Aethiopica
- 1.1.1
Ἡμέρας ἄρτι διαγελώσης καὶ ἡλίου τὰς ἀκρωρείας καταυγάζοντος ἄνδρες ἐν ὅπλοις λῃστρικοῖς ὄρους ὑπερκύψαντες, ὃ δὴ κατ̓ ἐκβολὰς τοῦ Νείλου καὶ στόμα τὸ καλούμενον Ἡρακλεωτικὸν, ὑπερτείνει, μικρὸν ἐπιστάντες τὴν ὑποκειμένην θάλατταν ὀφθαλμοῖς ἐπήρχοντο, καὶ τῷ πελάγει τὰς ὄψεις τὸ πρῶτον ἐπαφέντες, ὡς οὐδὲν ἄγρας λῃστρικῆς ἐπηγγέλλετο μὴ πλεόμενον, ἐπὶ τὸν πλησίον αἰγιαλὸν τῇ θέᾳ κατήγοντο. καὶ ἦν τὰ ἐν αὐτῷ τοιάδε. ὁλκὰς ἀπὸ πρυμνησίων ὥρμει, τῶν, μὲν ἐμπλεόντων χηρεύουσα φόρτου δὲ πλήθουσα. καὶ τοῦτο παρῆν συμβάλλειν καὶ τοῖς πόρρωθεν: τὸ γὰρ ἄχθος ἄχρι καὶ ἐπὶ τρίτον ζωστῆρα τῆς νεὼς τὸ ὕδωρ ἀνέθλιβεν. ὁ δὲ αἰγιαλός, μεστὰ πάντα σωμάτων νεοσφαγῶν, τῶν μὲν ἄρδην ἀπολωλότων τῶν δὲ ἡμιθνήτων καὶ μέρεσι τῶν σωμάτων ἔτι σπαιρόντων, ἄρτι πεπαῦσθαι τὸν πόλεμον κατηγορούντων. ἦν δὲ οὐ πολέμου καθαροῦ τὰ φαινόμενα σύμβολα, ἀλλ̓ ἀναμέμικτο καὶ εὐωχίας οὐκ εὐτυχοῦς ἀλλ̓ εἰς τοῦτο ληξάσης ἐλεεινὰ λείψανα, τράπεζαι τῶν ἐδεσμάτων ἔτι πλήθουσαι, καὶ ἄλλαι πρὸς τῇ γῇ τῶν κειμένων ἐν χερσίν, ἀνθ̓ ὅπλων ἐνίοις παρὰ τὴν μάχην γεγενημέναι: ὁ γὰρ πόλεμος ἐσχεδίαστο. ἕτεραι δὲ ἄλλους ἔκρυπτον, ὡς ᾤοντο, ὑπελθόντας. κρατῆρες ἀνατετραμμένοι, καὶ χειρῶν ἔνιοι τῶν ἐσχηκότων ἀπορρέοντες, τῶν μὲν πινόντων τῶν δὲ ἀντὶ λίθων κεχρημένων: τὸ γὰρ αἰφνίδιον τοῦ κακοῦ τὰς χρείας ἐκαινοτόμει καὶ βέλεσι κεχρῆσθαι τοῖς ἐκπώμασιν ἐδίδασκεν. ἔκειντο δὲ ὃ μὲν πελέκει τετρωμένος, ὃ δὲ κάχληκι βεβλημένος αὐτόθεν ἀπὸ τῆς ῥαχίας πεπορισμένῳ, ἕτερος ξύλῳ κατεαγώς, ὃ δὲ δαλῷ κατάφλεκτος, καὶ ἄλλος ἄλλως, οἱ δὲ πλεῖστοι βελῶν ἔργον καὶ τοξείας γεγενημένοι. καὶ μυρίον εἶδος ὁ δαίμων ἐπὶ μικροῦ τοῦ χωρίου διεσκεύασεν, οἶνον αἵματι μιάνας καὶ συμποσίοις πόλεμον ἐπιστήσας, φόνους καὶ πότους, σπονδὰς καὶ σφαγὰς ἐπισυνάψας, καὶ τοιοῦτον θέατρον λῃσταῖς Αἰγυπτίοις ἐπιδείξας. οἳ γὰρ δὴ κατὰ τὸ ὄρος θεωροὺς ἑαυτοὺς τῶνδε καθίσαντες οὐδὲ συνιέναι τὴν σκηνὴν ἐδύναντο, τοὺς μὲν ἑαλωκότας ἔχοντες, οὐδαμοῦ δὲ τοὺς κεκρατηκότας ὁρῶντες, καὶ τὴν μὲν νίκην λαμπρὰν τὰ λάφυρα δὲ ἀσκύλευτα, καὶ τὴν ναῦν μόνην, ἀνδρῶν μὲν ἔρημον, τἆλλα δὲ ἄσυλον ὥσπερ ὑπὸ πολλῶν φρουρουμένην καὶ ὥσπερ ἐν εἰρήνῃ σαλεύουσαν. ἀλλὰ καίπερ τὸ γεγονὸς ὅ τι ποτέ ἐστιν ἀποροῦντες, εἰς τὸ κέρδος ἔβλεπον καὶ τὴν λείαν. ἑαυτοὺς οὖν νικητὰς ἀποδείξαντες ὥρμησαν.
- 1.2.1
ἤδη δὲ αὐτοῖς κεκινηκόσιν ἄπωθεν μικρὸν τῆς νεὼς καὶ τῶν κειμένων θέαμα προσπίπτει τῶν προτέρων ἀπορώτερον. κόρη καθῆστο ἐπὶ πέτρας, ἀμήχανόν τι κάλλος, καὶ θεὸς εἶναι ἀναπείθουσα, τοῖς μὲν παροῦσι περιαλγοῦσα, φρονήματος δὲ εὐγενοῦς ἔτι πνέουσα. δάφνῃ τὴν κεφαλὴν ἔστεπτο, καὶ φαρέτραν τῶν ὤμων ἐξῆπτο, καὶ τῷ λαιῷ βραχίονι τὸ τόξον ὑπεστήρικτο: ἡ λοιπὴ δὲ χεὶρ ἀφροντίστως ἀπῃωρεῖτο. μηρῷ δὲ τῷ δεξιῷ τὸν ἀγκῶνα θατέρας χειρὸς ἐφεδράζουσα, καὶ τοῖς δακτύλοις τὴν παρειὰν ἐπιτρέψασα, κάτω νεύουσα καί τινα προκείμενον ἔφηβον περισκοποῦσα τὴν κεφαλὴν ἀνεῖχεν. ὃ δὲ τραύμασι μὲν κατῄκιστο, καὶ μικρὸν ἀναφέρειν ὥσπερ ἐκ βαθέος ὕπνου τοῦ παῤ ὀλίγον θανάτου κατεφαίνετο, ἤνθει δὲ καὶ ἐν τούτοις ἀνδρείῳ τῷ κάλλει, καὶ ἡ παρειὰ καταρρέοντι τῷ αἵματι φοινιττομένη λευκότητι πλέον ἀντέλαμπεν. ὀφθαλμοὺς δὲ ἐκείνου οἱ μὲν πόνοι κατέσπων, ἡ δὲ ὄψις τῆς κόρης ἐφ̓ ἑαυτὴν ἀνεῖλκε, καὶ τοῦτο ὁρᾶν αὐτοὺς ἠνάγκαζεν, ὅτι ἐκείνην ἑώρων. ὡς δὲ πνεῦμα συλλεξάμενος καὶ βύθιόν τι ἀσθμήνας λεπτὸν ὑπεφθέγξατο, καὶ ὦ γλυκεῖα ἔφη, σώζῃ μοι ὡς ἀληθῶς, ἢ γέγονας καὶ αὐτὴ τοῦ πολέμου πάρεργον, οὐκ ἀνέχῃ δὲ ὅμως οὐδὲ μετὰ θάνατον ἀποστατεῖν ἡμῶν, ἀλλὰ φάσμα τὸ σὸν καὶ ψυχὴ τὰς ἐμὰς περιέπει τύχας; ἐν σοί, ἔφη, τὰ ἐμά, ἡ κόρη, σώζεσθαί τε καὶ μή. τοῦτο γοῦν, ὁρᾷς; δείξασα ἐπὶ τῶν γονάτων ξίφος, εἰς δεῦρο ἤργησεν ὑπὸ τῆς σῆς ἀναπνοῆς ἐπεχόμενον. καὶ ἅμα λέγουσα ἣ μὲν τῆς πέτρας ἀνέθορεν, οἳ δὲ ἐπὶ τοῦ ὄρους ὑπὸ θαύματος ἅμα καὶ ἐκπλήξεως, ὥσπερ ὑπὸ πρηστῆρος τῆς ὄψεως βληθέντες, ἄλλος ἄλλον ὑπεδύετο θάμνον: μεῖζον γάρ τι καὶ θειότερον αὐτοῖς ὀρθωθεῖσα ἔδοξε, τῶν μὲν βελῶν τῇ ἀθρόᾳ κινήσει κλαγξάντων, χρυσοϋφοῦς δὲ τῆς ἐσθῆτος πρὸς τὸν ἥλιον ἀνταυγαζούσης, καὶ τῆς κόμης ὑπὸ τῷ στεφάνῳ βακχεῖον σοβουμένης καὶ τοῖς νώτοις πλεῖστον ὅσον ἐπιτρεχούσης. τοὺς μὲν ταῦτα ἐξεδειμάτου, καὶ πλέον τῶν ὁρωμένων ἡ τῶν γενομένων ἄγνοια. οἳ μὲν γὰρ θεόν τινα ἔλεγον, καὶ θεὸν Ἄρτεμιν ἢ τὴν ἐγχώριον Ἶσιν, οἳ δὲ ἱέρειαν ὑπό του θεῶν ἐκμεμηνυῖαν καὶ τὸν ὁρώμενον πολὺν φόνον ἐργασαμένην. καὶ οἳ μὲν ταῦτα ἐγίνωσκον, τὰ ὄντα δὲ οὔπω ἐγίνωσκον: ἣ δὲ ἀθρόον κατενεχθεῖσα ἐπὶ τὸν νεανίαν, καὶ πανταχόθεν αὐτῷ περιχυθεῖσα, ἐδάκρυεν ἐφίλει κατέματτεν ἀνῴμωζεν, ἠπίστει κατέχουσα. ταῦτα ὁρῶντες οἱ Αἰγύπτιοι πρὸς ἑτέρας ἐννοίας τὴν γνώμην μετέβαλον, καὶ ποῦ ταῦτα ἄν εἴη θεοῦ τὰ ἔργα; λέγοντες, ποῦ δ̓ ἂν νεκρὸν σῶμα φιλοίη δαίμων οὕτω περιπαθῶς; τολμᾶν ἑαυτοῖς παρεκελεύοντο, καὶ πορευθέντες ἐγγύθεν λαμβάνειν τὴν τῶν ἀληθῶν γνῶσιν. ἀναλαβόντες οὖν ἑαυτοὺς καταθέουσι καὶ τὴν κόρην ἔτι πρὸς τοῖς τραύμασιν οὖσαν τοῦ νεανίου καταλαμβάνουσι. καὶ ἐπιστάντες ὄπισθεν εἶχον ἑαυτούς, οὔτε τι λέγειν οὔτε τι πράττειν ἀποθαρροῦντες. κτύπου δὲ περιηχήσαντος, καὶ τῆς ἐξ αὐτῶν σκιᾶς τοῖς ὀφθαλμοῖς παρεμπεσούσης, ἀνένευσεν ἡ κόρη, καὶ ἰδοῦσα αὖθις ἐπένευσε, πρὸς μὲν τὸ ἄηθες τῆς χροιᾶς καὶ τὸ λῃστρικὸν τῆς ὄψεως ἐν ὅπλοις δεικνυμένης οὐδὲ κατὰ μικρὸν ἐκπλαγεῖσα, πρὸς δὲ τὴν θεραπείαν τοῦ κειμένου πᾶσαν ἑαυτὴν τρέψασα. οὕτως ἄρα πόθος ἀκριβὴς καὶ ἔρως ἀκραιφνὴς τῶν μὲν ἔξωθεν προσπιπτόντων ἀλγεινῶν τε καὶ ἡδέων πάντων ὑπερφρονεῖ, πρὸς ἓν δὲ τὸ φιλούμενον καὶ ὁρᾶν καὶ συννεύειν τὸ φρόνημα καταναγκάζει.
- 1.3.1
ὡς δὲ παραμείψαντες οἱ λῃσταὶ κατὰ πρόσωπον ἔστησαν καί τι καὶ μέλλειν ἐπιχειρεῖν ἐῴκεσαν, αὖθις ἡ παῖς ἀνένευσε, καὶ μέλανας ἰδοῦσα τὴν χροιὰν καὶ τὴν ὄψιν αὐχμηρούς, εἰ μὲν εἴδωλα τῶν κειμένων ἐστέ, φησίν, οὐκ ἐν δίκῃ παρενοχλεῖτε ἡμῖν: οἱ μὲν γὰρ πλεῖστοι χερσὶ ταῖς ἀλλήλων ἀνῄρησθε, ὅσοι δὲ πρὸς ἡμῶν, ἀμύνης νόμῳ καὶ ἐκδικίας τῆς εἰς σωφροσύνην ὕβρεως πεπόνθατε. εἰ δέ τινες τῶν ζώντων ἐστέ, λῃστρικὸς μὲν ὑμῖν, ὡς ἔοικεν, ὁ βίος, εἰς καιρὸν δὲ ἥκετε. λύσατε τῶν περιεστηκότων ἀλγεινῶν, φόνῳ τῷ καθ̓ ἡμῶν δρᾶμα τὸ περὶ ἡμᾶς καταστρέψαντες. ἣ μὲν ταῦτα ἐπετραγῴδει, οἳ δὲ οὐδὲν συνιέναι τῶν λεγομένων ἔχοντες τοὺς μὲν αὐτοῦ καταλείπουσιν, ἰσχυρὰν αὐτοῖς φυλακὴν τὴν ἀσθένειαν αὐτῶν ἐπιστήσαντες, ἐπὶ δὲ τὴν ναῦν ὁρμήσαντες τὸν φόρτον ἐξήντλουν, τῶν μὲν ἄλλων ὑπερορῶντες ʽπολλὰ δὲ ἦν καὶ ποικίλἀ, χρυσοῦ δὲ καὶ ἀργύρου καὶ λίθων πολυτίμων καὶ σηρικῆς ἐσθῆτος, ὅση δύναμις ἑκάστοις, ἐκφοροῦντες. ἐπεὶ δὲ ἅλις ἔχειν ἐδόκει, καὶ τοσαῦτα ἦν ὡς καὶ λῃστρικὴν κορέσαι πλεονεξίαν, τὴν λείαν ἐπὶ τὸν αἰγιαλὸν καταθέντες εἰς φορτία καὶ μοίρας κατενέμοντο, οὐ πρὸς τὴν ἑκάστου τῶν ληφθέντων ἀξίαν ἀλλὰ πρὸς τὸ ἴσον βάρος τὴν νέμησιν ποιούμενοι. τὰ δὲ περὶ τὴν κόρην καὶ τὸν νεανίαν τὰ δὲ περὶ τὴν κόρην καὶ τὸν νεανίαν ἐν δευτέροις πράξειν ἔμελλον.
- 1.3.2
κἀν τούτῳ πλῆθος ἕτερον ἐφίσταται λῃστρικόν, ἱππέων δύω τοῦ τάγματος ἡγουμένων. ὅπερ ὡς εἶδον οἱ πρότεροι, οὔτε χεῖρας ἀνταράμενοι οὔτε τι τῶν σύλων ἀπενεγκάμενοι, τοῦ μὴ ἐπιδιωχθῆναι ἕνεκεν, ὡς δρόμου εἶχον ἔφευγον, αὐτοὶ μὲν εἰς δέκα τὸν ἀριθμὸν ὄντες, τρὶς δὲ τοσούτους τοὺς ἐπελθόντας θεασάμενοι. καὶ οἱ μὲν ἀμφὶ τὴν κόρην δεύτερον ἤδη ἡλίσκοντο, οὐδέπω ληφθέντες: οἱ δὲ λῃσταί, πρὸς τὴν διαρπαγὴν καὶ ταῦτα σπεύδοντες, ὑπὸ τῆς τῶν ὁρωμένων ἀγνοίας ἅμα καὶ ἐκπλήξεως τέως ἀνεστέλλοντο. τοὺς μὲν γὰρ πολλοὺς φόνους ὑπὸ τῶν προτέρων γεγενῆσθαι λῃστῶν εἴκαζον, τὴν κόρην δὲ ὁρῶντες ἐν ξένῃ καὶ περιβλέπτῳ τῇ στολῇ, καὶ τῶν μὲν προσπιπτόντων φοβερῶν ὡς ἂν μηδὲ γινομένων ὑπερορῶσαν, ὅλην δὲ τοῦ νεανίου πρὸς τοῖς τραύμασιν οὖσαν καὶ ὡς ἴδιον τὸ ἐκείνου πάθος ἀλγοῦσαν, τὴν μὲν τοῦ κάλλους καὶ τοῦ φρονήματος ἐθαύμαζον, τὸν δὲ καὶ τραυματίαν ἐξεπλήττοντο: τοιοῦτος τὴν μορφὴν καὶ τοσοῦτος τὸ μέγεθος ἔκειτο, κατὰ μικρὸν ἤδη πως ἀνειληφὼς ἑαυτὸν καὶ πρὸς τὸ σύνηθες βλέμμα ἀποκαθιστάμενος.
- 1.4.1
ὄψε δὴ οὖν ποτὲ πλησιάσας ὁ λῄσταρχος ἐπιβάλλει τε τῇ κόρῃ τὴν χεῖρα, καὶ ἀνίστασθαί τε καὶ ἕπεσθαι ἐκέλευεν. ἣ δὲ τῶν μὲν λεγομένων οὐδὲν συνιεῖσα, τὸ δὲ προσταττόμενον συμβάλλουσα, συνεφείλκετο τὸν νεανίσκον οὐδὲ αὐτὸν μεθιέντα, καὶ τὸ ξίφος ἐπιφέρουσα τοῖς στέρνοις ἑαυτὴν ἀποσφάξειν ἠπείλει, εἰ μὴ ἀμφοτέρους ἄγοιεν. συνεὶς οὖν ὁ λῄσταρχος τὸ μέν τι τοῖς λεγομένοις, πλέον δέ τοῖς νεύμασι, καὶ ἅμα συνεργὸν ἕξειν εἰς τὰ μέγιστα τὸν νεανίαν, εἰ περισωθείη, προσδοκήσας, καταβιβάσας τόν τε ὑπασπιστὴν καὶ ἑαυτὸν τῶν ἵππων ἀνατίθεται τοὺς αἰχμαλώτους, τοὺς μὲν ἄλλους τὰ λάφυρα συσκευασαμένους ἕπεσθαι προστάξας, αὐτὸς δὲ ἐκ ποδὸς παραθέων καὶ προσανέχων, εἴ ποί τις αὐτῶν περιτρέποιτο. καὶ ἦν δόξης οὐκ ἐκτὸς τὸ γινόμενον: δουλεύειν ὁ ἄρχων ἐφαίνετο, καὶ ὑπηρετεῖσθαι ὁ κρατῶν τοῖς ἑαλωκόσιν ᾑρεῖτο, οὕτως εὐγενείας ἔμφασις καὶ κάλλους ὄψις καὶ λῃστρικὸν ἦθος οἶδεν ὑποτάττειν, καὶ κρατεῖν καὶ τῶν αὐχμηροτέρων δύναται.
- 1.5.1
παραμείψαντες οὖν ὅσον δύο στάδια τὸν αἰγιαλόν, ἐκτραπέντες εὐθὺ τοῦ ὄρους πρὸς τὰ ὄρθια ἐχώρουν, τὴν θάλατταν ἐν δεξιᾷ ποιησάμενοι, καὶ ὑπερβάντες χαλεπῶς τὰς ἀκρωρείας ἐπί τινα λίμνην κατὰ θατέραν τοῦ ὄρους πλευρὰν ὑποτείνουσαν ἠπείγοντο. ἦν δὲ τοιάδε τις. Βουκόλια μὲν σύμπας κέκληται πρὸς Αἰγυπτίων ὁ τόπος, ἔστι δὲ κοιλὰς τῆς αὐτόθι γῆς, τοῦ Νείλου ὑπερεκχύσεις τινὰς ὑποδεχομένη καὶ λίμνη γινομένη, τὸ μὲν κατὰ μέσου βάθος ἄπειρος, ἐπὶ δὲ τὰς ἄκρας εἰς ἕλος ἀποτελευτῶσα: ὃ γὰρ ταῖς θαλάτταις αἰγιαλοί, τοῦτο ταῖς λίμναις τὰ ἕλη γίνεται. ἐν δὴ τούτοις ὅσον Αἰγυπτίων λῃστρικὸν πολιτεύεται. ὃ μὲν ἐπὶ γῆς ὀλίγης, εἴ πῄ τις ὑπερέχει τοῦ ὕδατος, καλύβην πηξάμενος, ὃ δὲ ἐπὶ σκάφους βιοτεύει, πορθμεῖον τὸ αὐτὸ καὶ οἰκητήριον ἔχων. ἐπ’ αὐτοῦ μὲν αὐτοῖς αἱ γυναῖκες ἐριθεύουσιν, ἐπ’ αὐτοῦ δὲ ἀποτίκτουσιν. ἐπὰν δὲ γένοιτο παιδίον, τὰ μὲν πρῶτα τῷ μητρῴῳ γάλακτι, τὰ δὲ ἀπὸ τούτου τοῖς ἀπὸ τῆς λίμνης ἰχθύσι πρὸς ἥλιον ὀπτωμένοις ἐκτρέφει. ἕρπειν δὲ ὀρεγόμενον εἰ αἴσθοιτο, ἱμάντα τῶν σφυρῶν ἐξάψας, ὅσον ἐπ’ ἄκρου τοῦ σκάφους ἢ τῆς καλιᾶς προβαίνειν ἐπέτρεψε, καινόν τινα χειραγωγὸν αὐτῷ τὸν δεσμὸν τοῦ ποδὸς ἐπιστήσας.
- 1.6.1
καί πού τις βουκόλος ἀνὴρ ἐτέχθη τε ἐν τῇ λίμνῃ καὶ τροφὸν ἔσχε ταύτην, καὶ πατρίδα τὴν λίμνην ἐνόμισεν. ἱκανὴ δὲ φρούριον ἰσχυρὸν εἶναι λῃσταῖς. διὸ καὶ συρρεῖ ἐπ’ αὐτὴν ὁ τοιοῦτος βίος, τῷ μὲν ὕδατι πάντες ὅσα τείχει χρώμενοι, τὸν δὲ πολὺν κατὰ τὸ ἕλος κάλαμον ἀντὶ χαρακώματος προβεβλημένοι: σκολιὰς γάρ τινας ἀτραποὺς τεμόμενοι καὶ πολλοῖς ἑλιγμοῖς πεπλανημένας, καὶ σφίσι μὲν διὰ τὴν γνῶσιν ῥᾴστους τοῖς δ̓ ἄλλοις ἀπόρους τοὺς διέκπλους κατασκευάσαντες, μέγιστον ὀχύρωμα πρὸς τὸ μὴ ἄν τι παθεῖν ἐξ ἐπιδρομῆς ἐμηχανήσαντο.
- 1.7.1
καὶ τὰ μὲν κατὰ τὴν λίμνην καὶ τοὺς ἐνοικοῦντας αὐτῇ βουκόλους ὧδέ πως ἔχει: ἤδη δὲ ἡλίου πρὸς δυσμὰς ἰόντος ἀφικνοῦνται ἐπ’ αὐτὴν οἱ ἀμφὶ τὸν λῄσταρχον. καὶ οἳ μὲν τῶν τε ἵππων ἀπεβίβαζον τοὺς νέους, καὶ τὴν λείαν ἐνετίθεντο τοῖς σκάφεσιν: ὁ δὲ πολὺς τῶν κατὰ χώραν μεινάντων λῃστῶν ὅμιλος, ἄλλος ἄλλοθεν τοῦ ἕλους ἐκδὺς ἀνεφαίνετο, καὶ συνέθεον καὶ τὸν λῄσταρχον οἱονεὶ βασιλέα τινὰ ἑαυτῶν προσαπαντῶντες ὑπεδέχοντο. τῶν δὲ λαφύρων τὸ πλῆθος ὁρῶντες, καὶ τὸ κάλλος τῆς κόρης θεσπέσιόν τι χρῆμα περισκοποῦντες, ἱερά τινα ἢ ναοὺς πολυχρύσους ἀποσεσυλῆσθαι παρὰ τῶν ὁμοτέχνων ὑπελάμβανον, προσαφῃρῆσθαι δὲ καὶ τὴν ἱέρειαν αὐτήν, ἢ καὶ αὐτὸ ἔμπνουν μετῆχθαι τὸ ἄγαλμα διὰ τῆς κόρης ὑπ’ ἀγροικίας εἴκαζον: καὶ πολλὰ τὸν λῄσταρχον τῆς ἀνδραγαθίας εὐφημοῦντες, ἐπὶ τὴν οἴκησιν αὐτοῦ παρέπεμπον. ἣ δὲ νησίδιον ἦν ἄπωθεν τῶν ἄλλων, εἰς καταγώγιον μόνῳ σὺν ὀλίγοις τοῖς περὶ αὐτὸν ἀποτετμημένον. ἐνταῦθα ὡς κατήχθη, τοὺς μὲν πολλοὺς οἴκαδε ἀπιέναι προσέταττεν, εἰς τὴν ὑστεραίαν ἅπαντας ἥκειν ὡς αὑτὸν ἐπιστείλας: αὐτὸς δὲ σὺν ὀλίγοις τοῖς εἰωθόσιν ὑπολειφθείς, καὶ δείπνου πρὸς βραχὺ τοῖς τ̓ ἄλλοις μεταδοὺς καὶ αὐτὸς μεταλαβών, τοὺς μὲν νέους Ἕλληνί τινι παραδίδωσι νεανίσκῳ, οὐ πρὸ πολλοῦ παῤ αὐτοῖς αἰχμαλώτῳ γεγονότι, τοῦ διαλέγεσθαι ἕνεκεν, καλύβην τῆς ἑαυτοῦ πλησίον ἀποκληρώσας, τά τε ἄλλα ἐπιμεληθῆναι τοῦ νέου προστάξας καὶ τὴν κόρην ἀνύβριστον ἀπὸ πάντων διαφυλάττειν, αὐτὸς δὲ καμάτῳ τε τῆς ὁδοιπορίας βαρούμενος καὶ φροντίδι τῶν παρόντων συνεχόμενος πρὸς ὕπνον ἐτέτραπτο.
- 1.8.1
σιγῆς δὲ τὸ ἕλος κατασχούσης καὶ νυκτὸς εἰς πρώτην φυλακὴν προελθούσης, τὴν ἐρημίαν τῶν ὀχλησόντων εὐπορίαν εἰς θρήνους οἱ περὶ τὴν κόρην ἐλάμβανον, ἀνακινούσης αὐτοῖς, οἶμαι, πλέον τὰ πάθη τῆς νυκτός, ἅτε οὐδεμιᾶς οὔτε ἀκοῆς οὔτε ὄψεως ἐφ̓ ἑαυτὴν ἀντισπώσης, ἀλλὰ μόνῳ τῷ λυποῦντι σχολάζειν ἐπιτρεπούσης. πολλὰ δὴ οὖν ἀνοιμώξασα καθ̓ ἑαυτὴν ἡ κόρη ʽκεχώριστο γάρ, τοῦτο προσταχθέν, ἐπί τινος χαμεύνης κατακεκλιμένἠ καὶ ὅσον πλεῖστον ἐπιδακρύσασα, Ἄπολλον ἔφη, ὡς λίαν ἡμᾶς καὶ πικρότερον ἀμύνῃ τῶν ἁμαρτημάτων, οὐδὲ ἱκανά σοι πρὸς τιμωρίαν τὰ παρελθόντα, στέρησις τῶν οἰκείων, καταποντιστῶν ἅλωσις, θαλασσῶν μυρίος κίνδυνος, λῃστῶν ἐπὶ γῆς ἤδη δευτέρα σύλληψις, καὶ πικρότερα τῶν ἐν πείρᾳ τὰ προσδοκώμενα. καὶ ποῖ ταῦτα στήσεις; εἰ μὲν εἰς θάνατον ἀνύβριστον, ἡδὺ τὸ τέλος, εἰ δέ με γνώσεταί τις αἰσχρῶς, ἣν μηδέπω μηδὲ Θεαγένης, ἐγὼ μὲν ἀγχόνῃ προλήψομαι τὴν ὕβριν, καθαρὰν ἐμαυτὴν ὥσπερ φυλάττω, καὶ μέχρι θανάτου φυλάξασα, καὶ καλὸν ἐντάφιον τὴν σωφροσύνην ἀπενεγκαμένη, σοῦ δὲ οὐδεὶς ἔσται δικαστὴς πικρότερος. καὶ ἔτι λέγουσαν ἐπεῖχεν ὁ Θεαγένης, παῦε, λέγων, ὦ φιλτάτη καὶ ψυχὴ ἐμὴ Χαρίκλεια. θρηνεῖς μὲν εἰκότα, παροξύνεις δὲ πλέον ἢ δοκεῖς τὸ θεῖον: οὐ γὰρ ὀνειδίζειν ἀλλὰ παρακαλεῖν χρεών. εὐχαῖς, οὐκ αἰτίαις ἐξιλεοῦται τὸ κρεῖττον. ἣ δέ, εὖ μὲν λέγεις, σὺ δέ μοι πῶς ἔχεις; διηρώτα. ῥᾷον, ἔφη, καὶ βέλτιον ἀπὸ τῆς ἑσπέρας, ἐκ τῆς τοῦ μειρακίου θεραπείας, ἣ τὰ φλεγμαίνοντά μοι τῶν τραυμάτων ἐπεκούφισεν. ἀλλὰ καὶ μᾶλλον εἰς ἕω κουφισθήσῃ, ἔφη ὁ τὴν φρουρὰν αὐτῶν ἐπιτετραμμένος: τοιαύτην σοι ποριοῦμαι βοτάνην, ἣ διὰ τρίτης ἑνώσει τὰς πληγάς. ἔχω δὲ αὐτῆς ἔργῳ τὴν πεῖραν λαβών: ἐξ οὗ γάρ με δεῦρο αἰχμάλωτον οἵδε ἤγαγον, εἴ τίς ποτε τῶν ὑπηκόων τῷδε τῷ ἄρχοντι συμβολῆς γενομένης τραυματίας ἧκεν, οὐ πολλῶν ἐδεήθη πρὸς ἴασιν ἡμερῶν, ᾗ λέγω ταύτῃ βοτάνῃ χρησάμενος. εἰ δέ μοι μέλει τῶν ὑμετέρων, οὐκ ἄξιον ὑμῖν θαυμάζειν: τύχης τε γάρ μοι τῆς αὐτῆς ἐοίκατε κοινωνεῖν, καὶ ἅμα Ἕλληνας ὄντας οἰκτείρω καὶ αὐτὸς Ἕλλην γεγονώς. Ἕλλην; ὦ θεοί, ἐπεβόησαν ὑφ̓ ἡδονῆς ἅμα οἱ ξένοι. Ἕλλην ὡς ἀληθῶς τὸ γένος καὶ τὴν φωνήν: τάχα τις ἔσται τῶν κακῶν ἀνάπνευσις. ἀλλὰ τίνα σε χρὴ καλεῖν; ἔφη ὁ Θεαγένης. ὃ δέ, Κνήμωνα. πόθεν δὲ γνωρίζειν; Ἀθηναῖον. τύχῃ τίνι κεχρημένον; παῦε; ἔφη: τί ταῦτα κινεῖς κἀναμοχλεύεις; τοῦτο δὴ τὸ τῶν τραγῳδῶν. οὐκ ἐν καιρῷ γένοιτ̓ ἂν ἐπεισόδιον ὑμῖν τῶν ὑμετέρων τὰ ἐμὰ ἐπεισφέρειν κακά. καὶ ἅμα οὐδ̓ ἂν ἐπαρκέσειε τὸ λειπόμενον πρὸς τὸ διήγημα τῆς νυκτός, ὕπνου καὶ ταῦτα δεομένοις ὑμῖν ἀπὸ πολλῶν τῶν πόνων καὶ ἀναπαύσεως.
- 1.9.1
ἐπεὶ δὲ οὐκ ἀνίεσαν ἀλλὰ παντοίως λέγειν ἱκέτευον, μεγίστην ἡγούμενοι παραψυχὴν τὴν τῶν ὁμοίων ἀκοήν, ἄρχεται ὁ Κνήμων ἐντεῦθεν.
- 1.9.2
ἦν μοι πατὴρ Ἀρίστιππος, το μὲν γένος Ἀθηναῖος, βουλῆς δὲ τῆς ἄνω, τὴν περιουσίαν τῶν μέσων. οὗτος, ἐπειδή μοι τὴν μητέρα τελευτῆσαι συνέβη, πρὸς δευτέρους ἀπεκλίνετο γάμους, ἐπὶ μόνῳ μοι παιδὶ σαλεύειν ἐπιμεμφόμενος, καὶ τοῖς οἴκοις ἐπεισάγει γύναιον ἀστεῖον μὲν ἀλλ̓ ἀρχέκακον, ὄνομα Δημαινέτην. ὡς γὰρ τάχιστα εἰσῆλθεν, ὅλον ὑπεποιεῖτο καὶ πράττειν ὅτι βούλοιτο ἔπειθε, τῇ τε ὥρᾳ τὸν πρεσβύτην ἐπαγομένη καὶ τἆλλα ὑπερθεραπεύουσα, δεινὴ δέ; εἴπερ τις γυναικῶν, ἐφ̓ ἑαυτὴν ἐκμῆναι, καὶ τέχνην τὴν ἐπαγωγὸν ἐκτόπως ἠκριβωμένη, προόδοις τε τοὐμοῦ πατρὸς ἐπιστένουσα καὶ εἰσόδοις προστρέχουσα, καὶ βραδύνοντι μεμφομένη, καὶ ὡς ἀπώλετ̓ ἂν εἰ ὀλίγον ἐμέλλησε, καὶ περιβάλλουσα ἐφ̓ ἑκάστῳ ῥήματι, καὶ ἐπιδακρύουσα τοῖς φιλήμασιν. οἷς ἅπασιν ὁ πατήρ μου σαγηνευθεὶς ὅλην ἐκείνην καὶ ἔπνει καὶ ἔβλεπεν. ἣ δὲ κἀμὲ τὰ πρῶτα ἴσα καὶ παῖδα ὁρᾶν ἐπλάττετο, κἀν τούτῳ τὸν Ἀρίστιππον ὑποποιουμένη, καί ποτε καὶ ἐφίλησεν ἂν προσελθοῦσα, καὶ ὄνασθαί μου συνεχῶς ηὔξατο. κἀγὼ προσιέμην, τῶν μὲν ὄντων οὐδὲν ὑποπτεύων, ὅτι δὲ μητρῴαν ἐπιδείκνυται περὶ ἐμὲ θαυμάζων διάθεσιν. ἐπεὶ δὲ ἰταμώτερον προσῄει, καὶ θερμότερα ἦν τὰ φιλήματα τοῦ πρέποντος, καὶ τὸ βλέμμα τοῦ σώφρονος ἐξιστάμενον πρὸς ὑπόνοιαν ἦγεν ἤδη, τὰ πολλὰ καὶ ὑπέφευγον καὶ πλησιάζουσαν ἀπωθούμην. καὶ τὰ μὲν ἄλλα τί δεῖ μηκύνοντα ἐνοχλεῖν; τὰς πείρας ἃς καθῆκε, τὰς ὑποσχέσεις ἃς ἐπηγγείλατο, νῦν μὲν παιδίον νῦν δὲ γλυκύτατον ὀνομάζουσα, καὶ αὖθις κληρονόμον καὶ μετ̓ ὀλίγον ψυχὴν ἑαυτῆς ἀποκαλοῦσα, καὶ ἁπλῶς τὰ καλὰ τῶν ὀνομάτων τοῖς ἐπαγωγοῖς παραμιγνῦσα, καὶ οἷς τισὶ μᾶλλον προστρέχω περισκοποῦσα, ὡς ἐν μὲν τοῖς σεμνοτέροις μητέρα ἑαυτὴν ἀναπλάττουσα, ἐν δὲ τοῖς ἀτοπωτέροις τοῦτο ἐκεῖνο λαμπρῶς ἐρωμένην ἀποφαίνουσα.
- 1.10.1
τέλος δὲ γίνεταί τι τοιοῦτον. Παναθηναίων τῶν μεγάλων ἀγομένων, ὅτε τὴν ναῦν Ἀθηναῖοι ἐπὶ γῆς τῇ Ἀθηνᾷ πέμπουσιν, ἐτύγχανον μὲν ἐφηβεύων, ᾅσας δὲ τὸν εἰωθότα παιᾶνα τῇ θεῷ καὶ τὰ νενομισμένα προπομπεύσας, ὡς εἶχον στολῆς, αὐτῇ χλαμύδι καὶ αὐτοῖς στεφάνοις ἔρχομαι οἴκαδε ὡς ἐμαυτόν. ἣ δὲ ἐπειδὴ τὸ πρῶτον εἶδεν, ἐκτὸς ἑαυτῆς γίνεται, καὶ οὐδὲ ἐσοφίστευεν ἔτι τὸν ἔρωτα, ἀλλ̓ ἀπὸ γυμνῆς τῆς ἐπιθυμίας προσέτρεχε, καὶ περιβαλοῦσα ὁ νέος Ἱππόλυτος, ὁ Θησεὺς ὁ ἐμὸς ἔλεγε. τίνα με οἴεσθε γεγενῆσθαι, ὃς καὶ νῦν ἐρυθριῶ διηγούμενος; ἀλλ̓ ἑσπέρας γενομένης ὁ μὲν πατὴρ εἰς τὸ πρυτανεῖον ἐσιτεῖτο, καὶ ὡς ἂν ἐν τοιαύτῃ πανηγύρει καὶ πότῳ πανδήμῳ καὶ διανυκτερεύειν ἔμελλεν: ἣ δὲ ἐπιγίνεταί μοι νυκτός, καὶ ἐπειρᾶτό τινος τῶν ἀθεμίτων τυγχάνειν. ὡς δὲ παντοίως ἀντεῖχον καὶ πρὸς πᾶσαν θεραπείαν καὶ ὑπόσχεσιν καὶ ἀπειλὴν ἀπεμαχόμην, βαρύ τι καὶ βύθιον στενάξασα ἀπιοῦσα ᾤχετο. καὶ μόνην ἡ παλαμναία τὴν νύκτα ὑπερθεμένη τῶν ἐπιβουλῶν τῶν εἰς ἐμὲ κατήρχετο. καὶ πρῶτον μὲν οὐδὲ διανέστη τότε τῆς εὐνῆς, ἀλλ̓ ἥκοντι τῷ πατρί, καὶ τί τοῦτο πυνθανομένῳ, μαλακῶς τε ἔχειν ἐσκήπτετο καὶ οὐδὲ ἀπεκρίνατο τὴν πρώτην. ὡς δὲ ἐνέκειτο, καὶ τί πεπόνθοι πολλάκις ἀνηρώτα, ὁ θαυμαστός, φησί, καὶ εἰς ἐμὲ νεανίας, ὁ κοινὸς ἡμῶν παῖς, ὃν ἐγὼ πλέον καὶ σοῦ πολλάκις ἠγάπησα ʽκαὶ μάρτυρες οἱ θεοἴ, κύειν με πρὸς τινῶν αἰσθόμενος, ὃ δή σε τέως ἔκρυπτον ἕως ἂν τὸ ἀσφαλὲς γνοίην, τὴν σὴν ἀπουσίαν ἐπιτηρήσας, ταῦτα δὴ τὰ εἰωθότα παραινοῦσαν καὶ σωφρονεῖν παρακελευομένην, μηδὲ πρὸς ἑταίραις ἔχειν τὸν νοῦν καὶ μέθαις ʽοὐ γάρ με ἐλάνθανεν οὕτως ἔχων, σοὶ δὲ οὐκ ἔφραζον, μή τινα λάβοιμι μητρυιᾶς ὑπόνοιαν̓, ταῦτα λέγουσαν μόνην πρὸς μόνον τοῦ μὴ ἐρυθριᾶν αὐτὸν ἕνεκεν, τὰ μὲν ἄλλα ὅσα σέ τε κἀμὲ περιύβρισεν αἰσχύνομαι λέγειν, λὰξ δὲ κατὰ τῆς γαστρὸς ἐναλόμενος οὕτως ἔχειν ὡς ὁρᾷς διέθηκεν.
- 1.11.1
ταῦτα ὡς ἤκουσεν, οὐκ εἶπεν, οὐκ ἠρώτησεν, οὐκ ἀπολογίαν προύθηκεν, ἀλλὰ πιστεύων μηδὲν ἂν ψεύσασθαι κατ̓ ἐμοῦ τὴν οὕτω περὶ ἐμὲ διακειμένην, εὐθὺς ὡς εἶχε, κατά τι μέρος τῆς οἰκίας περιτυχών, οὐδὲν εἰδότα πύξ τε ἔπαιε, καὶ παῖδας προσκαλεσάμενος μάστιξιν ᾐκίζετο, μηδὲ τὸ κοινὸν δὴ τοῦτο διότι ξαινοίμην γινώσκοντα, ὡς δὲ ἐνεπέπληστο τῆς ὀργῆς, ἀλλὰ νῦν γε ἔφην, ὦ πάτερ, εἰ καὶ μὴ πρότερον, δίκαιος ἂν εἴην τὴν αἰτίαν τῶν πληγῶν μανθάνειν. ὃ δὲ μᾶλλον παροξυνθεὶς ὢ τῆς εἰρωνείας φησί: τὰς πράξεις αὑτοῦ τὰς ἀνοσίας παῤ ἐμοῦ βούλεται μανθάνειν. καὶ ἀποστραφεὶς ἐπὶ τὴν Δημαινέτην ἔσπευδεν.
- 1.11.2
ἣ δέ ʽοὔπω γὰρ κεκόρεστὀ δευτέρας ἐπιβουλῆς κατ̓ ἐμοῦ τοιᾶσδε ἥπτετο. Θίσβη παιδισκάριον ἦν αὐτῇ, ψάλλειν τε πρὸς κιθάραν ἐπιστάμενον καὶ τὴν ὄψιν οὐκ ἄωρον. τοῦτο ἐπ’ ἐμὲ καθίησιν, ἐρᾶν μου δῆθεν προστάξασα. καὶ ἤρα παραχρῆμα ἡ Θίσβη, καὶ ἡ πολλάκις πειρῶντά με ἀπωσαμένη τότε παντοίως ἐφείλκετο βλέμμασι νεύμασι συνθήμασιν. ἐγὼ δὲ ὁ μάταιος ἄθροον καλὸς γεγενῆσθαι ἐπεπείσμην, καὶ τέλος ἐπὶ τὸν θάλαμον ἐλθοῦσαν νυκτὸς ὑπεδεχόμην. ἣ δὲ καὶ αὖθις ἐπανῆκε καὶ πάλιν, καὶ τοῦ λοιποῦ συνεχῶς ἐφοίτα. ἐπεὶ δέ ποτε φυλάττεσθαι αὐτῇ τὰ πολλὰ παρῄνουν, μὴ γνωσθείη παρὰ τῆς δεσποίνης, ὦ Κνήμων ἔφη, ὡς λίαν ἁπλοϊκός τις εἶναί μοι δοκεῖς: εἰ γὰρ ἐμὲ θεράπαιναν οὖσαν καὶ ἀργυρώνητον ἡγῇ χαλεπὸν εἶναι σοὶ προσομιλοῦσαν ἁλῶναι, τίνος ἂν ἐκείνην ἀξίαν εἴποις τιμωρίας, ἣ καὶ εὐγενὴς εἶναι φάσκουσα καὶ νόμῳ τὸν συνοικοῦντα ἔχουσα, καὶ θάνατον τὸ τέλος τοῦ παρανομήματος γινώσκουσα, μοιχᾶται; παῦε, ἔφην: οὐ γὰρ ἔχω σοι πιστεύειν. καὶ μήν, εἴ σοι δόξειεν, ἐπ’ αὐτοφώρῳ παραδώσω τὸν μοιχόν. εἰ γὰρ οὕτω βουληθείης, ἔφην. καὶ μὴν βουλήσομαί γε, ἀπεκρίνατο, δοῦ τε ἕνεκεν οὕτω πρὸς αὐτῆς περιυβρισμένου, καὶ ἐμαυτῆς δὲ οὐκ ἔλαττον, ἣ πάσχω τὰ ἔσχατα, ἐφ̓ ἑκάστης ζηλοτυπίαν ματαίαν ἐκείνης ἐπ’ ἐμὲ γυμναζούσης. ἀλλ̓ ὅπως ἀνὴρ ἔσῃ καταλαβών.
- 1.12.1
ἐπεὶ δὲ οὕτως ἕξειν ὑπεσχόμην, τότε μὲν ἀπιοῦσα ᾤχετο, τρίτῃ δὲ ὕστερον νυκτὶ καθεύδοντά με ἐξανίστησι, καὶ τὸν μοιχὸν ἔνδον εἶναι κατεμήνυε, τὸν πατέρα μὲν εἰς ἀγρὸν αἰφνιδίου τινὸς χρείας καλούσης πεπορεῦσθαι λέγουσα, τὸν δέ, οὕτω συγκείμενον αὐτῷ πρὸς τὴν Δημαινέτην, ἄρτι παρεισδεδυκέναι. προσήκειν δὲ καὶ πρὸς ἄμυναν εὐτρεπίζεσθαι καὶ ξιφήρη ποιεῖσθαι τὴν ἔφοδον τοῦ μὴ διαδρᾶναι τὸν ὑβριστήν. ἐποίουν οὕτως, καὶ λαβὼν ἐγχειρίδιον, τῆς Θίσβης ἡγουμένης καὶ δᾷδας προαπτούσης, ἐπὶ τὸν θάλαμον ᾔειν. ἐπεὶ δὲ ἐπέστην, λύχνου τέ τινος ἔνδοθεν αὐγὴ διεξέπιπτε, καὶ τὰς θύρας ἐπικειμένας, ὡς ὀργῆς εἶχον, ἐρραγεὶς ἀνοίγω. καὶ εἰσδραμών, ποῦ ποτὲ ὁ ἀλιτήριος, ἐβόων, ὁ λαμπρὸς τῆς πάντα σωφρονούσης ἐρώμενος; καὶ ἅμα λέγων ἐπῄειν ὡς ἄμφω διαχειρισόμενος. ἐκ δὲ τῆς εὐνῆς ὁ πατήρ, ὦ θεοί, περιτραπεὶς προσπίπτει μου τοῖς γόνασι, καὶ ὦ τέκνον, ἐπίσχες μικρόν, ἔλεγεν: οἴκτειρον τὸν γεννήσαντα φεῖσαι πολιῶν αἵ σε ἀνέθρεψαν. ὑβρίσαμέν σε, ἀλλ̓ οὐ μέχρι θανάτου τιμωρητέοι. μὴ γίνου τῆς ὀργῆς ὅλος, μηδὲ φόνῳ πατρῴῳ χεῖρας μιάνης τὰς σάς. ὃ μὲν ταῦτα καὶ ἕτερα πρὸς τούτοις ἐλεεινῶς ἱκέτευεν, ἐγὼ δὲ ὥσπερ τυφῶνι βληθείς, αὖος ἀπόπληκτος εἱστήκειν. τὴν Θίσβην περιέβλεπον, οὐκ οἶδ̓ ὅπως ἑαυτὴν ὑποστείλασαν: τὴν κλίνην καὶ τὸν θάλαμον ἐν κύκλῳ περιεσκόπουν, εἰπεῖν τι διαπορῶν, πρᾶξαι ἀμηχανῶν. ἐκπίπτει μου καὶ τὸ ξίφος τῶν χειρῶν. καὶ τὸ μὲν ἡ Δημαινέτη προσδραμοῦσα σπουδαίως ἀνήρπασεν: ὁ δὲ πατὴρ ἐν τῷ ἀκινδύνῳ γεγονὼς ἐπιβάλλει τέ μοι τὰς χεῖρας καὶ δεσμεῖν ἐκέλευε, πολλὰ τῆς Δημαινέτης παροξυνούσης, καὶ οὐ ταῦτα ἦν ἃ προηγόρευον; βοώσης, ὡς φυλάττεσθαι προσήκει τὸ μειράκιον, ὡς ἐπιβουλεύσει καιροῦ λαβόμενον; ἑώρων τὸ βλέμμα, συνίην τῆς διανοίας. ὃ δὲ προηγόρευες εἰπών, ἀλλ̓ ἠπίστουν, τότε μὲν ἐν δεσμοῖς εἶχε, λέγειν τι βουλομένῳ τῶν ὄντων καὶ φράζειν οὐκ ἐπιτρέψας.
- 1.13.1
ἅμα δὲ τῇ ἕω λαβὼν οὕτως ὡς εἶχον δεσμῶν, ἐπὶ τὸν δῆμον ἦγε, καὶ τῆς κεφαλῆς κόνιν καταχεάμενος, οὐκ ἐπὶ τοιαύταις μὲν ἐλπίσιν, ὦ Ἀθηναῖοι, τόνδε ἀνέτρεφον, ἔλεγεν, ἀλλὰ τοῦ γήρως τοὐμοῦ βακτηρίαν ἔσεσθαι προσδοκῶν, ἐπειδὴ τάχιστά μοι ἐγένετο, ἐλευθερίου τε τροφῆς μεταδοὺς καὶ τὰ πρῶτα τῶν γραμμάτων διδαξάμενος, εἰς τοὺς φράτορας καὶ γεννήτας εἰσαγαγών, εἰς ἐφήβους ἐγγράψας, πολίτην ὑμέτερον κατὰ τοὺς νόμους ἀποφήνας, πάντα τὸν βίον ἐπὶ τούτῳ τὸν ἐμὸν ἐσάλευον. ἐπεὶ δὲ τούτων ἁπάντων λήθην λαβὼν ἐμὲ μὲν ὕβρισε τὰ πρῶτα, καὶ πληγαῖς ταυτηνὶ τὴν κατὰ νόμους συνοικοῦσάν μοι ᾐκίσατο, τέλος δὲ καὶ ξιφήρης νύκτωρ ἐπῆλθε, καὶ παρὰ τοσοῦτον γέγονε πατραλοίας παῤ ὅσον ἀντέσχεν ἡ τύχη ἀπροσδοκήτῳ φόβῳ τὸ ξίφος τῶν τούτου χειρῶν ἐκπεσεῖν παρασκευάσασα, καταπέφευγά τε πρὸς ὑμᾶς καὶ προσαγγέλλω τοῦτον, αὐτόχειρ μὲν αὐτοῦ γενέσθαι κατὰ τοὺς νόμους ἐξὸν οὐ βουληθείς, ὑμῖν δὲ τὸ πᾶν καταλιπών, νόμῳ βέλτιον ἡγούμενος ἢ φόνῳ παιδὸς τὴν δίκην λαμβάνειν. καὶ ἅμα ἐπεδάκρυεν. ἐπεκώκυε δὲ καὶ ἡ Δημαινέτη, καὶ περιαλγεῖν ἐπ’ ἐμοὶ δῆθεν ἐπεδείκνυτο, τὸν ἄθλιον ἀποκαλοῦσα, τὸν ἐν δίκῃ μὲν ἀλλὰ πρὸ ὥρας τεθνηξόμενον, τὸν ὑπὸ δαιμόνων ἀλαστόρων ἐπὶ τοὺς γεννήσαντας ἐλαθέντα, οὐ θρηνοῦσα μᾶλλον ἢ καταμαρτυροῦσα τοῖς θρήνοις, καὶ ὡς ἀληθῆ τὴν κατηγορίαν βεβαιοῦσα τοῖς γόοις. ἐπεὶ δὲ μεταδοῦναι κἀμοὶ λόγων ἠξίουν, ὁ γραμματεὺς προσελθὼν ἠρώτα στενὸν ἐρώτημα, εἰ τῷ πατρὶ ξιφήρης ἐπῆλθον. ἐμοῦ δέ ἐπῆλθον μέν εἰπόντος, ἀλλ̓ ὅπως, ἀκούσατε, ἀνεβόησαν ἅπαντες, καὶ οὐδὲ ἀπολογίας μοι μετεῖναι κρίναντες οἳ μὲν λίθοις βαλεῖν, οἳ δὲ τῷ δημίῳ παραδιδόναι καὶ ὠθεῖσθαι εἰς τὸ βάραθρον ἐδοκίμαζον. ἐμοῦ δὲ παρὰ πάντα τὸν θόρυβον καὶ τὸν χρόνον ὃν περὶ τῆς τιμωρίας διεχειροτόνουν, ὦ μητρυιά βοῶντος, διὰ μητρυιὰν ἀναιροῦμαι, μητρυιά με ἄκριτον ἀπόλλυσι, προσέστη τοῖς πολλοῖς τὸ λεγόμενον καὶ εἰσῄει τῶν ὄντων ὑποψία. καὶ ἠκούσθην μὲν οὐδὲ τότε: προκατείληπτο γὰρ ὁ δῆμος ἀκαταπαύστῳ θορύβῳ:
- 1.14.1
τῶν δὲ ψήφων διακρινομένων οἱ μὲν τὸν θάνατον καταχειροτονήσαντες ἦσαν εἰς ἑπτακοσίους καὶ χιλίους, οἳ μὲν καταλεῦσαι οἳ δὲ εἰς τὸ βάραθρον πέμψαι κρίναντες, οἱ λοιποὶ δὲ εἰς χιλίους, ὅσοι τι καὶ τῇ ὑπονοίᾳ τῇ κατὰ τῆς μητρυιᾶς δόντες φυγῇ με ἐς τὸ διηνεκὲς ἐζημίωσαν. ἀλλ̓ ὅμως ἡ τούτων ἐκράτει ψῆφος: τῶν μὲν γὰρ ἄλλων ὁμοῦ πάντων ἦσαν ἐλάττους, ἐκείνων δὲ διάφορα ψηφισαμένων εἰς τὸ μέρος οἱ χίλιοι πλείους ἐγίνοντο. κἀγὼ μὲν οὕτως ἐξηλαυνόμην ἑστίας τε πατρῴας καὶ τῆς ἐνεγκούσης, οὐ μὴν ἀτιμώρητός γε ἡ θεοῖς ἐχθρὰ Δημαινέτη περιελείφθη. τὸν δὲ τρόπον εἰσαῦθις ἀκούσεσθε. τὸ δὲ νῦν καὶ ὕπνου μεταληπτέον: τό τε γὰρ πολὺ προέβη τῆς νυκτός, καὶ ὑμῖν πολλῆς δεῖ τῆς ἀναπαύσεως.
- 1.14.2
καὶ μὴν προσεπιτρίψεις γε ἡμᾶς, ἔφη ὁ Θεαγένης, εἰ τὴν κακίστην ἀτιμώρητον ἐάσεις ἐν τῷ λόγῳ Δημαινέτην. οὐκοῦν ἀκούοιτ̓ ἄν, ἔφη ὁ Κνήμων, ἐπειδήπερ ὑμῖν οὕτω φίλον.
- 1.14.3
ἐγὼ μὲν ὡς εἶχον μετὰ τὴν κρίσιν εἰς τὸν Πειραιᾶ κατέβην, καὶ νεὼς ἀναγομένης ἐπιτυχὼν τὸν πλοῦν εἰς Αἴγιναν ἐποιούμην, ἀνεψιοὺς εἶναί μοι τῆς μητρὸς ἐνταῦθα πυνθανόμενος. κατάρας δὲ καὶ τοὺς ἐπιζητουμένους ἀνευρὼν οὐκ ἀηδῶς τὰ πρῶτα διῆγον. εἰκοστῇ δὲ ὕστερον ἡμέρᾳ συνήθως ἀλύων ἐπὶ λιμένα κατῆλθον, καὶ λέμβος ἄρτι κατεφέρετο. μικρὸν οὖν ἐπιστάς, ὁπόθεν τε εἴη καὶ τίνας ἄγοι περιεσκόπουν. οὔπω δὲ τῆς ἀποβάθρας ἀκριβῶς κειμένης ἐξήλατό τις καί με προσδραμὼν περιέβαλεν. ἦν δ̓ ἄρα Χαρίας τῶν ἐμῶν συνεφήβων. καὶ ὦ Κνήμων, εὐαγγέλιά σοι κομίζω, φησίν: ἔχεις παρὰ τῆς πολεμίας τὴν δίκην: Δημαινέτη τέθνηκεν. ἀλλὰ σώζοιο μέν, ἔφην, ὦ Χαρία: τί δὲ παρατρέχεις τὸ εὐαγγέλιον ὥσπερ τι τῶν ἀτόπων ἀπαγγέλλων; εἰπὲ δὲ καὶ τὸν τρόπον, ὡς σφόδρα δέδοικα μὴ τῷ κοινῷ κέχρηται θανάτῳ καὶ διέδρα τὸν πρὸς ἀξίαν. οὐ παντάπασιν, ἔφη ὁ Χαρίας, ἐκλέλοιπεν ἡμᾶς ἡ δίκη καθ̓ Ἡσίοδον, ἀλλὰ μικρὸν μὲν ἄν τι καὶ παρίδοι ποτέ, τῷ χρόνῳ τὴν ἄμυναν παρέλκουσα, τοῖς δὲ οὕτως ἀθέσμοις ὀξὺν ἐπιβάλλει τὸν ὀφθαλμόν, ὡς δὴ καὶ τὴν ἀλιτήριον μετῆλθε Δημαινέτην. ἔλαθε δέ με τῶν γεγονότων ἢ λεχθέντων οὐδέν, τῆς Θίσβης, ὡς οἶσθα, κατὰ τὴν πρός με συνήθειαν πάντα διηγουμένης. τῆς γὰρ ἀδίκου σοι φυγῆς ἐπιβληθείσης, ὁ μὲν ἄθλιός σοι πατὴρ ἐπὶ τοῖς πραχθεῖσι μεταμελόμενος εἰς ἀγρόν τινα καὶ ἐσχατιὰν ἑαυτὸν ἀπῴκισε, κἀκεῖ διῆγεν ὃν θυμὸν κατέδων, τοῦτο δὴ τὸ τοῦ ἔπους: τὴν δὲ εὐθὺς ἐρινύες ἤλαυνον, καὶ μανικώτερον ἤρα σου μὴ παρόντος, καὶ θρήνων οὐκ ἐπαύετο, δῆθεν μὲν τῶν ἐπὶ σοί, τὸ δ̓ ἀληθὲς τῶν ἐφ̓ ἑαυτῇ, καὶ Κνήμων ἐβόα νύκτα τε καὶ μεθ̓ ἡμέραν, παιδίον γλυκύτατον, ψυχὴν ἑαυτῆς ὀνομάζουσα, ὥστε καὶ αἱ γνώριμοι τῶν γυναικῶν φοιτῶσαι παῤ αὐτὴν σφόδρα μὲν ἐθαύμαζον καὶ ἐπῄνουν, εἰ μητρὸς ἡ μητρυιὰ πάθος ἐπιδείκνυται, παραμυθεῖσθαί τε καὶ ἐπιρρωννύναι ἐπειρῶντο. ἣ δὲ ἀπαραμύθητον εἶναι τὸ κακόν, καὶ οἷον ἐγκεῖσθαι τῇ καρδίᾳ κέντρον ἀγνοεῖν τὰς ἄλλας ἔλεγεν.
- 1.15.1
εἰ δέ ποτε γένοιτο καθ̓ ἑαυτήν, πολλὰ τὴν Θίσβην ἐμέμφετο ὡς οὐ προσηκόντως ὑπηρετησαμένην, ἡ σπουδαία περὶ τὰ δεινά λέγουσα, ἡ πρὸς μὲν τὸν ἔρωτα μὴ συμπράξασα, ἐπὶ δὲ τῷ στερηθῆναί με τοῦ φιλτάτου καὶ λόγου ταχίων ἀποδειχθεῖσα, μηδὲ μεταβουλεύσασθαί μοι συγχωρήσασα. καὶ δήλη παντοίως ἐγένετο κακόν τι διαθήσουσα τὴν Θίσβην. ἣ δὲ βαρυμηνιῶσαν ὁρῶσα, καὶ πάντῃ λυπηθεῖσαν ἐπιβουλεῦσαι πρόχειρον, καὶ οὐχ ἥκιστα τῷ τε θυμῷ καὶ ἔρωτι περιμανῆ τυγχάνουσαν, ἔγνω προλαβεῖν καὶ φθῆναι, τῇ κατ̓ ἐκείνης ἐπιβουλῇ σωτηρίαν ἑαυτῇ περιποιοῦσα. καὶ προσελθοῦσα, τί ταῦτα ὦ δέσποινα; ἔλεγε: τί μάτην ἔχεις ἐν αἰτίᾳ θεραπαινίδα τὴν σήν; ἐγὼ μέν σοι πρὸς τὸ βούλημα τὸ σὸν ἀεί τε καὶ νῦν ὑπηρετησάμην: εἰ δέ τι τῶν μὴ κατὰ γνώμην ἐκβέβηκεν, ἐκεῖνα μὲν τῇ τύχῃ λογιστέον, ἕτοιμος δέ, εἰ κελεύεις, ἐπινοεῖν τινὰ τῶν παρόντων λύσιν. ἣ δέ, καὶ τίς ἂν εὑρεθείη, φιλτάτη, ἔφη, τοῦ δυναμένου λῦσαι τὰ νῦν ἐκποδὼν γεγονότος, κἀμὲ τῆς παῤ ἐλπίδα τῶν δικαζόντων φιλανθρωπίας ἀνελούσης. εἰ γὰρ ἐβέβλητο τοῖς λίθοις, εἰ γὰρ ἀνῄρητο, πάντως ἄν κἀμοὶ συνετεθνήκει τὰ τοῦ πάθους: τὸ γὰρ ἀπελπισθὲν ἅπαξ ἐξῄρηται τῆς ψυχῆς, καὶ τὸ μηδαμόθεν ἔτι προσδοκώμενον ἀπαλγεῖν παρασκευάζει τοὺς κάμνοντας. νῦν δὲ ὁρᾶν φαντάζομαι, παρόντος ἀκούειν ἀπατῶμαι, ὀνειδίζοντα τὴν ἄδικον ἐπιβουλὴν αἰσχύνομαι, συντεύξεσθαί ποτε ἐπελθόντι καὶ ἀπολαύσειν, ἢ καὶ αὐτὴ παῤ ἐκεῖνον φοιτήσειν ὅπου ποτ̓ ἂν ᾖ γῆς, ὑποτίθεμαι. ταῦτα ὑπεκκαίει, ταῦτα ἐκμαίνει. δίκαια μέν, ὦ θεοί, πάσχω. τί γὰρ οὐ περιεῖπον ἀλλ̓ ἐπεβούλευον; τί δὲ οὐχ ἱκέτευον ἀλλ̓ ἐδίωκον; ἠρνήσατο τὴν πρώτην; ἀλλὰ προσηκόντως. ἀλλοτρίαν μέν, ἀλλ̓ οὖν γε πατρῴαν εὐνὴν ᾐσχύνετο. τυχὸν ἂν μετεπείσθη χρόνῳ πρὸς τὸ ἡμερώτερον καὶ πειθοϊ μεταπλαττόμενος. ἀλλ̓ ἡ θηριώδης ἐγὼ καὶ ἀνήμερος, ὥσπερ οὐκ ἐρῶσά τινος ἀλλ̓ ἄρχουσα, δεινὸν ὅτι μὴ ἐξ ἐπιτάγματος ὑπήκουσεν ἐποιησάμην, καὶ εἰ τῆς Δημαινέτης ὑπερεῖδε πολὺ τὴν ὥραν αὐτῆς ὑπερβάλλων. ἀλλ̓ ὦ γλυκεῖα Θίσβη, τίνα λύσιν ὠνόμαζες ῥᾳδίαν; ὦ δέσποινα, ἔφη, τοῖς πολλοῖς μὲν ὁ Κνήμων ὑπεξῆλθε τοῦ ἄστεος καὶ τῆς Ἀττικῆς ἐξώρμησε τῇ κρίσει πειθόμενος, ἐμὲ δὲ ἅπαντα διὰ σὲ πραγματευομένην οὐκ ἔλαθεν αὐτοῦ που πρὸ τοῦ ἄστεος κρυπτόμενος. Ἀρσινόην ἀκούεις που πάντως τὴν αὐλητρίδα: ταύτῃ ἐκέχρητο. μετὰ δὲ τὴν δυστυχίαν ὑποδέχεται αὐτὸν ἡ μεῖραξ, καὶ συναπαίρειν ἐπαγγελλομένη παῤ ἑαυτῇ κατέχει, κρυπτόμενον τέως ἕως ἂν συσκευάσηται. καὶ ἡ Δημαινέτη, μακαρία μὲν Ἀρσινόη, φησί, τῆς τε πρότερον πρὸς Κνήμωνα συνηθείας καὶ τῆς σὺν αὐτῷ νυνὶ προσδοκωμένης ἐκδημίας: ἀλλὰ τί ταῦτα ἂν εἴη πρὸς ἡμᾶς; μεγάλα, ἔφη, ὦ δέσποινα. ἐρᾶν μὲν ἐγὼ προσποιήσομαι τοῦ Κνήμωνος, παρακαλέσω δὲ τὴν Ἀρσινόην, οὖσάν μοι πάλαι γνώριμον ἀπὸ τῆς τέχνης, εἰσαγαγεῖν με ὡς αὐτὸν νύκτωρ ἀνθ̓ ἑαυτῆς. ἅπερ εἰ γένοιτο, σὸν ἂν εἴη τὸ ἐντεῦθεν Ἀρσινόην εἶναι δοκεῖν, καὶ φοιτᾶν παῤ αὐτὸν ὡς ἐκείνην. μελήσει δέ μοι καὶ ὑποβεβρεγμένον αὐτὸν κατακλῖναι παρασκευάσαι. εἰ δὲ τύχοις ὧν βούλει, μάλιστα μὲν εἰκὸς σχολάσαι τὸν ἔρωτα. πολλαῖς κατὰ τὴν πρώτην πεῖραν ἐναπεσβέσθη τὰ τῆς ἐπιθυμίας: κόρος γὰρ ἔρωτος τῶν ἔργων τὸ τέλος. εἰ δὲ ἐναπομείνειεν, ὃ μὴ γένοιτο, δεύτερος ἔσται, φασί, πλοῦς καὶ ἑτέρα βουλή. τὸ παρὸν τέως θεραπεύωμεν.
- 1.16.1
ἐπῄνει ταῦτα ἡ Δημαινέτη, καὶ προστιθέναι τάχος τοῖς δεδογμένοις ἱκέτευεν. ἣ δὲ μίαν ἡμέραν ἐνδοθῆναι αὐτῇ πρὸς τὸ διανύσαι ταῦτα παρὰ τῆς δεσποίνης αἰτήσασα, παρὰ μὲν τὴν Ἀρσινόην ἐλθοῦσα, Τελέδημον οἶσθα; ἔλεγε. τῆς δὲ ὁμολογούσης, ὑπόδεξαι ἡμᾶς, ἔφη, τὸ τήμερον: ὑπεσχόμην γὰρ αὐτῷ συγκαθευδήσειν. ἥξει δὲ πρότερος, ἐγὼ δὲ ὅταν κατακλίνω τὴν δέσποιναν. πρὸς δὲ τὸν Ἀρίστιππον εἰς ἀγρὸν διαδραμοῦσα, ὦ δέσποτα, ἔλεγεν, ἥκω σοι κατήγορος ἐμαυτῆς, καὶ κέχρησο ὅ τι βούλει. τὸν παῖδα δἰ ἐμὲ ἀπολώλεκας, οὐχ ἑκοῦσαν μέν, ἀλλ̓ ὅμως συναιτίαν γενομένην. αἰσθομένη γὰρ τὴν δέσποιναν οὐκ ὀρθῶς βιοῦσαν ἀλλ̓ εὐνὴν τὴν σὴν ἐνυβρίζουσαν, αὐτή τε περὶ ἐμαυτῆς δείσασα, μή ποτε κακὸν λάβοιμι, τὸ πρᾶγμα εἰ δἰ ἄλλου φωραθείη, καὶ ἐπὶ σοὶ περιαλγήσασα, εἰ οὕτω περιέπων τὴν συνοικοῦσαν τοιαῦτα ἀντιπάσχοις, αὐτὴ μέν σοι προσαγγεῖλαι κατώκνησα, φράζω δὲ τῷ νέῳ δεσπότῃ, νύκτωρ παῤ αὐτὸν ἐλθοῦσα ὡς ἄν γνοίη μηδείς, καὶ ἔλεγον ὡς μοιχὸς ἅμα τῇ δεσποίνῃ συγκαθεύδοι. ὃ δέ ʽπρουλελύπητο γάρ, ὡς οἶσθα, πρὸς αὐτῆσ̓ ἔνδον εἶναι τότε με λέγειν τὸν μοιχὸν νομίσας, ὀργῆς ἀκατασχέτου πληρωθείς, ἀνελόμενος τὸ ἐγχειρίδιον, ἐμοῦ πολλὰ κατέχειν πειρωμένης καὶ ὡς οὐδὲν εἴη τοιοῦτον ἐπὶ τοῦ παρόντος λεγούσης μικρὰ φροντίσας, ἢ καὶ μεταβαλέσθαι προσδοκήσας, ἐπὶ τὸν θάλαμον ἐμμανὴς ἵεται. καὶ τὰ λοιπὰ γινώσκεις. τὸ δὲ παρὸν ἔνεστί σοι βουλομένῳ πρὸς τὸν παῖδα, καὶ εἰ φεύγει τὰ νῦν, ἀπολογήσασθαι, καὶ παρὰ τῆς ἀμφοτέρους ὑμᾶς ἀδικούσης τιμωρίαν λαβεῖν: ἐπιδείξω γάρ σοι τήμερον ἅμα τῷ μοιχῷ τὴν Δημαινέτην, ἐν οἰκίᾳ καὶ ταῦτα ἀλλοτρίᾳ, ἐκτὸς τοῦ ἄστεος, κατακεκλιμένην. εἰ γὰρ ταῦτα οὕτως ἐπιδείξειας, φησὶν ὁ Ἀρίστιππος, σοὶ μὲν ἐλευθερία μισθὸς ἀποκείσεται, ἐγὼ δὲ τάχ̓ ἄν ἐπιβιῴην τὴν πολεμίαν ἀμυνάμενος, ὡς πάλαι γε σμύχομαι ἐν ἐμαυτῷ, καὶ τὸ πρᾶγμα δἰ ὑποψίας ἔχων ἀπορίᾳ τῶν ἐλέγχων ἡσύχαζον. ἀλλα, τί δεῖ ποιεῖν; ἣ δέ, τὸν κῆπον οἶσθα, ἔλεγεν, ἔνθα τὸ μνῆμα τῶν Ἐπικουρείων; ἐνταῦθα εἰς ἑσπέραν ἐλθὼν περίμενε.
- 1.17.1
καὶ ἅμα εἰποῦσα ἀπέτρεχε, καὶ πρὸς τὴν Δημαινέτην ἐλθοῦσα, κόσμει, ἔφη, σαυτήν: ἁβροτέρως ἔχουσαν ἥκειν προσήκει: πάντα σοι τὰ ἐπηγγελμένα ηὐτρέπισται. ἥ δὲ περιέβαλέ τε καὶ ἔπραττεν ὡς ἐκέλευσεν. ἤδη δὲ ἑσπέρας οὔσης ἀναλαβοῦσα ἦγεν ὡς συνετέτακτο. ἐπεὶ δὲ ἐπλησίαζον, τὴν μὲν ἐπιστῆναι μικρὸν ἐκέλευεν, αὐτὴ δὲ προλαβοῦσα παρεκάλει τὴν Ἀρσινόην εἰς ἕτερον μεταστῆναι δωμάτιον καὶ σχολὴν αὐτῇ παρασχεῖν: ἐρυθριᾶν γὰρ ἔφη τὸ μειράκιον, ἄρτι τῶν Ἀφροδίτης μυούμενον. τῆς δὲ πεισθείσης ἐπανελθοῦσα παραλαμβάνει τὴν Δημαινέτην, καὶ εἰσαγαγοῦσα κατακλίνει τε καὶ τὸν λύχνον ἀφαιρεῖ, τοῦ μὴ γνωρισθῆναι αὐτὴν παρὰ σοῦ δῆθεν τοῦ ἐν Αἰγίνῃ διάγοντος. καὶ σιωπῶσαν πληροῦν τὴν ἐπιθυμίαν παρεγγυήσασα, ἐγὼ δὲ ἐπὶ τὸν νεανίαν ἄπειμι, φησί, καὶ ἥξω σοι φέρουσα: πίνει δὲ ἐνταῦθα ἐκ γειτόνων. καὶ ὑπεξελθοῦσα τὸν Ἀρίστιππον ἔνθα προείρητο καταλαμβάνει, καὶ δεσμεῖν ἐπιστάντα τὸν μοιχὸν ἤπειγεν. ὃ δὲ εἵπετο, καὶ ἐπιστὰς εἰστρέχει τε εἰς τὸ δωμάτιον, καὶ τὴν κλίνην πρὸς μικρὰν τῆς σεληναίας αὐγὴν χαλεπῶς ἀνευρών, ἔχω σε, εἶπεν, ὦ θεοῖς ἐχθρά. καὶ ἡ Θίσβη παραχρῆμα, ταῦτα λέγοντος, τάς τε θύρας ὡς ὅτι πλεῖστον ἐψόφησε, καὶ ὢ τῆς ἀτοπίας, διαδέδρακεν ἡμᾶς ὁ μοιχός, ἀνεβόησε: καὶ ὅρα δέσποτα μὴ καὶ τὰ δεύτερα σφαλῇς. ὃ δὲ θάρσει ἔφη: τὴν ἀλιτήριον, ἣν μάλιστα ἐβουλόμην, ἔχω. καὶ συλλαβόμενος ἦγεν ὡς ἐπὶ τὴν πόλιν. ἣ δὲ ἅμα πάντα τὰ περιεστῶτα, ὡς εἰκός, ἐννοήσασα, τὴν ἀποτυχίαν τῶν προσδοκηθέντων, τὴν ἐπὶ τοῖς παροῦσιν ἀτιμίαν, τὴν ἐκ τῶν νόμων τιμωρίαν, ἀνιωμένη μὲν ἐφ̓ οἷς ἡλίσκετο, χαλεπαίνουσα δὲ ἐφ̓ οἷς ἠπάτητο, ἐπειδὴ κατὰ τὸν βόθρον ἐγένετο τὸν ἐν Ἀκαδημείᾳ ʽπάντως γινώσκεισ̓, ἔνθα τοῖς ἥρωσιν οἱ πολέμαρχοι τὸ πάτριον ἐναγίζουσιν, ἐνταῦθα ἀθρόον τοῦ πρεσβύτου σπαράξασα τὰς χεῖρας, ὦσεν ἑαυτὴν ἐπὶ κεφαλήν. καὶ ἣ μὲν ἔκειτο κακὴ κακῶς, ὁ δὲ Ἀρίστιππος ἔχω παρὰ σοῦ καὶ πρὸ τῶν νόμων τὴν δίκην εἰπὼν τότε, τῷ δήμῳ πάντα εἰς τὴν ἑξῆς ἀνεκοινοῦτο, καὶ μόλις συγγνώμης τυχὼν τοὺς φίλους περιενόστει καὶ γνωρίμους, εἴ πῃ σοὶ κάθοδον λάβοι πρυτανευόμενος. καὶ εἰ μέν τι πέπρακται τούτων, οὐκ ἔχω λέγειν: ἔφθην γὰρ δεῦρο, ὡς ὁρᾷς, κατά τι χρέος ἐμὸν ἴδιον ἐκπλεύσας. πλὴν ἀλλὰ χρή σε προσδοκᾶν τήν τε κάθοδον ἐπινεύσειν τὸν δῆμον, καὶ τὸν πατέρα σοι κατὰ ζήτησιν ἥξειν: τοῦτο γὰρ ἐπηγγέλλετο.
- 1.18.1
ταῦτά μοι ὁ Χαρίας ἀπήγγειλε. τὰ δὲ ἑξῆς, καὶ ὅπως δεῦρο ἀφικόμην ἢ τίσι ποτὲ κεχρημένος τύχαις, μακροτέρου δεῖται καὶ λόγου καὶ χρόνου.
- 1.18.2
καὶ ἅμα ἐδάκρυεν. ἐδάκρυον δὲ καὶ οἱ ξένοι, τὰ μὲν ἐκείνου πρόφασιν, μνήμῃ δὲ τῶν ἰδίων ἕκαστος. καὶ οὐδ̓ ἂν ἔληξαν θρηνοῦντες, εἰ μή τις ὕπνος ἐπιπτὰς ὑφ̓ ἡδονῆς τῶν γόων ἔπαυσε τῶν δακρύων.
- 1.18.3
καὶ οἳ μὲν οὕτως ἐκάθευδον, ὁ δὲ Θύαμις ʽτοῦτο γὰρ ἦν ὄνομα τῷ λῃστάρχᾠ τῆς νυκτὸς τὸ πλεῖστον ἐνηρεμήσας, ὑπὸ τινῶν ὀνειράτων πεπλανημένων τεταραγμένος ἀθρόον τῶν ὕπνων ἀποσεσύλητο, καὶ τὴν ἐπίλυσιν διαπορῶν ἐπηγρύπνει τοῖς φροντίσμασι. καθ̓ ὃν γὰρ καιρὸν ἀλεκτρυόνες ᾅδουσιν, εἴτε, ὡς λόγος, αἰσθήσει φυσικῇ τῆς τοῦ ἡλίου καθ̓ ἡμᾶς περιστροφῆς ἐπὶ τὴν τοῦ θεοῦ πρόσρησιν κινούμενοι, εἴτε ὑπὸ θερμότητος ἅμα καὶ τῆς περὶ τὸ κινεῖσθαι καὶ σιτεῖσθαι θᾶττον ἐπιθυμίας τοὺς συνοικοῦντας ἰδίῳ κηρύγματι ἐπὶ ἔργον ἐγείροντες, ὄναρ αὐτῷ θεῖον ἔρχεται τοιόνδε. κατὰ τὴν Μέμφιν τὴν ἑαυτοῦ πόλιν τὸν νεὼν τῆς Ἴσιδος ἐπερχόμενος, λαμπαδίῳ πυρὶ τὸν ὅλον ἐδόκει καταλάμπεσθαι, πεπλῆσθαι δὲ βωμοὺς μὲν καὶ ἐσχάρας ζώων παντοίων, αἵματι διαβρόχους, προπύλαια δὲ καὶ περιδρόμους ἀνθρώπων κρότου καὶ θορύβου συμμιγοῦς πάντα πληρούντων. ἐπεὶ δὲ καὶ αὐτῶν ἐντὸς ἥκειν τῶν ἀνακτόρων, τὴν θεὸν ὑπαντῶσαν ἐγχειρίζειν τε τὴν Χαρίκλειαν, καὶ λέγειν, ὦ Θύαμι, τήνδε σοι τὴν παρθένον ἐγὼ παραδίδωμι. σὺ δὲ ἔχων οὐχ ἕξεις, ἀλλ̓ ἄδικος ἔσῃ καὶ φονεύσεις τὴν ξένην: ἣ δὲ οὐ φονευθήσεται. ταῦτα ὡς εἶδεν, ἀμηχάνως διῆγε, τῇδε κἀκεῖσε τὸ δηλούμενον ὅ τι ποτέ ἐστιν ἀναστρέφων. ἤδη δὲ ἀπειρηκὼς ἕλκει πρὸς τὴν ἑαυτοῦ βούλησιν τὴν ἐπίλυσιν: τὸ μὲν γὰρ ἕξεις καὶ οὐχ ἕξεις γυναῖκα καὶ οὐκέτι παρθένον ὑπετίθετο, τὸ δὲ φονεύσεις τὰς παρθενίους τρώσεις εἴκαζεν, ὑφ̓ ὦν οὐκ ἀποθανεῖσθαι τὴν Χαρίκλειαν.
- 1.19.1
καὶ τὸ μὲν ὄναρ τοῦτον ἔφραζε τὸν τρόπον, οὕτως αὐτῷ τῆς ἐπιθυμίας ἐξηγουμένης, ἅμα δὲ τῇ ἕῳ τούς τε πρώτους τῶν ὑφ̓ αὑτὸν ἥκειν ἐκέλευε, καὶ λάφυρα τὰ σῦλα σεμνότερον ὀνομάζων φέρειν εἰς μέσους ἐπέταττε. καὶ τὸν Κνήμωνα ὡς αὑτὸν μετεπέμπετο, ἄγειν καὶ τοὺς φρουρουμένους ἐντειλάμενος. ἐπεὶ δὲ ἤγοντο, τίς ἄρα τύχη διαδέξεται ἡμᾶς, ἐβόων, καὶ πολλὰ τὸν Κνήμωνα ἱκέτευον, εἴ τι δύναιτο συμπράττειν. ὃ δὲ ἐπηγγέλλετο καὶ θυμὸν ἔχειν ἀγαθὸν προύτρεπεν, οὐ παντάπασι βάρβαρον εἶναι τὰ ἤθη τὸν λῄσταρχον ἐγγυώμενος, ἀλλ̓ ἔχειν τι καὶ ἥμερον, γένος τε ὄντα τῶν ἐπὶ δόξης καὶ πρὸς ἀνάγκης τὸν παρόντα βίον ἑλόμενον. ἐπεὶ δὲ ἤχθησαν, ἤθροιστο δὲ καὶ ὁ λοιπὸς ὅμιλος, ἐπί τινος ὑψηλοῦ προκαθίσας ἑαυτὸν ὁ Θύαμις, καὶ τὴν νῆσον ἐκκλησίαν ἀποφήνας, καὶ τὰ λεχθησόμενα φράζειν τὸν Κνήμωνα καὶ τοῖς αἰχμαλώτοις προστάξας ʽσυνίη γὰρ ἤδη τῶν Αἰγυπτίων, ὁ δὲ Θύαμις οὐκ ἠκρίβου τὰ Ἑλλήνων̓, ἄνδρες, ἔλεγε, συστρατιῶται, τὴν ἐμὴν ἐπίστασθε γνώμην, οἵαν ἀεὶ κέχρημαι πρὸς ὑμᾶς. ἐγὼ γάρ, ὡς ἴστε, παῖς μὲν προφήτου τοῦ ἐν Μέμφει γεγονώς, ἀποτυχὼν δὲ τῆς ἱερωσύνης μετὰ τὴν τοῦ πατρὸς ὑπαναχώρησιν, ἀδελφοῦ νεωτέρου ταύτην παρανομήσαντος παρελέσθαι, ἐφ̓ ὑμᾶς τε καταφυγὼν ἐφ̓ ᾧ τε τιμωρίαν μὲν λαβεῖν τὴν τιμὴν δὲ ἀπολαβεῖν, καὶ τοῦ ἄρχειν ὑμῶν παῤ ὑμῶν ἀξιωθείς, εἰς τὴν δεῦρο διήγαγον οὐδὲν τῶν πολλῶν ἐμαυτῷ πλέον ἀπονέμων, ἀλλ̓ εἴτε χρημάτων νέμησις, ἰσομοιρίαν ἠγάπησα, εἴτε αἰχμαλώτων διάπρασις, εἰς τὸ κοινὸν κατέθηκα, προσήκειν ἡγούμενος τὸν οὕτω δὴ καλῶς ἐξηγούμενον τῶν μὲν ἔργων πλεῖστον μετέχειν τῶν δὲ ποριζομένων τὸ ἴσον, τῶν δὲ ἁλισκομένων τοὺς μὲν ἄνδρας ἡμῖν αὐτοῖς ἐγκαταλέγων, ὅσοι τι ῥώμῃ σώματος ὠφελήσειν ἔμελλον, τοὺς δὲ ἀσθενεστέρους ἀπεμπολῶν, γυναικῶν δὲ ὕβρεως ἀπείρατος, τὰς μὲν εὖ γεγονυίας ἢ χρημάτων ἀφιεὶς ἢ τῆς τύχης μόνης οἰκτείρων, τὰς δὲ ἐλάττους, καὶ ἃς δουλεύειν οὐχ ἡ αἰχμαλωσία μᾶλλον ἀλλ̓ ἡ συνήθεια κατηνάγκαζε, θεραπαίνας ἑκάστοις διανέμων. τὸ δὲ νῦν παρὸν ἕν τι τῶν λαφύρων αἰτῶ παῤ ὑμῶν, τὴν κόρην ταυτηνὶ τὴν ξένην, ἣν δυνατὸν ἐμαυτῷ με δοῦναι, βέλτιον παρὰ τοῦ κοινοῦ λαβεῖν ἡγοῦμαι: καὶ γὰρ εὔηθες τὴν αἰχμάλωτον βιασάμενον, ἀκόντων τι τῶν φίλων φαίνεσθαι διαπραττόμενον. ἀλλὰ καὶ ταύτην αἰτῶ παῤ ὑμῶν οὐ προῖκα τὴν χάριν, ἀλλ̓ ἀντιδοὺς τὸ μηδὲν αὐτὸς τῶν ἄλλων τῆς λείας μεταλαβεῖν. ἐπειδὴ γὰρ τὴν πάνδημον Ἀφροδίτην τὸ προφητικὸν ἀτιμάζει γένος, οὐ τῆς καθ̓ ἡδονὴν χρείας ἀλλὰ τῆς εἰς διαδοχὴν σπορᾶς τήνδε ἐμαυτῷ γενέσθαι διεσκεψάμην.
- 1.20.1
ἐγὼ δὲ καὶ τὰς αἰτίας ὑμῖν ἀπολογίσασθαι βούλομαι. πρῶτον μὲν εὐγενὴς εἶναί μοι δοκεῖ. τεκμαίρομαι δὲ τῷ τε ἀμφ̓ αὐτὴν εὑρεθέντι πλούτῳ, καὶ ὅτι πρὸς τὰς παρούσας οὐ πέπτωκε συμφοράς, ἀλλὰ τὸ φρόνημα πρὸς τὴν ἐξ ἀρχῆς ἀναφέρει τύχην. ἔπειτα τὴν ψυχὴν ἀγαθήν τε καὶ σώφρονα στοχάζομαι: εἰ γὰρ εὐμορφίᾳ νικῶσα τὰς πάσας, αἰδοῖ τοῦ βλέμματος καὶ τοὺς ὁρῶντας καταστέλλει πρὸς τὸ σεμνότερον, πῶς οὐ τὴν βελτίονα περὶ αὑτῆς εἰκότως παρίστησι φαντασίαν; ὃ δὲ μέγιστόν ἐστι τῶν εἰρημένων, ἱέρεια θεῶν τινὸς εἶναί μοι φαίνεται: τὴν γοῦν ἱερὰν στολὴν καὶ τὰ στέμματα μεθεῖναι καὶ δυστυχοῦσα δεινὸν καὶ οὐ θεμιτὸν ἡγεῖται.
- 1.21.1
τίς οὖν γένοιτ̓ ἄν, ὦ παρόντες, γάμος ἁρμοδιώτερος τοῦ προφητικοῦ τὴν ἱερωμένην λαμβάνοντος;
- 1.21.2
ἐπευφήμησαν ἅπαντες, καὶ γαμεῖν ἐπ’ αἰσίοις ἐκέλευον. ὃ δὲ ἀναλαβὼν τὸν λόγον, ὑμῖν μὲν ἔχω τὴν χάριν, ἔφη: εἰκότα δ̓ ἂν ποιοῖμεν, εἰ καὶ τὴν γνώμην ὅπως ἔχει πρὸς τοῦτο τῆς κόρης μάθοιμεν. εἰ μὲν γὰρ ἔδει τῷ τῆς ἀρχῆς ἀποχρήσασθαι νόμῳ, πάντως ἐξήρκει μοι τὸ βούλεσθαι βιάζεσθαι γὰρ οἷς ἐξόν, τὸ πυνθάνεσθαι περιττόν. εἰ δὲ γάμος τὸ γινόμενον, τὸ παῤ ἀμφοτέρων βούλημα συννεύειν ἀναγκαῖον. καὶ ἀποστρέψας τὸν λόγον, πῶς οὖν ἔχεις ὦ κόρη πρὸς τὸ συνοικεῖν ἡμῖν; διηρώτα. καὶ ἅμα τίνες εἶεν ἢ ἐκ τίνων, φράζειν ἐκέλευεν.
- 1.21.3
ἣ δὲ πολύν τινα χρόνον τὸ βλέμμα τῇ γῇ προσερείσασα, καὶ πυκνὰ τὴν κεφαλὴν ἐπισείουσα, λόγον τινὰ καὶ ἐννοίας ἀθροίζειν ἐῴκει: καὶ δή ποτε πρὸς τὸν Θύαμιν ἀντωπήσασα, καὶ πλέον ἤ πρότερον αὐτὸν τῷ κάλλει καταστράψασα ʽκαὶ γὰρ πεφοίνικτο τὴν παρειὰν ὑπὸ τῶν ἐνθυμημάτων πλέον ἢ σύνηθες, καὶ τὸ βλέμμα κεκίνητο πρὸς τὸ γοργότερον̓, ἑρμηνεύοντος τοῦ Κνήμωνος, μᾶλλον, ἔφη, ὁ μὲν λόγος ἥρμοζεν ἀδελφῷ τῷ ἐμῷ Θεαγένει τούτῳ: πρέπειν γὰρ οἶμαι γυναικὶ μὲν σιγὴν ἀνδρὶ δὲ ἀπόκρισιν ἐν ἀνδράσιν:
- 1.22.1
ἐπειδὴ δὲ κἀμοὶ λόγου μεταδεδώκατε, καὶ τοῦτο πρῶτον ἔνδειγμα φιλανθρωπίας παρέχεσθε, τὸ πειθοῖ μᾶλλον ἢ βίᾳ τῶν δικαίων πειρᾶσθαι τυγχάνειν, ἄλλως τε διότι καὶ τὸ πᾶν εἰς ἐμὲ τείνει τῶν εἰρημένων, ἐκβαίνειν ἀναγκάζομαι τοὺς ἐμαυτῆς τε καὶ παρθένων νόμους, καὶ πρὸς τὴν πεῦσιν τοῦ κρατοῦντος ἀποκρίνασθαι, περὶ γάμου καὶ ταῦτα καὶ ἐν ὁμίλῳ τοσούτων ἀνδρῶν. ἔστι δὲ τὰ περὶ ἡμῶν τοιάδε. γένος μέν ἐσμεν Ἴωνες, Ἐφεσίων δὲ τὰ πρῶτα γεγονότες καὶ ἀμφιθαλεῖς ὄντες, νόμου τοὺς τοιούτους καλοῦντος ἱερατεύειν, ἐγὼ μὲν Ἀρτέμιδος, Ἀπόλλωνος δὲ ὁ ἐμὸς ἀδελφὸς οὗτος ἐλαγχάνομεν. ἐπετείου δὲ τῆς τιμῆς οὔσης καὶ τοῦ χρόνου πληρουμένου θεωρίαν εἰς Δῆλον ἤγομεν, ἔνθα μουσικούς τε καὶ γυμνικοὺς ἀγῶνας διαθήσεσθαι καὶ τὴν ἱερωσύνην ἀποθήσεσθαι κατά τι-πάτριον ἐμέλλομεν. ὁλκὰς οὖν ἐπληροῦτο χρυσοῦ τε καὶ ἀργύρου καὶ ἐσθήτων καὶ τῶν ἄλλων ὅσα πρός τε τοὺς ἀγῶνας καὶ τὴν πάνδημον εὐωχίαν ἐπαρκέσειν ἔμελλε, καὶ ἀνηγόμεθα, τῶν μὲν πατέρων γήραι τε προηκόντων καὶ δέει τοῦ πλοῦ καὶ τῆς θαλάττης οἴκαδε καταμεινάντων, ἄλλων δὲ πολιτῶν εἰς πλῆθος τῶν μὲν κατὰ τὴν αὐτὴν ὁλκάδα συνεισβάντων, τῶν δὲ σκάφεσιν ἰδίοις χρωμένων. ἐπεὶ δὲ τὸ πολὺ τοῦ πλοῦ διήνυστο, κλυδώνιον ἀθρόως ἐμπεσὸν καὶ ἄνεμος ἐξώστης καὶ λαίλαπες συμμιγεῖς καὶ πρηστῆρες τὴν θάλατταν καταιγίζουσαι, τὴν ναῦν τοῦ εὐθέος παραφέρουσι, τοῦ κυβερνήτου πρὸς τὸ ὑπερβάλλον κακὸν ἐνδόντος καὶ τῷ βιαίῳ τῆς ὁλκάδος ἐκστάντος καὶ τῇ τύχῃ κυβερνᾶν ἐπιτρέψαντος. ἠγόμεθα οὖν ὑπὸ τοῦ ἀεὶ πνέοντος ἡμέρας μὲν ἑπτὰ νύκτας δὲ ἴσας, καὶ τέλος εἰς τὴν ἀκτὴν ἐξωκείλαμεν ἔνθα πρὸς ὑμῶν ἑάλωμεν: οὗ καὶ τὸν πολὺν ἑωράκατε φόνον, τῶν ναυτῶν ἡμῖν παρὰ τὴν εὐωχίαν, ἣν ἐπὶ σωτηρίοις ἤγομεν, ἐπιθεμένων, ἀνελεῖν τε διὰ τὰ χρήματα βουλευσαμένων, ἕως σὺν πολλῷ τῷ κακῷ καὶ ὀλέθρῳ τῶν οἰκείων ὁμοῦ πάντων, αὐτῶν δὲ ἐκείνων ὀλλύντων καὶ ὀλλυμένων, ἐπεκρατήσαμεν ἐξ ἁπάντων, ὡς μή ποτε ὄφελον, οἰκτρὸν περισωθέντες λείψανον, ἓν μόνον ἐν δυστυχήμασιν εὐπραγοῦντες, ὅτι θεῶν τις εἰς χεῖρας τὰς ὑμετέρας ἤγαγε καὶ οἱ περὶ θανάτου δεδιότες περὶ γάμου σκοπεῖν ἐπετράπημεν, ὃν οὐ βούλομαι κατ̓ οὐδένα τρόπον ἀρνήσασθαι: τό τε γὰρ αἰχμάλωτον οὖσαν τῆς τοῦ κρατοῦντος εὐνῆς ἀξιοῦσθαι πᾶσαν εὐδαίμονα τύχην ὑπερβέβληκε, τό τε θεοῖς ἀνακειμένην προφήτου παιδὶ μετ̓ ὀλίγον θεοῦ νεύοντος καὶ προφήτῃ συνοικεῖν οὐ παντάπασιν ἔοικεν εἶναι τῆς ἐκ τοῦ θείου κηδεμονίας ἄμοιρον. ἕν μόνον αἰτῶ, καὶ δὸς ὦ Θύαμι. συγχώρησον εἰς ἄστυ με πρότερον ἐλθοῦσαν, ἢ ἔνθα βωμὸς ἢ ναὸς Ἀπόλλωνι νενόμισται, τὴν ἱερωσύνην καὶ τὰ ταύτης ἀποθέσθαι σύμβολα. βέλτιον μὲν γὰρ εἰς Μέμφιν, ὅταν καὶ τὴν τιμὴν ἀνακτήσῃ τῆς προφητείας: οὕτω καὶ ὁ γάμος εὐθυμότερος ἂν ἄγοιτο, νίκῃ συναπτόμενος καὶ ἐπὶ κατορθουμένοις τελούμενος: εἰ δὲ καὶ πρότερον, ἐν σοὶ καταλείψω τὴν σκέψιν. μόνον τελεσθείη μοι τὰ πάτρια πρότερον. καὶ οἶδα ὡς ἐπινεύσεις, ἱεροῖς τε ἐκ παίδων, ὡς φῄς, ἀνακείμενος, καὶ τὸ περὶ τοὺς θεοὺς ὅσιον ἀποσεμνύνων.
- 1.23.1
καὶ ἣ μὲν ἐνταῦθα τῶν λόγων ἐπαύσατο, δακρύων δὲ ἤρξατο: τῶν δὲ παρόντων οἱ μὲν ἄλλοι πάντες ἐπῄνουν, καὶ πράττειν οὕτως ἐκέλευόν τε καὶ ἑτοίμως ἔχειν ἐβόων, ἐπῄνει δὲ καὶ ὁ Θύαμις, ἑκών τε τὸ μέρος καὶ ἄκων, ὑπὸ μὲν τῆς περὶ τὴν Χαρίκλειαν ἐπιθυμίας καὶ τὴν παροῦσαν ὥραν ἀπέραντον χρόνου μῆκος εἰς ὑπέρθεσιν ἡγούμενος, ὑπὸ δὲ τῶν λόγων ὥσπερ τινὸς σειρῆνος κεκηλημένος καὶ πρὸς τὸ πείθεσθαι κατηναγκασμένος, ἅμα δέ τι καὶ πρὸς τὸ ἐνύπνιον ἀναφέρων, καὶ τὸν γάμον κατὰ τὴν Μέμφιν ἔσεσθαι καταπιστεύων. καὶ διαλύει μὲν τὸν σύλλογον, τὴν λείαν πρότερον διανείμας, πολλὰ τῶν ἐξαιρέτων αὐτὸς ἑκοντὶ παραχωρούντων κομισάμενος:
- 1.24.1
ἐπιστέλλει δὲ εἰς δεκάτην ηὐτρεπισμένους εἶναι, τὴν ὁρμὴν ὡς ἐπὶ τὴν Μέμφιν ποιησομένους. τοῖς δὲ Ἕλλησι τὴν προτέραν ἀπεκλήρου σκηνήν. συνεσκήνου δὲ αὐτοῖς καὶ ὁ Κνήμων αὖθις ἐκ προστάγματος, οὐ φρουρὸς ἔτι τὸ ἐντεῦθεν ἀλλὰ συνόμιλος ἀποδεδειγμένος. καὶ δίαιτάν τε ἁβροτέραν τῆς οὔσης παρεῖχεν ὁ Θύαμις, καὶ δὴ καὶ τὸν Θεαγένην εἰς αἰδῶ τῆς ἀδελφῆς ὁμοδίαιτον ἐποιεῖτο. αὐτὴν δὲ τὴν Χαρίκλειαν οὐδὲ ὁρᾶν τὰ πολλὰ διεγνώκει, τοῦ μὴ τὴν θέαν ὑπέκκαυμα γίνεσθαι τοῦ ἐγκειμένου πόθου, καὶ πρᾶξαί τι παρὰ τὰ δόξαντα καὶ προδηλωθέντα καταναγκασθείη.
- 1.24.2
καὶ ὁ μὲν Θύαμις ἐκ τούτων παρῃτεῖτο τὴν ὄψιν τῆς κόρης, οὐ δυνατὸν βλέπειν ἅμα καὶ σωφρονεῖν ἡγούμενος: ὁ δὲ Κνήμων, ἐπειδὴ τάχιστα πάντες ἐκποδὼν ἦσαν ἄλλος κατ̓ ἄλλο τῆς λίμνης καταδύντες, ἣν τῷ Θεαγένει βοτάνην ὑπέσχετο τῇ προτεραίᾳ, μαστεύων ὀλίγον τῆς λίμνης ἄπωθεν ἐπορεύετο.
- 1.25.1
κἀν τούτῳ σχολῆς ἐπιλαβόμενος ὁ Θεαγένης ἐδάκρυέ τε καὶ ἀνῴμωζε, πρὸς μὲν τὴν Χαρίκλειαν οὐδ̓ ὁτιοῦν διαλεγόμενος, θεοὺς δὲ συνεχῶς ἐπικαλούμενος μάρτυρας. τῆς δέ, εἰ τὰ συνήθη καὶ κοινὰ ταῦτα θρηνεῖ πυνθανομένης, ἢ μή τι πεπόνθοι καινότερον, καὶ τί γένοιτ̓ ἄν, ἔφη ὁ Θεαγένης, καινότερον ἢ τί ἀθεμιστότερον ὅρκων μὲν καὶ σπονδῶν παραβαινομένων, Χαρικλείας δὲ λήθην ἐμοῦ λαβούσης καὶ πρὸς ἄλλων γάμους ἐπινευούσης; εὐφήμησον, ἔφη ἡ κόρη, μηδέ μοι γίνου τῶν συμφορῶν βαρύτερος, μηδὲ τοσαύτην ἔχων ἐκ τῶν παρελθόντων τὴν κατ̓ ἐμοῦ διὰ τῶν ἔργων δοκιμασίαν, ἐκ λόγων ἐπικαίρων καὶ πρός τι χρειῶδες εἰρημένων ἄγε δἰ ὑποψίας. εἰ δὲ μή, γίνεται τοὐναντίον, καὶ μᾶλλον αὐτὸς μεταβάλλεσθαι δόξεις ἢ μεταβαλλομένην εὑρήσεις. ἐγὼ γὰρ δυστυχεῖν μὲν οὐκ ἀρνοῦμαι, μὴ σωφρονεῖν δὲ οὐδὲν οὕτω βίαιον ὥστε με μεταπεισθῆναι. ἓν μόνον οἶδα μὴ σωφρονοῦσα, τὸν ἐξ ἀρχῆς ἐπὶ σοὶ πόθον, ἀλλὰ καὶ τοῦτον ἔννομον. οὐ γὰρ ὡς ἐραστῇ πειθομένη ἀλλ̓ ὡς ἀνδρὶ συνθεμένη τό τε πρῶτον ἐμαυτὴν ἐπέδωκα, καὶ εἰς δεῦρο διετέλεσα καθαρὰν ἐμαυτὴν καὶ ἀπὸ τῆς σῆς ὁμιλίας φυλάττουσα, πολλάκις μὲν ἐπιχειροῦντα διωσαμένη, τὸν δὲ ἐξ ἀρχῆς ἡμῖν συγκείμενόν τε καὶ ἐνώμοτον ἐπὶ παισὶ γάμον ἔνθεσμον εἴ πῃ γένοιτο περισκοποῦσα. πῶς οὖν οὐκ ἂν εἴης ἄτοπος, εἰ τὸν βάρβαρόν με τοῦ Ἕλληνος, τὸν λῃστὴν τοῦ ἐρωμένου πιστεύοις ἐπίπροσθεν ἄγειν; τί οὖν ἐβούλετό σοι τὰ τῆς καλῆς δημηγορίας ἐκείνης; ἔφη ὁ Θεαγένης. τὸ μὲν γὰρ ἀδελφόν με σαυτῆς ἀναπλάττειν σοφὸν εἰς ὑπερβολήν, καὶ πόρρω τὸν Θύαμιν τῆς ἐφ̓ ἡμῖν ζηλοτυπίας ἀπάγον, καὶ συνεῖναι ἡμᾶς ἀλλήλοις ἀδεῶς παρασκευάζον. συνίην καὶ τῆς Ἰωνίας καὶ τῆς κατὰ τὴν Δῆλον πλάνης, ὅτι τῶν ὄντων ἦν καὶ ἀληθῶν ἐπικαλύμματα, καὶ πλάνην τῷ ὄντι τοῖς ἀκούουσιν ἐπάγοντα.
- 1.26.1
τὸ δὲ ἑτοίμως οὕτως ἐπινεύειν τὸν γάμον καὶ συντίθεσθαι διαρρήδην καὶ καιρὸν ὁρίζειν, ταῦτα συμβάλλειν οὔτε ἐδυνάμην οὔτε ἐβουλόμην. εὐχόμην δὲ καταδῦναι μᾶλλον ἢ τοιαύτην ἐπιδεῖν τῶν ἐπὶ σοὶ πόνων τε καὶ ἐλπίδων τὴν τελευτήν. καὶ ἡ Χαρίκλεια περιβαλοῦσα τὸν Θεαγένην καὶ μυρία φιλήσασα καὶ διάβροχον ποιήσασα τοῖς δάκρυσιν, ὡς ἥδιστα, ἔφη, δέχομαί σου τοὺς ἐπ’ ἐμοὶ τούτους φόβους: εὔδηλος γὰρ εἶ κἀκ τούτων μὴ ὀκλάσας τὸν ἐπ’ ἐμοὶ πόθον ὑπὸ τῶν πολλῶν συμφορῶν. ἀλλ̓ εὖ ἴσθι, Θεάγενες, οὐδ̓ ἂν τὸ παρὸν τοῦτο ἀλλήλοις διελεγόμεθα, μὴ τούτων οὕτως ἐπηγγελμένων. ὁρμὴν γάρ, ὡς οἶσθα, κρατούσης ἐπιθυμίας μάχη μὲν ἀντίτυπος ἐπιτείνει, λόγος δὲ εἴκων καὶ πρὸς τὸ βούλημα συντρέχων τὴν πρώτην καὶ ζέουσαν φορὰν ἀνέστειλε καὶ τὸ κάτοξυ τῆς ὀρέξεως τῷ ἡδεῖ τῆς ἐπαγγελίας κατεύνασε. πρώτην γάρ, ὡς οἶμαι, πεῖραν οἱ ἀγροικότερον ἐρῶντες τὴν ὑπόσχεσιν νομίζουσι, καὶ κρατεῖν, ἐπὸ τῆς ἐπαγγελίας ἡγούμενοι πραότερον διάγουσιν, ἐπὶ τῶν ἐλπίδων σαλεύοντες. ἃ δὴ καὶ αὐτὴ προμηθουμένη τοῖς λόγοις ἐμαυτὴν ἐξεδόμην, θεοῖς τὰ ἑξῆς ἐπιτρέψασα καὶ δαίμονι τῷ τὴν ἀρχὴν λαχόντι τὸν ἡμέτερον ἐπιτροπεύειν ἔρωτα. πολλὰ μία ἡμέρα καὶ δύο πολλάκις ἔδοσαν τῶν εἰς σωτηρίαν, καὶ τύχαι παρέσχον ἃ βουλαῖς ἄνθρωποι μυρίαις οὐκ ἐξεῦρον. τοῦτό τοι καὶ αὐτὴ τὸ παρὸν ἐπινοίαις ὑπερεθέμην, τὰ πρόδηλα τοῖς ἀδήλοις διακρουσαμένη. φυλακτέον οὖν, ὦ γλυκύτατε, καθάπερ πάλαισμα τὸ πλάσμα, καὶ σιγητέον οὐ πρὸς τοὺς ἄλλους μόνον ἀλλὰ καὶ πρὸς αὐτὸν Κνήμωνα. φιλάνθρωπος μὲν γάρ ἐστι περὶ ἡμᾶς καὶ Ἕλλην, ἀλλ̓ αἰχμάλωτος καὶ τῷ κρατοῦντι πλέον, ἂν οὕτω τύχῃ, χαριούμενος. οὔτε γὰρ φιλίας χρόνος οὔτε ἀγχιστείας θεσμὸς ἐνέχυρον ἡμῖν ἀκριβὲς τῆς πίστεως αὐτοῦ τῆς περὶ ἡμᾶς δίδωσι. διὸ κἂν ἔκ τινος ὑπονοίας ἐπιψαύσῃ ποτὲ τῶν ἡμετέρων, ἀρνητέον τὴν πρώτην. καλὸν γάρ ποτε καὶ τὸ ψεῦδος, ὅταν ὠφελοῦν τοὺς λέγοντας μηδὲν καταβλάπτῃ τοὺς ἀκούοντας.
- 1.27.1
ταῦτα τῆς Χαρικλείας καὶ τοιαῦτα πρὸς τὸ βέλτιστον ὑποτιθεμένης, ὁ Κνήμων εἰστρέχει λίαν ἐσπουδασμένως καὶ πολὺν ἐκ τῶν ὄψεων θόρυβον ἐπαγγελλόμενος. καὶ ὦ Θεάγενες, τὴν μὲν πόαν ἥκω σοι φέρων, ἔλεγε, καὶ θεράπευε τὰς πληγὰς ἐπιθέμενος: χρὴ δὲ πρὸς ἕτερα τραύματα καὶ φόνους ἴσους εἶναι παρεσκευασμένους. τοῦ δὲ σαφέστερον ὅ τι ποτὲ λέγοι δηλοῦν ἱκετεύοντος, οὐ καιρός, ἔφη, τὸ παρὸν ἀκούειν: δέος γὰρ προληφθῆναι τοὺς λόγους ὑπὸ τῶν ἔργων. ἀλλ̓ ἕπου τὴν ταχίστην. συνεπέσθω δὲ καὶ ἡ Χαρίκλεια. καὶ παραλαβὼν ἄμφω παρὰ τὸν Θύαμιν ἦγε. καὶ κράνος τι διασμῶντα καὶ παλτὸν θήγοντα καταλαβών, εἰς καιρόν, ἔφη, πρὸς ὅπλοις τυγχάνεις. ἀλλ̓ αὐτός τε ἔνδυναι καὶ τοὺς ἄλλους κέλευε: πλῆθος γὰρ πολεμίων ὅσον οὐδέπω περὶ ἡμᾶς, καὶ τοσοῦτον ἀπολειπόμενον ὅσον τοῦ λόφου τοῦ πλησίον ὑπερκύπτοντας προϊδὼν ἥκω δρομαῖος τὴν ἔφοδον προμηνύσων, οὐδὲν τάχους ἀνείς, ἀλλὰ καὶ ὅσους ἐδυνάμην ἐν τῷ διέκπλῳ τῷ μέχρι δεῦρο παρασκευάζεσθαι διαγγείλας.
- 1.28.1
ἀνήλατο πρὸς ταῦτα ὁ Θύαμις, καὶ ποῦ Χαρίκλεια διηρώτα, καθάπερ περὶ ἐκείνης πλέον ἢ περὶ αὑτοῦ δεδιώς. ἐπεὶ δὲ ἐπὶ τῇ φλιᾷ τῇ πλησίον ὑπεσταλμένην ἔδειξεν ὁ Κνήμων, σὺ μὲν λαβὼν ταύτην ἄγε εἰς τὸ σπήλαιον, πρὸς μόνον ἔλεγεν, οὗ καὶ τὰ κειμήλια ἡμῖν ἐν ἀσφαλεῖ τεθησαύρισται, καὶ καθείς, ὦ φίλος, καὶ τῷ στομίῳ τὸ πῶμα ὡς ἔθος ἐπαγαγὼν ἧκε τὴν ταχίστην ὡς ἡμᾶς: ὁ δὲ πόλεμος ἡμῖν μελήσει. τὸν δὲ ὑπασπιστὴν ἱερεῖον ἄγειν προσέταττεν, ὡς ἂν θεοῖς ἐγχωρίοις ἐναγίσαντες οὕτω τῆς μάχης ἄρχοιεν.
- 1.28.2
καὶ ὁ μὲν Κνήμων τὸ προστεταγμένον ἔπραττε, καὶ πολλὰ τὴν Χαρίκλειαν ὀδυρομένην καὶ θαμὰ πρὸς τὸν Θεαγένην ἐπιστρέφουσαν ἦγέ τε καὶ ἐς τὸ ἄντρον ἐνέβαλε. τὸ δὲ ἦν οὐ φύσεως ἔργον, οἷα πολλὰ περὶ γῆν τε καὶ ὑπὸ γῆν αὐτόματα σηραγγοῦται, ἀλλὰ τέχνης λῃστρικῆς τὴν φύσιν μιμησαμένης καὶ χειρῶν Αἰγυπτίων ὄρυγμα, πρὸς σύλων φυλακὴν περιέργως κοιλαινόμενον.
- 1.29.1
εἴργαστο δὲ ὧδέ πως. στόμιον ἦν αὐτῷ στενόπορόν τε καὶ ζοφῶδες, οἰκήματος κρυφίου θύραις ὑποκείμενον, ὡς τὸν οὐδὸν θύραν ἄλλην τῇ καθόδῳ γίνεσθαι ὡς πρὸς τὴν χρείαν. ἐνέπιπτέ τε αὐτῇ ῥᾳδίως καὶ ἀνεπτύσσετο: τὸ δὲ αὐτόθεν εἰς αὐλῶνας σκολιοὺς ἀτάκτως σχιζόμενον. οἱ γὰρ ἐπὶ τοὺς μυχοὺς πόροι καὶ αὔλακες, πῇ μὲν ἕκαστος ἰδίᾳ τεχνικῶς πλανώμενοι, πῇ δὲ ἀλλήλοις ἐμπίπτοντες καὶ ῥιζηδὸν πλεκόμενοι, πρὸς μίαν εὐρυχωρίαν τὴν ἐπὶ τὸν πυθμένα συρρέοντες ἀνεστομοῦντο, καθ̓ ὃ καὶ φέγγος ἀμυδρὸν ἔκ τινος διατρήσεως πρὸς ἄκροις τῆς λίμνης ἐνέπιπτεν.
- 1.29.2
ἐνταῦθα ὡς καθῆκε τὴν Χαρίκλειαν ὁ Κνήμων, καὶ πρὸς τὸ ἔσχατον τοῦ ἄντρου διεβίβασε τῇ πείρᾳ χειραγωγήσας, πολλὰ καὶ ἐπιθαρσύνας, καὶ ὡς εἰς ἑσπέραν ἅμα τῷ Θεαγένει φοιτήσει κατεπαγγειλάμενος ʽοὐ γὰρ ἐπιτρέψειν αὐτῷ συμπλακῆναι τοῖς πολεμίοις, ἀλλὰ διαδρᾶναί οἱ τὴν μάχην̓, οὐδὲν φθεγξαμένην ἀλλ̓ ὥσπερ θανάτῳ τῷ κακῷ βεβλημένην καὶ ὥσπερ ψυχῆς τοῦ Θεαγένους ἀφῃρημένην, ἄπνουν καὶ σιγῶσαν ἀπολιπὼν ἀνεδύετο τοῦ σπηλαίου: καὶ τὸν οὐδὸν ἐπαγαγών, καί τι καὶ ἐπιδακρύσας, αὑτόν τε τῆς ἀνάγκης κἀκείνην τῆς τύχης, ὅτι μόνον οὐχὶ ζῶσαν εἴη καταθάψας καὶ τὸ φαιδρότατον τῶν ἐν ἀνθρώποις Χαρίκλειαν νυκτὶ καὶ ζόφῳ παραδεδωκώς, ἀπέτρεχεν ὡς τὸν Θύαμιν. καὶ καταλαμβάνει ζέοντα πρὸς τὴν μάχην, καὶ αὐτόν τε ἅμα τῷ Θεαγένει λαμπρῶς ἐξωπλισμένον, καὶ τοὺς ἤδη παῤ αὐτὸν συνειλεγμένους πρὸς τὸ μανικώτερον τῷ λόγῳ παρασκευάζοντα. στὰς γὰρ εἰς μέσους ἔλεγε
- 1.29.3
συστρατιῶται, προτρέπειν μὲν ὑμᾶς οὐκ οἶδ̓ ὅ τι δεῖ διὰ πλειόνων, αὐτούς τε ὑπομνήσεως οὐδὲν δεομένους, ἀλλὰ βίον ἀεὶ τὸν πόλεμον ἡγουμένους, καὶ ἄλλως τῆς ἀπροσδοκήτου τῶν ἐναντίων ἐφόδου τὸ παρέλκον τῶν λόγων ὑποτεμνομένης: ὧν γὰρ ἐν ἔργοις οἱ πολέμιοι, τούτους μὴ διὰ τῶν ὁμοίων σὺν τάχει τὴν ἄμυναν ἐπάγειν παντάπασίν ἐστι τοῦ προσήκοντος ὑστερούντων. εἰδότες οὖν ὡς οὐχ ὑπὲρ γυναικῶν ἐστὶ καὶ παίδων ὁ λόγος, ὃ δὴ πολλοῖς εἰς τὸ παροξῦναι καὶ μόνον πρὸς μάχην ἤρκεσε ʽταυτὶ γὰρ ἡμῖν ἐλάττονος λόγου, καὶ τοσαῦτα ἔχειν ἐξέσται ὅσα καὶ νικᾶν περιγίνεταἰ, ἀλλ̓ ὑπὲρ αὐτοῦ τοῦ εἶναι καὶ ψυχῶν τῶν ἡμετέρων ʽοὐ γὰρ ἐπὶ ῥητοῖς ποτὲ λῃστρικὸς ἔληξε πόλεμος, οὐδὲ ἔνσπονδον ἔσχε τὴν τελευτήν, ἀλλ̓ ἢ περιεῖναι κρατοῦντας ἢ τεθνάναι ἁλόντας ἀναγκαῖον̓, οὕτω τοῖς ἐχθίστοις ψυχήν τε ἅμα καὶ σῶμα τεθηγμένοι συμπίπτωμεν.
- 1.30.1
ταῦτα εἰπὼν τὸν ὑπασπιστὴν περιεσκόπει, καὶ ὀνομαστὶ Θέρμουθιν ἐκάλει πολλάκις: ὡς δὲ ἦν οὐδαμοῦ, πολλὰ διαπειλήσας ἐπὶ τὴν πορθμίδα δρομαῖος ἔσπευδεν. ὁ γὰρ πόλεμος ἤδη συνερράγη, καὶ παρῆν ὁρᾶν καὶ πόρρωθεν τοὺς τὰ ἔσχατα κατὰ τὰς εἰσβολὰς τῆς λίμνης οἰκοῦντας ἁλισκομένους. οἱ γὰρ ἐπεληλυθότες τῶν ὑποπιπτόντων ἢ καὶ φυγῇ χρωμένων τὰ σκάφη καὶ τὰς καλύβας ἐνεπίμπρασαν: ὑφ̓ ὧν τῆς φλογὸς ἐπὶ τὸ πλησίον ἕλος διαρριπιζομένης καὶ τὸν πολὺν κατ̓ αὐτὸ κάλαμον σωρηδὸν νεμομένης ἄφραστόν τι καὶ ἀφόρητον ἐπὶ τοὺς ὀφθαλμοὺς σέλας ἔμπυρον, ἐπὶ δὲ τὴν ἀκοὴν ἠχὴ κατάκροτος ἐπεφέρετο. καὶ πολέμου πᾶν εἶδος καὶ ἐνηργεῖτο καὶ ἐξηκούετο, τῶν μὲν ἐγχωρίων προθυμίᾳ καὶ ῥώμῃ πάσῃ τὴν μάχην ὑφισταμένων, τῶν δὲ τῷ τε πλήθει καὶ τῆς ἐφόδου τῷ ἀπροσδοκήτῳ πλεῖστον ὑπερφερόντων, καὶ τοὺς μὲν ἐπὶ γῆς ἀναιρούντων, τοὺς δὲ εἰς τὴν λίμνην αὐτοῖς σκάφεσι καὶ αὐτοῖς οἰκήμασι βαπτιζόντων. ὑφ̓ ὧν ἁπάντων δοῦπός τις πρὸς τὸν ἀέρα συμμιγὴς ᾔρετο, πεζομαχούντων ὁμοῦ καὶ ναυμαχούντων, ὀλλύντων τε καὶ ὀλλυμένων, αἵματι τὴν λίμνην φοινιττόντων, πυρὶ δὲ καὶ ὕδατι συμπλεκομένων. ἅπερ ὡς εἶδέ τε καὶ ἤκουσεν ὁ Θύαμις, ἐνθύμιον αὐτῷ τὸ ὄναρ γίνεται, καθ̓ ὃ τὴν Ἶσιν ἑώρα καὶ τὸν νεὼν ἅπαντα λαμπάδων καὶ θυσιῶν ἀνάμεστον: καὶ ταῦτα ἐκεῖνα εἶναι τὰ νῦν ὁρώμενα, καὶ πρὸς τὰ ἐναντία τῶν προτέρων τὴν ὄψιν συνέβαλλεν, ὡς ἔχων οὐχ ἕξει τὴν Χαρίκλειαν, ὑπὸ τοῦ πολέμου ταύτης ἀφαιρεθείσης, καὶ ὡς φονεύσει καὶ οὐ τρώσει, ξίφει καὶ οὐκ Ἀφροδίτης νόμῳ. καὶ πολλὰ τὴν θεὰν ὡς δολερὰν ὀνειδίσας, καὶ δεινὸν ἡγησάμενος εἴ τις ἄλλος ἐγκρατὴς ἔσται Χαρικλείας, μικρὸν ἐπισχεῖν τοὺς σὺν αὑτῷ κελεύσας, καὶ ὡς κατὰ τόπον μένοντας ποιεῖσθαι δεήσει τὴν μάχην φράσας κλοτοπεύοντας περὶ τὸ νησίδιον καὶ διὰ τῶν πέριξ ἑλῶν κρυφίους τὰς ἐμβολὰς ποιουμένους ʽἀγαπητῶς γὰρ ἂν καὶ οὕτως ἀντισχεῖν πρὸς τὸ πλῆθος τῶν πολεμίων̓, αὐτὸς δῆθεν ὡς τὸν Θέρμουθιν ἐπιζητήσων καὶ τοῖς ἑστίοις θεοῖς κατευξόμενος, ἕπεσθαί τε μηδενὶ συγχωρήσας, ἐπὶ τὸ δωμάτιον ἐμμανὴς ἀνέστρεφε. δυσανάκλητον δὲ πρὸς ὅπερ ἂν ὁρμήσῃ τὸ βάρβαρον ἦθος: κἂν ἀπογνῷ τὴν αὑτοῦ σωτηρίαν, προαναιρεῖν ἅπαν τὸ φίλον εἴωθεν, ἤτοι συνέσεσθαι αὐτοῖς καὶ μετὰ θάνατον ἀπατώμενον, ἢ χειρὸς πολεμίας καὶ ὕβρεως ἐξαιρούμενον. ὑφ̓ ὧν καὶ ὁ Θύαμις τῶν μὲν ἐν χερσὶ πάντων ἀμνημονήσας, καὶ ταῦτα ὥσπερ ἄρκυσι τοῖς πολεμίοις κεκυκλωμένος, ἔρωτι δὲ καὶ ζηλοτυπίᾳ καὶ θυμῷ κάτοχος, ἐπὶ τὸ σπήλαιον ἐλθὼν ὡς εἶχε δρόμου, καθαλόμενος, ἐμβοῶν τε μέγα καὶ τὰ πολλὰ αἰγυπτιάζων, αὐτοῦ που περὶ τὸ στόμιον ἐντυχών τινι Ἑλληνίδι τῇ γλώττῃ προσφθεγγομένῃ, ἀπὸ τῆς φωνῆς ἐπ’ αὐτὴν χειραγωγηθεὶς ἐπιβάλλει τε τῇ κεφαλῇ τὴν λαιὰν χεῖρα, καὶ διὰ τῶν στέρνων παρὰ τὸν μαζὸν ἐλαύνει τὸ ξίφος.
- 1.31.1
καὶ ἣ μὲν ἔκειτο πικρῶς, ἐλεεινόν τε ἅμα καὶ ἔσχατον κωκύσασα, ὃ δὲ ἀναδραμὼν καὶ τὸν οὐδὸν ἐπαγαγών, καὶ χοῦν ὀλίγον ἐπιφορήσας, καὶ ταῦτά σοι τὰ παῤ ἡμῶν νυμφικὰ δῶρα σὺν δάκρυσιν εἰπών, ἐπί τε τὰ σκάφη παραγενόμενος, τούς τε ἄλλους καταλαμβάνει δρασμὸν ἤδη βουλεύοντας τῶν πολεμίων ἐγγύθεν ὁρωμένων, τόν τε Θέρμουθιν ἥκοντα καὶ τὸ ἱερεῖον μεταχειριζόμενον. καὶ τὸν μὲν λοιδορησάμενος, εἰπών τε ὡς ἔφθη τὸ κάλλιστον θυμάτων ἱερουργήσας, ἐπιβαίνει τε τοῦ σκάφους αὐτὸς καὶ ὁ Θέρμουθις καὶ τρίτος ὁ ἐρέτης: οὐ γὰρ πλείονας οἷά τε φέρειν τὰ λιμναῖα σκάφη, ἀπὸ μόνου ξύλου καὶ πρέμνου παχέος ἑνὸς ἀγροικότερον κοιλαινόμενα. συναπαίρει δὲ καὶ ὁ Θεαγένης ἅμα τῷ Κνήμωνι καθ̓ ἕτερον σκάφος, καὶ ἄλλος κατ̓ ἄλλο πορθμεῖον, καὶ οὕτως ἅπαντες. ἐπεὶ δὲ τῆς νήσου μικρὸν ἄπωθεν ἄραντες, καὶ περιπλεύσαντες μᾶλλον ἢ ἀποπλεύσαντες, ἐπέσχον τὴν εἰρεσίαν, καὶ τὰ σκάφη διέταττον ἐπὶ μέτωπον ὡς ἐναντίοι τοὺς πολεμίους δεξόμενοι, πλησιάσαντες μόνον καὶ μηδὲ τὸ ῥόθιον ὑπενεγκόντες οἱ μὲν ἄλλοι πάντες ὁμοῦ τε εἶδον καὶ ἔφευγον, οὐδὲ τὸν ἐνυάλιον ἔνιοι κέλαδον ἀνασχόμενοι, ὑπεχώρουν δὲ Θεαγένης τε καὶ ὁ Κνήμων, οὐ πρὸς τὸν φόβον τὸ πλέον ἐνδόντες. μόνος δὲ ὁ Θύαμις τὸ μέν τι τὴν φυγὴν ἴσως αἰσχυνόμενος, τάχα δέ που καὶ εἶναι μετὰ Χαρίκλειαν οὐκ ἀνεχόμενος, ἐνέβαλεν ἑαυτὸν τοῖς πολεμίοις.
- 1.32.1
ἤδη δὲ εἰς χεῖρας ἰόντων ἀνεβόησέ τις οὗτος ἐκεῖνος ὁ Θύαμις: φυλάττου πᾶς. καὶ παραχρῆμα τὰ σκάφη πρὸς κύκλον ἐπιστρέψαντες εἶχον ἐν μέσῳ. τοῦ δὲ ἀμυνομένου, καὶ τῷ δόρατι τοὺς μὲν τρώσαντος τοὺς δὲ ἀνελόντος, θαύματος ἦν ἐπέκεινα τὸ γινόμενον: εἷς γὰρ οὐδεὶς ξίφος οὔτε ἔβαλλεν οὔτε ἔφερεν, ἀλλ̓ ἅπασαν ἕκαστος εἰσεφέρετο σπουδὴν ζῶντα λαβεῖν. ὃ δὲ ἀντεῖχεν ἐπὶ πλεῖστον, ἕως ἀφαιρεῖται μὲν τοῦ δόρατος πλειόνων ἅμα ἐπιλαβομένων, ἀποβάλλει δὲ καὶ τὸν ὑπασπιστήν, λαμπρῶς μὲν συναγωνισάμενον, τραυματίαν δέ, ὥσπερ ἐδόκει, καιρίως γεγενημένον καὶ πρὸς τὸ ἀνέλπιστον ἐνδόντα, εἴς τε τὴν λίμνην ἑαυτὸν καθέντα, καὶ βολῆς ἐκτὸς ἐμπειρίᾳ τοῦ νεῖν ἀναδύντα, χαλεπῶς τε πρὸς τὸ ἕλος ἀπονηξάμενον, καὶ ταῦτα οὐδενὸς τὴν ἐπιδίωξιν φροντίσαντος. ἤδη γὰρ τὸν Θύαμιν ᾑρήκεσαν, καὶ νίκην ὁλόκληρον τὴν ἑνὸς ἀνδρὸς ἅλωσιν ἡγοῦντο. καὶ τοσούτοις τοῖς φιλίοις ἐλάττους γεγονότες, πλέον ἔχαιρον τὸν αὐτόχειρα ζῶντα περιέποντες ἢ τοὺς οἰκείους ᾤκτειρον ἀποβεβληκότες. οὕτως ἄρα λῃσταῖς καὶ ψυχῶν αὐτῶν ἐστὶ χρήματα προτιμότερα, καὶ τὸ φιλίας ὄνομα καὶ συγγενείας πρὸς ἓν τὸ κέρδος ὁρίζεται. ὡς δὴ καὶ τούτοις συνέβαινεν. ἐτύγχανον μὲν γὰρ ὄντες τῶν τὸν Θύαμιν καὶ τοὺς σὺν αὐτῷ κατὰ τὰς Ἡρακλεωτικὰς ἐκβολὰς ἀποδράντων,
- 1.33.1
ἀγανακτήσαντες δὲ ὅτι τῶν ἀλλοτρίων ἐστέρηντο, καὶ τὴν ἀφαίρεσιν τῶν σύλων ὡς ἰδίων περιαλγήσαντες, τούς τε ὑπολειφθέντας αὑτῶν οἴκοι συλλεξάμενοι καὶ τὰς πέριξ ὁμοίως κώμας ἐπικαλεσάμενοι ἐπὶ ὁμοίᾳ καὶ ἴσῃ τῶν ληφθησομένων διανομῇ, τῆς μὲν ἐφόδου κατέστησαν ἡγεμόνες, τὸν δὲ Θύαμιν ἐζώγρουν κατὰ τοιάνδε τινὰ αἰτίαν. Πετόσιρις ἀδελφὸς ἦν αὐτῷ κατὰ τὴν Μέμφιν. οὗτος ἐπιβουλῇ τὴν ἱερωσύνην τῆς προφητείας παρὰ τὸ πάτριον τὸν Θύαμιν παρελόμενος νεώτερος αὐτὸς ὤν, τὸν προγενέστερον ἐξάρχειν λῃστρικοῦ πυνθανόμενος, δεδιὼς μὴ καιροῦ λαβόμενος ἐπέλθοι ποτὲ ἢ καὶ χρόνος τὴν ἐπιβουλὴν φωράσειεν, ἅμα δὲ καὶ δἰ ὑποψίας εἶναι παρὰ τοῖς πολλοῖς αἰσθανόμενος ὡς ἀνῃρηκὼς τὸν Θύαμιν οὐ φαινόμενον, χρήματα πάμπολλα καὶ βοσκήματα τοῖς ζῶντα προσκομίσασιν εἰς τὰς κώμας τὰς λῃστρικὰς διαπέμπων ἐπεκήρυξεν: ὑφ̓ ὧν ἁλόντες οἱ λῃσταί, καὶ μηδὲ παρὰ τὸ ζέον τῆς μάχης τῆς μνήμης τὸ κέρδος ἀποβαλόντες, ἐπειδή τις ἐγνώρισε, πολλῶν θανάτων ἐζώγρησαν καὶ τὸν μὲν δέσμιον ἐπὶ τὴν γῆν παραπέμπουσι, τὴν ἡμίσειαν αὑτῶν μοῖραν εἰς τὴν φυλακὴν ἀποκληρώσαντες, καὶ πολλὰ τῆς δοκούσης φιλανθρωπίας ἐπιμεμφόμενον, καὶ τὸν δεσμὸν ἀγανακτοῦντα μᾶλλον ἢ θάνατον. οἱ δὲ ὑπόλοιποι πρὸς τὸ νησίον ἐτράπησαν ὡς τὰ ἐπιζητούμενα κειμήλια καὶ σῦλα κατ̓ αὐτὸ εὑρήσοντες. ὡς δὲ πᾶσαν ἐπιδραμόντες, καὶ μέρος οὐδὲν ἀζήτητον ἀπολιπόντες, οὐδενὶ τῶν ἐλπισθέντων ἢ μικροῖς ἐπετύγχανον, εἴ τι καὶ περιλέλειπτο κατὰ τὸ σπήλαιον ὑπὸ τῇ γῇ κρυπτόμενον, πῦρ ἐπὶ τὰς σκηνὰς ἐμβαλόντες, ἑσπέρας ἤδη προσιούσης καὶ φόβον ἐγκαταμεῖναι τῇ νήσῳ παρεχούσης, δέει τοῦ μὴ λοχηθῆναι πρὸς τῶν διαδράντων ἐπὶ τοὺς οἰκείους ἀπεχώρησαν.
- 2.1.1
ἡ μὲν δὴ νῆσος ὧδε ἐπυρπολεῖτο, τοὺς δὲ ἀμφὶ τὸν Θεαγένην καὶ τὸν Κνήμωνα, ἕως μὲν ἥλιος ἦν ὑπὲρ γῆν, τὸ κακὸν ἐλάνθανέν ʽἡ γὰρ πυρὸς ὄψις ἀμαυροῦται δἰ ἡμέρας, ὑπὸ τῶν ἀκτίνων τοῦ θεοῦ καταυγαζομένἠ, ἐπειδὴ δὲ ἔδυ καὶ νύκτα ἐπήγαγεν, ἥ τε φλὸξ ἀπρόσμαχον τὴν αὐγὴν ἀπολαβοῦσα καὶ πορρωτάτω διεφαίνετο, αὐτοί τε τοῦ ἕλους τῇ νυκτὶ θαρροῦντες προέκυψαν, καὶ λαμπρῶς ἤδη τὴν νῆσον ὑπὸ τοῦ πυρὸς ἐχομένην ὁρῶσι. καὶ ὁ μὲν Θεαγένης παίων τὴν κεφαλὴν καὶ τίλλων τὰς τρίχας, ἐρρίφθω, φησίν, ὁ βίος εἰς τὴν τήμερον: ἠνύσθω λελύσθω πάντα, φόβοι κίνδυνοι φροντίδες ἐλπίδες ἔρωτες. οἴχεται Χαρίκλεια, Θεαγένης ἀπόλωλε. μάτην ὁ δυστυχὴς δειλὸς ἐγενόμην καὶ δρασμὸν ὑπέστην ἄνανδρον, σοί, γλυκεῖα, περισώζων ἐμαυτόν. οὐ μὴν ἔτι σωθήσομαι σοῦ, φιλτάτη, κειμένης, οὐδὲ τῷ κοινῷ τῆς φύσεως νόμῳ, τὸ χαλεπώτατον, οὐδὲ ἐν χερσὶν ἀπολιπούσης τὸν βίον αἷς ἠβουλήθης. ἀλλὰ πυρός, οἴμοι, γέγονας ἀνάλωμα, τοιαύτας ἐπὶ σοὶ λαμπάδας ἀντὶ τῶν νυμφικῶν τοῦ δαίμονος ἅψαντος: καὶ δεδαπάνηται τὸ ἐξ ἀνθρώπων κάλλος ὡς μηδὲ λείψανον τῆς ἀψεύδους ὡραιότητος διὰ νεκροῦ γοῦν ὑπολελεῖφθαι τοῦ σώματος. ὢ τῆς ὠμότητος καὶ τῆς ἀρρήτου τοῦ δαίμονος βασκανίας: προσαφῄρηταί με καὶ τὰ τελευταῖα περιβαλεῖν. ἐσχάτων φιλημάτων καὶ ἀψύχων ἀπεστερήθην.
- 2.2.1
καὶ ταῦτα λέγοντος καὶ τὸ ξίφος περισκοποῦντος, ὁ Κνήμων ἀθρόον τῆς χειρὸς ἀπεκρούσατο, καὶ τί ταῦτα; ἔλεγεν, ὦ Θεάγενες, τί τὴν οὖσαν θρηνεῖς; ἔστι Χαρίκλεια καὶ σώζεται: θάρσει. τοῦ δέ, πρὸς ἄφρονας ταῦτα καὶ παῖδας ὦ Κνήμων, εἰπόντος, ἀπολώλεκάς με τὸν ἥδιστον ἀφελόμενος θάνατον, ἐπώμνυεν ὁ Κνήμων καὶ ἅπαντα ἔλεγε, τὸ πρόσταγμα τοῦ Θυάμιδος, τὸ σπήλαιον, ὡς καθῆκεν αὐτός, ὡς ἔχει φύσεως τὸ ἄντρον, ὡς οὐδὲν δέος εἰς τὸ βάθος διικνεῖσθαι τὸ πῦρ, ὺπὸ τῶν ἀπείρων ἑλιγμῶν ἀνακοπτόμενον. ἀνέπνει πρὸς ταῦτα ὁ Θεαγένης, καὶ πρὸς τὴν νῆσον ἔσπευδε, καὶ τὴν οὐ παροῦσαν τῷ νῷ περιέβλεπε, καὶ θάλαμον ἑαυτῷ τὸ σπήλαιον ἀνέπλαττε, τοὺς ἐσομένους αὐτῷ κατ̓ αὐτὸ θρήνους ἀγνοῶν. ἀνήγοντο οὖν ἐσπουδασμένως, αὐτερέται τὸν πλοῦν ἀνύοντες: ὁ γὰρ δὴ πορθμεύων αὐτοῖς κατὰ τὴν πρώτην συμβολὴν καθάπερ ἀπὸ ὕσπληγος τῆς βοῆς ἀπεσφενδόνητο. τῇδε οὖν κἀκεῖσε παρεφέροντο τοῦ εὐθέος, οἷα δὴ ἀπειρίᾳ τε τὴν εἰρεσίαν οὐχ ὁμοζυγοῦντες, καί τι καὶ ἀνέμου πρὸς ἐναντίον ἐμπίπτοντος. ἀλλ̓ ἐνίκα τὴν ἀτεχνίαν τῆς γνώμης τὸ πρόθυμον.
- 2.3.1
χαλεπῶς δὲ καὶ σὺν ἱδρῶτι πολλῷ τῇ νήσῳ προσορμίσαντες, ὡς εἶχον τάχους, ἐπὶ τὰς σκηνὰς ἀνέτρεχον. καὶ τὰς μὲν καταλαμβάνουσιν ἤδη κατῃθαλωμένας καὶ τῷ τόπῳ μόνῳ γνωριζομένας, τὸν λίθον δὲ τὸν οὐδὸν τοῦ σπηλαίου τὸ κάλυμμα διαφαινόμενον. ὁ γὰρ ἄνεμος ἐπίφορος ταῖς καλύβαις ἐμπνεύσας, καὶ οἷα δὴ λεπτοῖς καλάμοις, καὶ τούτοις ἑλείοις, διαπλόκους τῇ ῥιπῇ κατὰ πάροδον καταφλέξας, μικροῦ καὶ ἰσόπεδον ἐπεδείκνυ τὸ ὑποκείμενον, τῆς μὲν φλογὸς ὀξέως μαρανθείσης καὶ εἰς τέφραν ἀναλυθείσης, τῆς δὲ σποδιᾶς τῆς μὲν πολλῆς τῷ ῥοίζῳ παρενεχθείσης, ὀλίγης δὲ τῆς ὑπολειπομένης πρὸς τὸ πνέον ἁπάσης σχεδὸν ἀποσβεσθείσης καὶ πρὸς τὸ βάσιμον ἀποψυγείσης. δᾷδας οὖν ἡμιφλέκτους ἀνευρόντες καὶ λείψανα καλάμων ἐξάψαντες καὶ τὸ στόμιον ἀνοίξαντες κατέθεον ἡγουμένου τοῦ Κνήμωνος. ἐπεὶ δὲ ὀλίγον ἀπέβησαν, ἀθρόον ὁ Κνήμων ἀνέκραγεν ὦ Ζεῦ, τί τοῦτο; ἀπολώλαμεν: ἀνῄρηται Χαρίκλεια. καὶ τό τε λαμπάδιον εἰς τὴν γῆν καταβαλὼν ἀπέσβεσε, καὶ τὼ χεῖρε τοῖς ὀφθαλμοῖς ἐπαγαγών, εἰς γόνυ τε ὀκλάσας, ἐθρήνει. ὁ δὲ Θεαγένης ὥσπερ τινὸς πρὸς βίαν ὤσαντος ἐπὶ τὸ σῶμα τῆς κειμένης κατενεχθείς, ὃ μὲν ἐπὶ πλεῖστον ἀπρὶξ εἴχετο καὶ προσεπεφύκει πανταχόθεν ἐναγκαλιζόμενος: ὁ δὲ Κνήμων ὅλον ὄντα πρὸς τῷ πάθει καταμαθὼν καὶ τῇ συμφορᾷ βεβαπτισμένον, δεδιώς τε μή τι κακὸν ἑαυτὸν ἐργάσηται, τὸ ξίφος ὑφαιρεῖ λάθρᾳ τῆς θήκης ὑπὸ τὴν πλευρὰν αἰωρουμένης, καὶ μόνον καταλιπὼν ἀνέδραμεν ὡς τὰς δᾷδας ἀναψόμενος.
- 2.4.1
κἀν τούτῳ τραγικόν τι καὶ γοερὸν ὁ Θεαγένης βρυχώμενος ὢ πάθους ἀτλήτου φησίν, ὢ συμφορᾶς θεηλάτου. τίς οὕτως ἀκόρεστος ἐρινὺς τοῖς ἡμετέροις κακοῖς ἐνεβάκχευσε, φυγὴν τῆς ἐνεγκούσης ἐπιβαλοῦσα, κινδύνοις θαλασσῶν, κινδύνοις πειρατηρίων ὑποβαλοῦσα, λῃσταῖς παραδοῦσα πολλάκις, τῶν ὄντων ἀλλοτριώσασα; ἓν μόνον ἀντὶ πάντων ὑπελείπετο: καὶ τοῦτο ἀνήρπασται. κεῖται Χαρίκλεια, καὶ πολεμίας χειρὸς ἔργον ἡ φιλτάτη γεγένηται, δῆλον μὲν ὡς σωφροσύνης ἀντεχομένη καὶ ἐμοὶ δῆθεν ἑαυτὴν φυλάττουσα, κεῖται δ̓ οὖν ὅμως ἡ δυστυχής, οὐδὲν μὲν αὐτὴ τῆς ὥρας ἀποναμένη, εἰς οὐδὲν δ̓ ὄφελος ἐμοὶ γενομένη. ἀλλ̓ ὦ γλυκεῖα, πρόσφθεγξαι τὰ τελευταῖα καὶ εἰωθότα: ἐπίσκηψον, εἴ τι καὶ κατὰ μικρὸν ἐμπνεῖς. οἴμοι, σιωπᾷς, καὶ τὸ μαντικὸν ἐκεῖνο καὶ θεηγόρον στόμα σιγὴ κατέχει, καὶ ζόφος τὴν πυρφόρον καὶ χάος τὴν ἐκ τῶν ἀνακτόρων κατείληφεν. ὀφθαλμοὶ δὲ ἀφεγγεῖς οἱ πάντας τῷ κάλλει καταστράψαντες, οὓς οὐκ εἶδεν ὁ φονεύσας, οἶδα ἀκριβῶς. ἀλλ̓ ὦ—τί ἄν σέ τις ὀνομάσειε; νύμφην; ἀλλ̓ ἀνύμφευτος. γαμετήν; ἀλλ̓ ἀπείρατος. τίνα οὖν ἀνακαλέσω; τίνα προσφθέγξομαι λοιπόν; ἢ ἄρα τὸ πάντων ὀνομάτων ἥδιστον, Χαρίκλειαν; ὦ Χαρίκλεια, θάρσει, πιστὸν ἔχεις τὸν ἐρώμενον: ἀπολήψῃ με μικρὸν ὕστερον. ἰδοὺ γάρ σοι χοὰς ἐπάξω τὰς ἐμαυτοῦ σφαγάς, καὶ σπείσομαι τὸ σοὶ φίλιον αἷμα τοὐμόν. ἕξει δὲ ἡμᾶς αὐτοσχέδιον μνῆμα τόδε τὸ σπήλαιον. ἐξέσται πάντως ἀλλήλοις συνεῖναι μετὰ γοῦν θάνατον, εἰ καὶ ζῶσιν ὁ δαίμων οὐκ ἐπέτρεψε.
- 2.5.1
καὶ ἅμα λέγων ἐπέβαλε τὴν χεῖρα ὡς τὸ ξίφος σπασόμενος. ὡς δὲ οὐχ εὕρισκεν, ὦ Κνήμων ἐβόησεν, ὡς σύ με ἀπολώλεκας, προσηδίκησας δὲ καὶ Χαρίκλειαν, τῆς ἡδίστης αὐτὴν κοινωνίας ἤδη δεύτερον ἀποστερήσας. καὶ ταῦτα διεξιόντος, ἐκ μυχῶν τοῦ σπηλαίου φωνῆς τις ἦχος ἐξηκούετο, Θεάγενες καλούσης. ὃ δὲ οὐδὲν ταραχθεὶς ὑπήκουσέ τε, καὶ ἥξω φιλτάτη ψυχή ἔλεγεν. εὔδηλος εἶ περὶ γῆν ἔτι φερομένη, τὸ μὲν τοιούτου σώματος, οὗ πρὸς βίαν ἐξηλάθης, ἀποστατεῖν οὐ φέρουσα, τὸ δὲ διὰ τὸ ἄταφον ἴσως ὑπὸ νερτερίων εἰδώλων εἰργομένη. κἀν τούτῳ τοῦ Κνήμωνος ἅμα δᾳσὶν ἡμμέναις ἐπιστάντος, αὖθις ὁ αὐτὸς ἦχος ἐξηκούετο, καὶ ἦν τὸ λεγόμενον Θεάγενες. ὁ δὲ Κνήμων ἀναβοήσας ὦ θεοί ἔφη, οὐ Χαρικλείας ἐστὶν ἡ φωνή; σώζεσθαί μοι δοκεῖ, Θεάγενες: ἀπὸ γὰρ τῶν ἐσχάτων, καὶ καθ̓ ὃ μέρος αὐτὴν οἶδα τοῦ ἄντρου καταλιπών, ἡ φωνή μοι βάλλει τὴν ἀκοήν. οὐ παύσῃ, ἔφη ἔφη ὁ Θεαγένης, ἀπατῶν με πολλάκις; καὶ μὴν ἀπατῶ σε καὶ ἀπατῶμαι τὸ μέρος, εἶπεν ὁ Κνήμων, εἰ Χαρίκλειαν οὖσαν ταυτηνὶ τὴν κειμένην εὕροιμεν. καὶ ἅμα λέγων ἀνέστρεφεν ἐπ’ ὄψιν τὴν κειμένην, καὶ ἰδών, τί τοῦτο; ἀνέκραγεν, ὦ δαίμονες τεράστιοι: Θίσβης ἡ ὄψις. ὑπέβη δὲ εἰς τοὐπίσω, καὶ τρόμῳ συσχεθεὶς ἀχανὴς εἱστήκει.
- 2.6.1
ὁ δὲ Θεαγένης ἔμπνους ἐκ τῶνδε γενόμενος, καὶ πρὸς τὸ εὔελπι τὴν γνώμην ἐπιστρέφων, ἀνεκαλεῖτό τε λιποψυχοῦντα τὸν Κνήμωνα, καὶ παρὰ τὴν Χαρίκλειαν ὡς ὅτι τάχιστα ποδηγεῖν ἱκέτευε. μικρὸν οὖν διαλιπὼν εἰς ἑαυτόν τε γενόμενος ὁ Κνήμων τὴν κειμένην αὖθις ἐπεσκοπεῖτο. ἣ δὲ ἦν ἀληθῶς ἡ Θίσβη: καὶ ξίφος τε πλησίον ἐκπεπτωκὸς ἐγνώριζεν ἀπὸ τῆς λαβῆς, ὃ παρὰ τὸν φόνον ὁ Θύαμις ὑπὸ θορύβου καὶ σπουδῆς ἐναπέλιπε τῇ σφαγῇ, καὶ δέλτον τινὰ τῶν στέρνων ὑπὸ τῇ μασχάλῃ προκύπτουσαν ἀνελόμενος ἐπειρᾶτό τι τῶν ἐγγεγραμμένων ἐπιέναι. ἀλλ̓ ὁ Θεαγένης οὐκ εἴα λιπαρῶς ἐγκείμενος, καὶ τὴν φιλτάτην λέγων κομιζώμεθα πρότερον, εἰ μή τις ἡμᾶς παίζει καὶ νυνὶ δαίμων: ταῦτα δὲ ἐξέσται καὶ μετὰ ταῦτα γινώσκειν. ἐπείθετο ὁ Κνήμων: καὶ τήν τε δέλτον ἐπικομιζόμενοι καὶ τὸ ξίφος ἀνελόμενοι παρὰ τὴν Χαρίκλειαν ἔσπευδον. ἣ δὲ χερσί τε ἅμα καὶ ποσὶν ἐπὶ τὴν αὐγὴν ἀνερπύσασα, προσδραμοῦσά τε τῷ Θεαγένει, τοῦ αὐχένος ἐξήρτητο. καὶ ἣ μὲν ἔχω σε Θεάγενες; ὃ δὲ ζῇς μοι Χαρίκλεια; πολλάκις ἔλεγον: καὶ τέλος εἰς τοὔδαφος ἀθρόον καταφέρονται, καὶ εἴχοντο ἀλλήλων, ἄναυδοι μὲν ἀλλ̓ ὥσπερ ἡνωμένοι. καὶ μικρὸν ἔδει ἀποθνήσκειν αὐτούς: οὕτως ἄρα καὶ τὸ χαρᾶς ὑπερβάλλον εἰς ἀλγεινὸν. περιέστη πολλάκις, καὶ τῆς ἡδονῆς τὸ ἄμετρον ἐπίσπαστον λύπην ἐγέννησεν. ὡς δὴ κἀκεῖνοι παῤ ἐλπίδα σωθέντες ἐκινδύνευον, ἕως ὁ Κνήμων πίδακά τινα διαμώμενος, καὶ τὴν συρρυεῖσαν κατὰ βραχὺ νοτίδα κοίλαις ταῖς χερσὶν ὑδρευσάμενος, τὸ πρόσωπόν τε αὐτῶν ἐπέρρανε, καὶ θαμὰ τῶν ῥινῶν ἐπαφώμενος ἐπὶ τὸ φρονεῖν ἐπανήγαγεν.
- 2.7.1
οἳ δὲ ἑτέρως μὲν ἀλλήλοις ἐντυχόντες, κειμένους δὲ ἑαυτοὺς καταλαβόντες, ὀρθωθέντες ἀθρόον ἠρυθρίων τὸν Κνήμωνα, καὶ πλέον ἡ Χαρίκλεια, θεωρὸν τῶνδε γεγενημένον, καὶ νέμειν συγγνώμην ἱκέτευον. ὃ δὲ ἐπιμειδιάσας, καὶ πρὸς τὸ φαιδρότερον αὐτοὺς ἀνιείς, ταῦτα μέν, ἔφη, καὶ ἐπαίνων ἄξια κατ̓ ἐμὲ κριτὴν καὶ ἄλλον ὅστις ἔρωτι προσπαλαίσας ἡττήθη τε τὴν μάχην ἡδέως καὶ τὰ ἐκείνου σωφρόνως πέπτωκεν ἀπαραίτητα πτώματα. ἀλλ̓ ἐκεῖνα ὦ Θεάγενες οὔτε ἐπαινεῖν εἶχον, ὑπερῃσχυνόμην τε ὁρῶν ὡς ἀληθῶς, ὅτε τὴν ξένην καὶ προσήκουσαν οὐδαμόθεν γυναῖκα περιπεσὼν ἐθρήνεις ἀγεννῶς, καὶ ταῦτα περιεῖναι καὶ ζῆν σοι τὴν φιλτάτην ἐμοῦ διατεινομένου. καὶ ὁ Θεαγένης παῦε φησίν, ὦ Κνήμων, διαβάλλων με πρὸς Χαρίκλειαν, ἣν ἐθρήνουν ἐν ἀλλοτρίῳ σώματι, ταύτην εἶναι τὴν κειμένην ἡγούμενος. ἐπεὶ δὲ ἀπάτην ἐκεῖνα θεῶν τις εὖ γε ποιῶν ἔδειξεν, ὥρα σοι σαυτὸν ὑπομνῆσαι τῆς ἄγαν ἀνδρείας, ὑφ̓ ἧς ἐθρήνεις μὲν ἐμοῦ τὰ ἐμὰ πρότερος, τὴν δὲ ἀπροσδόκητον τῆς κειμένης ἐπίγνωσιν ὥσπερ ἐπὶ σκηνῆς δαίμονας ἀπεδίδρασκες, ἔνοπλος καὶ ξιφήρης τὴν γυναῖκα, νεκρὰν καὶ ταύτην, ὑποφεύγων ὁ γενναῖος καὶ Ἀττικὸς πεζομάχος.
- 2.8.1
ἐγέλασαν πρὸς ταῦτα βραχύ τι καὶ βεβιασμένον, οὐδὲ τοῦτο ἀδάκρυτον, ἀλλ̓ ὡς ἄν ἐν τοσαύτῃ τῇ συμφορᾷ, πλέον τῷ θρήνῳ κεκερασμένον. μικρὸν οὖν ἡ Χαρίκλεια διαλιποῦσα, καὶ τὴν παρειὰν ὑπὸ τὸ οὖς ἐπικνῶσα, μακαρίζω μὲν ἔφη τὴν θρηνηθεῖσαν ὑπὸ Θεαγένους, ἢ καὶ φιληθεῖσαν, ὡς φησὶ Κνήμων, ἥ τίς ποτε καὶ ἐστίν, ἀλλ̓ εἰ μή τι με δακνομένην ἔρωτι ὑπονοεῖν μέλλετε, τίς ἄρα ἦν ἡ εὐδαίμων ἐκείνη καὶ δακρύων ἀξιωθεῖσα Θεαγενείων, καὶ τίνα τρόπον τὴν ἄγνωστον ὡς ἐμὲ φιλεῖν ἐξηπατήθης, ἐβουλόμην, εἴ πῃ γινώσκεις, μανθάνειν. καὶ ὃς θαυμάσεις μὲν ἔφη: Θίσβην δ̓ οὖν εἶναι Κνήμων ὅδε φησί, τὴν Ἀθηναίαν ἐκείνην, τὴν ψάλτριαν, τὴν τῶν εἰς αὐτὸν ἐπιβουλῶν καὶ Δημαινέτην ποιήτριαν. τῆς δὲ Χαρικλείας ἐκπεπληγμένης, καὶ πῶς ἦν εἰκὸς ὦ Κνήμων, εἰπούσης, τὴν ἐκ μέσης τῆς Ἑλλάδος ἐπ’ ἐσχάτοις γῆς Αἰγύπτου καθάπερ ἐκ μηχανῆς ἀναπεμφθῆναι; πῶς δὲ καὶ ἐλάνθανεν ἡμᾶς δεῦρο κατιόντας; ταῦτα μὲν οὐκ ἔχω λέγειν, ἀπεκρίνατο πρὸς αὐτὴν ὁ Κνήμων: ἃ δ̓ οὖν ἔχω γινώσκειν ἀμφ̓ αὐτῇ, τοιάδε ἐστίν. ἐπειδὴ γὰρ ἡ Δημαινέτη μετὰ τὴν ἀπάτην εἰς. τὸν βόθρον ἑαυτὴν ἀπεκρήμνισεν, ὁ δὲ πατὴρ ἐξήγγειλε τῷ δήμῳ τὸ γεγενημένον, παρὰ μὲν τὴν πρώτην ἐτύγχανε συγγνώμης. καὶ αὐτὸς μὲν ὅπως ἂν κάθοδον ἐμοί τε λάβοι παρὰ τοῦ δήμου καὶ κατὰ ζήτησιν ἐκπλεύσειε τὴν ἐμὴν διετίθετο: ἡ δὲ Θίσβη τὴν ἀσχολίαν τὴν ἀσχολίαν τὴν ἐκείνου σχολὴν ἑαυτῆς ἐποιεῖτο, καὶ τοῖς συμποσίοις ἀδεῶς ἑαυτήν τε καὶ τὴν τέχνην ἐξεμίσθου. καί ποτε καὶ παρευδοκιμήσασα τὴν Ἀρσινόην ἀναβεβλημένον αὐλοῦσαν, ἐπίτροχον αὐτὴ ψάλλουσα καὶ γλαφυρὸν τῇ κιθάρᾳ προσᾴδουσα, ἔλαθεν ἑταιρικὴν ζηλοτυπίαν σὺν πολλῷ καθ̓ ἑαυτῆς κινήσασα τῷ φθόνῳ, καὶ πλέον ὅτε τις αὐτὴν Ναυκρατίτης ἔμπορος ὑπόχρυσος, ὄνομα Ναυσικλῆς, ἐνηγκαλίζετο, τὴν Ἀρσινόην, καὶ ταῦτα πρότερον γινωσκομένην γινωσκομένην αὐτῷ, παραγκωνισάμενος, ἐπειδὴ κυρτουμένην αὐτῇ τὴν παρειὰν ἐν τοῖς αὐλήμασιν εἶδε, καὶ πρὸς τὸ βίαιον τῶν φυσημάτων ἀπρεπέστερον ἐπὶ τὰς ῥῖνας ἀνισταμένην, τό τε ὄμμα πιμπράμενον καὶ τῆς οἰκείας ἕδρας ἐξωθούμενον.
- 2.9.1
ὑφ̓ ὧν οἰδουμένη τῷ χόλῳ καὶ ζήλῳ πυρακτουμένη, τοῖς οἰκείοις τῆς Δημαινέτης προσιοῦσα τὴν κατ̓ αὐτῆς ἐπιβουλὴν ὑπὸ τῆς Θίσβης ἐξηγόρευσε, τὰ μὲν αὐτὴ καθ̓ αὑτὴν ὑποτοπήσασα, τὰ δὲ καὶ τῆς Θίσβης αὐτῇ παρὰ τὴν ἑταιρίαν ἐξειπούσης. συστάντες οὖν ἐπὶ τὸν πατέρα τὸν ἐμὸν οἱ κατὰ γένος τῇ Δημαινέτῃ προσήκοντες, καὶ τοὺς δεινοτάτους τῶν ῥητόρων πρὸς τὴν κατηγορίαν ἐπὶ πολλοῖς χρήμασιν ἀναβιβασάμενοι, ἄκριτον καὶ ἀνέλεγκτον ἀνηρῆσθαι τὴν Διμαινέτην ἐβόων, καὶ τὴν μοιχείαν προκάλυμμα τοῦ φόνου συγκεῖσθαι διεξῄεσαν, καὶ ἐπιδεικνύναι τὸν μοιχὸν ἢ ζῶντα ἢ τεθνηκότα ἠξίουν, ἢ καὶ τοὔνομα φράζειν μόνον ἐκέλευον: καὶ τέλος τὴν Θίσβην εἰς βασάνους ἐξῄτουν. ὡς δὲ ὑποσχόμενος ὁ πατὴρ οὐκ εἶχε παραδιδόναι προϊδομένης ταῦτα ἐκείνης, ἔτι τῆς δίκης συνισταμένης, καὶ ʽοὕτω συγκείμενον αὐτῇ πρὸς τὸν ἔμπορον̓ δρασμῷ χρησαμένης, ὁ δῆμος ἀγανακτήσας φονέα μὲν οὐκ ἔκρινεν, ἅπαντα ὡς ἔσχεν ὑποθέμενον, ὡς δὲ συναίτιον τῆς τε εἰς Δημαινέτην ἐπιβουλῆς καὶ τῆς ἐμῆς ἀδίκου φυγῆς τοῦ τε ἄστεος ἐδίωξε καὶ δημεύσει τῶν ὄντων ἐζημίωσε, τοιαύτης τῶν δευτέρων γάμων τῆς πείρας ἀπονάμενον. οὕτω μὲν ἡ κακίστη Θίσβη καὶ δίκας ὑπ’ ὄψεσι νυνὶ ταῖς ἐμαῖς ὑποσχοῦσα τῶν Ἀθηνῶν ἐξέπλευσε. καὶ ταῦτα μόνον ἔχω γινώσκειν, Ἀντικλέους τινὸς κατὰ τὴν Αἴγιναν ἐξαγγείλαντος, ᾧ καὶ δεῦρο εἰς τὴν Αἴγυπτον συνέπλευσα, εἴ πῃ κατὰ τὴν Ναύκρατιν ἀνεύροιμι τὴν Θίσβην, καὶ εἰς τὰς Ἀθήνας ἐπαναγαγὼν λύσαιμι μὲν τὰς κατὰ τοῦ πατρὸς ὑπονοίας τε καὶ αἰτίας, ἀπαιτήσαιμι δὲ τῶν εἰς πάντας ἡμᾶς ἐπιβουλῶν τὰς δίκας, ἔνθα δὴ νυνὶ καὶ σὺν ὑμῖν ἐξετάζομαι. τὴν δὲ αἰτίαν, καὶ ὅπως, καὶ ὅσα τοὺς μεταξὺ χρόνους ὑποστάς, εἰσαῦθις ἀκούσεσθε. τὸ δὲ ὅπως ἡ Θίσβη κατὰ τὸ ἄντρον καὶ πρὸς τίνων ἀνῄρηται, θεοῦ τινὸς
- 2.10.1
ἂν ἴσως δεήσειε φράζοντος. ἀλλ̓ εἰ δοκεῖ, τὴν δέλτον, ἣν πρὸς τοῖς στέρνοις αὐτῆς εὑρήκαμεν, ἐπισκοπῶμεν: εἰκός τι πλέον ἐντεῦθεν ἡμᾶς ἐκμαθεῖν.
- 2.10.2
ἐδόκει ταῦτα, καὶ διανοίξας ἐπήρχετο: καὶ ἦν τὰ γεγραμμένα τοιάδε.
- 2.10.3
Κνήμωνι τῷ δεσπότῃ ἡ πολεμία καὶ ἐπαμύνασα Θίσβη. πρῶτα μὲν εὐαγγελίζομαί σε τὴν Δημαινέτης τελευτήν, δἰ ἐμοῦ μὲν ὑπὲρ σοῦ γενομένην, τὸ δὲ ὅπως, εἴ με προσδέξαιο, παροῦσα διηγήσομαι. ἔπειτα φράζω κατὰ τήνδε με νυνὶ εἶναι τὴν νῆσον δεκάτην ἤδη ταύτην ἡμέραν, πρός τινος τῶν τῇδε λῃστῶν ἁλοῦσαν, ὃς καὶ ὑπασπιστὴς εἶναι τοῦ λῃστάρχου θρύπτεται, κἀμὲ κατακλείσας ἔχει, μηδὲ ὅσον προκύψαι τῶν θυρῶν ἐπιτρέπων, ὡς μὲν αὐτός φησι, διὰ φιλίαν τὴν περὶ ἐμὲ ταύτην ἐπιθεὶς τὴν τιμωρίαν, ὡς δὲ ἔχω συμβάλλειν, ἀφαιρεθῆναί με πρός τινος δεδιώς. ἀλλ̓ ἐγώ σε θεῶν τινὸς ἐνδόντος καὶ εἶδον ὦ δέσποτα παριόντα καὶ ἐγνώρισα, καὶ τήνδε σοι τὴν δέλτον διὰ τῆς συνοίκου πρεσβύτιδος λάθρᾳ διεπεμψάμην, τῷ καλῷ καὶ Ἕλληνι καὶ φίλῳ τοῦ ἄρχοντος ἐγχειρίζειν φράσασα. ἐξελοῦ δή με χειρῶν λῃστρικῶν, καὶ ὑπόδεξαι τὴν σαυτοῦ θεραπαινίδα. καὶ εἰ μὲν βούλει, σῶζε, μαθὼν ὡς ἃ μὲν ἀδικεῖν ἔδοξα, βιασθεῖσα, ἃ δὲ τετιμώρημαι τὴν σοὶ πολεμίαν, ἑκοῦσα διεπραξάμην: εἰ δὲ ἔχει σέ τις ἀμετάκλητος ὀργή, κέχρησο ταύτῃ κατ̓ ἐμοῦ πρὸς ὃ βούλει. μόνον ὑπὸ σὲ γενοίμην, εἰ καὶ τεθνάναι δέοι: βέλτιον γὰρ ὑπὸ χειρῶν ἀνῃρῆσθαι τῶν σῶν καὶ κηδείας μεταλαβεῖν Ἑλληνικῆς, ἢ θανάτου βαρυτέραν ζωὴν καὶ φίλτρον βαρβαρικὸν ἔχθρας ἀνιαρότερον τῆς Ἀττικῆς ἀνέχεσθαι.
- 2.11.1
τοιαῦτα μὲν ἡ Θίσβη καὶ ἡ δέλτος ἔφραζεν: ὁ δὲ Κνήμων ὦ Θίσβη ἔφη, σὺ μὲν καλῶς ποιοῦσα τέθνηκας, καὶ γέγονας ἡμῖν αὐτάγγελος τῶν ἑαυτῆς συμφορῶν, ἐξ αὐτῶν ἐγχειρίσασα τῶν σῶν σφαγῶν τὴν διήγησιν. οὕτως ἄρα τιμωρὸς ἐρινὺς γῆν ἐπὶ πᾶσαν, ὡς ἔοικεν, ἐλαύνουσά σε, οὐ πρότερον ἔστησε τὴν ἔνδικον μάστιγα πρὶν καὶ ἐν Αἰγύπτῳ με τυγχάνοντα τὸν ἠδικημένον θεατὴν ἐπιστῆσαι τῆς κατὰ σοῦ ποινῆς. ἀλλὰ τί ἦν ἄρα ὃ καὶ πάλιν σε κατ̓ ἐμοῦ τεχναζομένην καὶ σοφιστεύουσαν διὰ τοῦ γράμματος ἡ δίκη προαφείλετο τῶν ἐγχειρημάτων; ὡς κἀγώ σε καὶ κειμένην ἔχω δἰ ὑποψίας, καὶ σφόδρα δέδοικα μὴ καὶ πλάσμα ἐστὶν ἡ Δημαινέτης τελευτή, κἀμὲ μὲν ἠπάτησαν οἱ ἐξαγγείλαντες, σὺ δὲ καὶ διαπόντιος ἥκεις ἑτέραν καθ̓ ἡμῶν σκηνὴν Ἀττικὴν καὶ ἐν Αἰγύπτῳ τραγῳδήσουσα. οὐ παύσῃ, ἔφη ὁ Θεαγένης, ἄγαν ἀνδριζόμενος, εἴδωλά τε καὶ σκιὰς εὐλαβούμενος; οὐ γὰρ δὴ κἀμέ γε καὶ τὴν ἐμὴν ὄψιν εἴποις ἂν ὡς ἐγοήτευσεν, οὐδὲν κοινωνοῦντα τοῦ δράματος. ἀλλ̓ ἣ μὲν κεῖται σῶμα νεκρὸν ὡς ἀληθῶς, καὶ τούτου γε ἕνεκα θάρσει παντοίως ὦ Κνήμων: τίς δὲ ἄρα ποτέ ἐστιν ὁ σὸς εὐεργέτης ὁ ταύτην ἀνῃρηκώς, ἢ πῶς δεῦρο καθειμένην ἢ πότε, σφόδρα διαπορῶν ἐκπέπληγμαι. τὰ μὲν ἄλλα οὐκ ἔχω λέγειν, ἔφη ὁ Κνήμων, ὁ δὲ ἀνῃρηκὼς ἐπίπαν ἐστὶ Θύαμις, εἰ δεῖ τῷ ξίφει τεκμαίρεσθαι, ὃ παρὰ τὴν σφαγὴν εὑρήκαμεν: ἐκείνου γὰρ εἶναι γνωρίζω, καὶ τὸ ἐπίσημον τουτὶ τῆς λαβῆς ἐλέφας εἰς ἀετὸν ἐκτετόρνευται. ἆῤ οὖν εἴποις ἄν, φησὶν ὁ Θεαγένης, καὶ ὅπως καὶ πότε καὶ δἰ ἣν αἰτίαν ἔδρα τὸν φόνον; καὶ πῶς ταῦτα ἄν εἰδείην; ἀπεκρίνατο: οὐ γὰρ δὴ μαντικόν με τόδε τὸ σπήλαιον ἀνέδειξε, καθάπερ τὸ ἄδυτον τὸ Πυθοῖ, καὶ ἐν Τροφωνίου λόγος θεοφωνεῖν τοὺς ὑπελθόντας. ἀνῴμωξαν ἀθρόον ὁ Θεαγένης καὶ ἡ Χαρίκλεια, καὶ ὦ Πυθοῖ καὶ Δελφοί θρηνοῦντες ἐβόων. ὁ δὲ Κνήμων ἐκπέπληκτο, καὶ ὅ τι πεπόνθοιεν πρὸς τὸ ὄνομα τῆς Πυθοῦς οὐκ εἶχε συμβάλλειν.
- 2.12.1
καὶ οἳ μὲν ἐν τούτοις ἦσαν, ὁ δὲ Θέρμουθις ὁ τοῦ Θυάμιδος ὑπασπιστής, ἐπειδὴ κατὰ τὴν μάχην τρωθεὶς ἀπενήξατο πρὸς τὴν γῆν, νυκτὸς ἐπιγενομένης πορθμείῳ φερομένῳ κατὰ τὸ ἕλος ἐκ τῶν ναυαγίων ἐπιτυχών, ἑαυτόν τε ἐνθέμενος, ἐπὶ τὴν νῆσον καὶ παρὰ τὴν Θίσβην ἔσπευδε. ταύτην ὀλίγων πρόσθεν ἡμερῶν ἀγομένην ὑπὸ τοῦ ἐμπόρου τοῦ Ναυσικλέους κατά τινα στενὴν τῆς ὑπωρείας ὁδὸν λοχήσας ὁ Θέρμουθις ἀφῄρητο: παρὰ δὲ τὸν τοῦ πολέμου θόρυβον καὶ τὴν τῶν ἐναντίων ἔφοδον, ὅτε αὐτὸν οἴσοντα τὸ ἱερεῖον ἀπέστελλεν ὁ Θύαμις, ἔξω βελῶν ποιούμενος καὶ περισώζειν ἑαυτῷ βουλόμενος, ἔλαθεν εἰς τὸ σπήλαιον καθεὶς καὶ πρὸς τὸν τάραχον καὶ τὴν σπουδὴν αὐτοῦ που περὶ τὸ στόμιον καταλιπών. ἔνθα, ὡς ἐνεβλήθη κατὰ τὴν πρώτην, ἐγκαταμείνασαν δέει τε τῶν παρόντων φόβων καὶ ἀγνοίᾳ τῶν πρὸς τὰ βάθη φερουσῶν ἀτραπῶν, ἐντυχὼν ὁ Θύαμις ὡς Χαρίκλειαν ἀνῄρει τὴν Θίσβην. παρὰ δὴ ταύτην, ὡς διαδράσας τὸν ἐκ τοῦ πολέμου κίνδυνον, ὁ Θέρμουθις ἐπειγόμενος, ἐπειδὴ τῇ νήσῳ προσέσχεν, ὡς εἶχε τάχους, ἐπὶ τὰς σκηνὰς ἀνέτρεχε. καὶ αἳ μὲν ἦσαν οὐδὲν ἔτι πλὴν ὅτι τέφρα, τὸ δὲ στόμιον ἀπὸ τοῦ λίθου χαλεπῶς ἀνευρών, καλάμους τε, εἴ πῄ τινες ἔτι σμυχόμενοι περιελείφθησαν, ἁψάμενος, κατέθεεν ὡς εἶχε σπουδῆς, ὀνομαστί τε Θίσβην ἐκάλει, μέχρι τοῦ ὀνόματος ἑλληνίζων. ὡς δὲ εἶδε κειμένην, ἐπὶ πολὺ μὲν ἀχανὴς εἱστήκει: τέλος δὲ θροῦν τινὰ καὶ βόμβον αἰσθόμενος ἐκ τῶν κοίλων τοῦ σπηλαίου φερόμενον ʽδιελέγοντο γὰρ ἔτι πρὸς ἑαυτοὺς Θεαγένης τε καὶ Κνήμων̓ τούτους ἐκείνους εἶναι τοὺς σφαγέας τῆς Θίσβης εἴκαζε, καὶ ἀμηχάνως εἶχεν ὅ τι καὶ δράσειεν, ὑπὸ μὲν θυμοῦ λῃστρικοῦ καὶ βαρβαρικῆς ὀργῆς, πλέον τότε δἰ ἐρωτικὴν ἀποτυχίαν ἐπιτεινομένης, ὁμόσε χωρεῖν αὐτόθι τοῖς νομιζομένοις αἰτίοις ἐπειγόμενος, ἀπορίᾳ δὲ ὅπλων καὶ ξίφους ἄκων πρὸς ἐγκράτειαν καταστελλόμενος.
- 2.13.1
ἐδόκει δὲ αὐτῷ βέλτιστον εἶναι μὴ ὡς πολέμιον ἐντυγχάνειν τὴν πρώτην, εἰ δὲ εὐπορήσειεν ἀμυντηρίου, μετιέναι τοὺς πολεμίους. καὶ οὕτω κρίνας ἐφίσταται τοῖς ἀμφὶ τὸν Θεαγένην, ἄγριόν τε καὶ τραχὺ περισκοπῶν, καὶ τὸ κρυπτόμενον βούλημα τῆς ψυχῆς τῷ βλέμματι καταμηνύων. οἳ δὲ ὡς εἶδον ἄνδρα γυμνὸν ἀπροσδόκητον τραυματίαν, φονῶντα τὴν ὄψιν, ἡ μὲν Χαρίκλεια καὶ πρὸς τὰ κοιλότερα τοῦ σπηλαίου κατεδύετο, τάχα μὲν καὶ εὐλαβηθεῖσα, πλέον δὲ ἄρα καταισχυνθεῖσα τὴν γυμνὴν καὶ οὐκ εὐσχήμονα τοῦ φανέντος ὄψιν, ὁ δὲ Κνήμων ἠρέμα καὶ ὑπεδίδρασκε, γνωρίζων μὲν τὸν Θέρμουθιν, ὁρῶν δὲ παῤ ἐλπίδα, καί τι τῶν ἀτοπωτέρων αὐτὸν ἐγχειρήσειν προσδοκῶν. ἀλλὰ τὸν Θεαγένην οὐ κατέπληττεν ἡ θέα μᾶλλον ἢ παρώξυνε: καὶ τό τε ξίφος ἐπανετείνετο ὡς πατάξων εἴ τι παράλογον ἐγχειροίη, καὶ στῆθι ἔλεγεν οὗτος, ἢ βεβλήσῃ. βέβλησαι δὲ οὐδέπω, διότι σε καὶ κατὰ μικρὸν ἐγνώρισα, καὶ τέως ἀμφίβολος ἥκεις τὴν γνώμην. ἐδεῖτο ὑποπεσὼν ὁ Θέρμουθις, ἱκέτης ἐκ τοῦ καιροῦ μᾶλλον ἢ τοῦ τρόπου γινόμενος, καὶ τὸν Κνήμωνα πρὸς ἐπικουρίαν ἐπεκαλεῖτο, καὶ σώζεσθαι δίκαιος εἶναι πρὸς αὐτὸν ἔλεγεν, ἀδικεῖν τε οὐδὲν καὶ τῶν φιλίων εἰς τὴν παρελθοῦσαν ἡμέραν γεγενῆσθαι καὶ παρὰ φίλους ἥκειν διατεινόμενος.
- 2.14.1
ἐπεκλᾶτο πρὸς ταῦτα ὁ Κνήμων, καὶ προσελθὼν ἀνέστησέ τε τῶν γονάτων ἐχόμενον τοῦ Θεαγένους, καὶ ποῦ Θύαμις ἐπυνθάνετο συνεχῶς. ὃ δὲ πάντα ἔλεγεν, ὡς συνέρραξε τοῖς πολεμίοις, ὡς ἐμβαλὼν εἰς μέσους ἐμάχετο οὔτε ἐκείνων οὔτε ἑαυτοῦ φειδόμενος, ὡς ἀνῄρει μὲν ἀεὶ τὸν ὑπὸ χεῖρας γινόμενον, ἐδορυφορεῖτο δὲ αὐτὸς ἀπὸ κηρύγματος πάντα τινὰ Θυάμιδος φείδεσθαι παρεγγυῶντος: καὶ τέλος ὡς ἐκεῖνος μὲν ὅ τι καὶ γέγονεν οὐκ ἔχοι λέγειν, αὐτὸς δὲ τραυματίας ἀπενήξατο πρὸς τὴν γῆν, καὶ τὸ παρὸν κατὰ ζήτησιν ἥκοι τῆς Θίσβης ἐπὶ τὸ σπήλαιον. οἳ δέ, τί διαφέρουσαν αὐτῷ ἢ πόθεν γενομένην ἐπιζητοίη Θίσβην, ἠρώτων. ἔλεγε καὶ ταῦτα ὁ Θέρμουθις, καὶ διηγεῖτο ὡς ἐμπόρων ἀφέλοιτο, ὡς ἠράσθη μανικῶς, καὶ τὸν μὲν ἄλλον ἔκρυπτεν ἔχων χρόνον, παρὰ δὲ τὴν ἔφοδον τῶν πολεμίων καθῆκεν εἰς τὸ σπήλαιον, καὶ νῦν εὑρίσκει πρὸς τινῶν ἀνῃρημένην, οὓς οὐκ ἔχει μὲν γινώσκειν, μάθοι δ̓ ἂν ἡδέως ὑπὲρ τοῦ γνῶναι καὶ τὴν αἰτίαν. καὶ ὁ Κνήμων ἄγαν ἐσπουδασμένως, Θύαμίς ἐστιν ὁ σφαγεύς, ἔλεγεν, ἀπολύσασθαι τῆς ὑποψίας ἑαυτὸν ἐπειγόμενος, καὶ μαρτύριον ἐπεδείκνυ τὸ ξίφος, ὃ παρὰ τὴν σφαγὴν εὑρήκεσαν. ὡς δὲ εἶδεν ὁ Θέρμουθις ἔτι τοῦ αἵματος ἀποστάζον καὶ τὸν πρὸ ὀλίγου φόνον θερμὸν ἔτι τὸν σίδηρον ἀποπτύοντα, ἐγνώρισέ τε εἶναι Θυάμιδος, βαθύ τι καὶ βύθιον στενάξας, καὶ τὸ γεγονὸς ὅπως εἶχεν ἀμηχανῶν, ἀχλύι καὶ σιγῇ κάτοχος ἐπὶ τὸ στόμιον ἀνεδύετο τοῦ σπηλαίου, καὶ παρὰ τὸ σῶμα τῆς κειμένης ἥκων, ἐπιθείς τε τοῖς στέρνοις τὴν κεφαλήν, ὦ Θίσβη ἔλεγε, καὶ τοῦτο πολλάκις, καὶ πλέον οὐδέν, ἕως τὸ ὄνομα κατὰ μέρος ἀποτέμνων καὶ κατὰ μικρὸν ἐκλείπων ἔλαθεν εἰς ὕπνον ἐμπεσών.
- 2.15.1
τῷ δὲ Θεαγένει καὶ τῇ Χαρικλείᾳ συνάμα τῷ Κνήμωνι πάντων ἔννοια τῶν καθ̓ ἑαυτοὺς ἀθρόον ἐπεισῄει, καὶ σκοπεῖν μέν τι βουλομένοις ἐῴκεσαν, τῶν δὲ παρελθόντων ἀλγεινῶν τὸ πλῆθος καὶ τῶν παρουσῶν συμφορῶν τὸ ἄπορον καὶ τῶν προσδοκωμένων τὸ ἄδηλον ἐζόφου τῆς ψυχῆς τὸ λογιζόμενον. εἰς ἀλλήλους δὲ ἐπὶ πλεῖστον ἑώρων, καὶ ἕκαστος τὸν ἕτερον εἰπεῖν τι προσδοκῶν, εἶτα ἀποτυγχάνων εἰς γῆν τὸ βλέμμα ἐπέστρεφε, καὶ ἀνανεύσας αὖθις ἀνέπνευσε, στεναγμῷ τὸ πάθος ἐπικουφίσας. καὶ τέλος κλίνει μὲν ἑαυτὸν εἰς τὴν γῆν ὁ Κνήμων, ὀκλάζει δὲ ἐπὶ πέτραν ὁ Θεαγένης, ῥιπτεῖ δὲ ἐπὶ τοῦτον ἑαυτὴν ἡ Χαρίκλεια. καὶ τὸν ὕπνον ἐπὶ πολὺ μὲν ἐπιφερόμενον διωθοῦντο, βουλήν τινα στήσασθαι τῶν παρόντων ἐπιθυμοῦντες, λιποθυμίᾳ δὲ καὶ πόνοις ἐνδόντες φύσεως νόμῳ καὶ ἄκοντες ἐπείθοντο, καὶ πρὸς ἡδὺ κῶμα διὰ τὸ ὑπερβάλλον τῆς λύπης ὠλίσθησαν. οὕτως ἄρα ποτὲ σώματος πάθει καὶ τὸ νοερὸν τῆς ψυχῆς συνομολογεῖν ἠνέσχετο.
- 2.16.1
ἐπεὶ δὲ μικρὸν ἐσπάσαντο ὕπνου, καὶ τοσοῦτον ὅσον τὰ ἄκρα τῶν βλεφάρων ἐπιλεᾶναι, τῇ Χαρικλείᾳ τῇδε ξυγκειμένῃ ὄναρ ἐφοίτησεν. ἀνὴρ τὴν κόμην αὐχμηρὸς καὶ τὸ βλέμμα ὑποκαθειμένος καὶ τὴν χεῖρα ἔναιμος, ἐμβαλὼν τὸ ξίφος, τὸν ὀφθαλμὸν αὐτῇ τὸν δεξιὸν ἐξῄρητο: ἣ δὲ ἀνέκραγέ τε αὐτίκα, καί οἱ τὸν ὀφθαλμὸν ἀνηρπάσθαι λέγουσα τὸν Θεαγένην ἐκάλει. καὶ ὃ μὲν παρῆν αὐτίκα πρὸς τὴν κλῆσιν, καὶ τὸ πάθος ὑπερήλγει καθάπερ καὶ τῶν ἐνυπνίων συναισθανόμενος: ἣ δὲ τῷ τε προσώπῳ τὴν χεῖρα ἐπέβαλε, καὶ τὸ μέρος ὃ κατὰ τὸ ὄναρ ἀπώλεσεν ἐπαφωμένη πάντοθεν ἐπεζήτει. ὡς δὲ ὄναρ ἦν, ὄναρ ἦν ἔλεγεν: ἔχω τὸν ὀφθαλμόν: θάρσει Θεάγενες. ἀνέπνευσε πρὸς τὴν ἀκοὴν ὁ Θεαγένης, καὶ εὖ μὲν ποιοῦσα, ἔφη, τὰς ἡλιακὰς ἀκτῖνας ἀποσώζεις: τί δὲ ἦν ὅ μοι πέπονθας, ἢ τίς ἡ περὶ σὲ πτοία γέγονεν; ἀνὴρ ὑβριστής, ἔφη, καὶ ἀτάσθαλος, καὶ οὐδὲ τὴν σὴν ἄμαχον καταδείσας ῥώμην, κειμένῃ μοι πρὸς τοῖς σοῖς γόνασιν ἐπεκώμασε ξιφήρης, καὶ τὸν ὀφθαλμὸν ᾤμην ὡς ἐξεῖλε τὸν δεξιόν: καὶ εἴθε γε ὕπαρ ἦν, καὶ μὴ ὄναρ ὦ Θεάγενες τὸ φανέν. τοῦ δὲ εὐφήμησον εἰπόντος, καὶ διότι τοῦτο λέγοι πυνθανομένου, διότι βέλτιον ἦν, ἔφη, θατέρου με τῶν ὀφθαλμῶν ἐλαττωθῆναι ἤπερ ἐπὶ σοὶ φροντίζειν. ὡς σφόδρα δέδοικα μὴ εἰς σὲ τείνῃ τὸ ἐνύπνιον, ὃν ὀφθαλμὸν ἐγὼ καὶ ψυχὴν καὶ πάντα ἐμαυτῆς πεποίημαι. παῦσαι, ἔλεγεν ὁ Κνήμων: ἐπηκροᾶτο γὰρ ἁπάντων πρὸς τὴν ἐξ ἀρχῆς βοὴν τῆς Χαρικλείας ἀφυπνισμένος: ἐμοὶ γὰρ ἄλλῃ πῃ φράζεσθαι τὸ ὄναρ καταφαίνεται. καὶ εἴγε σοι πατέρες εἰσίν, ἀπόκριναι. τῆς δὲ ὁμολογούσης καὶ εἴ ποτε ἦσαν εἰπούσης, οὐκοῦν τὸν πατέρα σοι τεθνηκέναι νόμιζε ἔλεγε. τοῦτο δὲ ὧδε συμβάλλω. τοῦ προελθεῖν εἰς τὸν τῇδε βίον καὶ τοῦδε τοῦ φωτὸς μεταλαβεῖν τοὺς φύντας ἴσμεν αἰτίους, ὥστε εἰκότως ἐπὶ πατέρα καὶ μητέρα τὴν ὀμμάτων συζυγίαν, ὡς ἂν φωτεινὴν αἴσθησιν καὶ ὁρατῶν ὑπουργόν, οἱ ὄνειροι σοφίζονται. βαρὺ μέν, ἔφη, καὶ τοῦτο, ἡ Χαρίκλεια: πλὴν ἀλλ̓ ἔστω γε ἀληθὲς μᾶλλον ἢ τὸ ἕτερον, καὶ νικήσειεν ὁ παρὰ σοὶ τρίπους, ἐγὼ δὲ ψευδόμαντις ἀποφανθείην. ταῦτα μὲν οὕτως ἔσται, καὶ χρὴ πιστεύειν, ἔλεγεν ὁ Κνήμων: ἡμεῖς δὲ ὀνειρώττειν ὡς ἀληθῶς ἐοίκαμεν, ἐνύπνια μὲν καὶ φαντασίας ἐξετάζοντες, τῶν δὲ καθ̓ ἑαυτοὺς περίσκεψιν οὐδ̓ ἡντιναοῦν προτιθέντες, καὶ ταῦτα ἕως ἔξεστι, τοῦ Αἰγυπτίου τούτου ʽἔλεγε δὲ τὸν Θέρμουθιν̓ ἀπολειπομένου καὶ νεκροὺς ἔρωτας ἀναπλάττοντος καὶ θρηνοῦντος.
- 2.17.1
ὑπολαβὼν οὖν ὁ Θεαγένης, ἀλλ̓ ὦ Κνήμων, ἔφη, ἐπειδή σε θεῶν τις ἡμῖν συνῆψε καὶ συνέμπορον τῶν δυστυχημάτων πεποίηκεν, ἄρχε βουλῆς: τόπων τε γὰρ τῶν τῇδε καὶ φωνῶν ἔμπειρος, καὶ ἄλλως ἡμεῖς νωθέστεροι συνιέναι τὸ δέον, πλείονι κλύδωνι κακῶν βεβυθισμένοι. μικρὸν οὖν ἐπιστήσας ὁ Κνήμων τοιάδε ἔφη. κακῶν μὲν ὦ Θεάγενες ἄδηλον ὅστις πλεονεκτεῖ: ἀφθόνως γὰρ κἀμοὶ τῶν συμφορῶν ὁ δαίμων ἐπήντλησεν: ἐπειδὴ δὲ τὰ παριστάμενα ὡς προγενεστέρῳ κελεύετε λέγειν, ἡ μὲν νῆσος ἥδε, ὡς ὁρᾶτε, ἔρημος, καὶ πλέον ἡμῶν οὐδέν. καὶ χρυσοῦ μὲν καὶ ἀργύρου καὶ ἐσθῆτος ἀφθονία ʽπολλὰ γὰρ τάδε ἃ κατὰ τὸ σπήλαιον ὑμῶν τε ἀφελόμενοι ἄλλων τε ἀποσυλήσαντες ὁ Θύαμις καὶ οἱ σὺν αὐτῷ κατέθεντὀ, σίτου δὲ καὶ ἐπιτηδείων ἄλλων οὐδὲ ὄνομα περιλέλειπται. δέος δὲ διαφθαρῆναι μὲν καταμείναντας λιμῷ, διαφθαρῆναι δὲ ἐφόδῳ τινῶν, ἤτοι τῶν ἐναντίων πάλιν ἐλθόντων ἢ καὶ νὴ Δία τῶν σὺν ἡμῖν γεγονότων, εἰ καθ̓ ἕν ποτε συλλεγέντες καὶ τὸν ἐνθάδε θησαυρὸν οὐκ ἀγνοοῦντες ἐπέλθοιεν διὰ τὰ χρήματα. τότε οὐκ ἂν φθάνοιμεν παραπολλύμενοι, ἢ ταῖς ὕβρεσι ταῖς ἐκείνων, τὸ φιλανθρωπότερον, ἐκκείμενοι: ἄλλως τε γὰρ ἄπιστον τὸ βουκόλων γένος, καὶ νῦν πλέον, ὅτε τοῦ καταστέλλοντος τὴν γνώμην πρὸς τὸ σωφρονέστερον ἄρχοντος ἀμοιροῦσιν. ἀπολειπτέον οὖν ἡμῖν καὶ φευκτέον ὡς ἄρκυς τινὰς καὶ δεσμωτήριον τὴν νῆσον, ἀποπέμψαντας πρότερον τὸν Θέρμουθιν, πρόφασιν ὡς πευσόμενον καὶ πολυπραγμονήσοντα, εἴ τι περὶ τοῦ Θυάμιδος ἔχοι μανθάνειν. ῥᾷόν τε γὰρ ἐφ̓ ἑαυτῶν ἂν σκοποῖμεν καὶ ἐγχειροῖμεν τὰ πρακτέα: καὶ ἄλλως ἄνδρα ἐκποδὼν ποιήσασθαι καλὸν φύσει τε ἀβέβαιον καὶ λῃστρικὸν καὶ δύσεριν τὸ ἦθος, πρὸς δὲ καὶ ὑποψίας τι φέροντα εἰς ἡμᾶς τῆς Θίσβης ἕνεκα, καὶ οὐκ ἂν παυσόμενον εἰ μὴ ἐπιβουλεύσειεν, εἰ καιροῦ λάβοιτο.
- 2.18.1
ἐπῃνέθη ταῦτα, καὶ ἐδόκει γίνεσθαι: καὶ ὁρμήσαντες ἐπὶ τὸ στόμιον τοῦ σπηλαίου ʽκαὶ γάρ τι καὶ ἡμέρας ἤδη ξυνίεσαν̓ διανέστησάν τε τὸν Θέρμουθιν ὁλοσχερῶς τῷ ὕπνῳ κατεσχημένον, καὶ ὅσα εἰκὸς ἦν τῶν βουλευθέντων φράσαντες, καὶ ῥᾳδίως ὑπόκουφον ἄνδρα πείσαντες, τό τε σῶμα τῆς Θίσβης εἴς τι κοῖλον ἐνθέντες, καὶ τὴν τέφραν τὴν ἐκ τῶν σκηνῶν ὅσα γῆν ἐπιφορήσαντες, καὶ τὰ εἰωθότα διὰ τὴν ὁσίαν ἐξ ὧν ὁ καιρὸς ἐδίδου πληρώσαντες, καὶ δάκρυα καὶ θρήνους ἀντὶ πάντων τῶν νομιζομένων ἐναγίσαντες, ἐξέπεμπον ἐφ̓ ἣν ἔδοξε βουλὴν τὸν Θέρμουθιν. ὃ δὲ βραχὺ προελθὼν ἀνέστρεφέ τε, καὶ οὐκ ἂν ἔφη μόνος πορεύεσθαι, οὐδὲ ἀναρρίψειν τοσοῦτον κίνδυνον κατασκοπῆς, εἰ μὴ καὶ Κνήμων ἐθέλοι κοινωνεῖν τῆς πράξεως. ἀποδειλιῶντα δὴ πρὸς ταῦτα τὸν Κνήμωνα θεασάμενος ὁ Θεαγένης ʽκαὶ γὰρ φράζων τὰ λεχθέντα πρὸς τοῦ Αἰγυπτίου δῆλος ἦν ὑπεραγωνιῶν̓, σὺ δέ, ἔφη, τὴν μὲν γνώμην ἐρρωμένος τις ἄρα ἦσθα, τὸ λῆμα δὲ ἀσθενέστερος: γνωρίζω σε ἄλλοις τε καὶ οὐχ ἥκιστα τοῖς νῦν. ἀλλὰ θῆγε τὸ φρόνημα, καὶ πρὸς τὸ ἀνδρειότερον ὄρθου τὴν γνώμην. τὸ μὲν γὰρ παρὸν ἀναγκαῖον δοκεῖ οὕτω συντίθεσθαι τοῦ μή τινα τοῦ δρασμοῦ λαβεῖν αὐτὸν ὑπόνοιαν, καὶ συμπορεύεσθαι τὴν πρώτην ʽδέος δὲ δήπουθεν οὐδὲν ἀνόπλῳ τὴν χεῖρα ξυνιέναι ξιφήρη καὶ πεφραγμένον αὐτόν̓, καιροῦ δὲ λαβόμενον ἐγκαταλεῖψαι διαλαθόντα, καὶ ἥκειν παῤ ἡμᾶς οὗπερ ἂν συνθώμεθα. συνθώμεθα δέ, εἰ δοκεῖ, κώμην τινὰ πλησίον, εἴ πῃ γινώσκεις ἥμερον. εὖ λέγειν ἔδοξε τῷ Κνήμωνι, καὶ Χέμμιν τινὰ κώμην οὕτω καλουμένην ἔφραζεν, εὐδαίμονά τε καὶ πολυάνθρωπον καὶ ταῖς ὄχθαις τοῦ Νείλου πρὸς ἐπιτειχισμὸν τῶν βουκόλων ἐπὶ λόφου παρῳκισμένην: ἀπέχειν δὲ περαιωθεῖσι τὴν λίμνην στάδια οὐ πολλῷ λειπόμενα τῶν ἑκατόν. δεῖν δὲ εὐθὺ πρὸς μεσημβρίαν ὁρῶντας ἰέναι.
- 2.19.1
χαλεπῶς μέν, ἀπεκρίνατο ὁ Θεαγένης, Χαρικλείας γε ταύτης ἕνεκα, τοῦ βαδίζειν μακρότερον ἀήθως ἐχούσης, ἐλευσόμεθα δ̓ οὖν ὅμως, εἰς πτωχοὺς καὶ τοὺς διὰ τροφὴν ἀγύρτας ἑαυτοὺς μεταπλάσαντες. νὴ Δία, εἶπεν ὁ Κνήμων: καὶ γὰρ τῶν ὄψεων σφόδρα διεστραμμένως ἔχετε, ἡ δὲ Χαρίκλεια καὶ πλέον, ἅτε καὶ τὸν ὀφθαλμὸν ἀρτίως ἐκκεκομμένη. καὶ ἐμοὶ δοκεῖτε τοιοίδε ὄντες οὐκ ἀκόλους ἀλλ̓ ἄοράς τε καὶ λέβητας αἰτήσειν. πρὸς ταῦτα ἐμειδίασαν ὀλίγον καὶ βεβιασμένον καὶ μόνοις τοῖς χείλεσιν ἐπιτρέχον: ὅρκοις δὲ πιστωσάμενοι τὰ δόξαντα, καὶ μή ποτε ἀπολείψειν ἑκόντες, ἐπιμαρτυράμενοι τοὺς θεούς, ἔπραττον ὡς ἐβούλετο ἡ σκέψις.
- 2.19.2
ὁ μὲν δὴ Κνήμων καὶ ὁ Θέρμουθις, ἅμα ἡλίῳ τὴν λίμνην περαιωθέντες, ἐχώρουν δἰ ὕλης τινὸς βαθείας καὶ τὸ λάσιον δυσδιέξοδον παρεχομένης. ἡγεῖτο δὲ ὁ Θέρμουθις, τοῦτο τοῦ Κνήμωνος καὶ εἰπόντος καὶ βουληθέντος, πρόφασιν μὲν αὐτῷ τὴν ἐμπειρίαν τῆς δυσχωρίας ἀναθέντος καὶ ἡγεμονεύειν τὴν ὁδὸν ἐπιτρέψαντος, πλέον δὲ τὸ ἀσφαλὲς αὑτῷ περιποιοῦντος καὶ καιρὸν τοῦ διαδρᾶναι προετοιμάζοντος. ἐπεὶ δὲ προϊόντες ἐνέτυχον ποίμναις, οἱ δὲ νομεύοντες ἀπέδρασαν καὶ πρὸς τὸ πυκνότερον τῆς ὕλης κατέδυσαν, κριόν τινα τῶν ἡγουμένων καταθύσαντες, ἐπί τε τοῦ πυρὸς ὃ προητοίμαστο τοῖς νομεῦσιν ἀφαυήναντες, ἐνεφοροῦντο τῶν κρεῶν, οὐδὲ τὴν ἀποχρῶσαν ὄπτησιν ἀναμείναντες, ἐπειγομένης ὑπὸ τοῦ λιμοῦ τῆς γαστρός. οἷον οὖν λύκοι τινὲς ἢ θῶες ἐλάφυσσον τὰ ἀεὶ τετμημένα καὶ πρὸς ὀλίγον τῷ πυρὶ μεμολυσμένα: τὰ δὲ ἡμίοπτα ταῖς παρειαῖς ἐν τῇ βρώσει τοῦ αἵματος ἀπέσταζεν. ὡς δὲ ἐνεφορήθησαν, γάλακτος ἐμπιόντες ὁδοῦ τῆς προκειμένης εἴχοντο. καὶ ἦν μὲν ὥρα περὶ βουλυτὸν ἤδη, ἐπεὶ δὲ λόφον τινὰ ἀνιόντων ὑπὸ τοῦτον εἶναι τὴν κώμην ἔφραζεν ὁ Θέρμουθις, οὗπερ τὸν Θύαμιν συνειλημμένον ἢ κατέχεσθαι ἢ καὶ ἀνῃρῆσθαι εἴκαζεν, διαφθορέναι οἱ τὴν γαστέρα πρὸς τῆς ἀδδηφαγίας ᾐτιᾶτο καὶ ῥυίσκεσθαι χαλεπῶς ἐκ τοῦ γάλακτος ἔλεγεν ὁ Κνήμων, προφθάνειν τε τὸν Θέρμουθιν παρεκελεύετο, αὐτὸς δὲ ἐπικαταλήψεσθαι. τοῦτο ποιῶν ἅπαξ μὲν καὶ αὖθις καὶ τρίτον ἐπαληθεύσας ὤφθη, καὶ καταλαμβάνειν χαλεπῶς ἔλεγεν:
- 2.20.1
ὡς δὲ εἰς ἔθος τὸν Αἰγύπτιον ἐνεβίβασεν, ἔλαθε τὸ τελευταῖον ἐναπομείνας, καὶ πρὸς τὰ χαλεπώτερα τοῦ δάσους κατὰ τοῦ πρανοῦς ἑαυτόν, ὡς εἶχε τάχους, ἐπαφεὶς διεδίδρασκε. καὶ ὃ μὲν ἐπειδὴ πρὸς ταῖς ἀκρωρείαις ἐγένετο τοῦ ὄρους, ἀνέπαυεν ἑαυτὸν ἐπί τινος πέτρας, ἑσπέραν τε καὶ νύκτα ἀναμένων, καθ̓ ἣν συνέκειτο αὐτοῖς ἥκουσιν εἰς τὴν κώμην τὰ περὶ τὸν Θύαμιν πολυπραγμονεῖν, καὶ ἅμα καὶ τὸν Κνήμωνα περισκοπῶν, εἴ πῄ ποτε ἐπέλθοι, βουλὴν εἰς αὐτὸν ποιούμενος ἀτοπωτέραν: οὐ γὰρ ἀνίη τὴν γνώμην τὸ εἰς αὐτὸν ὕποπτον ὡς ἀνελόντα τὴν Θίσβην, καὶ ὅπως ἂν καὶ ὁπότε διαχρήσαιτο ἐνενόει, ἐπιθέσθαι τε μετὰ τοῦτον καὶ τοῖς περὶ τὸν Θεαγένην ἐλύττα. ὡς δὲ ὁ Κνήμων ἐφαίνετο οὐδαμοῦ, τῆς δὲ νυκτὸς ἐγίνετο ἀωρί, πρὸς ὕπνον τραπεὶς ὁ Θέρμουθις χάλκεόν τινα καὶ πύματον ὕπνον εἵλκυσεν, ἀσπίδος δήγματι, μοιρῶν τάχα βουλήσει, πρὸς οὐκ ἀνάρμοστον τοῦ τρόπου τὸ τέλος καταστρέψας.
- 2.20.2
ὁ δὲ Κνήμων ἐπειδὴ τὴν ἀρχὴν ἀπέλιπε τὸν Θέρμουθιν, οὐ πρότερον ἀνέπνευσε τὴν φυγήν, ἕως τὸ νυκτὸς ἐπελθὸν κνέφας ἐπέδησεν αὐτῷ τὴν ὁρμήν, αὐτοῦ τε οὗ κατείληπτο ἑαυτὸν ἐγκρύψας, καὶ τῆς φυλλάδος ὅσον πλεῖστον ἠδύνατο ἐφ̓ ἑαυτὸν ἐφαμήσας. ὑφ̓ ᾗ κείμενος τὰ πολλὰ μὲν ἄυπνος ἐταλαιπωρεῖτο, πάντα καὶ κτύπον καὶ ἀνέμου ῥιπὴν καὶ φύλλου κίνησιν Θέρμουθιν ἡγούμενος: εἰ δέ που καὶ κατὰ μικρὸν ἐκνικηθείη πρὸς ὕπνον, φεύγειν ἐδόκει, καὶ θαμὰ πρὸς τὰ κατόπιν ὑπέστρεφε, καὶ περιεσκόπει τὸν οὐδαμοῦ διώκοντα. καὶ βουλόμενος καθεύδειν ἀπηύχετο τοῦθ̓ ὃ ἐβούλετο, χαλεπωτέροις ὀνείροις τῆς ἀληθείας ἐντυγχάνων. πρός τε τὴν νύκτα καὶ χαλεπαίνειν ἐῴκει, μακροτέραν τῶν ἄλλων ὑποτιθέμενος. ὡς δὲ ἡμέραν ἄσμενος εἶδε, πρῶτα μὲν ἀποτέμνει τῆς κόμης τὸ περιττότερον, καὶ ὅσον αὐτῆς εἰς τὸ λῃστρικώτερον εἶδος παρὰ τοῖς βουκόλοις ἤσκητο, τοῦ μὴ ἀποτρόπαιος ἢ ὕποπτος εἶναι τοῖς ἐντυγχάνουσι. βουκόλοι γὰρ ἄλλα τε πρὸς τὸ φοβερώτεροι φαίνεσθαι, καὶ δὴ καὶ τὴν κόμην εἰς ὀφρὺν ἕλκουσι καὶ σοβοῦσι τῶν ὤμων ἐπιβαίνουσαν, εὖ τοῦτο εἰδότες, ὡς κόμη τοὺς μὲν ἐρωτικοὺς ἱλαρωτέρους τοὺς δὲ λῃστρικοὺς φοβερωτέρους ἀποδείκνυσιν.
- 2.21.1
ἀποτεμὼν οὖν ὁ Κνήμων ὅσον εἰκὸς ἦν ἔλαττον κομᾶν τοῦ λῃστρικοῦ τὸν ἁβρότερον, ἐπὶ τὴν Χέμμιν τὴν κώμην, οὗ τῷ Θεαγένει συνετέτακτο, ἔσπευδεν. ἤδη δὲ αὐτῷ πλησιάζοντι τῷ Νείλῳ, καὶ πρὸς τὴν Χέμμιν περαιοῦσθαι μέλλοντι, πρεσβύτης τις ἀνὴρ ἐναλύων ταῖς ὄχθαις ἐφάνη, καὶ δόλιχόν τινα τῷ ῥείθρῳ πολλάκις ἄνω καὶ κάτω παραθέων, καὶ ὥσπερ τῷ ποταμῷ φροντίδων τινῶν κοινούμενος. ἡ κόμη πρὸς τὸ ἱερώτερον καθεῖτο καὶ ἀκριβῶς ἦν λευκή, τὸ γένειον λάσιον καὶ σεμνότερον βαθυνόμενον, στολὴ καὶ ἐσθὴς ἡ ἄλλη πρὸς τὸ ἑλληνικώτερον βλέπουσα. μικρὸν οὖν ἑαυτὸν ἐπιστήσας ὁ Κνήμων, ὡς ἀντιπαρέθει πολλάκις ὁ πρεσβύτης, οὐδὲ εἴ τις αὐτῷ πάρεστιν αἰσθάνεσθαι δοκῶν ʽοὕτως ἄρα ὅλος τῶν φροντισμάτων ἦν, καὶ πρὸς μόνην τὴν σκέψιν ὁ νοῦς ἐσχόλαζἐ, κατὰ πρόσωπον ὑπαντιάσας πρῶτα μὲν χαίρειν ἐκέλευε. τοῦ δὲ οὐ δύνασθαι φήσαντος, ἐπειδὴ μὴ οὕτω συμβαίνειν αὐτῷ παρὰ τῆς τύχης, θαυμάσας ὁ Κνήμων, Ἕλλην δέ, εἶπεν, ὁ ξένος, ἢ πόθεν; ὃ δέ, οὔτε Ἕλλην οὔτε ξένος, ἀλλ̓ ἐντεῦθεν Αἰγύπτιος. πόθεν οὖν ἑλληνίζεις τὴν στολήν; δυστυχήματα, ἔφη, τὸ λαμπρόν με τοῦτο σχῆμα μετημφίασε. τοῦ δὲ Κνήμωνος εἰ φαιδρύνεταί τις ἐπὶ συμφοραῖς θαυμάζοντος, καὶ ταῦτα μαθεῖν ἀξιοῦντος, Ἰλιόθεν με φέρεις, ἀπεκρίνατο ὁ πρεσβύτης, καὶ σμῆνος κακῶν καὶ τὸν ἐκ τούτων βόμβον ἄπειρον ἐπὶ σεαυτὸν κινεῖς. ἀλλὰ ποῖ δὴ πορεύῃ καὶ πόθεν ὦ νεανία; πῶς δὲ τὴν φωνὴν Ἕλλην ἐν Αἰγύπτῳ; γελοῖον, ἔφη ὁ Κνήμων: τῶν γὰρ κατὰ σεαυτὸν οὐδὲν ἐκδιδάξας, πρότερος καὶ ταῦτα ἐρωτηθείς, τῶν ἐμῶν γνῶσιν ἐπιζητεῖς. οὐκοῦν, ἦ δ̓ ὅς, ἐπειδὴ Ἕλληνι ἔοικας ἀνδρί, καί σέ τις, ὡς ἔοικε, μετασχηματίζει τύχη, καὶ πάντως τὰ ἡμέτερα ποθεῖς ἀκούειν, ὠδίνω δὲ καὶ αὐτὸς πρός τινα ἐξειπεῖν ʽεἶπον ἂν τάχα καὶ τοῖσδε τοῖς καλάμοις κατὰ τὸν μῦθον, εἰ μὴ σοὶ προσέτυχον̓, ὄχθας μὲν Νείλου τάσδε καὶ Νεῖλον ἀπολίπωμεν ʽοὐ γὰρ ἡδὺ μακροτέρων διηγημάτων ἀκροατήριον τόπος ἡλίου μεσημβρίᾳ φλεγόμενοσ̓, πρὸς δὲ τὴν κώμην ἣν ὁρᾷς ἀντικρὺ κειμένην ἴωμεν, εἰ μή σέ τι προυργιαίτερον ἀπασχολεῖ. ξενιῶ δέ δε οὐκ ἐν ἐμαυτοῦ, ἀλλ̓ ἐν ἀνδρὸς ἀγαθοῦ κἀμὲ ὡς ἱκέτην ὑποδεξαμένου, παῤ ᾧ γνώσῃ τε τἀμὰ βουλόμενος, ἀναθήσῃ δ̓ ἐν μέρει καὶ τὰ κατὰ σεαυτόν. ἴωμεν, ἔφη ὁ Κνήμων: καὶ γάρ μοι καὶ ἄλλως ἡ πρὸς τὴν κώμην ὁδὸς σπουδάζεται, ἀναμεῖναί τινας ἐν ταύτῃ τῶν ἐπιτηδείων συντεταγμένῳ.
- 2.22.1
σκάφους οὖν ἐπιβάντες ʽπολλὰ δὲ περὶ τὴν ὄχθην ἐσάλευον εἰς χρείαν τοῦ διαπορθμεύειν ἐπὶ μισθῷ παρεσκευασμένἀ περαιοῦνται πρὸς τὴν κώμην, εἴς τε τὴν καταγωγὴν ἀφικνοῦνται οὗ κατέλυεν ὁ πρεσβύτης. καὶ τὸν μὲν τοῦ οἴκου δεσπότην οὐ καταλαμβάνουσιν, ὑποδέχονται δὲ αὐτοὺς προθυμότατα θυγάτηρ τε τοῦ ἑστιάτορος ἤδη γάμου ὡραία, θεραπαινίδες τε ὅσαι κατὰ τὴν οἰκίαν, αἳ τὸν ξένον ἴσα καὶ πατέρα ἦγον, οὕτως, οἶμαι, πρὸς τοῦ κεκτημένου διατεταγμένον. καὶ ἣ μέν τις ἀπένιζε τὼ πόδε καὶ τῆς κόνεως ἠλευθέρου τὰ ὑπὸ κνήμην, ἣ δὲ ἐφρόντιζε τῆς εὐνῆς καὶ μαλθακὴν ηὐτρέπιζε τὴν κατάκλισιν: ἑτέρα κάλπην ἔφερε καὶ πῦρ ἀνέκαιε, καὶ ἄλλη τράπεζαν εἰσεφέρετο, ἄρτου τε πυρίνου καὶ ὡραίων παντοίων βρίθουσαν. ὃ δὴ καὶ Κνήμων θαυμάσας, ἀλλ̓ ἦ ξενίου Διός, ὡς ἔοικεν, εἰς αὐλὰς ἥκομεν, ὦ πάτερ: οὕτως ἀπροφάσιστος ἡ θεραπεία, καὶ πολὺ τὸ εὔνουν τῆς γνώμης ἐμφαίνουσα. οὐκ εἰς Διός, ἔφη, ἀλλ̓ εἰς ἀνδρὸς Δία τὸν ξένιον καὶ ἱκέσιον ἀκριβοῦντος. βίος γὰρ ὦ παῖ κἀκείνῳ πλάνος καὶ ἔμπορος, καὶ πολλαὶ μέν οἱ πόλεις πολλῶν δὲ ἀνθρώπων ἤθη τε καὶ νοῦς εἰς πεῖραν ἥκουσιν: ὅθεν, ὡς τὸ εἰκός, ἄλλους τε κἀμὲ οὐ πρὸ πολλῶν τῶνδε ἡμερῶν ἀλύοντα καὶ πλανώμενον ὁμωρόφιον ἐποιήσατο. καί τίς ἦν ἡ πλάνη, ὦ πάτερ, ἣν λέγεις; παίδων, ἔφη, πρὸς λῃστῶν ἀφαιρεθείς, καὶ τοὺς μὲν ἀδικοῦντας γινώσκων, ἐπαμῦναι δὲ οὐκ ἔχων, εἰλοῦμαι περὶ τὸν τόπον καὶ θρήνοις παραπέμπω τὸ πάθος, ὥσπερ οἶμαί τις ὄρνις, ὄφεως αὐτῆς τὴν καλιὰν πορθοῦντος ἐν ὀφθαλμοῖς τε τὴν γονὴν θοινωμένου, προσελθεῖν μὲν ὀκνεῖ, φεύγειν δὲ οὐ φέρει: πόθος γὰρ ἐν αὐτῇ καὶ πάθος ἀνταγωνίζεται: τετριγυῖα δὲ περιποτᾶται τὴν πολιορκίαν, εἰς ὦτα ἀνήμερα, καὶ οἷς ἔλεον οὐκ ἐγνώρισεν ἡ φύσις, ἀνήνυτον ἱκετηρίαν τὸν μητρῷον προσάγουσα θρῆνον. ἆρα οὖν ἄν ἐθέλοις, ἔφη ὁ Κνήμων, καὶ ὅπως καὶ πότε τὸν βαρὺν τοῦτον ὑπέστης πόλεμον ἐξειπεῖν; εἰσαῦθις, ἔφη: νῦν δὲ ὥρα καὶ τὴν γαστέρα θεραπεύειν, ἣν ἐς τάδε ἀποσκοπῶν Ὅμηρος, καὶ ὡς πάντα δεύτερα αὑτῆς ποιεῖται, θαυμασίως οὐλομένην ὠνόμασεν. ἀλλὰ πρῶτον ἡμῖν, ὡς νόμος Αἰγυπτίων σοφοῖς, ἐσπείσθω τὰ πρὸς τοὺς θεούς. οὐ γὰρ δή με καὶ τοῦτο ὑπερβῆναι πείσει: μὴ οὕτω ποτὲ πάθος ἰσχύσειεν ὡς μνήμην τὴν εἰς τὸ θεῖον ἐκπλῆξαι.
- 2.23.1
καὶ ταῦτα εἰπὼν ἀπέχει τῆς φιάλης ἄκρατον τὸ ὕδωρ ʽτοῦτο γὰρ ἔπινεν̓ καὶ σπένδωμεν ἔλεγε θεοῖς ἐγχωρίοις τε καὶ Ἑλληνίοις, καὶ αὐτῷ γε Ἀπόλλωνι Πυθίῳ καὶ προσέτι Θεαγένει καὶ Χαρικλείᾳ τοῖς καλοῖς τε καὶ ἀγαθοῖς, ἐπειδὴ καὶ τούτους εἰς θεοὺς ἀναγράφω. καὶ ἅμα ἐδάκρυσεν, ὥσπερ ἑτέραν αὐτοῖς σπονδὴν ἐπιφέρων τοὺς θρήνους. ἐπάγη πρὸς τὴν ἀκοὴν τῶν ὀνομάτων ὁ Κνήμων, ἄνω τε καὶ κάτω τὸν πρεσβύτην ἐπιθεωρήσας τί λέγεις ἔφη: παῖδές εἰσί σοι τῷ ὄντι Θεαγένης καὶ Χαρίκλεια; παῖδες, εἶπεν, ὦ ξένε, ἀμήτορες ἐμοὶ γεγονότες: τύχῃ γάρ μου θεοὶ τούτους ἀνέδειξαν, καὶ ἀπέτεκον αἱ ψυχῆς ὠδῖνες, καὶ φύσις ἡ διάθεσις ἐπ’ αὐτοῖς ἐνομίσθη, καὶ πατέρα με ἀπὸ ταύτης ἐκεῖνοι καὶ ἐνόμισαν καὶ ὠνόμασαν. ἀλλὰ σὺ δὴ πόθεν, εἰπέ μοι, τούτους ἐγνώρισας; οὐκ ἐγνώρισα μόνον, ἔφη ὁ Κνήμων, ἀλλὰ καὶ σώζεσθαί σοι αὐτοὺς εὐαγγελίζομαι. Ἄπολλον, ἔφη ἀναβοήσας, καὶ θεοί, καὶ ποῦ γῆς οὗτοι; δείκνυε: σωτῆρά σε καὶ θεοῖς ἰσοστάσιον ἡγήσομαι. μισθὸς δέ μοι τίς ἔσται; ἔφη. τὸ μὲν παρόν, ἦ δ̓ ὅς, εὐχαριστία. ξενίων δέ, οἶμαι, τὸ κάλλιστον ἀνδρὶ νοῦν ἔχοντι, καὶ οἶδα πολλοὺς ὡς θησαυρὸν τῇ ψυχῇ παραθεμένους τὸ δῶρον. εἰ δὲ καὶ τῆς ἐνεγκούσης ἐπιβαίημεν ʽἔσεσθαι δέ μοι τοῦτο οὐκ εἰς μακρὰν οἱ θεοὶ προσημαίνουσιν̓, ἀρύσῃ πλοῦτον ὅσον ἂν δύναιο πλεῖστον. μέλλοντα, εἶπε, καὶ ἄδηλα κατεγγυᾷς, ἐξὸν ἐκ τῶν παρόντων ἀμείβεσθαι. ἐπάγγελλε, εἴ τι παρὸν ὁρᾷς: ὡς ἕτοιμος ἐγὼ καὶ μέρος τι προέσθαι τοῦ σώματος. οὐδὲν δεῖ μέλος ἀκρωτηριάζειν, ἀλλ̓ ἅπαν ἔχειν ἡγήσομαι, εἰ τούτους ὁπόθεν εἰσὶν ἢ ἐκ τίνων φύντες, ἢ πῶς δεῦρο ἀφιγμένοι καὶ ποίαις κεχρημένοι τύχαις, βουληθείης ἐξαγορεύειν. ἕξεις, ἀπεκρίνατο, τὸν μισθὸν μέγαν τινὰ καὶ οὐχ οἷον ἄλλον, οὐδ̓ εἰ τὰ ἐξ ἀνθρώπων χρήματα αἰτῶν ἐτύγχανες. ἀλλὰ τὸ παρὸν τροφῆς ὀλίγον ἀπογευώμεθα: μακροτέρας γὰρ δεήσει σοί τε τῆς ἀκροάσεως ἐμοί τε τῆς ἀφηγήσεως.
- 2.23.2
ἐντραγόντες οὖν τῶν τε καρύων καὶ σύκων ἀρτιδρεπῶν τε φοινίκων καὶ ἄλλων δὴ τοιούτων, ἀφ̓ ὧν ἐξ ἔθους ὁ πρεσβύτης ἐσιτεῖτο ʽψυχῆς γὰρ διὰ βρῶσιν οὐδὲ ἓν ἀφῃρεῖτὀ, ἐπερρόφουν ὃ μὲν τοῦ ὕδατος ὃ δὲ καὶ οἶνον, ὁ Κνήμων. ὅς γε καὶ μικρὸν διαλιπών, ὁ Διόνυσος, εἶπεν, οἶσθα ὦ πάτερ ὡς χαίρει μύθοις καὶ κωμῳδίας φιλεῖ. κἀμὲ δὴ οὖν τὰ νῦν εἰσῳκισμένος ἀνίησι πρὸς τὴν ἀκρόασιν, τόν τε ἐπηγγελμένον πρὸς σοῦ μισθὸν ἀπαιτεῖν ἐπείγει. καὶ ὥρα σοι τὸ δρᾶμα καθάπερ ἐπὶ σκηνῆς τῷ λόγῳ διασκευάζειν.
- 2.23.3
ἀκούοις ἄν, ἔφη. ἀλλ̓ εἴθε γε καὶ τὸν χρηστὸν Ναυσικλέα παρεῖναι ἡμῖν συνέβαινεν, ὃν πολλάκις γε δἰ ὄχλου γινόμενον μυηθῆναι τὴν ἀφήγησιν ἄλλως ἄλλοτε διεκρουσάμην.
- 2.24.1
ποῦ δ̓ ἂν εἴη τὰ νῦν, ἠρώτα ὁ Κνήμων, ὡς τοὔνομα τοῦ Ναυσικλέους ἐπέγνω. ἐπ’ ἄγραν, ἔφη, πεπόρευται. τοῦ δὲ ὁποίαν πάλιν ἐρομένου, θηρίων, ἔφη, τῶν χαλεπωτάτων, οἳ καλοῦνται μὲν ἄνθρωποι καὶ βουκόλοι, λῃσταὶ δέ εἰσι τὸν βίον καὶ δυσάλωτοι παντάπασιν, ὅσα φωλεοῖς καὶ σήραγξι τῷ ἕλει χρώμενοι. ἐγκαλεῖ δὲ αὐτοῖς τίνα αἰτίαν; Ἀττικῆς, ἔφη, ἐρωμένης ἁρπαγήν, ἣν Θίσβην ἐκεῖνος ὠνόμαζε. φεῦ, εἶπεν ὁ Κνήμων, καὶ ἀθρόον ἐσιώπησεν ὥσπερ ἑαυτοῦ λαβόμενος. τοῦ δὲ πρεσβύτου τί πέπονθας ἐρομένου, πρὸς ἄλλα ὁ Κνήμων ἀπάγων, θαυμάζω, ἔφη, πῶς ἢ τίνι χειρὶ πεποιθὼς ἐνεθυμήθη τὴν ἔφοδον. καὶ ὅς, βασιλεῖ, ἔφη, ξένε, τῷ μεγάλῳ σατραπεύει τὴν Αἴγυπτον Ὀροονδάτης, οὗ κατὰ πρόσταγμα φρούραρχος Μιτράνης τήνδε κεκλήρωται τὴν κώμην. τοῦτον δὴ ὁ Ναυσικλῆς ἐπὶ χρήμασι μεγάλοις ἄγει σὺν ἵππῳ καὶ ἀσπίδι πολλῇ. χαλεπαίνει δὲ τὴν ἀφαίρεσιν τῆς Ἀττικῆς κόρης οὐχ ὡς ἐρωμένης μόνον καὶ μουσουργίαν ἀρίστης, ἀλλ̓ ὅτι αὐτὴν καὶ βασιλεῖ τῷ Αἰθιόπων ἀπάξειν ἔμελλεν, ὡς αὐτὸς ἔφασκε, γαμετῇ τῇ ἐκείνου συμπαίστριαν καὶ συνόμιλον τὰ Ἑλλήνων ἐσομένην. ὡς οὖν μεγάλων καὶ πολλῶν τῶν ἐπ’ αὐτῇ προσδοκωμένων χρημάτων ἐστερημένος, πᾶσαν ἐγείρει καὶ κινεῖ μηχανήν. ἐπέρρωσά τε καὶ αὐτὸς πρὸς τὴν πρᾶξιν, εἴ πῃ ἄρα καὶ τοὺς παῖδάς μοι περισώσειεν ἐνθυμούμενος. ὑπολαβὼν οὖν ὁ Κνήμων, ἅλις, ἔφη, βουκόλων καὶ σατραπῶν καὶ βασιλέων αὐτῶν: ἔλαθες γάρ με μικροῦ καὶ εἰς πέρας τῷ λόγῳ διαβιβάζων, ἐπεισόδιον δὴ τοῦτο, οὐδέν φασι πρὸς τὸν Διόνυσον, ἐπεισκυκλήσας: ὥστ̓ ἐπάναγε τὸν λόγον πρὸς τὴν ὑπόσχεσιν. εὕρηκα γάρ σε κατὰ τὸν Πρωτέα τὸν Φάριον, οὐ κατ̓ αὐτὸν τρεπόμενον εἰς ψευδομένην καὶ ῥέουσαν ὄψιν, ἀλλά με παραφέρειν πειρώμενον. μανθάνοις ἄν, ἔφη ὁ πρεσβύτης. διηγήσομαι δέ σοι τὰ ἐμαυτοῦ πρότερον ἐπιτεμών, οὐ σοφιστεύων, ὡς αὐτὸς οἴει, τὴν ἀφήγησιν, ἀλλ̓ εὔτακτόν σοι καὶ προσεχῆ τῶν ἑξῆς παρασκευάζων τὴν ἀκρόασιν.
- 2.24.2
ἐμοὶ πόλις Μέμφις, πατὴρ δὲ...καὶ ὄνομα Καλάσιρις, βίος δὲ νῦν νῦν μὲν ἀλήτης, πρότερον δὲ οὐ πάλαι προφήτης. ἐγένετό μοι καὶ γυνὴ νόμῳ τῆς πόλεως, καὶ ἀπεγένετο θεσμῷ τῆς φύσεως. ταύτης εἰς. τὴν ἑτέραν λῆξιν ἀναλυθείσης χρόνον μέν τινα διῆγον ἀπαθὴς κακῶν, ἐπὶ παισὶ δύο τοῖς ἐξ αὐτῆς ἁβρυνόμενος: οὐ πολλοῖς δὲ ὕστερον ἔτεσιν οὐρανίων φωστήρων εἱμαρμένη περίοδος τρέπει τὰ καθ̓ ἡμᾶς, καὶ ὄμμα Κρόνιον εἰς τὸν οἶκον ἐνέσκηψε, τὴν ἐπὶ τὸ χεῖρον ἐπάγον μεταβολήν, ἣν ἐμοὶ σοφία μὲν προέφηνε, διαδρᾶναι δὲ οὐκ ἔδωκε. τοὺς γὰρ μοιρῶν ἀτρέπτους ὅρους προϊδεῖν μὲν δυνατόν, ἐκφεύγειν δὲ οὐκ ἐφικτόν. κέρδος δὲ ὡς ἐν τοῖς τοιούτοις ἡ πρόγνωσις, ἀμβλύνουσα τοῦ δεινοῦ τὸ φλεγμαῖνον. συμφορᾶς γὰρ ὦ παῖ τὸ μὲν ἀπροσδόκητον ἀφόρητον, τὸ δὲ προεγνωσμένον οἰστότερον: τὸ μὲν γὰρ ἡ διάνοια φόβῳ προληφθεῖσα κατέπτηξε, τὸ δὲ ἡ συνήθεια τῷ λογισμῷ διῄτησε.
- 2.25.1
γίνεται δὲ περὶ ἐμὲ τοιόνδε. γύναιον Θρᾳκικὸν τὴν ὥραν ἀκμαῖον καὶ τὸ κάλλος δεύτερον μετὰ Χαρίκλειαν ἔχουσα, ὄνομα Ῥοδῶπις, οὐκ οἶδ̓ ὁπόθεν ἢ ὅπως κακῇ μοίρᾳ τῶν ἐγνωκότων ὁρμηθέν, ἐπεπόλαζε τὴν Αἴγυπτον, καὶ ἤδη καὶ εἰς τὴν Μέμφιν ἐκώμαζε, πολλῇ μὲν θεραπείᾳ πολλῷ δὲ πλούτῳ δορυφορουμένη, πᾶσι δ̓ ἀφροδισίοις θηράτροις ἐξησκημένη. οὐ γὰρ ἦν ἐντυχόντα μὴ ἡλωκέναι: οὕτως ἄφυκτόν τινα καὶ ἀπρόσμαχον ἑταιρίας σαγήνην ἐκ τῶν ὀφθαλμῶν ἐπεσύρετο. ἐφοίτα δὴ θαμὰ καὶ εἰς τὸν νεὼν τῆς Ἴσιδος, ἧς προεφήτευον, καὶ τὴν θεὸν συνεχῶς ἐθεράπευε θυσίαις τε καὶ ἀναθήμασι πολυταλάντοις. αἰσχύνομαι λέγειν, ἀλλ̓ εἰρήσεται: γίνεται δὴ κἀμοῦ κρείττων ὀφθεῖσα πολλάκις. ἐνίκα τὴν διὰ βίου μοι μελετηθεῖσαν ἐγκράτειαν, ἐπὶ πολύ τε τοῖς σώματος ὀφθαλμοῖς τοὺς τῆς ψυχῆς ἀντιστήσας, ἀπῆλθον τὸ τελευταῖον ἡττηθεὶς καὶ πάθος ἐρωτικὸν ἐπιφορτισάμενος. ἀρχὴν δὴ τῶν ἐσομένων καὶ προαγορευθέντων μοι πρὸς τοῦ θείου δυσχερῶν τὴν γυναῖκα φωράσας, καὶ συνεὶς ὡς τῶν πεπρωμένων ἐστὶν ὑπόκρισις καὶ ὡς ὁ τότε εἰληχὼς δαίμων οἱονεὶ προσωπεῖον αὐτὴν ὑπῆλθε, τὴν μὲν ἐκ παίδων μοι σύντροφον ἱερωσύνην ἔγνων μὴ καταισχῦναι, καὶ ἀντέσχον μηδὲ ἱερὰ καὶ τεμένη θεῶν βεβηλῶσαι: τῶν δὲ ἡμαρτημένων οὐκ ἔργῳ ʽμὴ γένοιτὀ ἀλλ̓ ἐφέσει μόνῃ τὴν ἁρμόζουσαν ἐπιβαλὼν ζημίαν, δικαστὴν ἐμαυτῷ τὸν λογισμὸν ἀναδείξας, φυγῇ κολάζω τὴν ἐπιθυμίαν, καὶ τῆς ἐνεγκούσης ὁ βαρυδαίμων ἐξῄειν, ὁμοῦ μὲν εἴκων ταῖς μοιρῶν ἀνάγκαις καὶ πράττειν ὅ τι καὶ βούλοιντο τὰ καθ̓ ἡμᾶς ἐπιτρέπων, ὁμοῦ δὲ τὴν ἀποτρόπαιον Ῥοδῶπιν ἀποφεύγων: ἐδεδίειν γάρ, ὦ ξένε, μὴ τοῦ τότε ἐπικρατοῦντος ἀστέρος ἐπιβρίσαντος καὶ πρὸς τὸ αἰσχρότερον τῶν ἔργων ἐκνικηθείην. ὃ δέ με πρὸ πάντων καὶ ἐπὶ πᾶσιν ἐξήλαυνεν, οἱ παῖδες ἦσαν, οὓς ἡ ἄρρητός μοι πολλάκις ἐκ θεῶν σοφία ξιφήρεις ἀλλήλοις συμπεσεῖσθαι προηγόρευε. περιγράφων οὖν τῶν ὀφθαλμῶν τὴν οὕτως ἀπηνῆ θέαν, ἣν ἐκτραπήσεσθαι καὶ τὸν ἥλιον εἰκάζω νέφος τῆς ἀκτῖνος προκαλυψάμενον, καὶ πατρῴαις ὄψεσι τὸν παίδων φόνον ἀθέατον χαριζόμενος, ἐξῴκιζον ἐμαυτὸν γῆς τε καὶ οἰκίας πατρῴας, τὴν μὲν ὁρμὴν οὐδενὶ φράσας, πρόφασιν δέ, ὡς εἰς Θήβας τὰς μεγάλας ἀνακομίζομαι, ποιησάμενος, ὡς ἂν θάτερον τῶν παίδων τὸν πρεσβύτερον θεασαίμην, ἐκεῖ παρὰ τῷ μητροπάτορι τότε διάγοντα. Θύαμις ἦν ὄνομα αὐτῷ, ὦ ξένε.
- 2.25.2
συνεστάλη πάλιν ὁ Κνήμων ὥσπερ τῷ ὀνόματι τοῦ Θυάμιδος βληθεὶς τὴν ἀκοήν. καὶ ὃ μὲν ἐκαρτέρησε σιωπῆσαι τῶν ἑξῆς ἕνεκεν, ὃ δὲ ἐπέραινε τὸν λόγον ὧδε.
- 2.25.3
παραλείπω τὴν ἐν μέσῳ πλάνην, ὦ νεανία: συντελεῖ γὰρ οὐδὲν εἰς τὴν παρὰ σοῦ ζήτησιν:
- 2.26.1
πυνθανόμενος δὲ εἶναί τινα Δελφοὺς Ἑλληνίδα πόλιν, ἱερὰν μὲν Ἀπόλλωνος, θεῶν δὲ τῶν ἄλλων τέμενος, ἀνδρῶν δὲ σοφῶν ἐργαστήριον, θορύβου δὲ δημώδους ἐκτὸς ἀνῳκισμένην, ἔστελλον εἰς ταύτην ἐμαυτόν, ἁρμόδιον τῷ προφητικῷ καταγώγιον τὴν ἱεροῖς καὶ τελεταῖς ἀνακειμένην ὁριζόμενος, διά τε τοῦ Κρισσαίου κόλπου τῇ Κίρρᾳ προσορμισθεὶς ἐκ νεὼς ἐπὶ τὴν πόλιν ἀνέθεον. ἐπεὶ δὲ ἐπέστην, ὀμφή με ὡς ἀληθῶς θεία προσέβαλεν αὐτόθεν, καὶ τά τε ἄλλα ἡ πόλις διαίτημα κρειττόνων ἔδοξε, καὶ οὐχ ἥκιστα τῇ φύσει τῆς περιοχῆς: οἷον γὰρ φρούριον ἀτεχνῶς καὶ αὐτοσχέδιος ἀκρόπολις ὁ Παρνασσὸς ἀπαιωρεῖται, πρὸ ποδῶν λαγόσι τὴν πόλιν ἐγκολπισάμενος.
- 2.26.2
ἄριστα, ἔφη, λέγεις, ὁ Κνήμων, καὶ ὡς ἄν τις ἐπιπνοίας ὡς ἀληθῶς Πυθικῆς ἐπῃσθημένος. τῇδε γάρ πῃ καὶ ὁ πατήρ μοι θέσεως ἔχειν τοὺς Δελφοὺς ἔφραζεν, ὅτε αὐτὸν ἱερομνήμονα ἡ πόλις Ἀθηναίων ἔστειλεν. Ἀθηναῖος ἄρα ἦσθα ὦ παῖ; ναὶ ἔφη. ὄνομα δὲ τίς; Κνήμων, ἀπεκρίνατο. τύχῃ τίνι κεχρημένος; εἰσαῦθις, ἔφη, ἀκούσῃ: νῦν δὲ ἔχου τῶν ἑξῆς.
- 2.26.3
ἕξομαι, ἔφη, καὶ ἐπανῄειν πρὸς τὴν πόλιν. ἐπαινέσας οὖν τῶν τε δρόμων καὶ ἀγορῶν καὶ κρηνῶν τὸ ἄστυ, καὶ Κασταλίαν αὐτήν, ἣν δὴ καὶ περιρραντήριον ἐποιησάμην, ἐπὶ τὸν νεὼν ἔσπευδον: καὶ γάρ με καὶ θροῦς τῶν πολλῶν ἀνεπτέρωσεν, ὥραν εἶναι κινεῖσθαι τὴν θεοπρόπον λέγοντες. ἐπεὶ δὲ εἰσελθὼν προσεκύνουν καί τι καὶ κατ̓ ἐμαυτὸν ηὐχόμην, ἀνεφθέγξατο ἡ Πυθία τοιάδε.
- 2.26.4
ἴχνος ἀειράμενος ἀπ̓ ἐυστάχυος παρὰ Νείλου, φεύγεις μοιράων νήματ̓ ἐρισθενέων. τέτλαθι: σοὶ γὰρ ἐγὼ κυαναύλακος Αἰγύπτοιο αἶψα πέδον δώσω. νῦν δ̓ ἐμὸς ἔσσο φίλος.
- 2.27.1
ταῦτα ὡς ἐθέσπισεν, ἐγὼ μὲν ἐμαυτὸν ἐπὶ πρόσωπον τοῖς βωμοῖς ἐπιβαλὼν ἵλεων εἶναι τὰ πάντα ἱκέτευον, ὁ δὲ πολὺς τῶν περιεστώτων ὅμιλος ἀνευφήμησαν τὸν θεὸν τῆς ἐπ’ ἐμοὶ παρὰ τὴν πρώτην ἔντευξιν προφητείας, ἐμὲ δὲ ἐμακάριζον καὶ περιεῖπον τὸ ἐντεῦθεν παντοίως, φίλον ἥκειν με τῷ θεῷ μετὰ Λυκοῦργόν τινα Σπαρτιάτην λέγοντες. καὶ ἐνοικεῖν τε βουλόμενον τῷ τεμένει τοῦ νεὼ συνεχώρουν, καὶ σιτηρέσιον ἐκ τοῦ δημοσίου παρέχειν ἐψηφίσαντο, καὶ συνελόντι λέγειν ἀγαθῶν ἀπέλιπεν οὐδέν. ἢ γὰρ πρὸς ἱεροῖς ἦν, ἦν, ἢ πρὸς θυσίαις ἐξηταζόμην, ἃς πολλὰς καὶ παντοίας ἀνὰ πᾶσαν ἡμέραν ξένος τε καὶ ἐγχώριος λεὼς τῷ θεῷ χαριζόμενοι δρῶσιν, ἢ φιλοσοφοῦσι διελεγόμην. οὐκ ὀλίγος δὲ ὁ τοιοῦτος βίος συρρεῖ περὶ τὸν νεὼν τοῦ Πυθίου, καὶ μουσεῖόν ἐστιν ἀτεχνῶς ἡ πόλις ὑπὸ μουσηγέτῃ θεῷ φοιβαζομένη.
- 2.27.2
τὸν μὲν δὴ πρότερον χρόνον ἄλλοτε περὶ ἄλλων ἡμῖν αἱ ζητήσεις ἀνεκινοῦντο, καὶ ὃ μέν τις ὅπως τοὺς ἐγχωρίους οἱ Αἰγύπτιοι σέβομεν θεοὺς ἀνηρώτα, ὃ δέ, δἰ ἣν αἰτίαν ἄλλα παῤ ἄλλοις τῶν ζώων ἐκθειάζεται, καὶ τίς ὁ περὶ ἑκάστου λόγος, ἐπυνθάνετο. ἄλλος πυραμίδων κατασκευήν, ἕτερος συρίγγων πλάνην. καὶ συνελόντι τῶν κατ̓. Αἴγυπτον ἓν οὐδὲν ἀπελίμπανον ἱστοροῦντες: Αἰγύπτιον γὰρ ἄκουσμα καὶ διήγημα πᾶν Ἑλληνικῆς ἀκοῆς ἐπαγωγότατον.
- 2.28.1
τέλος δέ ποτε καὶ περὶ τοῦ Νείλου, καὶ τίνες μὲν αὐτῷ αἱ πηγαί, τίς δὲ ἡ παρὰ τοὺς ἄλλους ποταμοὺς ἰδιάζουσα φύσις, καὶ ὁπόθεν τὴν θερινὴν ὥραν μόνος τῶν πάντων πλημυρεῖ, πεῦσίν τις ἐμοὶ προσῆγε τῶν ἀστειοτέρων. ἐμοῦ δὲ ἅπερ ἐγίνωσκον εἰπόντος, καὶ ὅσα περὶ τοῦ ποταμοῦ τούτου βίβλοις ἱεραῖς ἀναγεγραμμένα μόνοις τοῖς προφητικοῖς καὶ γινώσκειν καὶ ἀναγινώσκειν ἔξεστι, καὶ διελθόντος ὡς τὰς μὲν ἀρχὰς ἐκ τῶν ἄκρων μὲν τῆς Αἰθιοπίας ἐσχάτων δὲ τῆς Λιβύης λαμβάνει, καθ̓ ὃ μέρος τὸ κλίμα τὸ ἀνατολικὸν ἀπολῆγον ἀρχὴν τῇ μεσημβρίᾳ δίδωσιν, αὔξεται δὲ κατὰ τὴν θερινὴν ὥραν οὐχ ὥς τινες ᾠήθησαν, πρὸς τῶν ἐτησίων ἀντικρὺ πνεόντων ἀνακοπτόμενος, ἀλλ̓ αὐτῶν δὴ τούτων τῶν ἀνέμων κατὰ τροπὴν τὴν θερινὴν ἀπὸ τῶν ἀρκτῴων ἐπὶ τὴν μεσημβρίαν πᾶν νέφος ἐλαυνόντων τε καὶ ὠθούντων, ἕως ἐπὶ τὴν διακεκαυμένην ζώνην συναράξωσι, καθ̓ ἣν τῆς πρόσω φορᾶς ἀνακόπτονται, δἰ ὑπερβολὴν τοῦ περὶ τὰ μέρη πυρώδους πάσης τῆς πρότερον καὶ κατὰ μικρὸν ἀθροισθείσης καὶ παχυνθείσης νοτίδος ἐξατμιζομένης. κἀκ τούτου λάβρων ὑετῶν ῥηγνυμένων ὀργᾷ τε ὁ Νεῖλος καὶ ποταμὸς εἶναι οὐκ ἀνέχεται, ἀλλὰ κατεξανίσταται τῆς ὄχθης, καὶ θαλασσώσας τὴν Αἴγυπτον τῇ παρόδῳ γεωργεῖ τὰς ἀρούρας. διὸ πιεῖν τέ ἐστι γλυκύτατος ἅτε ἐξ ὄμβρων οὐρανίων χορηγούμενος, καὶ θιγεῖν προσηνέστατος, οὐκέτι μὲν θερμὸς ὡς ὅθεν ἤρξατο, ἔτι δὲ χλιαρὸς ὡς ἐκεῖθεν ἀρξάμενος. δἰ ἣν αἰτίαν καὶ μόνος ποταμῶν αὔρας οὐκ ἀναδίδωσι, πάντως ἄν, ὡς τὸ εἰκός, ἀναδούς, εἰ, καθώς τινες ἐβουλήθησαν, ὡς πυνθάνομαι, τῶν παῤ Ἕλλησιν εὐδοκίμων, χιόνος τηκομένης τὸ πλήρωμα ἐλάμβανε.
- 2.29.1
ταῦτά μου καὶ τὰ τοιαῦτα διεξιόντος, ὁ ἱερεὺς τοῦ Πυθίου γνώριμος ἐμοὶ γεγονὼς ἐς τὰ μάλιστα ʽΧαρικλῆς ὄνομα ἦν αὐτᾦ, θαυμασίως, ἔφη, λέγεις, καὶ ταύτῃ τῇ γνώμῃ τίθεμαι καὶ αὐτός, οὕτω καὶ παρὰ τῶν ἐν Καταδούποις ἱερέων τοῦ Νείλου πυθόμενος. κἀγὼ πρὸς αὐτόν, ὦ Χαρίκλεις, ἔφην, ἦλθες γὰρ κἀκεῖσε; ἦλθον, εἶπεν, ὦ σοφὲ Καλάσιρι. τί δέ σε χρέος ἤγαγε; πάλιν ἠρώτων. ὃ δέ, δυσπραξία τῶν κατὰ τὴν οἰκίαν, ἀπεκρίνατο, ἣ δή μοι καὶ εὐπραξίας αἰτία γέγονεν. ἐμοῦ δὲ τὸ παράδοξον θαυμάσαντος, οὐ θαυμάσῃ, ἔφη, τὸ πρᾶγμα, ὡς γέγονεν εἰ πύθοιο. πεύσῃ δὲ ὅταν σοι βουλομένῳ γένηται. οὐκοῦν ὥρα σοι λέγειν, ἦν δ̓ ἐγώ: νῦν γὰρ βούλομαι. μάνθανε, εἶπεν ὁ Χαρικλῆς τοὺς πολλοὺς μεταστησάμενος: καὶ γάρ σε καὶ διά τι χρήσιμον ἐμὸν ἀκροατὴν γενέσθαι τῶν συμβεβηκότων πάλαι ἐβουλόμην.
- 2.29.2
ἐμοὶ γήμαντι παιδία οὐκ ἐγίνετο. ὀψὲ δέ ποτε καὶ βραδὺ τῆς ἡλικίας, πολλὰ τὸν θεὸν ἱκετεύων θυγατρίου πατὴρ ἀνηγορεύθην, οὐκ ἐπ’ αἰσίοις ἔσεσθαί μοι ταύτην τοῦ θεοῦ προαγορεύσαντος. ἦλθε καὶ εἰς ὥραν γάμου, καὶ ἐξεδόμην τῶν μνηστευομένων ʽπολλοὶ δὲ ἦσαν̓ τῷ παῤ ἐμοὶ κριθέντι καλλίστῳ. καὶ καθ̓ ἣν νύκτα συγκατεκλείσθη τῷ γήμαντι, κατ̓ αὐτὴν ἡ δυστυχὴς ἐτελεύτα, σκηπτοῦ τινὸς ἢ χειροποιήτου πυρὸς τοῖς θαλάμοις ἐμπεσόντος. καὶ τὸν ὑμέναιον ᾀδόμενον ἔτι διεδέχετο θρῆνος, καὶ ἀπὸ τῶν παστάδων ἐπὶ τὸ μνῆμα παρεπέμπετο: καὶ δᾷδες αἱ τὸ γαμήλιον ἐκλάμψασαι φῶς, αὗται καὶ τὴν ἐπικήδειον πυρκαϊὰν ἐξῆπτον. ἐπετραγῴδει τούτῳ τῷ δράματι καὶ ἕτερον πάθος ὁ δαίμων, καὶ τὴν μητέρα μοι τῆς παιδὸς ἀφαιρεῖται τοῖς θρήνοις ἐγκαρτερήσασαν. τὸ δὲ θεήλατον τοῦ κακοῦ μὴ φέρων, ἐμαυτὸν μὲν οὐκ ἐξάγω τοῦ βίου, τοῖς θεολογοῦσιν ὡς ἀθέμιτον τὸ πρᾶγμα πειθόμενος, ὑπεξάγω δὲ τῆς ἐνεγκούσης καὶ τὴν ἐρημίαν τῆς οἰκίας ἀποδιδράσκω: μέγα γάρ τι εἰς λήθην κακῶν ἡ δἰ ὀφθαλμῶν τῆς ψυχῆς ὑπόμνησις ἀμαυρουμένη. καὶ πολλοῖς ἐμπλανηθεὶς τόποις, ἦλθον δὴ καὶ εἰς τὴν σὴν Αἴγυπτον καὶ Καταδούπους αὐτούς, καθ̓ ἱστορίαν τῶν καταρρακτῶν τοῦ Νείλου.
- 2.30.1
τῆς μὲν οὖν ἐκεῖσε ἀφίξεως ἔχεις τὸν ἀπολογισμόν, ὦ φίλος: ἣν δέ σε βούλομαι παρενθήκην γνῶναι τοῦ διηγήματος, μᾶλλον δέ, ἀληθέστερον εἰπεῖν, αὐτὸ δὴ τὸ κεφάλαιον, ἀλύοντί μοι κατὰ τὴν πόλιν καὶ διατιθεμένῳ τὴν σχολὴν καί τινα τῶν παῤ Ἕλλησι σπανίων ὠνουμένῳ ʽἤδη γάρ μοι τῆς λίαν ἀλγηδόνος τῷ χρόνῳ πεττομένης ἡ πρὸς τὴν ἐνεγκοῦσαν ἐπάνοδος ἐσπουδάζετὀ ἀνήρ τις πρόσεισι, τὰ μὲν ἄλλα σεμνὸς ἰδεῖν καὶ ἀγχίνοιαν ἀπὸ τοῦ βλέμματος ἐμφανίζων, ἄρτι μὲν τὸν ἔφηβον παραλλάξας, τὴν χροιὰν δὲ ἀκριβῶς μέλας. καί με ἠσπάζετο, καί τι βούλεσθαι ἰδίᾳ φράζειν ἔλεγεν, ἑλληνίζων οὐ βεβαίως. ἐμοῦ δὲ ἑτοίμως ὑπακούσαντος, εἴς τινα νεὼν παρακείμενον εἰσαγαγών, φύλλα τινά σε καὶ ῥίζας, ἔφη, τῶν Ἰνδικῶν καὶ Αἰθιοπικῶν καὶ Αἰγυπτίων ὠνούμενον ἑώρακα. εἰ δὴ οὖν ἀκραιφνῆ ταῦτα καὶ δόλον παντὸς ἐκτὸς ὠνεῖσθαι βουληθείης, ἕτοιμος παρέχειν. βούλομαι, ἔφην, καὶ δείκνυε. ὃ δέ, ὄψει μέν, εἶπεν, ὅπως δὲ μὴ μικρολόγος ἔσῃ περὶ τὴν ἀγοράν. σαυτὸν παρεγγύα, ἔφην, μὴ βαρύτιμον εἶναι περὶ τὴν διάπρασιν. καὶ ὃς ὑπὸ μάλης τι βαλαντίδιον ἔχων, προκομίσας ἐπεδείκνυ λίθων πολυτίμων ὑπερφυές τι χρῆμα: μαργαρίδες τε γὰρ ἐνῆσαν εἰς καρύου μικροῦ μέγεθος, εἰς κύκλον τε ἀκριβῶς ἀπαρτιζόμεναι καὶ λευκότητι πλεῖστον ἀγλαιζόμεναι, σμάραγδοί τε καὶ ὑάκινθοι, αἳ μὲν οἷα λήιον ἠρινὸν χλοάζουσαι, ἐλαιώδους αὐτάς τινος λειότητος ὑπαυγαζούσης, αἳ δὲ ἀπεμιμοῦντο χροιὰν ἀκτῆς θαλαττίας ὑπ’ ἀγχιβαθεῖ σκοπέλῳ μικρὸν ὑποφριττούσης καὶ τὸ ὑποκείμενον ἰαζούσης: καὶ ἁπλῶς συμμιγής τις ἦν πάντων καὶ ποικίλη μαρμαρυγή, τὸν ὀφθαλμὸν εὐφραίνουσα. ἅπερ ὡς εἶδον, ἄλλους, ἔφην, ὥρα σοι ξένε τῶνδε ἐπιζητεῖν ὠνητάς, ὡς ἔγωγε καὶ ἡ κατ̓ ἐμὲ περιουσία σχολῇ γοῦν, εἰ καὶ ἑνὸς εἴη τῶν ὁρωμένων ἰσοστάσιος. ἀλλ̓ εἰ καὶ μὴ πρίασθαι δυνατός, εἶπε, δῶρόν γε λαμβάνειν οὐκ ἀδύνατος. ἐγὼ μὲν οὐκ ἀνίκανος, ἔφην, δῶρόν γε λαμβάνειν: σὺ δ̓ οὐκ οἶδ̓ ὅ τι βουλόμενος παίζεις ἡμᾶς. οὐ παίζω, εἶπεν, ἀλλὰ καὶ σφόδρα σπουδάζω, καὶ ἐπόμνυμί γε τὸν ἱδρυμένον ἐνθάδε θεὸν ἅπαντα δώσειν, εἰ πρὸς τούτοις καὶ ἕτερον δῶρον ὑποδέξασθαι βουληθείης, πολὺ τούτων ἐριτιμότερον. ἐγέλων πρὸς ταῦτα. τοῦ δὲ τὴν αἰτίαν πυνθανομένου, ὅτι γελοῖον, ἔφην, εἶ τηλικαῦτα δῶρα καθυπισχνούμενος προσέτι καὶ μισθὸν ἐπαγγέλλῃ πολὺ τῶν δώρων αὐτῶν ὑπερφέροντα. πίστευε, εἶπεν: ἀλλ̓ ἐπόμνυε καὶ αὐτὸς ἦ μὴν ἄριστα χρήσασθαι τῷ δώρῳ, καὶ ὡς ἂν αὐτὸς ὑφηγήσωμαι. ἐθαύμαζον μὲν ἀπορῶν, ἐπώμνυον δὲ τηλικαῦτα ἐλπίζων. ἐπειδὴ δέ μοι ὀμώμοστο ὡς ἐκεῖνος ἐπέσκηπτεν, ἄγει με παῤ αὑτόν, καὶ δείκνυσι κόρην, ἀμήχανόν τι καὶ δαιμόνιον κάλλος, ἣν αὐτὸς μὲν ἑπταετῆ γεγονέναι ἔλεγεν, ἐμοὶ δὲ καὶ ὥρᾳ γάμου πλησιάζειν ἐῴκει: οὕτως ἄρα κάλλους ὑπερβολὴ καὶ εἰς μεγέθους ἔμφασιν φέρει προσθήκην. κἀγὼ μὲν ἀχανὴς εἱστήκειν ἀγνοίᾳ τε τῶν γινομένων καὶ ἀκορέστῳ θέᾳ τῶν ὁρωμένων,
- 2.31.1
ὃ δὲ ἄρχεται λόγων τοιῶνδε.
- 2.31.2
ταύτην ἣν ὁρᾷς, ξένε, φησίν, ἡ μὲν τεκοῦσα, δἰ αἰτίαν ἣν γνώσῃ μικρὸν ὕστερον, ἐν σπαργάνοις ἐξέθετο, τύχης ἀμφιβολίᾳ τὰ κατ̓ αὐτὴν ἐπιτρέψασα, ἐγὼ δὲ προστυχὼν ἀνειλόμην: οὐδὲ γὰρ ἦν μοι θεμιτὸν ἐν κινδύνῳ ψυχὴν ἅπαξ ἐνανθρωπήσασαν παριδεῖν. ἓν γὰρ καὶ τοῦτο παράγγελμα τῶν γυμνῶν παῤ ἡμῖν σοφῶν, ὧν ἀκουστὴς εἶναι χρόνοις ὀλίγοις πρόσθεν ἠξίωμαι. καὶ ἄλλως καὶ τὸ παιδίον αὐτόθεν μέγα τι καὶ θεῖον τῶν ὀφθαλμῶν ἐξέλαμπεν: οὕτω μοι περισκοποῦντι γοργόν τε καὶ ἐπαγωγὸν ἐνεῖδε. συνεξέκειτο δὲ αὐτῷ καὶ λίθων ὅρμος, ὃν ἀρτίως ἐπεδείκνυον, καὶ ταινία τις ἀπὸ σηρικοῦ νήματος ἐξυφασμένη, γράμμασιν ἐγχωρίοις καὶ διηγήματι τῶν κατὰ τὴν παῖδα κατάστικτος, τῆς μητρός, οἶμαι, σύμβολα ταῦτα καὶ γνωρίσματα τῇ κόρῃ προμηθευσαμένης. ἅπερ ὡς ἀνέγνων, πόθεν τέ ἐστι καὶ τίνος ἔγνων, εἰς ἀγρόν τε κομίζω πόρρω τῆς πόλεως ἀπῳκισμένον, καὶ ποιμέσιν ἐμαυτοῦ τρέφειν παραδούς, μηδενί τε φράζειν ἐπαπειλήσας, τὰ συνεκτεθέντα κατεῖχον, τοῦ μή τινα ἐπιβουλὴν γενέσθαι δἰ αὐτὰ τῇ κόρῃ. τὰ μὲν οὖν πρῶτα οὕτως ἐλάνθανεν: ἐπεὶ δὲ τοῦ χρόνου προϊόντος ἡ τῆς κόρης ἀκμὴ καὶ μείζονος ὥρας ἐφαντάζετο τοῦ εἰωθότος ʽτὸ κάλλος δ̓ οὐδ̓ ἂν ὑπὸ γῆν κρυπτόμενον ἔλαθεν, ἀλλά μοι δοκεῖ κἂν ἐκεῖθεν διεκλάμψαἰ, δείσας μὴ φωτισθείη τὰ κατ̓ αὐτήν, καὶ ἀπόλοιτο μὲν αὐτή, παραπολαύσω δέ τινος καὶ αὐτὸς ἀηδοῦς, ἐκπεμφθῆναι πρεσβευτὴς παρὰ τὸν Αἰγύπτου σατράπην ἐπραγματευσάμην. καὶ ἥκω ταύτην συνεπαγόμενος, διαθέσθαι τὰ κατ̓ αὐτὴν ἐνθυμούμενος. καὶ τῷ μὲν ὅσον οὐδέπω περὶ ὧν ἥκω διαλεχθήσομαι ʽχρηματίσαι γὰρ ἡμῖν τήμερον ἐπηγγείλατὀ, σοὶ δὲ καὶ θεοῖς τοῖς οὕτως ἐπιτρέψασιν ἐγχειρίζω τὴν κόρην ἐπὶ συνθήκαις ταῖς ἐνωμότως ἡμῖν γενομέναις, ἦ μὴν ἐλευθέραν ταύτην ἕξειν καὶ ἐλευθέρῳ πρὸς γάμον ἐκδώσειν, ἐπιδώσειν δὲ τὴν ταινίαν ταύτην, ἣν δὴ καὶ αὐτὸς κομίζῃ παῤ ἡμῶν, μᾶλλον δὲ τῆς ἐκθεμένης μητρός. πιστεύω δέ σε πάντα ἐμπεδώσειν τὰ ὡμιλημένα, τοῖς τε ὅρκοις ἀποθαρσῶν, καὶ τὸν σὸν τρόπον ἐκ πολλῶν τῶν ἡμερῶν ὧν ἐνθάδε διάγεις Ἑλληνικὸν ὄντα τῷ ὄντι περιειργασμένος.
- 2.32.1
ταῦτά σοι νῦν εἶχον λέγειν ἐπιτετμημένως, καλούσης με τῆς κατὰ τὴν πρεσβείαν χρείας. τὰ σαφέστερα δὲ καὶ ἀκριβέστερα τῶν κατὰ τὴν κόρην εἰς αὔριον μυηθήσῃ, περὶ τὸν νεὼν τῆς Ἴσιδος ἐντυχών.
- 2.32.2
ἐποίουν οὕτως, καὶ παραλαβὼν τὴν κόρην ἦγον ἐπικαλύψας ὡς ἐμαυτόν. κἀκείνην μὲν τὴν ἡμέραν εἶχον ἐν θεραπείᾳ, πολλὰ φιλοφρονούμενος καὶ πολλὴν τοῖς θεοῖς ὁμολογῶν χάριν, αὐτόθεν τε ἐμαυτοῦ θυγατέρα καὶ ἐνόμιζον καὶ ὠνόμαζον: εἰς δὲ τὴν ὑστεραίαν ἅμα ἡμέρᾳ λίαν ἐσπουδασμένως ἐπὶ τὸν νεὼν τῆς Ἴσιδος, οὗπερ συνετέτακτό μοι πρὸς τὸν ξένον, ὥρμησα. καὶ πλεῖστα ἐμπεριπατήσας, ἐπειδήπερ ἐφαίνετο οὐδαμοῦ, παραγενόμενος εἰς τὰ σατραπεῖα, τὸν πρεσβευτὴν τῶν Αἰθιόπων εἴ τις ἑώρα, ἐπυνθανόμην. καί μοί τις ἀπήγγελλεν ὡς ἐξώρμησε, μᾶλλον δὲ ἐξελήλαται, πρὸ ἡλίου δυσμῶν εἰ μὴ τῶν ὅρων ἐκτὸς γένοιτο, θάνατον αὐτῷ τοῦ σατράπου διαπειλήσαντος. ἐμοῦ δὲ ἐρομένου τὴν αἰτίαν, ὅτι, ἔφη ὁ ἀπαγγέλλων, ἐπέταττεν ἀπέχεσθαι τῶν σμαραγδείων μετάλλων ὡς Αἰθιοπίᾳ προσηκόντων. ὑπέστρεφον ἀνιαρῶς ἄγαν διατεθείς, καὶ ὥσπερ οἱ βαρεῖάν τινα πληγὴν εἰληφότες, ὅτι δή μοι γνῶναι μὴ ἐξεγένετο τὰ κατὰ τὴν κόρην, τίς ἢ πόθεν ἢ τίνων.
- 2.32.3
μὴ θαυμάσῃς, εἶπεν ὁ Κνήμων: ἀσχάλλω γὰρ καὶ αὐτὸς οὐκ ἀκούσας. ἀλλ̓ ἴσως ἀκούσομαι. ἀκούσῃ,
- 2.33.1
ἔφη ὁ Καλάσιρις: νυνὶ δὲ ἅπερ ἑξῆς ἐπέραινεν ὁ Χαρικλῆς, εἰρήσεται. ἐπειδὴ γάρ, φησίν, εἰς τὸ δωμάτιον ἦλθον, ὑπαντᾷ τέ μοι ἡ παῖς, καὶ ἔλεγε μὲν οὐδέν, οὔπω τῆς Ἑλλάδος συνιεῖσα φωνῆς, ἀπὸ δὲ τῆς χειρὸς ἠσπάζετο, καί με πρὸς τὸ φαιδρότερον ὀφθεῖσα μόνον ἀνίησιν. ἐθαύμαζόν τε ὅτι, καθάπερ οἱ ἀγαθοὶ καὶ εὐγενεῖς τῶν σκυλάκων πάντα τινὰ καὶ ἐπ’ ὀλίγον ὀλίγον ἐγνωσμένον σαίνουσιν, οὕτω κἀκείνη τῆς ἐμῆς περὶ αὐτὴν εὐνοίας ὀξέως ᾔσθετο καὶ ὡς πατέρα περιεῖπεν. ἔγνων οὖν μὴ ἐνδιατρίβειν τοῖς Καταδούποις, μὴ δή τις καὶ δαίμονος βασκανία τῆς δευτέρας με θυγατρὸς στερήσειε, καὶ διὰ τοῦ Νείλου κατάρας ἐπὶ θάλατταν ἐπιτυχών τε νεὼς ἀνηγόμην τὴν ἐπ’ οἴκου. καὶ ἔστι νῦν ἡ παῖς ἐνταῦθα σὺν ἐμοί, παῖς μὲν οὖσα ἐμὴ καὶ ὄνομα τοὐμὸν ὀνομαζομένη: σαλεύω γὰρ ἐπ’ αὐτῇ τὸν βίον. καὶ ἔστι τὰ μὲν ἄλλα καὶ εὐχῆς κρείττων: οὕτω τάχιστα μὲν τὴν Ἑλλάδα γλῶτταν εἵλκυσε, τάχιστα δὲ εἰς ἀκμὴν καθάπερ ἔρνος τι τῶν εὐθαλῶν ἀνέδραμεν. ὡραιότητι δὲ σώματος οὕτω δή τοι τὰς πάσας ὑπερβέβληκεν ὥστε πᾶς ὀφθαλμὸς Ἑλληνικός τε καὶ ξένος ἐπ’ αὐτὴν φέρεται, καὶ ὁπουδὴ φαινομένη ναῶν ἢ δρόμων ἢ ἀγορῶν, καθάπερ ἀρχέτυπον ἄγαλμα πᾶσαν ὄψιν καὶ διάνοιαν ἐφ̓ ἑαυτὴν ἐπιστρέφει. ἀλλ̓ αὕτη τοιαύτη τις οὖσα λυπεῖ με λύπην ἀνίατον. ἀπηγόρευται παῤ αὐτῇ γάμος, καὶ παρθενεύειν τὸν πάντα βίον διατείνεται, καὶ τῇ Ἀρτέμιδι ζάκορον ἑαυτὴν ἐπιδοῦσα θήραις τὰ πολλὰ σχολάζει καὶ ἀσκεῖ τοξείαν. ἐμοὶ δέ ἐστιν ὁ βίος ἀφόρητος, ἐλπίσαντι μὲν ἀδελφῆς ἐμαυτοῦ παιδὶ ταύτην ἐκδώσειν, καὶ μάλα γε ἀστείῳ καὶ χαρίεντι λόγον τε καὶ ἦθος νεανίσκῳ, ἀποτυγχάνοντι δὲ διὰ τὴν ταύτης ἀπηνῆ κρίσιν. οὔτε γὰρ θεραπεύων οὔτε ἐπαγγελλόμενος οὔτε λογισμοὺς ἀνακινῶν πεῖσαι δεδύνημαι, ἀλλὰ τὸ χαλεπώτατον, τοῖς ἐμοῖς, τὸ τοῦ λόγου, κατ̓ ἐμοῦ κέχρηται πτεροῖς, καὶ τὴν ἐκ λόγων πολυπειρίαν, ἣν ποικίλην ἐδιδαξάμην πρὸς κατασκευὴν τοῦ τὸν ἄριστον ᾑρῆσθαι βίον, ἐπανατείνεται, ἐκθειάζουσα μὲν παρθενίαν καὶ ἐγγὺς ἀθανάτων ἀποφαίνουσα, ἄχραντον καὶ ἀκήρατον καὶ ἀδιάφθορον ὀνομάζουσα, ἔρωτας δὲ καὶ Ἀφροδίτην καὶ πάντα γαμήλιον θίασον ἀποσκορακίζουσα. πρὸς ταῦτα δή σε βοηθὸν ἐπικαλοῦμαι, καὶ διὰ τοῦτο καιροῦ λαβόμενος καὶ ἀφορμῆς τῆς ἐκ ταὐτομάτου πως ἐνδοθείσης, μακροτέρου πρὸς σὲ τοῦ διηγήματος ἐδεήθην. καὶ δὸς τὴν χάριν, ὦ γαθὲ Καλάσιρι. σοφίαν τινὰ καὶ ἴυγγα κίνησον ἐπ’ αὐτὴν Αἰγυπτίαν. πεῖσον ἢ λόγοις ἢ ἔργοις γνωρίσαι τὴν ἑαυτῆς φύσιν, καὶ ὅτι γυνὴ γέγονεν εἰδέναι. βουλομένῳ δέ σοι τὸ πρᾶγμα ῥᾴδιον. οὔτε γὰρ ἀπρόσμικτος ἐκείνη πρὸς τοὺς λόγους τῶν ἀνδρῶν, ἀλλὰ τὸ πλεῖστον τούτοις συνόμιλος ἐπαρθενεύθη: καὶ οἴκησιν οἰκεῖ σοι τὴν αὐτὴν ἐνταῦθα, ἐντὸς φημὶ τοῦ περιβόλου καὶ περὶ τὸν νεών. ἱκέτην οὖν γινόμενον μὴ παρίδῃς με, μηδὲ συγχωρήσῃς ἄπαιδα καὶ ἀπαραμύθητον καὶ διαδόχων ἔρημον ἐν γήραι βαρεῖ διάγειν, μὴ πρὸς Ἀπόλλωνος αὐτοῦ καὶ τῶν ἐγχωρίων σοι θεῶν.
- 2.33.2
ἐδάκρυσα τούτων ἀκούων ὦ Κνήμων, ἐπειδὴ κἀκεῖνος οὐκ ἀδάκρυτον τὴν ἱκεσίαν προσῆγε, καὶ ἐπηγγελλόμην,
- 2.34.1
εἴ τι δυναίμην, συλλήψεσθαι. καὶ ἔτι περὶ τούτων διασκοπουμένων ἡμῶν, εἰσδραμών τις ἀπήγγειλε τὸν ἀρχιθέωρον τῶν Αἰνιάνων ἐπὶ θύραις ὄντα πάλαι διοχλεῖν, καὶ παρακαλεῖν τὸν ἱερέα παρεῖναι καὶ κατάρχειν τῶν ἱερῶν. ἐμοῦ δὲ ἐρομένου τὸν Χαρικλέα, τίνες οἱ Αἰνιᾶνες ἢ τίς ἡ θεωρία καὶ ἣν ἄγουσι θυσίαν, οἱ μὲν Αἰνιᾶνες, ἔφη, Θετταλικῆς ἐστὶ μοίρας τὸ εὐγενέστατον καὶ ἀκριβῶς Ἑλληνικόν, ἀφ̓ Ἕλληνος τοῦ Δευκαλίωνος, τὸ μὲν ἄλλο τῷ Μαλιακῷ κόλπῳ παρατεινόμενον, μητρόπολιν δὲ σεμνυνόμενον Ὑπάταν, ὡς μὲν αὐτοὶ βούλονται, ἀπὸ τοῦ τῶν ἄλλων ὑπατεύειν καὶ ἄρχειν ὠνομασμένην, ὡς δὲ ἑτέροις δοκεῖ, διότι περ ὑπὸ τῇ Οἴτῃ τῷ ὄρει κατῴκισται. ἡ δὲ θυσία καὶ ἡ θεωρία, τετραετηρίδα ταύτην, ὅτε περ καὶ ὁ Πυθίων ἀγών ʽἔστι δὲ νῦν, ὡς οἶσθἀ, πέμπουσιν Αἰνιᾶνες Νεοπτολέμῳ τῷ Ἀχιλλέως: ἐνταῦθα γὰρ ἐδολοφονήθη πρὸς αὐτοῖς τοῖς τοῦ Πυθίου βωμοῖς ὑπ’ Ὀρέστου τοῦ Ἀγαμέμνονος. ἡ δὲ νῦν θεωρία καὶ πλεονεκτεῖ τὰς ἄλλας: Ἀχιλλείδης γὰρ εἶναι σεμνύνεται ὁ τῆς θεωρίας ἐξάρχων. συνέτυχον γὰρ τῇ προτεραίᾳ τῷ νεανίσκῳ, καί μοι ἀληθῶς ἔδοξε τοῖς Ἀχιλλείδαις ἐμπρέπειν: τοιοῦτός ἐστι τὴν μορφὴν καὶ τοσοῦτος ἰδεῖν τὸ μέγεθος, ὡς βεβαιοῦν τῇ θέᾳ τὸ γένος. ἐμοῦ δὲ θαυμάσαντος, καὶ πῶς Αἰνιάνων γένους τυγχάνων Ἀχιλλείδην ἑαυτὸν ἀναγορεύει φήσαντος ʽἡ γὰρ Ὁμήρου τοῦ Αἰγυπτίου ποίησις τὸν Ἀχιλλέα Φθιώτην ἐνδείκνυταἰ, ὁ μὲν νεανίσκος, ἔφη ὁ Χαρικλῆς, καὶ ὁλοσχερῶς Αἰνιᾶνα εἶναι τὸν ἥρωα διαγωνίζεται, τὴν Θέτιν ἐκ τοῦ Μαλιακοῦ κόλπου γήμασθαι τῷ Πηλεῖ καὶ Φθίαν τὸ περὶ τὸν κόλπον τοῦτον ὀνομάζεσθαι πάλαι διατεινόμενος, τοὺς δὲ ἄλλους δἰ εὐδοξίαν τοῦ ἀνδρὸς ἐφελκομένους ἑαυτοῖς ἐπιψεύδεσθαι. καὶ ἄλλως δὲ ἑαυτὸν ἐγγράφει τοῖς Αἰακίδαις, Μενέσθιον ἑαυτοῦ προπάτορα καταφέρων, τὸν Σπερχειοῦ παῖδα καὶ Πολυδώρας τῆς ἐκ Πηλέως, ὃς καὶ Ἀχιλλεῖ συνεστράτευσεν ἐν πρώτοις ἐπὶ Ἴλιον, καὶ τῆς πρώτης τῶν Μυρμιδόνων διὰ τὸ συγγενὲς ἐξῆρχε μοίρας. τῷ δὲ Ἀχιλλεῖ πάντοθεν περιφυόμενος, καὶ πανταχόθεν αὐτὸν τοῖς Αἰνιᾶσιν οἰκειούμενος, τεκμήριον λαμβάνει πρὸς τοῖς ἄλλοις οἷς καταλέγει καὶ τὸν ἐναγισμὸν τὸν Νεοπτολέμῳ πεμπόμενον, οὗ σύμπαντες, ὡς φησίν, Αἰνιᾶσιν ἐξεχώρησαν Θεσσαλοί, τὸ ἐγγυτέροις εἶναι τοῦ γένους προσμαρτυροῦντες. ἐκείνοις μὲν οὖν οὐδεὶς φθόνος, ἔφην, ὦ Χαρίκλεις, ἢ χαρίζεσθαι ταῦτα, ἢ καὶ ἐπαληθεύειν ἑαυτοῖς: τὸν δὲ ἀρχιθέωρον εἰσκαλεῖσθαι πρόσταξον, ὡς ἔγωγε αὐτοῦ μανικῶς ἀνεπτέρωμαι πρὸς τὴν θέαν.
- 2.35.1
ἐπένευσεν ὁ Χαρικλῆς, καὶ εἰσῆλθεν ὁ νεανίσκος, Ἀχίλλειόν τι τῷ ὄντι πνέων, καὶ πρὸς ἐκεῖνον τὸ βλέμμα καὶ τὸ φρόνημα ἀναφέρων, ὀρθὸς τὸν αὐχένα, καὶ ἀπὸ τοῦ μετώπου τὴν κόμην καὶ πρὸς τὸ ὄρθιον ἀναχαιτίζων. ἡ ῥὶς ἐν ἐπαγγελίᾳ θυμοῦ, καὶ οἱ μυκτῆρες ἐλευθέρως τὸν ἀέρα εἰσπνέοντες. ὀφθαλμὸς οὔπω μὲν χαροπός, χαροπώτερον δὲ μελαινόμενος, σοβαρόν τε ἅμα καὶ οὐκ ἀνέραστον βλέπων, οἷον θαλάσσης ἀπὸ κύματος εἰς γαλήνην ἄρτι λεαινομένης. ἐπεὶ δὲ ἡμᾶς τὰ εἰωθότα ἠσπάσατο καὶ τῶν ἀμοιβαίων ἔτυχεν, ὥραν εἶναι τοῦ τὴν θυσίαν τῷ θεῷ προσάγειν ἔλεγεν, ὡς ἂν καὶ τὸν ἐναγισμὸν τῷ ἥρωι καὶ τὴν ἐπ’ αὐτῷ πομπὴν κατὰ καιρὸν ἐν δευτέροις ἐπιτελεῖν ἐγγένοιτο. γινέσθω, ἔφη ὁ Χαρικλῆς. καὶ ἀνιστάμενος, ὄψει, ἔφη πρός με, καὶ τὴν Χαρίκλειαν τήμερον, εἰ μὴ πρότερον εἶδες: συμπαρεῖναι γὰρ καὶ τὴν ζάκορον τῆς Ἀρτέμιδος τῇ πομπῇ καὶ τοῖς ἐναγισμοῖς τοῦ Νεοπτολέμου πάτριον. ἐμοὶ δὲ ἡ παῖς, ὦ Κνήμων, ἑώρατο ἤδη πολλάκις, καὶ θυσιῶν συνεφῆπτο, καὶ λόγων ἱερῶν εἴ τι ποτε ἐπύθετο. ἀλλ̓ ἅμως ἐσιώπων, τὸ μέλλον ἀπεκδεχόμενος. καὶ ἅμα τὴν ὁρμὴν ὡς ἐπὶ τὸν νεὼν ἐποιούμεθα: πάκτα γὰρ ἤδη παρεσκεύαστο τὰ πρὸς τὴν θυσίαν τοῖς Θετταλοῖς. ἐπεὶ δὲ ἡμεῖς τε πρὸς τοῖς βωμοῖς ἐγενόμεθα καὶ ὁ νεανίας ἤδη τῶν ἱερῶν κατῆρχε, προκατευξαμένου τοῦ ἱερέως, ἐκ τῶν ἀδύτων ἀναφθέγγεται ἡ Πυθία τοιάδε.
- 2.35.2
τὴν χάριν ἐν πρώτοις, αὐτὰρ κλέος ὕστατ̓ ἔχουσαν, φράζεσθ̓ ὦ Δελφοί, τόν τε θεᾶς γενέτην, οἳ νηὸν προλιπόντες ἐμὸν καὶ κῦμα τεμόντες ἵξοντ̓ ἠελίου πρὸς χθόνα κυανέην, τῇ περ ἀριστοβίων μέγ̓ ἀέθλιον ἐξάψονται, λευκὸν ἐπὶ κροτάφων στέμμα μελαινομένων.
Next → — showing 1–100 of 406
First Thousand Years of Greek. CTS URN tlg0658.tlg001.perseus-grc1. Via the Perseus Digital Library / Open Greek and Latin TEI corpora. Licence: Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License. Source.