὶ Ἀρσάκης, ἐπειδὰν εἰς πεῖραν ἔλθοις τῆς γυναικός. κοινόν τι χρῆμά ἐστι πρὸς πᾶσαν τύχην, καὶ πλέον ἐπίκουρος γίνεται τοῖς παῤ ἀξίαν ἔλαττόν τι πράττουσι. καὶ Περσὶς οὖσα τὸ γένος σφόδρα ἑλληνίζει τὴν γνώμην, χαίρουσα καὶ προστρέχουσα τοῖς ἐντεῦθεν, ἦθός τε καὶ ὁμιλίαν τὴν Ἑλληνικὴν εἰς ὑπερβολὴν ἠγάπηκε. θαρσεῖτε οὖν, ὡς σὺ μὲν ὅσα εἰς ἄνδρας καθήκει πράξων καὶ τιμηθησόμενος, ἀδελφὴ δὲ ἡ σὴ συμπαίστριά τε καὶ συνόμιλος ἐσομένη. ἀλλὰ τίνα ὑμῶν ὀνόματα χρὴ προσαγγέλλειν; ὡς δὲ ὅτι Θεαγένην καὶ Χαρίκλειαν ἤκουσεν, αὐτοῦ με περιμένειν εἰποῦσα ὡς τὴν Ἀρσάκην ἀπέτρεχεν, ἐπιστείλασα πρότερον πρὸς τὴν θυρωρόν ʽἦν δὲ καὶ αὐτὴ γραῦσ̓, εἴ τις βούλοιτο παρεισιέναι, μηδαμῶς ἐπιτρέπειν, ἀλλὰ μηδ̓ ἐξιέναι ποι συγχωρεῖν τοῖς νέοις. τῆς δέ μηδ̓ ἂν ὁ παῖς ὁ σὸς Ἀχαιμένης παραγένηται ἐρωτησάσης: ἄρτι γὰρ καὶ μετὰ τὴν σὴν εἰς τὸν νεὼν πρόοδον ἐξελήλυθεν ἐναλειψόμενος τὼ ὀφθαλμώ: οἶσθα γὰρ ὡς φέρει τι μικρὸν ἔτι κακώσεως, μηδὲ ἐκεῖνος, ἀπεκρίνατο: ἀλλ̓ ἐπικλεισαμένη τὰς θύρας, καὶ τὴν κλεῖν αὐτὴ κατέχουσα, φάσκε ἐμὲ κομίζειν.

  55. 7.14.2

    οὕτως ἐγένετο. καὶ οὔπω τοι σχεδὸν τῆς Κυβέλης χωρισθείσης, καιρὸν ἡ μόνωσις τῷ Θεαγένει καὶ τῇ Χαρικλείᾳ θρήνων τε καὶ ὑπομνήσεως τῶν καθ̓ ἑαυτοὺς ὑπηγόρευεν, ἀπὸ τῶν αὐτῶν τε σχεδόν τι ῥημάτων καὶ νοημάτων ἀπωλοφύροντο, ἣ μὲν ὦ Θεάγενες ὃ δὲ ὦ Χαρίκλεια συνεχῶς ἐπιστένοντες. καὶ ὃ μέν, τίς ἄρα τύχη πάλιν κατείληφεν ἡμᾶς; ἣ δέ, ὁποίοις ποτ̓ ἄρα συντευξόμεθα πράγμασι; καὶ ἐφ̓ ἑκάστῳ συνησπάζοντο ἀλλήλους καὶ δακρύσαντες ἀνάπαλιν ἐφίλουν. καὶ τέλος τοῦ Καλασίριδος ὑπομνησθέντες εἰς πένθος τὸ ἐκείνου τοὺς θρήνους κατέστρεφον, καὶ πλέον ἡ Χαρίκλεια ἅτε καὶ πλείονι τῷ χρόνῳ μείζονος τῆς ἀπ̓ αὐτοῦ σπουδῆς τε καὶ εὐνοίας πεπειραμένη. καὶ ὦ τὸν Καλάσιριν ἀνεκάλει κωκύουσα. τὸ γὰρ χρηστὸν ὄνομα καλεῖν ἀπεστέρημαι πατέρα, τοῦ δαίμονος πανταχόθεν μοι τὴν τοῦ πατρὸς προσηγορίαν περικόψαι φιλονεικήσαντος. τὸν μὲν φύσει γεννήσαντα οὐκ ἔγνωκα, τὸν δὲ θέμενον Χαρικλέα, οἴμοι, προδέδωκα: τὸν δὲ διαδεξάμενον καὶ τρέφοντα καὶ περισώζοντα ἀπολώλεκα, καὶ οὐδὲ θρηνῆσαι τὰ νενομισμένα ἔτι κειμένῳ τῷ πτώματι πρὸς τοῦ προφητικοῦ συγκεχώρημαι. ἀλλ̓ ἰδού σοι, τροφεῦ καὶ σῶτερ, προσθήσω δὲ καὶ πάτερ, κἂν ὁ δαίμων μὴ βούληται, ἔνθα γοῦν ἔξεστι καὶ ὡς ἔξεστιν, ἀποσπένδω τῶν ἐμαυτῆς δακρύων καὶ ἐπιφέρω χοὰς ἐκ τῶν ἐμαυτῆς πλοκάμων. καὶ ἅμα ἀπεσπάραττεν ὡς ὅτι πλείστας τῶν ἑαυτῆς τριχῶν. καὶ ὁ μὲν Θεαγένης ἐπεῖχεν, ἐπιλαμβανόμενος σὺν ἱκεσίαις τῶν χειρῶν: ἣ δὲ ἐπετραγῴδει, τί γὰρ δεῖ καὶ ζῆν ἔτι, λέγουσα, εἰς ποίαν ἀφορῶντας ἐλπίδα; ὁ χειραγωγὸς τῆς ξένης, ἡ βακτηρία τῆς πλάνης, ὁ ξεναγὸς τῆς ἐπὶ τὴν ἐνεγκοῦσαν, ὁ τῶν φύντων ἀναγνωρισμός, ἡ παραψυχὴ τῶν δυστυχημάτων, ἡ εὐπορία καὶ λύσις τῶν ἀμηχάνων, ἡ πάντων τῶν καθ̓ ἡμᾶς ἄγκυρα Καλάσιρις ἀπόλωλε, τὴν ἀθλίαν ἡμᾶς ξυνωρίδα πηροὺς ὥσπερ τῶν πρακτέων ἐπὶ τῆς ἀλλοδαπῆς καταλιπών. πᾶσα μὲν ἡμῖν ὁδοιπορία, πᾶσα δὲ ναυτιλία ὑπ’ ἀγνωσίας ὑποτέτμηται. οἴχεται ἡ σεμνὴ καὶ μείλιχος, ἡ σοφὴ καὶ πολιὰ τῷ ὄντι φρήν, τῶν εἰς ἡμᾶς εὐεργεσιῶν οὐδὲ αὐτὴ τέλος ἀραμένη.

  56. 7.15.1

    καὶ τοιαῦτα ἔτι καὶ ἕτερα πρὸς τούτοις ἐλεεινῶς ὀδυρομένης, καὶ τοῦ Θεαγένους τὰ μὲν συνεξαίροντος τοῖς παῤ ἑαυτοῦ τὸν θρῆνον, τὰ δὲ φειδοῖ τῆς Χαρικλείας καταστέλλοντος, ἐφίσταται ὁ Ἀχαιμένης: καὶ τὰς θύρας τοῖς κλείθροις ἐναπειλημμένας καταλαβών, τί ταῦτα, τὴν θυρωρὸν ἠρώτα. ὡς δὲ καὶ τῆς αὑτοῦ μητρὸς εἶναι τὸ ἔργον ἔμαθε, προσεστὼς ταῖς θύραις καὶ τὴν αἰτίαν διαπορῶν ᾔσθετο τῆς Χαρικλείας ὀδυρομένης, καὶ διακύψας διὰ τῶν ὀπῶν καθ̓ ἃς διήνοικτο τῶν κλείθρων ἡ ἅλυσις, εἶδέ τε τὰ γινόμενα, καὶ αὖθις τὴν θυρωρόν, οἵ τινές εἰσιν οἱ ἔνδον, ἠρώτα. ἣ δὲ τὰ μὲν ἄλλα οὐκ ἔχειν εἰδέναι ἔλεγεν, ὅτι δὲ κόρη καὶ νεανίας ξένοι τινές, ὡς ἔχοι εἰκάζειν, ἀρτίως παρὰ τῆς αὐτοῦ μητρὸς ἐσῳκισμένοι. ὃ δὲ αὖθις διακύψας ἐπειρᾶτο διακριβοῦν τοὺς ὁρωμένους. τὴν μὲν δὴ Χαρίκλειαν παντάπασιν ἀγνοῶν ὅμως τοῦ κάλλους ὑπερεθαύμαζε, καὶ τίς ἂν ὀφθείη καὶ ποία μὴ θρηνοῦσα ἐνενόει, καὶ τὸ θαῦμα λανθάνον εἰς ἐρωτικὸν πάθος αὐτὸν κατέφερε: τὸν δὲ Θεαγένην ἀμυδρῶς τε καὶ ἀμφιβόλως γνωρίζειν ἐφαντάζετο. καὶ προσκειμένου τῇ σκέψει τοῦ Ἀχαιμένους ἐφίσταται ἀναστρέψασα ἡ Κυβέλη, πάντα μὲν τὰ κατὰ τοὺς νέους ὡς ἐγεγόνει διαγγείλασα, πολλὰ δὲ τῆς εὐτυχίας τὴν Ἀρσάκην μακαρίσασα, ὑφ̓ ἧς αὐτῇ τοσοῦτον ἐκ ταὐτομάτου κατώρθωται, ὃ βουλαῖς μυρίαις καὶ μηχαναῖς οὐκ ἄν τις ἤλπισεν, ὡς καὶ σύνοικον ἔχειν τὸν ἐρώμενον, ἐπ’ ἀδείας ὁρῶντα καὶ ὁρώμενον, καὶ πολλοῖς τοιούτοις τὴν Ἀρσάκην φυσήσασα, μόλις τε ἐπειγομένην πρὸς τὴν θέαν τοῦ Θεαγένους ἐπισχοῦσα, καὶ ὡς οὐ βούλοιτο αὐτὴν ὠχριῶσαν καὶ κυλοιδιῶσαν πρὸς τῆς ἀγρυπνίας ὀφθῆναι τῷ νεανίᾳ, ἀναπαυσαμένην δὲ τὴν παροῦσαν ἡμέραν καὶ ἀναλαβοῦσαν τὸ σύνηθες κάλλος,

  57. 7.16.1

    καὶ πολλοῖς τοιούτοις εὔθυμον αὐτὴν καὶ τῶν κατὰ γνώμην εὔελπιν παρασκευάσασα, ἅ τε προσήκει πράττειν καὶ ὅπως προσφέρεσθαι τοῖς ξένοις παρεγγυήσασα. ἐπεὶ δ̓ οὖν ἐπέστη, τί πολυπραγμονεῖς ὦ τέκνον; ἔλεγεν. ὃ δέ, τοὺς ἔνδον, ἔφη, ξένους οἵ τινές εἰσιν ἢ πόθεν. οὐ θέμις ὦ παῖ, πρὸς αὐτὸν ἡ Κυβέλη, ἀλλ̓ ἐχεμύθει καὶ κατὰ σαυτὸν ἔχε καὶ μηδενὶ φράζε, μηδὲ ἐπιμίγνυσο τὰ πολλὰ τοῖς ξένοις: οὕτω γὰρ δέδοκται τῇ δεσποίνῃ.

  58. 7.16.2

    ἐκεῖνος μὲν οὖν ἀπῄει ῥᾷστα τῇ μητρὶ πεπεισμένος, σύνηθές τι καὶ ἀφροδίσιον διακόνημα τῇ Ἀρσάκῃ τὸν Θεαγένην ὑποτοπήσας. καὶ ἀπιών, οὐχ οὗτός ἐστι, πρὸς ἑαυτὸν ἔλεγεν, ὃν ἐγὼ πρώην παρὰ Μιτράνου τοῦ φρουράρχου παραλαβὼν ὥστε ἄγειν πρὸς Ὀροονδάτην, ἀναπεμφθησόμενον βασιλεῖ τῷ μεγάλῳ, ὑπὸ Βησσαέων τε καὶ Θυάμιδος ἀφῃρέθην, μικροῦ καὶ τὸν περὶ τοῦ ζῆν ὑποστὰς κίνδυνον καὶ μόνος ἐκ τῶν ἀγόντων διαδρᾶναι δυνηθείς; μὴ ἄρα σφάλλουσί με οἱ ὀφθαλμοί; ἀλλὰ ῥᾷον ἔχω μὲν καὶ διαβλέπω σχεδόν τι λοιπὸν συνήθως. καὶ μὴν καὶ τὸν Θύαμιν ἀκήκοα παρεῖναι τῇ προτεραίᾳ, καὶ διαμονομαχήσαντα πρὸς τὸν ἀδελφὸν ἀνακεκομίσθαι τὴν ἱερωσύνην. οὗτος ἄρα ἐκεῖνος ἐστίν. ἀλλὰ τὸ παρὸν σιγητέον τὸν ἀναγνωρισμόν: ἅμα δὲ παρατηρητέον τίς ποτε ἡ περὶ τοὺς ξένους διάνοια τῆς δεσποίνης.

  59. 7.17.1

    ὃ μὲν ταῦτα πρὸς ἑαυτόν, ἡ δὲ Κυβέλη πρὸς τους νέους εἰσδραμοῦσα ἴχνη τῶν θρήνων κατελάμβανε: πρὸς γὰρ τὸν ψόφον τῶν θυρῶν ἀνοιγομένων κατέστελλον μὲν ἑαυτοὺς καὶ πρὸς τὸ σύνηθες σχῆμα καὶ βλέμμα διαπλάττειν διέσπευδον, οὐ μὴν ἔλαθόν γε τὴν πρεσβῦτιν, τῶν δακρύων ἔτι τοῖς ὄμμασιν ἐπιπλανωμένων. ἀναβοήσασα οὖν, ὦ γλυκύτατα τέκνα, ἔλεγε, τί ταῦτα ἀωρὶ θρηνεῖτε, ἡνίκα προσήκει χαίρειν, ἡνίκα εὐδαιμονίζειν ἑαυτοὺς τῆς δεξιᾶς τύχης, Ἀρσάκης τὰ κάλλιστα καὶ τὰ κατ̓ εὐχὰς ἐφ̓ ὑμῖν διανοουμένης, καὶ ὀφθῆναί τε ὑμᾶς εἰς τὴν ἑξῆς ἐπινευσάσης, καὶ τὸ παρὸν πᾶσαν δεξίωσιν καὶ θεραπείαν ὑμῖν ἀποκληρωσάσης; ἀλλ̓ ἀπορριπτέον μὲν τοὺς ληρώδεις τούτους καὶ μειρακιώδεις τῷ ὄντι θρήνους, ὁρᾶν δὲ καὶ ῥυθμίζειν ἑαυτούς, εἴκειν τε καὶ ὑπηρετεῖσθαι τοῖς Ἀρσάκης βουλήμασι. καὶ ὁ Θεαγένης, μνήμη, ἔφη, ὦ μῆτερ, τῆς Καλασίριδος τελευτῆς εἰς λύπην ἡμᾶς ἀνεκίνησε, καὶ τὸ πατρικὸν ἐκείνου περὶ ἡμᾶς βούλημα ἀποβεβληκότας εἰς δάκρυα κατήγαγεν. ὕθλοι, ἔφη, ταῦτα. Καλάσιρις καὶ πατήρ τις προσποιητός, πρεσβύτης τῇ κοινῇ φύσει καὶ τῷ χρόνῳ τῆς ἡλικίας εἴξας. πάντα σοι πάρεστι δἰ ἑνός, προστασία πλοῦτος τρυφὴ καὶ ἀπόλαυσις τῆς ἐφ̓ ἡλικίας ἀκμῆς: καὶ ἁπλῶς τύχην σαυτοῦ νόμιζε καὶ προσκύνει τὴν Ἀρσάκην. μόνον ἐμοὶ πείθεσθε, πῶς μὲν αὐτῇ προσιτέον καὶ ὀπτέον ὅταν τοῦτο ἐπιτρέψῃ, πῶς δὲ χρηστέον καὶ ὑπουργητέον ὅταν τι προστάττῃ. τὸ γὰρ φρόνημα, ὡς οἶσθα, μέγα καὶ ὑπέρογκον καὶ βασίλειον, νεότητι καὶ κάλλει προσεξαιρόμενον, καὶ ὑπεροφθῆναι, εἴ τι κελεύοι, μὴ ἀνεχόμενον.

  60. 7.18.1

    πρὸς ταῦτα σιγήσαντος τοῦ Θεαγένους, καὶ καθ̓ ἑαυτὸν ὡς ἀηδῶν τινῶν καὶ μοχθηρῶν ἐστὶ δηλωτικὰ ἐννοοῦντος, ὀλίγον ὕστερον εὐνοῦχοι παρῆσαν λείψανα μὲν δῆθεν τῆς σατραπικῆς τραπέζης ἐπὶ χρυσῶν τῶν σκευῶν κομίζοντες, πᾶσαν δὲ πολυτέλειαν καὶ χλιδὴν ὑπεραίροντα, καί τούτοις εἰπόντες ἡ δέσποινα δεξιοῦται καὶ τιμᾷ τὸ παρὸν τοὺς ξένους, καὶ παραθέμενοι τοῖς νέοις παραχρῆμα ἀπεχώρουν. οἵ δὲ ἅμα μὲν τῆς Κυβέλης προτρεπούσης, ἅμα δὲ προορῶντες μὴ δοκεῖν ἐνυβρίζειν, ἀπεγεύοντο πρὸς βραχὺ τῶν παρακειμένων. καὶ τοῦτο καὶ εἰς ἑσπέραν ἐγίνετο, καὶ κατὰ τὰς ἄλλας λοιπὸν ἡμέρας.

  61. 7.18.2

    τῇ δ̓ οὖν ἑξῆς κατὰ πρώτην που τῆς ἡμέρας ὥραν οἱ συνήθεις εὐνοῦχοι παρόντες ὡς τὸν Θεαγένην, μετακέκλησαι ὦ μακάριε πρὸς τῆς δεσποίνης, ἔλεγον, καὶ ὀφθῆναί σε προστετάγμεθα: καὶ ἧκε τῆς εὐτυχίας ἀπολαύσων, ἧς ὀλίγοις δὴ καὶ ὀλιγάκις μεταδίδωσιν. ὃ δὲ μικρὸν ἐφησυχάσας, καὶ οἷον πρὸς βίαν ἑλκόμενος, διανέστη τε, καὶ μόνον δέ με ἥκειν ἐπέσταλται πρὸς αὐτοὺς ἔλεγεν, ἢ καὶ ἀδελφὴν ταυτηνὶ τὴν ἐμήν; τῶν δὲ μόνον ἀποκριναμένων, ἐκείνην δὲ καθ̓ ἑαυτὴν ὀφθήσεσθαι ʽνυνὶ γὰρ συμπαρεῖναι τῇ Ἀρσάκῃ τῶν ἐν τέλει τινὰς Περσῶν, καὶ ἄλλως ἔθος εἶναι ἀνδράσι μὲν ἰδίᾳ γυναιξὶ δὲ καθ̓ ἕτερον καιρὸν χρηματίζειν̓, προσκύψας ὁ Θεαγένης, οὔτε καλὰ ταῦτα οὔτε ἀνύποπτα πρὸς τὴν Χαρίκλειαν ἠρέμα εἰπών, ἀντακούσας δὲ ὡς δεήσοι μὴ ἀντιβαίνειν ἀλλὰ συντρέχειν τὴν πρώτην καὶ ἐνδείκνυσθαι ὡς πάντα πρὸς νοῦν τὸν ἐκείνης ποιήσοντα, εἵπετο τοῖς ἄγουσι. καὶ ὅπως δεήσει τὴν ἔντευξιν ποιεῖσθαι, καὶ τὸν τρόπον τῆς προσηγορίας ὑφηγουμένοις, καὶ ὡς ἔθος προσκυνεῖν τοὺς εἰσιόντας, οὐδὲν μὲν ἀπεκρίνατο:

  62. 7.19.1

    εἰσελθὼν δὲ καὶ προκαθημένην ἐφ̓ ὑψηλοῦ καταλαβών, ἁλουργῷ μὲν καὶ χρυσοπάστῳ τῇ ἐσθῆτι φαιδρυνομένην, ὅρμων δὲ πολυτελείᾳ καὶ τιάρας ἀξιώματι μεγαλαυχουμένην καὶ παντοίᾳ κομμωτικῇ πρὸς τὸ ἁβρότερον ἐξηνθισμένην, δορυφόρων τε συμπαρεστώτων καὶ τῶν ἐπὶ δόξης ἑκατέρωθεν προέδρων προκαθημένων, οὐκ ἔπτηξε τὸ φρόνημα, ἀλλ̓ ὥσπερ τῶν συγκειμένων αὐτῷ πρὸς τὴν Χαρίκλειαν ὑπὲρ τῆς θεραπευτικῆς ὑποκρίσεως ἐπιλελησμένος ἀντεξανέστη πλέον εἰς μεγαλοφροσύνην πρὸς τὸ ἀλαζονικὸν τῆς Περσικῆς θέας, καὶ οὔτε ὀκλάσας οὔτε προσκυνήσας, ἀλλ̓ ἀπ̓ ὀρθῆς τῆς κεφαλῆς, χαῖρε, ἔφη, βασίλειον αἷμα, Ἀρσάκη. τῶν δὲ παρόντων ἀγανακτούντων, καὶ θροῦν τινὰ ὅτι μὴ προσεκύνησε καταστασιαστικὸν τοῦ Θεαγένους ὡς τολμηροῦ καὶ θρασέος ἀφιέντων, ἡ Ἀρσάκη μειδιάσασα, σύγγνωτε, εἶπεν, ὡς ἀπείρῳ καὶ ξένῳ καὶ τὸ ὅλον Ἕλληνι καὶ τὴν ἐκεῖθεν ὑπεροψίαν καθ̓ ἡμῶν νοσοῦντι. καὶ ἅμα καὶ τῆς κεφαλῆς τὴν τιάραν ἀφεῖλε, πολλὰ τῶν παρόντων κωλυόντων ʽτοῦ γὰρ ἀμείβεσθαι τὸν ἀσπασάμενον σύμβολον τοῦτο πεποίηνται Πέρσαἰ, καὶ θάρσει ὦ ξένε εἰποῦσα διὰ τοῦ ἑρμηνέως ʽσυνιεῖσα γὰρ τὴν Ἑλλάδα γλῶτταν οὐκ ἐφθέγγετὀ, καὶ λέγε τίνος χρῄζεις ὡς οὐκ ἀποτευξόμενος, ἀπέπεμπε, νεύματι τοῦτο πρὸς τοὺς εὐνούχους ἐπισημήνασα. παρεπέμπετο δὲ μετὰ δορυφορίας. καὶ ὁ Ἀχαιμένης αὖθις θεασάμενος ἐγνώριζε μὲν ἀκριβέστερον, καὶ τῆς ἄγαν εἰς αὐτὸν τιμῆς τὴν αἰτίαν ὑποπτεύων ἐθαύμαζεν, ἐσίγα δ̓ οὖν ὅμως τὰ δεδογμένα πράττων.

  63. 7.19.2

    ἡ δὲ Ἀρσάκη τοὺς ἐν τέλει Περσῶν ἑστιάσασα, δῆθεν μὲν ὡς συνήθως ἐκείνους τιμῶσα, ἀληθέστερον δὲ τὴν πρὸς Θεαγένην ἔντευξιν εὐωχίαν ἄγουσα, οὐ μοίρας μόνον κατὰ τὸ εἰωθὸς τῶν ἐδεσμάτων τοῖς περὶ τὸν Θεαγένην ἀπέστελλεν, ἀλλὰ καὶ δάπιδάς τινας καὶ στρωμνὰς πεποικιλμένας, Σιδωνίας τε καὶ Λυδίας ἔργα χειρός. συναπέστελλε δὲ καὶ ἀνδράποδα ὑπηρετησόμενα, κόριον μὲν τῇ Χαρικλείᾳ παιδάριον δὲ τῷ Θεαγένει, τὸ μὲν γένος Ἰωνικά, τὴν δὲ ἡλικίαν ἥβης ἐντός, πολλὰ τὴν Κυβέλην παρακαλέσασα ἐπισπεύδειν καὶ ὡς ὅτι τάχιστα διανύειν τὸν σκοπόν ʽοὐ γὰρ ἔτι φέρειν τὸ πάθοσ̓, οὐδὲν οὐδὲ αὐτὴν ἀνιεῖσαν, ἀλλὰ παντοίως ἐκπεριιοῦσαν τὸν Θεαγένην: προδήλως μὲν γὰρ οὐκ ἐξέφαινε τὸ βούλευμα τῆς Ἀρσάκης, κύκλῳ δὲ καὶ δἰ αἰνιγμάτων εἰς τὸ συνιέναι προσβιβάζουσα, καὶ τήν τε περὶ αὐτὸν φιλοφροσύνην τῆς δεσποίνης μεγαλύνουσα, καὶ τὸ κάλλος, οὐ τὸ φαινόμενον μόνον ἀλλὰ καὶ τὸ ἐντὸς ἐσθῆτος, μετὰ τινῶν εὐλόγων προφάσεων ὑπ’ ὄψιν ἄγουσα, καὶ τὸ ἦθος ὡς ἐρασμία καὶ εὐόμιλος καὶ χαίρουσα τοῖς ἁβροτέροις καὶ ἀγερωχοτέροις τῶν νέων, καὶ ὅλως ἀπόπειραν ἐν οἷς διεξῄει λαμβάνουσα, εἰ προστρέχει τοῖς ἐπαφροδίτοις. καὶ ὁ Θεαγένης τὸ μὲν τῆς φιλοφροσύνης, καὶ ὡς φιλέλλην τὸ ἦθος, καὶ ὅσα τοιαῦτα, συνεπῄνει καὶ χάριν ὡμολόγει: τὰ δὲ ἐπαγωγὰ τῶν ἀτοπωτέρων, ὡς ἂν μηδὲ συνιεὶς τὴν ἀρχήν, ἑκὼν ὑπερέβαινε. πνιγμὸς τοίνυν εἶχε τὴν γραῦν, καὶ οἷον ἔλυζε τὴν καρδίαν, στοχαζομένη μὲν ὡς συνίησι τῆς προαγωγείας, ἀπαυθαδιαζόμενον δὲ καὶ διωθούμενον ὁρῶσα τὴν πεῖραν, καὶ τὴν Ἀρσάκην οὐκέτι φέρειν οἵα τε ἦν δἰ ὄχλου γινομένην καὶ καρτερεῖν οὐκέτι δύνασθαι λέγουσαν, καὶ τὴν ἐπαγγελίαν ἀπαιτοῦσαν, ἣν ἄλλοτε ἄλλαις προφάσεσιν ὑπερετίθετο ἡ Κυβέλη, νῦν μὲν βουλόμενον ἀποδειλιᾶν τὸν νεανίαν φάσκουσα, νῦν δὲ ἀνωμαλίαν τινὰ προσπεπτωκέναι πλαττομένη.

  64. 7.20.1

    καὶ πέμπτης που λοιπὸν καὶ ἕκτης ἡμέρας παρῳχηκυίας ἤδη, καὶ τὴν Χαρίκλειαν τῆς Ἀρσάκης ἅπαξ που καὶ δεύτερον προσκεκλημένης καὶ εἰς τὸ τῷ Θεαγένει κεχαρισμένον μετὰ τιμῆς καὶ φιλοφροσύνης ἑωρακυίας, ἀναγκάζεται καὶ λευκότερον διαλεχθῆναι τῷ Θεαγένει, καὶ τὸν ἔρωτα ἀπαρακαλύπτως ἐξηγόρευε, πολλὰ καὶ μυρία ἀγαθὰ συγκατατιθεμένῳ διεγγυωμένη, καὶ τίς ἡ ἀτολμία προστιθεῖσα, τί δὲ τὸ ἀναφρόδιτον; νέος οὕτω καὶ καλὸς καὶ ἀκμαῖος γυναῖκα ὁμοίαν καὶ προστετηκυῖαν ἀπωθεῖται, καὶ οὐχ ἅρπαγμα οὐδὲ ἕρμαιον ποιεῖται τὸ πρᾶγμα, δέους μὲν οὐδενὸς ἐπόντος τῇ πράξει, μήτε τἀνδρὸς παρόντος, κἀμοῦ τῆς θρεψαμένης καὶ πάντα τἀπόρρητα διὰ χειρὸς ἐχούσης τὴν ὁμιλίαν διακονούσης, μήτε σοί τινος ἐπόντος κωλύματος, οὐ νύμφης, οὐ γαμετῆς παρούσης. καί τοι καὶ τούτων ὑπερεῖδον πολλοὶ πολλάκις, ὅσοι δὴ νοῦν ἔχοντες τοὺς μὲν οἰκείους ἔγνωσαν οὐδὲν ἐκ τούτου καταβλάψειν, αὑτοὺς δὲ ὠφελήσειν, κτήσεως χρημάτων προσγενομένης καὶ τῶν καθ̓ ἡδονὴν ἀπολαύσεων. τελευτῶσα δὲ καὶ ἀπειλήν τινα κατεμίγνυ τοῖς λεγομένοις, αἱ χρησταί, λέγουσα, καὶ φιλόνεοι γυναῖκες ἀμείλικτοι γίνονται καὶ βαρυμήνιδες ἀποτυγχάνουσαι, καὶ τοὺς ὑπερόπτας ὡς ὑβριστὰς εἰκότως ἀμύνονται. ταύτην δέ, ὅτι καὶ Περσὶς τὸ γένος, ἐννόει, καὶ ὡς βασίλειον αἷμα, τοῦτο δὴ τὸ τῆς σῆς προσρήσεως, καὶ ὡς πολλὴν ἐξουσίαν καὶ δύναμιν περιβέβληται, ὑφ̓ ἧς αὐτῇ καὶ τιμῆσαι τὸν εὔνουν καὶ κολάσαι τὸν ἐναντιούμενον ἐπ’ ἀδείας. σὺ δὲ καὶ ξένος καὶ ἔρημος, καὶ ὁ προσθησόμενος οὐδείς. φεῖσαι τὸ μέρος καὶ σαυτοῦ, φεῖσαι κἀκείνης. ἀξία δ̓ ἐστὶ παρὰ σοῦ φειδοῦς, εἰς τὰ δίκαια τῶν σῶν πόθων οὕτως ἐκμεμηνυῖα. εὐλαβήθητι καὶ μῆνιν ἐρωτικήν, φύλαξαι καὶ τὸ ἐκ τῆς ὑπεροψίας νεμεσητόν. πολλοὺς οἶδα μεταμεληθέντας. πεῖραν ἔχω σοῦ μᾶλλον τῶν Ἀφροδίτης. ἡ πολιὰ θρὶξ ἣν ὁρᾷς, αὕτη πολλοῖς τοιούτοις ἐνήθλησεν, ἀλλ̓ οὕτως ἄτεγκτον καὶ ἀνήμερον οὐκ ἔγνωκα. καὶ ἀποστρέψασα τὸν λόγον πρὸς τὴν Χαρίκλειαν ʽὑπ’ ἀνάγκης γὰρ κἀκείνης εἰς ἐπήκοον ἀπεθάρρησε τὰ τοιαῦτα διαλέγεσθαἰ, συμπαρακάλεσον, ἔφη, ὦ θύγατερ, καὶ σὺ τὸν οὐκ οἶδ̓ ὅν τινα προσείπω προσηκόντως ἀδελφόν σου τοῦτον. συνοίσει καὶ σοὶ τὸ πρᾶγμα: οὐκ ἔλαττον ἀγαπηθήσῃ, πλέον τιμηθήσῃ, πλουτήσεις εἰς κόρον, γάμου σοι προνοήσει λαμπροῦ. ζηλωτὰ δὲ ταῦτα καὶ εὖ πράττουσι, μή τοί γε δὴ ξένοις καὶ ἐν ἐνδείᾳ τὸ παρὸν ἐξεταζομένοις.

  65. 7.21.1

    ἡ δὲ Χαρίκλεια σεσηρός τι καὶ κατεσμυγμένον ὑποβλέψασα, εὐκτὸν μὲν ἦν, ἔφη, καὶ κάλλιστον μηδὲν τοιοῦτον ὑποστῆναι τὴν πάντα ἀρίστην Ἀρσάκην, εἰ δὲ μή, δεύτερα γοῦν ἐγκρατείᾳ φέρειν τὸ πάθος. ἀλλ̓ ἐπειδή τι πέπονθεν ἀνθρώπινον, καὶ νενίκηται, ὡς φῄς, καὶ ἥττων ἐστὶ τῆς ἐπιθυμίας, συμβουλεύσαιμ̓ ἂν καὶ αὐτὴ Θεαγένει τούτῳ τὴν πρᾶξιν, εἰ τὸ ἀσφαλὲς αὐτῷ προσείη, μὴ ἀρνεῖσθαι, μὴ δή τι λάθοι κακὸν αὐτός τε ἑαυτὸν κἀκείνην ἐργασάμενος, εἰ ταῦτα εἰς φῶς ἔλθοι καὶ γνοίη ποθὲν τὸ παράνομον τῶν δεδραμένων ὁ σατράπης. ἀνήλατο πρὸς τοὺς λόγους ἡ Κυβέλη, καὶ περιπτύξασα καὶ φιλήσασα πολλὰ τὴν Χαρίκλειαν, εὖ γε, ἔφη, ὦ τέκνον, ὅτι καὶ γυναῖκα ὁμοίαν σοι τὴν φύσιν ἠλέησας καὶ τῆς ἀσφαλείας τἀδελφοῦ πεφρόντικας. ἀλλὰ τούτου γε ἕνεκα θάρσει, ὡς οὐδ̓ ὁ ἥλιος, τοῦτο δὴ τὸ τοῦ λόγου, γνώσεται. πέπαυσο τὸ παρόν, ἔφη ὁ Θεαγένης, καὶ ἔνδος ἡμῖν εἰς ἐπίσκεψιν.

  66. 7.21.2

    ἐξελθούσης δὲ παραχρῆμα τῆς Κυβέλης, ὦ Θεάγενες, ἔλεγεν ἡ Χαρίκλεια, ὁ μὲν δαίμων τοιαῦτα ἡμῖν προξενεῖ τὰ εὐτυχήματα ἐν οἷς πλέον ἐστὶ καὶ τὸ κακῶς πράττειν τῆς δοκούσης εὐπραγίας. πλὴν ἀλλὰ συνετῶν γέ ἐστι καὶ τὰ δυστυχήματα ἐκ τῶν ἐνόντων πρὸς τὸ βέλτιστον διατίθεσθαι. εἰ μὲν οὖν ἔχεις γνώμης καὶ τελείως δρᾶσαι τὸ ἔργον, οὐκ ἔχω λέγειν, καί τοί γε οὐκ ἂν σφόδρα διενεχθεῖσα, εἰ πάντως ἡμῖν ἐν τούτῳ τὸ σώζεσθαι καὶ μὴ περιλείπεται. εἰ δὲ εὖ ποιῶν ἄτοπον δοκιμάζεις τὸ αἰτούμενον, ἀλλὰ σύ γε πλάττου τὸ συγκατατίθεσθαι, καὶ τρέφων ἐπαγγελίαις τῆς βαρβάρου τὴν ὄρεξιν, ὑπερθέσει ὑπότεμνε τὸ πρὸς ὀξύ τι καθ̓ ἡμῶν βουλεύσασθαι, ἐφηδύνων ἐλπίδι καὶ καταμαλάττων ὑποσχέσει τοῦ θυμοῦ τὸ φλεγμαῖνον. εἰκός τινα καὶ λύσιν θεῶν βουλήσει τὸν μεταξὺ χρόνον ἀποτεκεῖν. ἀλλ̓ ὦ Θεάγενες, ὅπως μὴ ἐκ τῆς μελέτης εἰς τὸ αἰσχρὸν τοῦ ἔργου κατολισθήσῃς. μειδιάσας οὖν ὁ Θεαγένης, ἀλλὰ σύ γε οὐδὲ ἐν τοῖς δεινοῖς, ἔφη, τὴν γυναικῶν ἔμφυτον νόσον ζηλοτυπίαν ἐκπέφευγας. ἐμὲ δὲ ἴσθι μηδὲ πλάσασθαι τα τοιαῦτα δύνασθαι: ποιεῖν γὰρ τὰ αἰσχρὰ καὶ λέγειν ὁμοίως ἀπρεπές. καὶ ἄλλως τὸ ἀπογνῶναι τὴν Ἀρσάκην αὐτόθεν φέρει τι χάριεν, τὸ μηκέτι διοχλεῖν ἡμῖν. εἰ δὲ πάσχειν τι δέοι, φέρειν τὰ προσπίπτοντα ἤδη με πολλάκις ἥ τε τύχη καὶ ἡ γνώμη παρεσκεύασε. μὴ λάθῃς εἰς μέγα κακὸν ἡμᾶς ἐμβάλλων εἰποῦσα ἡ Χαρίκλεια ἐσιώπησε.

  67. 7.22.1

    καὶ τούτων ἐν ταύτῃ τῇ σκέψει διαγόντων, ἡ Κυβέλη πάλιν ἀναπτερώσασα τὴν Ἀρσάκην, καὶ ὡς τὰ δεξιώτερα χρὴ προσδοκᾶν εἰποῦσα, ἐνδεδεῖχθαι γάρ τι τὸν Θεαγένην τοιοῦτον, ἐπανῆλθεν εἰς τὸ αὑτῆς δωμάτιον. κἀκείνην διαλιποῦσα τὴν ἑσπέραν, καὶ πολλὰ διὰ τῆς νυκτὸς ὁμόκοιτον οὖσαν ἐξ ἀρχῆς τὴν Χαρίκλειαν παρακαλέσασα συμπράττειν, εἰς ἕω πάλιν ἠρώτα τὸν Θεαγένην, τίνα εἴη τὰ δεδογμένα. ἀπειπόντος δὴ λαμπρῶς καὶ παντοίως τὸ προσδοκᾶν ἀποφήσαντος, σύννους ἐπὶ τὴν Ἀρσάκην ἀπέδραμεν ἡ Κυβέλη. καὶ ὡς τὸ ἀπηνὲς τὸ παρὰ Θεαγένους ἐξήγγειλε, τὴν γραῦν ἐπὶ κεφαλὴν ἐξωσθῆναι προστάξασα, εἰσδραμοῦσά τε εἰς τὸν θάλαμον, ἔκειτο ἐπὶ τῆς εὐνῆς ἑαυτὴν σπαράττουσα.

  68. 7.22.2

    καὶ ἄρτι τῆς γυναικωνίτιδος ἐκτὸς γεγονυῖαν τὴν Κυβέλην ἰδὼν ὁ υἱὸς Ἀχαιμένης κατηφῆ τε καὶ δεδακρυμένην, μή τι ἄτοπον, μή τι πονηρὸν ὦ μῆτερ προσπέπτωκεν; ἠρώτα: μή τις ἀγγελία τὴν δέσποιναν ἠνίακε; μή τι δυστύχημα ἀπὸ στρατοπέδου προσήγγελται; μή τι καταπονοῦσι κατὰ τὸν ἐνεστῶτα πόλεμον Αἰθίοπες δεσπότην Ὀροονδάτην; καὶ πολλὰ τοιαῦτα εἴρων ἠρώτα. ἣ δὲ ἀδολεσχεῖς εἰποῦσα ἀπέτρεχεν. ὃ δὲ οὐδέν τι μᾶλλον ἀνίει, ἀλλὰ παρακολουθῶν καὶ τῶν χειρῶν λαβόμενος καὶ κατασπαζόμενος ἐξαγορεύειν πρὸς παῖδα τὸν ἴδιον τὰ λυποῦντα ἱκέτευε.

  69. 7.23.1

    λαβοῦσα δὴ αὐτό, καὶ εἴς τι μέρος τοῦ παραδείσου χωρισθεῖσα, ἄλλῳ μὲν οὐκ ἄν, ἔφη, ἐξεῖπον τὰ ἐμαυτῆς τε καὶ δεσποίνης κακά: ἐπεὶ δὲ ἐκείνη τε ἐν τῷ παντὶ σαλεύει κἀγὼ τὸν περὶ τοῦ ζῆν προσδοκῶ κίνδυνον ʽοἶδα γὰρ ὡς ἡ Ἀρσάκης ἀνία καὶ μανία εἰς ἐμὲ ἀποσκήψεἰ, λέγειν ἀναγκάζομαι, μὴ δή τινα καὶ ἐπικουρίαν τῇ γεννησάσῃ καὶ εἰς φῶς παραγαγούσῃ καὶ τουτοισὶ ἐκθρεψαμένῃ σε τοῖς μαζοῖς ἐπινοήσειας. ἐρᾷ τοῦ νέου τοῦ παῤ ἡμῖν ἡ δέσποινα, καὶ ἐρᾷ οὐ φορητόν τινα οὐδὲ νενομισμένον ἀλλ̓ ἀνίατον ἔρωτα, καὶ ὃν εἰς δεῦρο κατορθώσειν ἐγώ τε κἀκείνη μάτην ἠπατώμεθα. καὶ αὗται ἦσαν αἱ πολλαὶ φιλοφροσύναι καὶ ποικίλαι δεξιώσεις αἱ περὶ τοὺς ξένους. ἐπεὶ δὲ εὐήθης τις καὶ θρασὺς καὶ ἀπηνὴς ὢν ὁ νεανίας ἀπεῖπε τὰ πρὸς ἡμᾶς, οὐδὲ ἐκείνην οἶδα βιωσομένην, καὶ ἐμαυτὴν ἀναιρησομένην ὡς χλευάσασαν ταῖς ἐπαγγελίαις καὶ διαψευσαμένην. ταῦτα ἐστὶν ὦ παῖ. καὶ εἰ μὲν ἔχεις τι βοηθεῖν, σύμπραττε, εἰ δὲ μή, τελευτήσασαν τὴν μητέρα κήδευε. καὶ ὅς, μισθὸς δέ μοι τίς ἔσται, ἔφη, ὦ μῆτερ; οὐ γάρ μοι καιρὸς θρύπτεσθαι πρὸς σέ, οὐδὲ ἐκ περιόδων οὐδὲ κυκλούμενον τοῖς λόγοις τὴν βοήθειαν ἐπαγγέλλεσθαι πρὸς οὕτως ἀγωνιῶσαν καὶ ἐγγὺς λιποψυχοῦσαν. πᾶν ὅ τι βούλει, ἔφη, προσδόκα, ἡ Κυβέλη. ἀρχιοινοχόον μὲν γάρ σε καὶ νῦν εἰς ἐμὴν τιμὴν πεποίηται: εἰ δέ τι μεῖζον ἀξίωμα περινοεῖς, ἀπάγγελλε. πλούτου γὰρ οὐδὲ ἀριθμὸς ἔσται ὅσον ἂν κομίσαιο, σωτὴρ τῆς ἀθλίας γενόμενος. πάλαι ταῦτα, ἔφη, δἰ ὑποψίας ἔχων ὦ μῆτερ ἐγὼ καὶ συνεὶς ἐσιώπων, τὸ μέλλον ἀπεκδεχόμενος. ἀλλ̓ οὔτε ἀξιώματος οὔτε πλούτου μεταποιοῦμαι: τὴν δὲ κόρην τὴν ἀδελφὴν λεγομένην τοῦ Θεαγένους εἴ μοι πρὸς γάμον ἐκδοίη, πάντα αὐτῇ τὰ κατὰ γνώμην πεπράξεται. ἐρῶ δὲ ὦ μῆτερ τῆς κόρης οὐχὶ μετρίως, ὥστε ἐκ τῶν ἰδίων γινώσκουσα τὸ πάθος ἡ δέσποινα, καὶ ὅσον τι καὶ οἷόν ἐστι, δικαίως ἂν καὶ αὐτὴ συμπράττοι τῷ ταῦτα νοσοῦντι καὶ ἄλλως τοσοῦτον κατόρθωμα ἐπαγγελλομένῳ. μηδὲν ἀμφίβαλλε, εἶπεν ἡ Κυβέλη: ἥ τε γὰρ δέσποινα δώσει τὴν χάριν ἀνενδοιάστως εὐεργέτῃ σοι καὶ σωτῆρι γεγενημένῳ, καὶ ἄλλως τάχ̓ ἂν καὶ καθ̓ ἑαυτοὺς πείσαιμεν τὴν κόρην. ἀλλὰ τίς ὁ τρόπος, εἰπέ, τῆς βοηθείας; οὐκ ἂν εἴποιμι, ἔφη, πρὶν ὅρκοις ἐμπεδωθῆναί μοι τὴν ἐπαγγελίαν παρὰ τῆς δεσποίνης. σὺ δὲ μηδὲ ἀποπειραθῇς τὴν ἀρχὴν τῆς κόρης. ὁρῶ γάρ πως κἀκείνην ἄνω τε καὶ μέγα φρονοῦσαν: μὴ καὶ λάθῃς τὸ πρᾶγμα διαστρέφουσα.

  70. 7.23.2

    πάντα γενήσεται εἰποῦσα εἰσέδραμεν εἰς τὸν θάλαμον ὡς τὴν Ἀρσάκην, καὶ προσπεσοῦσα τοῖς γόνασιν, εὔθυμος ἔσο, ἔφη: πάντα σοι θεῶν βουλήσει κατορθοῦται. τὸν παῖδα μόνον τὸν ἐμὸν Ἀχαιμένην εἰσκληθῆναι πρόσταξον. εἰσκεκλήσθω, εἶπεν ἡ Ἀρσάκη, εἰ μή τι με πάλιν ἀπατᾶν μέλλοις.

  71. 7.24.1

    εἰσῆλθεν ὁ Ἀχαιμένης, καὶ πάντα διελθούσης τῆς πρεσβύτιδος ἐπώμοσεν ἡ Ἀρσάκη πράξειν τὸν γάμον τῆς ἀδελφῆς Θεαγένους. ὁ δὴ Ἀχαιμένης, δέσποινα, ἔφη, πεπαύσθω λοιπὸν Θεαγένης δοῦλος ὢν καὶ θρυπτόμενος κατὰ δεσποίνης ἰδίας. καί πῶς τοῦτο λέγεις ἐρωτώσης ἅπαντα ἐξηγόρευεν, ὡς πολέμου νόμῳ ληφθείη καὶ γένοιτο αἰχμάλωτος ὁ Θεαγένης, ὡς Μιτράνης ἐκπέμψειεν αὐτὸν πρὸς Ὀροονδάτην ἀναπεμφθησόμενον βασιλεῖ τῷ μεγάλῳ, ὡς αὐτὸς ἵνα ἄγοι παραλαβὼν ἀπολέσειεν, ἔφοδον Βησσαέων καὶ Θυάμιδος κατατολμησάντων, ὡς μόλις αὐτὸς διαδράσειε. καὶ ἐπὶ πᾶσι τὸ γράμμα τὸ Μιτράνου πρὸς Ὀροονδάτην προηυτρεπισμένος ἐπεδείκνυε τῇ Ἀρσάκῃ, καὶ εἰ προσδέοιτο καὶ ἑτέρων ἀποδείξεων, ἕξειν μαρτυροῦντα καὶ τὸν Θύαμιν.

  72. 7.24.2

    ἀνέπνει πρὸς, ταῦτα ἡ Ἀρσάκη. καὶ οὐδὲ ὅσον μελλήσασα πρόεισί τε τοῦ θαλάμου, καὶ εἰς τὸν οἶκον οὗ προκαθημένη χρηματίζειν εἰώθει παρελθοῦσα ἄγεσθαι τὸν Θεαγένην ἐκέλευσεν. ἐπεὶ δὲ ἤχθη, ἐπηρώτα εἰ γνωρίζει τὸν Ἀχαιμένην, ἑστῶτα πλησίον ἐπιδεικνῦσα. τοῦ δὲ φήσαντος, οὐκοῦν ὅτι καὶ αἰχμάλωτον ἦγέ σε παραλαβών, αὖθις ἠρώτα. συμφήσαντος καὶ τοῦτο τοῦ Θεαγένους, δοῦλος τοίνυν ἡμέτερος ὢν ἴσθι. καὶ σὺ μὲν πράξεις τὰ οἰκετῶν, τοῖς ἡμετέροις νεύμασι καὶ ἄκων ἑπόμενος: ἀδελφὴν δὲ τὴν σὴν Ἀχαιμένει τῷδε πρὸς γάμον κατεγγυῶ, τὰ πρῶτα φερομένῳ παῤ ἡμῖν τῆς τε μητρὸς ἕνεκεν καὶ τῆς ἄλλης αὐτοῦ περὶ ἡμᾶς εὐνοίας, ὑπερθεμένη τοσοῦτον ὅσον ἡμέραν προορίσαι καὶ τὰ πρὸς τὴν εὐωχίαν λαμπρότερον εὐτρεπισθῆναι. ὁ δὲ Θεαγένης ἐβέβλητο μὲν ὡς ὑπὸ τρώσεως τῶν λόγων, ἔγνω δ̓ οὖν μὴ ὁμόσε χωρεῖν, ἀλλὰ καθάπερ θηρίου τὴν ὁρμὴν ἐκκλῖναι. καὶ ὦ δέσποινα ἔλεγε, θεοῖς χάρις ὅτι εὐγενείας τὰ πρῶτα ὄντες ταῦτα γοῦν ὡς ἐν δυστυχήμασιν εὐπραγοῦμεν, τὸ μὴ ἄλλοις, σοὶ δὲ δουλεύειν, ἣ καὶ ἀλλοτρίους εἶναι δοκοῦντας καὶ ξένους οὕτως ἡμέρως τε καὶ φιλοφρόνως ἑώρας. ἀδελφῆς δὲ τῆς ἐμῆς ἕνεκεν, αἰχμαλώτου μὲν οὐκ οὔσης οὐδὲ διὰ τοῦτο δούλης, αἱρουμένης δὲ σὲ θεραπεύειν καὶ κεκλῆσθαι τὸ σοὶ καθ̓ ἡδονὴν βουλευσαμένης, πρᾶττε τοῦθ̓ ὅπερ ἂν ἔχειν ὀρθῶς δοκιμάζῃς. ἡ δὲ Ἀρσάκη, κατατετάχθω, ἔφη, ἐν τοῖς τραπεζοκόμοις, καὶ οἰνοχοεῖν πρὸς Ἀχαιμένους ἐκδιδασκέσθω, πρὸς τὴν βασιλικὴν διακονίαν πόρρωθεν προεθιζόμενος.

  73. 7.25.1

    ἐξῄεσαν οὖν, σύννους μὲν ὁ Θεαγένης καὶ τῶν πρακτέων εἰς ἐπίσκεψιν τὸ βλέμμα ἐπιστρέφων, ἐγγελῶν δὲ ὁ Ἀχαιμένης καὶ τοῦ Θεαγένους καταμωκώμενος, ὁ σοβαρὸς ἡμῖν ἀρτίως, λέγων, καὶ ὑπερήφανος, ὁ τὸν αὐχένα ἄκαμπτος καὶ μόνος ἐλεύθερος, ὁ τὴν κεφαλὴν νεύειν εἰς τὸ προσκυνεῖν οὐκ ἀνεχόμενος, νῦν που τάχα κλινεῖς, ἢ καὶ κονδύλοις ὑφέξῃ ταύτην παιδαγωγούμενος.

  74. 7.25.2

    ἡ δὲ Ἀρσάκη τοὺς ἄλλους ἀποπέμψασα, πρὸς μόνην τὴν Κυβέλην, νῦν μὲν δή, ἔφη, ὦ Κυβέλη, πᾶσα περιῄρηται πρόφασις, καὶ λέγε ἐλθοῦσα πρὸς τὸν ὑπερήφανον ὡς πειθόμενος μὲν ἡμῖν καὶ τὰ κατὰ νοῦν τὸν ἡμέτερον πράττων. ἐλευθερίας τε μεθέξει καὶ ἀφθόνως ἐν εὐπορίᾳ βιώσεται, τοῖς δὲ ἐναντίοις ἐπιμένων ἐρωμένης τε ὑπερφρονουμένης καὶ δεσποίνης ἅμα ἀγανακτούσης αἰσθήσεται, δουλείαν μὲν τὴν ἐσχάτην καὶ ἀτιμοτάτην ὑπηρετησόμενος, κολάσεως δὲ πᾶν εἶδος ὑποστησόμενος.

  75. 7.25.3

    ἦλθεν ἡ Κυβέλη καὶ ἀπήγγειλε τὰ παρὰ τῆς Ἀρσάκης, πολλὰ καὶ παῤ ἑαυτῆς εἰς προτροπὴν τῶν φαινομένων λυσιτελεῖν προστιθεῖσα. ὁ δὴ Θεαγένης ὀλίγον ἐπιμεῖναι παρακαλέσας, μόνος τε πρὸς τὴν Χαρίκλειαν ἰδιάσας, οἴχεται τὰ καθ̓ ἡμᾶς, ἔφη, Χαρίκλεια. πᾶν, τοῦτο δὴ τὸ τοῦ λόγου, πεῖσμα διέρρηκται, πᾶσα ἐλπίδος ἄγκυρα παντοίως ἀνέσπασται. καὶ οὐδὲ μετ̓ ὀνόματος γοῦν ἐλευθέρου δυστυχοῦμεν, ἀλλὰ δοῦλοι γεγόναμεν αὖθις ʽκαὶ ὅπως προσετίθεἰ καὶ βαρβαρικαῖς λοιπὸν ἐκκείμεθα αἰκίαις, ἢ πράττοντες τὰ δοκοῦντα τοῖς δεσποτεύουσιν, ἢ τοῖς κατακρίτοις ἐναριθμούμενοι. καὶ ταῦτα μέν, ἔφη, φορητά: τὸ δὲ πάντων βαρύτατον, Ἀχαιμένει τῷ Κυβέλης υἱεῖ πρὸς γάμον ἐκδώσειν ἡ Ἀρσάκη σε κατεπηγγείλατο. καὶ τοῦτο μὲν ὅτι μὴ ἔσται ἢ γινόμενον οὐκ ὄψομαι, δῆλον, ἕως ἄν ὁ βίος ξιφῶν τε καὶ ἀμυντηρίων εὐπορῇ: τί δὲ χρὴ πράττειν ἢ τίνα μηχανὴν ἐπινοεῖν ὥστε διακρούσασθαι τήν τε ἐμὴν πρὸς Ἀρσάκην καὶ τὴν σὴν πρὸς Ἀχαιμένην ἀπευκτὴν σύνοδον; μίαν, ἔφη πρὸς αὐτὸν ἡ Χαρίκλεια, κατανεύσας, τὴν ἑτέραν τὴν κατ̓ ἐμὲ διακωλύσεις. εὐφήμησον, ἔφη: μὴ γὰρ οὕτως ἡ δαίμονος τοῦ ἡμετέρου βαρύτης ἰσχύσειεν ὥστ̓ ἐμὲ τὸν Χαρικλείας ἀπείρατον ἄλλης ὁμιλίᾳ παρανόμως μιανθῆναι. ἀλλά τι δραστήριον ἐπινενοηκέναι μοι δοκῶ: εὑρετὶς ἄρα ἐστὶ λογισμῶν ἡ ἀνάγκη. καὶ ἅμα πρὸς τὴν Κυβέλην μεταστάς, ἀπάγγελλε, εἶπε, τῇ δεσποίνῃ βούλεσθαί με μόνῃ καὶ ἰδίᾳ τῶν ἄλλων ἐντυχεῖν.

  76. 7.26.1

    τοῦτ̓ ἐκεῖνο νομίσασα εἶναι ἡ πρεσβῦτις, καὶ ὑποπεπτωκέναι τὸν Θεαγένην, ἀπήγγειλέ τε πρὸς τὴν Ἀρσάκην, καὶ μετὰ δεῖπνον ἄγειν τὸν νεανίαν ἀκούσασα οὕτως ἔπραττε. καὶ ἡσυχίαν παρασχεῖν τῇ δεσποίνῃ τοὺς παρεδρεύοντας κελεύσασα, καὶ μὴ παρενοχλεῖν τοῖς περὶ τὸν θάλαμον, παρεισῆγε τὸν Θεαγένην, τῶν μὲν ἄλλων οἷα δὴ νυκτὸς ὑπὸ σκότους κατεχομένων καὶ λαθεῖν παρεχόντων, μόνον δὲ τὸν θάλαμον λύχνου καταυγάζοντος. καὶ εἰσάγουσα ὑπέστελλεν ἑαυτήν. ἀλλ̓ ὁ Θεαγένης ἐπεῖχε, παρέστω καὶ ἡ Κυβέλη τὸ παρὸν ὦ δέσποινα, εἰπών: οἶδα ὡς τὸ πιστὸν ἔχει φυλακῆς τῶν ἀπορρήτων. καὶ ἅμα τῶν χειρῶν τῆς Ἀρσάκης λαβόμενος, ὦ δέσποινα, ἔλεγεν, οὔτε πρότερον ἀπαυθαδιαζόμενος πρὸς τὸ βούλημα τὸ σὸν ὑπερεθέμην τὸ κελευόμενον, ἀλλ̓ ὅπως ἂν ἀσφαλῶς γένοιτο πρυτανευόμενος: νῦν τε, ἐπειδή με καὶ δοῦλον τάχα καλῶς ποιοῦσα ἡ τύχη σὸν ἀπέφηνε, πολὺ πλέον εἰς πάντα ἕτοιμος εἴκειν. ἕν μοι μόνον παρασχέσθαι νεῦσον, καί τοι πολλὰ καὶ μεγάλα ὑποσχομένη. ἄπειπε τὸν γάμον Ἀχαιμένει τὸν Χαρικλείας: τῶν γὰρ ἄλλων σιωπωμένων, τὴν εὐγενείᾳ τῇ μεγίστῃ κομῶσαν οἰκότριβι συνοικεῖν ἀθέμιτον. ἢ ἐπόμνυμί σοι θεῶν τὸν κάλλιστον ἥλιον καὶ θεοὺς τοὺς ἄλλους ὡς οὔτε ὑπείξω τῷ σῷ βουλήματι, καὶ εἰ γένοιτό τι πρὸς βίαν εἰς τὴν Χαρίκλειαν, ἐπόψει με πρότερον ἐμαυτὸν διαχρησάμενον. καὶ ἡ Ἀρσάκη, μὴ ἀπίστει, ἔφη, βούλεσθαί με πάντα σοι χαρίζεσθαι, ἥτις καὶ ἐμαυτὴν ἕτοιμος ἐκδιδόναι. ἀλλὰ προληφθεῖσα ἐπώμοσα ἐκδώσειν Ἀχαιμένει τὴν σὴν ἀδελφήν. εὖ ἂν ἔχοι, ἔφη, ὦ δέσποινα. τὴν ἀδελφὴν τοίνυν ἥτις ἐστίν, ἐκδίδου. μνηστὴν δὲ τὴν ἐμὴν καὶ νύμφην, καὶ τί γὰρ ἄλλο ἢ γαμετήν, οὔτε θελήσεις, εὖ οἶδα, οὔτε θέλουσα ἐκδώσεις. πῶς, ἔφη, λέγεις; ὃ δέ, τὰ ὄντα, ἀπεκρίνατο: οὐ γὰρ ἀδελφὴν ἔχω τὴν Χαρίκλειαν, ἀλλὰ νύμφην, ὥσπερ ἔλεγον. ὡς λελύσθαι μέν σοι τὸν ὅρκον, ἐξεῖναι δέ, εἰ βούλοιο, καὶ ἄλλην ἔχειν ἀπόδειξιν, τοὺς γάμους, ὅταν κρίνῃς, ἐμοῦ τε κἀκείνης εὐωχοῦσα. ὑπεκνίσθη μέν, νύμφην, οὐκ ἀδελφὴν εἶναι τὴν Χαρίκλειαν οὐκ ἄνευ ζηλοτυπίας ἀκούσασα: πλὴν ἀλλ̓ ἔσται οὕτως, εἶπεν ἡ Ἀρσάκη: καὶ Ἀχαιμένην ἡμεῖς ἑτέρῳ γάμῳ παραμυθησόμεθα. ἔσται καὶ παῤ ἐμοῦ, φησί, πρὸς σέ, ὁ Θεαγένης, τούτων διακριθέντων. καὶ ἅμα προσῄει ὡς τὰς χεῖρας φιλήσων. ἣ δὲ προσκύψασα καὶ τὸ στόμα ἀντὶ τῶν χειρῶν προβαλοῦσα ἐφίλησε.

  77. 7.26.2

    καὶ ἐξῆλθεν ὁ Θεαγένης φιληθείς, οὐ μὴν αὐτός γε φιλήσας. καὶ τῇ Χαρικλείᾳ καιροῦ λαβόμενος ἅπαντα ἐξεῖπεν, οὐκ ἄνευ ζηλοτυπίας οὐδὲ ἐκείνης ἔνια μανθανούσης, καὶ τῶν ἀτόπων τῆς ἐπαγγελίας τὸν σκοπὸν προσέθηκεν, καὶ ὡς πολλὰ δἰ ἑνὸς ἀνύοιτο. Ἀχαιμένει γὰρ διασεσόβηται ὁ γάμος, καὶ τῇ κατ̓ Ἀρσάκην ἐπιθυμίᾳ πρόφασις τὸ παρὸν ὑπερθέσεως ἐπινενόηται. καὶ τὸ δὴ κεφάλαιον, ὡς εἰκός, τὸν Ἀχαιμένην ἅπαντα ταραχῆς ἐμπλήσειν, ἀνιώμενον μὲν ἐφ̓ οἷς ἀποτυγχάνει προσδοκήσας, ἀγανακτοῦντα δὲ ἐφ̓ οἷς ἠλάττωται παρὰ τῇ Ἀρσάκῃ διὰ τὴν εἰς ἐμὲ χάριν. οὐ γὰρ δὴ λήσεται αὐτὸν οὐδέν, τῆς μητρὸς ἐξαγορευούσης, ἣν ἐπίτηδες παρεῖναι τοῖς λεγομένοις προυνόησα, μηνυθῆναί τε ταῦτα τῷ Ἀχαιμένει βουλόμενος καὶ μάρτυρα τῆς ἄχρι λόγων πρὸς τὴν Ἀρσάκην ὁμιλίας ποιούμενος. ἀρκεῖ μὲν γὰρ ἴσως καὶ τὸ μηδὲν ἑαυτῷ συνειδότα φαῦλον εὐμενείᾳ τῇ παρὰ τῶν κρειττόνων ἐπελπίζειν: καλὸν δὲ καὶ ἀνθρώπων τοὺς συνόντας πείθοντα, σὺν παρρησίᾳ τὸν ἐπίκαιρον τοῦτον βίον διάγειν. προσετίθει δὲ κἀκεῖνα, ὡς σφόδρα χρὴ προσδοκᾶν καὶ ἐπιβουλεύσειν τῇ Ἀρσάκῃ τὸν Ἀχαιμένην, ἄνδρα δοῦλον μὲν τὴν τύχην ʽἀντίθετον γὰρ ὡς ἐπίπαν τῷ κρατοῦντι τὸ κρατούμενον̓, ἀδικούμενον δὲ καὶ εἰς ὅρκους ἀθετούμενον, ἐρῶντα δὲ καὶ ἄλλους ἑαυτοῦ προτετιμῆσθαι πυθόμενον, συνειδότα δὲ τὰ πάντων αἴσχιστα καὶ παρανομώτατα, καὶ οὐδὲν εἰς τὴν ἐπιβουλὴν πλάσασθαι δεόμενον, οἷα δὴ πολλοὶ πολλάκις ἀνιαθέντες ἐτόλμησαν, ἀλλὰ καὶ ἐκ τῶν ἀληθῶν ἔχοντα πρόχειρον τὴν ἄμυναν.

  78. 7.27.1

    τοιαῦτα πολλὰ διελθὼν πρὸς τὴν Χαρίκλειαν, καὶ τὰ μέτρια θαρσεῖν παρασκευάσας, εἰς τὴν ἑξῆς ὑπηρετησόμενος ταῖς τραπέζαις ὑπὸ τοῦ Ἀχαιμένους ἤγετο, προστεταγμένον τοῦτο παρὰ τῆς Ἀρσάκης. καὶ ἐσθῆτα τῶν πολυτελῶν Περσικὴν ἀποστειλάσης, ταύτην τε μετημφιέννυτο, καὶ στρεπτοῖς τε χρυσοῖς καὶ περιαυχενίοις λιθοκολλήτοις ἑκών τε τὸ μέρος καὶ ἄκων ἐκοσμεῖτο. καὶ τοῦ Ἀχαιμένους ὑποδεικνύναι τι καὶ ὑφηγεῖσθαι τῶν οἰνοχοϊκῶν πειρωμένου, προσδραμὼν ὁ Θεαγένης ἑνὶ τῶν κυλικοφόρων τριπόδων, καὶ φιάλην τῶν πολυτίμων ἀνελόμενος, οὐδέν, ἔφη, δέομαι διδασκάλων, ἀλλ̓ αὐτοδίδακτος ὑπουργήσω τῇ δεσποίνῃ, τὰ οὕτω ῥᾷστα μὴ θρυπτόμενος. σὲ μὲν γὰρ ὦ βέλτιστε ἡ τύχη εἰδέναι τὰ τοιαῦτα καταναγκάζει, ἐμοὶ δὲ καὶ ἡ φύσις τὰ πρακτέα καὶ ὁ καιρὸς ὑπαγορεύει. καὶ ἅμα προσέφερε τῇ Ἀρσάκῃ προσηνὲς κερασάμενος, εὔρυθμον τέ τι καὶ ἄκροις τοῖς δακτύλοις ἐποχῶν τὴν φιάλην. ἐκείνην μὲν οὖν πλέον ἢ πρότερον τὸ ποτὸν ἐξεβάκχευσεν, ἐπιρροφοῦσάν τε ἅμα καὶ ἀκλινῶς εἰς τὸν Θεαγένην ἀτενίζουσαν, καὶ τοῦ ἔρωτος πλέον ἢ τοῦ κράματος ἕλκουσαν, καὶ τὴν φιάλην ἐπίτηδες οὐκ ἐκπίνουσαν, ἀλλὰ σὺν τέχνῃ καὶ διὰ μικροῦ τοῦ λειψάνου τῷ Θεαγένει προπίνουσαν. ἀντιτέτρωτο δὲ ἐκ θατέρων ὁ Ἀχαιμένης, καὶ ὀργῆς ἅμα καὶ ζηλοτυπίας ἐμπλησθείς, ὡς μηδὲ λανθάνειν τὴν Ἀρσάκην ὑποβλέψαντά τε καί τι καὶ πρὸς τοὺς παρόντας ἠρέμα διαγογγύσαντα. ἤδη δὲ διαλυομένου τοῦ συμποσίου, πρώτην αἰτῶ χάριν ὦ δέσποινα, ἔφη ὁ Θεαγένης: ὑπηρετοῦντά με μόνον ἀμφιέννυσθαι ταύτῃ τῇ στολῇ κέλευσον. ὡς δὲ ἐπένευσεν ἡ Ἀρσάκη, τὰ συνήθη μεταμφιασάμενος ἐξῄει.

  79. 7.27.2

    συνεξῄει δὲ καὶ ὁ Ἀχαιμένης, πολλὰ τῆς προπετείας τὸν Θεαγένην ὀνειδίζων, καὶ ὡς μειρακιῶδες εἴη τὸ πρόχειρον, καὶ ὡς τὴν μὲν πρώτην ἡ δέσποινα τὸν ξένον καὶ ἄπειρον ὑπερεῖδεν, εἰ δὲ ἐπιμένοι βλακευόμενος, οὐ χαιρήσει: καὶ ὅτι φίλος ὢν ταῦτα συμβουλεύοι, μᾶλλον δὲ ὀλίγον ὕστερον καὶ εἰς γένος συναφθησόμενος καὶ ἀδελφῆς τῆς ἐκείνου καθ̓ ὑπόσχεσιν τῆς δεσποίνης ἀνὴρ ἐσόμενος. καὶ πολλὰ τοιαῦτα μὲν ἐκεῖνος ἔλεγεν, ὃ δὲ, οὐδὲ ἀκούοντι προσεοικώς, κάτω νεύσας ἀντιπαρῄει, μέχρις οὗ συνέβαλεν αὐτοῖς ἡ Κυβέλη, κατευνάσαι τὴν δέσποιναν τὸ μεσημβρινὸν ἐπειγομένη. καὶ ἰδοῦσα σκυθρωπὸν τὸν υἱὸν ἠρώτα τὴν αἰτίαν. ὃ δέ, τὸ ξένον μειράκιον, ἔφη, προτετίμηται ἡμῶν, καὶ χθὲς καὶ τήμερον παρεισδεδυκὸς οἰνοχοεῖν ἐπιτέτραπται, καὶ τοῖς ἀρχιτρικλίνοις ἡμῖν καὶ ἀρχιοινοχόοις πολλὰ χαίρειν φράσαν ὀρέγει φιάλην, καὶ παρίσταται πλησίον βασιλικοῦ σώματος, τὸ μέχρις ὀνόματος ἀξίωμα ἡμῶν παραγκωνισάμενος. καὶ τὸ μὲν τοῦτον τιμᾶσθαι μετέχοντα καὶ τῶν μειζόνων καὶ κοινωνοῦντα καὶ κοινωνοῦντα καὶ τῶν ἀπορρητοτέρων, διότι καὶ κακῶς ποιοῦντες ἡμεῖς σιωπῶμεν καὶ συμπράττομεν, ἧττόν ἐστι δεινόν, καίπερ ὂν δεινόν: ἀλλ̓ ἐκεῖνο γ̓ ἐξῆν, ἄνευ ὕβρεως τῆς εἰς ἡμᾶς τοὺς ὑπουργοὺς καὶ συνεργοὺς τῶν καλῶν πράξεων τὰ τοιαῦτα γίνεσθαι.

  80. 7.28.1

    καὶ περὶ μὲν τούτων δεύτερος λόγος: τὸ δὲ παρόν, ὦ μῆτερ, τὴν μνηστὴν ἐβουλόμην, τὴν τὰ πάντα ἐμοὶ γλυκυτάτην Χαρίκλειαν, ἰδεῖν, εἴ πως τὸ δεδηγμένον τῆς ψυχῆς τῇ θέᾳ τῇ ἐκείνης διαιτῆσαι δυνηθείην. καὶ ἡ Κυβέλη, ποίαν μνηστὴν ὦ τέκνον; ἔοικάς μοι τὰ σμικρότατα τῶν κατὰ σαυτὸν ἀγανακτεῖν, τὰ μείζονα δὲ ἀγνοῶν λανθάνειν. οὐκέτι λαμβάνεις πρὸς γάμον τὴν Χαρίκλειαν. τί, ἔφη, λέγεις, ἀναβοήσας: οὐκ εἰμὶ ἄξιος γαμεῖν ὁμόδουλον ἐμαυτοῦ; διὰ τί ὦ μῆτερ; δἰ ἡμᾶς, ἔφη, καὶ τὴν ἡμετέραν παράνομον περὶ Ἀρσάκην εὔνοιάν τε καὶ πίστιν. ἐπειδὴ γὰρ ἐκείνην καὶ τῆς ἑαυτῶν ἀσφαλείας προτιμήσαντες, καὶ τὴν ἐκείνης ἐπιθυμίαν καὶ τῆς ἡμετέρας σωτηρίας ἐπίπροσθεν ἄγοντες, ἅπαντα καθ̓ ἡδονὴν συνεπράξαμεν, ἅπαξ που παρεισελθὼν εἰς τὸν θάλαμον ὁ γεννάδας οὗτος καὶ λαμπρὸς αὐτῆς ἐρώμενος, καὶ μόνον ὀφθείς, ἀναπέπεικε παραβῆναι μὲν τοὺς πρὸς σὲ γεγενημένους ὅρκους, αὐτῷ δὲ κατεγγυᾶν τὴν Χαρίκλειαν, οὐκ ἀδελφὴν ἀλλὰ μνηστὴν εἶναι διατεινόμενος. καὶ ἐπήγγελται ταῦτα ἐκείνη ὦ μῆτερ; ἐπήγγελται, παιδίον, ἀπεκρίνατο ἡ Κυβέλη, παρούσης ἐμοῦ καὶ ἀκουούσης: καὶ τοὺς γάμους αὐτῶν ἑστιάσει λαμπρῶς ὀλίγαις ὕστερον ἡμέραις. σοὶ δὲ ἄλλην συνοικιεῖν ἀντὶ ταύτης ἐπηγγέλλετο. βαρὺ δή τι πρὸς ταῦτα ἀνοιμώξας ὁ Ἀχαιμένης, καὶ τὼ χεῖρε διατρίψας, ἐγώ, ἔφη, πικρογάμους θήσω σύμπαντας: μόνον μοι σύμπραττε τὴν εἰς χρόνον σύμμετρον τῶν γάμων ὑπέρθεσιν. καὶ εἴ τις ἐπιζητοίη, κακοῦσθαί με κατ̓ ἀγρόν που συμπεσόντα ἀπάγγελλε. μνηστὴν ὁ γεννάδας ὀνομάζει τὴν ἀδελφήν, ὥσπερ οὐ συνιέντων ἐπὶ διακρούσει μόνῃ τῇ ἐμῇ ταῦτα πράττεσθαι. εἰ γὰρ περιβάλλοι, εἰ γὰρ φιλοίη καθάπερ δίκαιον νύμφην, εἰ καὶ συγκαθεύδοι, καθαρός τι ἔλεγχος ὅτι μὴ ἀδελφή, μνηστὴ δὲ ἐστίν. ἐμοὶ μελήσει ταῦτα, καὶ ὅρκοις καὶ θεοῖς τοῖς παραβαθεῖσι.

  81. 7.29.1

    ταῦτα εἶπε, καὶ ὑπ’ ὀργῆς ἅμα καὶ ζηλοτυπίας καὶ ἔρωτος καὶ ἀποτυχίας οἰστρηθείς, ἱκανῶν καὶ ἄλλον τινὰ διαταράξαι πραγμάτων, μή τοί γε δὴ βάρβαρον, τὴν προσπεσοῦσαν ἔννοιαν οὐκ ἐπὶ λογισμῷ διακρίνας, ἐκ δὲ τῆς πρώτης ὁρμῆς κρατύνας, ἑσπέρας ἐπελθούσης, ἵππον τε Ἀρμένιον, τῶν εἰς πομπὰς καὶ πανηγύρεις τῷ σατράπῃ φατνιζομένων, ὑφελέσθαι δυνηθείς, ἀφιππάσατο ὡς τὸν Ὀροονδάτην κατὰ Θήβας τότε τὰς μεγάλας τὴν ἐπ’ Αἰθίοπας συγκροτοῦντα στρατείαν, καὶ πᾶν εἶδος πολέμου καὶ χεῖρα παντοίαν ἀθροίζοντα, καὶ τὴν ἐπ’ αὐτοὺς ἔξοδον ἤδη συσκευαζόμενον.

  82. 8.1.1

    ὁ γὰρ δὴ βασιλεὺς Αἰθιόπων ἀπάτῃ περιεληλυθὼς τὸν Ὀροονδάτην, καὶ θατέρου τῶν ἐπάθλων τοῦ πολέμου γεγονὼς ἐγκρατής, καὶ τὴν πόλιν ἐπίμαχον τὰς Φίλας ἀεὶ τυγχάνουσαν ἐκ προλήψεως ὑφ̓ αὑτῷ πεποιημένος, εἰς πᾶσαν ἀμηχανίαν, ὥστε καὶ κατηπειγμένως ποιεῖσθαι τὴν ἐκστράτειαν καὶ αὐτοσχέδιον τὰ πολλά, κατηνάγκαζεν. ἡ γὰρ πόλις αἱ Φίλαι κεῖται μὲν ἐπὶ τῷ Νείλῳ, τῶν ἐλαττόνων καταρρακτῶν ἀνωτέρω μικρόν, Συήνης δὲ καὶ Ἐλεφαντίνης ἑκατόν που τοῖς μεταξὺ σταδίοις διείργεται. ταύτην ποτὲ φυγάδες Αἰγύπτιοι καταλαβόντες καὶ ἐνοικήσαντες ἀμφίβολον Αἰθίοψί τε καὶ Αἰγυπτίοις κατέστησαν, τῶν μὲν τοῖς καταρράκταις τὴν Αἰθιοπίαν ὁριζομένων, Αἰγυπτίων δὲ καὶ τὰς Φίλας, κατὰ τὴν προενοίκησιν τῶν παῤ ἑαυτοῖς φυγάδων, ὡς ἂν δορυαλώτους ἑαυτοῖς προσνέμειν ἀξιούντων. συνεχῶς δὴ μεταπιπτούσης τῆς πόλεως, καὶ τῶν ἀεὶ προλαβόντων καὶ ἐπικρατούντων γινομένης, τότε δὲ ὑπὸ φρουρᾶς Αἰγυπτίων τε καὶ Περσῶν κατεχομένης, ὁ τῶν Αἰθιόπων βασιλεὺς πρεσβείαν ὡς τὸν Ὀροονδάτην στείλας ἐξῄτει μὲν καὶ τὰς Φίλας, ἐξῄτει δὲ καὶ τὰ σμαράγδεια μέταλλα, καὶ πάλαι περὶ τούτων, ὡς εἴρηται, διακηρυκευσάμενος καὶ οὐ τυχών. ὀλίγαις τε προφθῆναι τοὺς πρεσβευτὰς ἡμέραις ἐπιτρέψας ἐφείπετο, πάλαι προπαρασκευασάμενος δῆθεν ὡς ἐπ’ ἄλλον τινὰ πόλεμον, καὶ οὐδενὶ τὴν ὁρμὴν τῆς στρατείας φράσας. κἀπειδὴ τὰς Φίλας ὑπερβεβηκέναι τοὺς πρεσβευτὰς εἴκαζεν, ὀλιγωρίαν τοῖς τε ἐνοικοῦσι καὶ φρουροῖς ἐμποιήσαντας, καὶ ὡς ὑπὲρ εἰρήνης ἢ καὶ φιλίας πρεσβεύοιεν ἀπαγγείλαντας, αὐτὸς αἰφνίδιον ἐπιστὰς τήν τε φρουρὰν ἐξήλασε, δύο μέν που καὶ τριῶν ἡμερῶν ἀντισχοῦσαν, πλήθει δὲ τῶν ἐναντίων καὶ μηχαναῖς τειχομάχοις ἐνδοῦσαν, καὶ τὴν πόλιν κατέσχεν, οὐδενὶ τῶν ἐνοικούντων λυμηνάμενος.

  83. 8.1.2

    διὰ ταῦτα δὴ τεταραγμένον καταλαβὼν τὸν Ὀροονδάτην ὁ Ἀχαιμένης, καὶ ἅπαντα πεπυσμένον παρὰ τῶν διαδράντων, ἔτι πλέον ἐξετάραξεν ἀπροσδόκητός τε καὶ ἀπρόσκλητος ὀφθείς. καὶ μή τι δεινὸν περὶ τὴν Ἀρσάκην ἢ τὸν ἄλλον οἶκον γεγόνοι πυνθανομένῳ, γεγονέναι μὲν ὁ Ἀχαιμένης, ἰδίᾳ δὲ φράζειν βούλεσθαι ἀπεκρίνατο. κἀπειδὴ τῶν ἄλλων ἐχωρίσθησαν, ἅπαντα κατεμήνυεν, ὡς ὑπὸ Μιτράνου ληφθεὶς αἰχμάλωτος ὁ Θεαγένης ἀπέσταλτο πρὸς Ὀροονδάτην, δῶρον, εἰ δόξειεν, ὡς βασιλέα τὸν μέγαν ἀναπεμφθησόμενος ʽκαὶ γὰρ εἶναι τὸ χρῆμα τοῦ νεανίου τῆς βασιλέως αὐλῆς καὶ τραπέζης ἐπάξιον̓, ὡς ὑπὸ Βησσαέων ἀφαιρεθείη, προσανελόντων καὶ τὸν Μιτράνην, ὡς ἀφίκοιτο μετὰ ταῦτα εἰς τὴν Μέμφιν, παρενείρων ἅμα καὶ τὰ κατὰ τὸν Θύαμιν, καὶ τέλος τὸν ἐπὶ τῷ Θεαγένει τῆς Ἀρσάκης ἔρωτα, καὶ τὸν εἰς τὰ βασίλεια τοῦ Θεαγένους εἰσοικισμόν, καὶ τὰς περὶ αὐτὸν φιλοφρονήσεις, καὶ τὰς ἐκείνου διακονίας τε καὶ οἰνοχοΐας: καὶ ὡς πέπρακται μὲν ἤδη τῶν παρανόμων ἴσως οὐδέν, ἀνθισταμένου τέως τοῦ νεανίου καὶ ἀντέχοντος, δέος δὲ πραχθῆναι βιασθέντος ἢ καὶ τῷ χρόνῳ τοῦ ξένου πως ἐνδόντος, εἰ μὴ φθαίη τις αὐτὸν προαναρπάζων ἐκ τῆς Μέμφεως καὶ τὴν ὅλην τοῦ ἔρωτος ὑπόθεσιν τῆς Ἀρσάκης ὑποτεμνόμενος: διὰ γὰρ δὴ ταῦτα καὶ αὐτὸς ἐπειχθῆναι, καὶ λάθρᾳ διαδρὰς ἥκειν μηνυτής, εὐνοίᾳ τῇ περὶ τὸν δεσπότην ἀποκρύπτειν τὰ κατὰ τοῦ δεσπότου μὴ ἐνεγκών.

  84. 8.2.1

    κἀπειδὴ τούτοις θυμοῦ τὸν Ὀροονδάτην ἐμπεπλήκει, καὶ ὅλος πρὸς ἀγανάκτησιν καὶ τιμωρίαν ἐξῄει, δἰ ἐπιθυμίας αὖθις ἐξέκαε τὰ κατὰ τὴν Χαρίκλειαν προστιθεὶς καὶ ἐπὶ μέγα, ὥσπερ ἦν, ἐξαίρων, καὶ τὸ κάλλος παντοίως ἐκθειάζων καὶ τὴν ὥραν τῆς κόρης, ὡς οὔτε ὀφθείη πρότερον οὔτε αὖθις δυνήσεται, μικρὰ νόμιζε, λέγων, πάσας σοι τὰς παλλακίδας εἶναι παρὰ ταύτην, οὐ μόνον τὰς κατὰ τὴν Μέμφιν ἀλλὰ καὶ τὰς ἑπομένας. καὶ ἄλλα πολλὰ πρὸς τούτοις ὁ Ἀχαιμένης, ἐλπίζων, εἰ καὶ προσομιλήσειεν Ὀροονδάτης τῇ Χαρικλείᾳ, μικρὸν γοῦν ὕστερον ἐπὶ μισθῷ τῶν μηνυμάτων ἐξαιτήσας πρὸς γάμον ἕξειν.

  85. 8.2.2

    καὶ ὅλως ἐξηρέθιστο ἤδη καὶ διακαὴς ἦν ὁ σατράπης, θυμοῦ καὶ ἐπιθυμίας ἅμα ὥσπερ εἰς ἄρκυς ἐμβεβλημένος. καὶ οὐδὲ μικρὸν ὑπερθέμενος, Βαγώαν τινὰ τῶν πεπιστευμένων εὐνούχων προσκαλεσάμενος, ἱππέας τε πεντήκοντα ἐγχειρίσας, εἰς τὴν Μέμφιν ἐξέπεμπεν, ἄγειν ὡς αὐτὸν Θεαγένην τε καὶ Χαρίκλειαν ὡς ὅτι τάχιστα, καὶ οὗπερ ἂν αὐτὸς καταλαμβάνοιτο, ἐπιστείλας.

  86. 8.3.1

    ἐνεχείριζε δὲ καὶ γράμματα, τὸ μὲν πρὸς Ἀρσάκην ὧδε ἔχον.

  87. 8.3.2

    Ὀροονδάτης Ἀρσάκῃ. Θεαγένην καὶ Χαρίκλειαν τοὺς αἰχμαλώτους μὲν ἀδελφοὺς βασιλέως δὲ δούλους, βασιλεῖ διαπεμφθησομένους ἀπόστειλον. ἀλλ̓ ἑκοῦσα ἀπόστειλον, ἐπεὶ καὶ ἀκούσης ἀχθήσονται καὶ Ἀχαιμένης πιστευθήσεται.

  88. 8.3.3

    πρὸς δὲ Εὐφράτην τὸν κατὰ τὴν Μέμφιν ἀρχιευνοῦχον τοιόνδε.

  89. 8.3.4

    ὑπὲρ μὲν ὧν οἰκίας τῆς ἐμῆς ὀλιγωρεῖς, εὐθύνας ὑφέξεις: τὸ παρὸν δὲ τοὺς ξένους Ἕλληνας τοὺς αἰχμαλώτους Βαγώᾳ παράδος ὡς ἐμὲ ἀχθησομένους, ἑκούσης Ἀρσάκης, εἴτε καὶ ἀκούσης. πάντως δὲ παράδος, ἢ αὐτὸς ἴσθι δέσμιος ἀχθῆναι προστεταγμένος, τῆς δορᾶς ἀφαιρησόμενος.

  90. 8.3.5

    οἱ μὲν δὴ περὶ τὸν Βαγώαν ἐπὶ τὸ προστεταγμένον ἐξώρμησαν, τῶν ἐπεσταλμένων παρὰ τοῦ σατράπου κατασεσημασμένων, ὡς ἂν μᾶλλον πιστεύσειαν οἱ κατὰ τὴν Μέμφιν καὶ θᾶττον τοὺς νέους ἐκδοῖεν: ἐξώρμησε δὲ καὶ Ὀροονδάτης ἐπὶ τὸν πρὸς Αἰθίοπας πόλεμον, ἕπεσθαι καὶ τὸν Ἀχαιμένην προστάξας, ἠρέμα καὶ οὐκ εἰδότα παραφρουρούμενον, ἕως ἂν τὰ πρὸς αὐτοῦ μηνυθέντα δείξειεν ἐπαληθεύων.

  91. 8.3.6

    κατὰ δὲ τὰς αὐτὰς ἡμέρας καὶ κατὰ τὴν Μέμφιν τοιάδε ἐγίνετο. ἄρτι τοῦ Ἀχαιμένους ἀποδράντος, ὁ Θύαμις ἤδη τὴν προφητείαν ὁλόκληρον ἀναδεδεγμένος καὶ τὰ πρῶτα τῆς πόλεως διὰ τοῦτο φερόμενος, τὰ περὶ τὴν κηδείαν τοῦ Καλασίριδος ἐκτελέσας καὶ τὰ νενομισμένα τῷ πατρὶ πάντα ἐν ἡμέραις ταῖς τεταγμέναις ἐπενέγκας, ἀναζητήσεως ἔννοιαν τῶν περὶ τὸν Θεαγένην ἐλάμβανεν, ὅτε δὴ παραιτεῖσθαι καὶ τοῖς θύραθεν ἐκ τοῦ προφητικοῦ νόμου διατεταγμένον ἐγίνετο. κἀπειδὴ πολυπραγμονῶν καὶ ἐκπυνθανόμενος ἔγνω τοῖς σατραπείοις ἐνῳκισμένους, ὡς εἶχε σπουδῆς, ἐλθὼν ὡς τὴν Ἀρσάκην ἐξῄτει τοὺς νέους ξένους, ὡς αὐτῷ κατὰ πολλὰ μὲν καὶ ἄλλα προσήκοντας, πλέον δὲ ὅτι περ ὁ πατὴρ Καλάσιρις τελευτῶν ἐπέσκηπτε παντοίως προνοεῖν καὶ ὑπερμαχεῖν τῶν ξένων ἐπιστείλας, χάριν μὲν ἔχειν ὁμολογῶν ὅτι τὰς διὰ μέσου ταύτας ἡμέρας ὑπεδέξατο νέους καὶ ξένους καὶ Ἕλληνας φιλανθρωπευομένη, καθ̓ ἃς ἐνδιαιτᾶσθαι τῷ ναῷ τοῖς μὴ ἱερωμένοις ἀπηγόρευτο, δικαιῶν δὲ ἀνακομίζεσθαι τὴν αὐτὸς αὑτοῦ παρακαταθήκην. καὶ ἡ Ἀρσάκη, θαυμάζω σου, ἔφη, χρηστὰ μὲν ἡμῖν καὶ φιλάνθρωπα προσμαρτυροῦντος, ἀπανθρωπίαν δὲ αὖθις καταγινώσκοντος, εἰ μὴ δυνησόμεθα ἢ βουλησόμεθα προνοεῖν τῶν ξένων καὶ τὰ πρέποντα αὐτοῖς ἀπονέμειν. οὐ τοῦτο, εἶπεν ὁ Θύαμις: καὶ γὰρ καὶ ἐν ἀφθονωτέροις τῇδε πλέον ἢ παῤ ἡμῖν οἶδα ἐσομένους, εἰ καὶ μένειν βουλομένοις ἦν. νυνὶ δὲ γένους ὄντες τῶν ἐπὶ δόξης, ἄλλως δὲ τύχης ἐπηρείαις ποικίλαις κεχρημένοι καὶ τὸ παρὸν ἀλητεύοντες, πάντων ἐπίπροσθεν ποιοῦνται γένος τὸ ἴδιον ἀνακομίσασθαι καὶ εἰς τὴν ἐνεγκοῦσαν ἐπανήκειν: ὧν εἰς τὴν σύλληψιν ἐμὲ κληρονόμον ὁ πατὴρ καταλέλοιπεν, ὄντων μοι καὶ ἄλλων φιλίας πρὸς τοὺς ξένους δικαιωμάτων. εὖ γε ἐποίησας, ἡ Ἀρσάκη πρὸς αὐτόν, τοῦ μὲν ἐκδυσωπεῖν ἀφέμενος, τὸ δὲ δίκαιον προβαλόμενος: πλέον γὰρ τοῦτο μεθ̓ ἡμῶν ὂν φαίνεται, ὅσῳ καὶ τὸ δεσποτεύειν τοῦ προνοεῖν τὴν ἄλλως εἰς τὸ ἔχειν ἐπικρατέστερον. ὁ δὲ Θύαμις θαυμάσας, δεσποτεύεις δέ, ἔφη, σὺ τούτων ὅπως; πολέμου νόμῳ, πρὸς αὐτὸν ἀπεκρίνατο, δούλους τοὺς αἰχμαλώτους ἀναδεικνύντος.

  92. 8.4.1

    συνεὶς δὴ οὖν ὁ Θύαμις ὅτι τὰ περὶ τὸν Μιτράνην ἐθέλει λέγειν, ἀλλ̓ ὦ Ἀρσάκη, ἔφη, οὐ πόλεμος τάδε ἀλλ̓ εἰρήνη τὸ παρόν. κἀκεῖνος μὲν δουλοῦν, ἐλευθεροῦν δὲ αὕτη πέφυκε. κἀκεῖνο μέν ἐστι βούλημα τυραννικόν, τουτὶ δὲ δόγμα βασιλικόν. εἰρήνην δὲ καὶ πόλεμον οὐχ ἡ τῶν ὀνομάτων ἀξίωσις, ἀλλ̓ ἡ τῶν χρωμένων διάταξις ἀληθέστερον γνωρίζειν πέφυκε. τὸ μὲν δίκαιον τούτοις τιθεμένη βέλτιον ἂν φανείης ὁριζομένη, τό γε μὴν πρέπον ἢ συμφέρον οὐδὲ εἰς ἀμφισβήτησιν καθίσταται: πῶς γάρ σοι καλὸν ἢ λυσιτελοῦν νέων καὶ ξένων οὕτως ἐκθύμως φαίνεσθαί τε καὶ ὁμολογεῖν ἀντεχομένην;

  93. 8.5.1

    ἐπὶ τούτοις οὐκέτι κατέσχεν ἡ Ἀρσάκη, ἀλλ̓ ἔπασχεν ὃ δὴ καὶ πάντες ὡς ἐπίπαν οἱ ἐρῶντες. λανθάνειν μὲν οἰόμενοι καὶ ἐρυθριῶσιν, ἁλισκόμενοι δὲ ἀπαναισχυντοῦσιν, ὁ μὲν ἀγνοούμενος ὀκνηρότερος, ὁ δὲ πεφωραμένος θρασύτερος καθιστάμενος. ὡς δὴ κἀκείνῃ τὸ συνειδὸς τῆς ψυχῆς ἔλεγχος ἐγίνετο, καὶ τὸν Θύαμιν ὑπωπτευκέναι τι τῶν κατ̓ αὐτὴν ὑποτοπήσασα, παῤ οὐδὲν μὲν τὸν προφήτην καὶ τὸ προφητικὸν ἀξίωμα ποιησαμένη, πᾶσαν δὲ γυναικείαν αἰδῶ παραγκωνισαμένη, ἀλλ̓ οὐδὲ τῶν εἰς Μιτράνην, ἔφη, δεδραμένων ὑμῖν χαιρήσετε, ἀλλ̓ ἔσται καιρὸς ἐν ᾧ τοὺς σφαγέας ἐκείνου τε καὶ τῶν σὺν αὐτῷ τὴν δίκην Ὀροονδάτης εἰσπράξεται. τούσδε δὲ οὐ μεθήσομαι, τὸ μὲν παρὸν ἐμοὶ δουλεύοντας, ὀλίγον δὲ ὕστερον ἀδελφῷ τῷ ἐμῷ βασιλεῖ τῷ μεγάλῳ κατὰ νόμον τὸν Περσικὸν ἀναπεμφθησομένους. πρὸς ταῦτα ῥητόρευε, καὶ δίκαια καὶ πρέποντα καὶ συμφέροντα μάτην ὁριζόμενος, ὧν οὐδενὸς προσδεῖται ὁ κρατῶν, τὸ βούλημα τὸ ἴδιον τούτων ἕκαστον ποιούμενος. καὶ αὐλῆς τῆς ἡμετέρας ὡς ὅτι τάχιστα καὶ ἑκὼν μεθίστασο, μὴ δὴ λάθῃς καὶ ἄκων μεθιστάμενος.

  94. 8.5.2

    ὁ μὲν οὖν Θύαμις ἐξῄει θεούς τε ἐπιμαρτυράμενος καὶ τοσοῦτον ἐπισκήψας, ὡς οὐκ εἰς καλὸν ταῦτα τελευτήσει, κατάδηλα ποιῆσαι πρὸς τὴν πόλιν καὶ ἐπικαλέσασθαι πρὸς βοήθειαν ἐνθυμούμενος. ἡ δὲ Ἀρσάκη, λόγος οὐδείς εἰποῦσα τῆς σῆς προφητείας, μίαν ὁρᾷ προφητείαν ἔρως τὴν ἐπιτυχίαν, εἰς τὸν θάλαμόν τε χωρισθεῖσα καὶ τὴν Κυβέλην προσκαλεσαμένη περὶ τῶν παρόντων διεσκοπεῖτο: καὶ γάρ πως ἤδη καὶ τὸν δρασμὸν τοῦ Ἀχαιμένους οὐ φαινομένου δἰ ὑποψίας ἐλάμβανε, τῆς Κυβέλης, εἴ ποτε πυνθάνοιτο καὶ ἐπιζητοίη τὸν Ἀχαιμένην, ποικίλας καὶ ἄλλοτε ἄλλας προφάσεις ἀναπλαττούσης, καὶ πάντα μᾶλλον ἢ τὴν ὡς Ὀροονδάτην ἄφιξιν πιστεύειν παρασκευαζούσης, πλὴν οὐ παντάπασι τὰ τελευταῖα πειθούσης, ἀλλ̓ ἤδη διὰ τὸν χρόνον καὶ ἀπιστουμένης. τότε δ̓ οὖν, τί ποιήσομεν, ἔλεγεν, ὦ Κυβέλη; τίς λύσις ἔσται μοι τῶν περιεστηκότων; ὁ μὲν ἔρως οὐκ ἀνίησιν, ἀλλ̓ ἐπιτείνει πλέον, ὥσπερ ὕλῃ τῷ νέῳ λάβρως ὑποπιμπράμενος: ὃ δέ ἐστιν ἀπηνής τε καὶ ἀμείλιχος, φιλανθρωπότερος τὰ πρῶτα ἢ νῦν φαινόμενος, τότε μὲν ἀπατηλαῖς γοῦν ἐπαγγελίαις παρηγορῶν, νῦν δὲ παντάπασι καὶ ἀπερικαλύπτως τὰ πρός με ἀπαγορεύων. ὃ δή με καὶ διαταράττει μᾶλλον, μὴ δή τι περὶ Ἀχαιμένους ὧν ὑπονοῶ καὶ αὐτὸς πέπυσται, καὶ πλέον ἀποδειλιᾷ τὴν πρᾶξιν. λυπεῖ δὲ ἐπὶ πᾶσιν Ἀχαιμένης, ὃς νῦν μηνυτὴς ὡς Ὀροονδάτην πεπόρευται, ἢ πείσων ἴσως ἢ οὐ πάντως ἄπιστα λέξων. ὀφθείη μοι μόνον Ὀροονδάτης: μίαν θεραπείαν καὶ δάκρυον Ἀρσάκειον ἓν οὐχ ὑποστήσεται. μεγάλην εἰς πειθὼ κέκτηται πρὸς ἄνδρας ἴυγγα τὰ γυναικεῖα καὶ σύνοικα βλέμματα. ἀλλ̓ ἐκεῖνο ὑπέρδεινον, εἰ μὴ τυχοῦσα Θεαγένους προληφθείην ὑπὸ τῆς κατηγορίας, ἢ κἂν οὕτω τύχῃ, τῆς τιμωρίας, εἴ τι πρὶν ἐντυχεῖν μοι πιστεύσειεν Ὀροονδάτης. ὥστε ὦ Κυβέλη πάντα κίνει, πᾶσαν εὕρισκε μηχανήν, πρὸς ὀξὺ καὶ τὴν ἄκραν ἀκμὴν περιεστηκότα ἡμῖν ὁρῶσα τὰ πράγματα, καὶ ἅμα ἐννοοῦσα ὡς οὐκ ἔστιν ὅπως ἐμαυτῆς ἀπογνοῦσα φείσομαι ἄλλων, ἀλλὰ πρώτη παραπολαύσεις τῶν τοῦ παιδὸς ἐπιχειρημάτων: ἃ πῶς ἠγνόηκας, οὐκ ἔχω συμβάλλειν. καὶ ἡ Κυβέλη, παιδὸς μέν, ἔφη, τοῦ ἐμοῦ πέρι, καὶ πίστεως εἰς σὲ τῆς ἐμῆς, ὦ δέσποινα, οὐκ ἀληθῆ δοξάζουσα γνώσῃ τοῖς ἔργοις: αὐτὴ δὲ οὕτως ὑπτίως προσιοῦσα τῷ σαυτῆς ἔρωτι, καὶ τῷ ὄντι μαλακιζομένη, μὴ ἄγε τὴν αἰτίαν ἐπ’ ἄλλους τοὺς οὐκ αἰτίους. οὐ γὰρ ὡς δέσποινα κρατεῖς, ἀλλ̓ ὡς δουλεύουσα θεραπεύεις τὸ μειράκιον. ἃ παρὰ μὲν τὴν πρώτην ὀρθῶς ἴσως ἐγίνετο, ἁπαλοῦ τινὸς ἐκείνου καὶ νέου τὴν ψυχὴν νομισθέντος: ἐπειδὴ δὲ κατεξανίσταται ὡς ἐρωμένης, λαμβανέτω πεῖραν ὡς δεσποίνης, καὶ μαστιγούμενος καὶ στρεβλούμενος ὑποπιπτέτω τοῖς σοῖς βουλήμασι. πεφύκασι γὰρ οἱ νέοι θεραπευόμενοι μὲν ὑπερφρονεῖν βιαζόμενοι δὲ ὑπείκειν, ὥστε καὶ οὗτος πράξει κολαζόμενος ἅπερ ἠθέτει κολακευόμενος. ἀλλὰ δοκεῖς μέν, ἔφη, εὖ λέγειν, ἡ Ἀρσάκη: πῶς δ̓ ἂν ἐνέγκαιμι, ὦ θεοί, τοῖς ἐμοῖς ὀφθαλμοῖς ἢ ξαινόμενον ὁρῶσα τὸ σῶμα ἐκεῖνο ἢ καὶ ἄλλως κολαζόμενον; αὖθις αὖ σὺ μαλακίζῃ, ἔφη, ὥσπερ οὐ πρὸς ἐκείνου τε γενησόμενον ὀλίγαις στρεβλώσεσι τὸ ἑλέσθαι τὰ βελτίονα, καὶ σοὶ πρὸς μικρὸν ἀνιαθείσῃ τυχεῖν τῶν κατὰ γνώμην. ἔνεστι δέ σοι μηδὲ λυπεῖν τὸν ὀφθαλμὸν τοῖς γινομένοις, ἀλλ̓ Εὐφράτῃ παραδοῦσαν, καὶ κολάζειν εἰποῦσαν ὥς τι πεπλημμεληκότα, μήτε ἀνιᾶσθαι ὁρῶσαν ʽἀκοὴ γὰρ ὄψεως εἰς τὸ λυπῆσαι κουφότερον̓, καὶ εἰ μεταβεβλημένον αἰσθοίμεθα, πάλιν ἐξελέσθαι ὡς αὐτάρκως ἐπεστραμμένον.

  95. 8.6.1

    ἐπείθετο ἡ Ἀρσάκη: ἀπελπισθεὶς γὰρ ὁ ἔρως οὐδεμίαν ἔχει φειδὼ τοῦ ἐρωμένου, τρέπειν δὲ φιλεῖ τὴν ἀποτυχίαν εἰς τιμωρίαν. καὶ τὸν ἀρχιευνοῦχον μετακαλεσαμένη τὰ δεδογμένα προσέταξεν. ὃ δὲ καὶ φύσει μὲν τὴν εὐνούχων ζηλοτυπίαν νοσῶν, σμυχόμενος δὲ καὶ πάλαι κατὰ τοῦ Θεαγένους ἐξ ὧν ἑώρα τε καὶ ὑπώπτευεν, εὐθὺς ἐν, δεσμοῖς εἶχε σιδηροῖς καὶ ἐπίεζε λιμῷ καὶ αἰκίαις, εἰς οἴκημα ζοφῶδες κατακλεισάμενος, καὶ εἰδότι μὲν προσποιουμένῳ δὲ καὶ πυνθανομένῳ δῆθεν τὴν αἰτίαν οὐδὲν ἀποκρινόμενος, ἐπιτείνων δὲ ὁσημέραι τὰ τῆς κολάσεως, καὶ πλέον ἢ ἐβούλετο ἡ Ἀρσάκη καὶ ἐντέταλτο τιμωρούμενος, εἰσφοιτᾶν δὲ οὐδενὶ παριεὶς ἢ μόνῃ τῇ Κυβέλῃ, τοῦτο προστεταγμένον. ἣ δὲ ἐφοίτα συνεχῶς, καὶ τροφὰς κρύφα παρεισφέρειν ἐνεδείκνυτο, οἰκτείρουσα μὲν δῆθεν καὶ ὑπὸ τῆς συνηθείας ἐπικλωμένη, τὸ δ̓ ἀληθὲς ἀποπειρωμένη, ποίαν τινὰ γνώμην ἔχοι πρὸς τὰ παρόντα, καὶ εἴπερ ἐνδιδοίη καὶ μαλάσσοιτο πρὸς τῶν στρεβλώσεων. ὃ δὲ ἦν πλέον ἀνὴρ τότε, καὶ πλέον ἀπεμάχετο πρὸς τὰς πείρας, τὸ μὲν σῶμα καταπονούμενος, τὴν δὲ ψυχὴν ἐπὶ σωφροσύνῃ ῥωννύμενος, καὶ μεγαλαυχούμενος ἅμα πρὸς τὴν τύχην καὶ γαυριῶν, εἰ λυποῦσα τῷ πλείστῳ μέρει, τῷ καιριωτάτῳ χαρίζοιτο, ἐπιδείξεως ἀφορμὴν τῆς εἰς Χαρίκλειαν εὐνοίας τε καὶ πίστεως παρεσχημένη, μόνον εἰ γιγνώσκει ταῦτα κἀκείνη, μέγιστον ἀγαθὸν τιθέμενος, καὶ συνεχῶς Χαρίκλειαν καὶ φῶς καὶ ψυχὴν καὶ ζωὴν ἀνακαλῶν. ὥστε καὶ ἡ Κυβέλη ταῦτα ὁρῶσα, καὶ παρὰ μὲν τῆς Ἀρσάκης ὡς ἠρέμα βούλοιτο πιέζεσθαι τὸν Θεαγένην ἀκούουσα ʽοὐ γὰρ ἐς τελευτὴν ἀλλ̓ ἐς ἀνάγκην παραδεδωκέναἰ, αὐτὴ δὲ ἐκ τῶν ἐναντίων ἐπιτείνειν τὰ τῶν κολάσεων πρὸς τὸν Εὐφράτην ἀπαγγέλλουσα, ὡς ἀνύουσα ᾔσθετο οὐδέν, ἀλλ̓ ἀπηγόρευτο καὶ αὐτῇ παῤ ἐλπίδας ἡ πεῖρα, συνεῖσα οἷ κακῶν ἦν, καὶ νῦν μὲν τὴν ἐξ Ὀροονδάτου τιμωρίαν, εἰ πύθοιτο ταῦτα παρὰ Ἀχαιμένους, ὅσον οὐδέπω προσδοκῶσα, νῦν δὲ ὡς φθήσεται αὐτὴν διαχρωμένη τάχα καὶ ἡ Ἀρσάκη ὡς παιχθεῖσα εἰς τὴν τοῦ ἔρωτος σύλληψιν, ὁμόσε χωρεῖν ἔγνω τοῖς κατειληφόσι, καὶ μέγα τι κακὸν ἐπιτελέσασα ἢ κατορθῶσαι τῇ Ἀρσάκῃ τὰ κατὰ γνώμην καὶ τὸ παρὸν τὸν ἀπ̓ ἐκείνης προσδοκώμενον διαδῦναι κίνδυνον, ἢ τοὺς ἐλέγχους τῶν πάντων πραγμάτων ἀφανίσαι, θανάτους ἅμα πᾶσιν ἐπινοήσασα. καὶ πρὸς τὴν Ἀρσάκην ἐλθοῦσα, μάτην, ἔφη, κάμνομεν ὦ δέσποινα: οὐ γὰρ ἐνδίδωσιν ὁ ἀπηνὴς ἐκεῖνος, ἀλλ̓ ἀεὶ γίνεται καὶ πλέον θρασύτερος, Χαρίκλειαν διὰ στόματος ἔχων καὶ ταῖς ἐκείνης ἀνακλήσεσιν ὥσπερ θεραπείαις παρηγορούμενος. τελευταίαν οὖν, εἰ δοκεῖ, τὸ τοῦ λόγου, ῥίψωμεν ἄγκυραν, καὶ τὴν ἐμποδὼν γινομένην ἐκποδὼν ποιησώμεθα. εἰ γὰρ μάθοι μὴ οὖσαν, εἰκός που καὶ μεταβληθῆναι αὐτὸν πρὸς τὸ βούλημα τὸ ἡμέτερον, ἀπογνόντα τὸν ἐπ’ ἐκείνῃ πόθον.

  96. 8.7.1

    ἅρπαγμα τὸ ῥηθὲν ἐποιήσατο ἡ Ἀρσάκη, καὶ τὴν ἐκ πολλοῦ ζηλοτυπίαν ὀργῇ τῶν εἰρημένων ἐπιτείνασα, εὖ λέγεις, ἔφη, καὶ μελήσει μοι προστάξαι τὴν ἀλιτήριον ἀναιρεθῆναι. καὶ τίς ὁ πεισθησόμενος; ἀπεκρίνατο ἡ Κυβέλη: πάντων γὰρ ἐν ἐξουσίᾳ σοι τυγχανούσῃ τὸ ἀναιρεῖν δίχα κρίσεως τῶν ἐν τέλει Περσῶν πρὸς τῶν νόμων ἀπηγόρευται. δεήσει τοίνυν πραγμάτων σοι καὶ δυσχερείας, αἰτίας τινὰς καὶ ἐγκλήματα κατὰ τῆς κόρης ἀναπλαττούσῃ: καὶ πρόσεστι τὸ ἄδηλον εἰ πιστευθησόμεθα. ἀλλ̓ εἰ δοκεῖ, ʽπάντα γὰρ ὑπὲρ σοῦ καὶ πράττειν καὶ πάσχειν ἕτοιμοσ̓ φαρμάκῳ τὴν ἐπιβουλὴν διακονήσομαι καὶ ποτῷ γεγοητευμένῳ τὴν ἀντίδικον ἐκποδὼν ποιήσομαι. ἐπῄνεσε ταῦτα ἡ Ἀρσάκη, καὶ ποιεῖν ἐκέλευεν. ἣ δὲ αὐτίκα ὥρμησε. καὶ καταλαβοῦσα τὴν Χαρίκλειαν. ἐν ὀδυρμοῖς καὶ δάκρυσι, καὶ τί γὰρ ἄλλ̓ ἢ πενθοῦσαν, καὶ ὅπως αὑτὴν ἐξάξοι τοῦ βίου διανοουμένην ʽἤδη γὰρ ὑπῄσθητο τὰς ἀμφὶ Θεαγένην τύχας, ποικίλως αὐτὴν καὶ ταῦτα τῆς Κυβέλης τα πρῶτα βουκολούσης, καὶ τοῦ μὴ ὁρᾶσθαι αὐτὸν μηδὲ φοιτᾶν συνήθως εἰς τὸ δωμάτιον ἄλλοτε ἄλλας προφάσεις ἀναπλαττούσησ̓ — καὶ ὦ δαιμονία, φησίν, οὐ παύσῃ σεαυτὴν τρύχουσα καὶ καταναλίσκουσα μάτην; ἰδού σοι καὶ Θεαγένης ἀφεῖται, καὶ ἥξει τήμερον εἰς ἑσπέραν. ἡ γὰρ δέσποινα πλημμελήσαντά τι κατὰ τὴν διακονίαν, εἰς βραχὺ παροξυνθεῖσα καὶ καθειρχθῆναι προστάξασα, τήμερον ἀφήσειν ἐπηγγείλατο, ἑορτήν τινα πάτριον εὐωχεῖν μέλλουσα, καὶ ἅμα καὶ πρὸς ἐμοῦ λιπαρηθεῖσα. ὥστε ἀνίστασο καὶ σαυτὴν ἀναλάμβανε, μικρᾶς τροφῆς σὺν ἡμῖν νῦν γοῦν ποτὲ μεταλαβοῦσα. καὶ πῶς ἄν, ἔφη, πεισθείην; ἡ Χαρίκλεια: τὸ γὰρ συνεχῶς σε πρός με διαψεύδεσθαι τὸ πιστὸν τῶν παρὰ σοῦ λεγομένων ὑποτέμνεται. καὶ ἡ Κυβέλη, θεούς, ἔφη, ἐπόμνυμι πάντας ἦ μὴν λυθήσεσθαί σοι πάντα τήμερον καὶ πάσης σε φροντίδος ἀπαλλαγήσεσθαι. μόνον μὴ προαναίρει σαυτήν, ἡμερῶν ἤδη τοσούτων ἀπόσιτος οὖσα, ἀλλ̓ ἀπόγευσαι ἥκουσα τῶν εἰς καιρὸν ηὐτρεπισμένων. μόλις μέν, ἐπείθετο δ̓ οὖν ὅμως ἡ Χαρίκλεια, τὸ μὲν ἀπατηλὸν συνήθως ὑφορωμένη, τοῖς δὲ ὅρκοις ἐν μέρει πειθομένη καὶ τὸ ἡδὺ τῶν ἐπαγγελθέντων ἑκοῦσα καταδεχομένη: ἃ γὰρ ἐπιθυμεῖ ψυχή, καὶ πιστεύειν φιλεῖ.

  97. 8.7.2

    κατακλινεῖσαι τοίνυν εἱστιῶντο. καὶ τῆς διακονουμένης ἄβρας οἴνου κεκραμένου κύλικας ἐπιδούσης, προτέρᾳ τῇ Χαρικλείᾳ προσφέρειν ἡ Κυβέλη νεύσασα μετ̓ ἐκείνην αὐτὴ λαβοῦσα ἔπινε. καὶ οὔπω τὸ πᾶν ἐκπέποτο, καὶ ἰλιγγιᾶν ἐφαίνετο ἡ πρεσβῦτις, τό τε περιττεῦσαν ὀλίγον ἐκχέασα δριμύ τε εἰς τὴν θεράπαιναν ἐνεώρα καὶ σπασμοῖς τε καὶ σφακελισμοῖς ὀξυτάτοις ἐπιέζετο.

  98. 8.8.1

    θόρυβός τε κατειλήφει μὲν καὶ τὴν Χαρίκλειαν, καὶ ἀναλαμβάνειν ἐπειρᾶτο, κατειλήφει δὲ καὶ τοὺς παρόντας. τὸ γὰρ κακόν, ὡς ἐῴκει, τοξεύματος παντὸς ὀξύτερον τῷ φθοροποιῷ δεδευμένου, καὶ ἱκανὸν καὶ νέον τινὰ καὶ ἀκμάζοντα διαχρήσασθαι, τότε καὶ πλέον, εἰς γηραιὸν σῶμα καὶ ἀπεσκληκὸς ἤδη προσομιλῆσαν, ὀξύτερον ἢ ὥστε εἰπεῖν τῶν καιριωτέρων καθίκετο. καὶ τό τε ὄμμα ἡ πρεσβῦτις ἐνεπίμπρατο, καὶ τὰ μέλη τῶν σπασμῶν ἐνδόντων πρὸς τὸ ἀκίνητον παρεῖτο, καὶ χροιὰ μελαίνουσα τὴν ἐπιφάνειαν ἐπεπόλαζεν. ἀλλ̓ ἦν, οἶμαι, καὶ δηλητηρίου ψυχὴ δολερὰ πικρότερον. ἡ γοῦν Κυβέλη καὶ ἐκθνήσκουσα οὐ μεθίετο τῶν πανουργημάτων, ἀλλὰ τὰ μὲν νεύμασι τὰ δὲ παραφθεγγομένη Χαρίκλειαν εἶναι τὴν ἐπιβουλεύσασαν ἐνεδείκνυτο. καὶ ὁμοῦ τε ἡ γραῦς ἀπέπνει καὶ ἡ Χαρίκλεια δεσμῶτις εἴχετο, καὶ παρὰ τὴν Ἀρσάκην αὐτίκα ἤγετο. τῆς δὲ πυνθανομένης εἰ τὸ φάρμακον αὐτὴ σκευάσειε, καὶ εἰ μὴ βούλοιτο λέγειν τἀληθές, κολαστήρια καὶ βασάνους ἀπειλούσης, καινὸν ἦν ἡ Χαρίκλεια τοῖς ὁρῶσι θέαμα. οὔτε γὰρ κατηφήσασα οὔτε ἀγενές τι παθοῦσα, γέλων ἐφαίνετο καὶ χλεύην τὰ παρόντα ποιουμένη, τὸ μὲν ὑπὸ ἀγαθοῦ τοῦ συνειδότος τῆς συκοφαντίας ἀφροντιστοῦσα, τὸ δὲ χαίρουσα εἰ Θεαγένους οὐκέτι ὄντος τεθνήξεται καὶ κερδήσει τὸ ἐναγὲς τῆς πράξεως, ὃ καθ̓ ἑαυτῆς ἐγνώκει ποιεῖν, ἑτέρων τοῦτο δρασάντων. καὶ ὦ θαυμασία ἔφη, εἰ μὲν ζῇ Θεαγένης, καθαρεύω κἀγὼ τοῦ φόνου: εἰ δέ τι πέπονθεν ὑπὸ τῶν σῶν ἀνοσίων βουλευμάτων, οὐδὲν δεῖ σοι τῶν κατ̓ ἐμοῦ βασάνων. ἔχεις με τὴν φαρμακίδα τῆς καὶ θρεψαμένης σε καὶ πρὸς τὰ κάλλιστα τῶν ἔργων παιδευσαμένης. καὶ ἀπόσφαττε μὴ μελλήσασα: οὐδὲν γὰρ οὕτως ἐφίλει Θεαγένης ὁ τῶν σῶν ἀνόμων βουλευμάτων ἔννομος ὑπερόπτης.

  99. 8.9.1

    ἐξέμηνε τὰ εἰρημένα τὴν Ἀρσάκην, καὶ διαρραπισθῆναι κελεύσασα, ὡς ἔχει δεσμῶν, ἄγετε, εἶπε, τὴν ἀλιτήριον, καὶ ἐν τοῖς ὁμοίοις ὄντα κατ̓ ἀξίαν ἐπιδείξαντες τὸν θαυμαστὸν αὐτῆς ἐρώμενον, παντί τε μέλει τὰ δεσμὰ ἐπιβαλόντες, Εὐφράτῃ καὶ ταύτην παράδοτε, φυλαχθησομένην ἐς αὔριον, τήν τε διὰ θανάτου τιμωρίαν ὑπὸ κρίσει τῶν ἐν τέλει Περσῶν ὑφέξουσαν. ἤδη δὲ ἀγομένης, τὸ οἰνοχοῆσαν τῇ Κυβέλῃ παιδισκάριον ʽἦν δὲ τῶν Ἰωνικῶν ἅτερον τῶν εἰς διακονίαν παρὰ τὴν πρώτην ὑπὸ τῆς Ἀρσάκης τοῖς νέοις δωρηθέντων̓, εἴτε τι παθὸν εὐνοίᾳ τῇ περὶ τὴν Χαρίκλειαν ὑπὸ συνηθείας τε καὶ συνδιαιτήσεως, εἴτε καὶ δαιμονίᾳ βουλήσει χρησάμενον, ὑπεδάκρυσέ τε καὶ ἐστέναξε, καὶ ὢ τῆς ἀθλίας, ἔφη, τῆς οὐδὲν αἰτίας. τῶν δὲ περιεστώτων θαυμασάντων καὶ σαφῶς ὅ τι λέγειν βούλοιτο ἐκφαίνειν ἀναγκαζόντων, αὐτὴ δεδωκέναι διωμολόγει τῇ Κυβέλῃ τὸ φάρμακον, εἰληφέναι δὲ παῤ αὐτῆς ἐκείνης ἐφ̓ ᾧ δοῦναι τῇ Χαρικλείᾳ, προληφθεῖσάν τε εἴτε ὑπὸ θορύβου τῆς κατὰ τὴν πρᾶξιν ἀτοπίας, εἴτε καὶ συγχεθεῖσαν ὑπὸ τῆς Κυβέλης, προτέρᾳ δοῦναι τῇ Χαρικλείᾳ νευούσης, ἐναλλάξαι τὰς κύλικας, καὶ τῇ πρεσβύτιδι προσενεγκεῖν ἐν ᾧ ἦν τὸ φάρμακον. ἤγετο οὖν ἐπὶ τὴν Ἀρσάκην εὐθέως, ἕρμαιον ἁπάντων ποιουμένων ἐλευθέραν εὑρεθῆναι τῶν ἐγκλημάτων τὴν Χαρίκλειαν: εὐγενοῦς γὰρ ἤθους καὶ ὄψεως καὶ βάρβαρον γένος οἶκτος εἰσέρχεται. καὶ εἰπούσης ταῦτα τῆς θεραπαινίδος πλέον ἐγίνετο οὐδέν, ἀλλ̓ ἤ καὶ αὐτὴ συνεργὸς ἔοικεν εἶναι εἰποῦσα ἡ Ἀρσάκη δεσμεῖσθαι καὶ φρουρεῖσθαι εἰς τὴν κρίσιν ἐκέλευσε. τούς τε δυνάστας Περσῶν, οἳ τὸ βουλεύεσθαι ὑπὲρ τῶν κοινῶν καὶ δικάζειν τε καὶ τιμωρίας ὁρίζειν τὴν ἰσχὺν εἶχον, ἐπὶ τὴν κρίσιν εἰς τὴν ἑξῆς παρεκάλει διαπέμπουσα.

  100. 8.9.2

    καὶ ἡκόντων εἰς ἕω καὶ προκαθημένων, κατηγόρει μὲν ἡ Ἀρσάκη καὶ τὴν φαρμακείαν κατήγγελλεν, ἅπαντα ὡς εἶχεν ἀπαγγέλλουσα, καὶ συνεχὲς ἐπιδακρύουσα τὴν θρεψαμένην, καὶ ὡς τὴν πάντων τιμιωτέραν καὶ εὐνουστέραν ἀπολέσειε, μάρτυρας τοὺς δικαστὰς ἐπικαλουμένη ὡς ξένην ὑποδεξαμένη καὶ πάσης μεταδοῦσα φιλοφροσύνης τοιαῦτα ἀντιπάθοι. καὶ ὅλως ἣ μὲν ἦν πικροτάτη κατήγορος, ἀπελογεῖτο δὲ οὐδὲν ἡ Χαρίκλεια, ἀλλ̓ ὡμολόγει καὶ αὖθις τὸ ἔγκλημα, καὶ τὸ φάρμακον ὡς δοίη συγκατετίθετο, προστιθεῖσα ὡς καὶ τὴν Ἀρσάκην διεχρήσατο ἂν ἡδέως, εἰ μὴ προείληπτο, καὶ ἕτερα πρὸς τούτοις, τὴν Ἀρσάκην ἐκ τοῦ εὐθέος λοιδορουμένη, καὶ παντοίως τοὺς δικαστὰς εἰς τὴν τιμωρίαν ἐκκαλουμένη. τὰ γὰρ καθ̓ ἑαυτὴν ἅπαντα τῷ Θεαγένει τῆς νυκτὸς κατὰ τὸ δεσμωτήριον ἀναθεμένη, τὰ παῤ ἐκείνου τε ἐν μέρει πυθομένη, συνθεμένη τε ὡς, εἰ δεήσει, πάντα θάνατον ἐπαγόμενον αὐθαιρέτως δέχεσθαι καὶ ἀπηλλάχθαι λοιπὸν ζωῆς ἀνιάτου καὶ ἄλης ἀνηνύτου καὶ τύχης ἀσπόνδου, τὰ τελευταῖα δέ, ὡς ἐδόκει, κατασπασαμένη, τούς τε συνεκτεθέντας ὅρμους ἀεὶ μὲν καὶ ἀπορρήτως ἐπιφέρεσθαι προνοουμένη, τότε δὲ τῆς ἐσθῆτος ἐντὸς καὶ ὑπὸ γαστέρα ζωσαμένη καὶ οἷον ἐντάφιά τινα ἐπιφερομένη, πᾶν ἔγκλημά τε καὶ θάνατον ἐπαγόμενόν τε ὡμολόγει καὶ μὴ ἐπαγόμενον ἀνέπλαττεν. ἐφ̓ οἷς οἱ δικάζοντες οὐδὲ μελλήσαντες μικροῦ μὲν ἐδέησαν ὠμοτέρᾳ τε καὶ Περσικῇ τιμωρίᾳ ὑποβαλεῖν, ἴσως δέ τι πρὸς τὴν ὄψιν καὶ τὸ νέον τε καὶ ἄμαχον τῆς ὥρας παθόντες πυρὶ καταναλωθῆναι κατέκριναν.

← Previous · Next → — showing 201300 of 406

First Thousand Years of Greek. CTS URN tlg0658.tlg001.perseus-grc1. Via the Perseus Digital Library / Open Greek and Latin TEI corpora. Licence: Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License. Source.