Aethiopica
- 8.9.3
ἥρπαστο οὖν αὐτίκα πρὸς τῶν δημίων, καὶ μικρὸν τοῦ τείχους ἐκτὸς ἤγετο, κήρυκος, ὅτι ἐπὶ φαρμάκοις εἰς πυρὰν ἄγοιτο, συνεχὲς ἐκβοῶντος, πολλοῦ καὶ ἄλλου πλήθους ἐκ τῆς πόλεως ἐπακολουθήσαντος: οἳ μὲν γὰρ αὐτόπται γεγόνεισαν ἀγομένης, οἳ δὲ πρὸς τῆς ἀκοῆς τάχιστα κατὰ τὸ ἄστυ διαδραμούσης ἐπὶ τὴν θέαν ἠπείχθησαν. ἀφίκετο δὲ καὶ ἡ Ἀρσάκη, καὶ θεωρὸς ἀπὸ τῶν τειχῶν ἐγίνετο: δεινὸν γάρ, εἰ μὴ καὶ τὴν ὄψιν ἐμφορηθείη τῆς εἰς Χαρίκλειαν κολάσεως, ἐποιεῖτο. κἀπειδὴ τὴν πυρκαϊὰν ὡς ὅτι μεγίστην ἔνησαν οἱ δήμιοι καὶ τὴν φλόγα ὑποβαλλόντων λαμπρῶς ἐξῆπτον, μικρὸν ἐνδοθῆναι αὑτῇ πρὸς τῶν ἑλκόντων ἡ Χαρίκλεια παρακαλέσασα, καὶ ὡς ἑκοῦσα ἐπιβήσεται τῆς πυρᾶς ἐπαγγειλαμένη, τὰς χεῖρας εἰς οὐρανόν, καθ̓ ὃ μέρος ἐπέβαλλεν ὁ ἥλιος τὴν ἀκτῖνα, ἀνατείνασα, ἥλιε, ἀνεβόησε, καὶ γῆ καὶ δαίμονες οἱ ἐπὶ γῆς τε καὶ ὑπὸ γῆν ἀνθρώπων ἀθεμίτων ἔφοροί τε καὶ τιμωροί, καθαρὰν μὲν εἶναί με τῶν ἐπιφερομένων ὑμεῖς ἐστὲ μάρτυρες, ἑκοῦσαν δὲ ὑπομένουσαν τὸν θάνατον διὰ τὰς ἀφορήτους τῆς τύχης ἐπηρείας ἐμὲ μὲν σὺν εὐμενείᾳ προσδέξασθε, τὴν δὲ ἀλάστορα καὶ ἀθεμιτουργὸν καὶ μοιχαλίδα καὶ ἐπ’ ἀποστερήσει νυμφίου τοῦ ἐμοῦ ταῦτα δρῶσαν Ἀρσάκην ὡς ὅτι τάχιστα τιμωρήσασθε. καὶ εἰποῦσα, πάντων ἐκβοώντων τι πρὸς τὰ εἰρημένα, καὶ ἐπέχειν τὴν τιμωρίαν εἰς δευτέραν κρίσιν τῶν μὲν εὐτρεπιζομένων τῶν δὲ καὶ ὁρμησάντων, ἐπέβη προλαβοῦσα τῆς πυρᾶς, καὶ εἰς τὸ μεσαίτατον ἐνιδρυθεῖσα αὐτὴ μὲν ἐπὶ πλεῖστον ἀπαθὴς εἱστήκει, περιρρέοντος αὐτὴν μᾶλλον τοῦ πυρὸς ἢ προσπελάζοντος, καὶ λυμαινομένου μὲν οὐδέν, ὑποχωροῦντος δὲ καθ̓ ὃ μέρος ὁρμήσειεν ἡ Χαρίκλεια, καὶ περιαυγάζεσθαι μόνον καὶ διοπτεύεσθαι παρέχοντος ἐπιφαιδρυνομένην ἐκ τοῦ περιαυγάσματος τὸ κάλλος καὶ οἷον ἐν πυρίνῳ θαλάμῳ νυμφευομένην. ἣ δὲ ἄλλοτε ἄλλῳ μέρει τῆς πυρᾶς ἐνήλλετο, θαυμάζουσα μὲν τὸ γινόμενον, ἐπισπεύδουσα δὲ πρὸς τὸν θάνατον. ἤνυε δὲ οὐδέν, ὑποχωροῦντος ἀεὶ τοῦ πυρὸς καὶ ὥσπερ ὑποφεύγοντος πρὸς τὴν ἐκείνης ἐφόρμησιν. οἱ δήμιοι δὲ οὐκ ἀνίεσαν, ἀλλ̓ ἐνέκειντο πλέον, καὶ τῆς Ἀρσάκης νεύμασιν ἀπειλητικοῖς ἐγκελευομένης, ξύλα τε ἐπιφορτίζοντες καὶ τὴν ποταμίαν καλάμην ἐπισωρεύοντες καὶ παντοίως τὴν φλόγα ἐρεθίζοντες. ὡς δὲ ἠνύετο οὐδέν, ἔτι καὶ πλέον ἡ πόλις ἐκτετάρακτο, καὶ δαιμονίαν εἶναι τὴν ἐπικουρίαν εἰκάζουσα καθαρὸν τὸ γύναιον ἀνεβόα, ἀναίτιον τὸ γύναιον, καὶ προσιόντες ἀπὸ τῆς πυρᾶς ἀπεσόβουν, τοῦ Θυάμιδος ἐξάρχοντος καὶ τὸν δῆμον εἰς τὴν βοήθειαν ἐπιρρωννύντος: ἤδη γὰρ κἀκεῖνος παραγεγόνει τῆς ἀπείρου βοῆς τὸ γινόμενον μηνυούσης. καὶ τὴν Χαρίκλειαν ἐξελέσθαι προθυμούμενοι πλησιάζειν μὲν οὐκ ἐθάρσουν, ἐξαλέσθαι δὲ τῇ κόρῃ τῆς πυρκαϊᾶς ἐνεκελεύοντο: οὐ γὰρ δὴ δέος τὴν ἐνδιαιτωμένην τῇ φλογὶ καὶ ἀπολιπεῖν βουλομένην. ἅπερ ὁρῶσα καὶ ἀκούουσα ἡ Χαρίκλεια, νομίσασά τε καὶ αὐτὴ πρὸς θεῶν εἶναι τὴν ὑπὲρ αὐτῆς ἄμυναν, ἔγνω μὴ ἀχαριστεῖν πρὸς τὸ κρεῖττον, ἀρνουμένη τὴν εὐεργεσίαν, ἐξήλατό τε τῆς πυρᾶς, ὡς τὴν μὲν πόλιν ὑπὸ χαρᾶς ἅμα καὶ ἐκπλήξεως μέγα τι καὶ σύμφωνον ἐκβοῆσαι καὶ μεγάλους τοὺς θεοὺς ἐπικαλεῖσθαι, τὴν δὲ Ἀρσάκην μὴ κατασχοῦσαν καθαλέσθαι τε ἀπὸ τῶν τειχῶν, καὶ διὰ πυλίδος ἐκδραμοῦσαν σὺν πολλῇ δορυφορίᾳ καὶ τοῖς δυναστεύουσι Περσῶν ἐπιβάλλειν τε αὐτὴν τῇ Χαρικλείᾳ τὰς χεῖρας, καὶ εἰς τὸν δῆμον ἰταμὸν ἐνορῶσαν, οὐκ αἰσχύνεσθε, εἰπεῖν, ἀλιτήριον γύναιον καὶ φαρμακίδα καὶ φόνων ἐργάτιν ἐπ’ αὐτοφώρῳ ληφθεῖσαν καὶ ὁμολογήσασαν ἐξελέσθαι τῆς τιμωρίας πειρώμενοι, καὶ ἅμα μὲν ἀθεμίτῳ γυναίῳ βοηθοῦντες, ἅμα δὲ νόμοις τοῖς Περσῶν καὶ βασιλεῖ τε αὐτῷ καὶ σατράπαις καὶ δυνάσταις καὶ δικασταῖς ἀνθιστάμενοι, ὑπὸ τοῦ μὴ ἐμπεπρῆσθαι αὐτὴν ἴσως εἰς ἔλεον ἀπατώμενοι, καὶ θεοῖς τὸ ἔργον ἐπιγράφοντες; οὐδὲ ἐννοήσετε σωφρονήσαντες ὡς τοῦτο καὶ μᾶλλον αὐτῆς βεβαιοῖ τὴν φαρμακείαν, ᾗ τοσοῦτον περίεστι τῆς γοητείας ὡς καὶ πρὸς τὴν πυρὸς δύναμιν ἀπομάχεσθαι; συνέλθετε, εἰ δοκεῖ, πρὸς τὸ συνέδριον εἰς αὔριον δημοσίᾳ δἰ ὑμᾶς ἐσόμενον: καὶ γνώσεσθε αὐτήν τε ὁμολογοῦσαν, καὶ ὑπὸ τῶν συνειδότων, οὓς ἔχω φρουροῦσα, διελεγχομένην. καὶ ἅμα ἀπῆγεν αὐτὴν τῷ τραχήλῳ προσφῦσα, καὶ τοὺς δορυφόρους ἀναστέλλειν τὸν ὄχλον ἐπιτάξασα. οἳ δὲ τὰ μὲν ἠγανάκτουν καὶ ἀνθίστασθαι διεσκοποῦντο, τὰ δὲ ὑπεῖκον, ἅμα τι καὶ τῇ ὑπονοίᾳ τῆς φαρμακείας ὑπαγόμενοι, τινὲς δὲ καὶ δέει τῆς Ἀρσάκης καὶ τῆς περὶ αὐτὴν δυνάμεως ἀποτρεπόμενοι.
- 8.9.4
καὶ ἡ μὲν Χαρίκλεια αὖθις τῷ Εὐφράτῃ παραδίδοται, καὶ αὖθις πλείοσι τοῖς δεσμοῖς ἐνεβέβλητο, δευτέρᾳ κρίσει καὶ τιμωρίᾳ φυλαττομένη, κέρδος ἓν μέγιστον ὡς ἐν δεινοῖς εὑρισκομένη, τὸ συνεῖναι Θεαγένει καὶ τὰ καθ̓ αὑτὴν ἐκδιηγεῖσθαι. τῇ μὲν γὰρ Ἀρσάκῃ καὶ τοῦτο εἰς τιμωρίαν ἐπινενόητο, ὥσπερ ἐπικερτομούσῃ καὶ πλέον νομιζούσῃ τοὺς νέους ἀνιάσειν, εἰ καθ̓ ἓν δεσμωτήριον καθειργμένοι θεαταὶ γίνοιντο ἀλλήλων ἐν δεσμοῖς καὶ κολάσεσιν ἐξεταζομένων: ᾔδει γὰρ ὡς πάθος τοῦ ἐρωμένου τὸν ἐρῶντα πλέον ἢ τὸ ἴδιον ἀλγύνει. τοῖς δὲ ἦν παραψυχὴ μᾶλλον τὸ γινόμενον, καὶ τὸ ἐν ὁμοίοις τοῖς πάθεσιν ἐξετάζεσθαι κέρδος ἐνόμιζον, εἰ ἔλαττόν τις αὐτῶν κολασθήσεται, νενικῆσθαι ὑπὸ θατέρου καὶ μειονεκτεῖν τῶν ἐρωτικῶν οἰόμενος. προσῆν δὲ καὶ τὸ προσομιλεῖν ἀλλήλοις, καὶ τὸ παρηγορεῖν τε καὶ ἐπιθαρσύνειν εὐγενῶς τε καὶ γενναίως τὰς προσπιπτούσας τύχας καὶ τοὺς ὑπὲρ σωφροσύνης τε καὶ πίστεως τῆς εἰς ἀλλήλους φέρειν ἀγῶνας.
- 8.10.1
πολλὰ γοῦν μέχρι πόρρω τῶν νυκτῶν ἀλλήλοις διειλεγμένοι, καὶ ὅσα εἰκὸς τοὺς κατὰ τὴν νύκτα τὴν παροῦσαν ἐντεύξεσθαι ἀλλήλοις ἀπεγνωκότας καὶ οἷον ἀλλήλων ἐφ̓ ὅσον ἔξεστι κορεννυμένους, τέλος καὶ περὶ τῆς κατὰ τὴν πυρκαϊὰν θαυματουργίας ἐνεσκοποῦντο. καὶ ὁ μὲν Θεαγένης εἰς θεῶν εὐμένειαν τὸ αἴτιον ἀνέφερε, στυγησάντων μὲν τὴν ἄδικον Ἀρσάκης συκοφαντίαν, κατελεησάντων δὲ τὴν ἀθῷον καὶ οὐδὲν αἰτίαν ἡ Χαρίκλεια δὲ ἀμφιβάλλειν ἐῴκει. τὸ μὲν γὰρ καινουργόν, ἔφη, τῆς σωτηρίας δαιμονίᾳ τινὶ καὶ θείᾳ παντάπασιν ἔοικεν εὐεργεσίᾳ: τὸ δὲ ἐν τοσούτοις ἐξετάζεσθαι δυστυχήμασιν ἀδιαστάτως, καὶ κολάσεσιν αἰκίζεσθαι ποικίλως τε καὶ ὑπερβαλλόντως, θεηλατουμένων εἶναι καὶ δυσμενείας κρείττονος πειρωμένων: πλὴν εἰ μὴ θαυματοποιία τίς ἐστι δαίμονος, εἰς τὰ ἔσχατα μὲν βάλλοντος, ἐκ δὲ τῶν ἀπόρων διασώζοντος.
- 8.11.1
καὶ ἔτι ταῦτα λέγουσα, τοῦ Θεαγένους εὐφημεῖν παρακαλοῦντος καὶ τοῦ εὐσεβεῖν πλέον ἢ τοῦ φρονεῖν ἀντέχεσθαι παραινοῦντος, ἱλήκοιτε θεοί ἀνεβόησεν: οἷον γάρ μοι νῦν ὄναρ ʽεἴτε καὶ ὕπαρ ἦν̓ ἐνθύμιον γέγονεν, ὃ τῆς προτεραίας ἰδοῦσα νυκτὸς τότε μὲν οὐκ οἶδ̓ ὅπως τῆς διανοίας ἀπέβαλον, νυνὶ δέ μου εἰς μνήμην παραγέγονε. τὸ δὲ ὄναρ ἔπος ἦν εἰς μέτρον ἡρμοσμένον. ἔλεγε δὲ τὸ ἔπος ὁ θειότατος Καλάσιρις, εἴτε καταδαρθεῖν λαθούσῃ φανείς, εἴτε καὶ ἐναργῶς ὀφθείς. εἶχε δὲ οἶμαι ὧδέ πως: παντάρβην φορέουσα πυρὸς μὴ τάρβει ἐρωήν. ῥηιδίως μοίραις καὶ τἀδόκητα πέλει. καὶ ὁ Θεαγένης διεσείσθη τε ὥσπερ οἱ κάτοχοι, καὶ ἐφ̓ ὅσον ἐνεδίδου τὰ δεσμὰ ἀφήλατο, καὶ εὐμενεῖς εἴητε θεοί ἀνέκραγε: κἀγὼ γάρ τοι ποιητὴς ἐξ ὑπομνήσεως ἀναδείκνυμαι, καὶ χρησμὸς δή μοι παῤ ὁμοίου τοῦ μάντεως, εἴτε Καλάσιρις ἦν εἴτε θεὸς εἰς Καλάσιριν φαινόμενος, πεφοίτηκε. καὶ λέγειν ἐδόκει τοιάδε: Αἰθιόπων εἰς γαῖαν ἀφίξεαι ἄμμιγα κούρῃ, δεσμῶν Ἀρσακέων αὔριον ἐκπροφυγών. ἐμοὶ μὲν οὖν ὅποι τείνει τὸ χρήσμιον, ἔχω συμβάλλειν: γῆν μὲν γὰρ Αἰθιόπων τὴν τῶν καταχθονίων ἔοικε λέγειν, ἄμμιγα δὲ κούρῃ, τῇ Περσεφόνῃ με συνέσεσθαι, καὶ λύσιν δεσμῶν τὴν ἐνθένδε ἀπὸ τοῦ σώματος ἀπαλλαγήν. σοὶ δὲ ἄρα τί φράζει τὸ ἔπος, οὕτως ἐξ ἐναντίων πρὸς ἑαυτὸ συγκείμενον; τοὔνομα μὲν ἡ παντάρβη πάντα φοβουμένη δηλοῖ, τὸ παράγγελμα δὲ μὴ δεδοικέναι τὴν πυρὰν ἀξιοῖ. καὶ ἡ Χαρίκλεια, ὦ γλυκύτατε, ἔφη, Θεάγενες, ἡ συνήθειά σε τῶν δυστυχημάτων πάντα πρὸς τὸ φαυλότατον νοεῖν τε καὶ εἰκάζειν παρεσκεύασε: φιλεῖ γὰρ ἄνθρωπος πρὸς τὰ συμπίπτοντα τρέπειν τὴν γνώμην. χρηστότερα δὲ ἢ ὥς σοι παρίσταται μηνύειν μοι τὰ μαντευθέντα φαίνεται, καὶ ἡ κόρη τάχ̓ ἂν εἴην ἐγώ, μεθ̓ ἧς σε πατρίδος τῆς ἐμῆς Αἰθιοπίας ἐπιβήσεσθαι ἐπαγγέλλεται, Ἀρσάκην καὶ τὰ δεσμὰ Ἀρσάκης ἀποφυγόντα. τὸ δὲ ὅπως, ἡμῖν μὲν οὔτε δῆλα οὔτε ἄπιστα, θεοῖς δὲ καὶ δυνατὰ καὶ μελήσει τοῖς καὶ τὰ μαντεύματα φήνασιν. ἡ γοῦν εἰς ἐμὲ πρόρρησις ἤδη, ὡς οἶσθα, βουλήματι τῷ ἐκείνων τετέλεσται, καὶ ζῶ σοι τὸ παρὸν ἡ παντοίως ἀπελπισθεῖσα. καὶ σωτηρίαν ἐμαυτῆς ἐπαγομένη τότε μὲν ἠγνόουν, συνίημι δὲ τὸ παρόν, ὡς ἔοικε. τὰ γὰρ συνεκτεθέντα μοι γνωρίσματα καὶ παρὰ τοὺς ἔμπροσθεν ἀεὶ χρόνους ἐπιφέρεσθαι προνοουμένη, τότε καὶ πλέον, τῆς κρίσεώς μοι γενησομένης καὶ τῆς τελευταίας προσδοκωμένης, περὶ τῇ γαστρὶ ζωσαμένη κρύφα ἐτύγχανον, εἰ μὲν σωζοίμην, εὐπορίαν βίου καὶ τῶν ἀναγκαίων, εἰ δέ τι πάσχοιμι, καλλωπίσματα ἔσχατα καὶ ἐντάφια γενησόμενα. ἐν δὴ τούτοις, ὦ Θεάγενες, οὖσιν ὅρμοις πολυτελέσι καὶ λίθοις ἐριτίμοις Ἰνδικοῖς τε καὶ Αἰθιοπικοῖς, ἔστι δὴ καὶ δακτύλιος, δῶρον μὲν παρὰ πατρὸς τοὐμοῦ τῇ μητρὶ παρὰ τὴν μνηστείαν δοθείς, λίθῳ δὲ τῇ καλουμένῃ παντάρβῃ τὴν σφενδόνην διάδετος, γράμμασι δὲ ἱεροῖς τισὶν ἀνάγραπτος, καὶ τελετῆς, ὡς ἔοικε, θειοτέρας ἀνάμεστος, παῤ ἧς εἰκάζω δύναμίν τινα ἥκειν τῇ λίθῳ πυρὸς φυγαδευτικήν, ἀπάθειαν τοῖς ἔχουσιν ἐν ταῖς φλογώσεσι δωρουμένην, ἣ κἀμὲ τυχὸν σὺν βουλήσει θεῶν περιέσωσε. ταῦτα δ̓ ἔχω καὶ συμβάλλειν καὶ γινώσκειν ἐξ ὧν ὁ θειότατός μοι Καλάσιρις ὑπετίθετο πολλάκις, ταῦτα καὶ φράζεσθαι καὶ ἐκδεδιδάχθαι πρὸς τῶν ἐνεστιγμένων τῇ συνεκτεθείσῃ μοι ταινίᾳ, νυνὶ δὲ κατὰ γαστέρα τὴν ἐμὴν ἐνειλημένῃ, διηγούμενος. ταῦτα μὲν εἰκότα καὶ ὄντα πλέον καὶ τοῖς ὑπηργμένοις συμβαίνοντα, ἔφη ὁ Θεαγένης: ἐκ δὲ τῶν εἰς αὔριον κινδύνων ποία τις ἄρα παντάρβη ἄλλη ἐξαιρήσεται; οὐ γάρ που καὶ ἀθανασίαν, ὡς ὄφελε, κατὰ τὴν πρὸς τὰς πυρκαϊὰς ἀντιπάθειαν ἐπαγγέλλεται, τῆς ἀλάστορος Ἀρσάκης, ὡς εἰκάζειν ἔνεστιν, ἕτερόν που καὶ καινότερον τιμωρίας τρόπον τὰ νῦν ἐπινοούσης. καὶ εἴθε γε ἅμα κατ̓ ἀμφοτέρων καὶ θάνατον ἕνα καὶ ἐν ὥρᾳ μιᾷ καταδικάσειεν, ὡς οὐδὲ τελευτὴν ἂν τοῦτο ἐθέμην, ἀλλὰ πάντων κακῶν ἀνάπαυλαν. καὶ ἡ Χαρίκλεια, θάρσει, ἔφη: παντάρβην ἑτέραν ἔχομεν τὰ μεμαντευμένα. καὶ θεοῖς ἐπανέχοντες σωζοίμεθά τε ἂν ἥδιον, καὶ εἰ δέοι, πάσχοιμεν ὁσιώτερον.
- 8.12.1
οὗτοι μὲν δὴ ταῦτα ἀναθεωροῦντες, καὶ νῦν μὲν θρηνοῦντες καὶ πλέον ἀνιᾶσθαι καὶ ἀγωνιᾶν ἅτερος ὑπὲρ θατέρου διεγγυώμενοι, νῦν δὲ τὰ τελευταῖα ἀλλήλοις ἐπισκήπτοντες, καὶ ὡς μέχρι θανάτου πιστοὶ τὰ ἐρωτικὰ πρὸς ἀλλήλους ἔσονται θεούς τε καὶ τὰς παρούσας τύχας ἐπομνύντες, οὕτω διῆγον: ὁ δὲ Βαγώας καὶ οἱ σὺν αὐτῷ πεντήκοντα ἱππεῖς νυκτὸς ἔτι βαθείας ὕπνῳ τὰ πάντα ἐπεχούσης ἀφικνοῦνται εἰς τὴν Μέμφιν, καὶ τοὺς ἐπὶ τῶν πυλῶν ἡσυχῇ διαναστήσαντες καὶ οἵ τινες εἶεν εἰπόντες τε καὶ γνωρισθέντες ἐπὶ τὰ σατραπεῖα σὺν σπουδῇ καὶ ἀθορύβως εἰσέρχονται. καὶ τοὺς ἱππέας ὁ Βαγώας αὐτοῦ κατέλιπε, τοῖς σατραπείοις ἐν κύκλῳ περιστήσας, ὡς, εἴ τις καὶ γένοιτο ἀντίστασις, ηὐτρεπίσθαι πρὸς ἄμυναν. αὐτὸς δὲ κατά τινα παραπυλίδα τοῖς πολλοῖς ἀγνοουμένην ἀσθενεῖς τὰς θύρας ἐκμοχλεύσας, καὶ τῷ κατοικοῦντι φράσας τε ἑαυτὸν καὶ σιωπᾶν ἐπιστείλας, ὡς τὸν Εὐφράτην ἐμπειρίᾳ καὶ γνώσει τῶν τόπων ἔσπευδεν, ἅμα τι καὶ τῆς σεληναίας τότε μικρὸν ὑπαυγαζούσης. καὶ καταλαβὼν ἐπὶ τῆς εὐνῆς ἀφύπνισέ τε, καὶ θορυβούμενον καὶ τίς οὑτοσί βοῶντα κατέστελλε, Βαγώας ἐγώ, λέγων: ἀλλὰ φῶς ἥκειν πρόσταττε. προσκαλεσάμενος δή τι παιδάριον τῶν προσεδρευόντων, λύχνον ἅψασθαι, τοὺς ἄλλους ἐάσαντα καθεύδειν, προσέταττεν. ἐπειδὴ δὲ ἧκεν ὁ παῖς καὶ κατὰ τὸν λυχνοῦχον ἐπιθεὶς μετέστη, τί τοῦτο; ἔλεγεν Εὐφράτης: τί ἄρα καινὸν ἀγγέλλει πάθος ἡ αἰφνίδιός σου καὶ ἀπροσδόκητος ἄφιξις; ὃ δέ, οὐ πολλῶν, ἔφη, δεῖ λόγων: ἀλλὰ τουτὶ τὸ γράμμα ἀναγίνωσκε λαβών, καὶ πρό γε τούτου τῆς σφραγῖδος τοὐπίσημον ἀναγνώριζε, καὶ ὡς Ὀροονδάτης ἐστὶν ὁ κελεύων πίστευε, καὶ τὰ ἐπεσταλμένα πρᾶττε, νυκτὶ καὶ τάχει συμμάχοις εἰς τὸ λαθεῖν ἀποχρώμενος. εἰ δὲ καὶ τὰ πρὸς Ἀρσάκην ἐπεσταλμένα λυσιτελὲς ἀποδοῦναι, πρότερον αὐτὸς δοκίμαζε.
- 8.13.1
ὑποδεξάμενος οὖν ὁ Εὐφράτης τὰς ἐπιστολάς, καὶ ἀμφοτέρας ἐπελθών, Ἀρσάκη μέν, ἔφη, ἄλλως τε οἰμώξει, καὶ τὸ παρὸν ἐν ἐσχάτοις διάγει, πυρετοῦ τινὸς ὥσπερ θεηλάτου τῆς προτεραίας ἐνσκήψαντος, καὶ θέρμης ὀξείας ὑποδραμούσης καὶ εἰς δεῦρο κατεχούσης, ὀλίγας τοῦ περιέσεσθαι τὰς ἐλπίδας ἐνδεικνυμένη. ἐγὼ δ̓ ἂν ταῦτα οὐδὲ ἐρρωμένῃ ἔδωκα, θᾶττον ἂν προαποθανούσῃ καὶ ἡμᾶς συναπολεσάσῃ ἢ ἑκούσῃ τοὺς νέους ἐκδούσῃ. σὺ δὲ εἰς καιρὸν ἥκων ἴσθι. καὶ ὑποδεξάμενος ἄγε τοὺς ξένους, καὶ τὴν εἰς δύναμιν ἐπικουρίαν σύσπευδε, καὶ κατελέει παντοίως ἀθλίους μὲν ὄντας καὶ κακοδαίμονας, καὶ μυρίας αἰκίας καὶ κολάσεις, οὔ τοι ἑκόντος ἐμοῦ, κελευομένου δὲ πρὸς Ἀρσάκης, ὑποστάντας, τἆλλα δέ, ὡς ἔοικεν, εὖ γεγονότας, καὶ ὡς ἡ πεῖρά μοι καὶ τὰ ἔργα παρέστησε, τὰ πάντα σώφρονας. καὶ ἅμα λέγων ἦγεν ἐπὶ τὸ δεσμωτήριον.
- 8.13.2
ὁ μὲν δὴ Βαγώας ἰδὼν τοὺς νέους δεσμώτας, καὶ ἤδη ταῦτα καὶ πρὸς τῶν βασάνων τετρυχωμένους, ἐκπέπληκτο τοῦ μεγέθους ἅμα καὶ κάλλους. οἳ δὲ τοῦτο ἐκεῖνο εἶναι νομίσαντες, καὶ ἀωρὶ τοὺς περὶ τὸν Βαγώαν ἥκειν τὴν ἐπὶ θανάτῳ καὶ τὴν τελευταίαν ἀπάξοντας, εἰς βραχὺ μὲν διεταράχθησαν, εἶτα ἀνενεγκόντες ἱλαρῷ καὶ διακεχυμένῳ τῷ βλέμματι, ὅτι ἀφροντιστοῦσι καὶ πλείονα χαίρουσιν, ἐπίδηλοι τοῖς παροῦσιν εγίνοντο. ἤδη γοῦν τῶν περὶ τὸν Εὐφράτην πλησιαζόντων καὶ ἐπιδραττομένων καὶ ἀπὸ τῶν ξύλων πρὸς οἷς τὰ δεσμὰ κατακέκλειστο ὑπεκλυόντων, ὁ Θεαγένης, εὖ γε ἡ ἀλάστωρ Ἀρσάκη, ἀνεβόησεν, ὅτι νυκτὶ καὶ ζόφῳ τὰς ἑαυτῆς ἀθεμίτους πράξεις ἐπικρύπτειν οἴεται. δεινὸς δὲ ὁ τῆς δίκης ὀφθαλμὸς ἐλέγχειν τὰ κρύφια καὶ τὰ ἀθέμιτα φωτίζειν. ἀλλ̓ ὑμεῖς τὰ προστεταγμένα πράττετε, καὶ εἴτε πῦρ εἴτε ὕδωρ εἴτε ξίφος ὥρισται καθ̓ ἡμῶν, τὸν αὐτὸν ἅμα καὶ ἕνα θάνατον χαρίσασθε ἀμφοτέροις. συμπαρεκάλει δὲ τὰ αὐτὰ καὶ ἡ Χαρίκλεια. ἐπιδακρύσαντες οὖν καὶ οἱ εὐνοῦχοι ʽσυνίεσαν γὰρ ἠρέμα τῶν λεγομένων̓ αὐτοῖς δεσμοῖς ὑπεξῆγον.
- 8.14.1
κἀπειδὴ τῶν σατραπείων ἐκτὸς γεγόνεισαν, ὁ μὲν Εὐφράτης κατὰ χώραν ἔμενεν, ὁ δὲ Βαγώας καὶ οἱ ἱππεῖς τῶν πολλῶν δεσμῶν ἐπικουφίσαντες τοὺς νέους, καὶ ὅσα φυλάττειν οὐ κολάζειν ἔμελλον ἐγκαταλιπόντες, ἐφ̓ ἵππου τε ἑκάτερον ἀναθέμενοι καὶ μέσους εἰς κύκλον περιστοιχισάμενοι, τάχους οὐδὲν ἀνιέντες ἐπὶ τὰς Θήβας ἤλαυνον. τὸ δὴ λειπόμενον τῆς νυκτὸς ἀδιαστάτως ὁδοιπορήσαντες καὶ κατὰ τὴν ἑξῆς ἡμέραν εἰς ὥραν που τρίτην οὐδαμοῦ γόνυ κάμψαντες, τῆς τε ἡλιακῆς ἀκτῖνος τὸν φλογμὸν οἷα δὴ θέρους ὥρᾳ καὶ κατ̓ Αἴγυπτον οὐκέτ̓ ἀνεχόμενοι, πιεζόμενοί τε ὑπὸ ἀγρυπνίας, καὶ πλέον τὴν Χαρίκλειαν πρὸς τῆς συνεχοῦς ἱππηλασίας ἀπειρηκυῖαν ὁρῶντες, ἔγνωσαν αὐτοῦ που κατασκήψαντες πνεῦσαι μὲν αὐτοί, ἀπαπνεῦσαι δὲ καὶ τὴν ἵππον, ἀναψῦξαι δὲ καὶ τὴν κόρην. καὶ ἦν γάρ τις ὄχθη καὶ ἄκρα τοῦ Νείλου, καθ̓ ἣν τῆς ἐπ’ εὐθὺ στάθμης τὸ ὕδωρ ἀνακοπὲν καὶ πρὸς ἑλιγμὸν ἡμίκυκλον ἐκτραπέν, πρός τε τὸ ἀντίθετον τῆς ἐκτροπῆς ἐπιστρέψαν, οἷον ἠπειρωτικόν τινα κόλπον ἀπετέλει τὸ περιγραφόμενον, πολλοῦ μὲν λειμῶνος οἷα δὴ διαρρεομένου τοῦ παντὸς ἀνάπλεων, πολλὴν δὲ πόαν καὶ χιλὸν ἄφθονον ἐνδαψιλεύσασθαι κτήνεσι νομὴν ἀπαυτοματίζοντα, δένδρεσί τε περσέαις καὶ συκομόροις καὶ ἄλλοις τοῖς Νείλου συννόμοις τε καὶ φίλοις ἐπηρεφῆ τε καὶ κατάσκιον. ἐνταῦθα ὁ Βαγώας ἅμα τοῖς ἀμφ̓ αὐτὸν ἐνηυλίσατο, σκηνὴν τὰ δένδρα ποιησάμενος: καὶ αὐτός τε σίτου μετέλαβε καὶ τοῖς περὶ τὸν Θεαγένην μετέδωκε, διωθουμένους τὰ πρῶτα ἐπαναγκάσας. καὶ ὡς περιττὸν εἴη σιτεῖσθαι τοὺς αὐτίκα τεθνηξομένους φάσκοντας μετέπειθεν, ὡς οὐδὲν ἔσται τοιοῦτο διεγγυώμενος, καὶ ὡς οὐκ ἐπὶ θάνατον, ἄγοιντο δὲ πρὸς Ὀροονδάτην ἐκδιδάσκων.
- 8.15.1
ἤδη δὲ τῆς ἄγαν μεσημβρίας χαλώσης, οὐκέτι τὴν κορυφὴν ἡλίου, πλάγια δὲ καὶ ἀπὸ τῶν δυσμικωτέρων βάλλοντος, τῶν τε περὶ τὸν Βαγώαν εἰς τὴν πορείαν διασκευαζομένων, ἐφίσταταί τις ἱππεὺς ὑπὸ συντόνου τῆς ἐλασίας, ὡς ἐδόκει, πνευστιῶν μὲν αὐτός, ἱδρῶτι δὲ καταρρεόμενον τὸν ἵππον χαλεπῶς ἀνέχων. καὶ πρὸς τὸν Βαγώαν ἰδίᾳ τι φράσας ἡσύχαζεν. ὃ δὲ εἰς βραχὺ κατηφήσας, καὶ ἐν συννοίᾳ τῶν ἀπαγγελθέντων γεγονέναι δόξας, ὦ ξένοι, ἔφη, θαρσεῖτε: δίκην ὑμῖν ὑπέσχεν ἡ πολεμία. τέθνηκεν Ἀρσάκη, βρόχον ἀγχόνης ἁψαμένη, ἐπειδὴ τὴν ὑμετέραν σὺν ἡμῖν ἔξοδον ἐπύθετο, καὶ τὸν ἐξ ἀνάγκης θάνατον αὐθαιρέτως προύλαβεν, οὐκ ἂν διαδράσασα τὴν ἐξ Ὀροονδάτου καὶ βασιλέως τιμωρίαν, ἀλλ̓ ἢ σφαγεῖσα ἢ τῷ λειπομένῳ τοῦ βίου πάντως ἐνασχημονοῦσα. ταυτὶ γὰρ φράζει καὶ ἐπιστέλλει διὰ τοῦ νῦν ἥκοντος Εὐφράτης. ὥστε θαρσεῖτε πλέον, καὶ θυμὸν ἔχετε ἀγαθόν, αὐτοὶ μὲν οὐδὲν ἠδικηκότες, ὡς ἀκριβῶς ἔγνων, τὴν δὲ ἀδικήσασαν ἐκποδὼν ἔχοντες. ταῦτα ἔλεγεν ὁ Βαγώας παραστησάμενος, ἀλλὰ καὶ ψελλιζόμενος τὴν Ἑλλάδα φωνήν, καὶ παράσημα τὰ πολλὰ ἐπισύρων. ἔλεγε δὲ ἅμα μὲν καὶ αὐτὸς χαίρων, τὸ ἀκόλαστον τῆς Ἀρσάκης καὶ τυραννικὸν ζώσης βαρυνόμενος, ἅμα δὲ τοὺς νέους ἐπιρρωννύς τε καὶ παρηγορούμενος, ἐλπίζων, ὅπερ ἦν, ἐπὶ μέγα παρὰ τῷ Ὀροονδάτῃ καὶ λαμπρῶς εὐδοκιμήσειν, εἰ περισώσειεν αὐτῷ νεανίαν τε πᾶσαν τὴν ἄλλην τοῦ σατράπου διακονίαν ἐπισκιάσοντα, καὶ κόρην ἀπρόσμαχόν τε τὸ κάλλος καὶ εἰς γυναῖκα, μετὰ Ἀρσάκην ἀπελθοῦσαν, ἐσομένην. ἔχαιρον δὲ καὶ οἱ περὶ τὸν Θεαγένην τῇ ἀκοῇ, θεούς τε μεγάλους καὶ δίκην ἀνακαλοῦντες οὐδὲν ἔτι πήσεσθαι δεινὸν ὑπετίθεντο, κἂν εἰ τὰ χαλεπώτατα διαδέχοιτο, τῆς ἐχθίστης κειμένης. οὕτως ἄρα ἡδύ τι καὶ τὸ ἀπόλλυσθαι, ὅταν συμβαίνῃ τοῖς ἐχθροῖς ἐπαπόλλυσθαι.
- 8.15.2
δείλης οὖν ὀψίας ἤδη πρὸς τὸ εὐπνούστερον ἀναχεομένης καὶ πρὸς τὸ βάσιμον τὴν ὁδοιπορίαν ἐπιψυχούσης, ἄραντες ἤλαυνον αὐτήν τε τὴν ἑσπέραν καὶ τὴν συνεχῆ νύκτα καὶ τῆς συναπτομένης ἡμέρας τὰ ὄρθρια, σπουδὴν ποιούμενοι κατὰ τὰς Θήβας τὸν Ὀροονδάτην, εἰ δύναιντο, καταλαβεῖν. οὐ μὴν προυχώρει γε αὐτοῖς, ἀλλά τινος τῶν ἀπὸ τῆς στρατιᾶς καθ̓ ὁδὸν ἐντυχόντος, καὶ ὡς ἐξωρμήκοι μὲν τῶν Θηβῶν ὁ σατράπης ἀπαγγείλαντος, αὐτὸς δὲ ἀποσταλείη πάντα τινὰ στρατιώτην ἔνοπλον, κἂν εἰ πρὸς φρουραῖς εἴη καταλελειμμένος, ἐπισπεῦσαι πρὸς τὴν Συήνην κατεπείξων ʽἐμπεπλῆσθαι γὰρ ἅπαντα θορύβου, καὶ δέος εἶναι τὴν πόλιν ἡλωκέναι, τοῦ μὲν σατράπου καθυστεροῦντος, τοῦ δὲ Αἰθιοπικοῦ στρατοῦ θᾶττον ἀκοῆς ἐπιβρίσαντοσ̓, ἐκτραπεὶς τῶν Θηβῶν ὁ Βαγώας ἐπὶ τὴν Συήνην ἤλαυνεν.
- 8.16.1
ἤδη δὲ πλησιάζων Αἰθιοπικῷ περιπίπτει λόχῳ καὶ πλήθει νεολαίας εὐοπλούσης, οἳ προαπεστάλησαν μὲν ὀπτῆρές τε ἐσόμενοι καὶ τὸ ἀσφαλὲς τῆς ὁδοιπορίας τῇ παρὰ σφῶν ἀποπείρᾳ πρὸς τὴν ὅλην στρατιὰν βεβαιώσοντες, τότε δὲ ὑπὸ νυκτός τε καὶ τόπων ἀπειρίας πορρωτέρω τῶν φιλίων ἢ προσῆκον ἦν φθάνειν ἀποσφαλέντες, κατά τινα τοῦ ποταμοῦ λόχμην ἐγκαταδύντες, αὑτοῖς τε ἅμα εἰς φρουρὰν καὶ τοῖς ἐναντίοις εἰς ἐνέδραν ἄυπνοι τὴν λόχμην ἐπετείχιζον. ἄρτι δὲ ἡμέρας ὑποφαινούσης τὸν Βαγώαν καὶ τὴν σὺν αὐτῷ ἵππον αἰσθόμενοι παριόντας, καὶ τὸ πλῆθος ὡς ὀλίγοι διοπτεύσαντες, μικρόν τε παραδραμεῖν ἐνδόντες, καὶ ὅτι ἄλλοι μηδένες ἐφέποιντο ἀκριβώσαντες, ἀθρόον τοῦ ἕλους μετὰ βοῆς ἐκδύντες μετέθεον. ὁ δὲ Βαγώας καὶ τὸ ἄλλο ἱππικὸν ὑπό τε τῆς ἀπροσδοκήτου βοῆς πτοίας ἐμπέπληστο, καὶ ἀπὸ τῆς χροιᾶς Αἰθίοπας εἶναι τοὺς φανέντας γνωρίσαντες, καὶ τὸ πλῆθος ὡς ἀπρόσμαχον ἰδόντες ʽχίλιοι γὰρ εἰς τὴν κατασκοπὴν ὡπλισμένοι κούφως ἐστάλησαν̓, οὐδὲ ἀκριβῶς τὴν θέαν ἀνασχόμενοι πρὸς φυγὴν ὥρμησαν, σχολαίτερον τὰ πρῶτα ἢ ὅσον ἠδύναντο, καὶ ὥστε μὴ προῦπτον δρασμὸν ἐμφαίνειν, ἀπιόντες. οἳ δὲ ἐπεδίωκον, τοὺς ὅσοι Τρωγλοδύται σφῶν ʽἦσαν δὲ εἰς διακοσίουσ̓ προτέρους ἐπαφέντες. Τρωγλοδύται δὲ μοῖρα μέν ἐστιν Αἰθιοπική, νομαδικὴ δὲ καὶ Ἀράβων ὅμορος, δρόμου τε ὀξύτητα φύσει τε εὐτυχοῦντες καὶ ἐκ παίδων ἀσκοῦντες τὴν μὲν βαρεῖαν ὅπλισιν οὐδὲ ἀρχὴν ἐδιδάχθησαν, ἀπὸ σφενδόνης δὲ κατὰ τὰς μάχας ἀκροβολιζόμενοι ἢ δρῶσί τι πρὸς ὀξὺ τοὺς ἀνθισταμένους, ἢ καθυπερτέρους αἰσθόμενοι διαδιδράσκουσιν: οἳ δὲ ἀπογινώσκουσιν αὐτίκα τὴν ἐπιδίωξιν, ἐπτερωμένους τῇ ποδωκίᾳ συνειδότες, καὶ εἰς ὀπάς τινας βραχυστόμους καὶ χηραμοὺς κρυφίους πετρῶν καταδυομένους. οὗτοι δ̓ οὖν τότε πεζοὶ τοὺς ἱππέας ἔφθανον, καί τινας καὶ τραυματίας γενέσθαι σφενδονῶντες ἴσχυσαν. οὐ μὴν ἐδέξαντό γε ἀντεφορμήσαντας, ἀλλὰ προτροπάδην εἰς τοὺς ἀπολειφθέντας τῶν φιλίων πολὺ καθυστεροῦντας ἀπεδίδρασκον. ὃ δὴ καὶ σκοπήσαντες οἱ Πέρσαι, καὶ τῆς ὀλιγότητος ὑπεριδόντες, τὴν ἀντεφόρμησιν ἐθάρρησαν: ἀποσκευασάμενοί τε εἰς βραχὺ τοὺς ἐγκειμένους τὸν δρασμὸν αὖθις ἐπέσπευδον, τοῖς τε μύωψι τοὺς ἵππους ἐρεθίζοντες, καὶ δυνάμεως ὅσον ἦν καὶ τάχους, ἀνέτοις τοῖς χαλινοῖς ἐφιέντες. οἱ μὲν οὖν ἄλλοι διαδιδράσκουσιν, ἑλιγμόν τινα τοῦ Νείλου καθάπερ ἄκραν ὑποδραμόντες, καὶ τῷ προβόλῳ τῆς ὄχθης τὴν θέαν τῶν ἐναντίων ἀποκρύψαντες: ὁ δὲ Βαγώας ἁλίσκεται προσπταίσαντι τῷ ἵππῳ συγκατενεχθεὶς καὶ θάτερον τοῖν σκελοῖν εἰς τὸ ἀκίνητον πηρωθείς. ἁλίσκονται δὲ Θεαγένης καὶ Χαρίκλεια, τὸ μέν τι τὸν Βαγώαν ἐγκαταλιπεῖν οὐκ ἐνεγκόντες, ἄνδρα φιλάνθρωπον περὶ αὐτοὺς καὶ ὀφθέντα καὶ ἐλπισθέντα. παρειστήκεσαν γοῦν ἀποβάντες τῶν ἵππων, ἴσως ἂν καὶ διαφυγόντες, πλέον δὲ ἑκόντες ὑποκατακλινόμενοι, τοῦ Θεαγένους πρὸς τὴν Χαρίκλειαν τοῦτ̓ ἐκεῖνο εἶναι τὸ ὄναρ εἰπόντος, καὶ τοὺς Αἰθίοπας τούτους ὧν εἰς τὴν γῆν ἀφικέσθαι πεπρωμένον εἶναι ἡμῖν αἰχμαλώτους ἁλόντας. καλὸν οὖν ἐγχειρίζειν ἑαυτοὺς καὶ ἐπιτρέπειν ἀδηλοτέρᾳ τύχῃ τοῦ προδήλου παρὰ Ὀροονδάτῃ κινδύνου.
- 8.17.1
καὶ ἡ Χαρίκλεια συνίει μὲν λοιπὸν ὑπὸ τῶν εἱμαρμένων χειραγωγουμένη, καὶ εὔελπις ἦν τῶν βελτιόνων, φιλίους μᾶλλον ἢ πολεμίους τοὺς ἐπιόντας ὑποτιθεμένη: φράζουσα δὲ οὐδὲν τῷ Θεαγένει τῶν νοουμένων, ὑπὸ μόνης πείθεσθαι τῆς συμβουλῆς ἐνεδείκνυτο. πλησιάσαντες οὖν οἱ Αἰθίοπες, καὶ τὸν μὲν Βαγώαν εὐνοῦχον καὶ ἀπόλεμον ἀπὸ τῆς ὄψεως γνωρίσαντες, τοὺς δὲ ἀόπλους μὲν καὶ δεσμώτας κάλλει δὲ καὶ εὐγενείᾳ διαπρέποντας, ἠρώτων οἵ τινες εἶεν, Αἰγύπτιόν τε ἀπὸ σφῶν ἕνα τὸν καὶ περσίζοντα τὴν φωνὴν εἰς τὴν πεῦσιν καθέντες, ὡς ἢ ἀμφοτέρων ἢ θατέρου πάντως συνήσοντας: οἱ γὰρ ὀπτῆρές τε καὶ σκοποὶ λεγομένων τε καὶ πραττομένων ἀποσταλέντες ὁμογλώσσους τε καὶ ὁμοφώνους τοῖς τε ἐγχωρίοις καὶ πολεμίοις ἐπάγεσθαι ὑπὸ τῆς χρείας ἐδιδάχθησαν. ὡς οὖν ὁ Θεαγένης ὑπό τε συνδιαιτήσεως ἤδη μακρᾶς τῆς Αἰγυπτίας καὶ βραχείας τῆς πεύσεως τὸν μὲν τὰ πρῶτα εἶναι τοῦ σατράπου Περσῶν ἀπεκρίνατο, ἑαυτὸν δὲ καὶ τὴν Χαρίκλειαν Ἕλληνας γένος, Περσαῖς μὲν πρότερον αἰχμαλώτους ἀγομένους, τὸ παρὸν δὲ Αἰθίοψιν ὑπὸ χρηστοτέρας ἴσως τύχης ἐγχειριζομένους, ἔγνωσαν φείδεσθαι καὶ ζωγρείᾳ λαβόντες ἄγειν, καὶ πρώτην ὥσπερ ἄγραν καὶ μεγίστην βασιλεῖ τῷ σφῶν προσάγειν, τὸν μὲν κτῆμα τῶν τοῦ σατράπου τὸ τιμιώτατον ʽΠερσῶν γὰρ βασιλείοις αὐλαῖς ὀφθαλμοὶ καὶ ἀκοαὶ τὸ εὐνούχων γένος, οὐ παίδων, οὐ συγγενείας τὸ πιστὸν τῆς εὐνοίας μετασπώσης, ἀλλὰ μόνου τοῦ πιστεύσαντος ἀναρτώσησ̓, τοὺς δὲ νέους δῶρον τὸ κάλλιστον διακονίᾳ καὶ αὐλῇ τῇ τοῦ βασιλέως ἐσομένους. ἦγον οὖν αὐτίκα τῶν ἵππων ἐπιβιβάσαντες, τὸν μὲν ὡς τραυματίαν, τοὺς δὲ ὡς ὑπὸ τῶν δεσμῶν εἰς τὸ ἐπισπεῦδον τῆς πορείας ἰσοταχεῖν ἀδυνατοῦντας. καὶ ἦν ὥσπερ ἐν δράματι προαναφώνησις καὶ προεισόδιον τὸ γινόμενον: ξένοι καὶ δεσμῶται τὴν σφαγὴν ὀλίγῳ πρόσθεν τὴν αὑτῶν ἐν ὀφθαλμοῖς ταλαντεύσαντες οὐκ ἤγοντο πλέον ἢ προεπέμποντο, ἐν αἰχμαλώτῳ τύχῃ πρὸς τῶν ὀλίγον ὕστερον ὑπηκόων δορυφορούμενοι.
- 9.1.1
καὶ οἳ μὲν ἐν τούτοις ἦσαν, ἡ δὲ Συήνη πολιορκίᾳ λαμπρῶς ἤδη περιεστοίχιστο καὶ ὥσπερ ἄρκυσιν ἐναπείληπτο τοῖς Αἰθίοψιν. ὁ μὲν γὰρ Ὀροονδάτης ὅσον οὔπω πλησιάζειν τοὺς Αἰθίοπας αἰσθόμενος, καὶ τοὺς Καταρράκτας ὑπερθεμένους ἐπὶ τὴν Συήνην ἐλαύνειν, ὀλίγον ἔφθη προεισελάσας εἰς τὸ ἄστυ, καὶ τάς τε πύλας ἐπικλεισάμενος καὶ τὰ τείχη βέλεσι καὶ ὅπλοις καὶ μηχανήμασι φραξάμενος ἐκαραδόκει τὸ μέλλον: ὁ δὲ δὴ τῶν Αἰθιόπων βασιλεὺς Ὑδάσπης, ἐπειδὴ πόρρωθεν εἰσελαύνειν μέλλοντας εἰς τὴν Συήνην τοὺς Πέρσας προκατοπτεύσας, εἶτα ἐπιδιώξας ὥστε προφθῆναι συμβαλών, καθυστέρησεν, ἐπαφῆκε τῇ πόλει τὸν στρατόν, καὶ εἰς κύκλον τῷ τείχει περιχέας ἀπρόσμαχον καὶ μόνῃ τῇ θέᾳ προσεκάθητο, μυριάσιν ἀπείροις ἀνδρῶν ὁμοῦ καὶ ὅπλων καὶ ζώων τὰ Συηναίων πεδία στενοχωρῶν. ἔνθα καὶ καταλαβόντες αὐτὸν οἱ κατάσκοποι τοὺς ἁλόντας προσῆγον. ὃ δὲ ἥδετο μὲν καὶ τῇ ὄψει τῶν νέων, εὐμενὴς αὐτόθεν πρὸς τὰ ἴδια, καὶ οὐκ εἰδώς, ὑπὸ τοῦ μαντευτικοῦ τῆς ψυχῆς γινόμενος: ἐγάννυτο δὲ ἐπὶ πλέον τῷ συμβόλῳ δεσμίων προσαγομένων. καὶ εὖ γε ἀνεβόησε, δεσμίους ἡμῖν οἱ θεοὶ τοὺς πολεμίους ἐκ τῶν πρωτολείων παραδιδόασι. καὶ οὗτοι μέν, ἔφη, πρῶτοι ληφθέντες εἰς ἀπαρχὴν τοῦ πολέμου σωζέσθωσαν κατὰ τὰς ἐπινικίους θυσίας, ὡς ὁ πάτριος τῶν Αἰθιόπων βούλεται νόμος, θεοῖς τοῖς ἐγχωρίοις εἰς ἱερουργίαν φυλαχθησόμενοι: τοὺς δὲ κατασκόπους δώροις ἀμειψάμενος, τούτους τε καὶ τοὺς αἰχμαλώτους εἰς τοὺς σκευοφόρους ἀπέπεμπε, μοῖραν αὐτάρκη τῶν ὁμογλώσσων εἰς τὴν φρουρὰν ἀποκληρώσας, τά τε ἄλλα σὺν ἐπιμελείᾳ τῇ πάσῃ διάγειν, καὶ δίαιταν ἄφθονον παρέχειν, καὶ παντὸς ἄγους καθαρεύοντας φυλάττειν οἷον ἱερεῖά τινα ἤδη τρεφομένους ἐπιστείλας, καὶ τὰ δεσμά τε ἀμείβειν καὶ χρυσᾶ ἐπιβάλλειν: ὅσα γὰρ σίδηρος παῤ ἄλλοις εἰς τὰς χρείας, ταῦτα παῤ Αἰθίοψιν ὁ χρυσὸς νομίζεται.
- 9.2.1
καὶ οἳ μὲν τὰ προστεταγμένα ἔπραττον. καὶ ὡς τῶν προτέρων δεσμῶν παραλύοντες, ἐλπίδα τε διαγωγῆς ἐλευθέρας παραστήσαντες, πλέον παρεῖχον οὐδέν, χρυσᾶς τὰς ἁλύσεις αὖθις ἐνείροντες, τότ̓ ἤδη καὶ γέλως ἐπῄει τῷ Θεαγένει, καὶ βαβαὶ τῆς λαμπρᾶς, ἔφη, μεταβολῆς. ταῦτα ἡμᾶς ἡ τύχη τὰ μεγάλα φιλανθρωπεύεται. χρυσᾶ σιδηρῶν ἀμείβομεν, καὶ φρουρὰν πλουτοῦντες ἐντιμότεροι δεσμῶται γεγόναμεν. ἐμειδία δὲ καὶ ἡ Χαρίκλεια, καὶ τὸν Θεαγένην μεταβάλλειν ἐπειρᾶτο, καὶ τοῖς ἐκ θεῶν προρρηθεῖσι ἐπανέχουσα καὶ χρηστοτέραις ἐλπίσι κατεπᾴδουσα.
- 9.2.2
ὁ δὲ Ὑδάσπης ἐπειδὴ τῇ Συήνῃ προσβαλών, αὐτοβοεί τε καὶ τείχεσιν αὐτοῖς ἀναρπάσεσθαι τὴν πόλιν ἐλπίσας, εἰς μικρὸν ἀπεκρούσθη πρὸς τῶν ὑπερμαχούντων, ἔργῳ τε λαμπρῶς ἀμυνομένων καὶ λόγοις εἰς ὕβριν καὶ παροξυσμὸν ἐπιχλευασάντων, ὀργὴν τὸ πρᾶγμα ποιησάμενος, εἰ τὴν ἀρχὴν ὅλως ἀντιστῆναι διενοήθησαν, ἀλλὰ μὴ παρὰ τὴν πρώτην ἑκοντὶ φέροντες αὑτοὺς ἐνεχείρισαν, ἔγνω μὴ χρονοτριβεῖν τὸν στρατὸν προσκαθήμενος, μηδὲ ἑλεπόλεσιν ἀποπειρώμενος, ἐξ ὧν οἳ μὲν ἁλώσεσθαι οἳ δέ που καὶ διαδράσεσθαι ἔμελλον, ἀλλὰ πολιορκίᾳ μεγαλουργῷ καὶ ἀφύκτῳ τὴν πόλιν εἰς ἄρδην καὶ θᾶττον ἐξελεῖν.
- 9.3.1
ἔπραττε δὴ οὖν οὕτως. εἰς μοίρας κατανέμει τοῦ τείχους τὸν κύκλον, καὶ δεκάδα ὀργυιῶν δεκάδι ἀνδρῶν ἀποκληρώσας, εὖρός τε καὶ βάθος ὡς ὅτι πλεῖστον ἀφορίσας ὀρύττειν εἰς τάφρον ἐκέλευσεν. οἳ δὲ ὤρυττον, ἄλλοι τὸν χοῦν ἐξεφόρουν, ἕτεροι εἰς ὀφρὺν πρὸς ὕψος ἐσώρευον, τῷ πολιορκουμένῳ τεῖχος ἕτερον ἀντεγείροντες. ἐκώλυε δὲ οὐδείς, οὐδὲ ἐνίστατο πρὸς τὴν ἀποτείχισιν, ἐκδραμεῖν τε τῇς πόλεως ἐπὶ μυριοπληθῆ στρατὸν οὐ θαρσῶν, καὶ τὰς ἐκ τῶν ἐπάλξεων τοξείας ἀνηνύτους ὁρῶν: ὁ γὰρ Ὑδάσπης καὶ τούτου προυνόησε, τὸ μεσεῦον τῶν δύο τειχῶν, ὅσον βολῆς ἐκτὸς εἶναι τοὺς ἐργασομένους, συμμετρησάμενος. ἐπεὶ δὲ καὶ τοῦτο καὶ λόγου θᾶττον ἤνυσεν ἅτε δὴ μυρίας αὐτῷ χειρὸς τὸ ἔργον ἐπισπευδούσης, ἑτέρου τοιοῦδε ἤρχετο. τοῦ κύκλου μέρος, πλάτος ὅσον ἡμίπλεθρον, ἰσόπεδόν τε καὶ ἄχωστον διαλιπών, κατὰ τὴν ἀπολήγουσαν ἑκατέρωθεν ἄκραν σκέλος ἐκ χώματος ἐπιζευγνὺς ἐπὶ τὸν Νεῖλον εἰς μῆκος ἦγεν, ἀπὸ τῶν ταπεινοτέρων ἀεὶ πρὸς τὰ ὄρθια καὶ μετέωρα σκέλος ἑκάτερον προσβιβάζων. εἴκασεν ἄν τις μακροῖς τείχεσι τὸ γινόμενον, τοῦ μὲν ἡμιπλέθρου τὸ ἴσον πλάτος δἰ ὅλου φυλάττοντος, μῆκος δὲ τὸ μεταξὺ τοῦ τε Νείλου καὶ τῆς Συήνης ἀπολαμβάνοντος. ἐπεὶ δὲ συνῆψε τὸ χῶμα ταῖς ὄχθαις, ἐνταῦθα στόμιον τῷ ποταμῷ διατεμών, εἰς τὸν ἀπὸ τῶν σκελῶν ὁλκὸν τὴν ἀπορροὴν εἰσωχέτευσεν. οἷα δὲ ἐξ ὑπερδεξίων πρὸς χθαμαλώτερον καὶ ἐξ ἀπείρου τῆς κατὰ τὸν Νεῖλον εὐρύτητος στενῷ πορθμῷ τὸ ὕδωρ ἐμπῖπτον, καὶ ταῖς χειροποιήτοις ὄχθαις θλιβόμενον, πολύν τινα καὶ ἄφραστον κατὰ μὲν τὸ στόμιον φλοῖσβον, κατὰ δὲ τὸν ὁλκὸν ἐξάκουστον καὶ τοῖς πορρωτάτω πάταγον ἀπετέλει.
- 9.3.2
ἅπερ ἀκούοντες, ἤδη δὲ καὶ ὁρῶντες οἱ κατὰ τὴν Συήνην, καὶ οἷ κακῶν ἦσαν συνιέντες, καὶ ὡς ἐπικλυσμός ἐστιν ὁ σκοπὸς τοῦ περιτειχίσματος, οὔτε ἀποδρᾶναι τὴν πόλιν ἔχοντες ἅτε τοῦ χώματος καὶ ἤδη πλησιάζοντος τοῦ ὕδατος τὴν ἔξοδον ἀποκλειόντων, οὔτε τὸ μένειν ἀκίνδυνον ὁρῶντες, ἐκ τῶν ἐνόντων πρὸς βοήθειαν τὴν αὑτῶν παρεσκευάζοντο. καὶ πρῶτον μὲν τῶν κατὰ τὰς πύλας σανιδωμάτων τὰ διεστῶτα θρυαλλίδι τε καὶ ἀσφάλτῳ διέφραττον, ἔπειτα τὸ τεῖχος πρὸς ἀσφαλεστέραν ἕδραν διήρειδον, ὃ μέν τις χῶμα ὃ δὲ λίθους ὃ δὲ ξύλα καὶ τὸ προστυχὸν ἕκαστος ἐπιφέρων. καὶ ἦν οὐδεὶς ἡσυχάζων, ἀλλ̓ ὁμοίως γυνὴ παῖς καὶ πρεσβύτης ἔργου εἴχετο: γένος γὰρ οὐδὲν οὐδὲ ἡλικίαν ὁ περὶ ψυχῆς δυσωπεῖται κίνδυνος. οἱ δυνατώτεροι δὲ καὶ τὸ ἀκμάζον ἐν ὅπλοις αὐλῶνά τινα στενόν τε καὶ ὑπόγειον ἀπὸ τῆς πόλεως ἐπὶ τὸ χῶμα τῶν πολεμίων διικνούμενον ὀρύττειν ἀποκεκλήρωντο.
- 9.4.1
καὶ δὴ καὶ ἠνύετο τὸ ἔργον ὧδε. φρεατίαν τοῦ τείχους πλησίον εἰς ὀργυιάς που πέντε τὴν κάθετον βαθύναντες, καὶ τοὺς θεμελίους ὑποδραμόντες, ἐγκάρσιον τὸ ἐντεῦθεν ὑπὸ πυρσοῖς ἐπ’ εὐθείας τινὰ φέροντα τῶν χωμάτων ὑπόνομον ἐκοίλαινον, τῶν κατόπιν ἀεὶ καὶ δευτέρων παρὰ τῶν προτέρων ἐν τάξει τὸν χοῦν διαδεχομένων καὶ εἴς τι μέρος τῆς πόλεως πάλαι κηπευόμενον ἐκφορούντων καὶ εἰς κολωνὸν ἐγειρόντων. ταῦτα δὲ ἔπραττον ῥήξεως ἐνδόσιμον τῷ ὕδατι κατὰ τὸ κενόν, εἴ ποτε ἐπέλθοι, προμηθούμενοι.
- 9.4.2
ἀλλ̓ ὅμως ἔφθανε τὰ δεινὰ τὴν προθυμίαν, καὶ ὁ Νεῖλος ἤδη τὸ μακρὸν χῶμα παραμείψας ἐπίφορος τῷ κατὰ τὸν κύκλον ἐνέπιπτε, καὶ πανταχόθεν περιρρυεὶς τὸ μεταίχμιον τῶν τειχῶν ἐλίμναζε. καὶ νῆσος αὐτίκα ἦν ἡ Συήνη καὶ περίρρυτος ἡ μεσόγαιος, τῷ Νειλῴῳ κλύδωνι κυματουμένη. κατ̓ ἀρχὰς μὲν δὴ καὶ χρόνον τῆς ἡμέρας ἐπ’ ὀλίγον ἀντεῖχε τὸ τεῖχος: ἐπειδὴ δὲ ἐπιβρῖσαν τὸ ὕδωρ εἰς ὕψος τε ᾔρετο, καὶ διὰ τῶν ἀραιωμάτων τῆς γῆς, οἷς μέλαινα καὶ εὔγειος οὖσα πρὸς τῆς θερινῆς ὥρας κατέσχιστο, πρὸς τὰ βάθη κατεδύετο καὶ τὴν κρηπῖδα τοῦ τείχους ὑπέτρεχε, τότ̓ ἤδη πρὸς τὸ ἄχθος ἐνεδίδου τὸ ὑποκείμενον. καὶ καθ̓ ὃ μέρος χαυνούμενον ἱζήσειεν, ἐνταῦθα τὸ τεῖχος ὤκλαζε καὶ τῷ σάλῳ τὸν κίνδυνον ἐπεσήμαινεν, ἐπάλξεών τε κραδαινομένων καὶ τῶν ὑπερμαχομένων τῷ βρασμῷ κλονουμένων.
- 9.5.1
ἤδη δὲ ἑσπέρας ἐπιούσης καὶ μέρος τι τοῦ τείχους καὶ μεταπύργιον ἐγκατερείπεται, οὐ μὴν ὥστε χθαμαλωτέραν γενέσθαι τῆς λίμνης τὴν πτῶσιν, οὐδ̓ ὥστε εἰσδέξασθαι τὸ ὕδωρ, ἀλλὰ πέντε που πήχεις ὑπερέχουσαν, ἀπειλουμένην ὅσον οὔπω κατεπτηχέναι τὴν ἐπίκλυσιν. ἐφ̓ οἷς οἰμωγή τε συμμιγὴς τῶν κατὰ τὴν πόλιν ἐξάκουστος καὶ τοῖς πολεμίοις ἐγίνετο, καὶ χεῖρας εἰς οὐρανὸν αἴροντες, τὴν ὑπολειπομένην ἐλπίδα, θεοὺς ἐπεβοῶντο σωτῆρας, καὶ τὸν Ὀροονδάτην ἐπικηρυκεύεσθαι πρὸς Ὑδάσπην ἱκέτευον. ὃ δὲ ἐπείθετο μέν, δοῦλος καὶ ἄκων τῆς τύχης γινόμενος, ἀποτετειχισμένος δὲ τῷ ὕδατι, καὶ ὅπως ἄν τινα διαπέμψαιτο ὡς τοὺς πολεμίους ἀδυνατῶν, ἐπίνοιαν ὑπὸ τῆς ἀνάγκης ἐδιδάσκετο: γραψάμενος γὰρ ἃ ἐβούλετο, καὶ λίθῳ τὴν γραφὴν ἐναψάμενος, σφενδόνῃ πρὸς τοὺς ἐναντίους ἐπρεσβεύετο, διαπόντιον τὴν ἱκεσίαν τοξευόμενος. ἤνυε δὲ οὐδέν, ἐλαττουμένης τοῦ μήκους τῆς βολῆς καὶ τῷ ὕδατι προεμπιπτούσης. ὃ δὲ καὶ αὖθις τὴν αὐτὴν γραφὴν ἐκτοξεύων ἀπετύγχανε, πάντων μὲν τῶν τοξοτῶν καὶ σφενδονητῶν ἐφικέσθαι τῆς βολῆς φιλοτιμουμένων οἷα δὴ τὸν περὶ ψυχῆς σκοπὸν ἀθλούντων, ἁπάντων δὲ τὰ ὅμοια πασχόντων. τέλος δὲ τὰς χεῖρας εἰς τοὺς πολεμίους ὀρέγοντες τοῖς χώμασιν ἐφεστῶτας καὶ θέατρον τὰ πάθη τὰ ἐκείνων ποιουμένους, ἐλεεινοῖς τοῖς σχήμασι τὸ βούλευμα τῶν τοξευμάτων ὡς δυνατὸν ἔφραζον, νῦν μὲν ὑπτίας προτείνοντες εἰς ἱκεσίας ἔμφασιν, νῦν δὲ κατὰ νώτων πρὸς δεσμὸν περιάγοντες εἰς δουλείας ἐξομολόγησιν. ὁ δὲ Ὑδάσπης ἐγνώριζε μὲν σωτηρίαν αἰτοῦντας καὶ παρέχειν ἦν ἕτοιμος ʽὑπαγορεύει γὰρ τοῖς χρηστοῖς φιλανθρωπίαν πολέμιος ὑποπίπτων̓, τὸ παρὸν δὲ ἀδυνάτως ἔχων ἔγνω σαφεστέραν λαβεῖν τῶν ἐναντίων ἀπόπειραν. καὶ ἦν γὰρ πορθμεῖα τῶν ποταμίων προηυτρεπισμένος, ἃ κατὰ ῥοῦν τῆς διώρυχος ἐκ τοῦ Νείλου φέρεσθαι συγχωρήσας, ἐπειδὴ τῷ κύκλῳ τοῦ χώματος προσηνέχθη, καθελκύσας εἶχε: τούτων δέκα νεόπηκτα ἐπιλέξας, τοξότας τε ὁπλίτας ἐνθέμενος, ἅ τε χρὴ λέγειν ἐπιστείλας, ὡς τοὺς Πέρσας ἐξέπεμπεν. οἳ δὲ ἐπεραιοῦντο πεφραγμένοι ὡς, εἴ τι καὶ παῤ ἐλπίδας ἐγχειροῖεν οἱ ἐπὶ τῶν τειχῶν, ηὐτρεπίσθαι πρὸς ἄμυναν. καὶ ἦν θεαμάτων τὸ καινότατον, ναῦς ἀπὸ τειχῶν πρὸς τείχη περαιουμένη, καὶ ναύτης ὑπὲρ μεσογαίας πλοϊζόμενος, καὶ πορθμεῖον κατὰ τὴν ἀρόσιμον ἐλαυνόμενον. καινουργὸς δὲ ὢν ἀεί πως ὁ πόλεμος τότε τι καὶ πλέον καὶ οὐδαμῶς εἰωθὸς ἐθαυματούργει, ναυμάχους τειχομάχοις συμπλέξας καὶ λιμναίῳ στρατιώτῃ χερσαῖον ἐφοπλίσας. οἱ γὰρ δὴ κατὰ τὴν πόλιν τὰ σκάφη καὶ τοὺς ἐμπλέοντας ἐνόπλους τε καὶ καθ̓ ὃ μέρος κατήρειπτο τὸ τεῖχος ἐπιφερομένους θεασάμενοι, καταπλῆγες ἄνθρωποι καὶ πτοίας ἤδη πρὸς τῶν περιεχόντων κινδύνων ἀνάμεστοι, πολεμίους καὶ τοὺς ἐπὶ σωτηρίᾳ τῇ σφῶν ἥκοντας ὑπετόπαζον ʽπᾶν γὰρ ὕποπτον καὶ φοβερὸν τῷ κατ̓ ἔσχατον κινδύνου γενομένᾠ, ἠκροβολίζοντό τε ἀπὸ τῶν τειχῶν καὶ εἰσετόξευον. οὕτως ἄρα καὶ ἀπεγνωκότες ἑαυτῶν ἄνθρωποι τὴν ἀεὶ παροῦσαν ὥραν κέρδος εἰς ὑπέρθεσιν θανάτου νομίζουσιν. ἔβαλλον δὲ οὐχ ὥστε καὶ τιτρώσκειν, ἀλλ̓ ὅσον ἀπείργειν τὸν πρόσπλουν καταστοχαζόμενοι. ἀντετόξευον δὲ καὶ οἱ Αἰθίοπες, καὶ ἅτε εὐσκοπώτερά τε βάλλοντες καὶ οὔπω τῆς τῶν Περσῶν γνώμης συνιέντες δύο πού τινας καὶ πλείους διαπείρουσιν, ὥστε τινὰς ὑπὸ ὀξείας καὶ ἀπροόπτου τῆς τρώσεως ἐπὶ κεφαλὴν ἀπὸ τῶν τειχῶν εἰς τὸ ἐκτός τε καὶ τὸ ὕδωρ ἐκσφενδονηθῆναι. κἂν καὶ ἐπὶ πλέον ἐξεκαύθη τὰ τῆς μάχης, τῶν μὲν σὺν φειδοῖ κωλυόντων μόνον, τῶν δὲ καὶ σὺν ὀργῇ, τῶν Αἰθιόπων, ἀμυνομένων, εἰ μή τις τῶν ἐπὶ δόξης καὶ πρεσβύτης ἤδη Συηναίων τοῖς ἐπὶ τοῦ τείχους παραγενόμενος, ὦ φρενοβλαβεῖς, ἔφη, καὶ πρὸς τῶν δεινῶν παραπλῆγες, οὓς εἰς δεῦρο ἱκετεύοντες καὶ ἐπικαλούμενοι πρὸς βοήθειαν διετελοῦμεν, τούτους ἐλπίδος ἐπέκεινα παραγινομένους ἀπείργομεν; οἳ φίλοι μὲν ἥκοντες καὶ εἰρηνικὰ διαγγέλλοντες σωτῆρες ἔσονται, πολέμια δὲ διανοούμενοι ῥᾷστα καὶ προσορμισθέντες ἐλαττωθήσονται. τί δὲ καὶ πλέον εἰ τούτους διαχρησόμεθα, τοσούτου νέφους ἐκ γῆς καὶ ὕδατος κεκυκλωμένου τὴν πόλιν; ἀλλὰ καὶ προσδεχώμεθα καὶ ὅ τι βουλομένοις ἐστὶν ἐκδιδασκώμεθα. πᾶσιν εὖ λέγειν ἔδοξεν, ἐπῄνει δὲ καὶ ὁ σατράπης. καὶ τοῦ κατηρειπωμένου τῇδε κἀκεῖσε μεταστάντες ἐν ἀκινήτοις τοῖς ὅπλοις ἡσύχαζον.
- 9.6.1
ὡς δὲ ἐκενώθη τὸ μεταπύργιον τῶν ἐφεστώτων, ὅ τε δῆμος ὀθόναις κατασείων ἐπιτρέπειν τὸν ὅρμον ἐνεδείκνυτο, τότε δὴ καὶ οἱ Αἰθίοπες πλησιάσαντες ὥσπερ ἀπ̓ ἐκκλησίας τῶν πορθμείων πρὸς τὸ πολιορκούμενον θέατρον τοιάδε ἔλεγον. ὦ Πέρσαι καὶ Συηναίων οἱ παρόντες, Ὑδάσπης ὁ τῶν πρὸς ἀνατολαῖς καὶ δυσμαῖς Αἰθιόπων, νυνὶ δὲ καὶ ὑμῶν βασιλεύς, πολεμίους τε ἐκπορθεῖν οἶδε καὶ ἱκέτας οἰκτείρειν πέφυκε, τὸ μὲν ἀνδρεῖον τὸ δὲ φιλάνθρωπον δοκιμάζων, καὶ τὸ μὲν χειρὸς εἶναι στρατιωτικῆς τὸ δὲ ἴδιον τῆς ἑαυτοῦ γνώμης. ἔχων τό τε ὑμᾶς εἶναι καὶ μὴ κατ̓ ἐξουσίαν, ἱκέταις γεγενημένοις ἀνίησι τὸν ἐκ τοῦ πολέμου πᾶσιν ὁρώμενον καὶ οὐκ ἀμφίβολον κίνδυνον, ἐφ̓ οἷς ἂν ἄσμενοι τῶν δεινῶν ἀπαλλαγείητε, τὴν αἵρεσιν οὐκ αὐτὸς ὁρίζων ἀλλ̓ ὑμῖν ἐπιτρέπων: οὐ γὰρ τυραννεῖ τὴν δίκην, ἀλλὰ πρὸς τὸ ἀνεμέσητον διοικεῖ τὴν τῶν ἀνθρώπων τύχην. πρὸς ταῦτα Συηναῖοι μὲν ἀπεκρίναντο σφᾶς τε αὐτοὺς καὶ παῖδας καὶ γυναῖκας ἐπιτρέπειν Ὑδάσπῃ χρῆσθαι πρὸς ὅ τι βούλοιτο, καὶ τὴν πόλιν, εἰ περιγένοιντο, ἐγχειρίζειν, ἣν καὶ νῦν ἐν τῷ ἀνελπίστῳ σαλεύειν, εἰ μὴ φθαίη τις ἐκ θεῶν καὶ ἐξ Ὑδάσπου μηχανὴ σωτηρίας. ὁ δὲ Ὀροονδάτης τῶν μὲν αἰτίων ἔφη τοῦ πολέμου καὶ τῶν ἐπάθλων ἐκστήσεσθαι καὶ τὰς Φίλας τὴν πόλιν καὶ τὰ σμαράγδεια μέταλλα παραχωρήσειν, αὐτὸς δὲ ἠξίου μηδεμίαν ὑποστῆναι ἀνάγκην μήτε ἑαυτὸν μήτε τοὺς στρατιώτας ἐγχειρίζειν, ἀλλ̓ εἰ βούλοιτο Ὑδάσπης ὁλόκληρον ἐπιδείκνυσθαι τὸ φιλάνθρωπον, ἐπιτρέπειν οὐδὲν λυμαινομένους οὐδὲ χεῖρας ἀνταίροντας ἀποχωρεῖν εἰς τὴν Ἐλεφαντίνην. ὡς ἴσον εἶναί οἱ νῦν τε ἀπολέσθαι, καὶ δοκοῦντα περισώζεσθαι προδοσίας τοῦ στρατιωτικοῦ παρὰ βασιλεῖ τῷ Περσῶν ἁλῶναι. μᾶλλον καὶ χαλεπώτερον, νῦν μὲν ἁπλοῦ καὶ νενομισμένου τυχὸν ἐπαχθησομένου θανάτου, τότε δὲ ὠμοτάτου καὶ εἰς πικροτάτην κόλασιν καινουργουμένου.
- 9.7.1
ταῦτα λέγων ὑποδεχθῆναι καὶ δύο Περσῶν εῖς τὰ σκάφη παρεκάλει, πρόφασιν ὡς εἰς Ἐλεφαντίνην ἀφιξομένους, καὶ εἴπερ οἱ κατ̓ αὐτὴν συνενδιδοῖεν εἰς τὸ δουλεύειν, οὐδὲ αὐτὸς ἔτι μελλήσων. ταῦτα ἀκούσαντες οἱ πρεσβεῖς ἐπανῄεσαν, ἅμα καὶ δύο Περσῶν ἀναλαβόντες, πρός τε τὸν Ὑδάσπην ἅπαντα ἀπήγγελλον. ὃ δ̓ ὑπογελάσας, καὶ πολλὰ τῆς ἀβελτηρίας τὸν Ὀροονδάτην ἐπιμεμψάμενος, εἰ περὶ τῶν ἴσων διαλέγεται ἄνθρωπος ἐπ’ ἄλλῳ καὶ οὐκ ἐν ἑαυτῷ τὸ εἶναι καὶ τεθνάναι σαλεύων, εὔηθες, ἔφη, τὴν ἑνὸς ἄνοιαν τοσούτοις ἐπαγαγεῖν ἀπώλειαν. καὶ τούς τε ἀπεσταλμένους παρὰ τοῦ Ὀροονδάτου βαδίζειν εἰς τὴν Ἐλεφαντίνην ἐπέτρεπεν, ὡς οὐδεμιᾶς ὂν φροντίδος εἰ κἀκεῖνοί τι πρὸς ἀντίστασιν βουλεύσειαν, καὶ τῶν ἰδίων τοὺς μὲν ἐμφράττειν τὸ διορυγὲν τοῦ Νείλου στόμιον, τοὺς δὲ ὥστε ἕτερον κατὰ τὸ χῶμα ἐκτέμνειν ἀπεκλήρωσεν, ὡς τῆς τε ἐπιρροῆς κωλυομένης καὶ τῆς λιμναζούσης πρὸς τῆς ἐκροῆς κενουμένης θᾶττον ἀναψῦξαι τὰ περὶ τὴν Συήνην καὶ εἰς τὸ βάσιμον ἐξικμασθῆναι.
- 9.7.2
οἱ μὲν δὴ ταῦτα προσταχθέντες, μικρὰ τοῦ ἔργου κατάρξαντες, εἰς τὴν ἑξῆς ἐπιτελέσειν ἔμελλον, ἑσπέρας αὐτίκα καὶ νυκτὸς προσφάτοις τοῖς προστάγμασιν ἐπιγενομένης:
- 9.8.1
οἱ δὲ κατὰ τὸ ἄστυ τῆς ἐν χερσὶ καὶ δυνατῆς βοηθείας οὐ μεθίεντο, τὴν καὶ παῤ ἐλπίδα ἐνδεχομένην σωτηρίαν οὐκ ἀπογινώσκοντες, ἄλλοι τε τὸν ὑπόγειον αὐλῶνα διορύττοντες ἤδη τοῖς, χώμασι πλησιάζειν ἐῴκεσαν, τὸ ἀπὸ τοῦ τείχους ἐπὶ τὸ χῶμα ταῖς ὄψεσιν ὑποπῖπτον διάστημα σχοίνῳ κατὰ τὸ ὄρυγμα συμμετρούμενοι, καὶ τὸ πεπτωκὸς ἕτεροι τοῦ τείχους ὑπὸ λαμπτῆρσιν ἀνήγειρον. ἦν δὲ ἡ οἰκοδομὴ ῥᾳδία, τῶν λίθων εἰς τὸ ἐντὸς κατὰ τὴν πτῶσιν κυλινδηθέντων. ἐπεὶ δὲ ἀσφαλῶς ἔχειν τὸ παρὸν ᾠήθησαν, οὐδὲ τότε ἀθορύβως διῆγον, ἀλλὰ κατὰ μέσας που νύκτας μέρος τι τοῦ χώματος, καθ̓ ὃ τῆς ἑσπέρας οἱ Αἰθίοπες τοῦ διορύττειν ἐφήψαντο, εἴτε τῆς γῆς κατ̓ ἐκεῖνο χαύνου τε καὶ ἀκροτήτου σωρευθείσης εἶξε τὸ ὑποκείμενον διάβροχον γεγενημένον, εἴτε καὶ τῶν ὑπορυττόντων συνενδοῦναι πρὸς τὸ κενὸν τῷ ὑποκειμένῳ παρασχόντων, ἢ καὶ τοῦ πρὸς βραχὺ διορυγέντος ταπεινοτέρου τῶν ἐργαζομένων ἐπιλαβόντος, ἐπίκλυσις αὐξομένου διὰ νυκτὸς ἐγένετο τοῦ ὕδατος, καὶ τοῦ ῥαγέντος ἅπαξ ὁδοποιοῦντος ἔλαθε βαθυνόμενον, εἴτε καὶ δαιμονίας ἐπικουρίας θείη τις τὸ ἔργον, παρὰ δόξαν ἐκρήγνυται. καὶ τοσοῦτος ἦχος καὶ δοῦπος ἀπετελέσθη, διὰ τῆς ἀκοῆς τὴν διάνοιαν ἐκδειμαίνων, ὡς τὸ μὲν συμβὰν ἀγνοεῖν, μέρος δὲ τὸ πλεῖστον τῶν τειχῶν καὶ τῆς πόλεως ὑπενηνέχθαι τούς τε Αἰθίοπας καὶ αὐτοὺς Συηναίους ὑποπτεύειν. ἀλλ̓ οἳ μὲν ἐν τῷ ἀσφαλεῖ διάγοντες ἐφ̓ ἡσυχίας ηὐλίζοντο, ὡς εἰς ἕω τὸ σαφὲς εἰσόμενοι: οἱ δὲ κατὰ τὴν πόλιν πάντῃ τὸ τεῖχος καὶ εἰς κύκλον περιέθεον, τὸ μὲν καθ̓ ἑαυτοὺς ἕκαστοι σῶον ὁρῶντες, ἄλλοι δὲ παῤ ἄλλοις γεγενῆσθαι τὸ πάθος εἰκάζοντες, ἄχρι δὴ τὸ φῶς ἐπιγενόμενον τὴν ἀχλὺν τῶν ἀμφιβαλλομένων δεινῶν παρέλυσε, τοῦ τε ῥήγματος ἀπόπτου γενομένου καὶ τοῦ ὕδατος ἀθρόον ὑπονοστήσαντος. ἤδη γὰρ καὶ οἱ Αἰθίοπες τὸ ἐποχετεῦον στόμιον ἔφραττον, καταρράκτας τε ἐκ σανίδων συνηρμοσμένων καθιέντες, καὶ ξύλων παχέσι κορμοῖς ἔκτοσθεν διερείδοντες, χοῦν τε ἅμα καὶ φρυγανίτιδα ὕλην συνδέοντες, καὶ πολλαὶ χιλιάδες ἀθρόον, οἳ μὲν ἀπὸ τῆς ὄχθης οἳ δὲ καὶ ἐκ πορθμείων, ἐπιφοροῦντες. οὕτω μὲν δὴ τὸ ὕδωρ ὑπενόστησεν. ἦν δὲ οὐδ̓ ὣς πορευτέα παῤ ἀλλήλους οὐδετέροις: ἰλύος γὰρ βαθείας ἡ γῆ κατάπλεως ἐγεγόνει, καὶ τὴν ἐπιφάνειαν ἐξικμάσθαι φαινομένην τέλμα δίυγρον ὑπέτρεχεν, ἵππου τε ὁμοίως καὶ ἀνδρὸς βάσιν εἰς βυθισμὸν ἐνεδρεῦον.
- 9.9.1
ἡμέρας μὲν δὴ δύο που καὶ τρεῖς οὕτω διῆγον, ἠνεῳγμέναις μὲν ταῖς πύλαις οἱ Συηναῖοι, ὅπλοις δὲ ἀποκειμένοις οἱ Αἰθίοπες τὴν εἰρήνην ἐπισημαίνοντες. καὶ ἦν τὸ γινόμενον ἀνακωχή τις ἀνεπίμικτος, οὔτε φρουρᾶς ἔτι παῤ οὐδετέροις σπουδαζομένης, καὶ πλέον τῶν κατὰ τὴν πόλιν εὐπαθείαις ἑαυτοὺς ἐκδεδωκότων. καὶ γάρ πως συνέπεσε καὶ τὰ Νειλῷα τότε, τὴν μεγίστην παῤ Αἰγυπτίοις ἑορτήν, ἐνεστηκέναι, κατὰ τροπὰς μὲν τὰς θερινὰς μάλιστα καὶ ὅτε ἀρχὴν τῆς αὐξήσεως ὁ ποταμὸς ἐμφαίνει τελουμένην, ὑπὲρ πάσας δὲ τὰς ἄλλας πρὸς Αἰγυπτίων σπουδαζομένην δἰ αἰτίαν τοιάνδε. θεοπλαστοῦσι τὸν Νεῖλον Αἰγύπτιοι, καὶ κρειττόνων τὸν μέγιστον ἄγουσιν, ἀντίμιμον οὐρανοῦ τὸν ποταμὸν σεμνηγοροῦντες, οἷα δὴ δίχα νεφώσεων καὶ ὑετῶν ἀερίων τὴν ἀρουμένην αὐτοῖς ἄρδοντα καὶ εἰς ἔτος ἀεὶ τεταγμένως ἐπομβρίζοντα. καὶ ταύτῃ μὲν ὁ πολὺς λεώς: ἃ δὲ ἐκθειάζουσιν, ἐκεῖνα. τοῦ εἶναι καὶ ζῆν ἀνθρώπους τὴν ὑγρᾶς τε καὶ ξηρᾶς οὐσίας σύνοδον αἰτίαν μάλιστα νομίζουσι, τὰ ἄλλα στοιχεῖα τούτοις συνυπάρχειν τε καὶ συναναφαίνεσθαι λέγοντες, καὶ τὴν μὲν ὑγρὰν τὸν Νεῖλον, θατέραν δὲ τὴν γῆν τὴν αὑτῶν ἐμφαίνειν. καὶ ταυτὶ μὲν δημοσιεύουσι, πρὸς δὲ τοὺς μύστας Ἶσιν τὴν γῆν καὶ Ὄσιριν τὸν Νεῖλον καταγγέλλουσι, τὰ πράγματα τοῖς ὀνόμασι μεταλαμβάνοντες. ποθεῖ γοῦν ἀπόντα ἡ θεὸς καὶ χαίρει συνόντι, καὶ μὴ φαινόμενον αὖθις θρηνεῖ, καὶ ὡς δή τινα πολέμιον τὸν Τυφῶνα ἐχθραίνει, φυσικῶν τινῶν, οἶμαι, ἀνδρῶν καὶ θεολόγων πρὸς μὲν τοὺς βεβήλους τὰς ἐγκατεσπαρμένας τούτοις ὑπονοίας μὴ παραγυμνούντων, ἀλλ̓ ἐν εἴδει μύθου προκατηχούντων, τοὺς δὲ ἐποπτικωτέρους καὶ ἀνακτόρων ἐντὸς τῇ πυρφόρῳ τῶν ὄντων λαμπάδι φανότερον τελούντων.
- 9.10.1
τοῦτό τοι καὶ ἡμῖν εὐμένεια μὲν εἴη τῶν εἰρημένων, τὰ μυστικώτερα δὲ ἀρρήτῳ σιγῇ τετιμήσθω, τῶν κατὰ Συήνην ἑξῆς περαινομένων. τῆς γὰρ δὴ τῶν Νειλῴων ἑορτῆς ἐνεστηκυίας οἱ μὲν ἐγχώριοι πρὸς θυσίαις τε καὶ τελεταῖς ἦσαν, τοῖς μὲν σώμασι τοῖς περιεστηκόσι δεινοῖς κάμνοντες, ταῖς ψυχαῖς δὲ τῆς περὶ τὸ θεῖον εὐσεβείας ἐκ τῶν ἐνόντων οὐκ ἀμνημονοῦντες: ὁ δὲ Ὀροονδάτης μέσας νύκτας ἐπιτηρήσας, πρὸς ὕπνον βαθὺν τῶν Συηναίων ἀπὸ τῆς εὐωχίας τετραμμένων, ὑπεξάγει τὸν στρατόν, ὥραν τε μίαν καὶ πύλην, καθ̓ ἣν ἔδει ποιήσασθαι τὴν ἔξοδον, κρύφα τοῖς Πέρσαις προπαραγγείλας. ἐπέσταλτο δὲ ἑκάστῳ δεκαδάρχῃ ἵππους μὲν καὶ ὑποζύγια κατὰ χώραν ἐᾶν, πρός τε δυσχερείας ἀπαλλαγήν, καὶ τοῦ μή τινα πρὸς τὸν τάραχον αἴσθησιν γενέσθαι τῶν δρωμένων, τὰ ὅπλα δὲ ἀναλαβόντας μόνα καὶ δοκίδα ἢ σανίδα πορισαμένους ἐπάγεσθαι.
- 9.11.1
ἐπεὶ δὲ ἠθροίσθησαν καθ̓ ἣν προείρητο πύλην, ἐγκάρσια τῷ πηλῷ τὰ ξύλα, ἅπερ ἑκάστη δεκὰς ἐπήχθιστο, ἐπιβάλλων καὶ ἀλλήλων ἐχόμενα συντιθείς, τῶν κατόπιν ἀεὶ τοῖς ἡγουμένοις μεταδιδόντων, οἷον διὰ ζεύγματος ῥᾷστά τε καὶ τάχιστα διεβίβασε τὸ πλῆθος. καὶ λαβόμενος τῆς ἐστερεωμένης, τούς τε Αἰθίοπας οὐδὲν προϊδομένους οὐδὲ φροντίδα τῆς φυλακῆς πεποιημένους, ἀλλ̓ ἀπρονοήτως καθεύδοντας, διαλαθών, ἐπὶ τὴν Ἐλεφαντίνην, ὡς δρόμου τε εἶχε καὶ ἄσθματος, καθ̓ ἓν τὸν στρατὸν ἦγεν, ἀκώλυτός τε εἰσέφρησεν εἰς τὴν πόλιν, τῶν ἐκ τῆς Συήνης προαπεσταλμένων δύο Περσῶν, οὕτω πρὸς αὐτοὺς συντεταγμένον, ἐπιτηρούντων ὅσαι νύκτες τὴν ἔφοδον, κἀπειδὴ τὸ συγκείμενον ἀνεφθέγξαντο σύμβολον, παραχρῆμα τὰς πύλας ἀναπετασάντων.
- 9.11.2
ἤδη δὲ ἡμέρας ὑποφαινούσης οἱ Συηναῖοι τὸν δρασμὸν ἐγνώριζον, τὰ μὲν πρῶτα κατ̓ οἶκον τὸν ἴδιον ἕκαστος τοὺς ἐπεξενωμένους Περσῶν οὐχ ὁρῶντες, εἶτα καὶ κατὰ συλλόγους συνιστάμενοι, καὶ τέλος καὶ τὸ ζεῦγμα ἐποπτεύοντες. αὖθις οὖν εἰς ἀγωνίαν καθίσταντο, καὶ δευτέρων ἀδικημάτων ἔγκλημα προσεδέχοντο βαρύτερον ὡς ἐπὶ φιλανθρωπίᾳ τοσαύτη γεγονότες ἄπιστοι καὶ τὸν δρασμὸν τοῖς Πέρσαις συνεργήσαντες. ἔγνωσαν οὖν πανδημεὶ τῆς πόλεως ἐξορμήσαντες ἐγχειρίζειν τε ἑαυτοὺς τοῖς Αἰθίοψι καὶ ὅρκοις πιστοῦσθαι τὴν ἄγνοιαν, εἴ πως εἰς ἔλεον ἐπικλασθεῖεν. ἀθροίσαντες οὖν πᾶσαν ἡλικίαν, καὶ κλάδους εἰς ἱκετηρίαν ἀναλαβόντες, κηρούς τε καὶ δᾷδας ἁψάμενοι, καὶ τὰ ἱερὰ γένη καὶ ἕδη τῶν θεῶν ὥσπερ κηρύκεια προβεβλημένοι, διά τε τοῦ ζεύγματος ὡς τοὺς Αἰθίοπας ἐλθόντες ἱκέται πόρρωθεν γονυπεσοῦντες ἐκάθηντο, καὶ ὑφ̓ ἓν σύνθημα καὶ φωνὴν γοώδη μίαν ἐλεεινὴν ὀλολυγὴν ἱέντες ἱκέτευον. οἰκτιζόμενοι δὲ πλέον τὰ νεογνὰ τῶν βρεφῶν ἐπὶ γῆς προκαταβάλλοντες φέρεσθαι ὡς ἔτυχε μεθῆκαν, διὰ τῆς ἀνυπόπτου καὶ ἀνυπαιτίου μοίρας τὸ θυμούμενον τῶν Αἰθιόπων προμαλάσσοντες. τὰ βρέφη δὲ ὑπὸ πτοίας τε ἅμα καὶ ἀγνοίας τῶν πραττομένων τοὺς μὲν φύντας καὶ τρέφοντας, τάχα που τὴν ἄπειρον ἀποτρεπόμενα βοήν, ὑπέφευγεν, ἐπὶ δὲ τὴν ἄγουσαν ὡς τοὺς πολεμίους τὰ μὲν εἷρπε, τὰ δὲ ψελλιζόμενα τὴν βάσιν καὶ κλαυθμυριζόμενα ἐπαγωγὸν ἐφέρετο, καθάπερ σχεδιαζούσης ἐν αὐτοῖς τὴν ἱκεσίαν τῆς τύχης.
- 9.12.1
ὁ δὲ Ὑδάσπης ταῦτα ὁρῶν, καὶ τὴν πάλαι ἱκεσίαν ἐπιτείνειν αὐτοὺς καὶ εἰς τὸ παντελὲς ἐξομολογεῖσθαι οἰηθείς, ἀποστείλας ἠρώτα τί βούλοιντο καὶ ὅπως μόνοι καὶ οὐ μετὰ τῶν Περσῶν ἥκοιεν. οἳ δὲ πάντα ἔλεγον, τὸν δρασμὸν τῶν Περσῶν, τὸ ἑαυτῶν ἀνυπαίτιον, τὴν πάτριον ἑορτήν, καὶ ὡς πρὸς θεραπείαν τῶν κρειττόνων ὄντας καὶ πρὸς τῆς εὐωχίας ὑφυπνωμένους διαλάθοιεν, ἴσως ἂν διαδράντες καὶ ἰδόντων καὶ γυμνῶν τοὺς ἐν ὅπλοις κωλύειν ἀδυνατούντων. ὁ δὴ οὖν Ὑδάσπης τούτων πρὸς αὐτὸν ἀπαγγελθέντων ὑποτοπήσας ὅπερ ἦν, ἀπάτην τινὰ καὶ ἐνέδραν πρὸς τοῦ Ὀροονδάτου γενησομένην, τοὺς ἱερέας μόνους μετακαλεσάμενος, καὶ τοῖς ἀγάλμασι τῶν θεῶν ἃ συνεπήγοντο πρὸς τὸ μᾶλλον καταιδέσαι προσκυνήσας, εἴ τι πλέον ἔχοιεν ἀναδιδάσκειν περὶ τῶν Περσῶν ἐπυνθάνετο, καὶ ὅποι μὲν ὥρμησαν, τίνι δὲ θαρσεῖν ἔχουσιν ἢ τίσιν ἐπιχειρήσουσιν. οἳ δὲ τὰ μὲν ἄλλα ἀγνοεῖν ἔφασαν, εἰκάζειν δὲ εἰς τὴν Ἐλεφαντίνην ὡρμηκέναι, τοῦ πλείστου στρατοῦ κατ̓ ἐκείνην συνειλεγμένου, καὶ τοῦ Ὀροονδάτου τοῖς τε ἄλλοις καὶ πλέον τοῖς καταφράκτοις ἱππεῦσιν ἐπανέχοντος.
- 9.13.1
ταῦτα εἰπόντων, καὶ εἰσιέναι εἰς τὴν πόλιν ὡς ἰδίαν καὶ μεθεῖναι τῆς κατ̓ αὐτῶν ὀργῆς ἱκετευόντων, τὸ μὲν παρελθεῖν αὐτὸς εἰς τὴν πόλιν ὁ Ὑδάσπης τὸ παρὸν οὐδὲ ἐδοκίμαζε, δύο δὲ φάλαγγας ὁπλιτῶν εἰσπέμψας εἰς ἀπόπειράν τε ὑποπτευομένης ἐνέδρας, καὶ εἰ μηδὲν εἴη τοιοῦτον, εἰς φρουρὰν τῆς πόλεως, τούς τε Συηναίους ἐπὶ χρησταῖς ταῖς ὑποσχέσεσιν ἀποπέμψας, αὐτὸς εἰς τάξιν καθίστη τὸν στρατὸν ὡς ἢ δεξόμενος ἐπιόντας τοὺς Πέρσας ἢ καθυστεροῦσιν ἐπελευσόμενος. καὶ οὔπω πᾶν διετέτακτο, καὶ σκοποὶ προσελαύνοντες ἔφοδον τῶν Περσῶν εἰς μάχην ἐκτεταγμένων ἐμήνυον. ὁ γὰρ Ὀροονδάτης τὴν μὲν ἄλλην στρατιὰν εἰς τὴν Ἐλεφαντίνην ἀθροίζεσθαι διατεταγμένος, αὐτὸς δέ, ὅτε τοὺς Αἰθίοπας ἐπιόντας παῤ ἐλπίδα κατώπτευεν, εἰσδραμεῖν σὺν ὀλίγοις εἰς τὴν Συήνην ἀναγκασθεὶς καὶ τοῖς χώμασιν ἀποτειχισθείς, σωτηρίαν τε αἰτήσας καὶ καθ̓ ὑπόσχεσιν τοῦ Ὑδάσπου λαβών, ἀπιστότατος ἀνθρώπων γίνεται, καὶ δύο Περσῶν ἅμα τοῖς Αἰθίοψι περαιωθῆναι παρασκευάσας δῆθεν ὡς τὴν γνώμην τῶν κατὰ τὴν Ἐλεφαντίνην, ἐφ̓ οἷς ἂν ἕλοιντο διαλύσασθαι πρὸς Ὑδάσπην, μαθησομένους ἐξέπεμψε, τὸ δ̓ ἀληθές, εἰ παρασκευάζεσθαι πρὸς μάχην προαιροῦνται, ὅταν αὐτός ποτε διαδρᾶναι δυνηθῇ. καὶ τὸ τῆς γνώμης ἄπιστον εἰς ἔργον ἦγεν, ηὐτρεπισμένους τε καταλαβὼν αὐτίκα ἐξῆγεν, οὐδ̓ εἰς βραχὺ τὴν ἔφοδον ὑπερθέμενος, ἀλλὰ τῷ τάχει τὴν παρασκευήν, ὡς ἐδόκει, τῶν ἐναντίων ὑποτεμνόμενος.
- 9.14.1
ἤδη γοῦν παραταττόμενος ἑωρᾶτο, κόμπῳ τε Περσικῷ τὰς ὄψεις προκαταλαμβάνων καὶ ἀργυροῖς τε καὶ ἐπιχρύσοις τοῖς ὅπλοις τὸ πεδίον καταστράπτων. ἄρτι γὰρ ἀνίσχοντος ἡλίου καὶ τὴν ἀκτῖνα κατὰ πρόσωπον τοῖς Πέρσαις ἐπιβάλλοντος, μαρμαρυγή τις ἄφραστος καὶ εἰς τοὺς πορρωτάτω διερριπίζετο, τῆς πανοπλίας οἰκεῖον σέλας ἀνταυγαζούσης. τὸ μέν οὖν δεξιὸν κέρας αὐτῶν Περσῶν τε καὶ Μήδων τὸ γνήσιον ἐπεῖχε, τῶν μὲν ὁπλιτῶν ἡγουμένων, τῶν δὲ ὅσοι τοξόται κατόπιν ἐφεπομένων, ὡς ἂν γυμνοὶ πανοπλίας ὄντες ἀσφαλέστερον βάλλοιεν ὑπὸ τοῖς ὁπλίταις προασπιζόμενοι: τὴν δὲ Αἰγυπτίων τε καὶ Λιβύων χεῖρα καὶ τὴν ξενικὴν ἅπασαν εἰς τὸ ἀριστερὸν κατένεμεν, ἀκοντιστάς τε καὶ τούτοις καὶ σφενδονήτας παραζεύξας, ἐκδρομάς τε ποιεῖσθαι καὶ εἰσακοντίζειν ἐκ πλαγίων ὁρμωμένοις ἐπιστείλας. αὐτὸς δὲ τὸ μέσον κατελάμβανεν, ἅρματός τε δρεπανηφόρου λαμπροῦ ἐπιβεβηκὼς καὶ ὑπὸ τῆς ἑκατέρωθεν φάλαγγος εἰς ἀσφάλειαν δορυφορούμενος, τοὺς καταφράκτους ἱππέας μόνον ἑαυτοῦ προέταττεν, οἷς δὴ καὶ πλέον θαρσήσας τὴν μάχην ἀπετόλμησε: καὶ γὰρ οὖν καὶ ἔστιν ἥδε ἡ φάλαγξ Περσῶν ἀεὶ τὸ μαχιμώτατον, καὶ οἱονεὶ τεῖχος ἀρραγὲς τοῦ πολέμου προβαλλόμενον.
- 9.15.1
τρόπος δὲ αὐτοῖς πανοπλίας τοιόσδε. ἀνὴρ ἔκκριτος καὶ σώματος ἰσχὺν ἐπίλεκτος κράνος μὲν ὑπέρχεται συμφυές τε καὶ μονήλατον, καὶ ὄψιν ἀνδρὸς εἰς ἀκρίβειαν ὥσπερ τὰ προσωπεῖα σοφιζόμενον. τούτῳ δὲ ἐκ κορυφῆς εἰς αὐχένα πάντα πλὴν τῶν ὀφθαλμῶν εἰς τὸ διοπτεύειν σκεπόμενος, τὴν μὲν δεξιὰν κοντῷ μείζονι λόγχης ὁπλίζει, τὴν λαιὰν δὲ εἰς τὸν χαλινὸν ἀσχολεῖ. κοπίδα δὲ ὑπὸ τὴν πλευρὰν παρηρτημένος, οὐ τὰ στέρνα μόνον ἀλλὰ καὶ σῶμα τὸ ἄλλο ἅπαν τεθωράκισται. ἐργασία δὲ τοῦ θώρακος τοιάδε. σκυτάλας χαλκᾶς τε καὶ σιδηρᾶς ὅσον σπιθαμιαίας πάντοθεν εἰς σχῆμα τετράγωνον ἐλάσαντες, καὶ ἄλλην ἐπ’ ἄλλην κατ̓ ἄκρα τῶν πλευρῶν ἐφαρμόσαντες ὡς τῇ κατωτέρᾳ τὴν ὑπερκειμένην ἀεὶ καὶ τῇ πλαγίᾳ τὴν παρακειμένην κατὰ τὸ συνεχὲς ἐπιβαίνειν, καὶ ῥαφαῖς ὑπὸ τὰς ἐπιπτυχὰς τὴν συμπλοκὴν ἀγκιστρώσαντες, χιτῶνά τινα φολιδωτὸν ἀπεργάζονται, προσπίπτοντα μὲν ἀλύπως τῷ σώματι καὶ πάντῃ περιφυόμενον, περιγράφοντα δὲ μέλος ἕκαστον καὶ πρὸς τὸ ἀκώλυτον τῆς κινήσεως συστελλόμενόν τε καὶ συνεκτεινόμενον. ἔστι γὰρ χειριδωτός, ἀπ̓ αὐχένος εἰς γόνυ καθειμένος, μόνοις τοῖς μηροῖς, καθ̓ ὃ τῶν ἱππείων νώτων ἐπιβαίνειν ἀνάγκη, διαστελλόμενος. ὁ μὲν δὴ θώραξ τοιοῦτος, ἀντίτυπόν τι βελῶν χρῆμα, καὶ πρὸς πᾶσαν τρῶσιν ἀπομαχόμενον: ἡ κνημὶς δὲ ἀπ̓ ἄκρων ταρσῶν εἰς γόνυ διήκει, συνάπτουσα πρὸς τὸν θώρακα. παραπλησίᾳ δὲ σκευῇ καὶ τὸν ἵππον περιφράττουσι, τούς τε πόδας κνημῖσι περιδέοντες, καὶ προμετωπιδίοις τὴν κεφαλὴν δἰ ὅλου σφηκοῦντες, ἐκ νώτων τε ἐπὶ γαστέρα καθ̓ ἑκατέραν πλευρὰν σκέπασμα σιδηρόπλοκον ἀπαιωροῦντες, ὡς ὁπλίζειν τε ἅμα καὶ τῇ λαγαρότητι μὴ ἐμποδίζειν τοὺς δρόμους. οὕτως ἐσκευασμένος καὶ οἷον ἐμβεβλημένος περιβαίνει τὸν ἵππον, οὐκ αὐτὸς ἐφαλλόμενος, ἀλλ̓ ἑτέρων διὰ τὸ ἄχθος ἀνατιθεμένων. κἀπειδὰν ὁ καιρὸς ἥκῃ τῆς μάχης, ἐφεὶς τῷ χαλινῷ τὸν ἵππον καὶ μυωπίσας παντὶ τῷ ῥοθίῳ κατὰ τῶν ἐναντίων ἵεται σιδηροῦς τις ἀνὴρ φαινόμενος, ἢ καὶ σφυρήλατος ἀνδριὰς κινούμενος. ὁ κοντὸς δὲ τὰ μὲν πρὸς τῇ αἰχμῇ κατὰ πολὺ καὶ εἰς εὐθὺ προβέβληται, δεσμῷ πρὸς τὸν αὐχένα τὸν ἵππειον ἀνεχόμενος: τὸν οὐρίαχον δὲ βρόχῳ πρὸς τοῖς ἱππείοις μηροῖς ἐξήρτηται, μὴ εἴκων ἐν ταῖς συμβολαῖς, ἀλλὰ συνεργῶν τῇ χειρὶ τοῦ ἱππέως, εὐθυνούσῃ μόνον τὴν βολήν, αὐτοῦ δὲ ἐπιτείνοντος καὶ πρὸς τὸ σφοδρότερον τῆς τρώσεως ἀντερείδοντος, τῇ ῥύμῃ διαπείρει πάντα τὸν ὑποπίπτοντα, καὶ μιᾷ πληγῇ δύο που φέρει πολλάκις ἀναρτήσας.
- 9.16.1
τοιοῦτον δὴ ἔχων τὸ ἱππικὸν ὁ σατράπης, καὶ οὕτω τὸ Περσικὸν διατάξας, ἐπῄει ἀντιμέτωπος, κατὰ νώτων ἀεὶ τὸν ποταμὸν ποιούμενος, καὶ πλήθει κατὰ πολὺ τῶν Αἰθιόπων λειπόμενος τῷ ὕδατι τὴν κύκλωσιν ἀπετείχιζεν. ἀντεπῆγε δὲ καὶ ὁ Ὑδάσπης, τοῖς ἐπὶ μὲν τοῦ δεξιοῦ κέρως Πέρσαις τε καὶ Μήδοις τοὺς ἐκ Μερόης ἀντιτάττων, ἄνδρας ὁπλομάχους τε καὶ τῆς κατασυστάδην χειρονομίας ἐπιστήμονας: τοὺς δὲ ἐκ τῆς Τρωγλοδυτικῆς καὶ τοὺς τῇ κινναμωμοφόρῳ προσοίκους, εὐσταλεῖς τε τὴν ὅπλισιν καὶ ποδώκεις καὶ τοξείαν ἀρίστους, τοῖς κατὰ τὸ λαιὸν τῶν ἐναντίων σφενδονήταις τε καὶ ἀκοντισταῖς παρενοχλήσοντας ἀπεκλήρωσε. τὸ δὲ μεσεῦον τοῦ Περσικοῦ τοῖς καταφράκτοις μεγαλαυχούμενον καταμαθών, ἑαυτόν τε καὶ τοὺς περὶ αὑτὸν πυργοφόρους ἐλέφαντας ἀντέταξε, τὸ Βλεμμύων καὶ Σηρῶν ὁπλιτικὸν προτάξας, καὶ ἃ χρὴ πράττειν παρὰ τὸ ἔργον ἐπιστείλας.
- 9.17.1
ἀρθέντων δὲ ἑκατέρωθεν τῶν σημείων, καὶ τοῦ μὲν Περσικοῦ διὰ σαλπίγγων, ῥόμβοις δὲ καὶ τυμπάνοις τῶν Αἰθιόπων τὴν μάχην ἐπισημαινόντων, ὁ μὲν Ὀροονδάτης ἐμβοήσας δρόμῳ τὰς φάλαγγας ἐπῆγεν, ὁ δὲ Ὑδάσπης τὰ μὲν πρῶτα σχολαίτερον ἀντεπιέναι προσέταττε, βάσιν ἐκ βάσεως ἡσυχῇ παραμείβοντας, τῶν τε ἐλεφάντων ἕνεκεν, ὅπως ἂν μὴ ἀπολειφθεῖεν τῶν προμάχων, καὶ ἅμα τὴν ῥύμην τῶν ἱππέων τῷ μεταξὺ προϋπεκλύων. ἐπεὶ δὲ βολῆς ἐντὸς ἤδη καθίσταντο καὶ τοὺς καταφράκτους ἐρεθίζοντας τὴν ἵππον εἰς τὴν ἐπέλασιν οἱ Βλέμμυες κατέμαθον, τὰ προστεταγμένα πρὸς τοῦ Ὑδάσπου ἔπραττον, καὶ τοὺς Σῆρας ὥσπερ προκώλυμα εἶναι καὶ προασπίζειν τῶν ἐλεφάντων καταλιπόντες, αὐτοὶ πολὺ τῶν τάξεων προπηδήσαντες, ὡς τάχους εἶχον, ἐπὶ τοὺς καταφράκτους ὥρμησαν, μανίας ἔμφασιν τοῖς ὁρῶσι παριστάντες, οὕτως ὀλίγοι πρὸς πλείονας καὶ πρὸς οὕτω πεφραγμένους προεφορμήσαντες. οἱ Πέρσαι δὲ πλέον ἢ πρότερον ἐφέντες τοῖς ἵπποις ἐπήλαυνον, ἕρμαιον τὸ ἐκείνων θράσος ποιούμενοι, καὶ ὡς αὐτίκα καὶ παρὰ τὴν πρώτην συμβολὴν ἁρπασόμενοι.
- 9.18.1
τότε οἱ Βλέμμυες εἰς χεῖρας ἤδη συμπίπτοντες, καὶ μόνον οὐ ταῖς αἰχμαῖς ἐγχρίμπτοντες, ἀθρόον καὶ καθ̓ ἓν σύνθημα ὑπώκλασάν τε καὶ ὑπεδύοντο τοῖς ἵπποις, γόνυ μὲν θάτερον τῇ γῇ προσερείδοντες, κεφαλὴν δὲ καὶ νῶτα ταῖς μὲν οὐδὲν ἤ μόνον οὐ πατούμενοι. παράδοξον δὲ ἔδρων, καὶ ἐλυμαίνοντο τὴν ἵππον ὑπὸ τὴν γαστέρα κατὰ τὴν διεξέλασιν τοῖς ξίφεσιν ἀνακόπτοντες, ὥστε ἔπιπτον μὲν οὐκ ὀλίγοι τῶν ἱππέων, τῶν ἵππων πρὸς τὴν ἀλγηδόνα τὸν χαλινὸν ὑπερορώντων καὶ τοὺς ἀναβάτας ἀποσειομένων, οὓς κορμηδὸν κειμένους οἱ Βλέμμυες ὑπὸ τοὺς μηροὺς ἀνέτεμνον: ἀκίνητος γὰρ Περσῶν κατάφρακτος τοῦ χειραγωγήσοντος ἀμοιρήσας. ὅσοι δὲ ἀτρώτοις τοῖς ἵπποις συνηνέχθησαν, ἐπὶ τοὺς Σῆρας ἐφέροντο. οἳ δέ, ἐπειδὴ μόνον ἐπλησίαζον, κατόπιν ἑαυτοὺς τῶν ἐλεφάντων ὑπέστελλον, ὥσπερ ἐπὶ λόφον ἢ φρούριον τὸ ζῶον καταφεύγοντες. ἔνθα πολὺς φόνος καὶ ὀλίγου παντελὴς συνέπιπτε τοῖς ἱππεῦσιν. οἵ τε γὰρ ἵπποι πρὸς τὸ ἄηθες τῆς τῶν ἐλεφάντων ὄψεως, ἀθρόον παραγυμνωθείσης καὶ τῷ μεγέθει ξενίζοντι τῆς θέας τὸ φοβερὸν ἐπιφερούσης, οἳ μὲν παλινδρομοῦντες οἳ δὲ ἐν ἀλλήλοις συνταραττόμενοι, τὴν τάξιν τῆς φάλαγγος τάχιστα παρέλυον: οἵ τε ἐπὶ τῶν ἐλεφάντων κατὰ τοὺς πύργους, ἓξ μὲν ἕκαστον κατειληφότες, δύο δὲ κατὰ πλευρὰν ἑκάστην ἐκτοξεύοντες, τῆς ἐπ’ οὐρὰν μόνης εἰς τὸ ἄπρακτον σχολαζούσης, οὕτω δή τι συνεχές τε καὶ ἐπίσκοπον ὥσπερ ἐξ ἀκροπόλεως τῶν πύργων ἔβαλλον ὥστε εἰς νέφους φαντασίαν τὴν πυκνότητα παραστῆναι τοῖς Πέρσαις, καὶ πλέον ὅτε τοὺς ὀφθαλμοὺς μάλιστα τῶν ἐναντίων σκοποὺς οἱ Αἰθίοπες ποιούμενοι, καθάπερ οὐκ ἐκ τῶν ἴσων πολεμοῦντες ἀλλ̓ εὐστοχίας ἀγώνισμα προθέντες, οὕτως ἀδιαπτώτως ἐτύγχανον ὥστε οἱ διαπεπαρμένοι τοῖς βέλεσιν ἐφέροντο σὺν οὐδενὶ κόσμῳ διὰ τοῦ πλήθους, καθάπερ αὐλοὺς τοὺς ὀιστοὺς τῶν ὀφθαλμῶν προβεβλημένοι. εἰ δέ τινας ὑπὸ ῥύμης τοῦ δρόμου μὴ κατασχεθέντες οἱ ἵπποι, καὶ ἄκοντας ὑπεξαγαγόντες, εἰς τοὺς ἐλέφαντας ἐνέβαλλον, καὶ οὕτως οἳ μὲν αὐτοῦ κατανηλίσκοντο, ὑπό τε τῶν ἐλεφάντων ἀνατρεπόμενοι καὶ καταπατούμενοι, οἳ δὲ ὑπό τε τῶν Σηρῶν ὑπό τε τῶν Βλεμμύων ὥσπερ ἐκ λόχου τοῦ ἐλέφαντος ἐκδρομάς τε ποιουμένων, καὶ τοὺς μὲν τιτρώσκειν εὐστοχούντων, τοὺς δὲ κατὰ συμπλοκὴν ἀπὸ τῶν ἵππων εἰς γῆν ὠθούντων. ὅσοι δὲ καὶ διεδίδρασκον, ἄπρακτοι καὶ οὐδὲν δράσαντες τοὺς ἐλέφαντας ἀπεχώρουν: τὸ γὰρ θηρίον πέφρακται μὲν καὶ σιδήρῳ παραγινόμενον εἰς μάχην, καὶ ἄλλως δὲ πρὸς τῆς φύσεως τὴν δορὰν ἐστόμωται, στερεμνίου φολίδος τῇ ἐπιφανείᾳ ἐπιτρεχούσης καὶ πᾶσαν αἰχμὴν τῷ ἀντιτύπῳ θραυούσης.
- 9.19.1
τραπέντων δὲ ἅπαξ εἰς φυγὴν τῶν ὑπολειπομένων, αἴσχιστα δὴ πάντων ὁ σατράπης Ὀροονδάτης, τὸ μὲν ἅρμα ἐγκαταλιπὼν ἵππου δὲ τῶν Νυσαίων ἐπιβάς, διεδίδρασκεν, ἀγνοούντων ταῦτα τῶν κατὰ τὸ ἀριστερὸν κέρας Αἰγυπτίων τε καὶ Λιβύων, καὶ σὺν εὐτολμίᾳ πάσῃ τὴν μάχην συμφερομένων, καὶ πασχόντων μὲν πλείονα ἢ δρώντων, καρτερικῷ δὲ λήματι τὰ δεινὰ ὑπομενόντων. οἱ γὰρ ἐκ τῆς κινναμωμοφόρου κατ̓ αὐτοὺς τεταγμένοι δεινῶς πιεζοῦντες πολλὴν ἀπορίαν παρεῖχον, ἐπιόντας μὲν ὑποφεύγοντες καὶ ἐκ πολλοῦ τοῦ περιόντος προφθάνοντες, καὶ ἀπεστραμμένοις εἰς τοὐπίσω τοῖς τόξοις καὶ παρὰ τὴν φυγὴν βάλλοντες, ἀναχωροῦσι δὲ ἐπιτιθέμενοι, καὶ κατὰ τὰ πλάγια οἳ μὲν ταῖς σφενδόναις βάλλοντες, οἳ δὲ μικροῖς μὲν τοῖς βέλεσιν, ἰῷ δὲ δρακόντων πεφαρμαγμένοις τοξεύοντες ὀξύν τινα καὶ ἀπότομον θάνατον ἐπέφερον. τοξεύουσι δὲ οἱ τῆς κινναμωμοφόρου παίζειν πλέον ἢ σπουδάζειν τὴν τοξείαν ἐοικότες. πλέγμα γάρ τι κυκλοτερὲς τῇ κεφαλῇ περιθέντες, καὶ τοῦτο βέλεσι κατὰ τὸν κύκλον περιπείραντες, τὸ μὲν ἐπτερωμένον τοῦ βέλους πρὸς τῇ κεφαλῇ περιτίθενται, τὰς δὲ ἀκίδας οἷον ἀκτῖνας εἰς τὸ ἐκτὸς προβέβληνται. κἀντεῦθεν ἐξ ἑτοίμου παρὰ τὰς μάχας ὥσπερ ἐκ φαρέτρας ἀφαιρῶν ἕκαστος, ἀγερωχόν τι καὶ σατυρικὸν σκίρτημα λυγιζόμενός τε καὶ καμπτόμενος, καὶ τοῖς ἰοῖς ἐστεμμένος, ἀπὸ γυμνοῦ τοῦ σώματος τοῖς ἐναντίοις ἐφίησιν, οὐδὲν σιδήρου πρὸς τὴν αἰχμὴν δεόμενον: ὀστοῦν γὰρ δράκοντος νωτιαῖον ἀφελὼν τὸ μὲν ἄλλο εἰς τὸν πῆχυν τοῦ βέλους ἀπευθύνει, τὰ δὲ ἄκρα πρὸς τὸ ἀκμαιότατον ἀποξέσας αὐτογλώχινα τὸν ὀιστὸν ἀπεργάζεται, τάχα που καὶ ἀπὸ τῶν ὀστῶν οὕτω παρωνομασμένον.
- 9.19.2
χρόνον μὲν οὖν τινὰ συνειστήκεσαν οἱ Αἰγύπτιοι, καὶ τῷ συνασπισμῷ πρὸς τὴν τοξείαν ἀντεῖχον, φύσει τε τλήμονες ὄντες καὶ πρὸς τὸν θάνατον οὐ λυσιτελῶς μᾶλλον ἢ φιλονείκως κενοδοξοῦντες, ἴσως δέ που καὶ τιμωρίαν λιποταξίου προορῶντες:
- 9.20.1
ἐπεὶ δὲ τούς τε καταφράκτους, τὴν μεγίστην τοῦ πολέμου χεῖρά τε καὶ ἐλπίδα νομιζομένους, διεφθαρμένους κατέμαθον, τόν τε σατράπην ἀποδεδρακότα, τούς τε Μήδων καὶ Περσῶν πολυθρυλήτους ὁπλίτας οὔτε τι παρὰ τὴν μάχην λαμπρὸν ἀποδεδειγμένους, ἀλλ̓ ὀλίγα μὲν δράσαντας κατὰ τῶν ἐκ Μερόης, οἳ κατ̓ αὐτοὺς ἐτάχθησαν, παθόντας δὲ πλείονα καὶ τοῖς λοιποῖς ἐφεπομένους, ἐνδόντες καὶ αὐτοὶ προτροπάδην ἔφευγον. ὁ δὲ Ὑδάσπης, ὥσπερ ἀπὸ σκοπῆς τοῦ πύργου, λαμπρᾶς ἤδη τῆς νίκης θεωρὸς γινόμενος, κήρυκας διαπέμπων εἰς τοὺς διώκοντας τοῦ μὲν φονεύειν ἀπέχεσθαι προηγόρευε, ζῶντας δὲ οὓς δύναιντο καὶ συλλαμβάνειν καὶ ἄγειν, καὶ πρὸ πάντων τὸν Ὀροονδάτην. ὡς δὴ καὶ ἐγένετο. παρεκτείναντες γὰρ ἐπ’ ἀσπίδα τὰς φάλαγγας οἱ Αἰθίοπες, καὶ τὸ πολὺ βάθος τῶν τάξεων εἰς μῆκος ἑκατέρωθεν ἐπαναγαγόντες, τάς τε κεραίας ἐπιστρέψαντες, εἰς κύκλωσιν τὸ Περσικὸν συνήλασαν, καὶ μίαν μόνον ἀτραπὸν τὴν ἐπὶ τὸν ποταμὸν ἀκώλυτον εἰς φυγὴν τοῖς ἐναντίοις ὑπέλιπον, εἰς ὃν οἱ πλείους ἐμπίπτοντες, ὑπό τε ἵππων καὶ δρεπανηφόρων ἁρμάτων καὶ τοῦ λοιποῦ ταράχου καὶ πλήθους ὠθούμενοι σὺν πολλῷ θράσει, μετεμάνθανον ὡς τὸ δοκοῦν στρατήγημα τοῦ σατράπου πρὸς ἐναντίου σφίσιν ἦν καὶ ἄσκεπτον: τὸ γοῦν κυκλωθῆναι παρὰ τὴν ἀρχὴν καταδείσας, καὶ τὸν Νεῖλον διὰ τοῦτο κατὰ νώτων ποιήσας, ἔλαθεν ἑαυτῷ τὴν φυγὴν ἀποτειχίσας. ἐνταῦθα οὖν καὶ αὐτὸς ἁλίσκεται, καὶ Ἀχαιμένου τοῦ Κυβέλης παιδὸς ἅπαντα ἤδη τὰ κατὰ τὴν Μέμφιν πεπυσμένου, καὶ ἀνελεῖν μὲν τὸν Ὀροονδάτην παρὰ τὸν θόρυβον ἐπιβουλεύσαντος ʽμετέμελε γὰρ αὐτῷ τῶν κατὰ τῆς Ἀρσάκης μηνυμάτων, τῶν ἐλέγχων προδιεφθαρμένων̓, τρῶσαι δὲ καιρίαν ἀποτυχόντος. ὑπέσχε γε μὴν αὐτίκα τὴν δίκην πρός τινος τῶν Αἰθιόπων τόξῳ βληθείς, ἀναγνόντος μὲν τὸν σατράπην, καὶ περισώζειν, ὡς προστέτακτο, βουλομένου, ἀγανακτήσαντος δὲ τὸ ἄδικον τοῦ ἐγχειρήματος, εἰ τοὺς ἐναντίους τις ὑποφεύγων χωροίη κατὰ τῶν φιλίων, τὸν καιρὸν τῆς τύχης εἰς ἐχθροῦ ἄμυναν, ὡς ἐῴκει, θηρώμενος.
- 9.21.1
τοῦτον μὲν οὖν ἀχθέντα πρὸς τοῦ ἑλόντος ὁ Ὑδάσπης ψυχορραγοῦντα θεασάμενος καὶ πολλῷ αἵματι ῥεόμενον, τοῦτο μὲν ἐπαοιδῇ διὰ τῶν τοῦτο ἔργον πεποιημένων ἐπέσχε, κρίνας δέ, εἰ δύναιτο, περισώζειν, ἐπιρρωννύς τε τοῖς λόγοις, ὦ βέλτιστε, ἔφη, τὸ μὲν σώζεσθαί σοι κατ̓ ἐμὴν ὑπάρξει γνώμην ʽνικᾶν γὰρ καλὸν τοὺς ἐχθροὺς ἑστῶτας μὲν ταῖς μάχαις, πεπτωκότας δὲ ταῖς εὐποιίαισ̓: τί δ̓ οὖν βουλόμενος οὕτως ἄπιστος ἀπεδείχθης; ὃ δέ, πρὸς δέ, ἔφη: πιστὸς δὲ πρὸς τὸν ἐμὸν δεσπότην. καὶ ὁ Ὑδάσπης, ὑποπεσὼν τοίνυν τίνα σαυτῷ τιμωρίαν ὁρίζεις, πάλιν ἠρώτα. καὶ ὅς, ἣν ἄν, ἔφη, βασιλεὺς ὁ ἐμὸς τῶν σῶν τινὰ στρατηγῶν φυλάττοντά σοι πίστιν λαβὼν ἀπῄτησεν. οὐκοῦν, ἔφη ὁ Ὑδάσπης, ἐπῄνεσεν ἂν καὶ δωρησάμενος ἀπέπεμψεν, εἰ βασιλεὺς ἀληθής ἐστιν ἀλλὰ μὴ τύραννος, ἐν ἀλλοτρίοις ἐπαίνοις ζῆλον τοῖς ἰδίοις τῶν ὁμοίων κατασκευαζόμενος. ἀλλ̓ ὦ θαυμάσιε, πιστὸς μὲν εἶναι λέγεις, ἀσύνετος δὲ κἂν εἰ αὐτὸς μὴ ὁμολογήσειας, πρὸς τοσαύτας μυριάδας οὕτω παρατόλμως ἀντιταξάμενος. οὐκ ἦν ἀσύνετον ἴσως, ἀπεκρίνατο, τῆς γνώμης ἐστοχάσθαι τοῦ βασιλεύοντος, μεθ̓ ἧς ἐκεῖνος πλέον τιμωρεῖται τοὺς ὁπωσοῦν ἐν πολέμῳ δειλοὺς ἢ τιμᾷ τοὺς ἀνδρείους. ἔγνων οὖν ὁμόσε χωρῆσαι πρὸς τὸν κίνδυνον, καὶ ἤτοι μέγα τι κατορθῶσαι καὶ παρὰ δόξαν, οἷα πολλὰ πολέμου καιροὶ θαυματουργοῦσιν, ἢ διασωθείς, εἰ τοῦτο συμβαίνοι, χώραν ἀπολογίας ὑπολείπεσθαι ὡς πάντων τῶν ἐπ’ ἐμοὶ πεπραγμένων.
- 9.22.1
τοιαῦτα εἰπὼν καὶ ἀκούσας ὁ Ὑδάσπης ἐπῄνει τε καὶ εἰς τὴν Συήνην εἰσέπεμπεν, ἐπιμεληθῆναι αὐτοῦ παντοίως τοῖς ἰατρεύουσιν ἐπιστείλας. εἰσῄει δὲ καὶ αὐτὸς ἅμα τοῖς ἐπιλέκτοις τοῦ στρατοῦ, πάσης μὲν τῆς πόλεως καὶ διὰ πάσης ἡλικίας προϋπαντώσης, στεφάνοις δὲ καὶ ἄνθεσι Νειλῴοις τὴν στρατιὰν βαλλούσης, καὶ ταῖς ἐπινικίοις εὐφημίαις τὸν Ὑδάσπην ἀνυμνούσης. ἐπεὶ δὲ τειχῶν ἐντὸς εἰσήλασεν ὥσπερ ἐφ̓ ἅρματος τοῦ ἐλέφαντος, ὃ μὲν αὐτίκα πρὸς ἱεροῖς ἦν καὶ θεραπείαις τῶν κρειττόνων χαριστηρίοις, τῶν τε Νειλῴων ἥτις γένεσις παρὰ τῶν ἱερέων ἐκπυνθανόμενος, καὶ εἴ τι θαύματος ἢ θεάματος ἄξιον κατὰ τὴν πόλιν ἐπιδεικνύναι ἔχουσιν. οἳ δὲ τήν τε φρεατίαν τὸ νειλομέτριον ἐδείκνυσαν, τῷ κατὰ τὴν Μέμφιν παραπλήσιον, συννόμῳ μὲν καὶ ξεστῷ λίθῳ κατεσκευασμένον, γραμμαῖς δὲ ἐκ πηχυαίου διαστήματος κεχαραγμένον, εἰς ἃς τὸ ποτάμιον ὕδωρ ὑπὸ γῆς διηθούμενον καὶ ταῖς γραμμαῖς ἐμπῖπτον τάς τε αὐξήσεις τοῦ Νείλου καὶ ὑπονοστήσεις τοῖς ἐγχωρίοις διασημαίνει, τῷ ἀριθμῷ τῶν σκεπομένων καὶ γυμνουμένων χαραγμάτων τὸ πόσον τῆς πλημύρας ἢ τῆς λειψυδρίας μετρουμένοις. ἐδείκνυσαν δὲ καὶ τοὺς τῶν ὡρονομίων γνώμονας ἀσκίους κατὰ μεσημβρίαν ὄντας, τῆς ἡλιακῆς ἀκτῖνος κατὰ τροπὰς θερινὰς ἐν τοῖς περὶ Συήνην εἰς ἀκρίβειαν κατὰ κορυφὴν ἱσταμένης καὶ τῷ πανταχόθεν περιφωτισμῷ τὴν παρέμπτωσιν τῆς σκιᾶς ἀπελαυνούσης, ὡς καὶ τῶν φρεάτων τὸ κατὰ βάθος ὕδωρ καταυγάζεσθαι διὰ τὴν ὁμοίαν αἰτίαν. καὶ ταῦτα μὲν ὁ Ὑδάσπης οὐ σφόδρα ὡς ξένα ἐθαύμαζε ʽσυμβαίνει γὰρ τὰ ἴσα καὶ κατὰ Μερόην τὴν Αἰθιόπων̓: ὡς δὲ τὴν ἑορτὴν ἐξεθείαζον, ἐπὶ μέγα Νεῖλον αἴροντες, Ὦρόν τε καὶ ζείδωρον ἀποκαλοῦντες, Αἰγύπτου τε ὅλης τῆς μὲν ἄνω σωτῆρα τῆς κάτω δὲ καὶ πατέρα καὶ δημιουργόν, νέαν ἰλὺν δἰ ἔτους ἐπάγοντα καὶ Νεῖλον ἐντεῦθεν ὀνομαζόμενον, τάς τε ἐτησίους ὥρας φράζοντα, θερινὴν μὲν ταῖς αὐξήσεσι μετοπωρινὴν δὲ ταῖς ὑπονοστήσεσι, καὶ τὴν ἐαρινὴν τοῖς τε κατ̓ αὐτὸν φυομένοις ἄνθεσι καὶ ταῖς τῶν κροκοδείλων ὠοτοκίαις, καὶ οὐδὲν ἄλλ̓ ἢ τὸν ἐνιαυτὸν ἄντικρυς εἶναι τὸν Νεῖλον, τοῦτο καὶ τῆς προσηγορίας ἐκβεβαιουμένης: τῶν γοῦν κατὰ τοὔνομα στοιχείων εἰς ψήφους μεταλαμβανομένων, πέντε καὶ ἑξήκοντα καὶ τριακόσιαι μονάδες, ὅσαι καὶ τοῦ ἔτους ἡμέραι, συναχθήσονται. φυτῶν δὲ καὶ ἀνθέων καὶ ζώων ἰδιότητας καὶ ἕτερα πλείονα τούτοις προστιθέντων, ἀλλ̓ οὐκ Αἰγύπτια ταῦτα, εἶπεν ὁ Ὑδάσπης, ἀλλ̓ Αἰθιοπικὰ τὰ σεμνολογήματα. τὸν γοῦν ποταμὸν τοῦτον, εἴτε καὶ καθ̓ ὑμᾶς θεόν, καὶ κύτος ἅπαν τὸ ποτάμιον ἡ Αἰθιόπων δεῦρο παραπέμπουσα δικαίως ἂν παῤ ὑμῶν τυγχάνοι σεβάσματος, μήτηρ ὑμῖν γινομένη θεῶν. καὶ τοιγαροῦν καὶ σέβομεν, ἔφασαν οἱ ἱερεῖς, τῶν τε ἄλλων ἕνεκεν, καὶ ὅτι σὲ σωτῆρα ἡμῖν καὶ θεὸν ἀνέδειξεν.
- 9.23.1
εὐφήμους εἶναι προσήκειν τοὺς ἐπαίνους ὁ Ὑδάσπης εἰπών, αὐτός τε εἰς τὴν σκηνὴν εἰσελθών, τὸ λειπόμενον τῆς ἡμέρας ἑαυτὸν ἀνελάμβανε, τούς τε ἐπὶ δόξης Αἰθιόπων καὶ τοὺς κατὰ Συήνην ἱερέας εὐωχῶν καὶ τοῖς ἄλλοις οὕτω ποιεῖν ἐφῆκε, πολλὰς μὲν ἀγέλας βοῶν πολλὰς δὲ ποίμνας προβάτων, πλεῖστα δὲ αἰγῶν αἰπόλια καὶ συῶν συβόσια καὶ οἴνου πλῆθος τῶν Συηναίων τῇ στρατιᾷ, τὰ μὲν δῶρον τὰ δὲ πρὸς ἀγορασίαν, παρεχόντων.
- 9.23.2
εἰς δὲ τὴν ὑστεραίαν ἐφ̓ ὑψηλοῦ προκαθήμενος ὁ Ὑδάσπης τά τε ὑποζύγια καὶ ἵππους καὶ ὕλην ἄλλην τὴν ἐν λαφύροις, τῶν τε κατὰ τὴν πόλιν καὶ τῶν κατὰ τὴν μάχην ληφθέντων, τῇ στρατιᾷ διένεμε, τὸ πρὸς ἀξίαν τῶν ἑκάστῳ πεπραγμένων ἀνακρίνων. ὡς δὲ καὶ ὁ ζωγρήσας τὸν Ὀροονδάτην παρῆν, αἴτησον ὃ βούλει, πρὸς αὐτὸν ἔφη ὁ Ὑδάσπης. καὶ ὅς, οὐδὲν αἰτεῖν δέομαι βασιλεῦ, εἶπεν, ἀλλ̓ εἰ καὶ σὺ τοῦτο ἐπικρίνειας, ἔχω τὸ αὐταρκές, Ὀροονδάτου μὲν ἀφελόμενος, αὐτὸν δὲ προστάγματι τῷ σῷ διασωσάμενος. καὶ ἅμα ἐδείκνυε τὸν ξιφιστῆρα τοῦ σατράπου λιθοκόλλητόν τε καὶ πολύτιμον καὶ ἐκ πολλῶν ταλάντων κατεσκευασμένον, ὥστε πολλοὺς τῶν περιεστώτων ἐκβοᾶν ὑπὲρ ἰδιώτην εἶναι καὶ πλέον βασιλικὸν τὸ κειμήλιον. ἐπιμειδιάσας οὖν ὁ Ὑδάσπης, καὶ τί ἄν, ἔφη, γένοιτο βασιλικώτερον τοῦ μὴ λειφθῆναι τὴν ἐμὴν μεγαλοψυχίαν τῆς τούτου φιλοπλουσίας; εἶτα καὶ σώματος ἁλόντος τῷ κρατήσαντι σκυλεύειν ὁ πολέμου δίδωσι νόμος. ὥστε ἀπίτω λαβὼν καὶ παῤ ἡμῶν, ὃ καὶ ἀκόντων ἔσχεν ἂν ῥᾳδίως ἀποκρύπτων.
- 9.24.1
μετὰ τοῦτον παρῄεσαν οἱ τὸν Θεαγένην καὶ τὴν Χαρίκλειαν ἑλόντες, καὶ ὦ βασιλεῦ ἔφασαν, ἡμῶν δὲ οὐ χρυσὸς οὐδὲ λίθοι τὰ λάφυρα, πρᾶγμα κατ̓ Αἰθιοπίαν εὔωνον καὶ σωρηδὸν τοῖς βασιλείοις ἐναποκείμενον: ἀλλά σοι κόρην καὶ νεανίαν προσαγηοχότες, ἀδελφοὺς μὲν καὶ Ἕλληνας, μεγέθει δὲ καὶ κάλλει μετά γε σὲ πάντας ἀνθρώπους ὑπερφέροντας, ἀξιοῦμεν μὴ ἀμοιρῆσαι τῆς παρὰ σοῦ μεγαλοδωρίας. εὖ γε, εἶπεν ὁ Ὑδάσπης, ὑπεμνήσατε: καὶ γὰρ ἐν παρέργῳ τότε καὶ κατὰ θόρυβον προσαχθέντας ἐθεασάμην. ὥστε ἀγέτω τις: ἡκόντων δὲ καὶ οἱ λοιποὶ τῶν αἰχμαλώτων. ἤγοντο οὖν αὐτίκα, δρομαίου τινὸς ἔξω τειχῶν καὶ εἰς τοὺς σκευοφόρους ἀφιγμένου, καὶ τοῖς φυλάττουσιν ἄγειν ὡς βασιλέα τὴν ταχίστην εἰπόντος. οἳ δὲ μιξέλληνά τινα τῶν φυλάκων, ὅποι τὸ παρὸν ἄγοιεν, ἠρώτων. ἐκείνου δὲ εἰπόντος ὡς βασιλεὺς Ὑδάσπης ἐπισκοπεῖ τοὺς αἰχμαλώτους, θεοὶ σωτῆρες, ἀνεβόησαν ἅμα οἱ νέοι, τὸ ὄνομα τοῦ Ὑδάσπου γνωρίσαντες, εἰς τὴν τότε ὥραν μὴ καὶ ἕτερός ἐστιν ὁ βασιλεύων ἀμφιβάλλοντες. ὁ οὖν Θεαγένης ἠρέμα πρὸς τὴν Χαρίκλειαν, ἐρεῖς, ἔφη, δηλονότι, φιλτάτη, πρὸς βασιλέα τὰ καθ̓ ἡμᾶς: ἰδοὺ γὰρ καὶ Ὑδάσπης, ὃν πατέρα σοι γεγενῆσθαι πρός με πολλάκις ἔφραζες. καὶ ἡ Χαρίκλεια ὦ γλυκύτατε ἔφη, τὰ μεγάλα τῶν πραγμάτων μεγάλων δεῖται κατασκευῶν: ὧν γὰρ πολυπλόκους τὰς ἀρχὰς ὁ δαίμων καταβέβληται, τούτων ἀνάγκη καὶ τὰ τέλη διὰ μακροτέρων συμπεραίνεσθαι. ἄλλως τε καὶ ἃ πολὺς χρόνος συνέχεε, ταῦτα εἰς ὀξὺν καιρὸν ἀνακαλύπτειν οὐ λυσιτελές, τοῦ κεφαλαίου καὶ ταῦτα τῆς ὅλης καθ̓ ἡμᾶς ὑποθέσεως, καὶ ἐξ ἧς ἡ σύμπασα συμπλοκή τε καὶ ἀνεύρεσις ἤρτηται, Περσίνης λέγω μητρὸς τῆς ἐμῆς ἀπολειπομένης. σώζεσθαι δὲ καὶ ταύτην θεῶν βουλήσει πεπύσμεθα. ἂν οὖν προθύσηταί τις ἡμᾶς, ὑπολαβὼν ὁ Θεαγένης, ἢ καὶ ὡς αἰχμαλώτους δῶρον παρασχὼν τὴν εἰς Αἰθιοπίαν ἡμῖν ἄφιξιν ὑποτέμηται; μὴ πᾶν τοὐναντίον, ἔφη ἡ Χαρίκλεια. νυνὶ μὲν γὰρ πρὸς τῶν φυλάκων ἀκηκόαμεν πολλάκις ὡς ἱερεῖα τρεφόμεθα τοῖς κατὰ Μερόην θεοῖς ἐναγισθησόμενοι, καὶ δέος οὐδὲν δωρηθῆναι ἡμᾶς ἢ προαναιρεθῆναι καθωσιωμένους ἐξ ὑποσχέσεως τοῖς θεοῖς, ἣν παραβαθῆναι ὑπ’ ἀνδρῶν εὐσέβειαν τετιμηκότων οὐ θέμις. εἰ δὲ περιχαρείᾳ τὸ ὅλον ἐνδόντες προχείρως τὰ καθ̓ ἡμᾶς ἐξαγορεύοιμεν, τῶν καὶ γνωρίζειν ταῦτα καὶ βεβαιοῦν δυναμένων οὐ παρόντων, μὴ καὶ λάθωμεν τὸν ἀκούοντα παροξύναντες, καὶ πρὸς ὀργήν τι δικαίως ὑφιστάμενοι, χλεύην, ἂν οὕτω τύχῃ, καὶ ὕβριν τὸ πρᾶγμα ἡγησομένους, εἴ τινες αἰχμάλωτοι καὶ δουλεύειν ἀποκεκληρωμένοι, πεπλασμένοι καὶ ἀπίθανοι, καθάπερ ἐκ μηχανῆς τῷ βασιλεύοντι παῖδας ἑαυτοὺς εἰσποιοῦσιν. ἀλλὰ τὰ γνωρίσματα, ἔφη ὁ Θεαγένης, ἃ φέρειν σε οἶδα καὶ διασώζειν, ὅτι μὴ πλάσμα ἐσμὲν μηδὲ ἀπάτη, συλλήψεται. καὶ ἡ Χαρίκλεια, τὰ γνωρίσματα, ἔφη, τοῖς γινώσκουσιν αὐτὰ καὶ συνεκθεμένοις ἐστὶ γνωρίσματα, τοῖς δὲ ἀγνοοῦσιν ἢ μὴ πάντα γνωρίζειν ἔχουσι κειμήλια τὴν ἄλλως καὶ ὅρμος, κλοπῆς, ἂν οὕτω τύχῃ, καὶ λῃστείας τοῖς φέρουσιν ὑπόνοιαν προσάπτοντες. εἰ δὲ δή τι καὶ γνωρίσειεν ὁ Ὑδάσπης, τίς ὅτι καὶ Περσῖνα ἡ δεδωκυῖα, τίς δ̓ ὅτι καὶ ὡς θυγατρὶ μήτηρ ὁ πείσων ἔνεστιν; ἀναντίρρητον γνώρισμα ὦ Θεάγενες ἡ μητρῴα φύσις, ὑφ̓ ἧς τὸ γεννῶν περὶ τὸ γεννώμενον ἐκ πρώτης ἐντεύξεως φιλόστοργον ἀναδέχεται πάθος, ἀπορρήτῳ συμπαθείᾳ κινούμενον. τοῦτο οὖν μὴ προώμεθα δἰ ὅ τι καὶ τὰ ἄλλα γνωρίσματα ἂν πιστὰ φανείη.
- 9.25.1
τοιαῦτα διαλεγόμενοι πλησίον ἤδη τοῦ βασιλέως ἦσαν. συμπαρῆν δὲ καὶ ὁ Βαγώας ἀγόμενος. κἀπειδὴ παραστάντας εἶδεν ὁ Ὑδάσπης, ἀνήλατο πρὸς βραχὺ τοῦ θρόνου, καὶ ἱλήκοιτε θεοί φήσας αὖθις ἐπὶ συννοίας ἑαυτὸν ἥδραζε. τῶν δὲ ἐν τέλει παρεστώτων ὅ τι πεπόνθοι πυνθανομένων, τοιαύτην, ἔφη, τετέχθαι μοι θυγατέρα τήμερον καὶ εἰς ἀκμὴν τοσαύτην ἥκειν ἀθρόον ᾤμην: καὶ τὸ ὄναρ ἐν οὐδεμιᾷ φροντίδι τιθέμενος, νυνὶ πρὸς τὴν ὁμοίαν τῆς ὁρωμένης ὄψιν ἀνήνεγκα. τῶν δὴ περὶ αὐτὸν εἰπόντων ὡς φαντασία τις εἴη ψυχῆς τὰ μέλλοντα πολλάκις εἴδωλα προτυπουμένης, ἐν παρέργῳ τότε τὸ ὀφθὲν ποιησάμενος, τίνες καὶ πόθεν εἶεν ἠρώτα. σιωπώσης δὲ τῆς Χαρικλείας, καὶ τοῦ Θεαγένους εἰπόντος ὡς ἀδελφοὶ καὶ Ἕλληνες, εὖ γε ἡ Ἑλλάς, ἔφη, τά τε ἄλλα καλοὺς κἀγαθοὺς φέρουσα, καὶ γνήσια ἡμῖν καὶ εὐσύμβολα εἰς τὰς ἐπινικίους θυσίας τὰ ἱερεῖα παρασχοῦσα. ἀλλὰ πῶς οὐχὶ καὶ παῖς ἐτέχθη μοι κατὰ τὴν ὄψιν, γελάσας πρὸς τοὺς παρόντας εἶπεν, εἴπερ τὸν νεανίαν τοῦτον ἀδελφὸν ὄντα τῆς κόρης καὶ ὁρᾶσθαί μοι μέλλοντα προειδωλοποιηθῆναι, ὡς φατέ, διὰ τῶν ὀνειράτων ἐχρῆν; καὶ ἀποστρέψας τὸν λόγον εἰς τὴν Χαρίκλειαν, καὶ τὴν φωνὴν ἑλληνίζων ʽσπουδάζεται γὰρ ἥδε ἡ γλῶσσα καὶ παρὰ τοῖς Γυμνοσοφισταῖς καὶ βασιλεῦσιν Αἰθιόπων̓ σὺ δέ, ἔφη, ὦ κόρη, τί σιγᾷς, οὐδὲν ἀποκρινομένη πρὸς τὴν πεῦσιν; καὶ ἡ Χαρίκλεια, πρὸς τοῖς βωμοῖς, ἔφη, τῶν θεῶν οἷς ἱερεῖα φυλαττόμενοι συνίεμεν, ἐμέ τε καὶ τοὺς ἐμὲ φύντας γνώσεσθε. καὶ ποῦ γῆς εἰσὶν οὗτοι; πρὸς αὐτὴν ὁ Ὑδάσπης. ἣ δέ, καὶ πάρεισιν, ἔφη, καὶ πάντως ἱερουργουμένοις παρέσονται. μειδιάσας οὖν αὖθις ὁ Ὑδάσπης, ὀνειρώττει τῷ ὄντι, φησίν, ἡ ὀνειρογενὴς αὕτη μου θυγάτηρ, ἀπὸ τῆς Ἑλλάδος κατὰ μέσην Μερόην τοὺς φύντας ἀναπεμφθήσεσθαι φανταζομένη. οὗτοι μὲν οὖν ἀγέσθωσαν σὺν ἐπιμελείᾳ καὶ ἀφθονίᾳ τῇ συνήθει, τὴν θυσίαν κοσμήσοντες: ἀλλὰ τίς οὗτος ὁ πλησίον εὐνούχῳ προσεοικώς; τῶν δή τις ὑπηρετουμένων, εὐνοῦχος ἀληθῶς, εἶπεν, ὄνομα Βαγώας, τῶν Ὀροονδάτου κτῆμα τὸ τιμιώτατον. ἑπέσθω, ἔφη, καὶ οὗτος, οὐχ ἱερεῖον, τῶν δὲ ἱερείων θατέρου τῆς κόρης ταύτης φύλαξ, πολλῆς διὰ τὴν ὥραν προνοίας δεομένης, ὥστε ἁγνὴν ἡμῖν ἄχρι καιροῦ τῆς θυσίας φυλαχθῆναι. ἔχει τι ζηλότυπον ἔμφυτον τὸ εὐνούχων γένος: ὧν γὰρ ἀπεστέρηται, τούτων εἰς κώλυμα τοῖς ἄλλοις προβέβληται.
- 9.26.1
ταῦτα εἰπὼν τοὺς ἄλλους αἰχμαλώτους παριόντας ἐν τάξει ἐπεσκόπει τε καὶ ἀνέκρινε, τοὺς μὲν δωρούμενος, οὓς δούλους ἐξ ἀρχῆς ἐγνώριζεν ἡ τύχη, τοὺς δὲ εὖ γεγονότας ἐλευθέρους ἀφιείς. δέκα δὲ νέους κόρας τε ἰσαρίθμους τῶν ἐν ἀκμῇ καὶ ὥρᾳ διαπρεπόντων ἐπιλεξάμενος, ἅμα τοῖς περὶ τὸν Θεαγένην ἐφ̓ ὁμοίαν τὴν χρείαν ἀνάγεσθαι προσέταττε. τοῖς τε ἄλλοις ἅπασιν ὧν ἕκαστος ἐδεῖτο χρηματίσας, τέλος πρὸς τὸν Ὀροονδάτην μετάκλητον καὶ φοράδην ἀχθέντα, ἐγώ, ἔφη, τὰς αἰτίας τοῦ πολέμου συνῃρηκὼς καὶ τὰς ἐξ ἀρχῆς προφάσεις τῆς ἔχθρας, τάς τε Φίλας καὶ τὰ σμαράγδεια μέταλλα, ὑπ’ ἐμαυτῷ πεποιημένος, οὐ πάσχω τὸ τῶν πολλῶν πάθος, οὐδὲ ἐπεξάγω τὴν τύχην πρὸς πλεονεξίαν, οὐδὲ εἰς ἄπειρον ἐκτείνω τὴν ἀρχὴν διὰ τὴν νίκην, ἀλλ̓ ὅροις ἀρκοῦμαι οἷς ἔθετο ἐξ ἀρχῆς ἡ φύσις, τὴν Αἴγυπτον ἀπὸ τῆς Αἰθιοπίας τοῖς Καταρράκταις ἀποκρίνασα. ὥστε ἔχων δἰ ἃ κατῆλθον, ἄνειμι σέβων τὸ δίκαιον. σὺ δὲ εἰ περιγένοιο, τῶν ἐξ ἀρχῆς σατράπευε, καὶ ἐπίστελλε πρὸς βασιλέα τῶν Περσῶν ὡς ἀδελφὸς ὁ σὸς Ὑδάσπης τῇ μὲν χειρὶ κεκράτηκε, τῇ δὲ γνώμῃ πάντα σοι τὰ σὰ μεθῆκε, φιλίαν τε πρὸς σὲ βουλόμενον ἀσπαζόμενος, χρῆμα τῶν ἐν ἀνθρώποις τὸ κάλλιστον, καὶ μάχην, εἰ αὖθις ἄρχοιο, μὴ παραιτούμενος. Συηναίοις δὲ τοῖσδε τοὺς τεταγμένους φόρους εἰς δεκάδα ἐτῶν αὐτός τε ἀφίημι καὶ σοὶ ποιεῖν οὕτως ἐντέλλομαι.
- 9.27.1
τούτων εἰρημένων, ὑπὸ μὲν τῶν παρόντων ἀστῶν τε ὁμοίως καὶ στρατιωτῶν εὐφημία τε ἤρθη καὶ κρότος ἐπὶ πλεῖστον ἐξάκουστος: ὁ δὲ Ὀροονδάτης τὼ χεῖρε προτείνας καὶ τὴν δεξιὰν ἐπὶ θατέραν παραλλάξας, κύψας προσεκύνησε, πρᾶγμα οὐ νενομισμένον παρὰ Πέρσαις, βασιλέα ἕτερον τούτῳ τῷ τρόπῳ θεραπεύειν. καὶ ὦ παρόντες, οὐ δοκῶ μοι, ἔφη, παραβαίνειν τὸ πάτριον, εἰ βασιλέα γνωρίζω τὸν σατραπείαν μοι δωρούμενον, οὐδὲ παρανομεῖν τὸν ἐννομώτατον ἀνθρώπων προσκυνῶν, ἀναιρεῖν μὲν δυνάμενον, τὸ εἶναι δὲ φιλανθρωπευόμενον, καὶ δεσπόζειν μὲν κεκληρωμένον, σατραπεύειν δέ μοι παρεχόμενον. ἐφ̓ οἷς, εἰ μὲν περισωθείην, Αἰθίοψί τε καὶ Πέρσαις εἰρήνην ἐγγυῶμαι βαθεῖαν καὶ φιλίαν ἀίδιον, καὶ Συηναίοις τὰ προστεταγμένα ἐμπεδώσειν: εἰ δέ τι πάθοιμι, θεοὶ τῶν εἰς ἐμὲ καλῶν Ὑδάσπην τε καὶ οἶκον τὸν Ὑδάσπου καὶ γένος ἀμείβοιντο.
- 10.1.1
τὰ μὲν δὴ κατὰ τὴν Συήνην ἐπὶ τοσόνδε πραχθέντα εἰρήσθω, παρὰ τοσοῦτον μὲν ἐλθοῦσαν κινδύνου, πρὸς τοσαύτην δὲ εὐπάθειαν ἀθρόον δἰ εὐνομίαν ἀνδρὸς ἑνὸς μεταβαλοῦσαν: ὁ δὲ Ὑδάσπης τὸ πολὺ τοῦ στρατοῦ προεκπέμψας καὶ αὐτὸς ἐπὶ τὴν Αἰθιοπίαν ἐξήλαυνε, πάντων μὲν Συηναίων πάντων δὲ Περσῶν ἄχρι πλείστου σὺν εὐφημίαις προπεμπόντων. τὰ μὲν οὖν πρῶτα ἐχώρει τῆς ὄχθης ἀεὶ τοῦ Νείλου καὶ παραποταμίας ἐχόμενος: ἐπεὶ δὲ εἰς τοὺς Καταρράκτας ἀφίκετο, θύσας τῷ Νείλῳ καὶ θεοῖς ἐνορίοις, ἐκτραπεὶς τῆς μεσογαίας μᾶλον εἴχετο. καὶ εἰς τὰς Φίλας ἐλθὼν ἡμέρας μέν που δύο διαναπαύει τὸν στρατόν: αὖθις δὲ τὸ πολὺ τοῦ πλήθους προαποστείλας, προεκπέμψας δὲ καὶ τοὺς αἰχμαλώτους, αὐτὸς ἐπιμείνας τά τε τείχη τῆς πόλεως ὠχύρωσε, καὶ φρουρὰν ἐγκαταστήσας ἐξώρμησε. δύο δὲ ἱππέας ἐπιλέξας, οὓς ἔδει προλαβόντας καὶ κατὰ πόλιν ἢ κώμην τοὺς ἵππους ἀμείβοντας σὺν τάχει τὸ προστεταγμένον ἀνύειν, ἐπιστέλλει τοῖς κατὰ Μερόην τὴν νίκην εὐαγγελιζόμενος,
- 10.2.1
πρὸς μὲν τοὺς σοφούς, οἳ Γυμνοσοφισταὶ κέκληνται, σύνεδροί τε καὶ σύμβουλοι τῶν πρακτέων τῷ βασιλεῖ γινόμενοι, τοιάδε.
- 10.2.2
τῷ θειοτάτῳ σὐνεδρίῳ βασιλεὺς Ὑδάσπης. τὴν νίκην ὑμῖν τὴν κατὰ Περσῶν εὐαγγελίζομαι, οὐκ ἀλαζονευόμενος τὸ κατόρθωμα ʽτὸ γὰρ ὀξύρροπον τῆς τύχης ἱλάσκομαἰ, ἀλλὰ τὴν προφητείαν ὑμῶν ἀεί τε καὶ τὸ παρὸν ἐπαληθεύουσαν τῷ γράμματι προδεξιούμενος. ἥκειν ουν ὑμᾶς εἰς τὸν εἰωθότα τόπον καὶ παρακαλῶ καὶ δυσωπῶ, τὰς εὐχαριστηρίους τῶν ἐπινικίων θυσίας εὐαγεστέρας τῇ παρουσίᾳ τῷ κοινῷ τῶν Αἰθιόπων ἀποφανοῦντας.
- 10.2.3
πρὸς δὲ τὴν γυναῖκα Περσῖναν οὕτω.
- 10.2.4
νικᾶν ἡμᾶς ἴσθι, καὶ ὃ πρότερόν ἐστι παρὰ σοί, σώζεσθαι. πολυτελεῖς δὴ τὰς χαριστηρίους ἡμῖν πομπάς τε καὶ θυσίας εὐτρέπιζε, καὶ τοὺς σοφοὺς ἅμα τοῖς παῤ ἡμῶν ἐπεσταλμένοις συμπαρακαλέσασα, εἰς τὴν ἀφιερωμένην τοῖς πατρίοις ἡμῶν θεοῖς, Ἡλίῳ τε καὶ Σελήνῃ καὶ Διονύσῳ, πρὸ τοῦ ἄστεος ὀργάδα σύσπευδε.
- 10.3.1
τούτων κομισθέντων τῶν γραμμάτων ἡ μὲν Περσῖνα, τοῦτ̓ ἦν ἄρα, ἔφη, τὸ ἐνύπνιον ὃ κατὰ τὴν νύκτα ταύτην ἐθεώμην, κύειν τε οἰομένη καὶ τίκτειν ἅμα, καὶ τὸ γεννηθὲν εἶναί μου θυγατέρα γάμου παραχρῆμα ὡραίαν, διὰ μὲν τῶν ὠδίνων, ὡς ἔοικε, τὰς κατὰ τὸν πόλεμον ἀγωνίας, διὰ δὲ τῆς θυγατρὸς τὴν νίκην αἰνιττομένου τοῦ ὀνείρατος. ἀλλὰ τὴν πόλιν ἐπιόντες τῶν εὐαγγελίων ἐμπλήσατε. καὶ οἳ μὲν πρόδρομοι τὸ προστεταγμένον ἔπραττον, καὶ τάς τε κεφαλὰς τῷ Νειλῴῳ λωτῷ καταστέψαντες καὶ φοινίκων πτόρθους ταῖς χερσὶ κατασείοντες τὰ ἐπισημότερα τῆς πόλεως καθιππεύοντο, τὴν νίκην καὶ μόνῳ τῷ σχήματι δημοσιεύοντες. ἐμπέπληστο γοῦν αὐτίκα χαρᾶς ἡ Μερόη, νύκτωρ τε καὶ μεθ̓ ἡμέραν χοροὺς καὶ θυσίας κατὰ γένη καὶ ἀγυιὰς καὶ φατρίας τοῖς θεοῖς ἀναγόντων καὶ τὰ τεμένη καταστεφόντων, οὐκ ἐπὶ τῇ νίκῃ τοσοῦτον ὅσον ἐπὶ τῇ σωτηρίᾳ τῇ τοῦ Ὑδάσπου θυμηδούντων, ἀνδρὸς δἰ εὐνομίαν τε ἅμα καὶ τὸ πρὸς τοὺς ὑπηκόους ἵλεών τε καὶ ἥμερον πατρικόν τινα ἔρωτα τοῖς δήμοις ἐνστάξαντος.
- 10.4.1
ἡ δὲ Περσῖνα βοῶν τε ἀγέλας καὶ ἵππων καὶ προβάτων ὀρύγων τε καὶ γρυπῶν καὶ ἄλλων ζώων παντοίων εἰς τὴν περαίαν ὀργάδα προπέμψασα, τὰ μὲν ὥστε ἐξ ἑκάστου γένους ἑκατόμβην εἰς τὴν θυσίαν ηὐτρεπίσθαι, τὰ δὲ ὥστε εἰς εὐωχίαν εἶναι τοῖς δήμοις, τέλος καὶ παρὰ τοὺς Γυμνοσοφιστὰς ἐλθοῦσα, οἴκησιν τὸ Πανίον πεποιημένους, τό τε παρὰ τοῦ Ὑδάσπου γράμμα ἐνεχείριζε, καὶ συμπαρεκάλει πεισθῆναί τε ἀξιοῦντι τῷ βασιλεῖ καὶ δοῦναι καὶ αὐτῇ τὸ μέρος τὴν χάριν, κόσμον τῆς πανηγύρεως τῇ παρουσίᾳ γινομένους. οἳ δὲ ὀλίγον ἐπιμεῖναι κελεύσαντες, καὶ εἰς τὸ ἄδυτον παρελθόντες εὔχεσθαι ὡς ἔθος, παρὰ θεῶν τὸ πρακτέον πυθόμενοι, μικρὸν διαλιπόντες ἐπανῆλθον. καὶ τῶν ἄλλων σιγώντων ὁ προκαθηγητὴς τοῦ συνεδρίου Σισιμίθρης, ὦ Περσῖνα, ἔλεγεν, ἡμεῖς μὲν ἥξομεν: οἱ θεοὶ γὰρ ἐπιτρέπουσι: θόρυβον δέ τινα καὶ ταραχὴν προμηνύει τὸ δαιμόνιον, ἐσομένην μὲν παρὰ τὰς θυσίας, εἰς ἀγαθὸν δὲ καὶ ἡδὺ τὸ τέλος καταστρέψουσαν, ὡς μέλους μὲν ὑμῶν τοῦ σώματος ἢ μέρους τῆς βασιλείας ἀπολωλότος, τοῦ πεπρωμένου δὲ εἰς τότε τὸ ζητούμενον ἀναφαίνοντος. καὶ ἡ Περσῖνα, τά τε φοβερά, ἔφη, καὶ πάντα τὴν πρὸς τὸ κρεῖττον ἕξει μεταβολὴν ὑμῶν παρόντων. ἀλλ̓ ὅταν αἴσθωμαι προσάγοντα Ὑδάσπην, σημανῶ πρὸς ὑμᾶς. οὐδὲν δεῖ, ἔφη, σημαίνειν, ὁ Σισιμίθρης: ἥξει γὰρ αὔριον ὄρθριος, καὶ τοῦτό σοι γράμμα μηνύσει μικρὸν ὕστερον. καὶ ἐγίνετο οὕτως: ἄρτι γὰρ ἐπανιούσῃ τῇ Περσίνῃ, καὶ τοῖς βασιλείοις πλησιαζούσῃ, γράμμα τοῦ βασιλέως ἱππεὺς ἐνεχείριζεν, εἰς τὴν ἑξῆς ἔσεσθαι τὴν παρουσίαν αὐτοῦ σημαῖνον. κήρυκες οὖν αὐτίκα διήγγελλον τὴν γραφήν, μόνῳ τῷ ἄρρενι γένει τὴν ὑπάντησιν ἐπιτρέποντες, γυναιξὶ δὲ ἀπαγορεύοντες: ἅτε γὰρ τοῖς καθαρωτάτοις καὶ φανοτάτοις θεῶν Ἡλίῳ τε καὶ Σελήνῃ τῆς θυσίας τελουμένης, ἐπιμίγνυσθαι τὸ θῆλυ γένος οὐ νενόμιστο, τοῦ μή τινα καὶ ἀκούσιόν ποτε γενέσθαι μολυσμὸν τοῖς ἱερείοις. μόνῃ δὲ παρεῖναι γυναικῶν τῇ ἱερείᾳ τῆς σεληναίας ἐπιτέτραπτο, καὶ ἦν ἡ Περσῖνα, τῷ μὲν ἡλίῳ τοῦ βασιλέως τῇ Σεληναίᾳ δὲ τῆς βασιλίδος ἐκ νόμου καὶ ἔθους ἱερουμένων. ἔμελλε δὲ ἄρα ἡ Χαρίκλεια παρέσεσθαι τοῖς δρωμένοις οὐχ ὡς θεωρός, ἀλλ̓ ἱερεῖον ἐσομένη τῆς Σεληναίας.
- 10.4.2
ἀκατάσχετος οὖν ἡ ὁρμὴ κατειλήφει τὴν πόλιν: καὶ οὐδὲ τὴν προηγορευμένην ἡμέραν ἀναμείναντες ἀφ̓ ἑσπέρας ἐπεραιοῦντο κατὰ τὸν Ἀσταβόρραν ποταμόν, οἳ μὲν κατὰ τὸ ζεῦγμα, οἳ δὲ πορθμείοις ἐκ καλάμων πεποιημένοις, ἃ δὴ πλεῖστα καὶ κατὰ πολλὰ μέρη τῆς ὄχθης ἐσάλευε, τοῖς πορρωτέρω τῆς γεφύρας κατοικοῦσιν ἐπιτόμους διακονοῦντα τὰς περαιώσεις. ἔστι δὲ ὀξυδρομώτατα τῆς τε ὕλης ἕνεκα καὶ ἄχθους, πλὴν ὅτι δύο που καὶ τρεῖς ἄνδρας οὐκ ἀνεχόμενα: κάλαμος γάρ ἐστι δίχα τετμημένος, καὶ τομὴν ἑκάστην σκάφιον παρεχόμενος.
- 10.5.1
ἡ γὰρ δὴ Μερόη μητρόπολις οὖσα τῶν Αἰθιόπων τὰ μὲν ἄλλα ἐστὶ νῆσος τριγωνίζουσα, ποταμοῖς ναυσιπόροις, τῷ τε Νείλῳ καὶ τῷ Ἀσταβόρρᾳ καὶ τῷ Ἀσασόβᾳ περιρρεομένη, τοῦ μὲν κατὰ κορυφὴν ἐμπίπτοντος, τοῦ Νείλου, καὶ πρὸς ἑκάτερα σχιζομένου, τῶν ἑτέρων δὲ δυοῖν κατὰ πλευρὰν ἑκατέραν θατέρου παραμειβόντων καὶ αὖθις ἀλλήλοις συμπιπτόντων, καὶ εἰς ἕνα τὸν Νεῖλον τό τε ῥεῦμα καὶ τοὔνομα ἐκνικωμένων: μέγεθος δὲ οὖσα μεγίστη, καὶ ἤπειρον ἐν νήσῳ σοφιζομένη ʽτρισχιλίοις γὰρ τὸ μῆκος, εὖρος δὲ χιλίοις περιγράφεται σταδίοισ̓, ζώων τε παμμεγεθῶν τῶν τε ἄλλων καὶ ἐλεφάντων ἐστὶ τροφός, καὶ δένδρα παραλλάττοντα ἢ κατ̓ ἄλλας φέρειν ἀγαθή. ἐκτὸς γὰρ ὅτι φοίνικές τε ὑπερμήκεις καὶ τὴν βάλανον εὔστομοί τε καὶ ὑπέρογκοι, σίτου τε καὶ κριθῶν στάχυες τὴν μὲν αὔξησιν ὥστε καὶ ἱππέα πάντα καὶ καμηλίτην ἔστιν ὅτε καλύπτειν, τὸν δὲ καρπὸν ὥστε εἰς τριακόσια τὸ καταβληθὲν ἐκφέρειν, καὶ τὸν κάλαμον φύει τοιοῦτον οἷος εἴρηται.
- 10.6.1
τότε δ̓ οὖν διὰ πάσης νυκτὸς ἄλλοι κατ̓ ἄλλο τὸν ποταμὸν διαπεραιωθέντες, προαπαντῶντες καὶ ἴσα καὶ θεὸν εὐφημοῦντες ἐδεξιοῦντο τὸν Ὑδάσπην. οὗτοι μὲν δὴ καὶ πορρωτέρω, μικρὸν δὲ πρὸ τῆς ὀργάδος ἐντυχόντες οἱ Γυμνοσοφισταὶ δεξιάς τε ἐνέβαλλον καὶ φιλήμασιν ἠσπάζοντο. μετὰ δὲ τούτους ἡ Περσῖνα τοῦ νεώ τε ἐν προπύλοις καὶ περιβόλων ἐντός. κἀπειδὴ προσπεσόντες τοὺς θεοὺς προσεκύνησαν καὶ τὰς χαριστηρίους εὐχὰς ὑπὲρ τῆς νίκης καὶ σωτηρίας ἐτέλεσαν, ἐκτὸς περιβόλων ἐλθόντες ἐπὶ τὴν δημοτελῆ θυσίαν ἐτρέποντο, κατὰ τὴν προηυτρεπισμένην ἐν τῷ πεδίῳ σκηνὴν προκαθίσαντες, ἣν τέσσαρες ἐπλήρουν νεότμητοι κάλαμοι, σχήματος τετραπλεύρου γωνίαν ἑκάστην ἑνὸς καλάμου κίονος δίκην ἐρείδοντος, καὶ κατὰ τὰς ἄκρας εἰς ἀψῖδα περιαγομένου, καὶ τοῖς ἄλλοις ἅμα φοινίκων ἔρνεσι συμπίπτοντος, καὶ τὸ ὑποκείμενον ὀροφοῦντος. καθ̓ ἑτέραν δὲ σκηνὴν πλησίον ἐφ̓ ὑψηλῆς μὲν κρηπῖδος θεῶν τε ἐγχωρίων ἀγάλματα καὶ ἡρώων εἰκόνες προύκειντο, Μέμνονός τε καὶ Περσέως καὶ Ἀνδρομέδας, οὓς γενάρχας ἑαυτῶν οἱ βασιλεύοντες Αἰθιόπων νομίζουσι: χθαμαλώτεροι δὲ καὶ οἷον ὑπὲρ κορυφῆς τὰ θεῖα πεποιημένοι, κατὰ τῆς δευτερευούσης κρηπῖδος οἱ Γυμνοσοφισταὶ ἐπεκάθηντο. τούτων ἑξῆς ὁπλιτῶν φάλαγξ εἰς κύκλον περιεστοίχιστο, ταῖς ἀσπίσιν ὠρθωμέναις καὶ ἀλλήλων ἐχομέναις ἐπερειδομένη, τό τε πλῆθος ἐξόπισθεν ἀναστέλλουσα καὶ τὸ μεσεῦον ἀνενόχλητον τοῖς ἱερουργουμένοις παρασκευάζουσα. μικρὰ δὲ δὴ προδιαλεχθεὶς πρὸς τὸν δῆμον ὁ Ὑδάσπης, καὶ τήν τε νίκην καὶ τὰ ὑπὲρ τοῦ κοινοῦ κατορθωθέντα καταγγείλας, ἔχεσθαι τῆς θυσίας τοῖς ἱεροποιοῖς ἐκέλευε. τριῶν δὴ βωμῶν τῶν πάντων εἰς ὕψος ᾐρμένων, καὶ τῶν μὲν δυοῖν κεχωρισμένως Ἡλίῳ τε καὶ Σελήνῃ συνεζευγμένων, τοῦ τρίτου δὲ τῷ Διονύσῳ καθ̓ ἕτερον μέρος ἰδιάζοντος, τούτῳ μὲν παντοῖα ζῶα ἐπέσφαττον, διὰ τὸ πάνδημον, οἶμαι, τοῦ θεοῦ καὶ πᾶσι κεχαρισμένον ἐκ ποικίλων τε καὶ παντοίων ἱλασκόμενοι, ἐπὶ δὲ τῶν ἑτέρων Ἡλίῳ μὲν τέθριππον λευκὸν ἐπῆγον, τῷ ταχυτάτῳ τῶν θεῶν, ὡς ἔοικε, τὸ τάχιστον καθοσιοῦντες, τῇ Σεληναίᾳ δὲ ξυνωρίδα βοῶν, διὰ τὸ περίγειον, ὡς ἔοικε, τῆς θεοῦ τοὺς γηπονίᾳ συνεργοὺς καθιεροῦντες.
- 10.7.1
καὶ ἔτι τούτων δρωμένων βοή τις ἀθρόον ἠγείρετο συμμιγής τε καὶ ταραχώδης καὶ οἷα εἰκὸς ὑπὸ πλήθους ἀπείρου ἀνθρώπων συγκλύδων, τὰ πάτρια τελείσθω τῶν περιεστώτων ἐκβοώντων, ἡ νενομισμένη θυσία λοιπὸν ὑπὲρ τοῦ ἔθνους τελείσθω, αἱ ἀπαρχαὶ τοῦ πολέμου τοῖς θεοῖς προσαγέσθωσαν. συνεὶς οὖν ὁ Ὑδάσπης ὅτι τὴν ἀνθρωποκτονίαν ἐπιζητοῦσιν, ἣν ἐπὶ ταῖς κατὰ τῶν ἀλλοφύλων νίκαις μόναις ἐκ τῶν ἁλισκομένων ἐπιτελεῖν εἰώθεσαν, κατασείσας τῇ χειρὶ καὶ αὐτίκα τὸ αἰτούμενον ἔσεσθαι τοῖς νεύμασι σημήνας, τοὺς εἰς τοῦτο πάλαι ἀποκεκληρωμένους αἰχμαλώτους ἄγεσθαι προσέταττεν. ἤγοντο οὖν οἵ τε ἄλλοι καὶ ὁ Θεαγένης καὶ ἡ Χαρίκλεια, τῶν τε δεσμῶν λελυμένοι καὶ κατεστεμμένοι, κατηφεῖς μέν, οἷα εἰκός, οἱ ἄλλοι, καὶ ὁ Θεαγένης δ̓ ἐπ’ ἔλαττον, ἡ Χαρίκλεια δὲ καὶ φαιδρῷ τῷ προσώπῳ καὶ μειδιῶντι, συνεχές τε καὶ ἀτενὲς εἰς τὴν Περσῖναν ἀφορῶσα, ὥστε κἀκείνην παθεῖν τι πρὸς τὴν ὄψιν. καὶ βύθιόν τι στενάξασα, ὦ ἄνερ, εἶπεν, οἵαν κόρην εἰς τὴν θυσίαν ἐπιλέλεξαι. οὐκ οἶδα ἰδοῦσα τοιοῦτον κάλλος. ὡς δὲ καὶ εὐγενὴς τὸ βλέμμα, ὡς δὲ καὶ μεγαλόφρων πρὸς τὴν τύχην, ὡς δὲ ἐλεεινὴ τῆς κατὰ τὴν ἡλικίαν ἀκμῆς. εἰ περιεῖναι συνέβαινεν ἡμῖν τὸ ἅπαξ μοι κυηθὲν καὶ κακῶς ἀπολωλὸς θυγάτριον, ἐν ἴσοις που ταύτῃ τοῖς ἔτεσιν ἐξητάζετο. ἀλλ̓ εἴθε γε, ὦ ἄνερ, ἐνῆν πως ἐξελέσθαι τὴν κόρην. πολλὴν ἂν ἔσχον παραψυχὴν διακονουμένης μοι τοιαύτης. ἴσως δέ που καὶ Ἑλληνίς ἐστιν ἡ ἀθλία: τὸ γὰρ πρόσωπον οὐκ Αἰγυπτίας. Ἑλληνὶς μέν, ἔφη πρὸς αὐτὴν ὁ Ὑδάσπης, καὶ πατέρων οὓς λέξει τὸ παρόν. δεῖξαι γὰρ οὐκ ἂν ἔχοι: πόθεν; καίτοι γε ἐπηγγέλλετο. ῥυσθῆναί γε μὴν τῆς θυσίας ἀδύνατος: καίτοι γε ἐβουλόμην, πεπονθώς τι καὶ αὐτὸς οὐκ οἶδ̓ ὅπως, καὶ κατελεῶν τὴν κόρην. ἀλλ̓ οἶσθα ὡς ἄρρενα μὲν τῷ Ἡλίῳ θήλειαν δὲ τῇ Σεληναίᾳ προσάγειν τε καὶ ἱερουργεῖν ὁ νόμος βούλεται. ταύτης δὴ πρώτης αἰχμαλώτου μοι προσαχθείσης καὶ εἰς τὴν νῦν θυσίαν ἀποκληρωθείσης ἀπαραίτητος ἂν γένοιτο πρὸς τὸ πλῆθος ἡ ὑπέρθεσις. ἓν μόνον ἂν βοηθήσειεν, εἰ τῆς ἐσχάρας ἣν οἶσθα ἐπιβᾶσα, μὴ ἁγνεύουσά πως ὁμιλίας τῆς πρὸς ἄνδρας ἐλεγχθείη, καθαρὰν εἶναι τὴν προσκομιζομένην τῇ θεῷ, καθάπερ οὖν καὶ τὸν Ἡλίῳ, τοῦ νόμου κελεύοντος, ἐπὶ δὲ τῆς τοῦ Διονύσου θυσίας ἀδιαφοροῦντος. ἀλλ̓ ὅρα, εἰ προσομιλήσασά τῳ φωραθείη πρὸς τῆς ἐσχάρας, μὴ οὐκ εὐπρεπὲς ᾖ τὴν τοιάνδε εἰς τὸν οἶκον εἰσδέξασθαι. καὶ ἡ Περσῖνα, φωραθείη, ἔφη, καὶ σωθείη μόνον: αἰχμαλωσία καὶ πόλεμος καὶ τοσοῦτος τῆς ἐνεγκούσης ἐξοικισμὸς ἀνέγκλητον ποιεῖ τὴν προαίρεσιν, καὶ πλέον ἐπὶ ταύτης, ἐν τῷ κάλλει τὴν καθ̓ ἑαυτῆς βίαν, εἰ καί τι τοιοῦτον ὑπέστη, περιαγούσης.
- 10.8.1
καὶ ἔτι τοιαῦτα λεγούσης, καὶ ἅμα ὑποδακρυούσης λανθάνειν τε τοὺς παρόντας πειρωμένης, ἄγεσθαι τὴν ἐσχάραν ὁ Ὑδάσπης ἐκέλευσε. παιδάρια τοίνυν ἄνηβα συλλαβόντες ἐκ τοῦ πλήθους οἱ ὑπηρέται ʽμόνοις γὰρ τοῖς τοιούτοις ἀβλαβῶς θιγγάνειν ἔνεστιν̓ ἐκόμιζόν τε ἐκ τοῦ νεὼ καὶ εἰς μέσους προυτίθεσαν, ἐπιβαίνειν ἕκαστον τῶν αἰχμαλώτων κελεύοντες. τῶν δὲ ὅστις ἐπιβαίη, παραυτίκα τὴν βάσιν ἐφλέγετο, οὐδὲ τὴν πρώτην καὶ πρὸς ὀλίγον ψαῦσιν ἐνίων ὑποστάντων, χρυσοῖς μὲν ὀβελίσκοις τῆς ἐσχάρας διαπεπλεγμένης, πρὸς τοῦτο δὲ ἐνεργείας τετελεσμένης ὥστε πάντα τὸν μὴ καθαρὸν καὶ ἄλλως ἐπιορκοῦντα καταίθειν, τῶν δὲ ἀπ̓ ἐναντίας ἀλύπως προσίεσθαι τὴν βάσιν. τούτους μὲν δὴ τῷ τε Διονύσῳ καὶ ἄλλοις θεοῖς ἀπεκλήρουν, πλὴν δύο που καὶ τριῶν Ἑλληνίδων, αἳ τῆς ἐσχάρας ἐπιβᾶσαι παρθενεύειν ἐγνωρίσθησαν.
- 10.9.1
ἐπεὶ δὲ καὶ Θεαγένης ἐπιβὰς καθαρεύων ἐφαίνετο, θαυμασθεὶς πρὸς ἁπάντων τά τε ἄλλα τοῦ μεγέθους. καὶ κάλλους, καὶ ὅτι περ οὕτως ἀκμαῖος ἀνὴρ ἀπείρατος εἴη τῶν Ἀφροδίτης, πρὸς τὴν ἡλιακὴν ἱερουργίαν ηὐτρεπίζετο, καλά, λέγων ἠρέμα πρὸς τὴν Χαρίκλειαν, τἀπίχειρα παῤ Αἰθίοψι τῶν καθαρῶς βιούντων: θυσίαι καὶ σφαγαὶ τὰ ἔπαθλα τῶν σωφρονούντων. ἀλλ̓ ὦ φιλτάτη, τί οὐχὶ φράζεις σαυτήν; ποῖον ἀναμένεις ἔτι καιρόν, ἢ τὸν ἕως ἄν ἀποδειροτομήσῃ τις; λέγε, ἱκετεύω, καὶ μήνυε τὴν σαυτῆς τύχην. ἴσως μὲν κἀμὲ περισώσεις, ἥ τις ποτὲ εἴης γνωρισθεῖσα, καὶ ἐξαιτήσασα: εἰ δ̓ ἄρα μὴ τοῦτο, σύ γε μὴν προδήλως διαδράσῃ τὸν κίνδυνον. αὔταρκες δὲ τοῦτό μοι μαθόντι καὶ τελευτᾶν. ἣ δέ πλησίον ὁ ἀγών εἰποῦσα, καὶ νῦν ταλαντεύει τὰ καθ̓ ἡμᾶς ἡ μοῖρα, μηδὲ κελεῦσαι τοὺς ἐπιτεταγμένους ἀναμείνασα, ἐνέδυ τε τὸν ἐκ Δελφῶν ἱερὸν χιτῶνα ἐκ πηριδίου τινὸς ὃ ἐπεφέρετο προκομίσασα, χρυσοϋφῆ τε ὄντα καὶ ἀκτῖσι κοκκοβαφέσι κατάπαστον: τήν τε κόμην ἀνεῖσα καὶ οἷον κάτοχος φανεῖσα προσέδραμέ τε καὶ ἐφήλατο τῇ ἐσχάρᾳ, καὶ εἱστήκει πολὺν χρόνον ἀπαθής, τῷ τε κάλλει τότε πλέον ἐκλάμποντι καταστράπτουσα, περίοπτος ἐφ̓ ὑψηλοῦ πᾶσι γεγενημένη, καὶ πρὸς τοῦ σχήματος τῆς στολῆς ἀγάλματι θεοῦ πλέον ἢ θνητῇ γυναικὶ προσεικαζομένη. θάμβος οὖν ἅμα πάντας κατέσχε, καὶ βοὴν μίαν ἄσημον μὲν καὶ ἄναρθρον, δηλωτικὴν δὲ τοῦ θαύματος, ἀπήχησαν, τῶν τε ἄλλων ἀγασθέντες, καὶ πλέον ὅτι κάλλος οὕτως ὑπὲρ ἄνθρωπον καὶ τὸ ὥριον τῆς ἀκμῆς ἄθικτον ἐτήρει, καὶ ἔχειν ἀνεδείκνυτο σωφροσύνην πλέον τῇ ὥρᾳ κοσμουμένην. ἐλύπει μὲν οὖν καὶ ἄλλους τῶν ὄχλων ἁρμόδιος τῇ θυσίᾳ φανεῖσα: καὶ δεισιδαιμονοῦντες ὅμως ἥδιστα ἄν εἶδον ἔκ τινος μηχανῆς περισωθεῖσαν. πλέον δὲ ἠνία τὴν Περσῖναν, ὥστε καὶ εἰπεῖν πρὸς τὸν Ὑδάσπην, ὡς ἀθλία καὶ δυστυχὴς ἡ κόρη σὺν πολλῷ τῷ κακῷ οὐδ̓ εἰς καιρὸν τῇ σωφροσύνῃ σεμνυνομένη, καὶ θάνατον τῶν πολλῶν τούτων ἐπαίνων ἀλλαττομένη. ἀλλὰ τί ἂν γένοιτο, ἔφη, ὦ ἄνερ; ὃ δέ, μάτην, ἔφη, μοι ἐνοχλεῖς, καὶ οἰκτίζῃ τὴν οὐ σωζομένην, ἀλλὰ θεοῖς, ὡς ἔοικε, διὰ τὸ ὑπερβάλλον τῆς φύσεως ἀρχῆθεν φυλαττομένην.
- 10.9.2
καὶ ἀποστρέψας τὸν λόγον πρὸς τοὺς Γυμνοσοφιστάς, ἀλλ̓ ὦ σοφώτατοι, ἔφη, πάντων ηὐτρεπισμένων τί οὐχὶ κατάρχετε τῶν ἱερῶν; καὶ ὁ Σισιμίθρης, εὐφήμησον, ἀπεκρίνατο ἑλληνίζων, ὥστε μὴ τὸ πλῆθος ἐπαΐειν: ἱκανῶς γὰρ καὶ μέχρι τούτων ὄψιν τε καὶ ἀκοὴν ἐχράνθημεν. ἀλλ̓ ἡμεῖς μὲν εἰς τὸν νεὼν μεταστησόμεθα, θυσίαν οὕτως ἔκθεσμον τὴν δἰ ἀνθρώπων οὔτε αὐτοὶ δοκιμάζοντες οὔτε προσίεσθαι τὸ θεῖον νομίζοντες. ὡς εἴθε γε ἦν καὶ τὰς διὰ τῶν ἄλλων ζώων θυσίας κεκωλῦσθαι, μόναις ταῖς δἰ εὐχῶν καὶ ἀρωμάτων καθ̓ ἡμέτερον νόον ἀρκουμένοις. σὺ δὲ ἐπιμένων ʽἐπάναγκες γὰρ βασιλεῖ καὶ ἄκριτον ἔστιν ὅτε πλήθους ὁρμὴν θεραπεύειν̓ ἐπιτέλει τὴν οὐκ εὐαγῆ μὲν ταύτην θυσίαν, διὰ δὲ τὸ προκατειληφὸς τοῦ Αἰθιοπικοῦ νόμου πάτριον ἀπαραίτητον, καθαρσίων εἰσαῦθις δεησόμενος, ἴσως δὲ καὶ οὐ δεησόμενος. οὐ γάρ μοι δοκεῖ πρὸς τέλος ἥξειν ἥδε ἡ θυσία, τοῖς τε ἄλλοις ἐκ τοῦ θείου συμβόλοις τεκμαιρομένῳ, καὶ τῷ περιλάμποντι φωτὶ τοὺς ξένους, ὑπερμαχεῖν τινὰ τῶν κρειττόνων διασημαίνοντι.
- 10.10.1
καὶ ταῦτα εἰπὼν ἅμα καὶ τοῖς ἄλλοις συνέδροις ἀνίστατο καὶ πρὸς τὴν μετάστασιν ἐρρυθμίζετο. ἀλλ̓ ἥ γε Χαρίκλεια καθήλατο τῆς ἐσχάρας, καὶ προσδραμοῦσα προσπίπτει τε τοῖς γόνασι τοῦ Σισιμίθρου, τῶν ὑπηρετῶν παντοίως ἐπεχόντων καὶ τὴν ἱκεσίαν παραίτησιν εἶναι τοῦ θανάτου νομιζόντων. καὶ ὦ σοφώτατοι ἔλεγε, μικρὸν ἐπιμείνατε: δίκη γάρ μοι καὶ κρίσις πρόκειται πρὸς τοὺς βασιλεύοντας, ὑμᾶς δὲ μόνους καὶ τοῖς τοσούτοις δικάζειν πυνθάνομαι. καὶ τὸν περὶ ψυχῆς ἀγῶνά μοι διαιτήσατε: σφαγιασθῆναι γάρ με θεοῖς οὔτε δυνατὸν οὔτε δίκαιον εἶναι μαθήσεσθε. προσήκαντο ἄσμενοι τὰ εἰρημένα, καὶ ὦ βασιλεῦ ἔφασαν, ἀκούεις τῆς προκλήσεως καὶ ἃ προΐσχεται ἡ ξένη; γελάσας οὖν ὁ Ὑδάσπης, καὶ ποία δίκη, φησίν, ἢ πόθεν ἐμοὶ καὶ ταύτῃ; προφάσεως δὲ ἐκ ποίας ἢ ποίων ἴσων ἀναφαινομένη; καὶ ὁ Σισιμίθρης, αὐτά, ἔφη, δηλώσει τὰ λεχθησόμενα. καὶ οὐκ ἂν δόξειεν, ἔφη, τὸ πρᾶγμα οὐ κρίσις ἀλλ̓ ὕβρις, εἰ πρὸς τὴν αἰχμάλωτον βασιλεὺς ὢν διαδικάσομαι; τὰς ὑπεροχὰς οὐ δυσωπεῖται τὸ δίκαιον, ἀπεκρίνατο πρὸς αὐτὸν ὁ Σισιμίθρης: ἀλλ̓ εἷς ἐστὶν ὁ βασιλεύων ἐν ταῖς κρίσεσιν, ὁ τοῖς εὐλογωτέροις κρατῶν. ἀλλὰ πρὸς τοὺς ἐγχωρίους, ἔφη, καὶ οὐ τοὺς ξένους δικάζειν ὑμᾶς τοῖς βασιλεύουσιν ὁ νόμος ἐφίησι. καὶ ὁ Σισιμίθρης, οὐ τοῖς προσώποις, ἔφη, μᾶλλον τὰ δίκαια γίνεται ἰσχυρὰ παρὰ τοῖς σώφροσιν, ἀλλὰ τοῖς τρόποις. δῆλον μέν, εἶπεν, ὡς οὐδὲν ἐρεῖ σπουδαῖον, ἀλλ̓ ὅπερ ἴδιον τῶν τὰ τελευταῖα κινδυνευόντων, λόγων ματαίων ἔσται πλάσματα πρὸς ὑπέρθεσιν. λέγετω δ̓ οὖν ὅμως, ἐπειδὴ βούλεται Σισιμίθρης.
- 10.11.1
ἡ δὲ Χαρίκλεια καὶ ἄλλως οὖσα εὔθυμος διὰ τὴν προσδοκωμένην τῶν περιεστηκότων λύσιν, πλέον ἐγεγόνει περιχαρὴς ὡς τοῦ Σισιμίθρου τοὔνομα ὑπήκουσεν: ἦν γὰρ δὴ οὗτος ὁ τὴν ἀρχὴν ἐκτεθεῖσαν ἀνελόμενος καὶ τῷ Χαρικλεῖ παρακαταθέμενος ἔτεσι δέκα πρότερον, ὅτε εἰς τοὺς Καταδούπους ἐστάλη τῶν σμαραγδείων μετάλλων ἕνεκεν ὡς τὸν Ὀροονδάτην πρεσβεύων, τότε μὲν εἷς τῶν πολλῶν Γυμνοσοφιστῶν τυγχάνων, τὸ παρὸν δὲ πρόεδρος ἀναδεδειγμένος. τὴν μὲν οὖν ὄψιν τἀνδρὸς οὐκ ἀνέφερεν ἡ Χαρίκλεια, νέα κομιδῇ καὶ ἑπταέτης χωρισθεῖσα, τοὔνομα δὲ ἀναγνοῦσα περιχαρὴς ἐγεγόνει πλέον, συνήγορόν τε καὶ συνεργὸν ἔσεσθαι πρὸς τὸν ἀναγνωρισμὸν ἐλπίσασα. τὰς δὴ χεῖρας εἰς τὸν οὐρανὸν ἀνατείνασα, καὶ βοῶσα ἐξάκουστον, Ἥλιε γενάρχα προγόνων ἐμῶν, ἔλεγε, θεοί τε ἄλλοι καὶ γένους ἡμετέρου ἥρωες καθηγεμόνες, ὑμεῖς ἔστε μοι μάρτυρες ὡς οὐδὲν ἐρῶ ψεῦδος, ὑμεῖς δὲ καὶ συλλήπτορες εἰς τὴν κρίσιν τὴν νῦν προκειμένην, εἰς ἣν τῶν προσόντων μοι δικαίων ἐντεῦθεν ἄρξομαι. ξένους, ὦ βασιλεῦ, ἢ καὶ ἐγχωρίους ὁ νόμος ἱερουργεῖσθαι κελεύει; τοῦ δὲ ξένους εἰπόντος, οὐκοῦν ὥρα σοι, ἔφη, ζητεῖν ἑτέρους εἰς τὴν θυσίαν: ἐμὲ γὰρ ὑμεδαπήν τε καὶ ἐγχώριον εὑρήσεις.
- 10.12.1
τοῦ δὲ θαυμάζοντος καὶ πλάττεσθαι λέγοντος, ἡ Χαρίκλεια, τὰ μικρότερα, ἔφη, θαυμάζεις, τὰ μείζονα δὲ ἐστὶν ἕτερα: οὐ γὰρ ἐγχώριος μόνον, ἀλλὰ καὶ γένους τοῦ βασιλείου τὰ πρῶτα καὶ ἐγγύτατα. καὶ αὖθις τοῦ Ὑδάσπου διαπτύοντος ὡς φληνάφους τοὺς λόγους, παῦσαι, εἶπεν, ὦ πάτερ, θυγατέρα τὴν σὴν ἐκφαυλίζων.
- 10.12.2
ὁ δὴ βασιλεὺς τὸ ἐντεῦθεν οὐχ ὑπερορῶν τὰ λεγόμενα μόνον ἀλλ̓ ἤδη καὶ ἀγανακτῶν ἐφαίνετο, χλεύην: τὸ πρᾶγμα καὶ ὕβριν ποιούμενος. καὶ ὦ Σισιμίθρη καὶ οἱ λοιποί, ἔλεγεν, ὁρᾶτε οἷ περιέστη τὰ τῆς ἀνεξικακίας; ἢ γὰρ οὐκ ἄντικρυς μανίαν ἡ κόρη νοσεῖ, παρατόλμοις πλάσμασι τὸν θάνατον πειρωμένη διώσασθαι, θυγατέρα ἐμὴν ὥσπερ ἐπὶ σκηνῆς ἐξ ἀπόρων ἑαυτὴν καὶ οἷον ἐκ μηχανῆς ἀναφαίνουσα, τοῦ μηδεπώποτε, ὡς ἴστε, παίδων γονὴν εὐτυχήσαντος, ἅπαξ δέ που μόνον ὁμοῦ τε ἀκηκοότος καὶ ἀποβαλόντος. ὥστε ἀγέτω τις, μηδὲ ἐπὶ πλέον ἐπινοείτω τῇ θυσίᾳ τὴν ὑπέρθεσιν. οὐκ ἄξει οὐδείς, ἀνεβόησεν ἡ Χαρίκλεια, τέως ἂν μὴ τοῦτο κελεύωσιν οἱ δικάζοντες. σὺ δὲ δικάζῃ τὸ παρόν, οὐ ψῆφον φέρεις. ξενοκτονεῖν μὲν ἴσως, ὦ βασιλεῦ, ὁ νόμος ἐπιτρέπει, τεκνοκτονεῖν δὲ οὔθ̓ οὗτος οὔθ̓ ἡ φύσις σοι πάτερ ἐφίησι. πατέρα γάρ σε τήμερον οἱ θεοὶ καὶ ἀρνούμενον ἀναδείξουσι. πᾶσα δίκη καὶ κρίσις, ὦ βασιλεῦ, δύο τὰς μεγίστας ἀποδείξεις οἶδε, τάς τε ἐγγράφους πίστεις καὶ τὰς ἐκ μαρτύρων βεβαιώσεις. ἄμφω σοι τοῦ θυγάτηρ ὑμετέρα εἶναι παρέξομαι, μάρτυρα μὲν οὐχ ἕνα τῶν πολλῶν ἀλλ̓ αὐτόν γε δὴ τὸν δικάζοντα προκαλουμένη ʽμεγίστη δ̓ ἔοικε τῷ λέγοντι πίστις ἡ τοῦ διαιτῶντος γνῶσισ̓, γράμματα δὲ τάδε τύχης τῆς ἐμῆς καὶ ὑμῶν διηγήματα προϊσχομένη.
- 10.13.1
καὶ ἅμα λέγουσα τὴν συνεκτεθεῖσαν ἑαυτῇ ταινίαν ὑπὸ τῇ γαστρὶ φέρουσα προύφερέ τε, καὶ ἀνειλήσασα τῇ Περσίνῃ προσεκόμιζεν. ἣ δὲ ἐπειδὴ τὸ πρῶτον εἶδεν, ἀχανής τε καὶ αὖος ἐγεγόνει, καὶ χρόνον ἐπὶ πλεῖστον τὰ ἐγγεγραμμένα τῇ ταινίᾳ καὶ τὴν κόρην αὖθις ἐν μέρει περιεσκόπει. τρόμῳ τε καὶ παλμῷ συνείχετο, καὶ ἱδρῶτι διερρεῖτο, χαίρουσα μὲν ἐφ̓ οἷς εὕρισκεν, ἀμηχανοῦσα δὲ πρὸς τὸ παῤ ἐλπίδας ἄπιστον, δεδοικυῖα δὲ τὴν ἐξ Ὑδάσπου τῶν φανερουμένων ὑποψίαν τε καὶ ἀπιστίαν, ἢ καὶ ὀργήν, ἂν οὕτω τύχῃ, καὶ τιμωρίαν. ὥστε καὶ τὸν Ὑδάσπην ἐνορῶντα εἰς τὸ θάμβος καὶ τὴν συνέχουσαν ἀγωνίαν, ὦ γύναι, εἰπεῖν, τί ταῦτα, ἢ τί πέπονθας πρὸς τὴν δεικνυμένην γραφήν; ἣ δέ, ὦ βασιλεῦ, εἶπε, καὶ δέσποτα καὶ ἄνερ, ἄλλο μὲν οὐδὲν ἂν εἴποιμι πλέον, λαβὼν δὲ ἀναγίνωσκε: διδάσκαλός σοι πάντων ἡ ταινία γενήσεται. καὶ ἐπιδοῦσα αὖθις ἐσιώπα, κατηφήσασα. δεξάμενος γοῦν ὁ Ὑδάσπης, καὶ πλησίον παρεῖναι καὶ συνεπιλέγεσθαι τοὺς Γυμνοσοφιστὰς παρακαλέσας, ἐπῄει τὴν γραφήν, πολλὰ μὲν αὐτὸς θαυμάζων, πολλὰ δὲ καὶ τὸν Σισιμίθρην ἐκπεπληγμένον καὶ μυρίας τροπὰς τῆς διανοίας ἐκ τῶν ὄψεων ἐμφαίνοντα ὁρῶν, συνεχές τε εἰς τὴν ταινίαν καὶ τὴν Χαρίκλειαν ἀτενίζοντα. καὶ τέλος, ἐπειδὴ τήν τε ἔκθεσιν ἐδιδάχθη καὶ τὴν αἰτίαν τῆς ἐκθέσεως ὁ Ὑδάσπης, ἀλλ̓ ὅτι μὲν ἐτέχθη μοι κόρη τις, ἔφη, γινώσκω, καὶ ἀποθανοῦσαν τότε πυθόμενος, ὡς αὐτὴ Περσῖνα ἔλεγεν, ἐκτεθεῖσθαι νυνὶ μανθάνω: τίς δὲ ὁ ἀνελόμενος καὶ διασώσας καὶ θρέψας; τίς δὲ ὁ διακομίσας εἰς Αἴγυπτον, οὗ καὶ αἰχμάλωτος εἴληπται; ἢ πόθεν ὅλως ὅτι αὕτη ἐκείνη, καὶ μὴ διέφθαρται μὲν τὸ ἐκτεθέν, τοῖς δὲ γνωρίσμασιν ἐπιτυχών τις ἀποκέχρηται τοῖς ἐκ τῆς τύχης; μή τις δαίμων ἡμῖν ἐπιπαίζει, καὶ ὥσπερ προσωπεῖον τῇ κόρῃ ταῦτα περιθεὶς ἐντρυφᾷ τῇ ἡμετέρᾳ περὶ τεκνοποιίαν ἐπιθυμίᾳ, καὶ νόθον ἡμῖν ὑποβολιμαῖον εἰσποιεῖ διαδοχήν, καθάπερ νέφει τῇ ταινίᾳ τὴν ἀλήθειαν ἐπισκιάζων.
- 10.14.1
ἐπὶ τούτοις ὁ Σισιμίθρης, τὰ μὲν πρῶτα, ἔφη, τῶν ζητουμένων ἔχει σοι λύσιν. ὁ γὰρ ἀνελόμενος ἐκτεθεῖσαν καὶ ἀναθρέψας λάθρᾳ, καὶ εἰς Αἴγυπτον κομίσας ὅτε με πρεσβευτὴν ἔστειλας, οὗτος ἐγὼ εἰμί. καὶ ὡς οὐ θεμιτὸν ἡμῖν τὸ ψεῦδος, οἶσθα προλαβών. γνωρίζω καὶ τὴν ταινίαν τοῖς βασιλείοις Αἰθιόπων γράμμασιν, ὡς ὁρᾷς, κεχαραγμένην, καὶ οὐ παρέχουσαν ἀμφιβολίαν ἀλλαχόσε συντετάχθαι, Περσίνης δὲ αὐτοχειρίᾳ κατεστίχθαι παρὰ σοὶ μάλιστα γνωριζομένην. ἀλλ̓ ἦν καὶ ἕτερα συνεκτεθέντα γνωρίσματα, δοθέντα παῤ ἐμοῦ τῷ ὑποδεξαμένῳ τὴν κόρην, ἀνδρὶ Ἕλληνί τε καὶ ὡς ἐφαίνετο, καλῷ τε καὶ ἀγαθῷ. σώζεται, ἔφη, ταῦτα, ἡ Χαρίκλεια. καὶ ἅμα ἐπεδείκνυ τοὺς ὅρμους. πλέον ἡ Περσῖνα ἰδοῦσα κατεπλάγη, καὶ πυνθανομένου τοῦ Ὑδάσπου τίνα ταῦτα εἴη καὶ εἴ τι πλέον ἔχοι ἐκδιδάσκειν, ἀπεκρίνατο οὐδὲν ἢ ὅτι γνωρίζει μέν, κατ̓ οἶκον δὲ ταῦτα ἐξετάζειν καλόν. αὖθις οὖν ἀδημονῶν ὁ Ὑδάσπης ἐφαίνετο. καὶ ἡ Χαρίκλεια, ταῦτα μὲν ἂν εἴη τῆς μητρὸς τὰ γνωρίσματα, σὸν δὲ ἴδιον ὅδε ὁ δακτύλιος. καὶ ἐδείκνυ τὴν παντάρβην. ἐγνώρισεν ὁ Ὑδάσπης, δεδωκὼς δῶρον τῇ Περσίνῃ παρὰ τὴν μνηστείαν. καὶ ὦ βελτίστη ἔφη, τὰ μὲν γνωρίσματα ἐμά, σὲ δὲ ἐμὴν οὖσαν τούτοις κεχρῆσθαι, καὶ μὴ ἄλλως ἐπιτυχοῦσαν, οὐδέπω γνωρίζω: πρὸς γὰρ τοῖς ἄλλοις, καὶ χροιὰ ξένη τῆς Αἰθιοπίδος λαμπρύνει. καὶ ὁ Σισιμίθρης, λευκήν, ἔφη, κἀγὼ τότε ἀνειλόμην ἣν ἀνειλόμην. ἄλλως τε καὶ τῶν ἐτῶν ὁ χρόνος συμβαίνει πρὸς τὴν παροῦσαν τῆς κόρης ἡλικίαν, ἑπτακαίδεκά που τῶν πάντων ταύτῃ τε καὶ τῇ ἐκθέσει πληρουμένων. ἐμοὶ δὲ καὶ τῶν ὀφθαλμῶν τὸ βλέμμα προΐσταται, καὶ τὸν ὅλον τῆς ὄψεως χαρακτῆρα καὶ τὸ ὑπερφυὲς τῆς ὥρας ὁμολογοῦντα τοῖς τότε τὰ νυνὶ φαινόμενα γνωρίζω. ταυτὶ μὲν ἄριστα ὦ Σισιμίθρη, πρὸς αὐτὸν ὁ Ὑδάσπης, καὶ ὡς ἄν τις ἐκθυμότατα συνηγορῶν μᾶλλον ἢ δικάζων. ἀλλ̓ ὅρα μὴ μέρος τι λύων ἕτερον ἀνακινεῖς ἀπόρημα, δεινόν τε καὶ οὐδαμῶς ἀπολύσασθαι τὴν ἐμοὶ συμβιοῦσαν εὔπορον. λευκὴν γὰρ πῶς ἂν Αἰθίοπες ἀμφότεροι παρὰ τὸ εἰκὸς ἐτεκνώσαμεν; ὑποβλέψας οὖν ὁ Σισιμίθρης καί τι εἰρωνικὸν ὑπομειδιάσας, σὺ μὲν οὐκ οἶδα, ἔφη, ὅ τι πάσχεις ἀπὸ τοῦ τρόπου τοῦ σοῦ, τὸ παρὸν συνηγορίαν ἡμῖν ὀνειδἰζων, ἣν οὐκ ἂν ἐν φαύλῳ ποιησαίμην: δικαστὴν γὰρ ὁρίζομεν γνήσιον τὸν τοῦ δικαίου συνήγορον. τί δὲ οὐχὶ σοὶ μᾶλλον ἢ τῇ κόρῃ συνηγορῶν φανήσομαι, πατέρα σε σὺν τοῖς θεοῖς ἀναδεικνύς, καὶ ἣν ἐκ σπαργάνων περιέσωσα ὑμῖν θυγατέρα, ταύτην καὶ νῦν ἀνασωζομένην ἐπ’ ἀκμῆς οὐ περιορῶν. ἀλλὰ σὺ μὲν ἃ βούλει γίγνωσκε περὶ ἡμῶν, οὐδένα ὑπόλογον τούτου ποιουμένων: οὐ γὰρ πρὸς τὴν ἑτέρων ἀρέσκειαν βιοῦμεν, τὸ δὲ αὐτὸ καλὸν κἀγαθὸν ζηλοῦντες ἑαυτοὺς πείθειν ἀγαπῶμεν. τῆς γε μὴν κατὰ τὴν χροιὰν ἀπορίας φράζει μέν σοι καὶ ἡ ταινία τὴν λύσιν, ὁμολογούσης ἐν αὐτῇ ταυτησὶ Περσίνης ἐσπακέναι τινὰ εἴδωλα καὶ φαντασίας ὁμοιοτήτων ἀπὸ τῆς κατὰ τὴν Ἀνδρομέδαν πρὸς σὲ ὁμιλίας ὁρωμένης. εἰ δ̓ οὖν καὶ ἄλλως πιστώσασθαι βούλει, πρόκειται τὸ ἀρχέτυπον: ἐπισκόπει τὴν Ἀνδρομέδαν, ἀπαράλλακτον ἐν τῇ γραφῇ καὶ ἐν τῇ κόρῃ δεικνυμένην.
- 10.15.1
ἐκόμιζον ἀράμενοι τὴν εἰκόνα πρὸς τὰ λεχθέντα οἱ ὑπηρέται, καὶ πλησίον τῆς Χαρικλείας ἀντεγείραντες τοσοῦτον ἐκίνησαν παρὰ πάντων κρότον καὶ θόρυβον, ἄλλων πρὸς ἄλλους, ὅσοι καὶ κατὰ μικρὸν συνίεσαν τὰ λεγόμενα καὶ πραττόμενα, διαδηλούντων, καὶ πρὸς τὸ ἀπηκριβωμένον τῆς ὁμοιότητος σὺν περιχαρείᾳ ἐκπλαγέντων, ὥστε καὶ τὸν Ὑδάσπην οὐκέτι μὲν ἀπιστεῖν ἔχειν, ἐφεστάναι δὲ πολὺν χρόνον ὑφ̓ ἡδονῆς ἅμα καὶ θαύματος ἐχόμενον. ὁ δὲ Σισιμίθρης, ἓν ἔτι λείπεται, ἔφη: περὶ βασιλείας γὰρ καὶ τῆς κατ̓ αὐτὴν γνησίας διαδοχῆς ὁ λόγος, καὶ πρό γε πάντων ἀληθείας αὐτῆς. γύμνωσον τὴν ὠλένην ὦ κόρη. μέλανι συνθήματι τὸ ὑπὲρ πῆχυν ἐσπίλωτο. οὐδὲν ἀπρεπὲς γυμνούμενον τὸ φύντων καὶ γένους μαρτύριον. ἐγύμνωσεν αὐτίκα ἡ Χαρίκλεια τὴν λαιάν, καὶ ἦν τις ὥσπερ ἔβενος περίδρομος ἐλέφαντα τὸν βραχίονα μιαίνων.
- 10.16.1
οὐκέτι κατεῖχεν ἡ Περσῖνα, ἀλλ̓ ἀθρόον τε ἀνήλατο τοῦ θρόνου, καὶ προσδραμοῦσα περιέβαλλέ τε, καὶ περιφῦσα ἐδάκρυέ τε καὶ πρὸς τὸ ἀκατάσχετον τῆς χαρᾶς μυκηθμῷ τινὶ προσεοικὸς ἀνωρύετο ʽὑπερβολὴ γὰρ ἡδονῆς καὶ θρῆνόν ποτε ἀποτίκτειν φιλεἶ, μικρόν τε ἔφθη συγκατενεχθῆναι τῇ Χαρικλείᾳ. ὁ δὲ Ὑδάσπης ἠλέει μὲν τὴν γυναῖκα ὀδυρομένην ὁρῶν, καὶ εἰς συμπάθειαν ἐκάμπτετο τὴν διάνοιαν, τὸ ὄμμα δὲ οἱονεὶ κέρας ἢ σίδηρον εἰς τὰ ὁρώμενα τείνας εἱστήκει πρὸς τὰς ὠδῖνας τῶν δακρύων ἀπομαχόμενος: καὶ τῆς ψυχῆς αὐτῷ πατρικῷ τε πάθει καὶ ἀνδρείῳ τῷ λήματι κυματουμένης, καὶ τῆς γνώμης ὑπ’ ἀμφοτέρων στασιαζομένης καὶ πρὸς ἑκατέρου καθάπερ ὑπὸ σάλου μετασπωμένης, τελευτῶν ἡττήθη τῆς τὰ πάντα νικώσης φύσεως, καὶ πατὴρ οὐκ εἶναι μόνον ἐπείθετο, ἀλλὰ καὶ πάσχειν ὅσα πατὴρ ἠλέγχετο. καὶ τὴν Περσῖναν συγκατενεχθεῖσαν τῇ θυγατρὶ καὶ συγκαταπεπλεγμένην ἀνεγείρων, οὐκ ἔλαθε καὶ τὴν Χαρίκλειαν ἐναγκαλιζόμενος καὶ δακρύων ἐπιρροῇ πατρικὰ πρὸς αὐτὴν σπενδόμενος. οὐ μὴν εἰς τὸ παντελές γε ἐξεκρούσθη τῶν πρακτέων, ἀλλ̓ ὀλίγον ἐπιστάς, τόν τε δῆμον κατοπτεύσας ἀπὸ τῶν ἴσων παθῶν κεκινημένον, καὶ πρὸς τὴν σκηνοποιίαν τῆς τύχης ὑφ̓ ἡδονῆς τε ἅμα καὶ ἐλέου δακρύοντας, ἠχήν τέ τινα θεσπεσίαν ἄχρις αἰθέρος αἴροντας, καὶ οὔτε κηρύκων σιγὴν ἐπιταττόντων ἐπαΐοντας οὔτε τὸ βούλημα τοῦ ταράχου προδήλως ἐκφαίνοντας, τὴν χεῖρα προτείνας καὶ κατασείων πρὸς ἡσυχίαν τὸ κλυδώνιον τοῦ δήμου κατέστελλε, καὶ ὦ παρόντες ἔλεγεν, οἱ μὲν θεοὶ πατέρα με, ὡς ὁρᾶτε καὶ ἀκούετε, πάσης ἐπέκεινα προσδοκίας ἀνέδειξαν, καὶ θυγατὴρ εἶναί μοι ἥδε ἡ κόρη πολλαῖς ταῖς ἀποδείξεσι γνωρίζεται: ἐγὼ δὲ τοσαύτην ὑπερβολὴν ποιοῦμαι τῆς εἰς ὑμᾶς τε καὶ τὴν ἐνεγκοῦσαν εὐνοίας ὥστε μικρὰ φροντίσας καὶ γένους διαδοχῆς καὶ πατρῴας ἀνακλήσεως, ἃ δὴ πάντα μοι διὰ τῆσδε ἔμελλεν ἔσεσθαι, θεοῖς ἱερουργεῖν ὑπὲρ ὑμῶν ἐπείγομαι. ὁρῶ μὲν γὰρ ὑμᾶς δακρύοντας καὶ ἀνθρώπινόν τι πάθος ἀναδεδειγμένους, καὶ ἐλεοῦντας μὲν τὴν ἀωρίαν τῆς κόρης, ἐλεοῦντας δὲ καὶ τὴν ἐμὴν μάτην προσδοκηθεῖσαν τοῦ γένους διαδοχήν ὅμως δ̓ οὖν ἀνάγκη, καὶ ὑμῶν ἴσως μὴ βουλομένων, τῷ πατρίῳ πείθεσθαι νόμῳ, τῶν ἰδίων λυσιτελῶν τὸ τῆς πατρίδος ἐπίπροσθεν ποιούμενον. εἰ μὲν γὰρ τοῖς θεοῖς οὕτω φίλον ὥστε παρέχεσθαί τε ἅμα καὶ ἀφαιρεῖσθαι ʽτοῦτο γὰρ ἤδη πάλαι τε πέπονθα γεννηθείσης καὶ πάσχω τὸ παρὸν εὑρεθείσησ̓, οὐκ ἔχω λέγειν, ὑμῖν δὲ καταλείπω σκοπεῖν, οὐδ̓ εἴπερ, ἣν ἐξῴκισαν τῆς ἐνεγκούσης ἐπὶ πέρατα γῆς ἔσχατα, αὖθις δὲ θαυματουργοῦντες ἐν αἰχμαλώτῳ τῇ τύχῃ φέροντες ἐνεχείρισαν, ταύτην αὑτοῖς πάλιν ἱερουργουμένην προσδέξονται. καὶ ἣν ὡς πολέμιον οὐκ ἀνεῖλον καὶ αἰχμάλωτον γενομένην οὐκ ἐλυμηνάμην, ταύτην θυγατέρα φανεῖσαν ἐναγίζειν, ὡς καὶ ὑμῖν ὄντος κατὰ βούλησιν τοῦ πράγματος, οὐχ ὑπερθήσομαι, οὐδὲ πήσομαι ὃ καὶ ἄλλῳ πάσχοντι πατρὶ συγγνωστὸν ἴσως ἂν ἦν, οὐδὲ ὀκλάσω, οὐδὲ εἰς ἱκεσίαν τρέψομαι συγγνώμην δοῦναι καὶ ἀφοσιώσασθαι τὸ παρὸν πρὸς τὸν νόμον, τῇ φύσει πλέον καὶ τοῖς ἐκ ταύτης πάθεσι προσθεμένους, ὡς ἐξὸν καὶ ἑτέρῳ τρόπῳ θεραπεύειν τὸ θεῖον. ἀλλ̓ ὅσῳ συμπάσχοντες ἡμῖν οὐ λελήθατε καὶ ὡς ἴδια τὰ ἡμέτερα πάθη περιαλγοῦντες, τοσούτῳ κἀμοὶ προτιμότερα τὰ ὑμέτερα, ὀλίγον μὲν τῆς ἀκληρίας λόγον ποιουμένῳ, ὀλίγον δὲ τῆς ἀθλίας ταυτησὶ Περσίνης κατοδυρομένης, πρωτοτόκου τε ἅμα καὶ ἀγόνου καθισταμένης. ὥστε, εἰ δοκεῖ, παύσασθε μὲν δακρύοντες καὶ ἡμᾶς κατοικτιζόμενοι μάτην, τῆς δὲ ἱερουργίας ἐχώμεθα. σὺ δὲ ὦ θύγατερ ʽπρῶτα γάρ σε καὶ ὕστατα τὸ ποθητὸν ὄνομα τοῦτο προσφθέγγομαἰ, ὦ μάτην μὲν ὡραία, μάτην δὲ ἀνευραμένη τοὺς γεννήσαντας, ὦ τῆς ἀλλοδαπῆς βαρυτέραν τὴν πατρίδα δυστυχήσασα, ὦ σωτηριώδους μὲν τῆς ξένης, ἐπ’ ὀλέθρῳ δὲ πειρωμένη τῆς ἐνεγκούσης, μή μοι σύγχει τὸν θυμὸν ὀδυρομένη, ἀλλὰ τὸ ἀνδρεῖον ἐκεῖνό σου φρόνημα καὶ βασίλειον νῦν, εἴπερ ποτὲ καὶ πρότερον, ἐπιδείκνυσο, καὶ ἕπου τῷ γεννήσαντι, νυμφοστολῆσαι μὲν οὐ δυνηθέντι, οὐδὲ ἐπὶ παστάδας καὶ θαλάμους ἀγάγοντι, πρὸς δὲ θυσίαν κοσμοῦντι καὶ δᾷδας οὐ γαμηλίους ἀλλ̓ ἐπιβωμίους ἅπτοντι, καὶ τὴν ἄμαχον ταυτηνὶ τοῦ κάλλους ἀκμὴν ἀνθ̓ ἱερείων προσάγοντι. ὑμεῖς δὲ ἱλήκοιτε οἱ θεοὶ τῶν εἰρημένων, εἰ δή τι πρὸς τοῦ πάθους νικώμενος οὐκ εὐαγὲς ἐφθεγξάμην ὁ τέκνον ὁμοῦ καλεσάμενος καὶ τεκνοκτόνος γινόμενος.
- 10.17.1
καὶ ταῦτα εἰπὼν ὃ μὲν ἐπέβαλε τῇ Χαρικλείᾳ τὰς χεῖρας, ἄγειν μὲν ἐπὶ τοὺς βωμοὺς καὶ τὴν ἐπ’ αὐτῶν πυρκαϊὰν ἐνδεικνύμενος, πλείονι δὲ αὐτὸς πυρὶ τῷ πάθει τὴν καρδίαν σμυχόμενος, καὶ τὴν ἐπιτυχίαν τῶν ἐνηδρευμένων τῇ δημηγορίᾳ λόγων ἀπευχόμενος. τὸ δὲ πλῆθος τῶν Αἰθιόπων ἐσείσθη πρὸς τὰ εἰρημένα, καὶ οὐδὲ πρὸς βραχὺ τῆς Χαρικλείας ἀγομένης ἀνασχόμενοι μέγα τι καὶ ἀθρόον ἐξέκραγον, σῶζε τὴν κόρην ἀναβοῶντες, σῶζε τὸ βασίλειον αἷμα, σῶζε τὴν ὑπὸ θεῶν σωθεῖσαν. ἔχομεν τὴν χάριν, πεπλήρωται ἡμῖν τὸ νόμιμον. ἐγνωρίσαμεν ὡς βασιλέα: γνώριζε καὶ σὺ σαυτὸν ὡς πατέρα. ἱλήκοιεν οἱ θεοὶ τῆς δοκούσης παρανομίας. πλέον παρανομήσομεν ἀνθιστάμενοι τοῖς ἐκείνων βουλήμασι. μηδεὶς ἀναιρείτω τὴν ὑπ’ ἐκείνων περισωθεῖσαν. ὁ τοῦ δήμου πατὴρ γίγνου καὶ κατ̓ οἶκον πατήρ. καὶ μυρίας ἐπὶ τούτοις καὶ ὁμοίας φωνὰς ἱέντες, τέλος καὶ ἔργῳ ἔργῳ τὸ κωλύειν ἐπεδείκνυντο, προϊστάμενοί τε καὶ ἀνθιστάμενοι, καὶ διὰ τῶν ἄλλων θυσιῶν ἱλάσκεσθαι τὸ θεῖον αἰτοῦντες.
- 10.17.2
ὁ δὲ Ὑδάσπης ἑκών τε καὶ χαίρων προσίετο τὴν ἧτταν, τὴν εὐκτὴν ταυτηνὶ βίαν αὐθαίρετος ὑπομένων, καὶ τοὺς δήμους ἐπαλλήλοις ταῖς ἐκβοήσεσι χρονιώτερον ἐντρυφῶντας καὶ ταῖς εὐφημίαις ἀγερωχότερον ἐπισκιρτῶντας ὁρῶν τοῖς μὲν ἐμφορηθῆναι τῆς ἡδονῆς ἐνεδίδου, κατασταλῆναί ποτε πρὸς ἡσυχίαν ἑκόντας ἀναμένων,
- 10.18.1
αὐτὸς δὲ πλησιαίτερον τῇ Χαρικλείᾳ παραστάς, ὦ φιλτάτη, ἔλεγεν, ἐμὴν μὲν εἶναί σε θυγατέρα τά τε γνωρίσματα ἐμήνυσε καὶ ὁ σοφὸς Σισιμίθρης ἐμαρτύρησε καὶ τὸ τῶν θεῶν εὐμενὲς πρὸ πάντων ἀνέδειξεν. ἀλλ̓ οὑτοσὶ τίς ποτέ ἐστιν ὁ σοὶ μὲν ἅμα συλληφθεὶς καὶ εἰς τὰς ἐπινικίους σπονδὰς τοῖς θεοῖς συμφυλαχθείς, νυνὶ δὲ τοῖς βωμοῖς εἰς τὴν ἱερουργίαν προσιδρυμένος; ἢ πῶς αὐτὸν ἀδελφὸν ὠνόμαζες, ὅτε μοι τὸ πρῶτον κατὰ τὴν Συήνην προσήχθητε; οὐ γὰρ δή που καὶ αὐτὸς ἡμέτερος υἱὸς εὑρεθήσεται: ἅπαξ γὰρ Περσῖνα καὶ σὲ μόνην ἐκυοφόρησε. καὶ ἡ Χαρίκλεια σὺν ἐρυθήματι κάτω νεύσασα, τὸν μὲν ἀδελφὸν ἐψευσάμην, ἔφη, τῆς χρείας τὸ πλάσμα συνθείσης: ὅστις δέ ἐστιν ἀληθῶς, αὐτὸς ἂν λέγοι βέλτιον. ἀνήρ τε γάρ ἐστι, καὶ εὐθαρσέστερον ἐμοῦ τῆς γυναικὸς ἐξαγορεύειν οὐκ αἰσχυνθήσεται. καὶ ὁ Ὑδάσπης μὴ συμβαλὼν τὸν νοῦν τῶν εἰρημένων, σύγγνωθι, ἔφη, θυγάτριον, κατερυθριάσασα δἰ ἡμᾶς παρθενικῆς αἰδοῦς ἀνοίκειον πεῦσιν ὑπὲρ νεανίου σοι προσαγαγόντας. ἀλλὰ σὺ μὲν κατὰ τὴν σκηνὴν ἅμα τῇ μητρὶ κάθησο, ἐνευφραίνεσθαί τέ σοι παρέχουσα, πλέον ἢ ὅτε σε ἔτικτεν ὠδινούσῃ τὴν ἐπὶ σοὶ τὸ παρὸν ἀπόλαυσιν, καὶ τοῖς κατὰ σαυτὴν διηγήμασι παρηγοροῦσα: ἡμῖν δὲ τῶν ἱερείων μελήσει, τῆς ἀντὶ σοῦ σφαγιασθησομένης ἅμα τῷ νεανίᾳ παντοίως, εἴ τινα εὕροιμεν ἀνταξίαν, ἐπιλεχθείσης.
- 10.19.1
καὶ ἡ Χαρίκλεια μικροῦ μὲν καὶ ἐξωλόλυξε, πρὸς τὴν δήλωσιν τῆς τοῦ Θεαγένους σφαγῆς ἐκτραχυνθεῖσα: μόγις δ̓ οὖν τὸ συμφέρον ἀντιτιθεμένη πρὸς τὸ ἐκμανὲν τοῦ πάθους καὶ διὰ τὸ χρειῶδες ἐγκαρτερῆσαι βιασαμένη, πάλιν ὑφεῖρπε τὸν σκοπόν, καὶ ὦ δέσποτα ἔλεγεν, ἀλλ̓ οὐδὲ κόρην μὲν ἴσως ἔτι ἐχρῆν σε ἐπιζητεῖν, ἅπαξ τοῦ δήμου τὸ ἱερεῖον τὸ θῆλυ δἰ ἐμοῦ συγχωρήσαντος: εἰ δ̓ οὖν προσφιλονεικοίη τις ἄρτιον καὶ ἐξ ἑκατέρου γένους ἐπιτελεῖσθαι τὴν ἱερουργίαν, ὥρα σοι μὴ κόρην μόνην ἀλλὰ καὶ νεανίαν ἄλλον ἐπιζητεῖν, ἢ μὴ τοῦτο ποιοῦντα μηδὲ κόρην ἄλλην, ἀλλ̓ ἐμὲ πάλιν σφαγιάζειν. τοῦ δὲ εὐφήμησον εἰπόντος, καὶ τὴν αἰτίαν διότι τοῦτο λέγει πυνθανομένου, ὅτι, ἔφη, καὶ ἐμοὶ ζῶντι συζῆν καὶ θνήσκοντι συντεθνάναι τῷδε πρὸς τοῦ δαιμονίου καθείμαρται.
- 10.20.1
πρὸς ταῦτα ὁ Ὑδάσπης, οὔπω τῶν ὄντων ἐπήβολος γινόμενος, ἐπαινῶ μέν σε τῆς φιλανθρωπίας, ὦ θύγατερ, ἔφη, ξένον καὶ Ἕλληνα καὶ ἥλικα καὶ συναιχμάλωτον καὶ συνήθειαν πρὸς σὲ τὴν ἐκ τῆς ἐκδημίας κεκτημένον χρηστῶς κατελεοῦσαν καὶ περισώζειν ἐπινοοῦσαν: ἀλλ̓ οὐκ ἔστιν ὅπως ἂν ἐκεῖνος ἐξαιρεθείη τῆς ἱερουργίας. ἄλλως τε γὰρ οὐκ εὐαγὲς παντάπασι περιγραφῆναι τὸ πάτριον τῆς τῶν ἐπινικίων θυσίας: καὶ ἅμα οὐδ̓ ἂν ὁ δῆμος ἀνάσχοιτο, μόλις καὶ πρὸς τὴν ἐπὶ σοὶ συγχώρησιν θεῶν εὐμενείᾳ κινηθείς. ἡ δὴ οὖν Χαρίκλεια, ὦ βασιλεῦ, ἔφη, ʽπατέρα γάρ σε καλεῖν τάχα οὐκ ἐγγίνεται,ʼ εἰ μὲν δὴ θεῶν εὐμενείᾳ σῶμα τοὐμὸν περισέσωσται, τῆς αὐτῆς ἂν γένοιτο εὐμενείας καὶ τὴν ἐμὴν ἐμοὶ περισῶσαι ψυχήν, ἣν ἀληθῶς εἶναί μοι ψυχὴν ἐπικλώσαντες ἴσασιν. εἰ δὲ τοῦτο ἀβούλητον μοίραις εὑρίσκοιτο, καὶ δεήσει πάντως τὰ ἱερεῖα κοσμῆσαι σφαγιασθέντα τὸν ξένον, ἓν γοῦν μοι χαρίσασθαι νεῦσον: αὐτήν με κέλευσον αὐτουργῆσαι τὸ θῦμα, καὶ τὸ ξίφος ὡς κειμήλιον δεξαμένην περίβλεπτον ἐπ’ ἀνδρείᾳ παῤ Αἰθίοψιν ἀναδειχθῆναι.
- 10.21.1
διαταραχθεὶς δὲ πρὸς ταῦτα ὁ Ὑδάσπης, ἀλλ̓ οὐ συνίημι μέν, ἔφη, τὴν πρὸς ἐναντία σου τῆς γνώμης μεταβολήν, ἀρτίως μὲν ὑπερασπίζειν τοῦ ξένου πειρωμένης, νυνὶ δὲ ὡς πολεμίου τινὸς αὐτόχειρα γενέσθαι παρακαλούσης. ἀλλ̓ οὐδὲ σεμνόν τι καὶ ἐπίδοξον, ὅσα γε πρὸς σὲ καὶ τὴν σὴν ἡλικίαν, ἐνορῶ τῇ πράξει. καὶ τούτου δὲ ὄντος, τὸ δυνατὸν οὐκ ἔστι: μόνοις γὰρ τοῖς ἱερωμένοις τῷ τε Ἡλίῳ καὶ τῇ Σεληναίᾳ πρὸς τῶν πατρίων ἀποκεκλήρωται ἥδε ἡ πρᾶξις, καὶ τούτοις οὐ τοῖς τυχοῦσιν, ἀλλὰ τοῦ μὲν γυναικὶ τῆς δὲ ἀνδρὶ συνοικούσης: ὥστε ἡ κατὰ σὲ παρθενία κωλύει τὴν οὐκ οἶδ̓ ὅπως γινομένην αἴτησιν. ἀλλὰ τούτου γε ἕνεκεν οὐδὲν ἐμπόδιον, ἔφη ἡ Χαρίκλεια, λάθρᾳ καὶ παρὰ τὸ οὖς τῇ Περσίνῃ προσκύψασα: ἔστι γὰρ κἀμοὶ μῆτερ ὁ τὸ ὄνομα τοῦτο πληρῶν, εἰ καὶ ὑμεῖς βουληθείητε. βουλησόμεθα, εἶπεν ἡ Περσῖνα μειδιάσασα, καὶ αὐτίκα μάλα ἐκδώσομεν, θεῶν νευόντων, σοῦ τε καὶ ἡμῶν ἄξιον ἐπιλεξάμενοι. καὶ ἡ Χαρίκλεια γεγωνότερον, οὐδὲν δεῖ ἐπιλέγειν, ἔφη, τὸν ὄντα ἤδη.
- 10.22.1
καὶ λέγειν τι φανερώτερον μελλούσης ʽτολμᾶν γὰρ τὸ κατεπεῖγον καὶ τὴν αἰδῶ τὴν παρθένιον περιορᾶν τὸ ἐν ὀφθαλμοῖς ὁρώμενον τοῦ κινδύνου τῷ Θεαγένει κατηνάγκαζεν̓ οὐκέτι κατασχὼν ὁ Ὑδάσπης, ὦ θεοί, ἔφη, ὡς κακὰ τοῖς καλοῖς ἐοίκατε μιγνύναι καὶ τὴν ἀπ̓ ἐλπίδος μοι δωρηθεῖσαν πρὸς ὑμῶν εὐδαιμονίαν τὸ μέρος κωλύειν, θυγατέρα μὲν ἀπροσδόκητον, ἀλλὰ παράφρονά πως ἀναδείξαντες. πῶς γὰρ οὐ παραπλῆγος τὸ νόημα τῆς ἀλλόκοτα ῥήματα προϊεμένης; ἀδελφὸν ὠνόμαζε τὸν μὴ ὄντα: τὸν ὄντα, ὅστις ἐστὶν ὁ ξένος ἐρωτωμένη, ἀγνοεῖν ἔλεγεν. αὖθις ἐζήτει περισώζεσθαι ὡς φίλον τὸν ἀγνοούμενον: ἀδύνατον εἶναι μαθοῦσα τὴν αἴτησιν, αὐτὴ καταθύειν ὡσανεὶ πολεμιώτατον ἱκέτευε. καὶ τοῦτο ὡς οὐ θεμιτὸν λεγόντων, μιᾷ μόνῃ καὶ ταύτῃ ὑπάνδρῳ τῆς τοιᾶσδε θυσίας καθωσιωμένης, ἄνδρα ἔχειν ἐμφαίνει, τὸν τίνα οὐ προστιθεῖσα. πῶς γὰρ τόν γε μήτε ὄντα μήτε γεγενῆσθαι αὐτῇ διὰ τῆς ἐσχάρας ἀποδειχθέντα; εἰ μὴ ἄρα παρὰ ταύτῃ μόνῃ ψεύδεται μὲν τὸ παῤ Αἰθίοψιν ἀψευδὲς τῶν καθαρευόντων πειρατήριον, καὶ ἐπιβᾶσαν ἄφλεκτον ἀποπέμπεται, καὶ παρθενεύειν νόθως χαρίζεται, μόνῃ δὲ ἔξεστι φίλους καὶ πολεμίους τοὺς αὐτοὺς ἐν ἀκαρεῖ καταλέγειν, ἀδελφοὺς δὲ καὶ ἄνδρας τοὺς μὴ ὄντας ἀναπλάττειν. ὥστε ὦ γύναι σὺ μὲν εἰς τὴν σκηνὴν εἴσιθι, καὶ ταύτην κατάστελλε πρὸς τὸ νηφάλιον, εἴτε ὑπό του θεῶν τοῖς ἱερείοις ἐπιφοιτήσαντος ἐκβακχευομένην, εἴτε καὶ δἰ ὑπερβολὴν χαρᾶς τῶν ἀνελπίστως εὐτυχηθέντων τὸν νοῦν παραφερομένην. ἐγὼ δὲ τὴν ὀφείλουσαν τοῖς θεοῖς ἀντὶ τῆσδε σφαγιασθῆναι καὶ ζητεῖν καὶ ἀνευρεῖν τινὶ προστάξας, ἕως ἂν τοῦτο γίνηται, εἰς τὸ χρηματίσαι ταῖς ἐκ τῶν ἐθνῶν ἡκούσαις πρεσβείαις καὶ δῶρα τὰ ἐπὶ τοῖς ἐπινικίοις προσκομιζόμενα παῤ αὐτῶν ὑποδέξασθαι τρέψομαι.
- 10.22.2
καὶ ταῦτα εἰπών, τῆς τε σκηνῆς πλησίον ἐφ̓ ὑψηλοῦ προκαθίσας, ἥκειν τοὺς πρεσβευτάς, καὶ εἴ τινα ἐπικομίζοιντο δῶρα, προσάγειν ἐκέλευεν. ὁ δὴ οὖν εἰσαγγελεὺς Ἁρμονίας, εἰ πάντας ἅμα ἢ ἐν μέρει καὶ ἔθνους ἑκάστου κεκριμένως, καὶ δὴ εἰ καὶ ἰδίᾳ προσάγειν κελεύοι διηρώτα.
- 10.23.1
τοῦ δὲ ἐν τάξει καὶ διῃρημένως εἰπόντος, ὡς ἂν καὶ τῆς πρὸς ἀξίαν ἕκαστος μεταλαμβάνοι τιμῆς, πάλιν ὁ εἰσαγγελεύς, οὐκοῦν, ἔφη, ὦ βασιλεῦ, πρῶτος ἀδελφοῦ τοῦ σοῦ παῖς ἥξει Μερόηβος, ἀρτίως μὲν ἥκων, ἀπαγγελθῆναι δὲ ἑαυτὸν πρὸ τῆς παρεμβολῆς ἀναμένων. εἶτα, ὦ νωθέστατε καὶ ἠλίθιε, πρὸς αὐτὸν ὁ Ὑδάσπης, οὐ παραχρῆμα ἐμήνυες, οὐ πρεσβευτὴν ἀλλὰ βασιλέα τὸν ἀφιγμένον ἐπιστάμενος, καὶ τοῦτον ἀδελφοῦ παῖδα τοῦ ἐμοῦ, τελευτήσαντος μὲν οὐ πρὸ πολλοῦ, πρὸς ἐμοῦ δὲ εἰς τὸν ἐκείνου θρόνον ἐνιδρυθέντα καὶ ἀντὶ παιδὸς ἐμοὶ γινόμενον; ἐγίνωσκον ταῦτα, εἶπεν, ὦ δέσποτα, ὁ Ἁρμονίας: ἀλλὰ καιροῦ στοχάζεσθαι πρὸ πάντων ἐγίνωσκον, πράγματος τοῖς εἰσαγγελεῦσιν, εἴπερ τινὸς ἄλλου, δεομένου προνοίας. σύγγνωθι οὖν εἰ πρὸς τὰς βασιλίδας σε κοινολογούμενον ἀπασχολῆσαι τῶν ἡδίστων ἐφυλαξάμην. ἀλλὰ νῦν γοῦν ἡκέτω τοῦ βασιλέως εἰπόντος, ἀπέτρεχέ τε ὁ προσταχθεὶς καὶ αὐτίκα ἐπανῄει μετὰ τοῦ προστάγματος.
- 10.23.2
καὶ ὤφθη ὁ Μερόηβος, ἀξιοπρεπές τι νεανίου χρῆμα, τὴν μὲν ἡλικίαν ἄρτι τὸν μείρακα παραλλάττων, δεκάδα ἐτῶν πρὸς ἑβδομάδι πληρῶν, μεγέθει δὲ τοὺς παρόντας σχεδὸν ἅπαντας ὑπερκύπτων, λαμπροῦ μὲν δορυφορήματος ὑπασπιστῶν προπομπεύοντος, τοῦ δὲ περιεστῶτος Αἰθιοπικοῦ στρατοῦ θαυμασμῷ τε ἅμα καὶ σεβασμῷ πρὸς τὸ ἀκώλυτον τὴν πάροδον διαστέλλοντος.
- 10.24.1
οὐ μὴν οὐδὲ ὁ Ὑδάσπης ἐπὶ τῆς καθέδρας ἐκαρτέρησεν, ἀλλ̓ ὑπήντα τε, καὶ μετὰ πατρικῆς τῆς φιλοφροσύνης περιπτυξάμενος πλησίον τε ἑαυτῷ καθίδρυσε, καὶ τὴν δεξιὰν ἐμβαλών, εἰς καιρὸν ἥκεις, ἔλεγεν, ὦ παῖ, τά τε ἐπινίκια συνεορτάσων καὶ τὰ γαμήλια θύσων: οἱ γὰρ πατρῷοι καὶ γενάρχαι θεοί τε καὶ ἥρωες ἡμῖν μὲν θυγατέρα σοὶ δὲ νύμφην, ὡς ἔοικεν, ἐξευρήκασιν. ἀλλὰ τῶν τελειοτέρων αὖθις ἀκουσόμενος, εἴ τί με βούλει χρηματίσαι τῷ ἔθνει τῆς ὑπὸ σοὶ βασιλείας, ἀνάγγελλε. ὁ δὲ Μερόηβος πρὸς τὴν ἀκοὴν τῆς νύμφης ὑφ̓ ἡδονῆς τε ἅμα καὶ αἰδοῦς οὐδὲ ἐν μελαίνῃ τῇ χροιᾷ διέλαθε φοινιχθείς, οἱονεὶ πρὸς αἰθάλην τοῦ ἐρυθήματος ἐπιδραμόντος. καὶ μικρὸν ἐφησυχάσας, οἱ μὲν ἄλλοι, ἔφη, ὦ πάτερ, τῶν ἡκόντων πρέσβεων τοῖς ἐκ τῆς ἑαυτῶν ἐξαιρέτοις ἕκαστος τὴν σὴν περίβλεπτον νίκην στέφοντες ξενιοῦσιν: ἐγὼ δὲ σὲ τὸν ἐν πολέμοις γεννάδαν τε καὶ ἀριστέα διαφανέντα προσφόρως τε καὶ ἀπὸ τῶν ὁμοίων δωρήσασθαι δικαιώσας, ἄνδρα σοι προσκομίζω πολέμων μὲν καὶ αἱμάτων ἀθλητὴν ἀνανταγώνιστον, πάλην δὲ καὶ πυγμὴν τὴν ἐν κόνει καὶ σταδίοις ἀνυπόστατον. καὶ ἅμα νεύσας ἥκειν ἐπεδείκνυ τὸν ἄνδρα.
- 10.25.1
καὶ ὃς προσελθὼν εἰς μέσους προσεκύνει τὸν Ὑδάσπην, τοσοῦτός τις τὸ μέγεθος καὶ οὕτως ὠγύγιος ἄνθρωπος ὥστε τὸ γόνυ τοῦ βασιλέως φιλῶν μικροῦ φανῆναι τοῖς ἐφ̓ ὑψηλοῦ προκαθημένοις ἐξισούμενος. καὶ μηδὲ τὸ κελευσθῆναι ἀναμείνας, τὴν ἐσθῆτα ἀποδὺς γυμνὸς εἱστήκει, πάντα τὸν βουλόμενον ὅπλων τε καὶ χειρῶν εἰς ἅμιλλαν προκαλούμενος. ὡς δὲ οὐδεὶς παρῄει, πολλάκις διὰ κήρυκος τοῦ βασιλέως προτρεψαμένου, δοθήσεταί σοι, ἔφη, καὶ παῤ ἡμῶν, ὁ Ὑδάσπης, ἰσοστάσιον τὸ ἔπαθλον. καὶ εἰπὼν ἐλέφαντα πολυετῆ καὶ παμμεγέθη προσκομισθῆναι αὐτῷ προσέταττεν. ὡς δὲ ἤχθη τὸ ζῶον, ὃ μὲν ὑπεδέχετο ἄσμενος, ὁ δῆμος δὲ ἀθρόον ἐξεκάγχασε, τῷ ἀστεϊσμῷ τοῦ βασιλέως ἡσθέντες, καὶ τὴν δόξασαν αὐτοῖς ὑποκατάκλισιν τῷ ἐπιτωθασμῷ τῆς κατ̓ ἐκεῖνον μεγαλαυχίας παρηγορηθέντες.
- 10.25.2
μετὰ τοῦτον καὶ οἱ Σηρῶν προσήγοντο πρεσβευταί, τῶν παῤ αὐτοῖς ἀραχνίων νήματα καὶ ὑφάσματα, τὴν μὲν φοινικοβαφῆ τὴν δὲ λευκοτάτην ἐσθῆτα, προσκομίζοντες.
- 10.26.1
καὶ τούτων τῶν δώρων ὑποδεχθέντων, καὶ ἀφεθῆναι αὐτοῖς τῶν πάλαι τινὰς ἐν δεσμωτηρίῳ κατακρίτων ἀξιωσάντων, ἐπινεύσαντος τοῦ βασιλέως οἱ Ἀράβων τῶν εὐδαιμόνων προσῄεσαν, φύλλου τε τοῦ θυώδους καὶ κασσίας καὶ κινναμώμου καὶ τῶν ἄλλων οἷς ἡ Ἀραβία γῆ μυρίζεται, ἐκ πολλῶν ταλάντων ἑκάστου τὸν τόπον εὐωδίας ἐμπλήσαντες. παρῆσαν μετὰ τούτους οἱ ἐκ τῆς Τρωγλοδυτικῆς, χρυσόν τε τὸν μυρμηκίαν καὶ γρυπῶν ξυνωρίδα χρυσαῖς ἁλύσεσιν ἡνιοχουμένην προσκομίζοντες. ἐπὶ τούτοις ἡ Βλεμμύων παρῄει πρεσβεία, τόξα τε καὶ βελῶν ἀκίδας ἐκ δρακοντείων ὀστῶν εἰς στέφανον διαπλέξασα. καὶ ταῦτά σοι, ἔλεγον, ὦ βασιλεῦ, τὰ παῤ ἡμῶν δῶρα, πλούτου μὲν τοῦ παρὰ τῶν ἄλλων λειπόμενα, παρὰ δὲ τὸν ποταμὸν ὑπὸ σοὶ μάρτυρι κατὰ Περσῶν εὐδοκιμήσαντα. πολυτελέστερα μὲν οὖν, ἔφη ὁ Ὑδάσπης, τῶν πολυταλάντων ξενίων: ἅ γε καὶ τὰ ἄλλα νυνί μοι προσκομίζεσθαι γέγονεν αἴτια. καὶ ἅμα εἴ τι βούλοιντο ἐπαγγέλλειν ἐπέτρεπε, καὶ μειωθῆναι αὐτοῖς ἐκ τῶν φόρων αἰτησάντων, τὸ σύμπαν εἰς δεκάδα ἐτῶν ἀνῆκε.
- 10.27.1
καὶ πάντων σχεδὸν τῶν κατὰ πρεσβείαν ἀφιγμένων ὀφθέντων, καὶ τοῖς ἴσοις ἑκάστους καὶ φιλοτιμοτέροις τοὺς πλείστους ἀμειψαμένου τοῦ βασιλέως, τελευταῖοι παρῆσαν οἱ Ἀξιομιτῶν πρεσβευταί, φόρου μὲν οὐκ ὄντες ὑποτελεῖς, φίλιοι δὲ ἄλλως καὶ ὑπόσπονδοι, καὶ τὸ ἐπὶ τοῖς κατωρθωμένοις εὐμενὲς ἐνδεικνύμενοι, δῶρα καὶ οὗτοι προσῆγον, ἄλλα τε καὶ δὴ ζώου τινὸς εἶδος ἀλλοκότου τε ἅμα καὶ θαυμασίου τὴν φύσιν, μέγεθος μὲν εἰς καμήλου μέτρον ὑψούμενον, χροιὰν δὲ καὶ δορὰν παρδάλεως φολίσιν ἀνθηραῖς ἐστιγμένον. ἦν δὲ αὐτῷ τὰ μὲν ὀπίσθια καὶ μετὰ κενεῶνας χαμαίζηλά τε καὶ λεοντώδη, τὰ δὲ ὠμιαῖα καὶ πόδες πρόσθιοι καὶ στέρνα πέρα τοῦ ἀναλόγου τῶν ἄλλων μελῶν ἐξανιστάμενα. λεπτὸς ὁ αὐχήν, καὶ ἐκ μεγάλου τοῦ λοιποῦ σώματος. εἰς κύκνειον φάρυγγα μηκυνόμενος. ἡ κεφαλὴ τὸ μὲν εἶδος καμηλίζουσα, τὸ δὲ μέγεθος στρουθοῦ Λιβύσσης εἰς διπλάσιον ὀλίγον ὑπερφέρουσα, καὶ ὀφθαλμοὺς ὑπογεγραμμένους βλοσυρῶς σοβοῦσα. παρήλλακτο καὶ τὸ βάδισμα χερσαίου τε ζώου καὶ ἐνύδρου παντὸς ὑπεναντίως σαλευόμενον, τῶν σκελῶν οὐκ ἐναλλὰξ ἑκατέρου καὶ παρὰ μέρος ἐπιβαίνοντος, ἀλλ̓ ἰδίᾳ μὲν τοῖν δυοῖν καὶ ἅμα τῶν ἐν δεξιᾷ, χωρὶς δὲ καὶ ζυγηδὸν τῶν εὐωνύμων σὺν ἑκατέρᾳ τῇ ἐπαιωρουμένῃ πλευρᾷ μετατιθεμένων. ὁλκὸν δὲ οὕτω τὴν κίνησιν καὶ τιθασὸν τὴν ἕξιν ὥστε ὑπὸ λεπτῆς μηρίνθου, τῇ κορυφῇ περιελιχθείσης, ἄγεσθαι πρὸς τοῦ θηροκόμου, καθάπερ ἀφύκτῳ δεσμῷ τῷ ἐκείνου βουλήματι ὁδηγούμενον. τοῦτο φανὲν τὸ ζῶον τὸ μὲν πλῆθος ἅπαν ἐξέπληξε, καὶ ὄνομα τὸ εἶδος ἐλάμβανεν, ἐκ τῶν ἐπικρατεστέρων τοῦ σώματος αὐτοσχεδίως πρὸς τοῦ δήμου καμηλοπάρδαλις κατηγορηθέν, ταράχου γε μὴν τὴν πανήγυριν ἐνέπλησε.
- 10.28.1
γίνεται γάρ τι τοιοῦτον. τῷ βωμῷ τῆς μὲν Σεληναίας παρειστήκει ταύρων ξυνωρίς, τῷ δὲ τοῦ Ἡλίου τέτρωρον ἵππων λευκῶν εἰς τὴν ἱερουργίαν ηὐτρεπισμένων. ξένου δὴ καὶ ἀήθους τότε πρῶτον καὶ ἀλλοκότου ζώου φανέντος οἱονεὶ πρὸς φάσμα διαταραχθέντες, πτοίας τε ἐνεπίμπλαντο, καὶ τῶν κατεχόντων τὰ δεσμὰ σπαράξαντες τῶν τε ταύρων ἅτερος, ὁ μόνος, ὡς ἐῴκει, τὸ θηρίον κατωπτευκώς, καὶ δύο τῶν ἵππων εἰς φυγὴν ἀκατάσχετον ὥρμησαν, διεκπεσεῖν μὲν τὸν περίβολον τοῦ στρατοῦ μὴ δυνάμενοι, πυκνῷ τῷ συνασπισμῷ τῶν ὁπλιτῶν εἰς κύκλον τετειχισμένον, φερόμενοι δὲ ἀτάκτως καὶ τὸ μεσεῦον ἅπαν δρόμοις σεσοβημένοις ἐξελίττοντες, τό τε προστυχὸν ἅπαν εἴτε σκεῦος εἴτε ζῶον ἀνατρέποντες, ὥστε καὶ βοὴν αἴρεσθαι συμμιγῆ πρὸς τὸ γινόμενον, τὴν μὲν ὑπὸ δέους οἷς προσελάσειαν, τὴν δὲ ὑφ̓ ἡδονῆς οἷς καθ̓ ἑτέρους ἐναλλόμενοι τέρψιν τε καὶ γέλωτα τὴν τῶν ὑποπιπτόντων συντριβὴν παρεῖχον. ἐφ̓ οἷς οὐδὲ ἡ Περσῖνα καὶ ἡ Χαρίκλεια μένειν ἐφ̓ ἡσυχίας κατὰ τὴν σκηνὴν ἐκαρτέρησαν, ἀλλὰ τὸ καταπέτασμα μικρὸν παραστείλασαι θεωροὶ τῶν δρωμένων ἐγίνοντο. ἐνταῦθα ὁ Θεαγένης, εἴτ̓ οὖν οἴκοθεν ἀνδρείῳ τῷ λήματι κινούμενος τἴτε καὶ ἔκ του θεῶν ὁρμῇ χρησάμενος, τούς τε παρεστῶτας αὐτῷ φύλακας πρὸς τῆς καταλαβούσης ταραχῆς διεσκεδασμένους θεασάμενος, ὠρθώθη τε ἀθρόον, εἰς γόνυ πρὸς τοῖς βωμοῖς πρότερον ὀκλάζων καὶ τὴν ὅσον οὐδέπω σφαγὴν ἀναμένων, καὶ σχίζαν τῶν ἐπικειμένων τοῖς βωμοῖς ἀναρπάζει. καὶ τῶν οὐ διαδράντων ἵππων ἑνὸς λαβόμενος τοῖς τε νώτοις ἐφίπταται, καὶ τῶν αὐχενίων τριχῶν ἐπιδραξάμενος, καὶ ὡς χαλινῷ τῇ χαίτῃ χρώμενος, μυωπίζει τε τῇ πτέρνῃ τὸν ἵππον, καὶ ἀντὶ μάστιγος τῇ σχίζῃ συνεχῶς ἐπισπέρχων ἐπὶ τὸν διαδράντα ταῦρον ἤλαυνε. τὰ μὲν δὴ πρῶτα φυγὴν εἶναι τοῦ Θεαγένους τὸ γινόμενον οἱ παρόντες ὑπελάμβανον, καὶ σὺν βοῇ μὴ ξυγχωρεῖν διεξελάσαι τὸ ὁπλιτικὸν ἕρκος τῷ πλησίον ἕκαστος διεκελεύετο: προϊόντος δὲ τοῦ ἐγχειρήματος, ὅτι μὴ ἀποδειλίασις ἦν μηδὲ ἀπόδρασις τοῦ σφαγιασθῆναι μετεδιδάσκοντο. καταλαβὼν γὰρ ὡς ὅτι τάχιστα τὸν ταῦρον, ἐπ’ ὀλίγον μὲν κατ̓ οὐρὰν ἤλαυνεν, ὑπονύττων τε ἅμα καὶ εἰς ὀξύτερον δρόμον τὸν βοῦν ἐρεθίζων, καὶ ὅποι δὴ καὶ ὁρμήσειε τρεπομένῳ συνεφείπετο, τὰς ἐπιστροφάς τε καὶ ἐμβολὰς πεφυλαγμένως ἐκκλίνων.
- 10.29.1
ὡς δὲ εἰς συνήθειαν τῆς τε ὄψεως τῆς ἑαυτοῦ καὶ πράξεως ἐνεβίβασεν, ἀντίπλευρος ἤδη παρίππευε, χρωτί τε χρωτὸς ἐπιψαύων καὶ ἱππείῳ ταύρειον ἆσθμα καὶ ἱδρῶτα κεραννύων, καὶ τὸν δρόμον οὕτως ὁμόταχον ῥυθμίζων ὡς καὶ συμφυεῖς εἶναι τὰς κορυφὰς τῶν ζώων τοὺς πορρωτέρω φαντάζεσθαι καὶ τὸν Θεαγένην χαμπρῶς ἐκθειάζειν, ξένην τινὰ ταύτην ἱπποταύρου ξυνωρίδα ζευξάμενον.
- 10.29.2
τὸ μὲν δὴ πλῆθος ἐν τούτοις ἦν: ἡ Χαρίκλεια δὲ ὁρῶσα τρόμῳ καὶ παλμῷ συνείχετο, τό τε ἐγχείρημα ὅ τι καὶ βούλοιτο διαποροῦσα, καὶ εἴ τι σφάλμα συμβαίη, τὴν ἐκείνου τρῶσιν ὡς ἰδίαν σφαγὴν ὑπεραγωνιῶσα: ὥστε μηδὲ τὴν Περσῖναν λαθεῖν, ἀλλ̓ ὦ τέκνον εἰπεῖν, τί μοι πέπονθας; προκινδυνεύειν ἔοικας τοῦ ξένου. πάσχω μέν τι καὶ αὐτή, καὶ οἰκτείρω τῆς νεότητος: διαδρᾶναί γε μὴν τὸν κίνδυνον εὔχομαι καὶ φυλαχθῆναι τοῖς ἱεροῖς, ὡς ἂν μὴ παντάπασιν ἀτέλεστα ἡμῖν τὰ πρὸς τοὺς θεοὺς ἐγκαταλειφθείη. καὶ ἡ Χαρίκλεια, γελοῖον, ἔφη, τὸ εὔχεσθαι μὴ ἀποθανεῖν, ἵνα ἀποθάνῃ. ἀλλ̓ εἰ ἄρα σοι δυνατόν, ὦ μῆτερ, περίσωζε τὸν ἄνδρα ἐμοὶ χαριζομένη. καὶ ἡ Περσῖνα πρόφασιν οὐ τὴν οὖσαν ἀλλ̓ ἐρωτικὴν ἄλλως ὑποτοπήσασα, οὐ δυνατὸν μέν, ἔφη, τὸ περισώζειν: ὅμως δ̓ οὖν τίς σοι κοινωνία πρὸς τὸν ἄνδρα, δἰ ἣν οὕτως ὑπερφροντίζεις; θαρροῦσα δὲ ὡς πρὸς μητέρα λοιπὸν ἐξαγόρευε, κἄν τι νεώτερον κίνημα, κἂν παρθενίᾳ μὴ πρέπον. ἡ μητρῴα φύσις τὸ θυγατρὸς καὶ τὸ θῆλυ συμπαθὲς τὸ πταῖσμα τὸ γυναικεῖον οἶδεν ἐπισκιάζειν. ἐπιδακρύσασα οὖν ἐπὶ πλεῖστον ἡ Χαρίκλεια, καὶ τοῦτο, ἔφη, δυστυχῶ πρὸς τοῖς ἄλλοις, ὅτι καὶ τοῖς συνετοῖς ἀσύνετα φθέγγομαι καὶ λέγουσα τὰς ἑαυτῆς συμφορὰς οὔπω λέγειν νομίζομαι, πρὸς γυμνὴν δὲ λοιπὸν καὶ ἀπαρακάλυπτον χωρεῖν τὴν ἐμαυτῆς κατηγορίαν καταναγκάζομαι.
- 10.30.1
ταῦτ̓ εἶπε, καὶ βουλομένη τὰ ὄντα ἀνακαλύπτειν, αὖθις ἐξεκρούσθη βοῆς πολυηχεστάτης πρὸς τοῦ πλήθους ἀρθείσης. ὁ γὰρ δὴ Θεαγένης εἰς ὅσον εἶχε τάχους ἐφεὶς τῷ ἵππῳ χρήσασθαι καὶ προφθάσαντα μικρὸν τὰ στέρνα τῇ κεφαλῇ τοῦ ταύρου παρισῶσαι, τὸν μὲν ἄνετον φέρεσθαι μεθίησι μεθαλάμενος, ἐπιρρίπτει δὲ ἑαυτὸν τῷ αὐχένι τοῦ ταύρου, καὶ τοῖς κέρασι τὸ ἑαυτοῦ πρόσωπον κατὰ τὸ μεταίχμιον ἐνιδρύσας, τοὺς πήχεις δὲ οἱονεὶ στεφάνην περιθείς, καὶ εἰς ἅμμα κατὰ τοῦ ταυρείου μετώπου τοὺς δακτύλους ἐπιπλέξας, τό τε ὑπόλοιπον ἑαυτοῦ σῶμα παῤ ὦμον τοῦ βοὸς τὸν δεξιὸν μετέωρον καθείς, ἐκκρεμὴς ἐφέρετο, πρὸς βραχὺ μὲν τοῖς ταυρείοις ἅλμασιν ἀναπαλλόμενος. ὡς δὲ ἀγχόμενον ἤδη πρὸς τοῦ ὄγκου καὶ χαλῶντα τοῦ ἄγαν τόνου τοὺς τένοντας ᾔσθετο, καθ̓ ὃ μέρος ὁ Ὑδάσπης προυκαθέζετο περιελθόντα, παραφέρει μὲν εἰς τοὔμπροσθεν, καὶ προβάλλει τῶν ἐκείνου σκελῶν τοὺς ἑαυτοῦ πόδας, ταῖς χηλαῖς δὲ συνεχῶς ἐναράττων τὴν βάσιν ἐνήδρευεν. ὃ δὲ τὴν ῥύμην τοῦ δρόμου παραποδιζόμενος καὶ τῷ σθένει τοῦ νεανίου βριθόμενος, τά τε γόνατα ὑποσκελίζεται, καὶ ἀθρόον ἐπὶ κεφαλὴν σφενδονηθείς, κύμβαχός τε ἐπ’ ὤμους καὶ νῶτα ῥιπισθείς, ἥπλωτο ὕπτιος ἐπὶ πλεῖστον, τῶν μὲν κεράτων τῇ γῇ προσπεπηγότων καὶ εἰς τὸ ἀκίνητον τῆς κεφαλῆς ῥιζωθέντων, τῶν σκελῶν δὲ ἄπρακτα σκαιρόντων καὶ εἰς κενὸν ἀερονομούντων καὶ τὴν ἧτταν ἀλυόντων. ἐπέκειτο δὲ ὁ Θεαγένης, ταῖν χεροῖν τὴν λαιὰν μόνην εἰς τὸ ἐπερείδειν ἀπασχολῶν, τὴν δεξιὰν δὲ εἰς οὐρανὸν ἀνέχων καὶ συνεχὲς ἐπισείων: εἴς τε τὸν Ὑδάσπην καὶ τὸ ἄλλο πλῆθος ἱλαρὸν ἀπέβλεπε, τῷ μειδιάματι πρὸς τὸ συνήδεσθαι δεξιούμενος, καὶ τῷ μυκηθμῷ τοῦ ταύρου καθάπερ σάλπιγγι τὸ ἐπινίκιον ἀνακηρυττόμενος. ἀντήχει δὲ καὶ ἡ τοῦ δήμου βοή, τρανὸν μὲν οὐδὲν εἰς τὸν ἔπαινον διαρθροῦσα, κεχηνόσι δὲ ἐπὶ πολὺ τοῖς στόμασιν ἐξ ἀρτηρίας μόνης τὸ θαῦμα ἐξεφώνει, χρόνιόν τε καὶ ὁμότονον εἰς οὐρανὸν παραπέμπουσα. κελεύσαντος οὖν τοῦ βασιλέως ὑπηρέται προσδραμόντες, οἳ μὲν τὸν Θεαγένην προσῆγον ἀναστήσαντες, οἳ δὲ τοῦ ταύρου τοῖς κέρασι καλωδίου βρόχον ἐπιβαλόντες εἷλκόν τε κατηφιῶντα, καὶ τοῖς βωμοῖς αὖθις τοῦτόν τε καὶ τὸν ἵππον συλλαβόντες προσεδέσμευον. καὶ τοῦ Ὑδάσπου μέλλοντός τι πρὸς τὸν Θεαγένην λέγειν τε καὶ πράττειν, ὁ δῆμος ἅμα μὲν ἡσθεὶς τῷ νέῳ καὶ ἐξ οὗπερ τὸ πρῶτον ὤφθη προσπαθών, ἅμα δὲ καὶ τῆς ἰσχύος ἐκπλαγείς, πλέον δέ τι καὶ πρὸς τὸν Αἰθίοπα τὸν ἀθλητὴν τὸν Μεροήβου ζηλοτυπίᾳ δηχθείς, οὗτος τῷ Μεροήβου ζευγνύσθω. πάντες ὁμοθυμαδὸν ἀνεβόησαν: τὸν ἐλέφαντα λαβὼν τῷ τὸν ταῦρον λαβόντι διαγωνιζέσθω συνεχὲς ἐξεφώνουν. καὶ ἐπὶ πλεῖστον ἐγκειμένων ἐπένευσέ τε ὁ Ὑδάσπης, καὶ ἤγετο εἰς μέσους ὁ Αἰθίοψ, ὑπέροπτόν τι καὶ σοβαρὸν περισκοπῶν, ὁλκά τε προβαίνων καὶ πλατυνομένοις ἐναλλὰξ τοῖς ἀγκῶσι τοὺς πήχεις ὑποσοβῶν.
- 10.31.1
κἀπειδὴ τοῦ συνεδρίου πλησίον ἐγεγόνει, πρὸς τὸν Θεαγένην βλέψας ὁ Ὑδάσπης καὶ ἑλληνίζων, ὦ ξένε, ἔφη, τούτῳ σε χρὴ διαγωνίσασθαι: ὁ δῆμος κελεύουσι. γινέσθω τὸ δοκοῦν, ὁ Θεαγένης ἀπεκρίνατο: ἀλλὰ τίς ὁ τρόπος τῆς ἀγωνίας; πάλη, εἶπεν ὁ Ὑδάσπης. καὶ ὅς, τί δὲ οὐχὶ καὶ ξιφήρης καὶ ἔνοπλος, ἵνα τι ῥέξας ἢ παθὼν ἐμπλήσω Χαρίκλειαν, τὴν σιωπᾶν εἰς δεῦρο τὰ καθ̓ ἡμᾶς καρτεροῦσαν, ἢ καὶ εἰς τέλος, ὡς ἔοικεν, ἡμῶν ἀπεγνωκυῖαν. καὶ ὁ Ὑδάσπης, τί μὲν βούλεταί σοι, εἶπε, τὸ παραπλέκειν ὄνομα Χαρικλείας, αὐτὸς ἂν γινώσκοις, παλαίειν δ̓ οὖν σε καὶ οὐ ξιφήρη πυκτεύειν χρεών: αἷμα γὰρ ἐκχεόμενον ὀφθῆναι πρὸ τοῦ καιροῦ τῆς θυσίας οὐ θεμιτόν. συνεὶς οὖν ὁ Θεαγένης ὅτι δέδοικεν ὁ Ὑδάσπης μὴ προαναιρεθῇ τῆς θυσίας, εὖ ποιεῖς, ἔφη, τοῖς θεοῖς με φυλάττων, οἷς καὶ μελήσει περὶ ἡμῶν.
- 10.31.2
καὶ ἅμα κόνιν ἀνελόμενος καὶ ὤμοις τε καὶ πήχεσιν ἔτι πρὸς τῆς βοηλασίας ἱδρῶτι νενοτισμένοις ἐπιχεάμενος, τήν τε μὴ προσιζήσασαν ἀποσεισάμενος, προβάλλει τε ἐκτάδην τὼ χεῖρε, καὶ τοῖν ποδοῖν τὴν βάσιν εἰς τὸ ἑδραῖον διερεισάμενος, τήν τε ἰγνύαν σιμώσας, καὶ ὤμους καὶ μετάφρενα γυρώσας, καὶ τὸν αὐχένα μικρὸν ἐπικλίνας, τό τε ὅλον σῶμα σφηκώσας, εἱστήκει τὰς λαβὰς τῶν παλαισμάτων ὠδίνων. ὁ δὲ Αἰθίοψ ἐνορῶν ἐμειδία τε σεσηρός, καὶ εἰρωνικοῖς τοῖς νεύμασιν ἐκφαυλίζειν ἐῴκει τὸν ἀντίπαλον. ἀθρόον τε ἐπιδραμὼν τόν τε πῆχυν τῷ αὐχένι τοῦ Θεαγένους ὥσπερ τινὰ μοχλὸν ἐπαράσσει, καὶ βόμβου πρὸς τῆς πληγῆς ἐξακουσθέντος αὖθις ἐθρύπτετο καὶ ἐπεγέλα βλακῶδες. ὁ δὲ Θεαγένης, οἷα δὴ γυμνασίων καὶ ἀλοιφῆς ἐκ νέων ἀσκητής, τήν τε ἐναγώνιον Ἑρμοῦ τέχνην ἠκριβωκώς, εἴκειν τὰ πρῶτα ἔγνω, καὶ ἀπόπειραν τῆς ἀντιθέτου δυνάμεως λαβόντα, πρὸς μὲν ὄγκον οὕτω πελώριόν καὶ θηριωδῶς τραχυνόμενον μὴ ὁμόσε χωρεῖν, ἐμπειρίᾳ δὲ τὴν ἄγροικον ἰσχὺν κατασοφίσασθαι. αὐτίκα γοῦν ὀλίγον ὅσον ἐκ τῆς πληγῆς κραδανθείς, πλέον ἢ ὡς εἶχεν ἀλγεῖν ἐσκήπτετο, καὶ τοῦ αὐχένος θάτερον μέρος ἔκδοτον εἰς τὸ παίεσθαι προυβάλετο. καὶ τοῦ Αἰθίοπος αὖθις πλήξαντος συνενδοὺς τῇ πληγῇ, μικροῦ καὶ καταφέρεσθαι ἐπὶ πρόσωπον ἐσχηματίζετο.
- 10.32.1
ὡς δὲ καταγνοὺς καὶ ἀποθαρσήσας ὁ Αἰθίοψ ἀφυλάκτως ἤδη τὸ τρίτον ἐπεφέρετο, καὶ τὸν πῆχυν αὖθις ἀνατείνας κατασείειν ἔμελλεν, ὑπεισῆλθέ τε ἀθρόον ὁ Θεαγένης κεκυφώς, τὴν καταφορὰν ἐκκλίνας, πήχει τε τῷ δεξιῷ τὸν ἐκείνου λαιὸν βραχίονα προσαναστείλας ἐρρίπισέ τε τὸν ἀντίπαλον, ἅμα τι καὶ τῇ καταφορᾷ τῆς ἰδίας αὐτοῦ χειρὸς εἰς κενὸν ἐνεχθείσης πρὸς τὸ ἔδαφος ἐπισπασθέντα, καὶ ὑπὸ τὴν μασχάλην ἀναδὺς τοῖς τε νώτοις περιεχεῖτο, καὶ παχεῖαν τὴν γαστέρα χαλεπῶς ταῖς χερσὶ διαζώσας, τὴν βάσιν κατὰ τὰ σφυρὰ καὶ ἀστραγάλους τῇ πτέρνῃ σφοδρῶς τε καὶ ἐπαλλήλως ἐκμοχλεύσας, εἰς γόνυ τε ὀκλάσαι βιασάμενος, ἀμφιβαίνει τοῖς ποσί, καὶ τοῖς κατὰ τοὺς βουβῶνας τὰ σκέλη καταπείρας, τούς τε καρποὺς οἷς ἐπερειδόμενος ὁ Αἰθίοψ ἀνεῖχε τὰ στέρνα ἐκκρουσάμενος, καὶ τοῖς κροτάφοις εἰς ἅμμα τοὺς πήχεις περιαγαγών, ἐπί τε μετάφρενα καὶ ὤμους ἀνέλκων, ἐφαπλῶσαι τῇ γῇ τὴν γαστέρα κατηνάγκασε.
- 10.32.2
μιᾶς δὴ οὖν βοῆς ἐπὶ τούτοις καὶ γεγωνοτέρας ἢ τὸ πρότερον ὑπὸ τοῦ πλήθους ἀρθείσης, οὐδὲ ὁ βασιλεὺς ἐκαρτέρησεν, ἀλλ̓ ἀνήλατό τε τοῦ θρόνου καὶ ὢ τῆς ἀνάγκης ἔλεγεν, οἷον ἄνδρα καταθύειν ὑπὸ τοῦ νόμου πρόκειται. καὶ ἅμα προσκαλεσάμενος, ὦ νεανία, πρὸς αὐτὸν ἔφη, στεφανωθῆναι μέν σε καὶ ἐπὶ ταῖς θυσίαις, ὡς ἔθος, ἀπόκειται: στεφανοῦ δ̓ οὖν καὶ νῦν τὴν ἐπίδοξον μὲν ταύτην ἀνόνητον δέ σοι καὶ ἐφήμερον νίκην. κἀπειδή μοι τοῦ προκειμένου καὶ βουλομένῳ ῥύσασθαί σε οὐ δυνατόν, ὅσα γοῦν ἐφεῖται, παρέξομαι: καὶ εἴ τι γινώσκεις ἔτι σε ζῶντα ἧσαι δυνάμενον, αἴτησον. καὶ ἅμα λέγων χρυσοῦν τε καὶ λιθοκόλλητον τῷ Θεαγένει στέφανον ἐπέθηκε, καί τι καὶ ἐπιδακρύων οὐκ ἐλάνθανεν. ὁ δὴ Θεαγένης, οὐκοῦν αἰτήσω, ἔφη, καὶ δέομαι δὸς ὑποσχόμενος. εἰ τὸ διαδρᾶναί με τὴν ἱερουργίαν πάντως ἄφυκτον, χειρὶ γοῦν τῆς εὑρημένης σοι νυνὶ θυγατρὸς κέλευε.
- 10.33.1
δηχθεὶς δὴ πρὸς τὸ εἰρημένον ὁ Ὑδάσπης, καὶ πρὸς τὸ ὅμοιον τῆς Χαρικλείου προκλήσεως τὸν νοῦν ἀναπέμπων, οὐ δοκιμάζων δὲ ἐν συνέχοντι τῷ καιρῷ τὸ ἀκριβὲς ἀνιχνεύειν, τὰ δυνατά, εἶπεν, ὦ ξένε, καὶ αἰτεῖν ἐπέτρεψα καὶ δώσειν ἐπένευσα. γεγαμῆσθαι οὖν χρῆναι τὴν σφαγιάζουσαν, οὐ παρθενεύειν, ὁ νόμος διαγορεύει. ἀλλ̓ ἔχει ἄνδρα καὶ αὐτή, πρὸς αὐτὸν ὁ Θεαγένης. φληναφοῦντος, εἶπεν ὁ Ὑδάσπης, καὶ τῷ ὄντι θανατῶντος οἱ λόγοι. γάμου καὶ ἀνδρὸς ὁμιλίας ἀπείρατον τὴν κόρην ἡ ἐσχάρα διέδειξε: πλὴν εἰ Μερόηβον τουτονὶ λέγεις, οὐκ οἶδ̓ ὅθεν ἐγνωκώς, οὔπω μὲν ἄνδρα, νυμφίον δὲ πρὸς ἐμοῦ μόνον ὠνομασμένον. ἀλλ̓ οὐδὲ ἐσόμενον πρόσθες, εἶπεν ὁ Θεαγένης, εἴ τι ἐγὼ τοῦ Χαρικλείου φρονήματος ἐπῄσθημαι. καί μοι ὡς θύματι μαντευομένῳ πιστεύειν ἔσται δίκαιον. πρὸς ταῦτα ὁ Μερόηβος, ἀλλ̓ οὐ ζῶντα, εἶπεν, ὦ βέλτιστε, τὰ θύματα, σφαγιασθέντα δὲ καὶ ἀνατμηθέντα τὴν ἀπὸ τῶν σπλάγχνων σημείωσιν τοῖς μαντικοῖς ὑποδείκνυσιν: ὥστε ὀρθῶς ἔλεγες, ὦ πάτερ, θανατῶντα παραφθέγγεσθαι τὸν ξένον. ἀλλὰ τοῦτον μέν, εἰ κελεύοις, ἀγέτω τις ἐπὶ τοὺς βωμούς: σὺ δέ, εἴ τι λείπεται διοικησάμενος, ἔχου τῆς ἱερουργίας.
- 10.33.2
καὶ ὁ μὲν Θεαγένης ἤγετο οἷ προστέτακτο: ἡ Χαρίκλεια δὲ ἐπὶ τῇ νίκῃ μικρὸν ἀναπνεύσασα καὶ τὰ βελτίονα ἐλπίσασα, πάλιν ἀγομένου πρὸς θρήνοις ἦν. καὶ τῆς Περσίνης πολλὰ παρηγορούσης, καὶ εἰκὸς σωθῆναι τὸν νέον, εἴ μοι καὶ τὰ λειπόμενα καὶ σαφέστερα τῶν κατὰ σαυτὴν ἐξαγορεύειν βούλοιο λεγούσης, ἡ μὲν Χαρίκλεια βιασθεῖσα, καὶ τὸν καιρὸν οὐκ ἐνδιδόντα ὑπέρθεσιν ὁρῶσα, πρὸς τὰ καιριώτερα τῶν διηγημάτων ὥρμησεν.
- 10.33.3
ὁ δὲ Ὑδάσπης, εἴ τινες ὑπολείπονται τῶν πρεσβευσάντων, τοῦ εἰσαγγελέως ἐπυνθάνετο. ὁ δὲ Ἁρμονίας, οἱ ἐκ Συήνης, ἔφη, μόνοι, βασιλεῦ, γράμματα μὲν Ὀροονδάτου καὶ ξένια κομίζοντες, ἄρτι δὲ καὶ πρὸ βραχέος ἐπελθόντες.
- 10.34.1
ἡκόντων οὖν καὶ οὗτοι τοῦ Ὑδάσπου φήσαντος παρῆσαν καὶ τὸ γράμμα ἐνεχείριζον. καὶ ἀνειλήσας ἐπελέγετο, καὶ ἦν τοιόνδε.
- 10.34.2
βασιλεῖ φιλανθρώπῳ καὶ εὐδαίμονι τῷ Αἰθιόπων Ὑδάσπῃ Ὀροονδάτης ὁ μεγάλου βασιλέως σατράπης. εἰ νικῶν κατὰ τὴν μάχην πλέον γνώμῃ ἐνίκησας καί μοι σατραπείαν ὅλην ἑκὼν παρεχώρησας, οὐκ ἂν θαυμάσαιμι τὸ παρὸν εἰ βραχεῖαν αἴτησιν ἐπινεύσειας. κόρη τις ἀγομένη πρός με ἀπὸ τῆς Μέμφεως τοῦ πολέμου γέγονε πάρεργον: καὶ ὅτι αἰχμάλωτος ἐκ σοῦ προστάγματος εἰς Αἰθιοπίαν ἐπέμφθη, πρὸς τῶν σὺν αὐτῇ γεγονότων καὶ διαδράντων τὸν τότε κίνδυνον ἐπυθόμην. ταύτην αἰτῶ λυθῆναί μοι δῶρον, ἐφιέμενος μὲν καὶ αὐτὸς τῆς παιδός, πλέον δὲ περιποιῆσαι τῷ πατρὶ βουλόμενος, πολλὴν ἀληθέντι γῆν κατὰ ζήτησιν τῆς θυγατρὸς καὶ ἐν Ἐλεφαντίνῃ τῷ φρουρίῳ κατὰ τὸν πόλεμον καταληφθέντι, καὶ ἐπισκοποῦντί μοι μετὰ ταῦτα τοὺς περισωζομένους ὀφθέντι, καὶ ἐκπεμφθῆναι πρὸς τὸ σὸν ἥμερον ἀξιώσαντι. ἔχεις αὐτόθι μετὰ τῶν ἄλλων πρέσβεων τὸν ἄνδρα, ἱκανὸν μὲν ἐξ ἤθους τὴν εὐγένειαν ἐμφῆναι, ἱκανὸν δὲ καὶ ἐξ ὄψεως δυσωπῆσαι. χαίροντά μοι τοῦτον ὦ βασιλεῦ ἀντίπεμψον, πατέρα μὴ μόνον ὀνομαζόμενον ἀλλὰ καὶ γεγενημένον.
- 10.34.3
ταῦτα ὡς ἀνέγνω, τίς οὖν τῶν παρόντων ὁ τὴν θυγατέρα ἐπιζητῶν; ἠρώτησεν. ὑποδειξάντων δέ τινα πρεσβύτην, ὦ ξένε, πρὸς αὐτὸν ἔφη, πάντα αἰτοῦντος Ὀροονδάτου ποιεῖν ἕτοιμος. ἀλλὰ δέκα μὲν ἀχθῆναι μόνας αἰχμαλώτους ἐκέλευσα νεανίδας: μιᾶς δὲ τέως, ὅτι μὴ ἔστι σὴ θυγάτηρ, ἐπεγνωσμένης, τὰς ἄλλας ἐπισκόπησον, καὶ γνωρίζων εἰ εὕροις, λάμβανε. προσκύψας ἐφίλει τοὺς πόδας ὁ πρεσβύτης. καὶ ἀχθείσας τὰς κόρας ὡς ἐπισκοπῶν τὴν ἐπιζητουμένην οὐχ εὕρισκεν, αὖθις κατηφήσας, ᾦ βασιλεῦ, οὐδεμία τούτων ἐστίν, ἔλεγε. τὴν γνώμην, ἔφη ὁ Ὑδάσπης, τὴν ἐμὴν ἔχεις: μέμφου δὲ τὴν τύχην, εἰ τὴν ἐπιζητουμένην οὐχ εὑρίσκεις. ὅτι γὰρ ἄλλη μήτε ἤχθη παρὰ ταύτας μήτε ἔστι κατὰ τὸ στρατόπεδον, ἔξεστι σοι περισκοποῦντι πεισθῆναι.
- 10.35.1
ῥαπίσας τὸ μέτωπον ὁ πρεσβύτης καὶ ἐπιδακρύσας, ἀνανεύσας τε καὶ περιαθρῶν ἐν κύκλῳ τὸ πλῆθος, ἀθρόον ὥσπερ τις ἐμμανὴς ἐξέδραμε. καὶ τοῖς βωμοῖς προσελθών, τοῦ τε τριβωνίου ʽτοῦτο γὰρ ἔτυχεν ἀμπεχόμενοσ̓ τὸ κράσπεδον εἰς βρόχον περιειλήσας ἐπιβάλλει τε τῷ αὐχένι τοῦ Θεαγένους, καὶ εἷλκεν ἐξάκουστον βοῶν, ἔχω σε ὦ πολέμιε λέγων, ἔχω σε ὦ παλαμναῖε καὶ ἀλιτήριε. καὶ τῶν φρουρούντων ἀντέχειν καὶ ἀποσπᾶν βιαζομένων, ἀπρὶξ ἐχόμενος καὶ οἱονεὶ συμπεφυκὼς ἀγαγεῖν εἰς τὸ πρόσωπον τοῦ τε Ὑδάσπου καὶ τῶν συνέδρων ἐξενίκησε, καὶ ὦ βασιλεῦ ἔλεγεν, οὗτός ἐστιν ὁ τὴν ἐμὴν θυγατέρα συλαγωγήσας: οὗτός ἐστιν ὁ τὴν οἰκίαν εἰς ἀπαιδίαν ἐρημώσας, καὶ ἐκ μέσων τῶν τοῦ Πυθίου βωμῶν τὴν ἐμὴν ψυχὴν ἀναρπάσας, καὶ νῦν ὡς εὐαγὴς τοῖς τῶν θεῶν βωμοῖς προσκαθήμενος. ἐσείσθησαν πρὸς τὰ γινόμενα σύμπαντες, τὰ μὲν ῥήματα οί συνιέντες,
- 10.36.1
τὰ ὁρώμενα δὲ οἱ λοιποὶ θαυμάζοντες. καὶ τοῦ Ὑδάσπου σαφέστερον ὅ τι βούλοιτο λέγειν κελεύοντος, ὁ πρεσβύτης ʽἦν δὲ ἄρα Χαρικλῆσ̓ τὰ μὲν ἀληθέστερα τοῦ γένους τῆς Χαρικλείας ἀπέκρυπτε, μή πῃ ἄρα κατὰ τὴν φυγὴν ἐκείνῃ τῆς αἰδοῦς προαφανισθείσης πόλεμον καθ̓ ἑαυτοῦ πρὸς τῶν ἀληθῶς γεννησάντων ἐπισπάσηται διευλαβούμενος, ἐξετίθετο δὲ ἐπιτέμνων ἃ μηδὲν ἔβλαπτε, καὶ ἔλεγεν: ἦν μοι θυγάτηρ, ὦ βασιλεῦ, τίς μὲν τὴν φρόνησιν καὶ οἵα τὸ εἶδος, θεασάμενοι μόνον ἐπαξίως ἄν με λέγειν ἐπιστεύσατε: ἦν δ̓ οὖν παρθενευομένη καὶ ζάκορος τῆς ἐν Δελφοῖς Ἀρτέμιδος. ταύτην ὁ θαυμάσιος οὗτος, Θετταλὸς ὢν τὸ γένος καὶ εἰς Δελφοὺς τὴν ἐμὴν πόλιν ὥς τι πάτριον ἐπιτελέσων ἀρχιθεωρὸς ἀφιγμένος, ἔλαθεν ἐκ τῶν ἀδύτων αὐτῶν τὴν κόρην ἀποσυλήσας, καὶ ἀδύτων τοῦ Ἀπόλλωνος. διὸ καὶ εἰς ὑμᾶς ἀσεβεῖν δικαίως ἂν νομισθείη, τὸν πάτριον ὑμῶν θεὸν Ἀπόλλωνα, τὸν αὐτὸν ὄντα καὶ Ἥλιον, καὶ τὸ ἐκείνου τέμενος βεβηλώσας. συνεργοῦ δὲ αὐτῷ πρὸς τὴν ἐναγῆ ταύτην πρᾶξιν ψευδοπροφήτου τινὸς Μεμφίτου γεγονότος, ἐπειδὴ κατὰ τὴν Θετταλίαν μεταθέων καὶ παρὰ Οἰταίων ὄντων αὐτοῦ πολιτῶν ἐξαιτῶν οὐδαμῶς ηὕρισκον, ἔκδοτον ἐκείνων τουτονὶ καὶ εἰς σφαγήν, ὅπου ποτὲ ἂν εὑρίσκηται, ὡς ἀλάστορα παραχωρησάντων, ὁρμητήριον εἶναι τῆς φυγῆς τὴν Καλασίριδος Μέμφιν εἰκάσας, εἴς τε ταύτην ἀφικόμενος, καὶ τὸν μὲν Καλάσιριν, ὡς ἐχρῆν, τεθνηκότα καταλαβών, παρὰ Θυάμιδος δὲ τοῦ ἐκείνου παιδὸς ἅπαντα τὰ περὶ τὴν θυγατέρα ἐκδιδαχθείς, τά τε ἄλλα καὶ ὅτι πρὸς Ὀροονδάτην εἰς τὴν Συήνην ἐξαπέσταλτο, καὶ τοῦ μὲν Ὀροονδάτου καὶ τῆς Συήνης ἀποτυχών ʽἦλθον γὰρ κἀκεῖσἐ, κατὰ δὲ τὴν Ἐλεφαντίνην ὑπὸ τοῦ πολέμου καταληφθείς, ἥκω τὰ νῦν ἐνταῦθα, καὶ γίνομαι ἱκέτης, τὴν θυγατέρα ἐπιζητήσων ... ἐμὲ πολυτλήμονα ἄνθρωπον εὐεργετῶν ἅμα καὶ σαυτῷ χαριζόμενος, εἰ τὸν πρεσβεύοντα ὑπὲρ ἡμῶν σατράπην ὀφθείης αἰδούμενος.
- 10.37.1
καὶ ὃ μὲν ἐσιώπησεν, ἐπιθρηνῶν γοῶδες τοῖς εἰρημένοις: ὁ δὲ Ὑδάσπης πρὸς τὸν Θεαγένην, τί, ἔφη, πρὸς ταῦτα ἐρεῖς; ὃ δέ, ἀληθῆ, ἔφη, πάντα τὰ κατηγορηθέντα. λῃστὴς ἐγὼ καὶ ἄδικος καὶ βίαιος περὶ τοῦτον, ἀλλ̓ ὑμέτερος εὐεργέτης. ἀπόδος οὖν, ἔφη, τὴν ἀλλοτρίαν, ὁ Ὑδάσπης, διὰ τὸ προκαθωσιῶσθαι τοῖς θεοῖς τὴν ἐκ τῆς θυσίας ἐπίδοξον, οὐ τὴν ἐκ τῆς τιμωρίας ὑφέξων σφαγὴν ἔνδικον. ἀλλ̓ οὐχ ὁ ἀδικήσας, εἶπεν ὁ Θεαγένης, ἀλλ̓ ὁ τὸ ἀδίκημα ἔχων ἀποδιδόναι δίκαιος. ἔχεις δὲ αὐτός. ἀπόδος, εἰ μὴ σὴν θυγατέρα εἶναι Χαρίκλειαν καὶ οὗτος ὁμολογήσειεν.
← Previous · Next → — showing 301–400 of 406
First Thousand Years of Greek. CTS URN tlg0658.tlg001.perseus-grc1. Via the Perseus Digital Library / Open Greek and Latin TEI corpora. Licence: Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License. Source.