Aethiopica
- 2.36.1
ταῦτα μὲν ὡς ἀνεῖπεν ὁ θεός, ἀμηχανία πλείστη τοὺς περιεστῶτας εἰσεδύετο, τὸν χρησμὸν ὅ τι βούλοιτο φράζειν ἀποροῦντας. ἄλλος γὰρ πρὸς ἄλλο τι τὸ λόγιον ἔσπα: καὶ ὡς ἕκαστος εἶχε βουλήσεως, οὕτω καὶ ὑπελάμβανεν. οὔπω δὲ οὐδεὶς τῶν ἀληθῶν ἐφήπτετο. χρησμοὶ γὰρ καὶ ὄνειροι τὰ πολλὰ τοῖς τέλεσι κρίνονται. καὶ ἄλλως οἱ Δελφοὶ πρὸς τὴν πομπὴν ἐπτοήμενοι μεγαλοπρεπῶς ηὐτρεπισμένην ἠπείγοντο, τὰ χρησθέντα πρὸς τὸ ἀκριβὲς ἀνιχνεύειν ἀμελήσαντες. ἐπεὶ δὲ ἡ πομπὴ καὶ ὁ σύμπας ἐναγισμὸς ἐτελέσθη—.
- 3.1.1
καὶ μὴν οὐκ ἐτελέσθη, πάτερ, ὑπολαβὼν ὁ Κνήμων. ἐμὲ γοῦν οὔπω θεατὴν ὁ σὸς ἐπέστησε λόγος, ἀλλ̓ εἰς πᾶσαν ὑπερβολὴν ἡττημένον τῆς ἀκροάσεως καὶ αὐτοπτῆσαι σπεύδοντα τὴν πανήγυριν ὥσπερ κατόπιν ἑορτῆς ἥκοντα, τὸ τοῦ λόγου, παρατρέχεις, ὁμοῦ τε ἀνοίξας καὶ κλείσας τὸ θέατρον. ἐγὼ μέν, ὦ Κνήμων, ἔφη ὁ Καλάσιρις, ἥκιστά σε τοῖς ἔξωθεν καὶ τοιούτοις βούλομαι διοχλεῖν, ἐπὶ τὰ καιριώτερά σε τῆς ἀφηγήσεως καὶ ὧν ἐπεζήτεις ἐξ ἀρχῆς συνελαύνων. ἐπεὶ δὲ ἐκ παρόδου θεωρὸς γενέσθαι βεβούλησαι, σὺ μὲν Ἀττικὸς ὢν κἀκ τούτων οὐ λέληθας, ἐγὼ δέ σοι τὴν πομπήν, ὀνομαστὴν ἐν ὀλίγαις γενομένην αὐτῆς τε ἕνεκεν καὶ τῶν ἐξ αὐτῆς ἀποβάντων, ἐπιτεμὼν διαθήσομαι.
- 3.1.2
ἡγεῖτο μὲν ἑκατόμβη τῶν τελουμένων, ἀνδρῶν ἀγροικοτέρων βίον τε καὶ στολὴν ἐφελκομένων. τὸ μὲν ζῶσμα ἑκάστῳ χιτῶνα λευκὸν εἰς ἀγκύλην ἀνέστελλε, χεὶρ δὲ ἡ δεξιὰ σὺν ὤμῳ καὶ μαζῷ παραγυμνουμένη πέλεκυν δίστομον ἐπεκράδαινεν. οἱ βόες μέλανες πάντες, τὸν αὐχένα σφριγῶντες καὶ πρὸς κύρτωμα μέτριον ἐγείροντες, τὸ κέρας ἀπέριττον καὶ ἀδιάστροφον ὀξύνοντες, ὃ μὲν ἐπίχρυσον ὃ δὲ ἀνθεινοῖς στεφάνοις διάπλοκον, σιμοὶ τὴν κνήμην, καὶ βαθεῖαν τὴν φάρυγγα τοῖς γόνασιν ἐπαιωροῦντες. ὁ δὲ ἀριθμὸς ἀκριβῶς ἑκατόμβη, καὶ εἰς ἀλήθειαν τὸ ὄνομα πληροῦντες. ἐπηκολούθει τούτοις ἄλλων ἱερείων διάφορον πλῆθος, ἑκάστου ζώου γένος ἰδίᾳ καὶ εἰς κόσμον ἀγόμενον, αὐλοῦ καὶ σύριγγος τελεστικόν τι μέλος καὶ καταγγελτικὸν τῆς θυσίας ὑπηχούντων.
- 3.2.1
ταύτας τὰς ἀγέλας καὶ τοὺς ἄνδρας τοὺς βοηλάτας κόραι Θετταλικαὶ διεδέχοντο καλλίζωνοί τινες καὶ βαθύζωνοι καὶ τὴν κόμην ἄνετοι. διῄρηντο δὲ εἰς δύο χορούς: καὶ αἳ μὲν ἔφερον καλαθίσκους, ὁ πρῶτος χορός, ἀνθέων τε καὶ ὡραίων πλήρεις, αἳ δὲ κανᾶ πεμμάτων τε καὶ θυμιαμάτων κανηφοροῦσαι τὸν τόπον εὐωδίᾳ κατέπνεον. ἠσχόλουν δὲ οὐδὲν εἰς ταῦτα τὰς χεῖρας, ἀλλ̓ ὑπὲρ τῆς κεφαλῆς ἀχθοφοροῦσαι πρὸς χορὸν στιχήρη καὶ ἐγκάρσιον ἀλλήλων εἴχοντο, ὡς ἂν βαδίζειν τε ἅμα καὶ χορεύειν αὐταῖς ἐγγίνοιτο. τοῦ δὲ μέλους αὐταῖς τὸ ἐνδόσιμον ὁ ἕτερος χορὸς ὑπεσήμαινεν: οὗτος γὰρ τὸν ὅλον ἐπετέτραπτο μελῳδεῖν ὕμνον. ὁ δὲ ὕμνος ἦν, ἡ Θέτις ἐπῃνεῖτο καὶ ὁ Πηλεύς, κἀπὶ τούτοις ὁ ἐκείνων παῖς, καὶ ὁ τούτου πάλιν. μετὰ τούτους, ὦ Κνήμων, —
- 3.2.2
τί Κνήμων; ἔφη ὁ Κνήμων. πάλιν γάρ με τῶν ἡδίστων ἀποστερεῖς, ὦ πάτερ, αὐτόν μοι τὸν ὕμνον οὐ διερχόμενος, ὥσπερ θεατήν με μόνον τῶν κατὰ τὴν πομπήν, ἀλλ̓ οὐχὶ καὶ ἀκροατὴν καθίσας.
- 3.2.3
ἀκούοις ἄν, ἔφη ὁ Καλάσιρις, ἐπειδήπερ οὕτω σοι φίλον: εἶχε γὰρ ὧδέ πως ἡ ᾠδή.
- 3.2.4
τἀν Θέτιν ἀείδω, χρυσοέθειρα Θέτιν, Νηρέος ἀθανάταν εἰναλίοιο κόραν, τὰν Διὸς ἐννεσίῃ Πήλεϊ γημαμέναν, τὰν ἁλὸς ἀγλαΐαν, ἁμετέραν Παφίην: ἣ τὸν δουριμανῆ τόνδ̓ Ἄρεα πτολέμων, Ἑλλάδος ἀστεροπάν, ἐξέτεκεν λαγόνων, δῖον Ἀχιλλῆα, τοῦ κλέος οὐράνιον, τῷ ὑπὸ Πύρρα τέκεν παῖδα Νεοπτόλεμον, περσέπολιν Τρώων, ῥυσίπολιν Δαναῶν. ἱλήκοις ἥρως ἄμμι Νεοπτόλεμε ὄλβιε, Πυθιάδι νῦν χθονὶ κευθόμενε, δέχνυσο δ̓ εὐμενέων τάνδε θυηπολίην, πᾶν δ̓ ἀπέρυκε δέος ἁμετέρας πόλιος. τὰν Θέτιν ἀείδω, χρυσοέθειρα Θέτιν.
- 3.3.1
ὁ μὲν οὖν ὕμνος ὦ Κνήμων τῇδέ πῃ συνέκειτο, καθ̓ ὅσον ἔχω διαμνημονεύειν: τοσοῦτον δέ τι ἐμμελείας περιῆν τοῖς χοροῖς, καὶ οὕτω συμβαίνων ὁ κρότος τοῦ βήματος πρὸς τὸ μέλος ἐρρυθμίζετο, ὡς τὸν ὀφθαλμὸν τῶν ὁρωμένων ὑπερφρονεῖν ὑπὸ τῆς ἀκοῆς ἀναπείθεσθαι, καὶ συμπαρέπεσθαι μεταβαινούσαις ἀεὶ ταῖς παρθένοις τοὺς παρόντας ὥσπερ ὑπὸ τῆς κατὰ τὴν ᾠδὴν ἠχοῦς ἐφελκομένους, ἕως κατόπιν ἐφήβων ἱππικὸν καὶ ὁ τούτων ἵππαρχος ἐκλάμψας ἀκοῆς κρείττονα πάσης τὴν τῶν καλῶν θέαν ἀπέδειξεν. ὁ μὲν οὖν ἀριθμὸς τοὺς ἐφήβους εἰς πεντήκοντα συνέταττεν, ἐμέριζε δὲ πέντε καὶ εἴκοσιν ἑκατέρωθεν, μεσεύοντα τὸν ἀρχιθέωρον δορυφοροῦντας. κρηπὶς μὲν αὐτοῖς ἱμάντι φοινικῷ διάπλοκος ὑπὲρ ἀστράγαλον ἐσφίγγετο, χλαμὺς δὲ λευκὴ περόνῃ χρυσῇ πρὸς τοῖς στέρνοις ἐσφήκωτο, τὴν εἰς ἄκρον πέζαν κυανῇ τῇ βαφῇ κεκυκλωμένη. ἡ δὲ ἵππος Θετταλικὴ μὲν πᾶσα, καὶ τῶν ἐκεῖθεν πεδίων τὸ ἐλεύθερον βλέπουσα ʽτὸν γὰρ χαλινὸν ὅσα μὲν δεσπότην ἠρνεῖτο, διαπτύουσα καὶ θαμὰ προσαφρίζουσα, ὡς δὲ τὸν νοῦν ὑφηγούμενον τοῦ ἀναβάτου φέρειν ἠνείχετὀ, φαλάροις δὲ καὶ προμετωπιδίοις ἀργυροῖς καὶ ἐπιχρύσοις ἐξησκημένη, καθάπερ ἀγώνισμα τῶν ἐφήβων τοῦτο πεποιημένων. ἀλλὰ τούτους ὦ Κνήμων τοιούτους ὄντας οὕτως ὑπερεῖδε καὶ παρέδραμεν ἡ τῶν παρόντων ὄψις, καὶ πρὸς τὸν ἵππαρχον ʽἦν δὲ τὸ μέλημα τὸ ἐμὸν Θεαγένησ̓ ἅπας ἐπέστρεψεν, ὥστε ἔδοξας ἂν ὑπ’ ἀστραπῆς τὸ φαινόμενον πρότερον ἅπαν ἠμαυρῶσθαι: τοσοῦτον ἡμᾶς ὀφθεὶς κατέλαμψεν, ἱππεὺς μὲν καὶ αὐτὸς καὶ ὁπλίτης τυγχάνων, καὶ δόρυ μελίαν χαλκόστομον ἐπισείων, τὸ δὲ κράνος οὐχ ὑπελθὼν ἀλλ̓ ἀπὸ γυμνῆς τῆς κεφαλῆς πομπεύων, φοινικοβαφῆ χλαμύδα καθειμένος, ἧς τὰ μὲν ἄλλα χρυσὸς ἐποίκιλλε, τοὺς Λαπίθας ἐπὶ τοὺς Κενταύρους ὁπλίζων, ἡ περόνη δὲ Ἀθηνᾶν ἠλεκτρίνην ἔστεφε, τὴν Γοργοῦς κεφαλὴν εἰς θώρακα προασπίζουσαν. προσέβαλλε δέ τι χάριτος τοῖς γινομένοις καὶ ἀνέμου λιγεῖα ῥιπή: μείλιχον γὰρ ἐπέπνει, τὴν μὲν κόμην ἠρέμα κατὰ τοῦ αὐχένος διαξαίνουσα καὶ τοῦ μετώπου τοὺς βοστρύχους παραστέλλουσα, τῆς δὲ χλαμύδος τὰς ἄκρας τοῖς νώτοις τοῦ ἵππου καὶ μηροῖς ἐπιβάλλουσα. εἶπες ἂν καὶ τὸν ἵππον αὐτὸν συνιέναι τῆς ὡραιότητος τοῦ δεσπότου, καὶ ὡς καλὸν κάλλιστον φέρειν τὸν ἡνίοχον αἰσθάνεσθαι: οὕτω τὸν αὐχένα κυμαίνων, καὶ εἰς ὀρθὸν οὖς τὴν κεφαλὴν ἐγείρων, καὶ σοβαρὰν τὴν ὀφρὺν κατὰ τῶν ὀφθαλμῶν ἐπιδινεύων, ἔφερέ τε καὶ ἐφέρετο γαυρούμενος, εὐήνιά τε προποδίζων, καὶ ἐφ̓ ἑκάτερον ὦμον ἑαυτὸν ἐν μέρει ταλαντεύων, ἄκραν τε τὴν ὁπλὴν τῇ γῇ λεπτὸν ἐπικροτῶν, εἰς γαληνὸν κίνημα τὸ βῆμα κατερρύθμιζεν. ἐξέπληττε μὲν δὴ καὶ πάντας τὰ ὁρώμενα, καὶ τὴν νικητήριον ἀνδρείας τε καὶ κάλλους ψῆφον τῷ νεανίᾳ πάντες ἀπένεμον: ἤδη δὲ ὅσαι δημώδεις γυναῖκες καὶ τὸ τῆς ψυχῆς πάθος ἐγκρατείᾳ κρύπτειν ἀδύνατοι, μήλοις τε καὶ ἄνθεσιν ἔβαλλον, εὐμένειαν ἀπ̓ αὐτοῦ τινά, ὡς ἐδόκουν, ἐφελκόμεναι. κρίσις γαρ αὕτη μία παρὰ πᾶσιν ἐκρατύνετο, μὴ ἂν φανῆναί τι κατ̓ ἀνθρώπους ὃ τὸ Θεαγένους ὑπερβάλλοιτο κάλλος.
- 3.4.1
ἦμος δ̓ ἠριγένεια φάνη ῥοδοδάκτυλος ἠώς ʽὍμηρος ἂν εἶπεν̓, ἐπεὶ δὲ τοῦ νεὼ τῆς Ἀρτέμιδος ἐξήλασεν ἡ καλὴ καὶ σοφὴ Χαρίκλεια, τότε ὅτι καὶ Θεαγένην ἡττηθῆναί ποτε δυνατὸν ἔγνωμεν, ἀλλ̓ ἡττηθῆναι τοσοῦτον ὅσον ἀκραιφνὲς γυναικεῖον κάλλος τοῦ πρώτου παῤ ἀνδράσιν ἐπαγωγότερον. ἤγετο μὲν γὰρ ἐφ̓ ἁρμαμάξης ὑπὸ συνωρίδος λευκῆς βοῶν ὀχουμένη, χιτῶνα δὲ ἁλουργῆ ποδήρη χρυσαῖς ἀκτῖσι κατάπαστον ἠμφίεστο. ζώνην δὲ ἐπεβέβλητο τοῖς στέρνοις ἣν ὁ τεχνησάμενος εἰς ἐκείνην τὸ πᾶν τῆς ἑαυτοῦ τέχνης κατέκλεισεν, οὔτε πρότερόν τι τοιοῦτον χαλκευσάμενος οὔτε αὖθις δυνησόμενος. δυοῖν γὰρ δρακόντοιν τὰ μὲν οὐραῖα κατὰ τῶν μεταφρένων ἐδέσμευε, τοὺς δὲ αὐχένας ὑπὸ τοὺς μαζοὺς παραμείψας καὶ εἰς βρόχον σκολιὸν διαπλέξας, καὶ τὰς κεφαλὰς διολισθῆσαι τοῦ βρόχου συγχωρήσας, ὡς περίττωμα τοῦ δεσμοῦ κατὰ πλευρὰν ἑκατέραν ἀπῃώρησεν. εἶπες ἂν τοὺς ὄφεις οὐ δοκεῖν ἕρπειν ἀλλ̓ ἕρπειν, οὐχ ὑπὸ βλοσυρῷ καὶ ἀπηνεῖ τῷ βλέμματι φοβερούς, ἀλλ̓ ὑγρῷ κώματι διαρρεομένους, ὥσπερ ὑπὸ τοῦ κατὰ τὰ στέρνα τῆς κόρης ἱμέρου κατευναζομένους. οἳ δὲ ἦσαν τὴν μὲν ὕλην χρυσοῖ τὴν δὲ χροιὰν κυάνεοι: ὁ γὰρ χρυσὸς ὑπὸ τῆς τέχνης ἐμελαίνετο, ἵνα τὸ τραχὺ καὶ μεταβάλλον τῆς φολίδος τῷ ξανθῷ τὸ μέλαν συγκραθὲν ἐπιδείξηται. τοιαύτη μὲν ἡ ζώνη τῆς κόρης, ἡ κόμη δὲ οὔτε πάντῃ διάπλοκος οὔτε ἀσύνδετος, ἀλλ̓ ἡ μὲν πολλὴ καὶ ὑπαυχένιος ὤμοις τε καὶ νώτοις ἐπεκύμαινε, τὴν δὲ ἀπὸ κορυφῆς καὶ ἀπὸ μετώπου δάφνης ἁπαλοὶ κλῶνες ἔστεφον, ῥοδοειδῆ τε καὶ ἡλιῶσαν διαδέοντες, καὶ σοβεῖν ταῖς αὔραις ἔξω τοῦ πρέποντος οὐκ ἐφιέντες. ἔφερε δὲ τῇ λαιᾷ μὲν τόξον ἐπίχρυσον, ὑπὲρ ὦμον τὸν δεξιὸν τῆς φαρέτρας ἀπηρτημένης, θατέρᾳ δὲ λαμπάδιον ἡμμένον: καὶ οὕτως ἔχουσα πλέον ἀπὸ τῶν ὀφθαλμῶν σέλας ἢ τῶν δᾴδων ἀπηύγαζεν.
- 3.4.2
οὗτοι ἐκεῖνοι, Χαρίκλεια καὶ Θεαγένης, ἀνεβόησεν ὁ Κνήμων. καὶ ποῦ γῆς οὗτοι; δείκνυε, πρὸς θεῶν ἱκετεύω, ὁ Καλάσιρις, ὁρᾶσθαι αὐτοὺς τῷ Κνήμωνι προσδοκήσας. ὃ δέ, ὦ πάτερ, θεωρεῖν αὐτοὺς καὶ ἀπόντας ᾠήθην: οὕτως ἐναργῶς τε καὶ οἵους οἶδα ἰδὼν ἡ παρὰ σοῦ διήγησις ὑπέδειξεν. οὐκ οἶδα, εἶπεν, εἰ τοιούτους εἶδες οἵους αὐτοὺς κατ̓ ἐκείνην τὴν ἡμέραν ἡ Ἑλλάς τε καὶ ὁ ἥλιος ἐθεάσατο, οὕτω μὲν περιβλέπτους οὕτω δὲ εὐδαιμονιζομένους, καὶ τὴν μὲν ἀνδράσι τὸν δὲ γυναιξὶν εὐχὴν γινομένους: τὴν γὰρ πρὸς θάτερον αὐτῶν συζυγίαν ἴσα καὶ ἀθανασίαν ἦγον. πλὴν ὅσον τὸν μὲν νεανίαν οἱ ἐγχώριοι τὴν κόρην δὲ οἱ Θετταλοὶ πλέον ἐθαύμαζον, ὃ πρῶτον ἔβλεπον ἑκάτεροι, μᾶλλον ἀγάμενοι: ξένη γὰρ ὄψις τῆς συνῄθους ἑτοιμότερον εἰς ἔκπληξιν. ἀλλ̓ ὢ τῆς ἡδείας ἀπάτης, ὢ τῆς γλυκείας οἰήσεως: ὅπως με ἀνεπτέρωσας, ὁρᾶν τοὺς φιλτάτους καὶ δεικνύναι προσδοκηθεὶς ὦ Κνήμων. σὺ δέ με καὶ παντάπασιν ἔοικας ἐξαπατᾶν: ἥξειν γὰρ αὐτοὺς ὅσον οὐδέπω καὶ φανήσεσθαι παρὰ τὴν ἀρχὴν τοῦ λόγου διεγγυώμενος, κἀπὶ τούτοις καὶ μισθὸν τὴν κατ̓ αὐτοὺς ὑφήγησιν αἰτήσας, ἑσπέρας οὔσης ἤδη καὶ νυκτὸς οὐδαμοῦ δεικνύναι παρόντας ἔχεις. καὶ ὅς, θάρσει, ἔφη, καὶ θυμὸν ἔχε ἀγαθὸν ὡς ἐκείνων ἀληθῶς ἡξόντων. νῦν δὲ ἴσως τι κώλυμα γέγονε, καὶ βράδιον ἢ κατὰ τὰ συγκείμενα ἀφικνοῦνται. καὶ ἄλλως οὐδ̓ ἂν παρόντας ἔδειξα μὴ τὸ πᾶν τοῦ μισθοῦ κομισάμενος, ὥστε εἰ σπεύδεις τὴν θέαν, πλήρου τὴν ἐπαγγελίαν καὶ εἰς τέλος ἄγε τὴν διήγησιν. ἐγὼ μέν, εἶπεν, ἄλλως τε ὀκνῶ τὸ πρᾶγμα πρὸς ὑπόμνησιν με τῶν λυπούντων ἄγον, καί σε ἀποκναίειν ᾠήθην ἀδολεσχίᾳ τοσαύτῃ προσκορῆ γεγενημένον: ἐπεὶ δὲ φιλήκοός τις εἶναί μοι φαίνῃ καὶ καλῶν ἀκουσμάτων ἀκόρεστος, φέρε ὅθεν ἐξέβην τὸν λόγον εἰσβάλωμεν, ἁψάμενοί τε λύχνον πρότερον, καὶ τὰ κοιταῖα τοῖς νυχίοις θεοῖς ἐπισπείσαντες, ὡς ἂν τῶν εἰωθότων τετελεσμένων ἐννυκτερεύειν ἡμῖν ἐπ’ ἀδείας τοῖς διηγήμασιν ἐγγίνοιτο.
- 3.5.1
ταῦτα εἶπε, καὶ λύχνος τε ἡμμένος εἰσεφέρετο θεραπαινίδι τοῦτο τοῦ πρεσβύτου προστάξαντος, καὶ τὴν σπονδὴν ἀπέχεεν, ἄλλους τε τῶν θεῶν καὶ τὸν Ἑρμῆν ἐπὶ πᾶσιν ἐπικαλούμενος. εὐόνειρόν τε ᾔτει τὴν νύκτα, καὶ φανῆναι αὐτῷ τοὺς φιλτάτους κατὰ γοῦν τὸν ὕπνον ἱκέτευε. καὶ τούτων τετελεσμένων, ἐπειδὴ τοίνυν, ἔφη, ὦ Κνήμων, τὸ μνῆμα τοῦ Νεοπτολέμου περιεστοιχίσατο ἡ πομπὴ καὶ τρίτον οἱ ἔφηβοι τὴν ἵππον περιήλασαν, ὠλόλυξαν μὲν αἱ γυναῖκες ἠλάλαξαν δὲ οἱ ἄνδρες. τότε ὥσπερ ὑφ̓ ἑνὶ συνθήματι βόες ἄρνες αἶγες ἱερεύοντο, καθάπερ μιᾷ χειρὶ πᾶσι τῆς σφαγῆς ἐπενεχθείσης. βωμόν τε παμμεγέθη σχίζαις μυρίαις φορτώσαντες, καὶ τὰ νενομισμένα τῶν ἱερείων ἄκρα πάντα ἐπιθέντες, κατάρχειν τῆς σπονδῆς τὸν ἱερέα τοῦ Πυθίου καὶ τὸν βωμὸν ἀνάπτειν ἠξίουν. ὁ δὲ Χαρικλῆς τὴν μὲν σπονδὴν αὑτῷ προσήκειν ἔλεγε, τὸν βωμὸν δὲ ὁ τῆς θεωρίας ἄρχων ἁπτέτω, παρὰ τῆς ζακόρου τὴν δᾷδα κομισάμενος: τοῦτο γὰρ ἔθος ὁ πάτριος γινώσκει νόμος. ταῦτα εἶπε, καὶ ὃ μὲν ἔσπενδε, τὸ πῦρ δὲ Θεαγένης ἐλάμβανεν, ὅτε, ὦ φίλε Κνήμων, καὶ ὅτι θεῖον ἡ ψυχὴ καὶ συγγενὲς ἄνωθεν τοῖς ἔργοις ἐπιστούμεθα. ὁμοῦ τε γὰρ ἀλλήλους ἑώρων οἱ νέοι καὶ ἤρων, ὥσπερ τῆς ψυχῆς ἐκ πρώτης ἐντεύξεως τὸ ὅμοιον ἐπιγνούσης καὶ πρὸς τὸ κατ̓ ἀξίαν οἰκεῖον προσδραμούσης. πρῶτον μὲν γὰρ ἀθρόον τι καὶ ἐπτοημένον ἔστησαν, καὶ τὴν δᾷδα ὁλκότερον ἣ μὲν ἐνεχείριζεν ὃ δὲ ὑπεδέχετο, καὶ τοὺς ὀφθαλμοὺς ἀτενεῖς ἐπὶ πολὺ κατ̓ ἀλλήλων πήξαντες, ὥσπερ εἴ που γνωρίζοντες ἢ ἰδόντες πρότερον, ταῖς μνήμαις ἀναπεμπάζοντες, εἶτα ἐμειδίασαν βραχύ τι καὶ κλεπτόμενον καὶ μόνῃ τῇ διαχύσει τοῦ βλέμματος ἐλεγχόμενον. ἔπειτα ὥσπερ καταιδεσθέντες τὸ γεγονὸς ἐπυρρίασαν, καὶ αὖθις, τοῦ πάθους, οἶμαι, καὶ τὴν καρδίαν ἐπιδραμόντος, ὠχρίασαν. καὶ ἁπλῶς μυρίον εἶδος ἐν ὀλίγῳ τῷ χρόνῳ τὰς ὄψεις ἀμφοῖν ἐπεπλανήθη, καὶ μεταβολὴ παντοία χροιᾶς τε καὶ βλέμματος, τῆς ψυχῆς τὸν σάλον κατηγοροῦσα. ταῦτα δὲ τοὺς μὲν πολλούς, ὡς εἰκός, ἐλάνθανεν, ἄλλον πρὸς ἄλλην χρείαν τε καὶ διάνοιαν ὄντας, ἐλάνθανε δὲ καὶ τὸν Χαρικλέα, τὴν πάτριον εὐχὴν καὶ ἐπίκλησιν καταγγέλλοντα. ἐγὼ δὲ πρὸς μίαν τὴν παρατήρησιν τῶν νέων ἠσχολούμην, ἐξ ἐκείνου ὦ Κνήμων ἐξ οὗπερ ὁ χρησμὸς ἐπὶ Θεαγένει θυομένῳ κατὰ τὸν νεὼν ᾔδετο, πρὸς ὑπόνοιαν τῶν ἐσομένων ἀπὸ τῶν ὀνομάτων κεκινημένος. ἄλλο δὲ ἀκριβῶς οὐδὲν ἔτι τῶν ἑξῆς χρησθέντων συνέβαλον.
- 3.6.1
ἐπεὶ δὲ ὀψέ ποτε καὶ ὥσπερ βιαίως τῆς κόρης ἀποσπώμενος ὁ Θεαγένης ὑπέθηκέ τε τὸ λαμπάδιον καὶ τὸν βωμὸν ἀνῆψε, λέλυτο μὲν ἡ πομπή, πρὸς εὐωχίαν τῶν Θετταλῶν τραπέντων, ὁ δὲ ἄλλος δῆμος ἐπ’ οἶκον τὸν ἴδιον ἕκαστος ἀνεχώρησεν. ἡ Χαρίκλεια δὲ ἐφεστρίδα λευκὴν ἐπιβαλομένη σὺν ὀλίγοις τοῖς συνήθεσιν ἐπὶ τὴν ἐν τῷ περιβόλῳ τοῦ νεὼ καταγωγὴν ὥρμησεν: οὐδὲ γὰρ ᾤκει σὺν τῷ νομιζομένῳ πατρί, τῆς ἁγιστείας ἕνεκα παντοίως ἑαυτὴν χωρίζουσα. περιεργότερος τοίνυν ἐξ ὧν ἠκηκόειν τε καὶ ἑωράκειν γεγονώς, ἐντυγχάνω τῷ Χαρικλεῖ τοῦτο σπουδάσας. καὶ ὅς, εἶδες, ἠρώτα, τὸ ἀγλάισμα τὸ ἐμόν τε καὶ Δελφῶν Χαρίκλειαν; οὐ νῦν πρῶτον, ἔφην, ἀλλὰ καὶ πρότερον πολλάκις, ὁσάκις δή μοι κατὰ τὸν νεὼν ἐνέτυχεν, οὐχ ὡς ἄν τις ἐκ παρόδου, τοῦτο δὴ τὸ λεγόμενον, ἀλλὰ καὶ συνέθυσεν οὐκ ὀλιγάκις, καὶ περὶ θείων τε καὶ ἀνθρωπίνων εἴ τί ποτε διαπορήσειεν, ἠρώτησέ τε καὶ ἔμαθε. τί οὖν δή σοι τὰ νῦν ἔδοξεν ὦ ʼγαθέ; ἆρά τινα τῇ πομπῇ κόσμον ἤνεγκεν; εὐφήμησον, εἶπον, ὦ Χαρίκλεις, ὥσπερ εἰ καὶ τὴν σελήνην εἰ διαπρέπει τῶν ἄλλων ἠρώτας ἀστέρων. καὶ μὴν ἐπῄνουν τινές, εἶπε, καὶ τὸν Θετταλὸν νεανίσκον. τὰ δεύτερα, ἦν δ̓ ἐγώ, καὶ τρίτα νέμοντες, τήν τε κορωνίδα τῆς πομπῆς καὶ ὀφθαλμὸν ἀληθῶς τὴν σὴν θυγατέρα γνωρίζοντες. ἥδετο τούτοις ὁ Χαρικλῆς, καί μοι ὁ σκοπὸς ἐκ τῶν ἀληθῶν ἠνύετο, θαρσεῖν μοι τὸν ἄνδρα βουλομένῳ παντοίως. καὶ μειδιάσας, πορεύομαι νῦν ἐπ’ αὐτήν, ἔλεγεν: εἰ δέ σοι φίλον, συμπροθυμήθητι, καὶ μή τι πρὸς τῆς ὀχλικῆς ἀηδίας ἐπιτέτριπται συνεπίσκεψαι. χαίρων μὲν ἐπένευον, ἐνεδεικνύμην δὲ ὡς ἀσχολίας ἄλλης προυργιαίτερον τίθεμαι τὸ κατ̓ αὐτόν.
- 3.7.1
ἐπεὶ δὲ παρεγενόμεθα οὗ κατήγετο, καταλαμβάνομεν εἰσελθόντες ἐπὶ τῆς εὐνῆς ἀλύουσαν καὶ τοὺς ὀφθαλμοὺς τῷ ἔρωτι διαβρόχους. κἀπειδὴ τὸν πατέρα τὰ εἰωθότα περιεπτύξατο, πυνθανομένῳ τι πεπόνθοι, τῆς κεφαλῆς ἄλγημα διοχλεῖν ἔλεγεν, ἡδέως τε ἂν ἠρεμεῖν, εἴ τις ἐπιτρέποι. πρὸς ταῦτα διαταραχθεὶς ὁ Χαρικλῆς ὑπεξῄει τε τοῦ θαλάμου σὺν ἡμῖν, ἡσυχίαν ταῖς θεραπαίναις ἐπιτάξας, προελθών τε τῆς οἰκίας, τί ἄρα τοῦτο, ἔλεγεν, ὦ ʼγαθὲ Καλάσιρι; τίς ἡ προσπεσοῦσα τῷ θυγατρίῳ μαλακία; μὴ θαύμαζε, εἶπον, εἰ τοσούτοις ἐμπομπεύσασα δήμοις ὀφθαλμόν τινα βάσκανον ἐπεσπάσατο. γελάσας οὖν εἰρωνικόν, καὶ σὺ γάρ, εἶπεν, ὡς ὁ πολὺς ὄχλος, εἶναί τινα βασκανίαν ἐπίστευσας; εἴπερ τι καὶ ἄλλο τῶν ἀληθῶν, ἔφην. ἔχει γὰρ οὕτως. ὁ περικεχυμένος ἡμῖν οὗτος ἀὴρ δἰ ὀφθαλμῶν τε καὶ ῥινῶν καὶ ἄσθματος καὶ τῶν ἄλλων πόρων εἰς τὰ βάθη διικνούμενος, καὶ τῶν ἔξωθεν ποιοτήτων συνεισφερόμενος, οἷος ἂν εἰσρεύσῃ, τοιοῦτο καὶ τοῖς δεξαμένοις πάθος ἐγκατέσπειρεν, ὥστε ὁπόταν σὺν φθόνῳ τις ἴδῃ τὰ καλά, τὸ περιέχον τε δυσμενοῦς ποιότητος ἐνέπλησε καὶ τὸ παῤ ἑαυτοῦ πνεῦμα πικρίας ἀνάμεστον εἰς τὸν πλησίον διερρίπισε. τὸ δέ, ἅτε λεπτομερές, ἄχρις ἐπ’ ὀστέα καὶ μυελοὺς αὐτοὺς εἰσδύεται: καὶ νόσος ἐγένετο πολλοῖς ὁ φθόνος, οἰκεῖον ὄνομα βασκανίαν ἐπιδεξάμενος. ἤδη δὲ κἀκεῖνα σκόπησον, ὦ Χαρίκλεις, ὅσοι μὲν ὀφθαλμίας ὅσοι δὲ τῆς ἐκ λοιμῶν καταστάσεως ἀνεπλήσθησαν, θιγόντες μὲν οὐδαμῶς τῶν καμνόντων, ἀλλ̓ οὐδὲ εὐνῆς, ἀλλ̓ οὐδὲ τραπέζης τῆς αὐτῆς μετασχόντες, ἀέρος δὲ μόνου ταὐτοῦ κοινωνήσαντες. τεκμηριούτω δέ σοι τὸν λόγον, εἴπερ ἄλλο τι, καὶ ἡ τῶν ἐρώτων γένεσις, οἷς τὰ ὁρώμενα τὴν ἀρχὴν ἐνδίδωσι, καὶ οἷον ὑπήνεμα διὰ τῶν ὀφθαλμῶν τὰ πάθη ταῖς ψυχαῖς εἰστοξεύονται. καὶ μάλα γε εἰκότως: τῶν γὰρ ἐν ἡμῖν πόρων τε καὶ αἰσθήσεων πολυκίνητόν τε καὶ θερμότατον οὖσα ἡ ὄψις δεκτικωτέρα πρὸς τὰς ἀπορροίας γίνεται, τῷ κατ̓ αὐτὴν ἐμπύρῳ πνεύματι τὰς μεταβάσεις τῶν ἐρώτων
- 3.8.1
ἐπισπωμένη. εἰ δὲ χρή σοι καὶ παραδείγματος ἕνεκα λόγον τινὰ φυσικώτερον παραθέσθαι, βίβλοις δὲ ἱεραῖς ταῖς περὶ ζώων ἀνάγραπτον: ὁ χαραδριὸς τοὺς ἰκτεριῶντας ἰᾶται, καὶ ὁ τοῦτο πάσχων εἰ τῷ ὀρνέῳ προσβλέποι, τὸ δὲ φεύγει καὶ ἀποστρέφεται τοὺς ὀφθαλμοὺς ἐπιμῦσαν, οὐ φθονοῦν, ὡς οἴονταί τινες, τῆς ὠφελείας, ἀλλ̓ ὅτι θεώμενος ἕλκειν καὶ μετασπᾶν εἰς ἑαυτὸν ὥσπερ ῥεῦμα πέφυκε τὸ πάθος: καὶ διὰ τοῦτο ἐκκλίνει καθάπερ τρῶσιν τὴν ὅρασιν. καὶ ὄφεων δὲ ὁ καλούμενος βασιλίσκος ὅτι καὶ πνεύματι μόνῳ καὶ βλέμματι πᾶν ἀφαυαίνει καὶ λυμαίνεται τὸ ὑποπῖπτον, ἴσως ἀκήκοας. εἰ δέ τινες καὶ τοὺς φιλτάτους, καὶ οἷς εὖνοι τυγχάνουσι, καταβασκαίνουσιν, οὐ χρὴ θαυμάζειν: φύσει γὰρ φθονερῶς ἔχοντες οὐχ ὃ βούλονται δρῶσιν, ἀλλ̓ ὃ πεφύκασι.
- 3.9.1
πρὸς ταῦτα μικρὸν ἐπιστήσας, τὸ μὲν ἀπόρημα, ἔφη, σοφώτατα καὶ πιστικώτατα διέλυσας: εἴθε δὲ καὶ αὐτὴ πόθου ποτὲ καὶ ἔρωτος αἴσθοιτο. τότε ἂν ὑγιαίνειν αὐτήν, οὐ νοσεῖν ὑπέλαβον. οἶσθα ὡς ἐπὶ τοῦτό σε καὶ παρεκάλεσα. νῦν δὲ οὐδὲν δέος μὴ τοῦτο πέπονθεν ἡ μισόλεκτρος καὶ ἀνέραστος, ἀλλὰ βασκανίαν ἔοικε τῷ ὄντι νοσεῖν. καὶ δῆλον ὡς καὶ ταύτην διαλῦσαι βουλήσῃ, φίλος τε ὢν καὶ τὰ πάντα σοφός. ἐπηγγελλόμην, εἴ τι πάσχουσαν αἰσθοίμην, εἰς δύναμιν βοηθήσειν.
- 3.10.1
καὶ περὶ τούτων ἔτι διασκοπουμένοις ἡμῖν ἐφίσταταί τις ἐσπουδασμένως, καὶ ὦ ʼγαθοί φησιν, ὑμεῖς δὲ ὥσπερ ἐπὶ μάχην ἢ πόλεμον ἀλλ̓ οὐκ εὐωχίαν κληθέντες, οὕτω μέλλετε: ἣν παρασκευάζει μὲν ὁ κάλλιστος Θεαγένης, ἐποπτεύει δὲ ὁ μέγιστος ἡρώων Νεοπτόλεμος. δεῦῤ ἴτε, μηδὲ εἰς ἑσπέραν τὸ συμπόσιον παρέλκετε, μόνοι τῶν πάντων ἀπολειπόμενοι. προσκύψας οὖν μοι πρὸς τὸ οὖς ὁ Χαρικλῆς, οὗτος, ἔφη, τὴν ἀπὸ ξύλου κλῆσιν ἥκει φέρων, ὡς λίαν ἀπροσδιόνυσος, καὶ ταῦτα ὑποβεβρεγμένος. ἀλλ̓ ἴωμεν, ὡς δέος μὴ καὶ πληγὰς ἡμῖν ἐμφορήσῃ τελευτῶν. σὺ μὲν παίζεις, ἴωμεν δ̓ οὖν, ἔφην. ἐπεὶ δὲ ἐπέστημεν, ἑαυτοῦ πλησίον τὸν Χαρικλέα κατέκλινεν ὁ Θεαγένης, ἔνεμε δὲ ἄρα τι κἀμοὶ τιμῆς τοῦ Χαρικλέους ἕνεκα. τὰ μὲν οὖν ἄλλα τῆς εὐωχίας τί ἂν λέγων ἐνοχλοίην, τοὺς παρθενικοὺς χορούς, τὰς αὐλητρίδας, τὴν ἐνόπλιον τῶν ἐφήβων καὶ πυρρίχιον ὄρχησιν, τἆλλα οἷς τὸ πολυτελὲς τῶν ἐδεσμάτων ὁ Θεαγένης διῄτησεν, εὐόμιλόν τε καὶ ποτιμώτερον τὸ συμπόσιον ἀπεργαζόμενος: ἀλλ̓ ἃ δὴ μάλιστα σοί τε ἀκούειν ἀναγκαῖον ἐμοί τε λέγειν ἥδιον, ἐκεῖνα ἦν. ὁ Θεαγένης ἐνεδείκνυτο μὲν ἱλαρὸς εἶναι καὶ φιλοφρονεῖσθαι τοὺς παρόντας ἐβιάζετο, ἡλίσκετο δὲ πρὸς ἐμοῦ τὴν διάνοιαν ὅποι φέροιτο, νῦν μὲν τὸ ὄμμα ἠνεμωμένος, νῦν δὲ βύθιόν τι καὶ ἀπροφάσιστον ἐπιστένων, καὶ ἄρτι μὲν κατηφής τε καὶ ὥσπερ ἐπ’ ἐννοίας, ἄρτι δὲ ἀθρόον ἐπὶ τὸ φαιδρότερον. ἑαυτὸν μεταπλάττων, ὥσπερ ἐν συναισθήσει γινόμενος καὶ ἑαυτὸν ἀνακαλούμενος καὶ πρὸς πᾶσαν μεταβολὴν ῥᾳδίως ὑποφερόμενος. διάνοια γὰρ ἐρῶντος ὅμοιόν τι καὶ μεθύοντος, εὔτρεπτόν τε καὶ οὐδεμίαν ἕδραν ἀνεχόμενον, ἅτε τῆς ψυχῆς ἀμφοτέροις ἐφ̓ ὑγροῦ τοῦ πάθους σαλευούσης: διὸ καὶ πρὸς μέθην ὁ ἐρῶν καὶ πρὸς τὸ ἐρᾶν ὁ μεθύων ἐπίφορος.
- 3.11.1
ὡς δὲ καὶ χάσμης ἀδημονούσης ἀνάπλεως ἐφαίνετο, τότε δὴ καὶ τοῖς ἄλλοις τῶν παρόντων κατάδηλος ἦν οὐχ ὑγιαίνων: ὥστε καὶ τὸν Χαρικλέα καθεωρακότα ἀλλ̓ ἢ τὸ ἀνώμαλον, ἡσυχῇ πρός με εἰπεῖν, καὶ τοῦτον βάσκανος εἶδεν ὀφθαλμός, καὶ ταὐτόν μοι δοκεῖ πεπονθέναι τῇ Χαρικλείᾳ. ταὐτόν, ἔφην ἐγώ, νὴ τὴν Ἶσιν, ὀρθῶς τε καὶ οὐκ ἀπεικότως, εἴπερ καὶ ἐν τῇ πομπῇ μετ̓ ἐκείνην διέπρεπε. ταῦτα μὲν ἡμεῖς: ἐπεὶ δὲ τὰς κύλικας ἔδει περιάγεσθαι, προέπινεν ὁ Θεαγένης καὶ ἄκων ἑκάστῳ φιλοτησίαν. ὡς δὲ εἰς ἐμὲ περιῆλθεν, ἔχω τὴν φιλοφρόνησιν εἰπόντος, ὑποδεξαμένου δὲ οὐδαμῶς, ὀξύ τε καὶ διάπυρον ἐνεῖδεν, ὑπερορᾶσθαι προσδοκήσας. συνεὶς οὖν ὁ Χαρικλῆς, οἴνου καὶ ἐδεσμάτων, εἶπε, τῶν ἐψυχωμένων ἀπέχεται. τοῦ δὲ τὴν αἰτίαν ἐρομένου, Μεμφίτης ἐστίν, εἶπεν, Αἰγύπτιος, καὶ προφήτης τῆς Ἴσιδος. ὁ δὴ Θεαγένης ὡς τὸν Αἰγύπτιον καὶ τὸν προφήτην ἤκουσεν, ἡδονῆς τε ἀθρόον ἐνεπλήσθη, καὶ ὥσπερ οἱ θησαυρῷ τινὶ προστυχόντες, ὀρθώσας ἑαυτόν, ὕδωρ τε αἰτήσας καὶ πιών, ὦ σοφώτατε, εἶπεν, ἀλλὰ σύ γε ταύτην δέχου τὴν φιλοτησίαν, ἣν ἀπὸ τῶν ἡδίστων σοι προέπιον: καὶ φιλίαν ἥδε ἡμῖν ἡ τράπεζα σπενδέσθω. ἐσπείσθω, ἔφην, καλὲ Θεάγενες, ἐμοὶ καὶ πάλαι οὖσα πρὸς σέ. καὶ ὑποδεξάμενος ἔπινον.
- 3.11.2
καὶ τότε μὲν εἰς ταῦτα ἔληξε τὸ συμπόσιον, καὶ ἀπηλλαττόμεθα ἐπ’ οἶκον τὸν ἴδιον ἕκαστος, πολλά με τοῦ Θεαγένους καὶ θερμότερα ἢ κατὰ τὴν προϋπάρχουσαν γνῶσιν κατασπασαμένου: ἐπεὶ δὲ ἦλθον οὗ κατηγόμην, ἄυπνος τὰ πρῶτα διῆγον ἐπὶ τῆς εὐνῆς, ἄνω καὶ κάτω τὴν περὶ τῶν. νέων φροντίδα στρέφων, καὶ τοῦ χρησμοῦ τὰ τελευταῖα τί ἄρα βούλοιτο ἀνιχνεύων. ἤδη δὲ μεσούσης τῆς νυκτὸς ὁρῶ τὸν Ἀπόλλω καὶ τὴν Ἄρτεμιν, ὡς ᾤμην, εἴγε ᾤμην, ἀλλὰ μὴ ἀληθῶς ἑώρων. καὶ ὃ μὲν τὸν Θεαγένην ἣ δὲ τὴν Χαρίκλειαν ἐνεχείριζεν, ὀνομαστί τέ με προσκαλοῦντες, ὥρα σοι, ἔλεγον, εἰς τὴν ἐνεγκοῦσαν ἐπανήκειν: οὕτω γὰρ ὁ μοιρῶν ὑπαγορεύει θεσμός. αὐτός τε οὖν ἔξιθι, καὶ τούσδε ὑποδεξάμενος ἄγε συνεμπόρους, ἴσα τε παισὶ ποιούμενος, καὶ παράπεμπε ἀπὸ τῆς Αἰγυπτίων ὅποι τε καὶ ὅπως τοῖς θεοῖς φίλον.
- 3.12.1
ταῦτα εἰπόντες οἳ μὲν ἀπεχώρησαν, ὅτι μὴ ὄναρ ἦν ἡ ὄψις ἀλλ̓ ὕπαρ ἐνδειξάμενοι: ἐγὼ δὲ τὰ μὲν ἄλλα συνίην ὡς ἑωράκειν, εἰς τίνας δὲ ἀνθρώπους ἢ εἰς τίνα γῆν παραπέμπεσθαι τοὺς νέους τοῖς θεοῖς φίλον ἠπόρουν.
- 3.12.2
καὶ ὁ Κνήμων, ταῦτα μέν, ἔφη, ὦ πάτερ, ἐς ὕστερον αὐτός γε ἐγνωκὼς ἐρεῖς πρὸς ἡμᾶς: ἀλλὰ τίνα δὴ τρόπον ἔφασκες ἐνδεδεῖχθαί σοι τοὺς θεοὺς ὅτι μὴ ἐνύπνιον ἦλθον ἀλλ̓ ἐναργῶς ἐφάνησαν; ὃν τρόπον, εἶπεν, ὦ τέκνον, καὶ ὁ σοφὸς Ὅμηρος αἰνίττεται: οἱ πολλοὶ δὲ τὸ αἴνιγμα παρατρέχουσιν: ἴχνια γὰρ μετόπισθεν, ὡς ἐκεῖνός που λέγει, ποδῶν ἠδὲ κνημάων ῥεἶ ἔγνων ἀπιόντος. ἀρίγνωτοι δὲ θεοί περ. ἀλλ̓ ἢ καὶ αὐτὸς ἔοικα τῶν πολλῶν εἶναι, καὶ τοῦτο ἴσως ἐλέγχειν ὦ Καλάσιρι βουλόμενος τῶν ἐπῶν ἐμνημόνευσας, ὧν ἐγὼ τὴν μὲν ἐπιπολῆς διάνοιαν, ὅτε περ καὶ τὴν λέξιν, οἶδα ἐκδιδαχθείς, τὴν δὲ ἐγκατεσπαρμένην αὐτοῖς θεολογίαν ἠγνόηκα.
- 3.13.1
μικρὸν οὖν ἐπιστήσας ὁ Καλάσιρις, καὶ τὸν νοῦν πρὸς τὸ μυστικώτερον ἀνακινήσας, θεοὶ καὶ δαίμονες, εἶπεν, ὦ Κνήμων, ἐπιφοιτῶντές τε εἰς ἡμᾶς καὶ ἀποφοιτῶντες εἰς ἄλλο μὲν ζῶον ἐπ’ ἐλάχιστον, εἰς ἀνθρώπους δὲ ἐπὶ πλεῖστον ἑαυτοὺς εἰδοποιοῦσι, τῷ ὁμοίῳ πλέον ἡμᾶς εἰς τὴν φαντασίαν ὑπαγόμενοι. τοὺς μὲν δὴ βεβήλους κἂν διαλάθοιεν, τὴν δὲ σοφοῦ γνῶσιν οὐκ ἂν διαφύγοιεν, ἀλλὰ τοῖς τε ὀφθαλμοῖς ἂν γνωσθεῖεν ἀτενὲς δἰ ὅλου βλέποντες καὶ τὸ βλέφαρον οὔ ποτε ἐπιμύοντες, καὶ τῷ βαδίσματι πλέον, οὐ κατὰ διάστασιν τοῖν ποδοῖν οὐδὲ μετάθεσιν ἀνυομένῳ, ἀλλὰ κατά τινα ῥύμην ἀέριον καὶ ὁρμὴν ἀπαραπόδιστον τεμνόντων μᾶλλον τὸ περιέχον ἢ διαπορευομένων. διὸ δὴ καὶ τὰ ἀγάλματα τῶν θεῶν Αἰγύπτιοι τὼ πόδε ζευγνύντες καὶ ὥσπερ ἑνοῦντες ἱστᾶσιν. ἅ δὴ καὶ Ὅμηρος εἰδώς, ἅτε Αἰγύπτιος καὶ τὴν ἱερὰν παίδευσιν ἐκδιδαχθείς, συμβολικῶς τοῖς ἔπεσιν ἐναπέθετο, τοῖς δυναμένοις συνιέναι γνωρίζειν καταλιπών, ἐπὶ μὲν τῆς Ἀθηνᾶς δεινὼ δέ οἱ ὄσσε φάανθεν εἰπών, ἐπὶ δὲ τοῦ Ποσειδῶνος τὸ ἴχνια γὰρ μετόπισθε ποδῶν ἠδὲ κνημάων ῥεἶ ἔγνων ἀπιόντος, οἷον ῥέοντος ἐν τῇ πορείᾳ. τοῦτο γάρ ἐστι τὸ ῥεἶ ἀπιόντος, καὶ οὐχ ὥς τινες ἠπάτηνται, ῥᾳδίως ἔγνων ὑπολαμβάνοντες.
- 3.14.1
ταῦτα μέν, ὦ θειότατε, μεμύηκας, ἔφη ὁ Κνήμων: Αἰγύπτιον δὲ Ὅμηρον ἀποκαλοῦντός σου πολλάκις, ὃ τῶν πάντων ἴσως οὐδεὶς ἀκήκοεν εἰς τὴν σήμερον, οὔτε ἀπιστεῖν ἔχω, καὶ σφόδρα θαυμάζων ἱκετεύω μὴ παραδραμεῖν σε τοῦ λόγου τὴν ἀκρίβειαν. ὦ Κνήμων, εἰ καὶ ἔξωρον τὸ περὶ τούτων νυνὶ διαλαμβάνειν, ἀλλ̓ ὅμως ἀκούοις ἂν ἐπιτέμνοντος. Ὅμηρος, ὦ φίλος, ὑπ’ ἄλλων μὲν ἄλλοθεν ὀνομαζέσθω, καὶ πατρὶς ἔστω τῷ σοφῷ πᾶσα πόλις, ἦν δὲ εἰς ἀλήθειαν ἡμεδαπὸς Αἰγύπτιος, καὶ πόλις αὐτῷ Θῆβαι αἱ ἑκατόμπυλοί εἰσι κατ̓ αὐτὸν ἐκεῖνον, πατὴρ δὲ τῷ μὲν δοκεῖν προφήτης, τὸ δὲ ἀψευδὲς Ἑρμῆς, οὗπερ ἦν ὁ δοκῶν πατὴρ προφήτης. τῇ γὰρ τούτου γαμετῇ τελούσῃ τινὰ πάτριον ἁγιστείαν καὶ κατὰ τὸ ἱερὸν καθευδούσῃ συνῆλθεν ὁ δαίμων, καὶ ποιεῖ τὸν Ὅμηρον, φέροντά τι τῆς ἀνομοίου μίξεως σύμβολον: θατέρῳ γὰρ τοῖν μηροῖν αὐτόθεν ἐξ ὠδίνων πολύ τι μῆκος τριχῶν ἐπεπόλαζεν. ὅθεν παῤ ἄλλοις τε, καὶ οὐχ ἥκιστα παῤ Ἕλλησιν ἀλητεύων καὶ τὴν ποίησιν ᾅδων τοῦ ὀνόματος ἔτυχεν, αὐτὸς μὲν τὸ ἴδιον οὐ λέγων, ἀλλ̓ οὐδὲ πόλιν ἢ γένος ὀνομάζων, τῶν δὲ ἐγνωκότων τὸ περὶ τὸ σῶμα πάθος εἰς ὄνομα κρατησάντων. τί δὲ σκοπῶν, ὦ πάτερ, ἐσιώπα τὴν ἐνεγκοῦσαν; ἤτοι τὸ φυγὰς εἶναι καταιδούμενος: ἐδιώχθη γὰρ ὑπὸ τοῦ πατρός, ὅτε ἐξ ἐφήβων εἰς τοὺς ἱερωμένους ἐνεκρίνετο, ἀπὸ τοῦ κηλῖδα φέρειν ἐπὶ τοῦ σώματος νόθος εἶναι γνωρισθείς: ἢ καὶ τοῦτο σοφίᾳ κατεργαζόμενος, κἀκ τοῦ τὴν οὖσαν ἀποκρύπτειν πᾶσαν ἑαυτῷ πόλιν πατρίδα μνώμενος.
- 3.15.1
ταῦτα μὲν εὖ τε καὶ ἀληθῶς μοι λέγειν ἔδοξας, τεκμαιρομένῳ τῆς τε ποιήσεως τοῦ ἀνδρὸς τὸ ἀνειμένον τε καὶ ἡδονῇ πάσῃ σύγκρατον ὡς Αἰγύπτιον, καὶ τὸ τῆς φύσεως ὑπερέχον ὡς οὐκ ἂν οὕτω τοὺς πάντας ὑπερβαλλόμενον, εἰ μή τινος θείας καὶ δαιμονίας ὡς ἀληθῶς μετέσχε καταβολῆς. ἀλλ̓ ἐπεὶ τοὺς θεοὺς ὁμηρικῶς ἐφώρασας, ὦ Καλάσιρι, τίνα τὰ μετὰ ταῦτα εἰπέ μοι. τοῖς προτέροις ὦ Κνήμων ὅμοια, πάλιν ἀγρυπνίαι καὶ βουλεύματα καὶ νυκτῶν φίλαι φροντίδες. ἔχαιρον, εὑρηκέναι τι τῶν οὐ προσδοκωμένων ἐλπίζων καὶ εἰς τὴν ἐνεγκοῦσαν ἐπανήξειν προσδοκῶν: ἠνιώμην δέ, ὅτι ὁ Χαρικλῆς στερήσεται τῆς θυγατρὸς ἐννοῶν. ἠπόρουν ὅτῳ δεήσει τρόπῳ τοὺς νέους συναγαγεῖν καὶ κατασκευάσαι τὴν ἔξοδον συμφρονεῖν. τὸν δρασμὸν ἠγωνίων ὅπως μὲν λήσομεν, ὅποι δὲ τραπῶμεν, καὶ πότερον διὰ γῆς ἢ θαλαττεύοντες. καὶ ἁπλῶς κλύδων μέ τις εἶχε φροντισμάτων, ἄυπνός τε τὸ λειπόμενον ἐταλαιπώρουν τῆς νυκτός.
- 3.16.1
οὔπω δὲ ἡμέρας ἀκριβῶς ὑποφαινούσης ἐψόφει τε ἡ μέταυλος, καί τινος ᾐσθόμην καλοῦντος παιδίον. ἐρομένου δὲ τοῦ ὑπηρέτου τίς ὁ κόπτων τὴν θύραν ἢ κατὰ ποίαν τὴν χρείαν, ἀπάγγελλε, εἶπεν ὁ καλῶν, ὅτι Θεαγένης ὁ Θετταλός. ἥσθην ἀπαγγελθέντα μοι τὸν νεανίαν, καὶ εἰσκαλεῖν ἐκέλευον, ἐνδιδόναι μοι ταὐτόματον ἀρχὴν τῶν ἐν χερσὶ βουλῶν ἡγησάμενος. ἐτεκμαιρόμην γὰρ ὅτι με παρὰ τὸ συμπόσιον Αἰγύπτιον καὶ προφήτην ἀκηκοὼς ἥκει συνεργὸν πρὸς τὸν ἔρωτα ληψόμενος, πάσχων, οἶμαι, τὸ τῶν πολλῶν πάθος, οἳ τὴν Αἰγυπτίων σοφίαν μίαν καὶ τὴν αὐτὴν ἠπάτηνται, κακῶς εἰδότες. ἣ μὲν γάρ τις ἐστὶ δημώδης, καὶ ὡς ἄν τις εἴποι, χαμαὶ ἐρχομένη, εἰδώλων θεράπαινα καὶ περὶ σώματα νεκρῶν εἰλουμένη, βοτάναις προστετηκυῖα καὶ ἐπῳδαῖς ἐπανέχουσα, πρὸς οὐδὲν ἀγαθὸν τέλος οὔτε αὐτὴ προσιοῦσα οὔτε τοὺς χρωμένους φέρουσα, ἀλλ̓ αὐτὴ περὶ αὑτὴν τὰ πολλὰ πταίουσα, λυπρὰ δέ τινα καὶ γλίσχρα ἔστιν ὅτε κατορθοῦσα, φαντασίας τῶν μὴ ὄντων ὡς ὄντων καὶ ἀποτυχίας τῶν ἐλπιζομένων, πράξεων ἀθεμίτων εὑρετὶς καὶ ἡδονῶν ἀκολάστων ὑπηρέτις. ἡ δὲ ἑτέρα, τέκνον, ἡ ἀληθῶς σοφία, ἧς αὕτη παρωνύμως ἐνοθεύθη, ἣν ἱερεῖς καὶ προφητικὸν γένος ἐκ νέων ἀσκοῦμεν, ἄνω πρὸς τὰ οὐράνια βλέπει, θεῶν συνόμιλος καὶ φύσεως κρειττόνων μέτοχος, ἄστρων κίνησιν ἐρευνῶσα καὶ μελλόντων πρόγνωσιν κερδαίνουσα, τῶν μὲν γηίνων τούτων κακῶν ἀποστατοῦσα, πάντα δὲ πρὸς τὸ καλὸν καὶ ὅ τι ὠφέλιμον ἀνθρώποις ἐπιτηδεύουσα. δἰ ἣν κἀγὼ τῆς ἐνεγκούσης εἰς καιρὸν ἐξέστην, εἴ πῃ, καθὼς καὶ πρότερόν σοι διῆλθον, τὰ προρρηθέντα μοι παῤ αὐτῆς καὶ τὸν τῶν ἐμῶν παίδων κατ̓ ἀλλήλων πόλεμον περιγράψαιμι. ταῦτα μὲν οὖν θεοῖς τε τοῖς ἄλλοις καὶ μοίραις ἐπιτετράφθω, οἳ τοῦ ποιεῖν τε καὶ μὴ τὸ κράτος ἔχουσιν: οἳ καὶ τὴν φυγήν μοι τὴν ἐκ τῆς ἐνεγκούσης οὐ διὰ ταῦτα πλέον, ὡς ἔοικεν, ἢ τὴν Χαρικλείας εὕρεσιν ἐπέβαλον.
- 3.17.1
καὶ τοῦτο μὲν ὅπως, εἴσῃ τοῖς ἑξῆς: τὸν δὲ Θεαγένην, ἐπειδήπερ εἰσῆλθεν, ἀσπασάμενον ἀμειψάμενος ἐμαυτοῦ τε πλησίον ἐπὶ τῆς εὐνῆς ἐκάθιζον, καὶ τί χρέος ὄρθριόν σε ἄγει παῤ ἡμᾶς ἠρώτων. ὃ δὲ τὸ πρόσωπον ἐπὶ πολὺ καταψήσας, ἀγωνιῶ μέν, ἔφη; περὶ τοῦ παντός, ἐρυθριῶ δὲ ἐκφαίνειν. καὶ ἐσιώπησεν. ἔγνων οὖν καιρὸν εἶναι τερατεύεσθαι πρὸς αὐτὸν καὶ μαντεύεσθαι δῆθεν ἅπερ ἐγίνωσκον. ἱλαρώτερον οὖν αὐτῷ προσβλέψας, εἰ καὶ αὐτὸς λέγειν ὀκνεῖς, ἔφην, ἀλλὰ τῇ γε ἡμετέρᾳ σοφίᾳ καὶ θεοῖς οὐδὲν ἄγνωστον. καὶ ἐπιστήσας ὀλίγον, καὶ ψήφους τινὰς οὐδὲν καταριθμούσας ἐπὶ δακτύλων συνθείς, τήν τε κόμην διασείσας καὶ τοὺς κατόχους μιμούμενος, ἐρᾷς εἶπον, ὦ τέκνον. ἀνήλατο πρὸς τὴν μαντείαν. ὡς δὲ ὅτι καὶ Χαρικλείας προσέθηκα, τοῦτ̓ ἐκεῖνο θεοκλυτεῖν με νομίσας, μικροῦ μὲν καὶ προσεκύνησε πεσών, ἐμοῦ δὲ ἐπέχοντος ἐφίλει πολλὰ τὴν κεφαλὴν προσελθών. τοῖς δὲ θεοῖς ὡμολόγει χάριν, οὐκ ἐσφαλμένος ὧν προσεδόκησε, σωτῆρά τέ με γενέσθαι παρεκάλει: μὴ γὰρ ἂν περισωθῆναι βοηθείας, καὶ ταύτης ταχείας, ἀποτυχόντα: τοσοῦτον αὐτῷ τὸ κακὸν ἐνσκῆψαι, καὶ οὕτως ὑπὸ τοῦ πόθου φλέγεσθαι, πρῶτον καὶ ταῦτα πειρώμενον ἔρωτος. ὁμιλίας γὰρ ἔτι γυναικὸς ἀπείρατος εἶναι διετείνετο, πολλὰ διομνύμενος: ἀεὶ γὰρ διαπτύσαι πάσας καὶ γάμον αὐτὸν καὶ ἔρωτας, εἴ τινος ἀκούσειεν, ἕως τὸ Χαρικλείας αὐτὸν ἤλεγξε κάλλος ὅτι μὴ φύσει καρτερικὸς ἦν, ἀλλ̓ ἀξιεράστου γυναικὸς εἰς τὴν παρελθοῦσαν ἀθέατος. καὶ ταῦτα λέγων ἐπεδάκρυεν, ὥσπερ ὅτι πρὸς βίαν ἥττηται κόρης ἐνδεικνύμενος. ἀνελάμβανον οὖν αὐτόν, καὶ θάρσει ἔλεγον, ἐπειδήπερ ἅπαξ καταπέφευγας ἐφ̓ ἡμᾶς. οὐχ οὕτως ἐκείνη κρείττων ἔσται τῆς ἡμετέρας σοφίας. ἔστι μὲν αὐστηροτέρα καὶ κατενεχθῆναι πρὸς ἔρωτα δύσμαχος, Ἀφροδίτην καὶ γάμον ἀτιμάζουσα καὶ μέχρις ὀνόματος. ἀλλὰ διὰ σὲ πάντα κινητέον. τέχνη καὶ φύσιν οἶδε βιάζεσθαι. μόνον εὔθυμος εἶναι, καὶ ὑφηγουμένῳ τὰ δέοντα πείθεσθαι πράττειν. ἐπηγγέλλετο ἅπαντα ποιήσειν ὡς ἂν ἐγὼ προστάττω, κἂν εἰ ξιφῶν ἐπιβαίνειν κελεύοιμι.
- 3.18.1
λιπαροῦντος δὴ περὶ τούτων καὶ μισθὸν ἅπασαν ὑπισχνουμένου τὴν οὐσίαν, ἥκων τις παρὰ τοῦ Χαρικλέους, δεῖταί σου Χαρικλῆς, ἔλεγεν, ἀφικέσθαι παῤ αὐτόν: ἔστι δὲ πλησίον ἐνταῦθα ἐν τῷ Ἀπολλωνίῳ, καὶ ὕμνον ἀποθύει τῷ θεῷ, τεταραγμένος τι κατὰ τοὺς ὕπνους. ἐξανίσταμαι παραχρῆμα, καὶ τὸν Θεαγένην ἀποπέμψας, ἐπὶ τὸν νεὼν ἀφικόμενος ἐπὶ θώκου τινὸς καταλαμβάνω τὸν Χαρικλέα καθήμενον, ἄγαν περίλυπον καὶ συνεχῶς ἐπιστένοντα. προσελθὼν οὖν, τί σύννους καὶ σκυθρωπός, ἠρώτων. ὃ δέ, τί γὰρ οὐ μέλλω, φησίν, ὀνειράτων τέ με διαταραξάντων, καὶ τῆς θυγατρός, ὡς ἐπυθόμην, ἀηδέστερον διατεθείσης καὶ τὴν νύκτα πᾶσαν ἄυπνον διαγαγούσης; ἐμὲ δὲ λυπεῖ μὲν καὶ ἄλλως οὐχ ὑγιαίνουσα, πλέον δὲ ὅτι τῆς κυρίας τοῦ ἀγῶνος εἰς τὴν ἑξῆς ἐνεστηκυίας, εἰς ἣν τοῖς ὁπλίταις δρομεῦσι δᾷδας ἀναφαίνειν καὶ βραβεύειν τὴν ζάκορον νόμιμον, δυοῖν θάτερον, ἢ ἀνάγκη ταύτην ἀπολιμπανομένην λυμαίνεσθαι τὸ πάτριον, ἢ καὶ ἄκουσαν ἀφικνουμένην ἐπιτρίβεσθαι χαλεπώτερον. ὥστε εἰ καὶ μὴ πρότερον, ἀλλὰ νῦν γε ἐπαρκῶν καί τινα προσάγων ἴασιν δικαίως μὲν ἂν πρὸς ἡμᾶς καὶ φιλίαν τὴν ἡμετέραν, εὐσεβῶς δὲ πρὸς τὸ θεῖον ποιοίης. οἶδα ὡς οὐδὲν ἐργῶδες βουλομένῳ σοι τὸ πρᾶγμα, βασκανίαν, ὡς αὐτὸς ἔφης, ἰάσασθαι: προφήταις καὶ τὰ μέγιστα κατορθοῦν οὐκ ἀδύνατον. ὡμολόγουν ἠμεληκέναι, σοφιστεύων καὶ πρὸς ἐκεῖνον, καὶ τὴν παροῦσαν ἐνδοῦναι παρεκάλουν: ἔχειν γάρ τι συνθεῖναι πρὸς τὴν ἴασιν. τὸ δὲ νυνὶ παρὰ τὴν κόρην ἴωμεν, ἔφην, ἐπισκεψόμενοί τε ἀκριβέστερον καὶ παραμυθησόμενοι πρὸς ὅσον δυνατόν. ἅμα δὲ ὦ Χαρίκλεις βούλομαί σε καὶ λόγους τινὰς ὑπὲρ ἐμοῦ κινῆσαι πρὸς τὴν παῖδα, καὶ γνωριμώτερον ἀποφῆναι παρακαταθέμενον, ὅπως ἂν οἰκειότερον ἔχουσα πρός με θαρραλεώτερον ἰώμενον προσίηται. γινέσθω ταῦτα, ἔφη, καὶ ἀπίωμεν.
- 3.19.1
ἐπειδὴ οὖν ἐπέστημεν τῇ Χαρικλείᾳ, τὰ μὲν πολλὰ τί ἄν τις λέγοι; ἐδεδούλωτο μὲν γὰρ ὁλοσχερῶς τῷ πάθει, καὶ τήν τε παρειὰν ἤδη τὸ ἄνθος ἔφευγε, καὶ τὸ φλέγον τοῦ βλέμματος καθάπερ ὕδασιν ἐῴκει τοῖς δάκρυσιν ἀποσβεννυμένῳ. κατέστελλε δ̓ οὖν ὅμως ἑαυτήν, ἐπειδήπερ ἡμᾶς ἐθεάσατο, καὶ πρὸς τὸ σύνηθες βλέμμα καὶ φθέγμα παντοίως ἐπανάγειν ἐβιάζετο. περιβαλὼν δὲ αὐτὴν ὁ Χαρικλῆς καὶ μυρία φιλήσας καὶ θεραπείας οὐδὲν ἀπολιπών, ὦ θυγάτριον, ὦ τέκνον, ἔλεγεν, ἐμὲ τὸν πατέρα κρύπτεις ὃ πάσχεις; καὶ βασκανίαν ὑποστᾶσα σιωπᾷς ὥσπερ ἀδικοῦσα καὶ οὐκ ἠδικημένη παρὰ τῶν κακῶς ἰδόντων σε ὀφθαλμῶν; ἀλλὰ θάρσει. παρακέκληται Καλάσιρις ὅδε ὁ σοφὸς ἴασιν τινά σοι πορίσασθαι. δυνατὸς δὲ ὁ ἀνήρ, ἄριστος ὤν, εἴπερ τις ἄλλος, τὴν θείαν τέχνην, ἅτε προφητικὸς τὸν βίον καὶ ἱεροῖς ἐκ παίδων ἀνακείμενος, καὶ τὸ μεῖζον εἰς προσθήκην, ἡμῖν ἐς τὰ μάλιστα φίλος. ὥστε εἰκότα ἂν ποιοίης, εἰ προσδέχοιό τε ἀκωλύτως, ἐπᾴδειν τε ἢ καὶ ἄλλως ἰᾶσθαι βουλομένῳ σαυτὴν παρέχοις, οὐδὲ ἄλλως οὖσα πρὸς τὸ λόγιον γένος ἀπρόσμικτος. ἐσιώπα μέν, ἐπένευσε δ̓ οὖν ἡ Χαρίκλεια, καθάπερ ἀσμένη τὴν ἐπ’ ἐμοὶ συμβουλὴν προσιεμένη.
- 3.19.2
καὶ τότε μὲν ἐπὶ τούτοις ἀπηλλάγημεν, ὑπομνήσαντός με τοῦ Χαρικλέους καὶ ὧν πρότερον παρεκάλεσεν ἐπιμεληθῆναι, καὶ φροντίζειν εἴ πῃ τῇ Χαρικλείᾳ δυναίμην ἔφεσίν τινα γάμων καὶ ἀνδρῶν ἐμποιῆσαι. ἀπέπεμπον οὖν εὔθυμον, οὐκ εἰς μακρὰν ἀνυσθήσεσθαι αὐτῷ τὴν βούλησιν ἐπαγγειλάμενος.
- 4.1.1
τῇ δὲ ὑστεραίᾳ ὁ μὲν Πυθίων ἀγὼν ἔληγεν, ὁ δὲ τῶν νέων ἐπήκμαζεν, ἀγωνοθετοῦντος, οἶμαι, καὶ βραβεύοντος Ἔρωτος, καὶ δἰ ἀθλητῶν δύο τούτων καὶ μόνων οὓς ἐζεύξατο, μέγιστον ἀγώνων τὸν ἴδιον ἀποφῆναι φιλονεικήσαντος. γίνεται γάρ τι τοιοῦτον. ἐθεώρει μὲν ἡ Ἑλλάς, ἠθλοθέτουν δὲ οἱ Ἀμφικτύονες. ἐπειδὴ τοίνυν τὰ ἄλλα μεγαλοπρεπῶς ἐτετέλεστο, δρόμων ἅμιλλαι καὶ πάλης συμπλοκαὶ καὶ πυγμῆς χειρονομία, τέλος ὁ μὲν κῆρυξ οἱ ὁπλῖται παριόντων ἀνεβόησεν, ἡ ζάκορος δὲ ἡ Χαρίκλεια κατ̓ ἄκρον τὸ στάδιον ἀθρόον ἐξέλαμψεν, ἀφιγμένη καὶ ἄκουσα διὰ τὸ πάτριον, ἢ πλέον, ἐμοὶ δοκεῖν, ὄψεσθαί που τὸν Θεαγένην ἐλπίζουσα, τῇ λαιᾷ μὲν ἡμμένον πυρφοροῦσα λαμπάδιον, θατέρᾳ δὲ φοίνικος ἔρνος προβεβλημένη. καὶ φανεῖσα πᾶν μὲν τὸ θέατρον ἐφ̓ ἑαυτὴν ἐπέστρεψεν, ἔφθη δὲ τάχα οὐδεὶς τὸν Θεαγένους ὀφθαλμόν: ὀξὺς γὰρ ὁ ἐρῶν ἰδεῖν τὸ ποθούμενον. ἐκεῖνος δὲ ἄρα καὶ προακηκοὼς τὸ ἐσόμενον, πρὸς μίαν τὸν νοῦν ἠσχόλει τὴν παρατήρησιν. ὥστε οὐδὲ σιωπᾶν ἐκαρτέρησεν, ἀλλ̓ ἠρέμα πρός με ʽκαθῆστο δέ μου πλησίον ἐξεπίτηδεσ̓ αὕτη ἐκείνη, ἔφη, Χαρίκλεια.
- 4.2.1
καὶ τῷ μὲν ἠρεμεῖν ἐπέταττον, πρὸς δὲ τὴν κλῆσιν τοῦ κήρυκος παρῄει τις εὐσταλῶς ὡπλισμένος, μέγα τε φρονῶν καὶ μόνος ἐπίδοξος, ὡς ἐδόκει, καὶ πολλοὺς ἤδη πρότερον ἀγῶνας ἀναδησάμενος, τότε δὲ τὸν ἀνταγωνιούμενον οὐκ ἔχων, οὐδενός, οἶμαι, θαρρήσαντος τὴν ἅμιλλαν. ἀπέπεμπον οὖν αὐτὸν οἱ Ἀμφικτύονες: οὐ γὰρ ἐπιτρέπειν τὸν νόμον οὐκ ἀγωνισαμένῳ στέφανον ἀποκληροῦν. ὃ δὲ καλεῖσθαι τὸν βουλόμενον ὑπὸ τοῦ κήρυκος εἰς τὴν ἀγωνίαν ἠξίου. ἐπέταττον οἱ ἀθλοθέται, καὶ ἀνεῖπεν ὁ κῆρυξ ἥκειν τὸν ἐπελευσόμενον. ὁ δὲ Θεαγένης οὗτος ἐμὲ καλεῖ πρός με ἔφησεν, ἐμοῦ δέ πῶς τοῦτο λέγεις εἰπόντος, οὕτως, εἶπεν, ὡς ἔσται, ὦ πάτερ: οὐ γάρ τις ἐμοῦ παρόντος καὶ ὁρῶντος ἕτερος ἐκ τῶν Χαρικλείας χειρῶν τὸ νικητήριον ἀποίσεται τὴν δ̓ ἀποτυχίαν, ἔφην, καὶ τὴν ἐκ ταύτης ἀδοξίαν οὐδαμοῦ τίθεσαι; καὶ τίς, εἶπεν, οὕτως ἰδεῖν καὶ πλησιάσαι Χαρικλείᾳ μανικῶς ἐσπούδακεν ὥστε με παραδραμεῖν; τίνα δὲ οὕτως ἡ ὄψις ἐκείνης τάχα καί πτερῶσαι δύναται καὶ μετάρσιον ἐπισπάσασθαι; οὐκ οἶσθα ὅτι καὶ τὸν Ἔρωτα πτεροῦσιν οἱ γράφοντες, τὸ εὐκίνητον τῶν ὑπ’ αὐτοῦ κεκρατημένων αἰνιττόμενοι; εἰ δέ τι δεῖ καὶ κόμπου προσεῖναι τοῖς εἰρημένοις, οὐδεὶς ἐς τὴν τήμερον ποσί με παρελθὼν ἐσεμνύνατο.
- 4.3.1
ταῦτα εἶπε καὶ ἀνήλατο, παρελθών τε εἰς μέσους τό τε ὄνομα προσήγγελλε καὶ τὸ ἔθνος ἐδήλου καὶ τοῦ δρόμου τὴν χώραν ἐκληροῦτο, καὶ τὴν πανοπλίαν ἐνδὺς ἐφειστήκει τῇ βαλβῖδι, τὸν δρόμον ἀσθμαίνων καὶ τὸ παρὰ τῆς σάλπιγγος ἐνδόσιμον ἄκων καὶ μόγις ἀναμένων, σεμνόν τι θέαμα καὶ περίβλεπτον, καὶ οἷον Ὅμηρος τὸν Ἀχιλλέα τὴν ἐπὶ Σκαμάνδρῳ μάχην ἀθλοῦντα παρίστησιν. ἐκεκίνητο μὲν δὴ καὶ πᾶσα πρὸς τὸ παράδοξον ἡ Ἑλλάς, καὶ Θεαγένει νίκην ηὔχετο, καθάπερ αὐτός τις ἕκαστος ἀγωνιζόμενος: ἐπακτικὸν γάρ τι καὶ πρὸς τῶν ὁρώντων εἰς εὔνοιαν τὸ κάλλος: κεκίνητο δὲ ἡ Χαρίκλεια πρὸς πᾶσαν ὑπερβολήν, καὶ εἶδον ἐκ πολλοῦ παρατηρῶν παντοίας μεταβαλλομένην ἰδέας. ὡς γὰρ εἰς ἀκοὴν πάντων ὁ κῆρυξ τοὺς δραμουμένους κατήγγειλεν ἀνεῖπέ τε Ὄρμενος Ἀρκὰς καὶ Θεαγένης Θετταλός, ἔσχαστο μὲν ἡ ὕσπληξ, τέτατο δὲ ὁ δρόμος μικροῦ καὶ τὴν τῶν ὀφθαλμῶν κατάληψιν ὑποτέμνων. ἐνταῦθα οὐδὲ ἀτρεμεῖν ἔτι κατεῖχεν ἡ κόρη, ἀλλ̓ ἐσφάδαζεν ἡ βάσις καὶ οἱ πόδες ἐσκίρτων, ὥσπερ, οἶμαι, τῆς ψυχῆς τῷ Θεαγένει συνεξαιρομένης καὶ τὸν δρόμον συμπροθυμουμένης. οἱ μὲν δὴ θεαταί, μετέωρος ἅπας ἐπὶ τὸ μέλλον καὶ ἀγωνίας ἀνάμεστος, ἐγὼ δὲ καὶ πλέον, ἅτε δή μοι λοιπὸν ὡς παιδὸς ὑπερφροντίζειν προῃρημένῳ.
- 4.3.2
οὐδὲν θαυμαστόν, ἔφη ὁ Κνήμων, ὁρῶντας καὶ παρόντας ἀγωνιᾶν, ὅτε κἀγὼ νυνὶ περὶ τῷ Θεαγένει δέδια. καί σου δέομαι θᾶττον, εἰ νικῶν ἀνηγορεύθη, διελθεῖν.
- 4.4.1
ἐπεὶ δὴ μέσον ὦ Κνήμων ἠνύετο τὸ στάδιον, ὀλίγον ἐπιστρέψας καὶ ὑποβλέψας τὸν Ὄρμενον ἀνακουφίζει τὴν ἀσπίδα πρὸς ὕψος, καὶ τὸν αὐχένα διεγείρας, τὸ βλέμμα τε ὅλον εἰς τὴν Χαρίκλειαν τείνας, καθάπερ βέλος ἐπὶ σκοπὸν ἐφέρετο, καὶ τοσοῦτον παρέφθη τὸν Ἀρκάδα ὀργυιῶν πλῆθος, ὃ διαλεῖπον εἰς ὕστερον ἐμετρήθη. προσδραμὼν οὖν τῇ Χαρικλείᾳ πολύς τε ἐξεπίτηδες εἰς τὸ στέρνον ἐμπίπτει, τοῦ δρόμου δῆθεν τὴν ῥύμην οὐκ ἐνεγκών, καὶ τὸν φοίνικα κομιζόμενος οὐκ ἔλαθέ με τὴν χεῖρα τῆς κόρης φιλῶν.
- 4.4.2
ἀπέσωσας, εἶπεν ὁ Κνήμων, ὅτι καὶ ἐνίκησε καὶ ἐφίλησεν. ἀλλὰ τίνα δὴ τὰ ἑξῆς; οὐ μόνον ἀκουσμάτων ἀκόρεστος ἄρα ἦσθα ὦ Κνήμων, ἀλλὰ καὶ ὕπνῳ δυσάλωτος. ἤδη γοῦν οὐκ ὀλίγης μοίρας τῆς νυκτὸς παρῳχηκυίας ἀντέχεις ἐγρηγορὼς καὶ τὴν διήγησιν μηκυνομένην οὐκ ἀποκναίεις. ἐγὼ καὶ Ὁμήρῳ μέμφομαι, ὦ πάτερ, ἄλλων τε καὶ φιλότητος κόρον εἶναι φήσαντι, πράγματος ὃ κατ̓ ἐμὲ κριτὴν οὐδεμίαν φέρει πλησμονήν, οὔτε καθ̓ ἡδονὴν ἀνυόμενον οὔτε εἰς ἀκοὴν ἐρχόμενον. εἰ δέ τις καὶ τοῦ Θεαγένους καὶ Χαρικλείας ἔρωτος μνημονεύοι, τίς οὕτως ἀδαμάντινος ἢ σιδηροῦς τὴν καρδίαν ὡς μὴ θέλγεσθαι καὶ εἰς ἐνιαυτὸν ἀκούων; ὥστε ἔχου τῶν ἑξῆς.
- 4.4.3
ὁ μὲν Θεαγένης ὦ Κνήμων ἐστεφανοῦτο καὶ νικῶν ἀνηγορεύετο, καὶ παρεπέμπετο ὑπὸ ταῖς πάντων εὐφημίαις: ἡ Χαρίκλεια δὲ ἥττητο λαμπρῶς, καὶ δεδούλωτο τῷ πόθῳ πλέον ἢ πρότερον, αὖθις ἰδοῦσα τὸν Θεαγένην. ἡ γὰρ τῶν ἐρωτικῶν ἀντίβλεψις ὑπόμνησις τοῦ πάσχοντος γίνεται, καὶ ἀναφλέγει τὴν διάνοιαν ἡ θέα, καθάπερ ὕλη πυρὶ γινομένη. κἀκείνη μὲν οἴκαδε ἐλθοῦσα συνήθη νύκτα ταῖς προτέραις ἢ καὶ δριμυτέραν διῆγεν, ἐγὼ δὲ αὖθις ἄυπνος ἦν, τήν τε φυγὴν ὅποι τραπόμενοι λάθοιμεν ἂν ἐπισκοπῶν, καὶ πρὸς τίνα χώραν ἄρα πέμποι τοὺς νέους ὁ θεὸς ἐννοῶν. τὸν μὲν δὴ δρασμὸν ἔγνων κατὰ θάλατταν εἶναι ποιητέον, ἀπὸ τοῦ χρησμοῦ τὸ συνοῖσον λαβών, ἔνθα ἔφασκεν αὐτοὺς κῦμα τεμόντας ἵξεσθ̓ ἠελίου πρὸς χθόνα κυανέην:
- 4.5.1
τὸ δὲ ὅποι παραπεμπτέον αὐτούς, μίαν μόνην λύσιν εὕρισκον, εἴ πῃ δυνηθείην ἐπιτυχεῖν τῆς συνεκτεθείσης τῇ Χαρικλείᾳ ταινίας, ἐν ᾖ τὸ κατ̓ αὐτὴν διήγημα κατεστίχθαι ὁ Χαρικλῆς ἀκηκοὼς ἔλεγεν: εἰκὸς γὰρ εἶναι καὶ πατρίδα καὶ τοὺς ὑπονοηθέντας ἤδη παῤ ἐμοῦ γεννήτορας τῆς κόρης ἐντεῦθεν ἐκμαθεῖν, καὶ ἴσως ἐκεῖ πέμπεσθαι αὐτοὺς ὑπὸ τῆς εἱμαρμένης. ὄρθριος γοῦν παρὰ τὴν Χαρίκλειαν ἥκων ἄλλους τε τῶν οἰκείων καταλαμβάνω δεδακρυμένους, καὶ οὐχ ἥκιστα τὸν Χαρικλέα. πλησιάσας οὖν, τίς ὁ θόρυβος, διηρώτων. ὃ δέ, ἐπέτεινεν ἡ νόσος, ἔφη, τῆς θυγατρός, καὶ χαλεπωτέρας ἢ πρότερον πεπείραται τῆς παρηκούσης νυκτός. ἀνίστω, ἔφην, καὶ οἱ λοιποὶ πάντες ἔξιτε. τρίποδά τις καὶ δάφνην καὶ πῦρ καὶ λιβανωτὸν παραθέσθω μόνον. ὀχλείτω δὲ μηδὲ εἷς, ἕως ἂν προσκαλέσωμαι. προσέταττε ταῦτα ὁ Χαρικλῆς, καὶ ἐγένετο. κἀπειδὴ σχολῆς ἐλαβόμην, ἠρχόμην ὥσπερ ἐπὶ σκηνῆς τῆς ὑποκρίσεως, καὶ τόν τε λιβανωτὸν ἐθυμίων, καί τινα δῆθεν ψιθύροις τοῖς χείλεσι κατευξάμενος τὴν δάφνην ἐκ κεφαλῆς εἰς πόδας ἄνω καὶ κάτω πυκνὰ τῆς Χαρικλείας ἐπεσόβουν. καὶ ὑπνῶδές τι, μᾶλλον δὲ γραῶδες ἐπιχασμώμενος ὀψὲ καὶ βραδέως ἐπαυσάμην, πολύν τινα λῆρον ἐμαυτοῦ τε καὶ τῆς κόρης καταχέας. ἣ δὲ πυκνὰ τὴν κεφαλὴν ἐπέσειε καὶ σεσηρὸς ὑπεμειδία, πλανᾶσαί με τὴν ἄλλως καὶ τὴν νόσον ἀγνοεῖν ἐνδεικνυμένη. καθεσθεὶς δὴ πλησίον, θάρσει θύγατερ ἔλεγον: εὐτελὴς ἡ νόσος, καὶ ἰαθῆναι ῥᾳδία. βασκανία σου καθήψατο, τάχα μὲν καὶ ὅτε ἐπόμπευες, πλέον δὲ ὅτε ἐβράβευες. ἐγὼ δὲ καὶ ὑπονοῶ τὸν μᾶλλον βασκήναντα. Θεαγένης ἐστίν, ὁ τὸ ἐνόπλιον δραμών. οὐκ ἔλαθέ με παρατηρῶν σε πολλάκις καὶ τὸν ὀφθαλμὸν ἰταμώτερον ἐπιβάλλων. ἣ δέ, ἐκεῖνος μέν, εἴτε οὕτως εἶδεν εἴτε μή, πολλὰ χαιρέτω: τίνων δέ ἐστιν, ἢ πόθεν; ὅτι πολλοὺς ἑώρων περὶ αὐτὸν ἐπτοημένους. ὡς μὲν Θετταλὸς τὸ γένος, ἔφην, ἔφθης ἀκούσασα καὶ τοῦ κήρυκος, ὅτε αὐτὸν ἀνηγόρευσεν: ἀναφέρει δὲ αὑτὸν εἰς Ἀχιλλέα πρόγονον. καί μοι ἐπαληθεύειν ἔοικεν, εἰ δεῖ τῷ μεγέθει καὶ τῷ κάλλει τοῦ νεανίου τεκμαίρεσθαι, πιστουμένῳ τὴν Ἀχίλλειον εὐγένειαν: πλὴν ὅσον οὐχ ὑπέρφρων οὐδ̓ ἀγήνωρ κατ̓ ἐκεῖνον, ἀλλὰ τῆς διανοίας τὸν ὄγκον ἡδύτητι καταπραΰνων. ἀλλὰ καίπερ τοιοῦτος ὢν πάθοι δριμύτερα ὧν δέδρακεν, ἐπίφθονον ἔχων τὸ βλέμμα καί σε τῇ θέᾳ καταβασκήνας. ὦ πάτερ, ἔφη, σοὶ μὲν χάρις ὑπεραλγοῦντι τὰ ἡμέτερα: τί δὲ καταρᾷ μάτην τῷ τάχα οὐδὲν ἠδικηκότι; νοσῶ γὰρ οὐ βασκανίαν ἀλλ̓ ἑτέραν τινά, ὡς ἔοικε, νόσον. εἶτα ἀποκρύπτεις, ἔφην, ὦ τέκνον, ἀλλ̓ οὐχὶ θαρσοῦσα λέγεις, ὅπως ἂν καὶ βοηθείας εὐπορήσαιμεν; οὐχὶ πατήρ εἰμί σοι τὴν ἡλικίαν, καὶ πλέον τὴν εὔνοιαν; οὐ πατρὶ τῷ σῷ γνώριμος καὶ ὁμόψυχος; ἔκφαινε ὃ κάμνεις. ἔχεις ἐν ἐμοὶ τὸ πιστόν, εἰ βούλει, καὶ ἐνώμοτον. λέγε θαρσήσασα, μηδὲ χορήγει τῷ λυποῦντι μέγεθος σιωπῶσα. πάθος γὰρ ἅπαν τὸ μὲν ὀξέως γινωσκόμενον εὐβοήθητον, τὸ δὲ χρόνῳ παραπεμπόμενον ἐγγὺς ἀνίατον: τροφὴ γὰρ νόσων ἡ σιωπή, τὸ δὲ ἐκλαλούμενον εὐπαραμύθητον.
- 4.6.1
ὀλίγον οὖν ἐπισχοῦσα πρὸς ταῦτα, καὶ μυρίας τοῦ νοῦ τροπάς τε καὶ ὁρμὰς ἐκ τῶν ὄψεων ἐμφήνασα, συγχώρησον, ἔφη, μοι τὸ τήμερον: ἀκούσῃ δὲ εἰσαῦθις, εἰ μὴ γνοίης προλαβὼν ἅτε μαντικὸς εἶναι βουλόμενος.
- 4.6.2
ἐξῄειν αὐτόθεν ἀναστάς, ἐνδιδοὺς τῇ κόρῃ διαιτῆσαι ἐν τῷ μεταξὺ τῆς ψυχῆς τὸ αἰδούμενον. ὁ δὲ Χαρικλῆς ὑπήντα, καὶ τί φράζειν ἔχεις ἠρώτα. πάντα δεξιῶς, ἔλεγον: εἰς γὰρ τὴν ὑστεραίαν τοῦ μὲν ἐνοχλοῦντος πάθους ἀπαλλάξεται, ἕτερον δέ τι τῶν σοι καθ̓ ἡδονὴν ὑποστήσεται: κωλύει δὲ οὐδὲν καὶ ἰατρῶν τινὰ εἰσκαλεῖν. ἀπέτρεχον ταῦτα εἰπών, τοῦ μή τι πλέον τὸν Χαρικλέα πυθέσθαι. μικρὸν δὲ ὅσον τοῦ δωματίου προήκων ὁρῶ τὸν Θεαγένην αὐτοῦ που περὶ τὸν νεὼν καὶ τὸν περίβολον εἰλούμενον καὶ πρὸς ἑαυτὸν διαλεγόμενον, ὥσπερ ἀποχρῶν αὐτῷ καὶ μόνην τὴν οἴκησιν τῆς Χαρικλείας περισκοπεῖν. ἐκτραπόμενος οὖν παρῄειν, ὥσπερ οὐχ ἑωρακώς. ὃ δὲ χαῖρε εἶπεν, ὦ Καλάσιρι, καὶ ἄκουε: σὲ γάρ τοι περιέμενον. ἀνέστρεφον ἀθρόον, καὶ Θεαγένης ἔλεγον ὁ καλός: ἀλλ̓ οὐχ ἑωράκειν. ποῖος καλός, ἔφη, ὁ Χαρικλείᾳ μὴ ἀρεστός; ἠγανάκτουν ἐγὼ μέχρι τῶν ὄψεων, καὶ οὐ παύσῃ ἔλεγον ὑβρίζων ἐμέ τε καὶ τὴν ἐμὴν τέχνην, ὑφ̓ ἧς ἥλωκεν ἤδη καὶ ἐρᾶν σου κατηνάγκασται, καὶ ὁρᾶν ὥσπερ τινὰ τῶν κρειττόνων εὔχεται. τί λέγεις, ἔφη, ὦ πάτερ: ὁρᾶν ἐμὲ Χαρίκλεια; τί οὖν οὐκ ἄγεις ἤδη παῤ αὐτήν; καὶ ἅμα προέτρεχεν. ἐπιλαβόμενος οὖν τῆς χλαμύδος, στῆθι, ἔφην, οὗτος, εἰ καὶ ὀξὺς δραμεῖν: οὐ γὰρ ἅρπαγμα τὸ πρᾶγμα, οὐδὲ εὔωνον καὶ τῶν ἐν μέσῳ, τῷ βουλομένῳ προκείμενον, ἀλλὰ πολλῆς μὲν βουλῆς, ὥστε πρεπόντως ἀνυσθῆναι, πολλῆς δὲ διασκευῆς, ὥστε ἀσφαλῶς πραχθῆναι, δεόμενον. ἢ τὸν πατέρα τῆς κόρης ἠγνόηκας, ὡς Δελφῶν ἐστὶ τὰ πρῶτα; τοὺς δὲ νόμους οὐκ ἐννοεῖς, οἳ θάνατον τοῖς τοιούτοις ἐπιβάλλουσιν; ἐγώ, εἶπε, καὶ τελευτᾶν οὐ διαφέρομαι τυχὼν Χαρικλείας. ἀλλ̓ ὅμως, εἰ δοκεῖ, πρὸς γάμον αἰτῶμεν, τῷ πατρὶ προσιόντες: οὐ γὰρ δὴ μὴ ἀνάξιοί γε ὄντες τῷ Χαρικλεῖ κηδεύσομεν. οὐκ ἂν τύχοιμεν, ἔφην: οὐχ ὅτι τῶν κατὰ σέ τι δυνατὸν ἐπιμέμψασθαι, ἀλλ̓ ὁ Χαρικλῆς ἀδελφῆς ἑαυτοῦ παιδὶ τὴν κόρην πάλαι κατηγγύησεν. οἰμώξει, ἔφη Θεαγένης, ὅς τις ποτέ ἐστιν. οὐ γάρ τις ἐμοῦ ζῶντος ἕτερος θαλαμεύσει Χαρίκλειαν: οὐχ οὕτως ἥδε ἡ χεὶρ καὶ ξίφος τοὐμὸν ἀργήσει. παῦσαι, ἔφην: οὐδενὸς δεήσει τοιούτου: μόνον ἐμοὶ πείθεσθαι, καὶ πράττειν ὡς ἂν ὑφηγήσωμαι. νῦν δὲ ἀποχώρει, καὶ φυλάττου συνεχῶς φαίνεσθαι πλησιάζων, ἀλλ̓ ἐφ̓ ἡσυχίας καὶ μόνος ποιοῦ τὰς ἐντεύξεις. ἀπῄει κατηφής.
- 4.7.1
ὁ δὲ Χαρικλῆς εἰς τὴν ὑστεραίαν ἐντυχὼν ὁμοῦ τε εἶδε, καὶ προσδραμὼν ἐφίλει πολλὰ τὴν κεφαλήν, τοῦτο σοφία, τοῦτο φιλία, συνεχῶς ἀναβοῶν. ἤνυσταί σοι μέγα ἔργον: ἑάλωκεν ἡ δυσάλωτος καὶ νενίκηται ἡ δυσκαταμάχητος: ἐρᾷ Χαρίκλεια. πρὸς ταῦτα ἐθρυπτόμην, ἀνέσπων τε τὴν ὀφρύν, καὶ βλακῶδες βαίνων, εὔδηλον ἦν, ἔλεγον, ὡς οὐδὲ πρὸς τὴν πρώτην ἀνθέξει προσβολὴν ἐμοῦ, καὶ ταῦτα μηδενὶ τῶν μειζόνων ὀχλήσαντος. ἀλλὰ πόθεν ὦ Χαρίκλεις ἐρῶσαν ἐγνωρίσατε; σοὶ πεισθέντες, ἔφη. τοὺς γὰρ εὐδοκίμους τῶν ἰατρῶν, ὡς αὐτὸς ὑπέθου, παρακαλέσας ἦγον εἰς τὴν ἐπίσκεψιν, ἀμοιβὴν τὴν προσοῦσαν οὐσίαν ὑπισχνούμενος, εἴ τι δύναιντο ἐπικουρεῖν. οἳ δὲ ὡς τάχιστα εἰσῆλθον, ἠρώτων ὅ τι πάσχοι. τῆς δὲ ἀποστρεφομένης, καὶ πρὸς μὲν ἐκείνους οὐδ̓ ὁτιοῦν ἀποκρινομένης, ἔπος δὲ Ὁμηρικὸν συνεχῶς ἀναβοώσης ὦ Ἀχιλεῦ Πηλέος υἱέ, μέγα φέρτατ̓ Ἀχαιῶν, ὁ λόγιος Ἀκεστῖνος ʽοἶσθα δὲ δή που τὸν ἄνδρἀ τῷ καρπῷ τὴν χεῖρα καὶ ἀκούσης ἐπιβαλὼν ἀνακρίνειν ἀπὸ τῆς ἀρτηρίας ἐῴκει τὸ πάθος, ὥσπερ, οἶμαι, τὰ καρδίας κινήματα μηνυούσης. οὐκ ὀλίγον τε χρόνον βασανίσας τὴν ἐπίσκεψιν, ἄνω τε καὶ κάτω πολλὰ ἐπιθεωρήσας, ὦ Χαρίκλεις, ἔφη, περιττῶς ἡμᾶς ἐνθάδε εἰσκέκληκας: ἰατρικὴ γὰρ οὐδὲν ἂν οὐδαμῶς ἀνύσειε πρὸς ταύτην. ἐμοῦ δέ, ὦ θεοί, τί τοῦτο λέγεις, ἀναβοήσαντος, οἴχεται οὖν μοι τὸ θυγάτριον, καὶ ἐλπίδος ἐκτὸς γέγονεν; οὐ θορύβου δεῖ, φησίν, ἀλλ̓ ἄκουε. καὶ παραλαβών με τῆς τε κόρης καὶ τῶν ἄλλων ἄπωθεν, ἡ καθ̓ ἡμᾶς, ἔφη, τέχνη σώματος πάθη θεραπεύειν ἐπαγγέλλεται, ψυχῆς δὲ οὐ προηγουμένως, ἀλλὰ τότε μόνον ὅταν συμπάσχῃ μὲν τῷ σώματι κακουμένῳ, συνωφελῆται δὲ θεραπευομένῳ. τό τε τῆς κόρης νόσος μέν, ἀλλ̓ οὐ σώματος: οὐ γὰρ χυμῶν τις περιττεύει, οὐ κεφαλῆς ἄλγημα βαρύνει, οὐ πυρετὸς ἀναφλέγει, οὐκ ἄλλο τι τοῦ σώματος, οὐ μέρος, οὐχ ὅλον νοσεῖ που. τοῦτο, οὐκ ἄλλο τι νομιστέον. ἐμοῦ δὲ λιπαροῦντος, καὶ φράζειν εἴ τι κατέμαθεν ἀξιοῦντος, οὐ γὰρ καὶ παιδὶ γνώριμον, ἔφη, ψυχῆς εἶναι τὸ πάθος, καὶ τὴν νόσον ἔρωτα λαμπρόν; οὐχ ὁρᾷς ὡς κυλοιδιᾷ μὲν τοὺς ὀφθαλμούς, καὶ τὸ βλέμμα διέρριπται, καὶ τὸ πρόσωπον ὠχριᾷ σπλάγχνον οὐκ αἰτιωμένη, τὴν διάνοιαν δὲ ἀλύει, καὶ τὸ ἐπελθὸν ἀναφθέγγεται, καὶ ἀπροφάσιστον ἀγρυπνίαν ὑφίσταται, καὶ τὸν ὄγκον ἀθρόως καθῄρηται; ζητητέος σοι, Χαρίκλεις, ὁ ἰασόμενος. γένοιτο δ̓ ἂν μόνος ὁ ποθούμενος. ὃ μὲν ταῦτα εἰπὼν ἀπῄει, πρὸς σὲ δὲ ἐγὼ δρομαῖος τὸν ἐμὸν καὶ σωτῆρα καὶ θεόν, ὃν μόνον εὐεργετῆσαι δύνασθαι κἀκείνη γινώσκει. πολλὰ γοῦν ἐμοῦ δεομένου καὶ ἐξειπεῖν ὅ τι πάσχοι παρακαλοῦντος, ἓν μόνον ἀπεκρίνατο, ὡς ἀγνοεῖ μὲν ὃ πέπονθεν, εἰδέναι δὲ ὡς Καλάσιρις ἂν ἰάσαιτο μόνος: καὶ εἰσκαλεῖν σε παῤ αὑτὴν ἱκέτευεν. ἐξ οὗ δὴ καὶ μάλιστα συνέβαλον ὡς ὑπὸ τῆς σῆς σοφίας ἑάλωκεν. ἆῤ οὖν ὥσπερ ὅτι ἐρᾷ, πρὸς αὐτὸν ἐγώ, καὶ τὸ τίνος ἔχοις ἂν λέγειν; οὐ μὰ τὸν Ἀπόλλω, ἔφη: πῶς γὰρ ἂν ἢ πόθεν τοῦτο εἰδείην; ηὐχόμην δὲ Ἀλκαμένους αὐτὴν ἐρᾶν ἢ πάντα χρήματα, τοῦ τῆς ἀδελφῆς παιδὸς τῆς ἐμῆς, ὃν πάλαι αὐτῇ νυμφίον, ὅσα γε εἰς βούλησιν ἥκειν τὴν ἐμήν, κατηγγύησα. ἐμοῦ δὲ εἰπόντος ὡς ἔξεστι πεῖραν λαμβάνειν, εἰσάγοντα παῤ αὐτὴν καὶ δεικνύντα τὸ μειράκιον, ἐπαινέσας ἀπῄει. καὶ περὶ πλήθουσαν ἀγορὰν αὖθίς μοι συντυχών, ἀνιαρὸν ἀκούσῃ πρᾶγμα, ἔλεγεν. ἡ παῖς δαιμονᾶν ἔοικεν: οὕτως ἀλλόκοτόν τι τὸ κατ̓ αὐτήν. εἰσῆγον, ὡς ἐκέλευσας, τὸν Ἀλκαμένη καὶ ἁβρότερον ἐδείκνυον: ἣ δέ, ὥσπερ τὴν Γοργοῦς θεασαμένη κεφαλὴν ἤ τι τῶν ἀτοπωτέρων, ὀξύ τι καὶ μέγα ἀνέκραγε, καὶ τὴν ὄψιν πρὸς θάτερα τοῦ οἰκήματος ἀπέστρεφε, καὶ τὰς χεῖρας ὡς βρόχον ἐπάγουσα τῷ τραχήλῳ διαχρήσασθαι ἠπείλει, καὶ ἐπώμνυεν, εἰ μὴ θᾶττον ἐξίοιμεν. ἐκείνης μὲν δὴ καὶ λόγου θᾶττον ἀπηλλάγημεν: τί γὰρ καὶ ἔδει ποιεῖν, ἀτοπίαν τοσαύτην ὁρῶντας; σοῦ δὲ ἱκέται καὶ πάλιν γινόμεθα, μήτ̓ ἐκείνην περιιδεῖν ἀπολλυμένην μήτε ἡμᾶς τῶν κατ̓ εὐχὰς ἀποτυγχάνοντας. ὦ Χαρίκλεις, ἔφην, οὐ διήμαρτες εἰπὼν δαιμονᾶν τὴν κόρην: ὀχλεῖται γὰρ ὑπὸ δυνάμεων ἃς αὐτὸς κατέπεμψα, καὶ τούτων οὐκ ἐλαχίστων, ἀλλ̓ ἃς εἰκὸς ἦν ἐκείνην, ἃ μήτε ἐπεφύκει μήτε ἐβούλετο, καταναγκάσαι πράττειν. ἀλλά μοι ἀντίθεός τις ἔοικεν ἐμποδίζειν τὴν πρᾶξιν καὶ διαμάχεσθαι πρὸς τοὺς ἐμοὺς ὑπηρέτας, ὥστε ὥρα σοι πάντως ἐπιδεικνύναι μοι τὴν ταινίαν ἣν τῇ παιδὶ συνεκτεθεῖσαν ὑποδεδέχθαι μετὰ τῶν ἄλλων γνωρισμάτων ἔλεγες: ὡς ἔγωγε δέδοικα μή τινος ἐμπέπλησται γοητείας καὶ μαγγανείαις τυγχάνει τραχυνούσαις τὴν ψυχὴν ἀνάγραπτος, ἐχθροῦ τινὸς αὐτὴν ἐξ ἀρχῆς ἀνέραστον ἀποβιῶναι καὶ ἄγονον ἐπιβουλεύσαντος.
- 4.8.1
ἐπῄνει ταῦτα, καὶ ἧκε φέρων οὐ μετὰ πολὺ τὴν ταινίαν. ἐνδοῦναι δή μοι σχολὴν πρὸς αὐτὸν εἰπών, ὡς εἶχον πειθόμενον, ἐλθών τε οὗ κατηγόμην, οὐδὲ ὅσον ἐλάχιστον ὑπερθέμενος, ἐπελεγόμην τὴν ταινίαν γράμμασιν Αἰθιοπικοῖς, οὐ δημοτικοῖς ἀλλὰ βασιλικοῖς, ἐστιγμένην, ἃ δὴ τοῖς Αἰγυπτίων ἱερατικοῖς καλουμένοις ὡμοίωνται. καὶ ἐπερχόμενος τοιάδε ηὕρισκον τὸ γράμμα διηγούμενον.
- 4.8.2
Περσῖνα βασίλισσα Αἰθιόπων τῇ ὁτιδὴ κληθησομένῃ καὶ μέχρι μόνων ὠδίνων θυγατρὶ δῶρον ἔσχατον χαράττω τόνδε τὸν ἔγγραφον θρῆνον.
- 4.8.3
ἐπάγην, ὦ Κνήμων, ὡς τοῦ Περσίνης ὀνόματος ἤκουσα. τὰ δὲ ἑξῆς ὅμως ἐπελεγόμην, ὄντα τοιάδε.
- 4.8.4
ὡς μὲν οὐδὲν ἀδικοῦσα, παιδίον, οὔτε σὲ γενομένην ἐξεθέμην οὔτε πατέρα τὸν σὸν Ὑδάσπην τὴν σὴν θέαν ἀπεκρυψάμην, ἐπικεκλήσθω μάρτυς ὁ γενάρχης ἡμῶν Ἥλιος. ἀλλ̓ ὅμως ἀπολογοῦμαι πρός τε σέ ποτε, θύγατερ, εἰ περισωθείης, πρός τε τὸν ἀναιρησόμενον, εἴ τινά σοι θεὸς ἐπιστήσειε, πρός τε αὐτὸν ὅλον τὸν τῶν ἀνθρώπων βίον, ἀνακαλύπτουσα τὴν αἰτίαν τῆς ἐκθέσεως. ἡμῖν πρόγονοι θεῶν μὲν Ἥλιός τε καὶ Διόνυσος, ἡρώων δὲ Περσεύς τε καὶ Ἀνδρομέδα, καὶ Μέμνων ἐπὶ τούτοις. οἱ δὴ τὰς βασιλείους αὐλὰς κατὰ καιροὺς ἱδρυσάμενοι ταῖς ἀπὸ τούτων γραφαῖς ἐκόσμησαν. τὰς μὲν δὴ τῶν ἄλλων εἰκόνας τε καὶ πράξεις ἀνδρῶσί τε καὶ περιδρόμοις ἐνέγραφον, τοὺς δὲ θαλάμους τοῖς Ἀνδρομέδας τε καὶ Περσέως ἔρωσιν ἐποίκιλλον. ἐνταῦθά ποτε ἡμᾶς, δεκάτου παρήκοντος ἔτους ἐξ οὗ με γαμετὴν Ὑδάσπης ἐγνώρισεν, οὔ ποτε παίδων ἡμῖν γεγονότων, ἠρεμεῖν τὸ μεσημβρινὸν συνέβαινεν, ὕπνου θερινοῦ κατακλίναντος. καί μοι καὶ προσωμίλει τότε ὁ πατὴρ ὁ σός, ὄναρ αὐτῷ τοῦτο κελεύειν ἐπομνύμενος: ᾐσθόμην τε παραχρῆμα κυοφορήσασα τὴν καταβολήν. ὁ μὲν δὴ μέχρι τοῦ τόκου χρόνος ἑορτὴ πάνδημος ἦν καὶ χαριστήριοι θυσίαι τοῖς θεοῖς, ὡς τοῦ βασιλέως διάδοχον τοῦ γένους ἐλπίζοντος: ἐπειδὴ δέ σε λευκὴν ἀπέτεκον, ἀπρόσφυλον Αἰθιόπων χροιὰν ἀπαυγάζουσαν, ἐγὼ μὲν τὴν αἰτίαν ἐγνώριζον, ὅτι μοι παρὰ τὴν ὁμιλίαν τὴν πρὸς τὸν ἄνδρα προσβλέψαι τὴν Ἀνδρομέδαν ἡ γραφὴ παρασχοῦσα, καὶ πανταχόθεν ἐπιδείξασα γυμνήν ʽἄρτι γὰρ αὐτὴν ἀπὸ τῶν πετρῶν ὁ Περσεὺς κατῆγεν̓, ὁμοιοειδὲς ἐκείνῃ τὸ σπαρὲν οὐκ εὐτυχῶς ἐμόρφωσεν. ἔγνων οὖν ἐμαυτήν τε ἀπαλλάξαι τοῦ μετ̓ αἰσχύνης θανάτου, πεπεισμένη τὴν σὴν χροιὰν μοιχείαν ἐμοὶ προσάψουσαν ʽοὐ γὰρ πιστεύσειν οὐδένα λεγούσῃ τὴν περιπέτειαν̓, καὶ σοὶ τὸ ἐκ τῆς τύχης ἀμφίβολον χαρίσασθαι, θανάτου προδήλου ἢ πάντως ὀνόματος νόθου προτιμότερον. γενομένην τέ σε τεθνάναι παραχρῆμα πρὸς τὸν ἄνδρα πλασαμένη, λάθρᾳ καὶ ἀπορρήτως ἐξεθέμην, ὅσον πλεῖστον ἠδυνάμην πλοῦτον τῷ περισώζοντι μισθὸν συνεκθεμένη, ἄλλοις τέ σε κοσμήσασα καὶ ταινίᾳ τῇδε, ἐλεεινῷ διηγήματι τῶν σῶν κἀμαυτῆς, ἐνειλήσασα, ἣν ἀπὸ δακρύων τῶν ἐπὶ σοὶ καὶ αἵματος ἐχάραττον, ὁμοῦ πρωτοτόκος καὶ πολύθρηνος γενομένη. ἀλλ̓ ὦ γλυκεῖα καὶ μέχρις ὥρας θύγατερ, ὅπως, εἰ περιγένοιο, μεμνήσῃ τῆς εὐγενείας, τιμῶσα σωφροσύνην, ἣ δὴ μόνη γυναικείαν ἀρετὴν χαρακτηρίζει, καὶ φρόνημα βασίλειον καὶ πρὸς τοὺς φύντας ἀναφέρον ἀσκοῦσα. μεμνήσῃ δὲ πρὸ πάντων τῶν συνεκτεθέντων σοι κειμηλίων δακτύλιόν τινα ἐπιζητεῖν καὶ σεαυτῇ περιποιεῖν, ὃν πατὴρ ὁ σὸς ἐμοὶ παρὰ τὴν μνηστείαν ἐδωρήσατο, βασιλείῳ μὲν συμβόλῳ τὸν κύκλον ἀνάγραπτον, λίθῳ δὲ παντάρβῃ καὶ ἀπορρήτῳ δυνάμει τὴν σφενδόνην καθιερωμένον.
- 4.8.5
ταῦτά σοι διείλεγμαι, τὸ γράμμα διάκονον εὑραμένη, τὰς ἐμψύχους καὶ ἐν ὀφθαλμοῖς ὁμιλίας τοῦ δαίμονος στερήσαντος, τάχα μὲν κωφὰ καὶ ἀνήνυτα, τάχα δὲ καὶ εἰς ὄφελός ποτε ἥξοντα: τὸ γὰρ ἄδηλον τῆς τύχης ἀνθρώποις ἄγνωστον. καὶ ἔσται σοι τὰ τῆς γραφῆς, ὦ μάτην ὡραία, καὶ ἔγκλημα τὸ κάλλος ἐμοὶ προσάψασα, εἰ μὲν περισωθείης, γνωρίσματα, εἰ δ̓ ὅπερ καὶ ἀκοὴν λάθοι τὴν ἐμήν, ἐπιτύμβια καὶ μητρὸς ἐπικήδεια δάκρυα.
- 4.9.1
ταῦτα ὦ Κνήμων ὡς ἀνέγνων, ἐγνώριζον μέν, καὶ τὴν ἐκ θεῶν οἰκονομίαν ἐθαύμαζον, ἡδονῆς δὲ ἅμα καὶ λύπης ἐνεπλήσθην. καὶ πάθος τι καινότερον ὑπέστην, ὁμοῦ δακρύων καὶ χαίρων, διαχεομένης μὲν τῆς ψυχῆς πρὸς τὴν τῶν ἀγνοουμένων εὕρεσιν καὶ τῶν χρησθέντων ἤδη τὴν ἐπίλυσιν, ἀδημονούσης δὲ πρὸς τὴν τῶν ἐσομένων ἔκβασιν, καὶ τὸν ἀνθρώπινον βίον οἰκτιζούσης ὡς ἄστατόν τι καὶ ἀβέβαιον καὶ ἄλλοτε πρὸς ἄλλα τρεπόμενον, τότε δὲ ὑπερβαλλόντως ταῖς Χαρικλείας τύχαις γνωριζόμενον. εἰσῄει γάρ με πολλῶν ἔννοια, τίνων μὲν γενομένη τίνων ἐνομίσθη, πόσῳ δὲ τῷ μεταξὺ τῆς ἐνεγκούσης ἀπήχθη: κεκλήρωτο δὲ θυγατρὸς ὄνομα νόθου, ἀποβαλοῦσα τὸ γνήσιον Αἰθιόπων καὶ βασίλειον γένος. ἐπὶ πολύ τε ἀμφίβολος εἱστήκειν, τῶν μὲν παρελθόντων οἰκτείρειν ἔχων, τῶν δὲ ἐσομένων εὐδαιμονίζειν οὐ θαρσῶν, ἕως τὸν λογισμὸν πρὸς τὸ νῆφον ἀνακαλεσάμενος ἔγνων μὴ διαμέλλειν ἀλλ̓ ἔργου ἔχεσθαι.
- 4.9.2
καὶ παρὰ τὴν Χαρίκλειαν ἐλθὼν καταλαμβάνω μόνην, ἀπειρηκυῖαν ἤδη πρὸς τὸ πάθος, καὶ τῷ μὲν φρονήματι βιαζομένην ἀναφέρειν, τῷ σώματι δὲ πάντῃ πεπονημένην, ἐνδόντι πρὸς τὴν νόσον καὶ ἀντέχειν ἀσθενήσαντι πρὸς τὸ δεινόν.
- 4.10.1
μεταστησάμενος οὖν τοὺς παρόντας, καὶ μηδένα διοχλεῖν ἐπιστείλας ὡς δή τινας εὐχὰς καὶ ἐπικλήσεις τῇ κόρῃ προσάξων, ὥρα σοι, ἔφην, ὦ Χαρίκλεια, λέγειν ὃ πάσχεις ʽοὕτω γὰρ ὑπέσχου τῇ προτεραίᾀ καὶ μὴ κρύπτειν ἄνδρα σοί τε εὔνουν καὶ γνῶναι τὰ πάντα καὶ σιωπώσης οὐκ ἀδύνατον. ἣ δὲ λαβομένη μου τῆς χειρὸς ἐφίλει τε καὶ ἐπεδάκρυε, καὶ ὦ σοφὲ Καλάσιρι, τοῦτο πρῶτον εὐεργέτησον, ἔλεγεν: ἔασον με σιωπῶσαν δυστυχεῖν, αὐτὸς ὡς βούλει γνωρίσας τὴν νόσον, καὶ τὴν γοῦν αἰσχύνην κερδαίνειν, κρύπτουσαν ἃ καὶ πάσχειν αἰσχρὸν καὶ ἐκλαλεῖν αἰσχρότερον. ὡς ἐμέ γε λυπεῖ μὲν καὶ ἡ νόσος ἀκμάζουσα, πλέον δὲ τὸ μὴ κρατῆσαι τῆς νόσου τὴν ἀρχήν, ἀλλ̓ ἡττηθῆναι πάθους ἀπειρημένου μὲν ἐμοὶ τὸν πρὸ τούτου πάντα χρόνον, λυμαινομένου δὲ καὶ μέχρις ἀκοῆς τὸ παρθενίας ὄνομα σεμνότατον. ἐπιρρωννὺς οὖν αὐτήν, ὦ θύγατερ, ἔφην, δυοῖν ἕνεκα εὖ ποιεῖς ἀποκρύπτουσα τὰ κατὰ σαυτήν: ἐγώ τε γὰρ οὐδὲν δέομαι μανθάνειν ἃ πάλαι παρὰ τῆς τέχνης ἔγνωκα, σύ τε εἰκότα πάσχεις, ἐρυθριῶσα λέγειν ἃ γυναιξὶ κρύπτειν εὐπρεπέστερον. ἀλλ̓ ἐπειδήπερ ἅπαξ ἔρωτος ἐπῄσθου καὶ φανείς σε Θεαγένης ᾕρηκε ʽτοῦτο γὰρ ὀμφή μοι θεῶν ἐμήνυσἐ, σὺ μὲν ἴσθι μὴ μόνη καὶ πρώτη τὸ πάθος ὑποστᾶσα, ἀλλὰ σὺν πολλαῖς μὲν γυναιξὶ τῶν ἐπισήμων σὺν πολλαῖς δὲ παρθένοις τῶν τὰ ἄλλα σωφρόνων. μέγιστος γὰρ θεῶν ὁ Ἔρως, καὶ ἤδη καὶ θεῶν αὐτῶν ποτὲ κρατεῖν λεγόμενος. ἐπισκόπει δὲ ὅπως ἄριστα διαθήσῃ τὰ παρόντα: ὡς τὸ μὲν ἀπείρατον γενέσθαι τὴν ἀρχὴν ἔρωτος εὔδαιμον, τὸ δὲ ἁλόντα πρὸς τὸ σῶφρον τὸ βούλημα περιποιῆσαι σοφώτατον. ὃ δὴ καὶ σοὶ βουλομένῃ πιστεύειν ἔξεστι, καὶ τὸ μὲν ἐπιθυμίας αἰσχρὸν ὄνομα διώσασθαι, τὸ δὲ συναφείας ἔννομον συνάλλαγμα προελέσθαι, καὶ εἰς γάμον τρέψαι τὴν νόσον.
- 4.11.1
ἱδρῶτι πολλῷ διερρεῖτο τούτων εἰρημένων, ὦ Κνήμων, καὶ δήλη παντοίως ἦν χαίρουσα μὲν ἐφ̓ οἷς ἤκουσεν, ἀγωνιῶσα δὲ ἐφ̓ οἷς ἤλπιζεν, ἐρυθριῶσα δὲ ἐφ̓ οἷς ἑάλωκεν. οὐκ ὀλίγον οὖν ἐφησυχάσασα χρόνον, ὦ πάτερ, ἔφη, γάμον ὀνομάζεις, καὶ τοῦτον αἱρεῖσθαι προτρέπεις, ὥσπερ δῆλον ὂν ἢ τὸν πατέρα συνθησόμενον ἢ τὸν ἐμοὶ πολέμιον ἀντιποιησόμενον. τὸ μὲν κατὰ τὸν νεανίαν ἔρρωται ἡμῖν, ἔφην: καὶ πλέον ἣ σὺ τάχα κἀκεῖνος ἑάλωκεν, ἀπὸ τῶν ὁμοίων σοι κεκινημένος. ὡς γὰρ ἔοικεν, αἱ ψυχαί πως ὑμῖν ἀπὸ πρώτης ἐντεύξεως τὰς ἀλλήλων ἀξίας ἐγνώρισαν καὶ πρὸς τὸ ἴσον πάθος κατηνέχθησαν. ἐπέτεινα δὲ αὐτῷ κἀγώ, σοὶ χαριζόμενος, σοφίᾳ τὴν ἐπιθυμίαν. ὁ δὲ νομιζόμενός σοι πατὴρ ἄλλον εὐτρεπίζεται νυμφίον, Ἀλκαμένην, ὃν οὐκ ἠγνόηκας. ἣ δέ, Ἀλκαμένει μέν, ἔφη, τάφον πρότερον ἢ γάμον τὸν ἐμὸν εὐτρεπιζέτω: ἐμὲ γὰρ ἢ Θεαγένης ἄξεται ἢ τὸ τῆς εἱμαρμένης διαδέξεται: σὺ δ̓, ὅτι μὴ ἔστι μοι πατὴρ ἀλλὰ νομίζεται Χαρικλῆς, ἱκετεύω, λέγε πόθεν ἐγνώρισας. ἐκ ταύτης, ἔφην, ἐπιδείξας τὴν ταινίαν. ἔσχες δὲ πόθεν ἢ ὅπως; ἐξ οὗ γάρ με κατὰ τὴν Αἴγυπτον παρὰ τοῦ θρεψαμένου λαβών, οὐκ οἶδ̓ ὅπως, δεῦρο ἤγαγεν, ἀφελόμενος εἶχεν ἀποκειμένην ἐν κιστίδι τοῦ μὴ τὸν χρόνον αὐτῇ λυμήνασθαι. τὸ μὲν ὅπως ταύτην ἐκομισάμην εἰσαῦθις, ἔφην, ἀκούσῃ: τὸ δὲ παρόν, εἰ τὰ ἐγγεγραμμένα γνωρίζεις, εἰπέ μοι. τῆς δὲ οὐκ εἰδέναι, πόθεν; ὁμολογούσης, γένος, ἔλεγον, καὶ ἔθνος τὸ σὸν καὶ τύχην φράζει. ὡς δὲ ἀνακαλύπτειν ὅσα ἔχω γινώσκειν ἱκέτευεν, ἔλεγον ἅπαντα, τήν τε γραφὴν ἐπιὼν ἐν μέρει καὶ πρὸς ἔπος ἑρμηνεύων.
- 4.12.1
ὡς δὲ ἐγνώρισεν ἑαυτὴν καὶ τὸ φρόνημα διανιστᾶσα πλέον τῷ γένει προσέδραμε, καὶ τί οὖν χρὴ ποιεῖν ἠρώτα, τότε ἤδη συμβουλῆς τῆς φανερωτέρας ἠρχόμην, ἅπαντα ὡς ἔσχεν ἀνακαλύπτων. ἐγώ, λέγω, ὦ θύγατερ, ἦλθον καὶ εἰς Αἰθίοπας ἐπιθυμίᾳ τῆς παῤ ἐκείνοις σοφίας. ἐγενόμην καὶ Περσίνῃ τῇ σῇ μητρὶ γνώριμος: οἰκειοῦται γὰρ ἀεὶ τὸ σοφῶν γένος ἡ βασίλειος αὐλή: καὶ ἄλλως εἶχόν τι καὶ δόξης πλέον, τὴν Αἰγυπτίων σοφίαν προσθήκῃ τῆς Αἰθιόπων ἐκθειάζων. ἐπεὶ δὲ ἀπαίρειν μέλλοντά με οἴκαδε ᾔσθετο, τὰ κατὰ σέ μοι πάντα διηγεῖται, τὸ πιστὸν τῆς σιωπῆς ὅρκῳ πρότερον κομισαμένη: καὶ ἔλεγε τοῖς μὲν ἐγχωρίοις σοφοῖς οὐ θαρσήσειν εἰπεῖν, ἐμὲ δὲ ἱκέτευεν ἐρωτᾶν τοὺς θεοὺς εἰ πρῶτα μὲν ἐκτεθεῖσα διεσώθης, ἔπειτα ὅπῃ γῆς οὖσα τυγχάνεις: οὐ γὰρ πυθέσθαι κατὰ τὸ ἔθνος οὐδεμίαν τοιαύτην, πολλὰ περιεργασαμένην. ἐμοῦ δὲ ἅπαντα μαθόντος ἐκ θεῶν, καὶ εἶναί τε καὶ ὅπου φράσαντος, αὖθις ἱκέτευεν ἐπιζητεῖν καὶ προτρέπειν ἥκειν εἰς τὴν ἐνεγκοῦσαν: ἄγονον γὰρ καὶ ἄτεκνον ἐκ τῶν ἐπὶ σοὶ διατελεῖν ὠδίνων: ἑτοίμως τε ἔχειν, εἴ ποτε φανείης, ὁμολογεῖν τῷ σῷ πατρὶ τὸ συμβεβηκός: εἰδέναι γὰρ αὐτὸν πεισθησόμενον, χρόνῳ τε τῆς συμβιώσεως τὴν ἐπ’ αὐτῇ δοκιμασίαν ἔχοντα, καὶ τῆς ἐκ παίδων διαδοχῆς τὴν ἐπιθυμίαν ἀπροσδοκήτως λαμβάνοντα.
- 4.13.1
ταῦτα ἐκείνη μὲν ἔλεγε καὶ ποιεῖν ἱκέτευεν, ἐπισκήπτουσά μοι πολλὰ τὸν ἥλιον ὅρκον, ὃν οὐδενὶ σοφῶν ὑπερβῆναι θεμιτόν: ἐγὼ δὲ ἥκω τὴν ἐνώμοτον ἱκεσίαν ἐκτελέσων, οὐ διὰ τοῦτο μὲν τὴν ἐπὶ τάδε σπουδάσας ἄφιξιν, θεῶν δὲ ὑποθήκῃ μέγιστον ἐκ τῆς ἄλης τοῦτο κερδήσας. ἐκ πολλοῦ τε, ὡς οἶσθα, προσεδρεύω χρόνου, θεραπείας μὲν τῆς περὶ σὲ καὶ πάλαι τῆς πρεπούσης οὐδὲν ἀπολιπών, σιωπῶν δὲ τὰ ὄντα, καιροῦ λαβέσθαι καὶ τὴν ταινίαν μηχανῇ τινὶ κομίσασθαι εἰς πίστιν τῶν πρὸς σὲ ῥηθησομένων περιμένων. ὥστε ἔνεστί σοι πειθομένῃ δρασμόν τε τὸν ἐνθένδε σὺν ἡμῖν αἱρουμένῃ, πρίν τι καὶ πρὸς βίαν σε τῶν παρὰ γνώμην ὑποστῆναι, τοῦ Χαρικλέους ἤδη σοι τὸν Ἀλκαμένους γάμον ἐσπουδακότος, γένος μὲν καὶ πατρίδα καὶ τοὺς φύντας κομίζεσθαι, Θεαγένει δὲ ἀνδρὶ συνεῖναι, γῆς ὅποι καὶ βουλόμεθα συνέπεσθαι παρεσκευασμένῳ, ξένου δὲ καὶ ὀθνείου γνήσιον καὶ ἄρχοντα βίον ἀνταλλάξασθαι σὺν τῷ φιλτάτῳ βασιλεύουσαν, εἴ τι δεῖ θεοῖς τε τοῖς ἄλλοις καὶ τῷ χρησμῷ τοῦ Πυθίου καταπιστεύειν. καὶ ἅμα ὑπεμίμνησκον τὸν χρησμόν, καὶ ὅ τι βούλοιτο ἔφραζον: οὐ γὰρ ἠγνόητο τῇ Χαρικλείᾳ παρὰ πολλῶν καὶ ᾀδόμενος καὶ ζητούμενος.
- 4.13.2
ἐπάγη πρὸς ταῦτα, καὶ ἐπειδὴ θεούς, εἶπεν, οὕτω βούλεσθαι σύ τε φῂς ἐγώ τε πείθομαι, τί χρὴ πράττειν ὦ πάτερ; πλάττεσθαι, εἶπον, ὡς ἐπινεύουσαν τὸν Ἀλκαμένους γάμον. ἣ δέ, βαρὺ μέν, ἔφη, καὶ ἄλλως αἰσχρόν, τὸ καὶ μέχρις ἐπαγγελίας ἕτερον πρὸ Θεαγένους αἱρεῖσθαι. πλὴν ἀλλ̓ ἐπεὶ θεοῖς τε καὶ σοὶ πάτερ ἐμαυτὴν ἐπέτρεψα, τίνα σκοπὸν ἔχει τὸ πλάσμα, καὶ τίνα τρόπον, ὥστε μὴ εἰς ἔργον ἀχθῆναι, διαλυθήσεται; γνώσῃ τοῖς ἔργοις, ἔφην. τινὰ προαγορευόμενα μὲν γυναιξὶν ἔστιν ὅτε καὶ ὄκνον ἤνεγκεν, ἐπιτελούμενα δὲ ἐκ τοῦ παραχρῆμα θαρραλεώτερον ἠνύσθη πολλάκις. ἕπου μόνον ταῖς ἐμαῖς ὑποθήκαις, τά τε ἄλλα καὶ τὸ παρὸν τῷ Χαρικλεῖ σύντρεχε τὰ πρὸς τὸν γάμον, ὡς οὐδὲν ἐκείνου πράξοντος ἄνευ τῆς ἐμῆς ὑφηγήσεως. ὡμολόγει ταῦτα.
- 4.14.1
καὶ τὴν μὲν ἀπολείπω δακρύουσαν, ἄρτι δὲ τοῦ δωματίου προελθὼν ὁρῶ τὸν Χαρικλέα πρὸς ὑπερβολὴν περίλυπον καὶ πάσης κατηφείας ἀνάπλεων. καὶ ὦ θαυμάσιε, πρὸς αὐτὸν ἔφην, ὅτε σε ἐχρῆν τέρπεσθαι καὶ χαίρειν, ἀποθύειν τε χαριστήρια τοῖς θεοῖς, ἐπιτυχόντα τῶν πάλαι σοι δἰ εὐχῆς, καὶ Χαρικλείας ὀψέ ποτε καὶ σὺν τέχνῃ πολλῇ καὶ σοφίᾳ τῇ ἐμῇ πρὸς ἐπιθυμίαν γάμων ἐπικλασθείσης, τότε σκυθρωπὸς καὶ σύννους, καὶ μόνον οὐ θρηνεῖς, οὐκ οἶδ̓ ὅ τι πεπονθώς. καὶ ὅς, τί δὲ οὐ μέλλω, τῆς φιλτάτης μοι τοῦ βίου τάχα πρότερον μεταστησομένης ἢ πρὸς γάμον, ὡς φῄς, συναφθησομένης, εἴ τι δεῖ προσέχειν ὀνείρασι, τοῖς τε ἄλλοις καὶ οἷς τῆς παρηκούσης ἐξεδειματώθην νυκτός, καθ̓ ἣν ἀετὸν ᾤμην ἐκ χειρὸς ἀφεθέντα τοῦ Πυθίου καὶ ἀθρόον καταπτάντα, τό τε θυγάτριον ἐκ κόλπων, οἴμοι, τῶν ἐμῶν ἀναρπάσαντα, γῆς ἐπ’ ἔσχατόν τι πέρας οἴχεσθαι φέροντα, ζοφώδεσί τισιν εἰδώλοις καὶ σκιώδεσι πλῆθον, καὶ τέλος οὐδὲ γνῶναι ὅ τι ποτὲ καὶ δράσειε, τοῦ μεσεύοντος ἀπείρου διαστήματος συνεκδραμεῖν τῇ πτήσει τὴν θέαν ἐνεδρεύσαντος.
- 4.15.1
ταῦτα ὡς εἶπεν, ἐγὼ μὲν ὅποι τείνοι τὸ ὄναρ συνέβαλλον, ἐκεῖνον δὲ ἐκ τῆς ἀθυμίας ἀπάγων, καὶ ὑποψίας εἶναι πόρρω τῶν ἐσομένων παρασκευάζων, ἱερεύς, ἔφην, καὶ ταῦτα τοῦ μαντικωτάτου τῶν θεῶν, ὀνειροπολεῖν μοι δοκεῖς οὐκ ἔχειν ἐπιτηδείως, ὃς τῶν ἐνυπνίων τοὺς ἐσομένους σοι τῆς παιδὸς γάμους προμηνυόντων, καὶ ἀετὸν μὲν τὸν ληψόμενον νυμφίον αἰνιττομένων, ταῦτα δὲ ἔσεσθαι τοῦ Πυθίου νεύοντος καὶ ὡς ἐκ χειρὸς τὸν συνοικήσοντα προσάγοντος εὐαγγελιζομένων, ἀγανακτεῖς τὴν ὄψιν καὶ πρὸς τὸ ἄθυμον ἄγεις τὸ ὄναρ. ὥστε ὦ Χαρίκλεις εὔφημον ἔχωμεν στόμα, καὶ συντρέχωμεν τῇ βουλήσει τῶν κρειττόνων, πρὸς τὸ πείθειν ἔτι καὶ μᾶλλον τὴν κόρην τραπόμενοι. τοῦ δὲ ἐρομένου τί ἂν πράττων ἔχοι πλέον πειθομένην, εἴ πῄ σοι κειμήλιον ἔστι πολυτελές, ἔφην, ἐσθὴς διάχρυσος ἢ ὅρμος ἐρίτιμος, ταῦτα ὡς ἔδνα παρὰ τοῦ νυμφίου πρόσαγε, καὶ δωρούμενος ἐξιλέου τὴν Χαρίκλειαν. ἀπαραίτητον ἔχει πρὸς γυναῖκας ἴυγγα χρυσὸς καὶ λίθος. καὶ τἆλλα δέ σοι τὰ πρὸς τὴν πανήγυριν εὐτρεπιστέον: συνέχειν γὰρ δεήσει τοὺς γάμους, ἕως τὸ κατηναγκασμένον τῆς ἐπιθυμίας ἀμετάβλητον ἔχει παρὰ τῆς τέχνης ἡ κόρη. μηδὲν ἀπολείπεσθαι νόμιζε τῶν ἐπ’ ἐμοί φήσας ὁ Χαρικλῆς ἀπέτρεχεν, ἔργον ἀποφῆναι τοὺς λόγους ὑφ̓ ἡδονῆς ἐπειγόμενος. καὶ ἔπραξέ γε, ὡς ὕστερον ἔγνων, ἅπερ ὑπεθέμην, οὐδὲν ὑπερθέμενος, ἐσθῆτά τε ἄλλην πολύτιμον καὶ δὴ καὶ τοὺς ὅρμους τοὺς Αἰθιοπικούς, τοὺς συνεκτεθέντας ὑπὸ τῆς Περσίνης εἰς γνωρίσματα τῇ Χαρικλείᾳ, ὡς ἔδνα δῆθεν παρὰ τοῦ Ἀλκαμένους προσκομίσας.
- 4.16.1
ἐγὼ δὲ τῷ Θεαγένει συντυχών, ποῦ τυγχάνουσιν ἐπιδημοῦντες οἱ τὴν πομπὴν αὐτῷ πληρώσαντες ἠρώτων. ὃ δὲ τὰς μὲν κόρας ἔφασκεν ἐξωρμηκέναι, τοῦ σχολαίτερον βαδίζειν ἕνεκεν προαπεσταλμένας, τοὺς δὲ ἐφήβους οὐδὲ φέρειν ἔτι δἰ ὄχλου γινομένους καὶ πρὸς τὴν ἐπάνοδον τὴν οἴκαδε συνελαύνοντας. ἅπερ ὡς ἔγνων, παρεγγυήσας τά τε ἐκείνοις ῥητέα καὶ αὐτῷ πρακτέα, καὶ τὸ παῤ ἐμοῦ δοθησόμενον τοῦ καιροῦ καὶ τῆς ὥρας ἐνδόσιμον ἐπιτηρεῖν ἐπιστείλας, τοῦ μὲν ἀπεχώρουν, ἐπὶ δὲ τὸν νεὼν τοῦ Πυθίου τὴν ὁρμὴν ἐποιούμην, τὸν ἅμα τοῖς νέοις δρασμὸν ὑφηγήσασθαι χρηστηρίῳ τὸν θεὸν ἱκετεύσων. ἀλλ̓ ἦν ἄρα καὶ νοῦ παντὸς ὀξύτερον τὸ θεῖον, καὶ τοῖς κατὰ βούλησιν αὐτῷ δρωμένοις ἐπίκουρον γίνεται καὶ ἄκλητον, εὐμενείᾳ πολλάκις φθάνον τὴν αἴτησιν. ὡς δὴ καὶ τότε πρὸς τὴν οὐδέπω γενομένην πεῦσιν ἔφθη τὴν ἀπόκρισιν ὁ Πύθιος, καὶ τοῖς ἔργοις ἐπεσήμαινε τὴν ὑφήγησιν. ἐσπουδακότα γάρ με τὰ φροντιζόμενα, καὶ παρὰ τὴν πρόμαντιν, ὡς ἔφην, ἐπειγόμενον, ἐπεῖχέ τις βοὴ παριόντα, σύσπευδε ὦγαθέ ξένων καλούντων. ἔθυον δὲ ἄρα σὺν αὐλήμασιν Ἡρακλεῖ τὴν εὐωχίαν. ἐπέσχον τὴν ὁρμὴν ὡς τούτων ᾐσθόμην: οὐδὲ γὰρ ἦν μοι θεμιτὸν ἱερὰν κλῆσιν παραδραμεῖν. κἀπειδὴ τοῦ λιβανωτοῦ λαβὼν ἐπέθυσα καὶ ὕδατος ἔσπεισα, θαυμάζουσι μὲν ἐῴκεσαν τὸ πολυτελὲς τῶν ἐμῶν θυμάτων, ὅμως δ̓ οὖν καὶ τῆς εὐωχίας συμμετέχειν ἠξίουν. ὑπήκουον καὶ: πρὸς τοῦτο: καὶ κατακλιθεὶς ἐπὶ τῆς στιβάδος, ἣν μυρρίναι καὶ δάφναι τοῖς ξένοις ἐστρώκεσαν, τῶν τε ἐξ ἔθους ἀπογευσάμενος, ἀλλ̓ ὦ γαθοί, πρὸς αὐτοὺς ἔφην, δαιτὸς μὲν ἡδίστης οὐκ ἐνδεής, ἀκοῆς δὲ ἔτι τῆς περὶ ὑμῶν ἀμαθής. ὥστε ὥρα λέγειν ὑμῖν, οἵ τινες ἢ πόθεν ἐστέ. δημῶδες γάρ, οἶμαι, καὶ τῶν ἀγροικοτέρων, σπονδῶν καὶ τραπέζης κοινωνήσαντας, καὶ φιλίας ἀρχὴν ἱεροὺς ἅλας ποιησαμένους, μὴ οὐχὶ καὶ τὴν περὶ ἀλλήλων γνῶσιν ἔχοντας ἀπελθεῖν. ἔλεγον δὴ οὖν εἶναι μὲν Φοίνικες Τύροι, τέχνην δὲ ἔμποροι, πλεῖν δ̓ ἐπὶ Καρχηδόνα τὴν Λιβύων, ὁλκάδα μυριοφόρον Ἰνδικῶν τε καὶ Αἰθιοπικῶν καὶ τῶν ἐκ Φοινίκης ἀγωγίμων φέροντες. τό τε παρὸν Ἡρακλεῖ Τυρίῳ τήνδε νικητήριον ἀποθύειν τὴν εὐωχίαν, τοῦδε τοῦ νεανίου, δείξαντες τὸν προκατακείμενον, ἀναδησαμένου τὸν ἀπὸ τῶν παλαιστῶν ἐνθαδὶ στέφανον, καὶ νικῶσαν τὴν Τύρον ἐν Ἕλλησιν ἀναγορεύσαντος. οὗτος γάρ, ἐπειδὴ Μαλέαν ὑπερβαλόντες ἀνέμοις τε ἐναντίοις χρησάμενοι τῇ Κεφαλλήνων προσέσχομεν, ὄναρ αὐτῷ προμαντεύειν τὴν μέλλουσαν πυθιονίκην τὸν πάτριον ἡμῶν τόνδε θεὸν ἐπομνύμενος, ἐκτραπῆναί τε τοῦ προκειμένου πλοῦ καὶ τῇδε κατᾶραι πείσας, ἔργοις ἐπιστώσατο τὴν μαντείαν, καλλίνικος ἡμῖν ὁ τέως ἔμπορος ἀναδειχθείς, καὶ τήνδε τὴν θυσίαν θυσίαν ἄγει τῷ θεῷ τῷ φήναντι νικητήριόν τε καὶ χαριστήριον, ἅμα δὲ καὶ ἐμβατήριον: εἰς ἕω γὰρ ἀφήσειν ὦ λῷστε μέλλομεν, εἰ τὰ ἐκ τῶν ἀνέμων τῇ βουλήσει συμπνεύσειε. μέλλετε δῆτα ἀληθῶς; ἔφην. ναὶ μέλλομεν, ἀπεκρίναντο. συνέμπορον ἄρα ἕξετέ με βουλόμενοι: πλοῦς γάρ μοι πρόκειται κατά τι χρέος εἰς Σικελίαν, ἡ δὲ νῆσος, ὡς ἴστε, παράπλους ὑμῖν ἐπὶ τὴν Λιβύων ἐσπουδακόσιν. εἰ γὰρ βουληθείης, ἔλεγον: ἀγαθὸν οὐδὲν ἀπεῖναι νομιοῦμεν ἀνδρὶ σοφῷ τε καὶ Ἕλληνι, καὶ ὡς δίδωσιν ἡ πεῖρα συμβάλλειν, τάχα που καὶ θεοῖς κεχαρισμένῳ συνόντες. βουλήσομαι, πρὸς αὐτοὺς ἔφην, εἰ μίαν ἐνδοίητε πρὸς παρασκευὴν ἡμέραν. ἕξεις, ἔφασαν, τὴν αὔριον: μόνον εἰς ἑσπέραν γοῦν ἐπὶ θάλατταν εἶναι: πολὺ γάρ τι καὶ νύκτες εἰς πλοῦν ἀνύουσι, ἀπογείοις αὔραις ἀκύμονα τὰ σκάφη παραπέμπουσαι. συνετιθέμην οὕτω ποιήσειν, ὅρκῳ πρότερον ὅτι μὴ προαναχθήσονται τὴν ἐπαγγελίαν πιστωσάμενος.
- 4.17.1
καὶ τοὺς μὲν αὐτοῦ καταλιπών, πρὸς αὐλοῖς ἔτι καὶ ὀρχήσεσιν ὄντας, ἃς ὑπὸ πηκτίδων ἐπίτροχον μέλος, Ἀσσύριόν τινα νόμον ἐσκίρτων, ἄρτι μὲν κούφοις ἅλμασιν εἰς ὕψος αἰρόμενοι, ἄρτι δὲ τῇ γῇ συνεχὲς ἐποκλάζοντες καὶ στροφὴν ὁλοσώματον ὥσπερ οἱ κάτοχοι δινεύοντες, ἀφικόμενος δὲ παρὰ τὴν Χαρίκλειαν, ἐπὶ τῶν κόλπων ἔτι τὰ παρὰ τοῦ Χαρικλέους κειμήλια φέρουσάν τε καὶ ἐπισκοποῦσαν, καὶ παρὰ τὸν Θεαγένην μετ̓ ἐκείνην, ἅ τε δεήσει καὶ ὁπότε πράττειν ἑκάτερον ὑποθέμενος, οἴκαδε ἐλθὼν ἐφήδρευον τοῖς ἐσομένοις. καὶ εἰς τὴν ἑξῆς τοιάδε ἐγίνετο. ἐπειδὴ μέσαι νύκτες ὕπνῲ τὴν πόλιν ἐβάπτιζον, ἔνοπλος κῶμος τὴν οἴκησιν τῆς Χαρικλείας κατελάμβανεν. ἐστρατήγει δὲ Θεαγένης τὸν ἐρωτικὸν τοῦτον πόλεμον, εἰς λόχον ἀπὸ τῆς πομπῆς τοὺς ἐφήβους συντάξας: οἳ δὴ μέγα τι καὶ ἀθρόον ἐμβοήσαντες καὶ δούπῳ τῶν ἀσπίδων τοὺς καὶ κατὰ μικρὸν αἰσθομένους ἐμβροντήσαντες ὑπὸ λαμπάσιν ἡμμέναις εἰσήλαντο εἰς τὸ δωμάτιον, τὴν αὔλειον οὐ χαλεπῶς ἐκμοχλεύσαντες ἅτε τῶν κλείθρων εἰς ῥᾳδίαν ἄνοιξιν ἐπιβεβουλευμένων, καὶ τὴν Χαρίκλειαν εὐτρεπῆ καὶ ἅπαντα προειδυῖαν καὶ τὴν βίαν ἑκοῦσαν ὑφισταμένην ἀναρπάζουσιν, οὐκ ὀλίγα τῶν ἐπίπλων, ὅσα κατὰ βούλησιν ἦν τῇ κόρῃ, συνεκφορήσαντες. κἀπειδὴ τῆς οἰκίας ἐκτὸς γεγόνεσαν, οἳ μὲν τὸν ἐνυάλιον ἀλαλάξαντες καὶ βαρύν τινα πάταγον ἐκ τῶν ἀσπίδων ἐπιδουποῦντες διὰ πάσης ἐχώρουν τῆς πόλεως, εἰς ἄφραστόν τι δεῖμα τοὺς ἐνοικοῦντας ἐμβαλόντες, ἅτε νυκτός τε ἀωρίᾳ τὸ φοβερώτεροι δοκεῖν προσειληφότες, καὶ τοῦ Παρνασσοῦ πρὸς τὴν βοὴν ὑπόχαλκον αὐτοῖς συνεπηχοῦντος.
- 4.17.2
καὶ οἳ μὲν οὕτω τοὺς Δελφοὺς διεξῆλθον, ἐπάλληλόν τι Χαρίκλειαν καὶ συνεχὲς ἀναφθεγγόμενοι,
- 4.18.1
κἀπειδὴ τοῦ ἄστεος ἐκτὸς ἦσαν, ὡς τάχους εἶχον ἐπὶ τὰ Λοκρῶν ὄρη καὶ Οἰταίων ἀφιππεύσαντο: ὁ δὲ Θεαγένης καὶ ἡ Χαρίκλεια τὰ προδεδογμένα πράττοντες ὑπολείπονται μὲν τῶν Θετταλῶν, ὡς ἐμὲ δὲ λαθραῖοι καταφεύγουσι, καί μου τοῖς γόνασιν ἅμα προσπεσόντες ἐπὶ πλεῖστον εἴχοντο, τρόμῳ τε παλλόμενοι καὶ σῶζε πάτερ συνεχὲς ἐπιφθεγγόμενοι. ἀλλ̓ ἡ μὲν Χαρίκλεια τοῦτο καὶ μόνον, εἰς γῆν τε νεύουσα καὶ τὴν πρᾶξιν ἄρτι καινοτομουμένην ἐρυθριῶσα: ὁ δὲ Θεαγένης καὶ ἕτερα προσεπέσκηπτε, σῶζε, λέγων, ὦ Καλάσιρι, ξένους καὶ ἀπόλιδας ἱκέτας, πάντων ἀλλοτριωθέντας, ἵν̓ ἐκ πάντων μόνους ἀλλήλους κερδήσωσι: σῶζε τύχης λοιπὸν ἀγώγιμα σώματα καὶ σωφρονοῦντος ἔρωτος αἰχμάλωτα, φυγάδας αὐθαιρέτους μὲν ἀλλ̓ εὐθύμους, καὶ πᾶσαν εἰς σὲ προσδοκίαν σωτηρίας ἀναρρίψαντας. συνεχύθην τοῖς εἰρημένοις, καὶ νῷ πλέον ἢ ὀφθαλμῷ τοῖς νέοις ἐπιδακρύσας, καὶ ὅσον ἐκείνους μὲν ἐλάνθανεν ἐμὲ δὲ ἐπεκούφιζεν, ἀνίστων τε καὶ ἀνελάμβανον. καὶ χρηστὰς ὑποθέμενος τῶν ἐσομένων τὰς ἐλπίδας ʽσὺν γὰρ θεῷ τὴν ἀρχὴν ἐπικεχειρῆσθαἰ, ἐγὼ μὲν ἐπὶ τὰ ἑξῆς τῆς πράξεως ἄπειμι, ἔφην, ὑμεῖς δέ με κατὰ χώραν περιμένειν, τοῦ μή τισιν ὀφθῆναι πλείστην ὅσην φροντίδα ἔχοντες.
- 4.18.2
καὶ εἰπὼν ἀπέτρεχον. ἀλλ̓ ἡ Χαρίκλεια θοἱματίου τε ἐπελαμβάνετο καὶ ἐπεῖχε: καὶ ὦ πάτερ, ἀδικίας, ἔλεγεν, ἀρχὴ τοῦτο, μᾶλλον δὲ προδοσίας, εἰ μόνην οἰχήσῃ με καταλιπών, Θεαγένει τὰ καθ̓ ἡμᾶς ἐπιτρέψας, οὐδὲ ἐννοήσεις ὡς ἄπιστον εἰς φυλακὴν ἐραστής, εἰ γένοιτο τῶν ἐρωτικῶν ἐγκρατής, καὶ οὐχ ἥκιστα τῶν καταιδέσαι δυναμένων μονούμενος. ἀναφλέγεται γάρ, ὡς οἶμαι, πλέον, ὅταν ἀπρόμαχον βλέπῃ τὸ ποθούμενον προκείμενον. ὥστε οὐ πρότερόν σε μεθίημι, πρὶν δή μοι, τῶν τε παρόντων ἕνεκα καὶ ἔτι μᾶλλον τῶν μελλόντων, ὅρκῳ πρὸς Θεαγένην τὸ ἀσφαλὲς ἐμπεδωθείη, ὡς οὔτε ὁμιλήσει τὰ Ἀφροδίτης πρότερον ἢ γένος τε καὶ οἶκον τὸν ἡμέτερον ἀπολαβεῖν, ἢ εἴπερ τοῦτο κωλύει δαίμων, ἀλλ̓ οὖν γε πάντως βουλομένην γυναῖκα ποιεῖσθαι, εἰ δὲ μή, μηδαμῶς. ἐμοῦ δὲ τὰ εἰρημένα θαυμάσαντος, καὶ οὕτω ποιητέον εἶναι πάντως ἐπικρίναντος, τήν τε ἑστίαν ἐσχάραν εἰς βωμὸν ἀνάψαντος καὶ λιβανωτὸν ἀποθύσαντος, ἐπώμνυεν ὁ Θεαγένης, ἀδικεῖσθαι μὲν φάσκων εἰ προλήψει τοῦ ὅρκου τὸ πιστὸν τοῦ τρόπου προϋποτέμνεται: οὐ γὰρ ἐπιδείξειν ἔχειν προαίρεσιν φόβῳ τοῦ κρείττονος κατηναγκάσθαι νομιζομένην. ἐπώμνυε δ̓ ὅμως Ἀπόλλω τε Πύθιον καὶ Ἄρτεμιν καὶ Ἀφροδίτην αὐτὴν καὶ Ἔρωτας, ἦ μὴν ἅπαντα οὕτω ποιήσειν ὡς ἐβουλήθη Χαρίκλεια καὶ ἐπέσκηψε.
- 4.19.1
καὶ οἳ μὲν ταῦτα καὶ ἕτεῤ ἄττα πρὸς τούτοις ἐπὶ μάρτυσι τοῖς θεοῖς ὡμολόγουν ἀλλήλοις, ἐγὼ δὲ ὡς τὸν Χαρικλέα δρομαῖος ἥκων θορύβου τε πλήρη καὶ ὀδυρμοῦ καταλαμβάνω τὴν οἰκίαν, οἰκετῶν ἤδη παῤ αὐτὸν ἀφιγμένων καὶ τὴν τῆς κόρης ἁρπαγὴν ἐξαγγειλάντων, καὶ πολιτῶν εἰς πλῆθος συρρεόντων καὶ τὸν Χαρικλέα θρηνοῦντα περιεστοιχισμένων, ἀγνοίᾳ τε τῶν γεγονότων καὶ ἀμηχανίᾳ τῶν πρακτέων συνεχομένων. ἐμβοήσας οὖν ὦ δυσδαίμονες ἔφην, ὑμεῖς δὲ ἐνεοῖς προσεοικότες ἄχρι τίνος ἄναυδοι καὶ ἄπρακτοι καθεδεῖσθε, ὥσπερ ἅμα τῷ δυστυχεῖν καὶ τὸ φρονεῖν προσαφῃρημένοι; οὐκ ἐν ὅπλοις ἤδη καὶ ἐπιδιώξετε τοὺς πολεμίους; οὐ καταλήψεσθε καὶ τιμωρήσεσθε τοὺς ἐξυβρικότας; καὶ ὁ Χαρικλῆς, περιττὸν μὲν ἴσως διαμάχεσθαι πρὸς τὰ παρόντα: συνίημι γὰρ ὡς ἐκ θεῶν μήνιδος ταυτηνὶ τίνω τὴν δίκην, ἣν ἐξ οὗπερ εἰς τὸ ἄδυτον ἀωρὶ παρελθὼν εἶδον ὀφθαλμοῖς ἃ μὴ θέμις, ὁ θεός μοι προεῖπεν, ἀνθ̓ ὧν οὐ προσηκόντως εἶδον, τῆς τῶν φιλτάτων ὄψεως στερήσεσθαι. ὅμως δὲ οὐδὲν κωλύει καὶ πρὸς δαίμονα, φασί, μάχεσθαι, εἰ καὶ τίνας χρὴ μεταθέειν ἢ τίς ὁ τὸν βαρὺν τοῦτον ἐπενεγκὼν κίνδυνον ἐγιγνώσκομεν. ὁ Θετταλός, ἔφην, καὶ παρὰ σοὶ θαυμαστός, ὃν κἀμοὶ φίλον εἰσεποίεις, Θεαγένης ἐστὶ καὶ οἱ σὺν αὐτῷ μείρακες. οὐκ οὖν εὕροις ἄν τινα τούτων κατὰ τὴν πόλιν, οἳ μέχρι τῆσδε τῆς ἑσπέρας ἐπεχωρίαζον. ὥστε ἀνίστασο, καὶ εἰς βουλὴν κάλει τὸν δῆμον.
- 4.19.2
ἐγίνετο ταῦτα. καὶ οἵ τε στρατηγοὶ σύγκλητον ἔκκλησίαν ἐκήρυττον, σάλπιγγι τὸ κήρυγμα πρὸς τὴν πόλιν ἐπισημαίνοντες, καὶ ὁ δῆμος αὐτίκα παρῆν, καὶ τὸ θέατρον ἐγίνετο νυκτερινὸν βουλευτήριον. ὅ τε Χαρικλῆς εἰς μέσους παρελθὼν πρὸς οἰμωγήν τε ἀθρόον ἐκίνει τὸ πλῆθος καὶ μόνον ὀφθείς, ἐσθῆτά τε μέλαιναν ἀμπεχόμενος καὶ κόνιν τοῦ τε προσώπου καὶ τῆς κεφαλῆς καταχεάμενος, καὶ τοιάδε ἔλεγεν.
- 4.19.3
ἴσως μέν, ὦ Δελφοί, προσαγγεῖλαί με βουλόμενον ἐμαυτὸν ἥκειν εἰς μέσους καὶ ταύτην συγκεκληκέναι τὴν ἐκκλησίαν ἡγεῖσθε, πρὸς τὴν ὑπερβολὴν τῶν ἐμῶν συμφορῶν ἀφορῶντες: ἔχει δὲ οὐχ οὕτως. πράττω μὲν γὰρ θανάτου καὶ πολλάκις ἀξίως τό γε νῦν, ἔρημος καὶ θεήλατος καὶ μόνη λοιπὸν οἰκία, πάντων ἅμα τῶν φιλτάτων κεκενωμένη μοι συνομίλων: ὅμως δ̓ οὖν ἥ τε κοινὴ πάντων ἀπάτη καὶ μάταιος ἐλπὶς ἔτι με καρτερεῖν ἀναπείθει, τὴν εὕρεσιν τῆς θυγατρὸς ἐνδεχομένην ὑποτιθεμένη, καὶ ἔτι πλέον ἡ πόλις, ἣν ἰδεῖν πρότερον τιμωρίαν εἰσπεπραγμένην παρὰ τῶν ἐξυβρισάντων ἀναμένω, εἰ μὴ ἄρα καὶ ὑμῶν τὸ φρόνημα τὸ ἐλεύθερον καὶ τὴν ὑπὲρ τῆς ἐνεγκούσης καὶ θεῶν τῶν πατρῴων ἀγανάκτησιν τὰ Θετταλὰ μειράκια προσαφῄρηται. τὸ γὰρ δὴ πάντων βαρύτατον, ὅτι χορευταὶ παῖδες εὐαρίθμητοι καὶ θεωρίας ὑπηρέται πόλιν οἴχονται τῶν Ἑλληνίδων τὴν πρώτην πατήσαντες, καὶ τὸν νεὼν τοῦ Πυθίου τοῦ τιμιωτάτου κτήματος ἀποσυλήσαντες, Χαρικλείας, οἴμοι, τῶν ἐμῶν ὀφθαλμῶν. ὢ τῆς ἀμειλίκτου καθ̓ ἡμῶν τοῦ δαίμονος φιλονεικίας. τὴν πρώτην μοι καὶ γνησίαν, ὡς ἴστε, θυγατέρα ταῖς νυμφικαῖς λαμπάσι συναπέσβεσε: τὴν μητέρα μοι τὴν ἐκείνης ἐπὶ νεαρῷ τῷ πάθει συναπήγαγεν: ἐμὲ τῆς ἐνεγκούσης ἐξήλασεν. ἀλλ̓ ἦν πάντα φορητὰ μετὰ τὴν Χαρικλείας εὕρεσιν. Χαρίκλειά μοι βίος ἦν, ἐλπὶς καὶ διαδοχὴ τοῦ γένους: Χαρίκλεια μόνη παραψυχὴ καὶ ὡς εἰπεῖν ἄγκυρα. καὶ ταύτην ὑπετέμετο καὶ παρήνεγκεν ὅ τι ποτέ ἐστι τὸ εἰληχός με κλυδώνιον, οὐχ ἁπλῶς τοῦτο, οὐδ̓ ὅτε ἔτυχεν, ἀλλὰ καθ̓ ὃν εἴωθε καιρὸν ἀωρὶ καὶ ὠμὰ κατ̓ ἐμοῦ κωμάζειν, ἀπ̓ αὐτῶν μικροῦ τῶν παστάδων, ἄρτι τῶν γάμων ἅπασιν ὑμῖν προκεκηρυγμένων.
- 4.20.1
ἔτι λέγοντα ταῦτα, καὶ ὅλον εἰς θρῆνον παραφερόμενον, ὁ στρατηγὸς Ἡγησἴας ἐπεῖχέ τε καὶ ἐξεκρούετο. καὶ ὦ παρόντες ἔφη, Χαρικλεῖ μὲν ἐξέσται νῦν τε καὶ μετὰ ταῦτα θρηνεῖν, ἡμεῖς δὲ μὴ συμβαπτιζώμεθα τῷ τούτου πάθει, μηδὲ λάθωμεν ὥσπερ ῥεύμασι τοῖς τούτου δάκρυσιν ὑποφερόμενοι καὶ τὸν καιρὸν προϊέμενοι, πρᾶγμα ὃ μεγίστην ἐν ἅπασιν ἔχει, καὶ πολέμοις οὐχ ἥκιστα, τὴν ῥοπήν. ὡς νῦν μὲν καὶ ἀπὸ τῆς ἐκκλησίας ἐξιόντων ἐλπὶς καταληφθῆναι τοὺς πολεμίους, ἕως ῥᾳθυμοτέραν αὐτοῖς τὴν πορείαν ἡ προσδοκία τῆς ἡμετέρας ἐμποιεῖ παρασκευῆς. εἰ δὲ οἰκτιζόμενοι, μᾶλλον δὲ γυναικιζόμενοι, πλείονα τῇ μελλήσει τὴν προτέρησιν αὐτοῖς παράσχοιμεν, οὐδὲν ἀλλ̓ ἢ καταγελᾶσθαι, καὶ ταῦτα πρὸς μειρακίων, περιλείπεται: οὓς ἐγώ φημι χρῆναι αὐτούς τε ὡς ὅτι τάχιστα καταλαμβάνοντας ἀνασκολοπίσαι καὶ τοὺς ἐξ αὐτῶν ἀτιμῶσαι, διαβιβάσαντας καὶ εἰς τὸ γένος τὴν τιμωρίαν. τοῦτο δ̓ ἂν γένοιτο ῥᾳδίως, εἰ πρὸς ἀγανάκτησιν κινήσαιμεν Θετταλοὺς τὴν κατ̓ αὐτῶν τε τούτων, εἴ τινες διαφύγοιεν, καὶ τῶν ἐξ αὐτῶν, ἀπειπόντες αὐτοῖς ἐκ ψηφίσματος τὴν θεωρίαν καὶ τὸν ἐναγισμὸν τοῦ ἥρωος, ἐκ τοῦ δημοσίου τοῦ ἡμετέρου τελεῖσθαι τοῦτον ἐπικρίναντες.
- 4.21.1
ἔτι τούτων ἐπαινουμένων καὶ δόγματι τοῦ δήμου κυρουμένων, ἐπικεχειροτονήσθω, ἔφη ὁ στρατηγός, εἰ δοκεῖ, κἀκεῖνο, μηκέτι τὴν ζάκορον ἀναφαίνειν τοῖς τὸ ἐνόπλιον τρέχουσιν: ὡς γὰρ ἔχω συμβαλεῖν, ἐκεῖθεν ἡ ἀρχὴ Θεαγένει τῆς ἀσεβείας ἐξήφθη, καὶ τὴν ἁρπαγήν, ὡς ἔοικεν, ἐκ τῆς πρώτης θέας ἐνεθυμήθη. καλὸν οὖν περιγράψαι τὸν ἑξῆς χρόνον τὴν ὁμοίαν τινῶν ἐπιχείρησιν. ὡς δὲ καὶ ταῦτα μιᾷ ψήφῳ καὶ χειρὶ τῇ πάντων ἐκράτησεν, ὁ μὲν Ἡγησίας ἐδίδου τῆς ἐξόδου τὸ σύνθημα, καὶ πολεμικὸν ἡ σάλπιγξ ὑπεσήμαινεν, τὸ δὲ θέατρον εἰς τὸν πόλεμον διελύετο, καὶ δρόμος ἀκάθεκτος ἀπὸ τῆς ἐκκλησίας ἐπὶ τὴν μάχην ἠνύετο, οὐ τῆς ἐνόπλου μόνον καὶ ἰσχυούσης ἡλικίας, ἀλλὰ πολλοὶ μὲν παῖδες καὶ ἀμφιβόλως ἔφηβοι, τὴν προθυμίαν εἰς ἀκμῆς προσθήκην ποιησάμενοι, τῆς ἐξόδου μετασχεῖν ἐκείνης ἐθρασύνοντο, πολλαὶ δὲ γυναῖκες ἀνδρειότερον τῆς φύσεως ἐφρόνησαν, καὶ τὸ προστυχὸν εἰς ὅπλον ἁρπασάμεναι μετέθεον ἀνήνυτα, καὶ τὸ θῆλυ καὶ οἰκεῖον ἀσθενὲς ὑστερίζουσαι τῶν ἔργων ἐγνώριζον. εἶδες ἂν καὶ πρεσβύτου πρὸς τὸ γῆρας μάχην, καὶ ὥσπερ ἕλκουσαν τὸ σῶμα τὴν διάνοιαν, καὶ ὀνειδιζομένην τὴν ἀσθένειαν ὑπὸ τῆς προθυμίας. οὕτως ἄρα πᾶσα ἡ πόλις ὑπερήλγησε τὴν τῆς Χαρικλείας ἀφαίρεσιν, καὶ ὥσπερ ἑνὶ πάθει κεκινημένη πρὸς τὴν δίωξιν αὐτοβοεί, καὶ οὐδὲ ἡμέραν ἀναμείνασα, πάνδημον ἑαυτὴν ἐπαφῆκεν.
- 5.1.1
ἡ μὲν δὴ πόλις ἡ Δελφῶν ἐν τούτοις ἦν, καὶ ἔδρασεν ὅ τι δὴ καὶ ἔδρασεν: οὐ γὰρ ἔχω γινώσκειν: ἐμοὶ δὲ τὸν καιρὸν τῆς φυγῆς ἡ ἐκείνων ἐπιδίωξις ὑπέβαλεν, ἀναλαβών τε τοὺς νέους ἦγον ἐπὶ θάλατταν, αὐτῆς ὡς εἶχον τῆς νυκτός, ἐνεβίβαζόν τε εἰς τὴν ναῦν τὴν Φοίνισσαν, ἄρτι τὰ πρυμνήσια λύειν μέλλουσαν: καὶ γάρ πως λοιπὸν καὶ ὄρθρου ὑποφαίνοντος οὐδὲ ὑπερβαίνειν ᾤοντο τὸν πρός με ὅρκον οἱ Φοίνικες, ἡμέραν καὶ νύκτα ἀναμεῖναι μόνην συνθέμενοι. λίαν οὖν χαίροντες ἥκοντας ἡμᾶς ὑποδέχονται. καὶ παραχρῆμα λιμένων ἐκτὸς ὑπ’ εἰρεσίᾳ τὸ πρῶτον ἀνήγοντο: ὡς δὲ λείου πνεύματος ἐκ γῆς προσπνεομένου κῦμα χθαμαλὸν ὑπέτρεχέ τε καὶ οἷον προσεγέλα τῇ πρύμνῃ, τότε δὴ τὴν ναῦν τοῖς ἱστίοις ὑποφέρειν ἐπέτρεπον. Κιρραῖοι μὲν δὴ κόλποι καὶ Παρνασσοῦ πρόποδες Αἰτωλοί τε καὶ Καλυδώνιοι σκόπελοι μόνον οὐ διιπταμένην τὴν ὁλκάδα παρημείβοντο, νῆσοι δὲ Ὀξεῖαι καὶ σχῆμα καὶ ὄνομα, θάλαττά τε Ζακύνθιος ἄρτι πρὸς δύσιν ἡλίου νεύοντος ἀνεφαίνοντο. ἀλλὰ τί ταῦτα ἀωρὶ μηκύνω; τί δὲ λανθάνω τὴν διήγησιν εἰς πέλαγος ὄντως ἀφεὶς τῶν ἑξῆς; ἐνταῦθα λοιπὸν τὸν λόγον ἐπίσχωμεν, ὀλίγον δὲ καὶ ὕπνου σπάσωμεν. εἰ γὰρ καὶ λίαν ἄοκνος ὑπάρχεις τὴν ἀκοὴν καὶ ἐρρωμένως ἀπομάχῃ πρὸς τὸν ὕπνον, ὦ Κνήμων, ἀλλ̓ ἡγοῦμαί σε λοιπὸν ὀκλάζειν, ἐμοῦ τἀμαυτοῦ πάθη μέχρι πόρρω τῆς νυκτὸς ἀποτείναντος. κἀμὲ δὲ λοιπόν, ὦ τέκνον, γῆράς τε βαρύνει, καὶ ἡ τῶν συμφορῶν ὑπόμνησις παραλύουσα τὴν διάνοιαν εἰς ὕπνον καταφέρει.
- 5.1.2
ἐπίσχες, εἶπεν ὁ Κνήμων, ὦ πάτερ, οὐχ ὡς ἐμοῦ τὴν διήγησιν ἀποσκευαζομένου: δοκῶ γάρ μοι μηδ̓ εἰ πολλὰς μὲν νύκτας πλείους δ̓ ἡμέρας ἐπισυνάπτοις, τοῦτο ἄν ποτε παθεῖν: οὕτως ἀκόρεστόν τι καὶ σειρήνιον τὸ κατ̓ αὐτήν. ἀλλά με πάλαι θροῦς τις καὶ βόμβος ὄχλου κατὰ τὴν οἰκίαν περιηχεῖ. καὶ ἦν μὲν οὐκ ἐκτὸς τοῦ θορυβεῖσθαι, σιωπᾶν δὲ ἐβιαζόμην, ἐπιθυμίᾳ τῶν ἀεὶ πρὸς σοῦ λεχθησομένων ἑλκόμενος. ἐγὼ μὲν οὐκ ᾐσθόμην, ἔφη ὁ Καλάσιρις, τάχα μέν που καὶ δἰ ἡλικίαν νωθρότερος ὢν τὴν ἀκοήν ʽνόσος γὰρ ἄλλων τε καὶ ὤτων τὸ γῆρασ̓, ἴσως δὲ καὶ πρὸς τὴν διήγησιν ἠσχολημένος: ἔοικε δέ μοι Ναυσικλῆς ἥκειν ὁ τῆς οἰκίας δεσπότης, ἀλλὰ τί ἄρα ποτὲ ὦ θεοὶ διαπεπραγμένος;
- 5.1.3
ἅπαντα ὡς ἐβουλόμην,. ἔφη ὁ Ναυσικλῆς ἀθρόον αὐτοῖς ἐπιφανείς. οὐ γάρ με ἔλαθες, ὦγαθὲ Καλάσιρι, φροντίζων τὰς ἐμὰς πράξεις καὶ ὥσπερ τῇ διανοίᾳ συνεκδημῶν, ἀλλά σε ἐφώρασα τῷ τε ἄλλῳ σου περὶ ἐμὲ τρόπῳ καὶ οἷς ἐνταῦθα εἰσιὼν κατείληφα διαλεγόμενον. ἀλλὰ τίς ὅδε ὁ ξένος; Ἕλλην, ἔφη ὁ Καλάσιρις: τὰ δ̓ ἄλλα εἰσαῦθις ἀκούσῃ. σὺ δέ, εἴ τί σοι κατώρθωται δεξιόν, ἀπάγγελλε θᾶττον, ὡς ἂν τοῦ χαίρειν γ̓ ἔχοις κοινωνοῦντας. ἀλλὰ καὶ ὑμεῖς, εἶπεν ὁ Ναυσικλῆς, εἰς ἕω μαθήσεσθε: τὸ δὲ παρὸν ὑμῖν, ὅτι βελτίονα Θίσβην ἐκτησάμην, ἀπόχρη μαθεῖν: ἐμοὶ γὰρ τήν τε ἐκ τῆς ὁδοιπορίας καὶ τῶν ἄλλων φροντίδων κάκωσιν ὕπνῳ βραχεῖ γοῦν ἐστὶ παραμυθητέον.
- 5.2.1
ὃ μὲν ταῦτα εἰπὼν ἀπέτρεχεν, ὡς εἰρήκει ποιήσων: ὁ δὲ Κνήμων αὖος ἐγεγόνει πρὸς τὴν ἀκοὴν τῆς Θίσβης, ὑπό τε ἀμηχανίας πᾶσαν ἔννοιαν διαπορῶν ἀνέστρεφε, βαρύ τε καὶ συνεχὲς ἐπιστένων τὸ λειπόμενον ἐταλαιπώρει τῆς νυκτός, ὥστε οὐδὲ τὸν Καλάσιριν ἐλάνθανε τελευτῶν, ὕπνῳ καὶ ταῦτα βαθεῖ κατεσχημένον. ἀλλ̓ ἀνασχὼν ἑαυτὸν ὁ πρεσβύτης, κἀπὶ τοῦ ἀγκῶνος ἐρείσας, ὅ τι πεπόνθοι διηρώτα, καὶ δἰ ἣν αἰτίαν οὕτως ἐκτόπως ἀλύοι, σχεδόν τι τῶν μεμηνότων οὐκ ἀποδέων. εἶτα οὐ μὴ μανῶ, πρὸς αὐτὸν ὁ Κνήμων, Θίσβην ὅτι περίεστιν ἀκηκοώς; καὶ τίς ἡ Θίσβη, ἔφη ὁ Καλάσιρις, ἢ πόθεν γνωρίζεις τε ἀκούσας καὶ ζῶσαν ἀγγελλομένην φροντίζεις; καὶ ὅς, τῶν μὲν ἄλλων ἀκούσῃ μετὰ ταῦτα, ὅταν ποτὲ καὶ τὰ ἐμαυτοῦ διηγήσωμαι: ἐκείνην δὲ ἀνῃρημένην τούτοις ἐγὼ τοῖς ὀφθαλμοῖς ἐγνώρισα, καὶ παρὰ τοῖς βουκόλοις χερσὶ ταυταισὶ ταῖς ἐμαῖς κατέθαψα. κάθευδε, εἶπεν ὁ Καλάσιρις: ταῦτα δὲ ὅπῃ ποτὲ ἔσχεν, οὐκ εἰς μακρὰν εἰσόμεθα. οὐκ ἂν δυναίμην, ἔφη: ἀλλὰ σὺ μὲν ἀτρέμας ἔχε σαυτόν, ἐγὼ δὲ οὐκ ἔστιν ὅπως ἂν βιῴην, εἰ μὴ θᾶττον ὑπεξελθὼν τρόπον ὁντιναδὴ πολυπραγμονήσαιμι τίς ποτε πλάνη τὸν Ναυσικλέα κατείληφεν, ἢ ὅπως παρὰ μόνοις Αἰγυπτίοις οἱ τεθνεῶτες ἀναβιοῦσιν.
- 5.2.2
ἐμειδίασε πρὸς ταῦτα μικρὸν ὁ Καλάσιρις, καὶ αὖθις ὑπηνέχθη τῷ ὕπνῳ. ὁ δὲ Κνήμων τοῦ δωματίου προήκων ἔπασχε μὲν οἷα εἰκὸς ἦν τὸν νύκτωρ καὶ σκότους καὶ κατ̓ οἰκίαν ἄγνωστον ἀλύοντα: πλὴν ἀλλὰ πάντα γε ὑπέμενε, τὸ δεῖμα τὸ ἐκ τῆς Θίσβης καὶ τὴν ὑπόνοιαν ἀποδύσασθαι σπεύδων, ἕως ὀψέ ποτε καὶ πολλάκις τοὺς αὐτοὺς ὡς ἄλλοτε ἄλλους ἀνελίττων τόπους, ᾔσθετο γυναικὸς λαθραῖόν τι καὶ γοερὸν οἷον ἠρινῆς ἀηδόνος αἴλινον ἐν νυκτὶ μυρομένης, ἐπί τε τὸ δωμάτιον ὑπὸ τοῦ θρήνου χειραγωγούμενος ὥρμησε. καὶ ταῖς θύραις, καθ̓ ὃ συνέπιπτον ἀλλήλαις, τὸ οὖς παραθέμενος ἐπηκροᾶτο, καὶ τοιάδε κατελάμβανεν ἔτι θρηνοῦσαν. ἐγὼ δὲ ἡ παναθλία χεῖρα λῃστρικὴν ἐκπεφευγέναι καὶ μιαιφόνον ᾠόμην θάνατον ἐλπισθέντα διαδεδρακέναι, βιώσεσθαί τε τὸ λειπόμενον ἅμα τῷ φιλτάτῳ ξένον μὲν καὶ ἀλήτην βίον, ἀλλὰ μετ̓ ἐκείνου γινόμενον ἥδιστον: οὐδὲν γὰρ οὕτως ἐμοὶ χαλεπόν, ὃ μὴ μετ̓ ἐκείνου φορητόν. νυνὶ δὲ ὁ μηδέπω κεκορεσμένος ἐμὲ ἐξ ἀρχῆς εἰληχὼς δαίμων μικρὸν τῶν ἡδονῶν ὑποθέμενος, εἶτα ἠπάτησε. δουλείαν ᾤμην ἐκπεφευγέναι, καὶ δουλεύω πάλιν: δεσμωτήριον, καὶ φρουροῦμαι. νῆσος εἶχέ με καὶ σκότος: ὅμοια τὰ νῦν ἐκείνοις, ἀληθέστερον δὲ εἰπεῖν, καὶ πικρότερα, τοῦ καὶ βουλομένου καὶ δυναμένου ταῦτα παραμυθεῖσθαι κεχωρισμένου. σπήλαιον ἦν μοι λῃστρικὸν εἰς τὴν παρελθοῦσαν τὸ καταγώγιον, ἄδυτον καὶ βάραθρον καὶ τί γὰρ ἄλλ̓ ἢ τάφος ἡ οἴκησις: ἐπεκούφιζε καὶ ταῦτα παρὼν ὁ πάντων ἐμοὶ φίλτατος. ἐκεῖ με καὶ ζῶσαν ἐθρήνησε καὶ τεθνεῶσαν, ὡς ᾤετο, ἐδάκρυσεν, ὡς ἀνῃρημένην ἐπένθησεν. ἀπεστέρημαι νυνὶ καὶ τούτων. οἴχεται ὁ. κοινωνὸς τῶν δυστυχημάτων καὶ ὡς ἄχθη τὰ πάθη πρός με νεμόμενος. ἐγὼ δὲ μόνη καὶ ἔρημος, αἰχμάλωτος καὶ πολύθρηνος, τύχης βουλήμασι πικρᾶς ἐκκειμένη, καὶ ζῆν τέως ἀνεχομένη, διότι μοι περιεῖναι τὸν γλυκύτατον ἐλπίζω. ἀλλ̓ ὦ ψυχὴ ἐμή, ποῖ ποτὲ ἄρα τυγχάνεις; τίς δέ σε διεδέξατο τύχη; ἆρα μὴ καὶ αὐτός, οἴμοι, δουλεύεις τὸ μόνον ἐλεύθερον καὶ ἀδούλωτον πλὴν ἔρωτος φρόνημα; ἀλλὰ σώζοιό γε μόνον, καὶ θεάσαιό ποτε Θίσβην τὴν σήν: τοῦτο γάρ με καλέσεις καὶ μὴ βουλόμενος.
- 5.3.1
οὐκέτι κατέχειν ἑαυτὸν ἐκαρτέρησεν ὁ Κνήμων, ὡς τούτων ἤκουσεν, οὐδὲ ὑπέμεινε τὴν τῶν ὑπολοίπων ἀκρόασιν. ἀλλ̓ ἐκ τῶν πρώτων ἕτερα ὑπονοήσας, ἐκ τῶν ἐπὶ τέλους τὴν Θίσβην εἶναι τῷ ὄντι πιστεύσας, ὀλίγου μὲν ἐδέησε καὶ κατενεχθῆναι παῤ αὐταῖς σχεδόν τι ταῖς θύραις, ἀντισχὼν δὲ χαλεπῶς, καὶ δέει τοῦ μὴ πρός τινος ἁλῶναι ʽκαὶ γὰρ καὶ ἀλεκτρυόνες ἤδη τὸ δεύτερον ᾖδον̓, ἀπέτρεχε σφαλλόμενος: καὶ νῦν μὲν τὼ πόδε προσπταίων νῦν δὲ τοῖς τοίχοις ἀθρόον ἐμπίπτων, καὶ ἄρτι μὲν ὑπερθύροις ἄρτι δὲ σκεύεσιν, εἴ πῄ τι τῆς ὀροφῆς ἤρτητο, τὴν κεφαλὴν προσαράσσων, ἐπὶ τὸ δωμάτιον οὗ κατήγοντο μετὰ πολλὴν τὴν πλάνην ἀφικόμενος ἀθρόον ἐπὶ τὴν εὐνὴν καταφέρεται. καὶ αὐτῷ τὸ μὲν σῶμα παλμὸς εἶχε, τῶν δὲ ὀδόντων ἄραβος πολὺς ἐγίνετο. καὶ τάχ̓ ἂν καὶ εἰς ἔσχατον ἦλθε κινδύνου, εἰ μὴ θᾶττον ὁ Καλάσιρις αἰσθόμενος ἔθαλπέ τε συνέχων καὶ λόγῳ παντοίως ἀνελάμβανεν. ἐπεὶ δὲ μικρὸν ἀνέπνευσε, τὴν αἰτίαν ἐξεμάνθανεν. ὃ δέ, ἀπόλωλά σοι ἔφη: ζῇ γὰρ ὡς ἀληθῶς ἡ κακίστη Θίσβη.
- 5.4.1
καὶ εἰπὼν αὖθις ἐξέθανε. καὶ ὁ Καλάσιρις αὖθις πράγματα εἶχεν, ἐπιρρωννύναι πειρώμενος.
- 5.4.2
ἔπαιζε δὲ ἄρα τι τὸν Κνήμωνα δαιμόνιον, ὃ καὶ τὰ ἄλλα χλεύην ὡς ἐπίπαν τὰ ἀνθρώπεια καὶ παιδιὰν πεποίηται, καὶ οὐδὲ τῶν ἡδίστων ἀλύπως μετέχειν ἐπέτρεπεν, ἀλλ̓ ὅ τι μετ̓ ὀλίγον ἡσθήσεσθαι ἔμελλεν, ἤδη τὸ ἀλγεινὸν ἐπέπλεκε, τάχα μὲν οὕτως ἔθος ὂν αὐτῷ καὶ νῦν ἐπιδεικνύμενον, τάχα δέ που καὶ τῆς ἀνθρώπου φύσεως ἀμιγὲς καὶ καθαρὸν τὸ χαῖρον οὐκ ἐπιδεχομένης. ὡς δὴ καὶ τότε ὁ Κνήμων ἔφευγέ τε τὰ πάντων μᾶλλον αἱρετά, καὶ φοβερὰ τὰ ἥδιστα ὑπελάμβανεν. ἦν γὰρ οὐ Θίσβη τὸ θρηνοῦν γύναιον, ἀλλὰ Χαρίκλεια. ἐγεγόνει δὲ τὰ περὶ αὐτὴν ὧδε.
- 5.4.3
ἐπειδὴ γὰρ ὁ μὲν Θύαμις ἁλοὺς ἐζώγρητο καὶ εἴχετο αἰχμάλωτος, ἡ δὲ νῆσος ἐνεπέπρηστο καὶ τῶν ἐνοίκων ἐκεκένωτο βουκόλων, ὁ μὲν Κνήμων καὶ ὁ Θέρμουθις ὁ τοῦ Θυάμιδος ὑπασπιστὴς ἑῷοι τὴν λίμνην διέπλευσαν, ὅ τι ποτὲ τὸν λῄσταρχον ἔδρασαν οἱ πολέμιοι κατασκοπήσοντες. ἔσχε τε τὰ κατ̓ αὐτοὺς ὡς δὴ καὶ εἴρηται. μόνοι δὲ Θεαγένης καὶ Χαρίκλεια κατὰ τὸ σπήλαιον ὑπολείπονται, τὸ ὑπερβάλλον τῶν παρόντων δεινῶν ἀγαθὸν μέγιστον τιθέμενοι. τότε γὰρ πρῶτον ἰδίᾳ καὶ παντὸς ἀπηλλαγμένοι τοῦ ὀχλήσοντος ἀλλήλοις ἐντυχόντες, ἀπαραποδίστων καὶ ὁλοσχερῶν περιπλοκῶν τε καὶ φιλημάτων ἐνεπίμπλαντο, καὶ πάντων ἅμα εἰς λήθην ἐμπεσόντες εἴχοντο ἐπὶ πλεῖστον ἀλλήλων οἱονεὶ συμπεφυκότες, ἁγνεύοντος μὲν ἔτι καὶ παρθενεύοντος ἔρωτος κορεννύμενοι, δάκρυσι δὲ ὑγροῖς τε καὶ θερμοῖς εἰς ἀλλήλους κεραννύμενοι, καὶ καθαροῖς μόνον μιγνύμενοι τοῖς φιλήμασιν. ἡ γὰρ Χαρίκλεια τὸν Θεαγένην, εἴ τι παρακινοῦντα αἴσθοιτο καὶ ἀνδριζόμενον, ὑπομνήσει τῶν ὅρκων ἀνέστελλεν: ὃ δὲ οὐ χαλεπῶς ἐπανήγετο καὶ σωφρονῶν ῥᾳδίως ἠνείχετο, ἔρωτος μὲν ἐλάττων ἡδονῆς δὲ κρείττων γινόμενος. ἐπεὶ δὲ ὀψέ ποτε τῶν πρακτέων εἰς ἔννοιαν ἐλθόντες δόξαι κόρον ἔχειν ἐβιάσθησαν, ἄρχεται ὁ Θεαγένης λόγων τοιῶνδε. τὸ μὲν συνεῖναι ἡμᾶς ἀλλήλοις ὦ Χαρίκλεια, καὶ τοῦτο ἔχειν ὃ πάντων τε προτιμότερον ἐποιησάμεθα καὶ δἰ ὃ πάντα ὑπέστημεν, ἡμεῖς τε εὐχόμεθα, θεοί τε Ἑλλήνιοι παρέχοιεν. ἐπεὶ δὲ ἀστάθμητόν τι τὸ ἀνθρώπειον καὶ ἄλλοτε πρὸς ἄλλα φερόμενον, καὶ πολλὰ μὲν πεπόνθαμεν πολλὰ δὲ ἐλπίζομεν, πρόκειται δὲ ἡμῖν κατὰ τὰ συγκείμενα πρὸς Κνήμωνα πάντως ἐπὶ Χέμμιν τὴν κώμην ἐπείγεσθαι, καὶ ἄδηλον ἥτις ἡμᾶς διαδέξεται τύχη, πολὺ δὲ καὶ ἄπειρον, ὡς ἔοικε, διάστημα τῆς ἐλπιζομένης ἡμῖν γῆς ὑπολείπεται, φέρε σύμβολά τινα ποιησώμεθα, δἰ ὧν ἀπόρρητά τε γνωριοῦμεν παρόντες, καὶ εἰ χωρισθῆναί ποτε συμβαίνοι, μαστεύσομεν ἀλλήλους. ἀγαθὸν γὰρ πλάνης ἐφόδιον σύνθημα φιλικὸν εἰς ἀνεύρεσιν φυλαττόμενον.
- 5.5.1
ἐπῄνει ταῦτα ἡ Χαρίκλεια, καὶ ἐδόκει ναοῖς ἐπιγράφειν, εἰ χωρισθεῖεν, ἢ ἀγάλμασιν ἐπισήμοις, ἑρμαῖς τε καὶ λίθοις ἐπὶ τριόδων, τὸν μὲν Θεαγένην ὁ Πυθικός, τὴν δὲ Χαρίκλειαν ἡ Πυθιὰς ἐπὶ δεξιὰ ἢ ἐπ’ ἀριστερὰ πεπόρευται, πόλιν ἐπὶ τήνδε ἢ κώμην ἢ ἔθνος, ἡμέραν καὶ ὥραν προσδιορίζοντας. εἰ δὲ εἰς ταὐτὸν γίνοιντο, ἀρκεῖν μὲν τῷ ἑτέρῳ τὸν ἕτερον καὶ μόνον ὀφθῆναι: οὐδένα γὰρ χρόνον εἶναι ὃς ἀμαυρώσαι αὐτοῖς τῶν ψυχῶν τὰ ἐρωτικὰ γνωρίσματα: ὅμως δ̓ οὖν ἡ μὲν Χαρίκλεια τὸν συνεκκείμενον αὐτῇ πατρῷον ἐδείκνυ δακτύλιον, οὐλὴν δὲ ἐπὶ τοῦ γόνατος ἐκ θήρας συὸς ὁ Θεαγένης. ἐκ δὲ λόγων σύμβολα ἣ μὲν λαμπάδα ὃ δὲ φοίνικα συνετίθεντο. ἐπὶ τούτοις περιέβαλλον ἀλλήλους, καὶ αὖθις ἔκλαιον, ὥσπερ, οἶμαι, σπονδῶν τῶν δακρύων ἀπάρχοντες καὶ ὅρκια τὰ φιλήματα ποιούμενοι.
- 5.5.2
τούτων συγκειμένων ἀνεδύοντο τοῦ σπηλαίου, κειμηλίων μὲν ἄλλων τῶν ἐναποκειμένων οὐδενὸς θιγόντες: τὸν γὰρ ἀπὸ σύλων πλοῦτον βέβηλον ἐδοκίμαζον: ἃ δὲ αὐτοὶ μὲν ἐκ Δελφῶν ἐπήγοντο, οἱ λῃσταὶ δὲ αὐτῶν ἀφείλοντο, ταῦτα συνεσκευάζοντο. ἡ Χαρίκλεια δὲ καὶ μετημφίασεν ἑαυτήν, ἐνθεμένη μὲν πηριδίῳ τινὶ τούς τε ὅρμους καὶ τὰ στέμματα καὶ τὴν ἱερὰν ἐσθῆτα, καὶ ὥστε λανθάνειν αὐτούς, καὶ ἄλλα σκεύη τῶν εὐτελῶν ἐπιβαλοῦσα, τὸ δὲ τόξον καὶ τὴν φαρέτραν Θεαγένει φέρειν ἐγχειρίσασα, φόρτον ἥδιστον ἐκείνῳ καὶ θεοῦ τοῦ κρατοῦντος ὅπλον οἰκειότατον. ἄρτι δὲ τῇ λίμνῃ πλησιάσαντες, καὶ σκάφους ἐπιβήσεσθαι μέλλοντες, ἔνοπλον ὁρῶσι πλῆθος ἐπὶ τὴν νῆσον περαιούμενον.
- 5.6.1
ἰλιγγιάσαντες οὖν πρὸς τὴν θέαν ἐπὶ πλεῖστον ἀχανεῖς εἱστήκεσαν, οἷον ἀπαλγοῦντες πρὸς τὴν τύχην οὕτως ἐπαλλήλως ἐπηρεάζουσαν. ὀψὲ δ̓ οὖν ποτέ, καὶ μόνον οὐ προσορμιζομένων ἤδη τῶν ἐπιόντων, ἀποδιδράσκειν ἡ Χαρίκλεια καὶ τῷ σπηλαίῳ κρύπτειν ἑαυτούς, εἴ πῃ διαλάθοιεν, ἠξίου: καὶ ἅμα ἀπέτρεχεν. ἀλλ̓ ὁ Θεαγένης ἐπεῖχέ τε, καὶ ἄχρι τίνος, ἔλεγε, φευξόμεθα τὴν πανταχοῦ διώκουσαν εἱμαρμένην; εἴξωμεν τῇ τύχῃ, καὶ χωρήσωμεν ὁμόσε τῷ φέροντι. κερδήσωμεν ἄλην ἀνήνυτον καὶ πλάνητα βίον καὶ τὴν ἐπάλληλον τοῦ δαίμονος καθ̓ ἡμῶν πομπείαν. οὐχ ὁρᾷς ὡς φυγαῖς ἐπισυνάπτει πειρατήρια, καὶ τοῖς ἐκ θαλάττης ἀτόποις τὰ ἐκ γῆς φιλοτιμεῖται χαλεπώτερα; πολέμους ἄρτι, λῃστὰς μετ̓ ὀλίγον, αἰχμαλώτους μικρῷ πρόσθεν εἶχεν, ἐρήμους αὖθις ἀπέδειξεν. ἀπαλλαγὴν καὶ φυγὴν ἐλευθέραν ὑπέθετο, καὶ τοὺς ἀναιρήσοντας ἐπέστησε. τοιοῦτον παίζει καθ̓ ἡμῶν πόλεμον, ὥσπερ σκηνὴν τὰ ἡμέτερα καὶ δρᾶμα πεποιημένος. τί οὖν οὐχ ὑποτέμνομεν αὐτοῦ τὴν τραγικὴν ταύτην ποίησιν, καὶ τοῖς βουλομένοις ἀναιρεῖν ἐγχειρίζομεν, μή πῃ καὶ ὑπέρογκον τὸ τέλος τοῦ δράματος φιλοτιμούμενος, καὶ αὐτόχειρας ἡμᾶς ἑαυτῶν ἐκβιάσηται γενέσθαι.
- 5.7.1
τούτοις εἰρημένοις οὐ πᾶσιν ἡ Χαρίκλεια συνετίθετο, τὴν μὲν τύχην ἐν δίκῃ κακηγορεῖσθαι πρὸς αὐτοῦ φάσκουσα, τὸ δὲ τοῖς πολεμίοις ἑκόντας ἑαυτοὺς ἐγχειρίζειν οὐκ ἐπαινοῦσα: μὴ γὰρ εἶναι πρόδηλον ὡς ἀναιρήσουσι λαβόντες ʽοὐ γὰρ οὕτω χρηστῷ τῷ δαίμονι προσπαλαίειν ὡς ταχεῖαν τῶν συμφορῶν ἀπαλλαγὴν συγχωρῆσαἰ, ἀλλ̓ ἐνδεχόμενον βουληθῆναι καὶ περισώζειν ἑαυτοῖς εἰς δουλείαν: ὃ τίνος οὐκ ἂν γένοιτο θανάτου πικρότερον; ὀλέθροις βαρβάροις ἐκκεῖσθαι πρὸς ὕβριν ἐπίρρητον καὶ δυσώνυμον, ἣν πάντα τρόπον καὶ ὡς δυνατὸν ἐκκλίνωμεν, ἐπιτυχίας ἐλπίδα τὴν πεῖραν τῶν παρελθόντων ὑποθέμενοι, πολλάκις ἤδη καὶ ἐξ ἀπιστοτέρων περιγενόμενοι. ποιῶμεν ὡς βούλει φήσας ὁ Θεαγένης εἵπετο ἡγουμένῃ, καθάπερ ἑλκόμενος. οὐ μὴν ἔφθησάν γε πρὸς τὸ σπήλαιον διελθόντες, ἀλλ̓ ἕως τοὺς κατὰ πρόσωπον ἐπιόντας περιεσκόπουν, ἔλαθον ὑπὸ μοίρας τῶν πολεμίων, ἣ κατ̓ ἄλλο μέρος ἀπέβη τῆς νήσου, κατόπιν σαγηνευθέντες. καὶ οἳ μὲν ἐκπλαγέντες ἔστησαν, ὑποδραμούσης τὸν Θεαγένην τῆς Χαρικλείας, ὡς, εἰ καὶ τεθνάναι δεήσειεν, ἐν χερσὶ ταῖς ἐκείνου γίνοιτο: τῶν δὲ ἐπελθόντων ἐπανετείναντο μέν τινες ὡς πατάξοντες, ὡς δὲ ἐπιβλέψαντες οἱ νέοι κατηύγασαν τοὺς ἐπιφερομένους, ὤκλαζεν αὐτοῖς ὁ θυμὸς καὶ παρεῖντο αἱ δεξιαί. τοὺς γὰρ καλοὺς καὶ βάρβαροι χεῖρες, ὡς ἔοικε, δυσωποῦνται, καὶ πρὸς τὴν ἐράσμιον θέαν καὶ ἀπρόσφυλος ὀφθαλμὸς ἡμεροῦται.
- 5.8.1
συλλαβόντες οὖν ἦγον ἐπὶ τὸν ἄρχοντα, λίαν ἐσπουδακότες λαφύρων τὸ κάλλιστον πρῶτοι προσαγαγεῖν. ἔμελλον δὲ ἄρα καὶ μόνον προσφέρειν: ἄλλῳ γὰρ οὐδενὶ τῶν ἄλλων οὐδεὶς ἐπετύγχανεν, ἐκ περάτων καὶ ταῦτα εἰς πέρατα τὴν νῆσον ἐπιδραμόντες, καὶ ὡς ἄρκυσι τοῖς ὅπλοις πανταχόθεν πᾶσαν περιβαλόντες: ἡ μὲν γὰρ ἄλλη πυρὶ ὑπὸ τοῦ προτέρου πολέμου κατανάλωτο, μόνον δὲ λειπόμενον τὸ σπήλαιον ἠγνοεῖτο. καὶ οἱ μὲν οὕτως ἤγοντο ἐπὶ τὸν πολέμαρχον: ἦν δ̓ ἄρα Μιτράνης ὁ φρούραρχος Ὀροονδάτου τοῦ τῷ βασιλεῖ τῷ μεγάλῳ τὴν Αἴγυπτον σατραπεύοντος, ἐπὶ χρήμασι πολλοῖς ὑπὸ Ναυσικλέους, ὡς δεδήλωται, κατὰ ζήτησιν τῆς Θίσβης ἀφιγμένος ἐπὶ τὴν νῆσον. ὡς οὖν ἀγόμενοι πλησίον οἱ περὶ τὸν Θεαγένην ὤφθησαν, θεοὺς σωτῆρας ἐπιβοώμενοι πολλάκις, ἐμπορικόν τι καὶ δραστήριον ἐννοήσας ὁ Ναυσικλῆς ἐξήλατό τε, καὶ προσδραμών, αὕτη ἐκείνη Θίσβη, κεκραγὼς ἔλεγεν, ἣν ἀφῃρέθην μὲν πρὸς τῶν ὀλέθρων βουκόλων, ἔχω δὲ διὰ σέ, Μιτράνη, καὶ τοὺς θεούς. ἐδράττετό τε τῆς Χαρικλείας, καὶ χαίρειν εἰς ὑπερβολὴν ἐνεδείκνυτο: καὶ τῇ Χαρικλείᾳ Θίσβην ὁμολογεῖν ἑαυτήν, εἰ βούλοιτο σώζεσθαι, παρεκελεύετο, ἠρέμα καὶ ἑλληνιστὶ παραφθεγγόμενος, ὡς λανθάνειν τοὺς παρόντας. καὶ τοῦ σοφίσματος ἔτυχεν: ἡ γὰρ δὴ Χαρίκλεια γλώσσης τε Ἑλληνίδος αἰσθομένη καί τι καὶ συνοῖσον ἀνύεσθαι πρὸς τοῦ ἀνδρὸς στοχαζομένη, συνύφαινε τὸν σκοπόν, καὶ τῷ Μιτράνῃ πυνθανομένῳ, τίς ποτε καλοῖτο, Θίσβην ἑαυτὴν ὡμολόγει. τότε δὴ προσδραμὼν ἐφίλει τε πολλὰ τὴν κεφαλὴν τοῦ Μιτράνου, καὶ τῆς τύχης ὑπερθαυμάζων ἐφύσα τὸν βάρβαρον ὡς ἄλλα τε πλεῖστα κατωρθωκότα ἐν πολέμοις καὶ τὴν παροῦσαν στρατείαν εὐδαιμόνως πεποιημένον. ὃ δὲ χαυνωθεὶς τοῖς ἐπαίνοις, καὶ ἅμα τὸ πρᾶγμα οὕτως ἔχειν ὑπὸ τοῦ ὀνόματος ἀπατηθείς, ἐξεπέπληκτο μὲν τῆς ὥρας ʽἀπ̓ εὐτελοῦς γὰρ καὶ ταῦτα τῆς ἐσθῆτος οἷον νέφους αὐγὴ σεληναίας διεξέλαμπεν̓, ὅμως δ̓ οὖν τὸ κοῦφον τοῦ φρονήματος ἀπάτης ὀξύτητι συσχεθείς, καὶ τὸν καιρὸν τῆς μεταμελείας προληφθείς, ταύτην μὲν οὖν, ἔφη, σὴν οὖσαν ἀπολαβὼν ἄγε ʽκαὶ εἰπὼν ἐνεχείριζεν, ἀφορῶν τε εἰς αὐτὴν συνεχῶς, καὶ ὅτι ἄκων καὶ προλήψει τοῦ μισθοῦ παραχωροίη τῆς κόρης ἐπισημαίνων̓, οὑτοσὶ δέ, ὅστις ποτέ ἐστι, λέγων τὸν Θεαγένην, λάφυρον ἡμέτερον ἔστω καὶ ἑπέσθω φρουρούμενος, ἀναπεμφθησόμενος εἰς Βαβυλῶνα: τραπέζῃ γὰρ τῇ βασιλέως διακονεῖν ἐμπρέπει.
- 5.9.1
τούτων εἰρημένων ἐπεραιοῦντο τὴν λίμνην: καὶ χωρισθέντες ἀλλήλων, ὃ μὲν εἰς τὴν Χέμμιν, ὁ Ναυσικλῆς, ἔχων τὴν Χαρίκλειαν ἔρχεται, Μιτράνης δὲ ἐπὶ ἑτέρας κώμας τῶν ὑπηκόων ἐκτραπείς, οὐδὲν ὑπερθέμενος, ἅμα γράμμασι τὸν Θεαγένην πρὸς Ὀροονδάτην ὄντα κατὰ τὴν Μέμφιν ἐξέπεμπεν. εἶχε δὲ ὧδε τὰ ἐπεστάλμενα.
- 5.9.2
Ὀροονδάτῃ σατράπῃ Μιτράνης φρούραρχος. Ἕλληνα νεανίσκον ὑπεραίροντα τὴν ἐμὴν δεσποτείαν, καὶ θεῷ βασιλεῖ τῷ μεγίστῳ μόνῳ καὶ φαίνεσθαι καὶ διακονεῖσθαι ἄξιον, αἰχμάλωτον εἰληφὼς πρὸς σὲ διεπεμψάμην, ἐκχωρῶν σοι τηλικοῦτον καὶ τοιοῦτον δῶρον τῷ κοινῷ δεσπότῃ προσάγειν, οἷον ἡ βασίλειος αὐλὴ κόσμον οὔτε πρότερον εἶδεν οὔτε αὖθις ὄψεται.
- 5.10.1
ταῦτα μὲν ἐκεῖνος ἐπέστελλεν, οὔπω δὲ ἡμέρας ἀκριβῶς ὑποφαινούσης ὁ Καλάσιρις ἅμα τῷ Κνήμωνι παρὰ τὸν Ναυσικλέα, σπεύδων μαθεῖν τι τῶν ἀγνοουμένων, ἔρχεται. καὶ πυνθανομένῳ τίνα εἴη διαπεπραγμένος, ἅπαντα ὁ Ναυσικλῆς ἔλεγεν, ὡς ἦλθεν ἐπὶ τὴν νῆσον, ὡς κατέλαβεν ἔρημον, ὡς οὐδενὶ τὰ πρῶτα συνέτυχεν, ὡς ἀπάτῃ τὸν Μιτράνην περιῆλθε καί τινα φανεῖσαν κόρην ὡς Θίσβην ἀπέλαβεν, καὶ ὅτι βέλτιον εἴη διαπεπραγμένος ταύτης ἐπιτυχὼν ἢ ἐκείνην ἀνευρών: οὐ γὰρ μικρὸν εἶναι τὸ διάφορον, ἀλλ̓ ὅσον ἄν τι γένοιτο θεοῦ πρὸς ἄνθρωπον. οὕτως οὐκ εἶναι τοῦ κάλλους ὑπερβολήν, οὐδὲ αὐτῷ δυνατὸν εἶναι τῷ λόγῳ φράζειν, καὶ ταῦτα ἐξὸν παροῦσαν ἐπιδεικνύναι.
- 5.11.1
ταῦτα ὡς ἤκουσαν, ὑπόνοιαν εὐθὺς τῶν ἀληθῶν ἐλάμβανον, ἱκέτευόν τε προστάττειν ὡς ὅτι τάχιστα παρεῖναι τὴν κόρην: τὸ γὰρ ἄφραστον κάλλος Χαρικλείας ἐγνώριζον. ὡς δὲ ἤχθη, καὶ τὰ πρῶτα κάτω νεύουσα καὶ τὸ πρόσωπον εἰς ὀφρὺν σκέπουσα τοῦ Ναυσικλέους θαρσεῖν παρακελευομένου μικρὸν ἀνένευσεν, εἶδέ τε καὶ ὤφθη παῤ ἐλπίδας, ὀδυρμὸς ἅπασιν ἀθρόον ἀνεκινήθη, καὶ ὥσπερ ἐξ ἑνὸς συνθήματος ἢ πληγῆς τῆς αὐτῆς ἀνωλόλυξαν. ἦν τε ἀκούειν ἐπὶ πλεῖστον ὦ πάτερ καὶ ὦ θύγατερ, καὶ ἀληθῶς Χαρίκλεια καὶ οὐχ ἡ Θίσβη τοῦ Κνήμωνος. ὁ δὲ Ναυσικλῆς ἐνεὸς ἐγεγόνει, τόν τε Καλάσιριν, ἐφ̓ ὅσον περιβαλὼν τὴν Χαρίκλειαν ἐδάκρυεν, ἀφορῶν, καὶ τίς ὁ καθάπερ ἐπὶ σκηνῆς ἀναγνωρισμὸς ἀγνοῶν καὶ διαπορῶν, ἕως αὐτὸν ὁ Καλάσιρις ἐφ̓ ὅσον πλεῖστον ἅμα φιλήμασι κατασπασάμενος, ὦ βέλτιστε ἀνδρῶν, ἔλεγε, σοὶ δὲ ἀντὶ τούτων οἱ θεοὶ τοσαῦτα δοῖεν ὅσα κατὰ γνώμην ὄντα τὴν σὴν εἰς κόρον τελεσθῆναι. σωτήρ μοι τῆς οὐδαμόθεν ἐλπισθείσης ἔτι θυγατρὸς γέγονας, καὶ δέδωκας ἰδεῖν τὴν ἐμοὶ πάντων ἡδίστην θέαν. ἀλλ̓ ὦ θύγατερ, ὦ Χαρίκλεια, Θεαγένην δὲ ποῦ κατέλιπες; ἀνωλόλυξε πρὸς τὴν ἐρώτησιν, καὶ διαλιποῦσα μικρόν, αἰχμάλωτον, εἶπεν, ἄγει λαβών, ὅστις ποτέ ἐστιν, ὁ κἀμὲ τούτῳ παραδεδωκώς.
- 5.11.2
ἱκέτευεν οὖν ὁ Καλάσιρις τὸν Ναυσικλέα μηνύειν ἅ γινώσκει περὶ τοῦ Θεαγένους, καὶ τίς μὲν ὁ νῦν δεσπόζων, ὅποι δ̓ ἄγει λαβών. ἔλεγε πάντα ὁ Ναυσικλῆς, συνεὶς ἐκείνους εἶναι τούτους περὶ ὧν διείλεκτο πολλάκις πρὸς αὐτὸν ὁ πρεσβύτης, καὶ ὧν κατὰ ζήτησιν ἀλώμενον ἐν θρήνοις ἐγίνωσκε. προσετίθει δὲ μηδὲν αὐτοῖς εἶναι πλέον τῆς γνώσεως, ἀνθρώποις ἀπορουμένοις, τοῦ Μιτράνου θαυμαστὸν εἰ καὶ ἐπὶ πολλοῖς ἂν αἱρησομένου χρήμασιν ἀφεῖναι τὸν νεανίσκον. ἔστιν ἡμῖν, ἔφη, χρήματα, λάθρᾳ πρὸς τὸν Καλάσιριν ἡ Χαρίκλεια, καὶ ἐπάγγειλαι πλῆθος ὁπόσον βούλει. τὸν ὅρμον ὃν οἶσθα, διασώζω καὶ ἔχω φέρουσα.
- 5.12.1
θαρσήσας οὖν πρὸς ταῦτα ὁ Καλάσιρις, δεδιὼς δὲ μή τινα λάβοι τῶν ὄντων ὁ Ναυσικλῆς ὑπόνοιαν καὶ ὧν ἐπεφέρετο ἡ Χαρίκλεια, ὦγαθὲ Ναυσίκλεις, ἔφη, οὐκ ἔστιν ὅτε ἐνδεής ἐστιν ὁ σοφός, ἀλλ̓ ὕπαρξιν ἔχει τὴν βούλησιν, τοσαῦτα λαμβάνων παρὰ τῶν κρειττόνων ὅσα καὶ αἰτεῖν οἶδε καλόν. ὥστε καὶ φράζε μόνον ὅπου ποτέ ἐστιν ὁ κρατῶν Θεαγένους, ὡς τό γε ἐκ τῶν θεῶν ἡμᾶς οὐ περιόψεται, ἀλλ̓ ἐπαρκέσει πρὸς ὅσον ἂν βουληθῶμεν τὸ Περσικὸν θεραπεῦσαι φιλοχρήματον. ἐμειδίασε πρὸς ταῦτα ὁ Ναυσικλῆς, καὶ τότε, ἔφη, δώσεις ἐμὲ πιστεύειν δύνασθαί σε καθάπερ ἐκ μηχανῆς ἀθρόον πλουτεῖν, εἴπερ ἐμοὶ προτέρῳ τὰ ὑπὲρ τῆσδε λύτρα καταθοῖο. πάντως δὲ ἐννοεῖς ὡς τὸ Περσικὸν καὶ τὸ ἐμπορικὸν ἐν ἴσῳ φιλοπλούσιον. οἶδα, εἶπεν ὁ Καλάσιρις, καὶ ἕξεις. τί δὲ οὐ μέλλεις, φιλανθρωπίας οὐδὲν ἀπολείπων, ἀλλὰ φθάνων τε τὰς ἡμετέρας παρακλήσεις καὶ τὴν ἀπόδοσιν τῆς θυγατρὸς αὐτεπάγγελτος ἐπινεύων; εὐχῆς δὲ δεῖ μοι πρότερον. οὐδεὶς φθόνος, ἔφη ὁ Ναυσικλῆς: μᾶλλον δέ, εἰ δοκεῖ, ʽθύειν γὰρ μέλλω χαριστήρια τοῖς θεοῖσ̓ ἐπεύχου παρὼν τοῖς ἱεροῖς, καὶ τὸν πλοῦτον ἡμῖν μὲν αἴτει σαυτῷ δὲ λάμβανε. μὴ παῖζε μηδ̓ ἄπιστος ἔσο, ἔφη πρὸς αὐτὸν ὁ Καλάσιρις: ἀλλ̓ ἡγοῦ καὶ εὐτρέπιζε τὰ πρὸς τὴν θυσίαν. ἡμεῖς δὲ παρεσόμεθα πάντων ἡτοιμασμένων.
- 5.13.1
ἐποίουν οὕτως, καὶ μετ̓ οὐ πολὺ παρὰ τοῦ Ναυσικλέους ἥκων τις ἐκάλει σπεύδειν ἐπὶ τὴν θυσίαν. οἳ δέ ʽτὰ πρακτέα γὰρ αὐτοῖς ἤδη συνέκειτὀ χαίροντες ἐπορεύοντο, αὐτοὶ μὲν ἅμα τῷ Ναυσικλεῖ καὶ ἄλλῳ πλήθει τῶν κεκλημένων ʽδημοτελῆ γὰρ ηὐτρέπιστο τὴν θυσίαν̓, ἡ Χαρίκλεια δὲ σὺν τῇ θυγατρὶ τοῦ Ναυσικλέους καὶ γυναιξὶ ταῖς ἄλλαις, ὅσαι παρηγοροῦσαι πολλὰ καὶ λιπαροῦσαι μόλις ἔπεισαν ἅμα βαδίζειν, τάχα οὐκ ἄν ποτε πεισθεῖσαν, εἰ μὴ τῇ προφάσει τῆς θυσίας εἰς τὰς ὑπὲρ Θεαγένους εὐχὰς ἀποχρήσασθαι διενοήθη. ὡς δ̓ ἐπὶ τὸν νεὼν τοῦ Ἑρμοῦ παρεγένοντο ʽτούτῳ γὰρ ἦγε τὴν θυσίαν Ναυσικλῆς, ὡς ἀγοραίῳ τε καὶ ἐμπορικῷ διαφερόντως τῶν ἄλλων θεῶν αὑτὸν καθοσιούμενοσ̓ καὶ τὰ ἱερὰ τάχιστά τε, οὕτω καὶ πρὸς βραχὺ τὰ σπλάγχνα ὁ Καλάσιρις ἐπιθεωρήσας, καὶ ποικίλην δηλοῦσθαι τῶν μελλόντων συντυχίαν, ἡδέων τε καὶ λυπηρῶν, ταῖς τοῦ προσώπου τροπαῖς ἐμφήνας, ἐπιβάλλει τὼ χεῖρε τοῖς βωμοῖς ἔτι φλεγομένοις, καὶ ὡς τῆς πυρᾶς δῆθεν σπασάμενος ἃ πάλαι ἐπεκομίζετο, ταῦτά σοι, ἔφη, λύτρα Χαρικλείας, ὦ Ναυσίκλεις, οἱ θεοὶ δἰ ἡμῶν προσάγουσι. καὶ ἅμα ἐνεχείριζε δακτύλιόν τινα τῶν βασιλικῶν, ὑπερφυές τι χρῆμα καὶ θεσπέσιον, τὸν μὲν κύκλον ἠλέκτρῳ διάδετον, ἀμεθύσῳ δὲ Αἰθιοπικῇ τὴν σφενδόνην φλεγόμενον. μέγεθος μὲν ὅσον ὄμμα παρθενικὸν περιγράφει, κάλλος δὲ μακρῷ τῆς Ἰβηρίδος τε καὶ Βρετανίδος ὑπερφέρουσα. ἥ μὲν γὰρ ἀδρανεῖ τῷ ἄνθει φοινίσσεται, καὶ ῥόδῳ προσέοικεν ἐκ καλύκων ἄρτι πρὸς πέταλα σχιζομένῳ καὶ πρῶτον ἡλιακαῖς ἀκτῖσιν ἐρευθομένῳ: ἀμεθύσου δὲ Αἰθιόπιδος ἀκραιφνὴς μὲν καὶ ἐκ βάθους ἐαρινή τις ὥρα πυρσεύεται, εἰ δὲ κατέχων περιτρέπεις, ἀκτῖνα προσβάλλει χρυσῆν, οὐκ ἀμαυροῦσαν τραχύτητι τὴν ὄψιν, ἀλλὰ φαιδρότητι περιλάμπουσαν. οὐ μὴν ἀλλὰ καὶ δύναμις αὐτῇ γνησιωτέρα τῶν ἐκ δύσεων ἐγκαθίδρυται: οὐ γὰρ ἐπιψεύδεται τὴν προσηγορίαν, ἀλλ̓ ἀληθῶς ἀμέθυσος τῷ φέροντι γίνεται, νηφάλιον ἐν τοῖς συμποσίοις διαφυλάττουσα.
- 5.14.1
τοιαύτη μὲν καὶ πᾶσα ἐξ Ἰνδῶν τε καὶ Αἰθιόπων ἀμέθυσος: ἣν δὲ τότε τῷ Ναυσικλεῖ προσεκόμιζεν ὁ Καλάσιρις, μακρῷ καὶ ταύτας ἐπλεονέκτει. γραφῇ γὰρ ἔξεστο καὶ εἰς μίμημα ζώων ἐκοιλαίνετο, καὶ ἦν ἡ γραφή, παιδαρίσκος ἐποίμαινε πρόβατα, χαμαιζήλῳ μὲν πέτρᾳ πρὸς περιωπὴν ἐφεστώς, τὴν δὲ νομὴν τῇ ἀγέλῃ πλαγίοις αὐλήμασι διατάττων. τὰ δὲ ἐπείθετο, ὡς ἐδόκει, καὶ ἠνείχετο πρὸς τὰ ἐνδόσιμα τῆς σύριγγος ποιμαινόμενα. εἶπεν ἄν τις αὐτὰ καὶ χρυσοῖς βεβριθέναι τοῖς μαλλοῖς, οὐ τῆς τέχνης τοῦτο χαριζομένης, ἀλλ̓ οἰκεῖον ἐρύθημα τῆς ἀμεθύσου τοῖς νώτοις ἐπανθούσης. ἐγέγραπτο καὶ ἀρνειῶν ἁπαλὰ σκιρτήματα: καὶ οἳ μὲν ἀγεληδὸν ἐπὶ τὴν πέτραν ἀνατρέχοντες, οἳ δὲ περὶ τὸν νομέα κύκλους ἀγερώχους ἐξελίττοντες, ποιμενικὸν θέατρον ἐπεδείκνυσαν τὸν κρημνόν. ἄλλοι δὲ ὥσπερ ἡλίῳ τῇ φλογὶ τῆς ἀμεθύσου γαννύμενοι, ἅλμασιν ἀκρωνύχοις τὴν πέτραν ἐπέξεον. ὅσοι δὲ αὐτῶν πρωτόγονοι καὶ θρασύτεροι, καὶ ὑπεράλλεσθαι βουλομένοις τὸν κύκλον ἐῴκεσαν, εἰργομένοις δὲ ὑπὸ τῆς τέχνης ὥσπερ εἰ μάνδραν χρυσῆν τὴν σφενδόνην αὐτοῖς τε καὶ τῇ πέτρᾳ περιβαλλούσης. ἣ δὲ ἦν πέτρα τῷ ὄντι, καὶ οὐχὶ μίμημα: τῶν γὰρ ἄκρων τῆς λίθου μέρος εἰς τοῦτο περιγράψας ὁ τεχνίτης ἔδειξεν ἐκ τῆς ἀληθείας ὃ ἐβούλετο, περίεργον ἡγησάμενος λίθον ἐν λίθῳ σοφίζεσθαι.
- 5.15.1
τοιοῦτος μὲν ὁ δακτύλιος: ὁ δὲ Ναυσικλῆς ἐκπλαγείς τε ἅμα πρὸς τὸ παράδοξον καὶ πλέον ἡσθεὶς πρὸς τὸ πολύτιμον, οὐσίας ὅλης τὴν λίθον ἰσοστάσιον κρίνων, ἐγὼ μὲν ἔπαιζον, εἶπεν, ὦγαθὲ Καλάσιρι, καὶ λόγος ἄλλως ἦν ἡ τῶν λύτρων αἴτησις, σκοπὸς δὲ ἀπριάτην σοι λύσασθαι τὴν θυγατέρα: ἐπεὶ δὲ οὐκ ἀπόβλητά ἐστιν, ὡς φατέ, θεῶν ἐρικυδέα δῶρα, δέχομαι τὴν θεόπεμπτον ταυτηνὶ λίθον, πειθόμενος παῤ Ἑρμοῦ τοῦ καλλίστου καὶ ἀγαθωτάτου τῶν θεῶν ἥκειν μοι συνήθως καὶ τόδε τὸ εὕρημα, διὰ τοῦ πυρός σοι τῷ ὄντι τὸ δῶρον διακονήσαντος: ὁρᾶν γοῦν πάρεστι τῇ φλογὶ περιλαμπόμενον. καὶ ἄλλως κρίνω κέρδος κάλλιστον, ὃ μὴ ζημιοῦν τὸν παρέχοντα, εὐπορώτερον ἀποφαίνει τὸν λαμβάνοντα.
- 5.15.2
ταῦτα ὡς εἰπὼν ἐποίησεν, ἐπὶ τὴν εὐωχίαν αὐτόν τε καὶ τοὺς ἄλλους ἐπέτρεπεν, ἰδίᾳ μὲν ταῖς γυναιξὶ τὴν ἐνδοτέρῳ τοῦ ἱεροῦ χώραν ἀποκληρώσας, τοὺς δὲ ἄνδρας ἐν τῷ προτεμενίσματι κατακλίνας. ἐπεὶ δὲ εὐφροσύνης τῆς ἐκ τῶν ἐδεσμάτων εἰς κόρον ἦσαν καὶ τοῖς κρατῆρσιν αἱ τράπεζαι παρεχώρουν, οἱ μὲν ἄνδρες ἐμβατήρια τῷ Διονύσῳ καὶ ᾖδον καὶ ἔσπενδον, αἱ δὲ γυναῖκες ὕμνον τῇ Δήμητρι χαριστήριον ἐχόρευον. ἡ Χαρίκλεια δὲ χωρισθεῖσα τὸ αὑτῆς ἔπραττεν: ηὔχετο Θεαγένην σώζεσθαι, κἀκεῖνον ἑαυτῇ φυλάττεσθαι.
- 5.16.1
τοῦ πότου δὲ λαμπρῶς ἤδη βράζοντος, καὶ ἄλλου πρὸς ἄλλο τι τῶν τερπόντων ἀποκλίναντος, ὕδατος ἀπαραχύτου φιάλην προτείνας ὁ Ναυσικλῆς, ὦγαθὲ Καλάσιρι, ἔφη, καθαράς σοι τὰς νύμφας, ὡς σοὶ φίλον, καὶ ἀκοινωνήτους τοῦ Διονύσου καὶ ἀληθῶς ἔτι νύμφας προπίνομεν: σὺ δὲ εἰ λόγους ἡμῖν οὓς ποθοῦμεν ἀντιπροπίνοις, ἀπὸ καλλίστων ἂν κρατήρων εὐωχοίης. τὰς μὲν γὰρ γυναῖκας ἀκούεις ὡς διατριβὴν τῷ πότῳ χορείαν ἐστήσαντο: ἡμῖν δὲ ἡ σὴ πλάνη κάλλιστα ἄν, εἰ βουληθείης, τὴν εὐωχίαν παραπέμποι, χοροῦ τε γινομένη καὶ αὐλοῦ παντὸς ἡδίων: ἣν πολλάκις μοι διελθεῖν, ὡς οἶσθα, ὑπερθέμενος, ἐπειδή σε τὰ συμβεβηκότα ἐβάπτιζεν, οὐκ ἔστιν ὅπως ἂν ἐς καιρὸν βελτίονα τοῦ παρόντος φυλάξειας, ὅτε σου τῶν παίδων ἡ μὲν θυγάτηρ ἥδε σώζεται καὶ ὁρᾶται, ὁ παῖς δὲ ὅσον οὐδέπω σὺν θεοῖς ὀφθήσεται, καὶ μάλιστα εἴ με μὴ ἀνιάσεις, ὑπερθέμενος καὶ πάλιν τὴν διήγησιν. ἀλλά σοι πλεῖστα ἀγαθὰ γένοιτο, ὦ Ναυσίκλεις, ὑπολαβὼν ἔφη ὁ Κνήμων, ὃς ἅπαν μουσικῆς ὄργανον εἰς τὸ συμπόσιον παρακεκληκώς, ἐκείνων μὲν τὸ παρὸν ὑπερορᾷς καὶ τοῖς δημωδεστέροις ἐκχωρεῖς, πραγμάτων δὲ μυστικῶν ὡς ἀληθῶς καὶ ἡδονῇ θείᾳ τῷ ὄντι συγκράτων φιληκόως ἔχεις. καί μοι δοκεῖς καὶ τοῦ δαιμονίου κάλλιστα συνιέναι, τὸν Ἑρμῆν τῷ Διονύσῳ συγκαθιδρύων καὶ λόγων ἥδυσμα τῷ πότῳ συναναχέων. ὡς ἐγώ σου καὶ τὴν ἄλλην μὲν τῆς θυσίας πολυτέλειαν ἔχω θαυμάσας, οὐκ ἔστι δὲ ὅπως μᾶλλον ἄν τις τὸν Ἑρμῆν ἱλάσαιτο ἢ τὸ οἰκειότατον ἐκείνῳ λόγους εἰς εὐωχίαν ἐρανιζόμενος.
- 5.16.2
ἐπείθετο ὁ Καλάσιρις, ἅμα μὲν τῷ Κνήμωνι χαριζόμενος, ἅμα δὲ τὸν Ναυσικλέα τῶν μετὰ ταῦτα ἕνεκεν ὑποποιούμενος, καὶ ἅπαντα ἔλεγε, τὰ μὲν πρῶτα καὶ ἤδη λεχθέντα πρὸς Κνήμωνα ἐπιτεμνόμενος καὶ ὡσπερεὶ κεφαλαιούμενος, καί τινα καὶ ἑκὼν ὑπερβαίνων, ὅσα τὸν Ναυσικλέα γινώσκειν οὐ συμφέρειν ἐδοκίμαζε, τὰ δ̓ ἔτι ἀδιήγητα καὶ ἐχόμενα τῶν εἰρημένων ἔνθεν ἑλών,
- 5.17.1
ὡς ἐπειδὴ τῆς Φοινίσσης ὁλκάδος ἐπέβησαν, τοὺς Δελφοὺς ἀποδράντες, τὰ μὲν πρῶτα πλεῖν κατὰ γνώμην, εὐκραεῖ τῷ πνεύματι καὶ ἐκ νώτων ὑποφερομένους, ἐπεὶ δὲ κατὰ τὸν Καλυδώνιον πορθμὸν γενέσθαι, διαταραχθῆναι σφᾶς οὐ μικρῶς, ταραχώδει τὰ πολλὰ φύσει θαλάσσῃ προστυχόντας. τοῦ δὲ Κνήμωνος μηδὲ τοῦτο παραλιπεῖν ἀξιοῦντος, ἀλλὰ φράζειν εἴ τινα καταμεμαθήκοι τῆς ἐπιπολαζούσης τῷ τόπῳ τραχύτητος αἰτίαν, τὸ πέλαγος, ἔφη, τὸ Ἰόνιον ἐκ πολλῆς εὐρυχωρίας ἐνταῦθα στενούμενον, καὶ καθάπερ διὰ στομίου τινὸς εἰς τὸν Κρισσαῖον κόλπον εἰσχεόμενον, ἐπιμῖξαί τε πρὸς τὴν Αἰγαίαν θάλασσαν ἐπειγόμενον, ὑπὸ τοῦ Πελοποννησίων Ἰσθμοῦ τῆς πρόσω φορᾶς ἀνακόπτεται, προμηθείᾳ κρειττόνων, ὡς ἔοικεν, ἐπικλύσαι τὴν ἀντίθετον προβολῇ τοῦ αὐχένος ἀποτειχιζόμενον. κἀκ τοῦδε παλιρροίας ὡς τὸ εἰκὸς γινομένης καὶ περὶ τόνδε τὸν πορθμὸν πλέον ἢ κατὰ τὸν ἄλλον κόλπον θλιβομένης, τοῦ ἐπιρρέοντος ἔτι τῷ ἀνατρέχοντι πολλάκις ἐμπίπτοντος, βρασμόν τε ἴσχει τὸ ὕδωρ καὶ κῦμα φλεγμαῖνον ἐγείρει, πρὸς τῆς ἀντιτυπίας εἰς κλύδωνα κορυφούμενον.
- 5.17.2
ἐπὶ τούτοις κρότου γενομένου καὶ ἐπαίνου τῶν παρόντων ἀληθῆ εἶναι μαρτυρούντων τὴν αἰτίαν, ὁ Καλάσιρις εἴχετο τῶν ἑξῆς, ὑπερβαλόντες δή, λέγων, τὸν πορθμὸν καὶ νήσους Ὀξείας ἀποκρύψαντες, τὴν Ζακυνθίων ἄκραν προσκοπεῖν ἀμφεβάλλομεν, ὥσπερ ἀμυδρόν τι νέφος τὰς ὄψεις ἡμῶν ὑποδραμοῦσαν. καὶ ὁ κυβερνήτης τὸ ἱστίον παραστέλλειν ἐπέταττεν. ἡμῶν δὲ πυνθανομένων διὰ τί παραλύει τὸ ῥόθιον τῆς νεὼς οὐριοδρομούσης, ὅτι, ἔφη, πλησιστίῳ χρώμενοι τῷ πνεύματι περὶ πρώτην ἂν φυλακὴν τῇ νήσῳ προσορμίσαιμεν, καὶ δέος προσοκεῖλαι σκοταίους τόποις ὑφάλοις τὰ πολλὰ καὶ κρημνώδεσι. καλὸν οὖν ἐννυκτερεῦσαι τῷ πελάγει καὶ τὸ πνεῦμα ὑφειμένως δέχεσθαι, συμμετρουμένους ὅσον ἂν γένοιτο αὔταρκες ἑῴους ἡμᾶς τῇ γῇ προσπελάσαι.
- 5.18.1
ταῦτα εἶπε μὲν ὁ κυβερνήτης, οὐκ ἐγένετο δὲ ὦ Ναυσίκλεις, ἀλλ̓ ἅμα ἥλιός τε ἀνῖσχε καὶ ἡμεῖς ἄγκυραν καθίεμεν. οἱ δὲ τῆς νήσου περὶ τὸν ὅρμον οἰκοῦντες, ἀπέχοντα οὐ πολὺ τῆς πόλεως, καθάπερ ἐπί τι παράδοξον τὴν θέαν τὴν ἡμετέραν συνέρρεον, ἀγάμενοι μέν, ὡς ἐφαίνετο, καὶ τὸ τῆς ὁλκάδος εὐάγωγον, εἰς κάλλος τε ἅμα καὶ μέγεθος αἰρόμενον ἐκπεπονημένης, Φοινίκειον τὸ φιλοτέχνημα γνωρίζειν λέγοντες, πλέον δὲ θαυμάζοντες ὡς παραλόγῳ τῇ τύχῃ χρησαμένους, εὔδιόν τε καὶ ἀπήμονα πλοῦν ἐν χειμερίῳ τῇ ὥρᾳ καὶ Πληιάδων ἤδη δυομένων ἀνύσαντας. οἱ μὲν οὖν ἄλλοι σχεδόν τι πάντες ἔτι τῶν πρυμνησίων ἀναπτομένων ἀπολιπόντες τὴν ναῦν, ἐπὶ τὸ ἄστυ τὴν Ζάκυνθον ἀγοράσοντες ἀνέτρεχον: ἐγὼ δέ ʽτοῦ κυβερνήτου γὰρ ἀκηκοὼς ἐτύγχανον ὡς χειμαδίῳ χρήσονται τῇ νήσᾠ καταγωγὴν σκεψόμενος αὐτοῦ που περὶ τὴν ἀκτὴν ἠρχόμην, τὴν μὲν ναῦν ὡς ἀπρεπὲς οἰκητήριον διὰ τὴν ναυτικὴν τύρβην, τὴν πόλιν δὲ ὡς οὐκ ἀσφαλὲς διὰ τὴν τῶν νέων φυγὴν παραιτούμενος. ὀλίγον οὖν ὅσον προήκων ὁρῶ πρεσβύτην ἁλιευτικὸν πρόσθεν τῶν θυρῶν τῶν αὑτοῦ καθήμενον καὶ δικτύου διερρωγότος βροχίδας ἀκεόμενον. πλησιάσας δὴ χαῖρε εἶπον, ὦ βέλτιστε, καὶ φράζε ὅποι τις ἂν τύχοι καταγωγῆς. ὃ δέ, περὶ τὴν πλησίον ἄκραν, ἔφη, χοιράδι πέτρᾳ τῆς προτεραίας ἐνσχεθὲν διεσπάρακται. κἀγώ, τοῦτο μέν, ἔφην, οὐδὲν ἐδεόμην μαθεῖν: ὅμως δ̓ οὖν χρηστῶς ἂν ποιοίης καὶ φιλανθρώπως ἢ αὐτὸς ὑποδεχόμενος ἢ ἕτερον ὑφηγούμενος. καὶ ὅς, οὐκ αὐτός, φησίν: οὐ γὰρ συνέπλεον: μὴ γὰρ οὕτω ποτὲ σφαλείη μηδὲ ὑπὸ γήρως πιεσθείη Τυρρηνός: ἀλλ̓ ἔστι πταῖσμα τῶν παιδαρίων, ἀπειρίᾳ τῶν ὑφάλων οὗ μὴ ἐχρῆν τὰ δίκτυα καθορμισάντων. ὀψὲ δὴ οὖν συνεὶς ὡς παχύτερον ἔχει τῆς ἀκοῆς, γεγωνότερον ἐμβοήσας, χαίρειν κελεύω σοι, ἔφην, καὶ φράζειν ἡμῖν ξένοις οὖσι καταγωγήν. ἀλλὰ καὶ αὐτὸς χαίροις, ἀπεκρίνατο, καὶ μένοις, εἰ βούλοιο, παῤ ἡμῖν, εἰ μή τις τυγχάνοις τῶν πολυκλίνους οἴκους ἐπιζητούντων ἢ θεραπείαν εἰς πλῆθος ἐπαγομένων. ἐμοῦ δὲ εἰπόντος ὡς παῖδες εἰσί μοι δύο, καὶ τρίτος ἐγώ, χάριεν, ἔφη, τὸ σύμμετρον: ἑνὶ γὰρ πλείους ἡμᾶς εὑρήσετε. κἀμοὶ γὰρ παῖδες εἰσὶν ἔτι δύο συσσιτοῦντες, οἱ προγενέστεροι δὲ γήμαντες οἴκου ἄρχουσι, καὶ τετάρτη τροφὸς ἡ τῶν παίδων: ἡ γὰρ μήτηρ αὐτοῖς οὐ πρὸ πολλοῦ τέθνηκεν. ὥστε ὦ λῷστε μὴ μέλλε, μηδὲ ἀμφίβαλλε ὡς οὐ χαίροντες ὑποδεξόμεθα ἄνδρα καὶ ἐκ πρώτης ἐντεύξεως εὐγένειαν ἐμφαίνοντα. ἔπραττον οὕτως. καὶ μετ̓ οὐ πολὺ σὺν τῷ Θεαγένει καὶ τῇ Χαρικλείᾳ παρόντα με ἄσμενος ὁ Τυρρηνὸς ὑποδέχεται, καὶ μέρος τὸ ἀλεεινότερον ἀπεκλήρου τῆς οἰκήσεως. καί πως οὐκ ἀηδῶς τὴν χειμέριον ὥραν τὰ πρῶτα διηνύομεν, τὰ μὲν ἄλλα συνδιημερεύοντες, χωριζόμενοι δὲ ὅτε καθεύδειν ἔδει, σὺν τῇ τροφῷ μὲν ἡ Χαρίκλεια, ἐγὼ δὲ ἰδίᾳ καὶ Θεαγένης, ὁ Τυρρηνὸς δὲ σὺν τοῖς αὐτοῦ παισὶ καθ̓ ἕτερον δωμάτιον ἀναπαυόμενοι. ἡ τράπεζα δὲ ἡμῖν κοινὴ προυτίθετο, τὰ μὲν ἄλλα ἡμῶν παρεχόντων, τοῦ Τυρρηνοῦ δὲ ὄψον ἄφθονον ἐκ θαλάττης τοὺς νέους ἑστιῶντος, τὰ μὲν καθ̓ αὑτὸν ἁλιεύοντος, τὰ δὲ καὶ ἡμῶν ἔστιν ὅτε τὴν σχολὴν διατιθεμένων καὶ συνεφαπτομένων τῆς ἄγρας, ἣν ποικίλην τε καὶ πρὸς πᾶσαν ὥραν ἁρμόδιον ἐξήσκητο. καὶ ἦν εὔβολόν τι χρῆμα καὶ πολύθηρον, ὥστε καὶ οἱ πολλοὶ τὴν ἐμπειρίαν αὐτῷ τῆς τέχνης εἰς εὐμένειαν τύχης προσῆπτον.
- 5.18.2
ἀλλ̓ οὐ γὰρ ἦν, φασί, τοὺς δυστυχοῦντας μὴ οὐχὶ πανταχοῦ δυστυχεῖν. οὐδὲ ἐπὶ τῆς ἐρημίας ἀνενόχλητον εἶχεν ἡ Χαρίκλεια τὸ κάλλος:
- 5.19.1
ἀλλ̓ ὁ Τύριος ἐκεῖνος ἔμπορος ὁ πυθιονίκης, ᾧ συνεπλεύσαμεν, ἰδίᾳ μοι προσιὼν ἠνώχλει πολλάκις, καὶ ἀπέκναιε λιπαρῶν καὶ εἰς γάμον ὡς ἂν παρὰ πατρὸς αἰτῶν τὴν Χαρίκλειαν, πολλὰ σεμνύνων ἑαυτόν, καὶ τοῦτο μὲν γένος ἔνδοξον καταλέγων, τοῦτο δὲ τὸν παρόντα πλοῦτον καταριθμούμενος, τήν τε ὁλκάδα ὡς ἴδιον αὐτοῦ κτῆμα τυγχάνοι, καὶ ὡς τοῦ πλείονος φόρτου τῶν ἀγωγίμων δεσπόζοι, χρυσοῦ τε ὄντων καὶ λίθων πολυταλάντων καὶ σηρικῆς ἐσθῆτος. οὐκ ὀλίγον δὲ εἰς εὐδοξίας προσθήκην καὶ τὴν πυθιονίκην ὠνόμαζεν, ἕτερά τε αὖ πολλὰ πρὸς τούτοις. ἐμοῦ δὲ τήν τε παροῦσαν πενίαν προβαλλομένου, καὶ ὡς οὐκ ἄν ποτε τῷ χώραν ἄλλην οἰκοῦντι καὶ ἔθνος ὃ τοσοῦτον κεχώρισται τῆς Αἰγυπτίων, ἐκδοῦναι τὸ θυγάτριον αἱρησομένου, πέπαυσο τούτων, ἔλεγεν, ὦ πάτερ: τὴν μὲν γὰρ προῖκα ἀπέχειν ἡγήσομαι: πολλὰ τάλαντα καὶ πλοῦτον ὅλον τὴν κόρην, ἔθνος δὲ καὶ πατρίδα τὴν ὑμετέραν ἀλλάξομαι, τῆς μὲν ἐπὶ Καρχηδόνος ὁρμῆς ἐκτραπείς, ὑμῖν δὲ σύμπλους, οἷ δὴ καὶ βούλεσθε,
- 5.20.1
γενόμενος. ὁρῶν δὴ τὸν Φοίνικα μὴ ἀνιέντα ἀλλ̓ εἰς ὑπερβολήν τε πρὸς τὸ βούλημα θερμαινόμενον καὶ ἡμέραν οὐδεμίαν τοῦ διοχλεῖν μοι περὶ τῶν αὐτῶν ἀπολειπόμενον, ἔγνων τὸ παρὸν ὑπερθέσθαι χρησταῖς ἐπαγγελίαις, μὴ καὶ βίαιόν τι κατὰ τὴν νῆσον ὑποσταίημεν, καὶ ἅπαντα ποιήσειν ἐλθὼν εἰς τὴν Αἴγυπτον ἐπηγγελλόμην.
- 5.20.2
οὕτω δέ μου τοῦτον ἐπ’ ὀλίγον ἀποσκευασαμένου, κῦμα, φησίν, ἐπὶ κῦμα προσέβαλλεν ὁ δαίμων. ὁ γὰρ Τυρρηνὸς οὐ πολλαῖς ὕστερον ἡμέραις εἴς τινά με παρηγκωνισμένην ἀκτὴν παραλαβών, ὦ Καλάσιρι, ἔφη, τὸν Ποσειδῶ σοι τὸν πελάγιον ἐπόμνυμι καὶ τοὺς ἄλλους ἐναλίους θεούς, ἦ μὴν αὐτόν τέ σε ὡς ἀδελφὸν παῖδάς τε τοὺς σοὺς ἴσα καὶ παισὶν ὁρᾶν τοῖς ἐμοῖς. ἥκω δήσοι φράσων ἐγειρόμενόν τι πρᾶγμα ἀνιαρὸν μέν, ἀλλ̓ ἐμοί τε σιωπῆσαι ἀθέμιτον ἑστίας ὑμῖν τῆς αὐτῆς κεκοινωνηκότι, σοί τε γνῶναι πάντως ἀναγκαῖον. ναυλοχεῖ τὴν ὁλκάδα τὴν Φοίνισσαν πειρατικὸν ἐργαστήριον, κατὰ τὴν περιπτύσσουσαν τῆσδε τῆς ἄκρας πλευρὰν ὑποκαθήμενον, σκοποῖς ἀμοιβαδὸν τὸν ἔκπλουν τῆς νεὼς ἐπιτηρούμενον. ὅρα δὴ οὖν, φυλάττου, καὶ λογίζου τί ἂν ποιοίης: σοῦ γὰρ δὴ ἕνεκεν, μᾶλλον δὲ θυγατρὸς τῆς σῆς, τὸ οὕτως ἀπηνὲς ἔργον, ἐκείνοις δὲ σύνηθες, διανοοῦνται. κἀγὼ πρὸς αὐτόν, σὲ μέν, ἔφην, ἀντὶ τούτων οἱ θεοὶ κατ̓ ἀξίαν: ἀμείψαιντο: πόθεν δὲ ὦ Τυρρηνὲ συνείληφας τὴν ἐπιβουλήν; καὶ ὅς, ἀπὸ τῆς τέχνης, ἔφη, τοῖς ἀνδράσι γνωρίζομαι, καὶ ὄψον αὐτοῖς προσκομίζων πλέον ἢ παρὰ τῶν ἄλλων τὸ τίμημα κομίζομαι. τῇ προτεραίᾳ δὴ κύρτους ἀναλεγομένῳ μοι περὶ τοὺς κρημνοὺς ἐντυχὼν ὁ λῄσταρχος, πότε ἄρα οἱ Φοίνικες ἐξορμήσειν μέλλουσιν, εἴ γε πέπυσαι, διηρώτα. κἀγὼ συνιεὶς τὴν ἐνέδραν τοῦ ἐρωτήματος, τὸ μὲν ἀκριβές, ἔφην, ὦ Τραχῖνε, οὐκ ἔχω λέγειν, εἰς ἔαρ δὲ πρῶτον ἡγοῦμαι αὐτοὺς ἀφορμήσειν. ἆῤ οὖν, ἔφη, καὶ ἡ κόρη αὐτοῖς ἡ παρὰ σοὶ καταγομένη συμπλεύσεται; ἄδηλον μέν, εἶπον: ἀλλὰ τί πολυπραγμονεῖς; ὅτι αὐτῆς, ἔφη, ἐρῶ μανικῶς, ἅπαξ θεασάμενος: οὐ γὰρ οἶδα προστυχὼν τοιούτῳ κάλλει, πολλὰς καὶ ταῦτα καὶ οὐκ ἐξώρους αἰχμαλώτους ᾑρηκώς. ὑπαγόμενος οὖν αὐτὸν ὥστε πᾶν ἀναπτύξαι τὸ βούλευμα, τί οὖν, ἔφην, δεῖ σε συμπλέκεσθαι τοῖς Φοίνιξιν, ἀλλὰ μὴ ἀναιμωτὶ καὶ πρὸ τῆς θαλάσσης ἔχειν, ἐκ τῆς οἰκίας ἁρπάσαντα τῆς ἐμῆς; σώζεται καὶ παρὰ λῃσταῖς, ἔφη, τὶ συνειδὸς καὶ πρὸς τοὺς γνωρίμους φιλάνθρωπον. σοῦ τε οὖν φείδομαι, μὴ πραγμάτων πειραθείης τοὺς ξένους ἐπιζητούμενος: ἐγώ τε δἰ ἑνὸς ἔργου δύο τὰ μέγιστα βούλομαι κτήσασθαι, τόν τε πλοῦτον τῆς νεὼς καὶ τὸν γάμον τῆς κόρης, ὧν θατέρου πάντως ἔστιν ἀποτυχεῖν κατὰ γῆν ἐγχειροῦντα τὴν πρᾶξιν. καὶ ἄλλως οὐδὲ ἀκίνδυνον εἴ τι τούτων γένοιτο πλησίον τῆς πόλεως, ἐκ τοῦ παραχρῆμα τῆς τε αἰσθήσεως καὶ τῆς ἐπιδιώξεως ἐσομένης. πολλὰ δὴ τῆς συνέσεως αὐτὸν ἐπαινέσας, ἐκείνου μὲν ἀπηλλαττόμην, σοὶ δὲ καταμηνύων τὴν σκευωρουμένην πρὸς τῶν ἀλαστόρων ἐπιβουλήν, ἱκετεύω φροντίδα ποιεῖσθαι τοῦ σαυτόν τε καὶ τοὺς σεαυτοῦ διασώζειν.
- 5.21.1
ἀπῄειν κατηφὴς τούτων ἀκούσας, καὶ παντοίας ἔστρεφον παῤ ἐμαυτῷ βουλάς, ἕως ἐκ ταὐτομάτου μοι πάλιν ἐντυχὼν ὁ ἔμπορος καὶ περὶ τῶν αὐτῶν διαλεγόμενος σκέμματός τινος ἐνδόσιμον παρεῖχεν. ἀποκρύπτων γὰρ τῶν παρὰ τοῦ Τυρρηνοῦ μηνυθέντων ἅπερ ἐβουλόμην, ἐκεῖνο μόνον τὸ μέρος ἐξέφαινον, ὡς ἁρπάσαι τις τῶν ἐγχωρίων διανοεῖται τὴν κόρην, πρὸς ὃν οὐκ ἔστιν ἀξιόμαχος ἀντιτάξασθαι. ἐγὼ δὲ σοὶ μᾶλλον ἄν, ἔφην, ἑλοίμην αὐτὴν κατεγγυῆσαι διά τε τὴν προϋπάρχουσαν γνῶσιν διά τε τὴν περιουσίαν, καὶ πρὸ πάντων ὅτι τὴν ἡμετέραν οἰκεῖν, εἰ τοῦ γάμου τύχοις, ἔφθης ἐπαγγελλόμενος: ὥστε εἴ σοι πάντως φίλον, σπουδαστέον ἡμῖν τὸν ἐνθένδε ἀπόπλουν, πρίν τι καὶ πρὸς τὸ ἀκούσιον προληφθῆναι παθόντας. ὑπερήσθη τούτων ἀκούσας, καὶ εὖ γε ὦ πάτερ ἔφη, καὶ ἅμα ἐφίλει προσιὼν τὴν κεφαλήν. ἐπυνθάνετό τε πότε ἀνάγεσθαι κελεύοιμι: καὶ γὰρ εἰ μηδέπω τῆς ὥρας εἶναι τὰ πλόιμα, ἀλλ̓ ὑπάρχειν μεταστησαμένους εἰς ἕτερον ὅρμον ἐπιβουλῆς τε ἐκτὸς γενέσθαι τῆς ὑπονοουμένης καὶ τὸ ἀκριβὲς τοῦ ἔαρος περιμεῖναι. οὐκοῦν, ἔφην, εἰ δὴ μέλλει τὸ ἐμὸν ἰσχύειν πρόσταγμα, τῆς ἐρχομένης ἂν βουλοίμην ἀποπλεῦσαι νυκτός. καὶ ὃ μέν οὕτω γενήσεται εἰπὼν ἀπεχώρει, ἐγὼ δὲ οἴκαδε ἐλθὼν πρὸς μὲν τὸν Τυρρηνὸν οὐδὲ ἕν, πρὸς δὲ τοὺς παῖδας ἔφραζον ὡς μεθ̓ ἑσπέραν βαθεῖαν αὖθις ἐπιβαίνειν δεήσει τῆς ὁλκάδος. τῶν δὲ τὸ αἰφνίδιον θαυμαζόντων καὶ τὴν αἰτίαν πυνθανομένων, ὑπερεθέμην εἰσαῦθις ἐρεῖν, νῦν δὲ οὕτω πραχθῆναι συμφέρειν ἔλεγον.
- 5.22.1
ἐπεὶ δὲ δείπνου πρὸς ὀλίγον μεταλαβόντες εἰς ὕπνον ἐτράπημεν, ὄναρ μοί τις πρεσβύτης ἐφαίνετο, τὰ μὲν ἄλλα κατεσκληκώς, ἐπιγουνίδα δὲ λείψανον τῆς ἐφ̓ ἡλικίας ἰσχύος ἀνεσταλμένου τοῦ ζώματος ὑποφαίνων, κυνῆν μὲν τῆς κεφαλῆς ἐπικείμενος, ἀγχίνουν δὲ ἅμα καὶ πολύτροπον περισκοπούμενος, καὶ οἷον ἐκ πληγῆς τινὸς μηρὸν σκάζοντα παρέλκων. πλησιάσας δή μοι καὶ σεσηρός τι μειδιάσας, ὦ θαυμάσιε, ἔφη, σὺ δὴ μόνος ἐν οὐδενὸς λόγου μέρει τέθεισαι τὰ καθ̓ ἡμᾶς, ἀλλὰ πάντων ὅσοι δὴ τὴν Κεφαλλήνων παρέπλευσαν, οἶκόν τε τὸν ἡμέτερον ἐπισκεψαμένων καὶ δόξαν γνῶναι τὴν ἡμετέραν ἐν σπουδῇ θεμένων, αὐτὸς οὕτως ὀλιγώρως ἔσχηκας ὡς μηδὲ τοῦτο δὴ τὸ κοινὸν προσειπεῖν, ἐκ γειτόνων καὶ ταῦτα οἰκοῦντα. τοιγάρ τοι τούτων ὑφέξεις οὐκ εἰς μακρὰν τὴν δίκην καὶ τῶν ὁμοίων ἐμοὶ παθῶν αἰσθήσῃ, θαλάττῃ τε ἅμα καὶ γῇ πολεμίοις ἐντυγχάνων. τὴν κόρην δὲ ἣν ἄγεις, παρὰ τῆς ἐμῆς γαμετῆς πρόσειπε: χαίρειν γὰρ αὐτῇ φησί, διότι πάντων ἐπίπροσθεν ἄγει τὴν σωφροσύνην, καὶ τέλος αὐτῇ δεξιὸν εὐαγγελίζεται. ἀνηλάμην ὑπὸ τῆς ὄψεως παλλόμενος. καὶ τοῦ Θεαγένους ὅ τι πέπονθα ἐρομένου, τάχα, ἔφην, ὠψίσθημεν τῆς ἀναγωγῆς, καὶ τεθορύβημαι ἀφυπνίσας πρὸς τὴν ἔννοιαν. ἀλλ̓ αὐτός τε ἀνίστω καὶ τὰ ὄντα συσκευάζου, τὴν Χαρίκλειάν τε ἐγὼ μετελεύσομαι. παρῆν ἡ παῖς ἐμοῦ τοῦτο σημήναντος. καὶ ὁ Τυρρηνὸς αἰσθόμενος διανέστη καὶ τὸ γινόμενον ἐπυνθάνετο. κἀγώ, τὸ μὲν γινόμενόν ἐστιν, ἔλεγον, ἡ σὴ συμβουλή: διαδρᾶναι πειρώμεθα τοὺς ἐπιβουλεύοντας. σὺ δὲ αὐτός τε σώζοιο πρὸς τῶν θεῶν, ἀνδρῶν βέλτιστος περὶ ἡμᾶς γεγενημένος, καὶ τήνδε δίδου τελευταίαν χάριν: θῦε διαπλεύσας εἰς Ἰθάκην ὑπὲρ ἡμῶν Ὀδυσσεῖ, καὶ αἴτει τῆς μήνιδος ἀνεῖναι τῆς καθ̓ ἡμῶν, ἣν ἀγανακτεῖν, ὡς παρεωραμένος, τῆσδέ μοι τῆς νυκτὸς ἐπιφανεὶς ἐξηγόρευσεν. ἐπηγγέλλετο ποιήσειν οὕτω, καὶ ἄχρι τῆς νεὼς παρέπεμπεν, ἐπιδακρύων τε πλεῖστα, καὶ τὸν πλοῦν ἡμῖν ἀπήμονά τε γενέσθαι καὶ κατὰ νοῦν ἐπευχόμενος.
- 5.23.1
τί δεῖ μηκύνοντα ἐνοχλεῖν; ἄρτι φωσφόρου διαλάμψαντος ἀνηγόμεθα, πολλὰ μὲν τῶν ναυτῶν τὴν πρώτην ἐναντιουμένων, τέλος δὲ πρὸς τοῦ Τυρίου τοῦ ἐμπόρου πεισθέντων, λῃστρικὴν προαγορευθεῖσαν ἔφοδον διαδιδράσκειν εἰπόντος. καὶ ὃ μὲν ἐλάνθανε τὰ ὄντα ὡς πλάσμα λέγων, ἡμεῖς δὲ πνεύμασι βιαίοις χρησάμενοι, ζάλης τε ἀπροσμάχου καὶ κλύδωνος ἀφράστου πειραθέντες, ἀπολέσθαι τε παρὰ μικρὸν ἐλθόντες, εἰς ἄκραν τινὰ Κρητικὴν προσωκείλαμεν, τῶν τε πηδαλίων θάτερον ἀποβαλόντες καὶ τῆς κεραίας τὸ πλεῖστον συντρίψαντες. ἐδόκει οὖν, ἐπισκευῆς τε ἕνεκεν τῆς ὁλκάδος καὶ ἡμῶν αὐτῶν ἀναλήψεως, ἡμέρας τινὰς ἐπιμεῖναι τῇ νήσῳ. καὶ τούτων οὕτω γενομένων, ὁ πλοῦς ἡμῖν αὖθις παρηγγέλλετο πρώτην ἡμέραν τῆς σεληναίας μετὰ τὴν πρὸς ἥλιον σύνοδον ἐπιλαμπούσης. καὶ ἀναχθέντες ἤδη ζεφύρων ἐαρινῶν ὑπηχούντων ἐφερόμεθα νύκτα τε καὶ ἡμέραν, ἐπὶ τὴν Λιβύων γῆν τοῦ κυβερνήτου τὴν ὁλκάδα χειραγωγοῦντος. ἔφασκε γὰρ ἐνδέχεσθαι μὲν εὐθυβόλως καὶ διαμπὰξ περαιωθῆναι τὸ πέλαγος τοῦ πνεύματος ἐπιτρέποντος, ἐπείγεσθαι δὲ λαβέσθαι τινὸς ἠπείρου καὶ ὅρμου, πειρατικὸν εἶναι τὸ ἐκ πρύμνης ἀναφαῖνον ἀκάτιον ὑφορώμενος. ἐξ οὗ γάρ, ἔφη, τῆς Κρητικῆς ἤραμεν ἄκρας, ἕπεται κατ̓ ἴχνος καὶ ἀπαραλλάκτως μεταθέει τὸν ἡμέτερον πλοῦν, ὥσπερ τῆς αὐτῆς ὁρμῆς ἐξηρτημένον: ἐφώρασά τε πολλάκις συμπαραφερόμενον, ἐμοῦ τὴν ναῦν ἐξεπίτηδες ἔστιν ὅτε τοῦ εὐθέος. παρατρέποντος.
- 5.24.1
τούτων οἳ μὲν ἐδήχθησαν εἰρημένων, καὶ πρὸς ἄμυναν εὐτρεπίζεσθαι παρῄνουν: οἳ δὲ ὀλιγώρως εἶχον, ἔθος εἶναι φάσκοντες ἐν τοῖς πελάγεσιν ἕπεσθαι ταῖς ὑπερόγκοις ναυσὶ τὰς βραχυτέρας, ὥσπερ ὑπὸ πλείονος ἐμπειρίας ὁδηγουμέναις. ἔτι τούτων ἐπὶ θάτερα γυμναζομένων, ἦν μὲν ἤδη τῆς ἡμέρας ὅτε ἀρότρου βοῦν ἐλευθεροῖ γηπόνος, ὁ δὲ ἄνεμος τῆς ἄγαν φορᾶς ὤκλαζε, καὶ κατ̓ ὀλίγον ἐνδιδοὺς ἄπρακτός τε καὶ μαλακὸς τοῖς ἱστίοις ἐνέπιπτε, καὶ σοβῶν μᾶλλον ἢ προωθῶν τὴν ὀθόνην τέλος καὶ εἰς γαλήνην ἐξενικήθη, καθάπερ τῷ ἡλίῳ συγκαταδυόμενος, ἢ ἀληθέστερον εἰπεῖν, τοῖς ἐπιδιώκουσιν ὑπηρετούμενος. οἱ γὰρ κατὰ τὴν ἄκατον, ἕως μὲν ἡμῖν ὁ πλοῦς ὑπήνεμος ἠνύετο, μακρῷ τῆς ὁλκάδος, ὡς τὸ εἰκός, ἀπελείποντο, μείζοσι τοῖς ἱστίοις πλέον τὸ πνεῦμα δεχομένης: ἐπειδὴ δὲ τὴν θάλασσαν ἐστόρεσεν ἡ γαλήνη καὶ τὰς κώπας ἡ χρεία παρεκάλει, θᾶττον ἡμῖν ἢ ὥστε εἰπεῖν ἐπέστησαν, ἅτε οἶμαι πρόσκωποί τε πάντες οἱ ἐμπλέοντες, καὶ κοῦφον ἀκάτιον καὶ πρὸς εἰρεσίαν εὐπειθέστερον ἐλαύνοντες.
← Previous · Next → — showing 101–200 of 406
First Thousand Years of Greek. CTS URN tlg0658.tlg001.perseus-grc1. Via the Perseus Digital Library / Open Greek and Latin TEI corpora. Licence: Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License. Source.