De materia medica
- 2.105.106.112.120.122.1
122 ἡ δὲ θαλα σσία λεγομένη κράμβη ἐξήλλακται τῷ παντὶ τῆς ἡμέρου, ἔχουσα φύλλα μακρὰ τῇ στρογγύλη ἀριστολοχείᾳ ὅμοία. ἐκπέφυκε δὲ ἕκαστον αὐτῶν ἀπὸ κλωνίων ὑπερύθρων ἐξ ἑνὸς μόσχου ὥσπερ κισσός· ἔχει δὲ καὶ ὀπὸν λευκόν, οὐ πολύν. ἐστι δὲ τῇ γεύσει ὑφάλμυρος καὶ ποσῶς ἔμπικρος κατὰ τὴν γεῦσιν.
- 2.105.106.112.120.122.2
ὅλη δὲ ἡ πόα λυτικωτάτη κοιλίας ἑφθὴ βρωθεῖσα. συνέψουσι δὲ αὐτῇ ἔνιοι διὰ τὴν δριμύτητα τὰ λιπαρὰ τῶν κρεῶν.
- 2.105.106.112.120.123.1
123 σεῦτλον διττόν ἐστιν, οὗ τὸ μὲν μέλαν σταλτικώτερον κοιλίας σύν φακῇ ἑψηθέν, καὶ μᾶλλον ἡ ῥίζα, τὸ δὲ λευκὸν εὐκοίλιον. κακόχυμα δὲ ἀμφότερα διὰ τὸ ἐν αὐτοῖς νιτρῶδες, ὅθεν ὁ χυλὸς αὐτῶν καθαίρει κεφαλὴν ῥινὶ ἐγχεόμενος μετὰ μέλιτος καὶ ὠταλγίας ὠφελεῖ, τὸ δὲ τῶν ῥιζῶν καὶ τῶν φύλλων ἀφέψημα πιτύρων καὶ κονίδων σμηκτικὸν καὶ χιμέτλης πραυντικὸν καταντλούμενον. ὠμοῖς δὲ τοῖς φύλλοις καταπλάσσειν δεῖ ἀλφοὺς προεκνιτρωθέντας καὶ ἀλωπεκίας προκατασεῦτλον κνισθείσας καὶ τὰ νεμόμενα ἕλκη. ἑφθὴ δὲ ἐξανθήματα καὶ πυρίκαυτα καὶ ἐρυσιπέλατα ἰᾶται.
- 2.105.106.112.120.124.1.1
124 ἀνδράχνη δύναμιν ἔχει στυπτικήν, ψυκτικήν. καταπλασσομένη δὲ μετʼ ἀλφίτου βοηθεῖ κεφαλῆς ἀλγήμασι καὶ ὀφθαλμῶν φλεγμοναῖς καὶ ταῖς ἄλλαις καὶ στομάχου πυρώσει καὶ ἐρυσιπέλατι καὶ κύστεως ἀλγήματι. βρωθεῖσα δὲ αἱμωδίαν καὶ στομάχου καὶ ἐντέρων πύρωσιν καὶ ῥευματισμὸν πραύνει, νεφρούς τε δακνομένους καὶ κύστιν εὖ διατίθησι καὶ τὰς πρὸς συνουσίαν ὁρμὰς ἐκλύει.
- 2.105.106.112.120.124.2.1
2 παραπλησίως δὲ καὶ ὁ χυλὸς αὐτῆς ἐνεργεῖ πινόμενος καὶ ἐν πυρετοῖς ποιῶν, καὶ πρὸς ἕλμεις στρογγύλας καὶ αἵματος πτύσιν καὶ δυσενἀνδράχνη τερίαν καὶ πρὸς αἱμορροίδα καὶ πρὸς σηπὸς δήγματα. καὶ εἰς τὰ ὀφθαλμικὰ δὲ χρησίμως μείγνυται, ἔγκλυσμά τέ ἐστιν ἐντέρων ῥευματιζομένων καὶ ὀδαξωμένης μήτρας, καὶ πρὸς τὰς ἐξ ἐγκαύσεως κεφαλαλγίας σὺν ῥοδίνῳ ἐλαίῳ ἔμβρεγμα, πρός τε τὰ ἐν κεφαλῇ ἐξανθήματα σὺν οἴνῳ σμῆγμα, πρὸς τραύματα δὲ σφακελίζοντα σὺν ἀλφίτοις καταπλασσόμενος.
- 2.105.106.112.120.125.1
125 ἀσπάραγος πετραῖος ἢ μυάκανθος, οἱ δὲ ὅρμινον καλοῦσιν, οὗ τὸ καυλίον ἑψηθὲν καὶ βρωθὲν κοιλίαν μαλάσσει καὶ οὖρα κινεῖ, τῶν δὲ ῥιζῶν τὸ ἀφέψημα πινόμενον βοηθεῖ δυσουροῦσιν, ἰκτερικοῖς, ἰσχιαδικοῖς, φαλαγγιοδήκτοις δὲ μετʼ οἴνου ἀφηψημένον, καὶ ὀδονταλγοῦσι δὲ κρατουμένου τοῦ ἀφεψήματος ἐπὶ τῷ πονοῦντι ὀδόντι. ποιεῖ δὲ πρὸς τὰ αὐτὰ καὶ τὸ σπέρμα πινόμενον. φασὶ δὲ καὶ τούς κύνας πιόντας τὸ ἀφέψημα αὐτοῦ θνήσκειν. ἔνιοι δὲ ἰστορήκασιν ὅτι, ἐάν τις κριοῦ κέρατα συγκόψας κατορύξῃ, φύεται ἀσπάραγος.
- 2.105.106.112.120.126.1.1
126 ἀρνόγλωσσον, οἱ δὲ ἑπτάπλευρον, οἱ δὲ πολύπλευρον· διττόν ἐστι, τὸ μὲν μικρὸν τὸ δὲ μεῖζον. ἔχει δὲ τὸ μὲν μικρὸν φύλλα στενότερα καὶ μικρότερα καὶ λειότερα, καυλὸν γωνιοειδῆ, καὶ κεκλιμένον ὡς ἐπὶ τὴν γῆν, ἄνθη ὠχρά, τὸ δὲ σπέρμα ἐπʼ ἄκρῳ τῷ καυλῷ. τὸ δὲ μεῖζον εὐερνέστερον, πλατύφυλλον, λαχανῶδες· καυλὸς δὲ καὶ ἐπὶ τούτῳ γωνιοειδής, ὑπέρυθρος, ὕψος πήχεως, ἐκ μέσου μέχρι κορυφῆς στέρματι περιεχόμενος λεπτῷ. ῥίζαι δὲ ὕπεισιν ἁπαλαί, δασεῖαι, λευκαί, πάχος δακτύλου. γεννᾶται δὲ πρὸς τοῖς τέλμασι καὶ φραγμοῖς καὶ ἐν ἐνίκμοις τόποις· εὐχρηστότερον δὲ τὸ μέγα.
- 2.105.106.112.120.126.2.1
δύναμιν δὲ ἔχει τὰ φύλλα στυπτικήν ξηραντικήν ὅθεν 2 καταπλασσόμενα πρὸς πάντα τὰ κακοήθη καὶ ἐλεφαντιῶντας καὶ ῥευματικὰ καὶ ἀκάθαρτα ἕλκη ἁρμόζει. ἐπέχει δὲ καὶ αἱμορραγίας, νομάς, ἄνθρακας, ἕρπητας, ἐπινυκτίδας· ἀπουλοῖ καὶ χρόνια ἕλκη καὶ ἀνώμαλα καὶ τὰ χειρώνια ἰᾶται καὶ κόλπους παρακολλᾷ, καὶ κυνόδηκτα καὶ πυρίκαυτα, φλεγμονάς, παρωτίδας, φύγεθλα, χοιράδας καὶ αἰγίλωπας σὺν ἁλσὶν ἐπιπλασσόμενα ὠφελεῖ. ἑφθὸν δὲ τὸ λάχανον μεθ᾿ ἁλῶν καὶ ὄξους λαμβανόμενον δυσεντερικοῖς καὶ κοιλιακοῖς ἁρμόζει· δίδοται δὲ καὶ μετὰ φακῆς ἀντὶ σεύτλου συνεψόμενον, καὶ πρὸς λευκοφλεγματίας μετὰ τὸ ξηροφαγῆσαι μέση δίδοται ἡ πόα ἑφθή· ποιεῖ δὲ καὶ ἐπιλημπτικοῖς καὶ ἀσθματικοῖς διδομένη.
- 2.105.106.112.120.126.3.1
ὁ δὲ χυλὸς τῶν φύλλων τὰς ἐν στόματι νομὰς ἀνακαθαίρει 3 θαίρει συνεχῶς διακλυζόμενος, σὺν δὲ κιμωλίᾳ ἢ ψιμυθίῳ ἐρυσιπέλατα ἰᾶται, σύριγγάς τε ἐγκλυζόμενος ὠφελεῖ, καὶ πρὸς ὠταλγίας καὶ ὀφθαλμίας ἐνσταζόμενος ὁ χυλὸς καὶ κολλυρίοις μισγόμενος, καὶ πρὸς οὖλα αἱμασσόμενα καὶ πρὸς αἷμα ἀνάγοντας πινόμενος, καὶ πρὸς φθισικοὺς καὶ ἐπὶ δυσεντερικῶν ἐγκλυζόμενος πίνεται δὲ καὶ πρὸς φθίσιν, καὶ πρὸς ὑστερικὰς πνίγας προστίθεται ἐν ἐρίῳ καὶ ὑστέρᾳ ῥευματιζομένῃ.
- 2.105.106.112.120.126.4.1
4 καὶ ὁ καρπὸς δὲ πινόμενος μετʼ οἴνου τοὺς τῆς κοιλίας ῥευματισμοὺς καὶ πτύσεις αἵματος ἐπέχει. ἡ δὲ ῥίζα ἀφεψηθεῖσα καὶ διακλυζομένη ἢ αὐτὴ διαμασωμένη ὀδονταλγίας παύει. πρὸς δὲ τὰ ἐν κύστει ἕλκη καὶ νεφροῖς δίδοται καὶ τὰ φύλλα καὶ ἡ ῥίζα μετά γλυκέος. φασὶ δὲ ῥίζας ἁδρὰς τρεῖς ποθείσας μετʼ οἴνου κυάθων τριῶν καὶ ὕδατος ἴσου τριταίῳ βοηθεῖν, τεταρταίῳ δὲ τέσσαρας ῥίζας. ἔνιοι δὲ καὶ ἐνδέσματι χρῶνται ταῖς ῥίζαις πρὸς χοιράδας διαφορούσαις.
- 2.105.106.112.120.127.1
127 σίον φύεται ἐν τοῖς ὕδασι. θαμνίον λιπαρόν, ὀρθόν, φύλλα ἔχον ἱπποσελίνῳ ἐοικότα, μικρότερα δὲ καὶ ἀρωματίζοντα, ἅπερ ἐσθιόμενα ἑφθά τε καὶ ὠμὰ λίθους θρύπτει καὶ ἐκκρίνει, οὖρά τε κινεῖ καὶ ἔμμηνα ἄγει καὶ ἔμβρυα, δυσεντερικοῖς τε χρήσιμα βρωθέντα. Κρατεύας δὲ ἱστορεῖται περὶ αὐτοῦ οὕτως· πόα θαμνοειδής, ὀλίγη, ἔχουσα πολλὰ φύλλα περιφερῆ, μείζονα ἡδυόσμου, μέλανα, λεῖα, παρεγγίζοντα εὐζώμῳ.
- 2.105.106.112.120.128.1
128 σισύμβριον· οἱ δὲ καρδαμίνην, οἱ δὲ καὶ τοῦτο σίον καλοῦσιν. ἔνυδρός ἐστι πόα, κατὰ τὰ αὐτὰ τῷ σίῳ γεννωμένη. καρδαμίνην δʼ ἔνιοι λέγουσι διὰ τὸ ἐοικέναι καρδάμῳ κατὰ τὴν γεῦσιν. φύλλα δὲ ἔχει τὰ μὲν πρῶτα περιφερῆ, αὐξανόμενα δὲ σχίζεται ὡς τὰ τοῦ εὐζώμου. ἐστι δὲ θερμαντικά, διουρητικά· βιβρώσκεται δὲ καὶ ὠμά. ἀποκαθαίρει δὲ καὶ φακοὺς καὶ ἔφηλιν καταπλασθέντα διʼ ὅλης τῆς νυκτός, ἕωθεν δὲ ἀποκλυσθέντα.
- 2.105.106.112.120.129.1
129 κρῆθμον θαμνῶδές ἐστι βοτάνιον, ἀμφιλαφές, περὶ πῆχυν τὸ ὕψος, φυόμενον ἐν πετρώδεσι καὶ παραθαλασσίοις τόποις, φύλλοις περίπλεον λιπαροῖς καὶ ὑπολεύκοις, τοῖς τῆς ἀνδράχνης παρεοικόσι, πλατυτέροις μέντοι καὶ ἐπιμηκεστέροις, ἁλμυρίζουσι δὲ πρὸς τὴν γεῦσιν· ἄνθη λευκά, τὸν δὲ καρπὸν ὥσπερ λιβανωτίδος, μαλακόν, εὐώδη, στρογγύλον, ὅς ξηρανθεὶς διίσταται καὶ ἔνδον ὡς πυρὸν ἔχει τὸ σπέρμα, ῥίζας δὲ δακτύλου τὸ πάχος τρεῖς ἢ τέσσαρας, εὐώδεις, ἡδείας.
- 2.105.106.112.120.129.2
δύναται δὲ ὁ καρπὸς καὶ τὰ φύλλα καὶ ἡ ῥίζα ἐναφεψηθέντα οἴνῳ καὶ πινόμενα βοηθεῖν δυσουροῦσι καὶ ἰκτερικοῖς· κινεῖ καὶ καταμήνια, καὶ λαχανεύεται ἑφθόν τε καὶ ὠμὸν ἐσθιόμενον. καὶ ταριχεύεται δὲ ἐν ἅλμῃ.
- 2.105.106.112.120.130.1
130 κορωνόποὗς πρόμηκές ἐστι βοτάνιον, κατὰ τοῦ ἐδάφους κατεστρωμένον, κατεσχισμένον τὰ φύλλα· λαχανεύεται δὲ καὶ τοῦτο ἑφθόν.
- 2.105.106.112.120.130.2
τούτου ποιεῖ ἡ ῥίζα πρὸς κοιλιακοὺς ἐσθιομένη.
- 2.105.106.112.120.131.1
131 σόγχου δύο ἐστὶν εἴδη· τὸ μὲν γάρ ἐστιν ἀγριώτερον καὶ ἀκανθωδέστερον τὸ δὲ τρυφερώτερον καὶ ἐδωδιμώτερον· καυλὸς δὲ γωνιοειδής, ὑπέρυθρος, κενός· φύλλα δὲ ἔχει ἐκ διαστημάτων ἐσχισμένα τὴν περιφέρειαν.
- 2.105.106.112.120.131.2
δύναμις δὲ αὐτῶν ἐστι ψυκτική, μετρίως ὑποστύφουσα, ὅθεν στομάχῳ καυσουμένῳ καὶ φλεγμοναῖς καταπλασσόμενα ἁρμόζουσιν· ὁ δὲ χυλὸς καταρροφούμενος δηγμοὺς στομάχου παύει καὶ γάλα κατασπᾷ, προστεθεὶς δὲ ἐν ἐρίῳ δακτυλίου καὶ μήτρας φλεγμοναῖς βοηθεῖ. ἡ δὲ πόα καὶ ἡ ῥίζα καταπλασθεῖσα σκορπιοπλήκτοις ἀρήγει.
- 2.105.106.112.120.132.1.1
132 σέρις ἀγρία καὶ ἥμερος, ὧν ἡ μὲν ἀγρία πικρὶς ἢ καλεῖται, ἥτις ἐστὶ καὶ πλατυφυλλοτέρα καὶ εὐστομαχμωτέρα τῆς κηπευτῆς. καὶ τῆς κηπευτῆς δὲ διττὸν εῖδος· ἡ μὲν γάρ τίς ἐστι θριδακωδεστέρα καὶ πλατύφυλλος ἡ δὲ στενόφυλλος καὶ ἔμπικρος.
- 2.105.106.112.120.132.2.1
2 πᾶσαι δὲ στυπτικαὶ καὶ ψυκτικαὶ καὶ εὐστόμαχοι. ἱστᾶσι δὲ καὶ κοιλίαν ἑφθαὶ μετ᾿ ὄξους λαμβανόμεναι, καὶ μάλιστα αἱ ἄγριαι εὐστομαχώτεραι· βρωθεῖσαι γὰρ ἀτονοῦντα στόμαχον παρηγοροῦσι καὶ καυσούμενον καὶ καταπλασσόμεναι σὺν ἀλφίτῳ καὶ καθʼ ἑαυτάς, καὶ καρδιακοῖς εἰσι κατάπλασμα χρήσιμοι δὲ καὶ ποδάγραις καὶ ὀχθαλμῶν φλεγμοναῖς βοηθοῦσιν. ἡ δὲ πόα καὶ ἡ ῥίζα καταπλασθεῖσα σκορπιοπλήκτοις ἀρήγει καὶ ἐρυσιπέλασι σὺν ἀλφίτῳ. σὺν ψιμυθίῳ δὲ καὶ ὄξει ὁ χυλὸς αὐτῶν ἐπίχριστος τῶν ψύξεως δεομένων.
- 2.105.106.112.120.133.1.1
133 χονδρίλη· τὰ μὲν φύλλα καὶ τὸν καυλὸν καὶ τὰ ἄνθη ἔχει κιχορίῳ ὅμοια, ὅθεν καὶ εἶδος σέριδος ἀγρίας αὐτό τινες εἶπον, λεπτότερον δὲ τὸ ὅλον. περὶ δὲ τῷ κλωναρίῳ αὐτῆς εὑρίσκεται κόμμι ὅμοια μαστίχῃ μεγέθει κυαμιαῖα, ἅ τινα προστεθέντα λεῖα μετὰ σμύρνης ἐν ὀθονίῳ μέγεθος ἐλαίας ἔμμηνα ἄγει. ἡ δὲ πόα σὺν τῇ ῥίζῃ κοπεῖσα εἰς τροχίσκους ἀναπλάσσεται μειγνυμένου μέλιτος, οἵτινες διεθέντες καὶ νίτρῳ μιγέντες ἀλφούς ἀποσμήχουσιν· ἀνακολλᾷ δὲ καὶ τρίχας τὸ κόμμι.
- 2.105.106.112.120.133.2.1
καὶ ἡ ῥίζα δὲ πρόσφατος ποιεῖ εἰς τὰ αὐτά, βαπτομένης 2 εἰς αὐτὴν βελόνης καὶ προσαγομένης ταῖς θριξίν· ἁρμόζει δὲ καὶ πρὸς ἔχεις σὺν οἴνῳ πινομένη, καὶ κοιλίαν ἵστησιν ὁ χυλὸς αὐτῆς ἑψηθεὶς σὺν οἴνῳ καὶ ποθείς, καὶ καθʼ ἑαυτόν. ἐστι δὲ καὶ ἕτερον εἶδος χονδρίλης, φύλλον δὲ ἔχει περιβεβρωμένον, πρόμηκες, ἐπὶ γῆς ἐστρωμένον καυλὸν δὲ ὀποῦ μεστόν, ῥίζαν δὲ λεπτήν, ἔπακμον, κούφην, στρογγύλην, ὑπόξανθον, ὀποῦ μεστήν.
- 2.105.106.112.120.133.2.2
δύναμιν δʼ ἔχει ὁ καυλὸς καὶ τὰ φύλλα πεπτικήν. ὁ δὲ ὀπὸς τριχῶν τῶν ἐν βλεφάροις ἀνακολληνικός. φύεται δὲ ἐν γεώδεσι καὶ ἐργασίμοις χωρίοις.
- 2.105.106.112.120.134.1
134 κολόκυνθα ἐδώδιμος ὠμὴ καταπλασθεῖσα λεία οἰδήματα καὶ ἀποστήματα πραύνει. τὸ δὲ ξύσμα αὐτῆς παιδίοις σειριῶσιν ὠφελίμως κατὰ τοῦ βρέγματος καταπλάσσεται, καὶ πρὸς ῤφθαλμοῦ φλεγμονάς καὶ ποδαγρικὰς ὁμοίως. ὁ δὲ χυλὸς τῶν ξυσμάτων ὠταλγίας καθʼ ἑαυτὸν καὶ μετὰ ῥοδίνου ἐγχυματιζόμενος ὠφελεῖ, καὶ πρὸς καυσουμένην ἐπιφάνειαν ἐγχριόμενος ὠφελεῖ. ὅλης δὲ αὐτῆς ἀποζεσθείσης καὶ ἐκθλίβεί. σης ὁ χυλὸς πινόμενος, μετὰ μέλιτος βραχέος καὶ νίτρου κοιλίαν λύει κούφως. καὶ εἴ τις κοιλάνας αὐτὴν ὠμὴν ἐγχέας τε οἶνον καὶ ἐξαιθριάσας κεράσας τε δοίη πιεῖν, μαλάσσει κοιλίαν κούφως.
- 2.105.106.112.120.135.1.1
135 σίκυς ἥμερος εὐκοίλιος, εὐστόμαχος, ψυκτικός, οὐ φθειρόμενος, κύστει ἁρμόδιος, ἀνακτητικὸς λειποθυμιῶν ὀσφραινόμενος. καὶ τὸ σπέρμα δὲ αὐτοῦ μετρίως οὐρητικόν, ἁρμόζον σὺν γάλακτι ἢ γλυκεῖ πρὸς τὰς ἐν κύστει ἑλκώσεις. τὰ δὲ φύλλα αὐτοῦ σὺν οἴνῳ καταπλασθέντα κυνόδηκτα ἰᾶται, σὺν μέλιτι δὲ καὶ ἐπινυκτίδας.
- 2.105.106.112.120.135.1.2
ἡ δὲ τοῦ πέπονος σὰρξ καὶ αὐτὴ πεπτική, οὐρητικὴ ἐσθιομένη, καταπλασθεῖσα δὲ ὀφθαλμοῦ φλεγμονὰς πραύνει.
- 2.105.106.112.120.135.2.1
τὸ δὲ δέρμα αὐτοῦ σειριῶσι παιδίοις ἐπιτίθεται ἐπὶ τοῦ βρέγματος, 2 καὶ ῥαυματιζομένοις ὀφθαλμοῖς ἀντὶ ἀνακολλήματος κατὰ τοῦ μετώπου. ὁ δὲ χυλὸς σὺν τῷ σπέρματι μιγεὶς ἀλεύρῳ καὶ ξηρανθεὶς ἐν ἡλίῳ σμῆγμα γίνεται ῥυπτικὸν καὶ προσώπου λαμπρυντικόν. ἡ δὲ ῥίζα ξηρὰ ποθεῖσα σὺν ὑδρομέλιτι δραχμῆς μιᾶς ὁλκὴ ἐμέτους κινεῖ· εἰ δέ τις πραέως ἀπὸ δείπνου ἐμέσαι θέλοι, ἀρκέσουσιν ὀβολοὶ δύο· ὑγιάζει δὲ καὶ κηρία καταπλασθεῖσα λεία μετὰ τοῦ μέλιτος.
- 2.105.106.112.120.136.1.1
136 θρ ίδαξ ἥμερος εὐστόμαχος, ὑποψύχουσα, ὑπνωτική, κοιλίας μαλακτική, γάλακτος κατασπαστική· ἑψηθεῖσα δὲ γίνεται τροφιμωτέρα, ἄπλυτος δὲ ἐσθιομένη στομαχικοῖς ἁρμόζει. τὸ δὲ σπέρμα αὐτῆς πινόμενον τοῖς συνεχῶς ὀνειρώττουσι βοηθεῖ καὶ συνουσίαν ἀποστρέφει. αὐταὶ δὲ συνεχῶς ἐσθιόμεναι ἀμβλυωπίας εἰσὶ ποιητικαί· ταριχεύονται δὲ ἐν ἅλμῃ.
- 2.105.106.112.120.136.2.1
2 ἐκκαυλήσασαι δὲ ἔχουσι παρεμφέρον τι τῇ τοῦ χυλοῦ καὶ ὀποῦ δυνάμει τῇ τῆς ἀγρίας θρίδακος.
- 2.105.106.112.120.136.2.2
ἡ δὲ ἀγρία θρίδαξ ἔοικε τῇ ἡμέρῳ, καυλωδεστέρα καὶ τοῖς φύλλοις λευκοτέρα καὶ ἰσχνοτέρα καὶ τραχυτέρα ὑπάρχουσα, πικρὰ δὲ πρὸς τὴν γεῦσιν. ὡμοίωται δὲ κατὰ ποσὸν τῇ δυνάμει μήκωνι, ὅθεν καὶ τὸν ὀπὸν αὐτῆς ἔνιοι μίσγουσι τῷ μηκωνίῳ. καθαίρει δὲ μετ᾿ ὀξυκράτου ποθεὶς ὁ ὀπὸς ἀβολῶν δυεῖν ὁλκὴ ὑδατώδη, ἀποκαθαίρει καὶ ἄργεμα καὶ ἀχλῦς, ποιεῖ καὶ πρὸς ἐπικαύσεις ἐγχριόμενος σὺν γυναικείῳ γάλακτι.
- 2.105.106.112.120.136.3.1
3 ἔστι δὲ καθόλου ὑπνωτικὸς καὶ ἀνώδυνος· ἄγει δὲ καὶ ἔμμηνα, ποτίζεται δὲ καὶ πρὸς σκορπιοπλήκτους καὶ φαλαγγιοδήκτους. τὸ δὲ σπέρμα, ὥσπερ τὸ τῆς ἡμέρου ποθέν, ὀνειρμωγμοὺς καὶ συνουσίαν ἀποστρέφει· δύναται δὲ καὶ ὁ χυλὸς πρὸς τὰ αὐτά, ἀσθενέστερον μέντοι. ἀποτίθεται δὲ ὁ ὀπὸς ἐν κεραμέοις ἀγγείοις προηλιαζόμενος ὥσπερ καὶ τὰ λοιπὰ χυλίσματα.
- 2.105.106.112.120.137.1
137 γιγγίδιον· φύεται μὲν τὸ πλεῖστον ἐν Κιλικίᾳ τε καὶ Συρίᾳ. βοτάνιον σταφυλίνῳ ἐοικὸς ἀγρίῳ, λεπτότερον δὲ καὶ πικρότερον, ῥίζαν ὑπόλευκον, πικρὰν ἔχον. λαχανεύεται δὲ ὠμόν τε καὶ ἑφθόν, καὶ ταριχευθὲν ἐσθίεται. ἔστι δὲ εὐστόμαχον, οὐρητικόν.
- 2.105.106.112.120.138.1
138 σκάνδιξ· καὶ τοῦτο ἄγριόν ἐστι λάχανον, ὑπόδριμυ καὶ ἔμπικρον, ἐδώδιμον, ἑφθόν τε καὶ ὠμὸν ἐσθιόμενον εὐκοίλιον καὶ εὐστόμαχον, οὐρητικόν. τὸ δὲ ἀφέψημα αὐτοῦ κύστει χρήσιμον καὶ νεφροῖς καὶ ἥπατι πινόμενον.
- 2.105.106.112.120.139.1
139 καυκαλίς, ἔνιοι δὲ δαῦκον ἄγριον καλοῦσι. καυλίον ἐστὶ σπιθαμιαῖον, ὑπόδασυ, φύλλα ἔχον μαράθῳ ὅμοια, λεπτοσχιδῆ, δασέα, καὶ ἐπ᾿ ἄκρου σκιάδιον λευκόν, εὐῶδες. λαχανεύεται δὲ καὶ τοῦτο ἑχθόν τε καὶ ὠμὸν ἐσθιόμενον· ἔστι δὲ οὐρητικόν.
- 2.105.106.112.120.140.1
140 εὔζωμον πλεῖον βρωθὲν συνουσίαν παρορμᾷ, καὶ τὸ σπέρμα δʼ αὐτοῦ τὸ αὐτὸ ποιεῖ, οὐρητικὸν ὑπάρχον καὶ πεπτικὸν καὶ εὐκοίλιον· χρῶνται δὲ τῷ σπέρματι καὶ εἰς τὰς ἀρτύσεις τῶν ἑψημάτων. ἀποτίθενται δὲ αὐτὸ πρὸς τὸ πλείονα μένειν χρόνον γάλακτι ἢ ὄξει φυρῶντες καὶ ἀναπλάσσοντες τροχίσκους.
- 2.105.106.112.120.140.2
γίνεται δὲ καὶ ἄγριον εὔζωμον, μάλιστα δὲ ἐν τῇ κατὰ τὴν ἑσπέραν Ἰβηρίᾳ, οὗ τῷ σπέρματι καὶ ἀντὶ σινἡπεως οἱ τῇδε ἄνθρωποι χρῶνται. ἔστι δὲ οὐρητικώτερον καὶ δριμύτερον πολλῷ τοῦ ἡμέρου.
- 2.105.106.112.120.141.1.1
141 ὤκιμον βιβρωσκόμενον πολὺ ἀμβλυωπές ἐστιν. ἔστι δὲ κοιλίας μαλακτικόν, πνευμάτων κινητικόν, οὐρητικόν, γάλακτος προκλητικόν, δυσμετάβλητον. καταπλασσόμενον δὲ σὺν ἀλφίτου πάλῃ καὶ ῥοδίνῳ καὶ ὄξει φλεγμοναῖς βοηθεῖ, καὶ δράκοντος θαλασσίου καὶ σκορπίου πληγῇ καθ᾿ ἑαυτό, σὺν οἴνῳ δὲ Χίῳ πρὸς ὀφθαλμῶν ὀδύνας. ὁ δὲ χυλὸς αὐτοῦ ἀποκαθαίρει ἀχλῦς τὰς ἐν ἀφθαλμοῖς καὶ τὰ ῥεύματα ξηραίνει.
- 2.105.106.112.120.141.2.1
τὸ 2 δὲ σπέρμα ἁρμόζει τοῖς χολὴν μέλαιναν γεννῶσι πινόμενον, δυσουροῦσί τε καὶ πνευματουμένοις· παύει δὲ καὶ πταρμοὺς πλείονας ἐπισπώμενον δἰ ὀσφρήσεως, καὶ ἡ πόα δὲ τὸ αὐτὸ ποιεῖ· συμπιέζειν δὲ τοὺς ὀφθαλμοὺς δεῖ ἐπιόντος τοῦ πταρμοῦ. φυλάσσονται δέ τινες αὐτὸ καὶ οὐκ ἐσθίουσι διὰ τὸ μασηθὲν καὶ τεθὲν ἐν ἡλίῳ σκώληκας γεννᾶν. Λίβυες δὲ προσυπειλήφασιν, ὅτι οἱ φαγόντες αὐτὸ καὶ πληγέντες ὑπὸ σκορπίου ἀσώστως διατίθενται.
- 2.105.106.112.120.142.1
142 ἀροβάγχη· οἱ δὲ κυνομόριον, οἱ δὲ λέοντα, Κύπριοι δὲ θυρσῖτιν καλοῦσι. καυλίον ἐστὶν ὑπέρυθρον, ὡς δισπιθαμιαῖον, ἐνίοτε δὲ καὶ μεῖζον, ἄφυλλον, ὑπολίπαρον, τρυφερόν, ἔνδασυ, ἄνθεσιν ὑπολεύκοις ἢ μηλίζουσι κεχρημένον. ῥίζα δὲ ὕπεστι δακτύλου τὸ πάχος, κατατιτραμένη πρὸς τὴν τοῦ καυλοῦ ξηρασίαν. δοκεῖ δὲ φυόμενον ἐν ὀσπρίοις τισὶ πνίγειν αὐτά, ὅθεν καὶ τὴν προσωνυμίαν ἔσχηκε. λαχανεύεται δὲ καὶ ὠμὸν καὶ ἑφθόν, ἐκ λοπάδος ὡς ἀσπάραγος ἐσθιόμενον, καὶ ὀσπρίοις δὲ συνεμβληθὰν τάχιον αὐτὰ δοκεῖ ἑψεῖν.
- 2.105.106.112.120.143.1
143 τραγοπώγμων, οἱ δὲ κόμην καλοῦσι. καυλὸς βραχύς, φύλλα κρόκῳ ὅμοια, ῥίζα μακρά, γλυκεῖα. ἐπὶ δὲ τοῦ καυλοῦ κάλυξ μεγάλη, καὶ ἐξ ἄκρου πάππος μέγας, ἀφ᾿ οὗ καὶ τὸ ὄνομα ἔσχηκεν. ἔστι δὲ ἡ πόα ἐδώδιμος.
- 2.105.106.112.120.144.1
144 ὄρνιθος γάλα καυλίον ἐστὶ τρυφερόν, λεπτόν, ὑπόλευκον, ὡς δισπιθαμιαῖον, ἄνω παραφυάδας ἔχον τρεῖς ἢ τέσσαρας ἁπαλάς, ἀφ᾿ ὧν ἄνθη ἔξωθεν μὲν βοτανώδη, ἀνοιχθέντα δὲ γαλακτίζοντα, καὶ μεταξὺ αὐτῶν κεφάλιον ὡς κάχρυ ἐντετμημένον, μετ᾿ ἄρτου ὡς μελάνθιον συνοπτώμενον. ῥίζα δὲ βολβοειδής, ἐσθιομένη ὠμή τε καὶ ἑφθὴ καὶ ὀπτή.
- 2.105.106.112.120.144.2
145 ὕδνον ῥίζα ἐστὶ περιφερἡς, ἄφυλλος, ἄκαυλος, ὑπόξανθος, ἔαρος ὀρυττομένη. ἐδώδιμος δέ ἐστιν ὠμή τε καὶ ἑφθὴ ἐσθιομένη.
- 2.105.106.112.120.146.1
146 σμῖλαξ κηπαία, ἦς ὁ καρπὸς λόβια, ὑπʼ ἐνίων δὲ ἀσπάραγος καλεῖται. φύλλα ἔχει ὅμοια κισσῷ, μαλακώτερα δέ, καυλοὺς δὲ λεπτοὺς καὶ ἕλικας περιπλεκομένας τοῖς παρακειμένοις θαμνίοις, αὐξανομένας τε ἐφ᾿ ἱκανὸν ὥστε καὶ σκηνοποιεῖσθαι. καρπὸν δὲ φέρει ὅμοιον τήλιδι, μακρότερον δὲ καὶ ἐπισωματώτερον, ἐν ᾧ σπέρματα ὅμοια νεφροῖς, οὐκ ἰσόχροα, ἐκ μέρους δὲ ὑποπυρρίζοντα. λαχανεύεται δὲ εἰς βρῶσιν ὁ καρπὸς ἑψόμενος σὺν τῷ σπέρματι ὡς ἀσπάραγος, οὐρητικὸς ὢν καὶ δυσόνειρος.
- 2.105.106.112.120.147.1
147 Μηδικὴ ἔοικε μὲν ἄρτι φυομένη τριφύλλῳ τῇ ἐν χορτοκοπίοις, προάγουσα δὲ στενοφυλλοτέρα γίνεται, καυλοὺς ἀνιεῖσα τριφύλλῳ ὁμοίους, ἐφ᾿ οἷς τὸ σπέρμα προσπέφυκε φακοῦ τὸ μέγεθος, ἐπεστραμμένον ὡς κεράτιον, ὅπερ ξηρανθὲν μείγνυται ἡδύσματος χάριν τοῖς ἀρτυτοῖς ἁλσί, χλωρὸν δὲ καταπλασθὲν ὠφελεῖ τὰ ψύξεως δεόμενα. ὅλῃ δὲ τῇ πόᾳ χρῶνται οἱ κτηνοτρόφοι ἀντὶ ἀγρώστεως.
- 2.105.106.112.120.148.1.1
148 ἀφάκη θάμνος ἐστὶν ἐν ἀρούραις φυόμενος, φακοῦ ὑψηλότερος, λεπτόφυλλος, τὰ δὲ ἀπ᾿ αὐτοῦ θυλάκια μείζονα τῶν τοῦ φακοῦ, περιεκτικὰ σπερματίων τριῶν ἤ τεσσάρων μελάνων, μικροτέρων φακοῦ.
- 2.105.106.112.120.148.1.2
δύναμιν δὲ ἔχει τὰ σπερμάτια στυπτικήν, ὅθεν ἵστησι ῥεῦμα κοιλίας καὶ στομάχου ψρυγόμενα καὶ ἑψὁμενα ὥσπερ φακός.
- 2.105.106.112.120.148.1.3
149 πράσονκεφα λωτὸν φυσῶδες, κακόχυμον, δυσόνειρον, οὐρητικόν, εὐκοίλιον, λεπτυντικόν, ἀμβλυωπίας ποιητικόν, καταμηνίων ἀγωγόν, βλαπτικὸν κύστεως εἱλκωμένης καὶ νεφρῶν, συνεψηθὲν δὲ πτισάνῃ καὶ βρωθὲν ἀνάγει τὰ ἐκ θώρακος. ἡ δὲ κόμη αὐτοῦ ἑψηθεῖσα ἐν θαλάσσῃ καὶ ὄξει εἰς ἐγκάθισμα χρησιμεύει πρὸς μύσιν καὶ σκληρίαν ὑστέρας· ἀπογλυκαίνεται δὲ καὶ ἀφυσότερον γίνεται δυσὶν ὕδασιν ἑψηθὲν καὶ ἀποβραχὲν ἐν ὕδατι ψυχρῷ.
- 2.105.106.112.120.148.2.1
τὸ δὲ καρτὸν δριμύτερον, ἔχον τι καὶ στύψεως, 2 ὅθεν αἷμα ὁ χυλὸς αὐτοῦ ἵστησι σὺν ὄξει, καὶ μάλιστα τὸ ἐκ μυκτήρων φερόμενον, μάννης λιβανωτοῦ μιγέντος, ἀφροδίσιά τε παρορμᾷ, καὶ πρὸς τὰ ἐν θώρακι πάντα σὺν μέλιτι ἀντὶ ἐκλεικτοῦ ποιεῖ καὶ πρὸς φθίσεις· καθαίρει δὲ καὶ τὴν ἀρτηρίαν βρωθέν. ἐσθιόμενον δὲ συνεχῶς ἀμαυρωτικὸν ὄψεως γίνεται, καὶ κακοστόμαχον δέ ἐστιν.
- 2.105.106.112.120.148.3.1
ἀρήγει καὶ θηριοδήκτοις 3 σὺν μελικράτῳ πινόμενος ὁ χυλός, καὶ αὐτὸ δὲ καταπλασσόμενον ὠφελεῖ· βοηθεῖ καὶ ὐταλγίαις ὁ χυλὸς καὶ ἤχοις σὺν ὄξει καὶ λιβανωτῷ ἢ γάλακτι ἢ ῥοδίνῳ ἐνσταγείς. αἴρει δὲ καὶ ἰόνθους τὰ φύλλα σὺν ῥοὶ τῷ ἐπὶ τὰ ὄψα καταπλασθέντα, καὶ ἐπινυκτίδας ἰᾶται, ἐσχάρας τε περιρρήττει σὺν ἁλσὶν ἐπιπλαττόμενα. τοῦ μέντοι σπέρματος δραχμαὶ δύο μετὰ μύρτων ἴσων ποθεῖσαι τὰς χρονίους ἀναγωγὰς τοῦ αἵματος ἐπέχουσιν.
- 2.105.106.112.120.150.1
150 ἀμπελόπρασον κακοστομαχώτερον τοῦ πράσου, θερμαντικώτερον δὲ καὶ οὐρητικώτερον, καταμηνίων ἀγωγόν. θηριοδήκτοις δὲ βιβρωσκόμενον ἁρμόζει.
- 2.105.106.112.120.151.1.1
151 κρόμυον· δριμύτερον τὸ μακρὸν τοῦ στρογγύλου καὶ τὸ ξανθὸν τοῦ λευκοῦ καὶ τὸ ξηρὸν τοῦ χλωροῦ καὶ τὸ ὠμὸν τοῦ ὀπτοῦ καὶ ταριχηροῦ. ἔστι δὲ ἅπαντα δηκτικὰ καὶ πνευματωτικά, ὀρέξεως ἐκκλητικά, λεπτυντικά, διψώδη, ἀσώδη, ἀποκαθαρτικά, εὐκοίλια, ἀναστομωτικὰ ἐκκρίσεων τῶν τε ἄλλων καὶ αἱμορροίδων, ἀντὶ βαλάνου δὲ προστίθεται λεπισθέντα καὶ εἰς ἔλαιον ἐμβληθέντα. ὁ δὲ χυλὸς ἐγχριόμενος σὺν μέλιτι βοηθεῖ ἀμβλυωπίαις, ἀργέμοις, νεφελίοις καὶ ἀρχομένοις ὑποχεῖσθαι καὶ συναγχικοῖς διαχρισθείς· κινεῖ καὶ καταμήνια, ἔγχυτός τε διὰ ῥινὸς καθαρτικὸς κεφαλῆς, κυνοδήκτοις τε κατάπλασμα μεθ᾿ ἁλὸς καὶ πηγάνου καὶ μέλιτος.
- 2.105.106.112.120.151.2.1
2 σὺν ὄξει δὲ ἐν ἡλίῳ καταχρισθεὶς ἀλφοὺς ἰᾶται, μετ᾿ ἴσου δὲ σποδίου ψωροφθαλμίας παύει, καὶ ἰόνθους σὺν ἁλσὶ στέλλει. σὺν ὀρνιθείῳ δὲ στέατι πρὸς ἐκτρίμματα ὑποδημάτων χρήσιμος καὶ πρὸς δυσηκοίαν καὶ συριγμοὺς καὶ πυορροοῦντα ὦτα ὁ χυλὸς καὶ ὕδατος ἐν απολήμψεις, καὶ πρὸς ἀλωπεκίας παρατριβόμενος· τάχιον γὰρ ἁλκυονίου προκαλεῖται τρίχας ἔστι δὲ καὶ κεφαλαλγές. πλείονα δὲ βρωθέντα ἐν νόσοις ληθάργους ποιεῖ, ἑψηθέντα δὲ οὐρητικώτερα γίνεται.
- 2.105.106.112.120.152.1.1
152 σκόρδου τὸ μέν ἐστιν ἥμερον καὶ κηπευτόν, καὶ τοῦτο ἐν Αἰγύπτῳ μονοκέφαλον καὶ λευκόν. καλοῦσι δὲ τὰς ἐν αὐτῷ ῥᾶγας ἄγλιθας. ἔστι δὲ καὶ ἄλλο ἄγριον, ἀφιόσκορδον καλούμενον.
- 2.105.106.112.120.152.1.2
δύναμιν δὲ ἔχει δριμεῖαν, θερμαντικήν, ἐκκριτικὴν φυσῶν καὶ κοιλίας ταρακτικήν, ξηραντικὴν στομάχου καὶ δίψης ποιητικήν, ἑλκωτικὴν τῶν ἐν τῇ ἐπιφανείᾳ σωμάτων.
- 2.105.106.112.120.152.2.1
2 βιβρωσκόμενον δὲ ἕλμιν πλατεῖαν ἐξάγει καὶ οὖρα ἄγει, ἐχεοδήκτοις τε καὶ αἱμορροοῦσιν ἁρμόζει, ὡς οὐδὲν ἔτερον, λαμβανομένου οἴνου συνεχῶς ἢ σὺν τῷ οἴνῳ λεανθὲν καὶ ποθέν, καταπλάσσεται δὲ καὶ πρός τε ταὐτὰ καὶ ἐπὶ τῶν λυσσοδήκτων ὠφελίμως, καὶ βιβρωσκόμενον δὲ ὀνίνησι, καὶ πρὸς τοὺς ξενισμοὺς τῶν ὑδάτων ἁρμόζει· λαμπρύνει καὶ ἀρτηρίας καὶ βῆχας χρονίας παρηγορεῖ. ὠμόν τε καὶ ὀπτὸν καὶ ἑφθὸν ἐσθιόμενον, καὶ κτείνει φθεῖρας καὶ κονίδας σὺν ὀριγάνου ἀφεψήματι πινόμενον.
- 2.105.106.112.120.152.3.1
καὲν δὲ καὶ 3 φυραθὲν μέλιτι ὑπώπια καὶ ἀλωπεκίας ἰᾶται καταχριόμενον, ἐπὶ δὲ τῶν ἀλωπεκιῶν σὺν ναρδίνῳ μύρῳ σὺν ἁλσὶ δὲ καὶ ἐλαίῳ ἐξανθήματα θεραπεύει· ἀφίστησι δὲ καὶ φακοὺς καὶ λειχῆνας καὶ ἀχῶρας, πίτυρα, ἀλφούς, λέπρας σὺν μέλιτι. μετὰ δᾳδίου δὲ καὶ λιβανωτοῦ καθεψηθὲν τὰς ὀδονταλγίας διακρατούμενον ἐν τῷ στόματι κουφίζει, μυγαλῆς τέ ἐστι κατάπλασμα σὺν συκῆς φύλλοις καὶ κυμίνῳ. τῆς δὲ κόμης τὸ ἀπόζεμα ἐγκάθισμα ἐμμήνων καὶ δευτέρων ἀγωγὸν, καὶ ὑποθυμιᾶται δὲ πρὸς τὰ αὐτά, τὸ δὲ ἐξ αὐτοῦ καὶ τῆς μελαίνης ἐλαίας γινόμενον τρίμμα, καλούμενον δὲ μυττωτόν, βιβρωσκόμενον οὔρησιν κινεῖ καὶ ἀναστομοὶ, χρήσιμον δὲ καὶ ὑδρωπιῶσίν ἐστιν.
- 2.105.106.112.120.153.1
153 σκορδόπρασον φύεται ὡς πράσον μέγα μετέχον τῆς τοῦ πράσου καὶ σκόρδου ποιότητος, ὅθεν καὶ τὴν δύναμιν μικτὴν ἔχει, ποιοῦν ὅσα καὶ τὸ πράσον καὶ τὸ σκόρδον, ἀνειμένως μέντοι. λαχανεύεται δὲ εἰς βρῶσιν ὡς τὸ πράσον ἑψόμενον καὶ ἀπογλυκαινόμενον.
- 2.105.106.112.120.154.1.1
154 σἰνηπι ἢ νᾶπυ· ἐκλέγου τὸ μὴ κατάξηρον καὶ απυρόν, ἁδρὸν δὲ καὶ θλασθὲν ἔνδοθεν χλωρὸν καὶ οἱονεὶ ἔγχυλον, γλαυκόν· πρόσφατον γὰρ καὶ ἀκμαῖον τὸ τοιοῦτον. δύναται δὲ θερμαίνειν, λεπτύνειν, ἐπισπᾶσθαι, ἀποφλεγματίζειν διαμασηθέν. μιγεὶς δὲ ὁ χυλὸς αὐτοῦ ὑδρομέλιτι ἢ οἰνομέλιτι πρὸς ἀντιάδας καὶ τὰς χρονίους τραχύτητας τῆς ἀρτηρίας καὶ τυλώδεις ἀναγαργαριζόμενος ἁρμόζει.
- 2.105.106.112.120.154.1.1-3
προσαχθὲν δὲ τοῖς μυκτῆρσι λεῖον πταρμοὺς κινεῖ, καὶ ἐπιλημπτικοὺς καὶ ὑστερικῶς πνιγομένας διεγείρει, καὶ ἐπὶ ληθαργικῶν καταπλάσσεται ξυρηθείσης τῆς κεφαλῆς. μιγὲν δὲ σύκοις καὶ ἐπιτεθὲν ἄχρι φοινίξεως ἁρμόζει πρὸς ἰσχιάδας, σπλῆνας καὶ καθόλου πᾶν χρόνιον ἄλγημα, ὅπου μεταγαγεῖν τι ἐκ βάθους εἰς τὴν ἐπιφάνειαν βουλόμεθα τῷ τῆς ἑτεροπαθείας λόγῳ· θεραπεύει καὶ ἀλωπεκίας καταπλασθέν, πρόσωπόν τε καθαίρει καὶ ὑπώπια αἴρει σὺν μέλιτι στέατι ἢ κηρωτῇ.
- 2.105.106.112.120.154.3.1
σὺν ὄξει δὲ πρὸς 3 λέπρας καὶ λειχῆνας ἀγρίους περιχρίεται· πίνεται δὲ καὶ πρὸς περιόδους ξηρὸν ὡς ἄλφιτα ἐπιπασσόμενον τῷ ποτῷ, ἐπισπαστικαῖς τε ἐμπλάστροις καὶ ψωρικαῖς μείγνυται χρησίμως, δυσηκοίαις τε καὶ ἤχοις λεῖον ἐντιθέμενον τῇ ἀκοῇ μετὰ σύκου ὠφελεῖ, ὁ δὲ χυλὸς αὐτοῦ σὺν μέλιτι ἁρμόζει πρός τε ἀμβλυωπίας καὶ τραχέα βλέφαρα ἐγχριόμενος. χυλίζεται δὲ ἔτι χλωρὸν ὄν τὸ σπέρμα, καὶ τὸ ἀποθλιφθὲν ξηραίνεται ἐν ἡλίῳ.
- 2.105.106.112.120.155.1.1
155 κάρδαμον δοκεῖ κάλλιστον εἶναι τὸ ἐν Βαβυλῶνι. παντὸς δὲ τὸ σπέρμα θερμαντικόν, δριμύ, κακοστόμαχον, κοιλίαν ταράσσον καὶ ἕλμινθας ἐκτινάσσον, σπλῆνα μειοῦν, ἔμβρυα φθεῖρον καὶ ἔμμηνα κινοῦν, συνουσίαν παρορμῶν· ἔοικε δὲ σινάπει καὶ εὐζώμῳ, ἀποσμήχει λέπρας, λειχῆνας.
- 2.105.106.112.120.155.2.1
2 σὺν μέλιτι δὲ σπλῆνα ταπεινοῖ καταπλασσόμενον καὶ κηρία ἀποκαθαίρει, καὶ τὰ ἐκ θώρακος ἀνάγει ἐγκαθεψόμενον ῥοφήμασιν, ἑρπετοδήκτων τέ ἐστιν ἀντιφάρμακον πινόμενον θυμιαθὲν δὲ ἑρπετὰ διώκει, τρίχας τε ῥεούσας ἐπέχει καὶ ἄνθρακας περιρρήττει πυοποιοῦν. σὺν ὄξει δὲ καὶ ἀλφίτοις καταπλασθὲν ἰσχιαδικοὺς ὠρελεῖ, καὶ οἰδήματα καὶ φλεγμονὰς διαφορεῖ, δοθιῆνάς τε ἐκπυοῖ σὺν ἅλμῃ καταπλασθέν. καὶ ἡ πόα δὲ τὰ αὐτὰ ποιεῖ, ἔλασσον μέντοι δύναται.
- 2.105.106.112.120.156.1.1
156 θλάσπι βοτάνιόν ἐστι στενὸν τοῖς φύλλοις, ὡς δακτύλου τὸ μῆκος, πεπτωκόσιν ἐπὶ γῆς, ἀκροσχιδέσιν, ὑπολιπάροις· καυλὸν δὲ ἀνίησι λεπτόν, δισπίθαμον, ἀποφυάδας ὀλίγας ἔχοντα, καὶ περὶ ὅλον αὐτὸν καρπὸς ὑπόπλατυς ἐξ ἄκρου, ἐν ᾧ σπερμάτιον ἐμφερὲς καρδάμῳ, δισκοειδές, οἱονεὶ ἐντεθλασμένον, ἐξ οὗ καὶ τὸ ὄνομα ἔσχηκεν, ἄνθος δὲ ὑπόλευκον· ἐν ὁδοῖς καὶ ἐπὶ θριγκῶν καὶ τειχῶν φύεται.
- 2.105.106.112.120.156.2.1
τὸ δὲ σπέρμα δριμύ, θερμαντικόν, χολὴν ἄνω τε καὶ κάτω 2 καθαῖρον ποθὲν πλῆθος ὀξυβάφου. ἐγκλύζεται δὲ καὶ πρὸς ἰσχιαδικούς, ἄγει δὲ καὶ αἷμα, ποθὲν δὲ καὶ τὰς ἐντὸς ἀποστάσεις ῥήγνυσι· κινεῖ δὲ καὶ καταμήνια καὶ ἔμβρυα φθείρει. ἱστορεῖται δὲ Κρατεύας καὶ ἕτερον θλάσπι, ὅ τινες Περσικὸν σίνηπι καλοῦσι, πλατύφυλλον καὶ μεγαλόρριζον. καὶ τοῦτο δὲ μείγνυται τοῖς πρὸς ἰσχιάδα διακλυσμοῖς.
- 2.105.106.112.120.157.1
157 δράβη πόα πήχεως τὸ ὕψος, ῥάβδους ἔχουσα λεπτάς· παῤ ἑκάτερα δὲ τὰ φύλλα ὥσπερ λεπιδίου, ἁπαλώτερα δὲ καὶ λευκότερα, ἐπ᾿ ἄκρου δὲ σκιάδιον καθάπερ ἀκτῆς, ἔχον ἄνθη λευκά.
- 2.105.106.112.120.157.2
ταύτης ἡ πόα συνέψεται τῇ πτισάνῃ, μάλιστα δ᾿ ἐν Καππαδοκίᾳ. ὁ δὲ καρπὸς αὐτῆς ξηρὸς ἀντὶ πεπέρεως μείγνυται τοῖς προσοψήμασιν.
- 2.105.106.112.158.1
158 ἐρύσιμον· φύεται μὲν περὶ τὰς πόλεις καὶ οἰκόπεδα καὶ ἐν κήποις· φύλλα δὲ ὅμοια εὐζώμῳ ἀγρίῳ ἔχει, καυλία ἱμαντώδη, ἄνθη μηλίζοντα· ἐπ᾿ ἄκρων δὲ λοβοὶ κερατοειδεῖς, ἰσχνοί, ὡς τήλιδος, ἐν οἷς σπερμάτια μικρά, καρδάμῳ παραπλήσια, πυρώδη κατὰ τὴν γεῦσιν, ποιοῦντα πρὸς θώρακος ῥευματισμόν, ἐμπύους, βῆχας, ἴκτερον, ἰσχιάδα ἐκλειχόμενα σὺν μέλιτι· πένεται καὶ πρὸς τὰ θανάσιμα φάρμακα. καταπλασσόμενον δὲ μεθ᾿ ὕδατος ἢ μέλιτος ὠφελεῖ καρκινώματα κρυπτά, σκληρίας, παρωτίδας, διδύμων καὶ μαστῶν φλεγμονάς, λεπτύνει τε καθ᾿ ὅλου καὶ θερμαίνει. ἐπιεικέστερον δὲ γίνεται εἰς τὰ ἐκλείγματα, ἀποβραχὲν ὕδατι καὶ φωχθὲν ἢ ἐνδεθὲν εἰς ὀθόνιον καὶ ὀπτηθὲν στέατος περιπλασθέντος.
- 2.105.106.112.159.1.1
159 πέπερι δένδρον ἱστορεῖται φυόμενον ἐν Ἰνδίᾳ, καρπὸν δὲ ἀνίησι κατ᾿ ἀρχὰς μὲν προμήκη καθάπερ λοβούς, ὅπερ ἐστὶ τὸ μακρὸν πέπερι, ἔχον τὸ ἐντὸς κέγχρῳ παραπλήσιον, τὸ μέλλον ἔσεσθαι τέλειον πέπερι, ὅπερ κατὰ τοὺς οἰκείους ἀναπλούμενον χρόνους βότρυας ἀνίησι, κόκκους φέροντας οἷον ἐρρυσωμένους, τοὺς δὲ καὶ ὀμφακώδεις, οἵτινές εἰσι τὸ λευκὸν πέπερι, εὐτεθοῦν μάλιστα εἰς τὰ ὀρθαλμικὰ καὶ ἀντιδότους καὶ θηριακὰς δυνάμεις.
- 2.105.106.112.159.2.1
2 ἔστι δὲ τὸ μὲν μακρὸν διὰ τὸ ἄωρον ἐπιτηδειότερον εἰς τὰς ἀντιδότους καὶ θηριακὰς δυνάμεις, τὸ δὲ μἑλαν δριμύτερον τοῦ λευκοῦ καὶ εὐστομώτερον καὶ μᾶλλον ἀρωματίζον διὰ τὸ εἶναι ὥριμον, εὐχρηστότερόν τε εἰς τὰς ἀρτύσεις, τὸ δὲ λευκὸν ὀμφακίζον, ἀσθενέστερον τῶν προειρημένων. ἐκλέγου δὲ τὸ βαρύτατον καὶ πλῆρες, μέλαν, μὴ σφόδρα ῥυσόν, πρόσψατον καὶ μὴ πιτυρῶδες. εὑρίσκεται δέ τι ἐν τῷ μέλανι ἄτροφον, κενὸν καὶ κοῦρον, δ καλεῖται βρέγμα.
- 2.105.106.112.159.3.1
δύναμιν δὲ ἔχει κοινῶς θερμαντικήν, πεπτικήν, οὐρητικήν, 3 ἐπισπαστικήν, διαφορητικήν, σμηκτικὴν τῶν ταῖς κόραις ἐπισκοτούντων· ἁρμόζει καὶ ῥίγεσι περιοδικοῖς πινόμενον καὶ συγχριόμενον, καὶ θηριοδήκτοις ἀρήγει, ἄγει καὶ ἔμβρυα. ἀτόκιον δὲ εἶναι δοκεῖ μετὰ συνουσίαν προστιθέμενον, βηξί τε καὶ πᾶσι τοῖς περὶ θώρακα πάθεσιν ἁρμόζει, ἔν τε ἐκλεικτοῖς καὶ ποτήμασι λαμβανόμενον, καὶ συνάγχαις ἁρμόζει διαχριόμενον σὺν μέλιτι, καὶ στρόφους λύει πινόμενον μετὰ δάφνης φύλλων ἁπαλῶν. ἀποφλεγματίζει δὲ σὺν σταφίδι διαμασηθέν, ἀνώδυνόν τέ ἐστι καὶ ὑγιεινόν, καὶ ὄρεξιν κινεῖ καὶ πέψει συνεργεῖ μειγνύμενον ἐμβάμμασιν.
- 2.105.106.112.159.4.1
ἀναλημφθὲν δὲ πίσσῃ χοιράδας διαφορεῖ, 4 σμήχει δὲ ἀλφοὺς σὺν νίτρῳ. φώγνυται δὲ ἐν ὀστράκῳ καινῷ ἐπ᾿ ἀνθράκων κινούμενον ὡς φακοί.
- 2.105.106.112.159.4.2
ἡ δὲ ῥίζα αὐτοῦ οὐκ ἔστι ζιγγίβερι, καθάπερ ἔνιοι ὑπέλαβον, ὡς αὐτίκα δηλώσομεν. ἔοικε μέντοι κόστῳ ἡ τοῦ πεπέρεως ῥίζα, θερμαίνουσα τὴν γεῦσιν καὶ ὑγρὰ ἐκκαλουμένη, ταπεινοῖ δὲ σπλῆνα σὺν ὄξει καταπλασσομένη καὶ πινομένη· ἀποφλεγματίζει δὲ μετὰ σταφίδος ἀγρίας μασηθεῖσα.
- 2.105.106.112.160.1
160 ζιγγίβερι ἴδιόν ἐστι φυτόν, γεννώμενον ἐν τῇ Τρωγλοδυτικῇ καὶ Ἀραβίᾳ πλεῖστον, οὗ χρῶνται τῇ χλόῃ εἰς πολλά, καθάπερ ἡμεῖς τῷ πηγάνῳ, ἕψοντες εἰς προποτισμοὺς καὶ εἰς ἑψήματα μίσγοντες. ἔστι δὲ ῥιζία μικρά, ὥσπερ κυπέρου, ὑπόλευκα, πεπερίζοντα τῇ γεύσει καὶ εὐώδη· ἐκλέγου δὲ τὰ ἀτερηδόνιστα. ὑπ᾿ ἐνίων μέντοι γε ταριχεύεται διὰ τὸ εὔσηπτον καὶ διακομίζεται ἐν κεραμίοις εἰς Ἰταλίαν, εὐχρηστοῦν εἰς βρῶσιν· λαμβάνεται δὲ μετὰ ταρίχου.
- 2.105.106.112.160.2
δύναμιν δὲ ἔχει θερμαντικήν, πεπτικήν, μαλακτικὴν κοιλίας ἐπιεικῶς, εὐστόμαχον· ποιεῖ καὶ πρὸς τὰ ἐπισκοτοῦντα ταῖς κόραις, μείγνυται καὶ ἀντιδότοις, καὶ καθ᾿ ὅλου παρέοικέ πως τῇ τοῦ πεπέρεως δυνάμει.
- 2.105.106.112.161.1
161 ὑ δροπέπερι· φύεται μὲν μάλιστα παρὰ στασίμοις ὕδασιν ἢ ἐπιεικέσι ῥείθροις, καυλὸν δὲ ἀνίησι γονατώδη, περὶ δν μασχάλαι, καὶ φύλλα ἡδυόσμῳ ἐοικότα, μείζονα δὲ καὶ λευκότερα καὶ τρυφερώτερα, δριμέα ἐν τῇ γεύσει ὥσπερ τὸ πέπερι, οὐ μὴν ἀρωματίζει. καρπὸν δ᾿ ἔχει ἐπὶ κλωναρίων μικρῶν, ἐκφυόμενον παρὰ τὰ φύλλα, συνεχῆ καὶ βοτρυώδη, δριμὺν καὶ αὐτόν. ῥίζαν δ᾿ ἔχει μικράν, ἄχρηστον.
- 2.105.106.112.161.2
δύναται δὲ τὰ φύλλα σὺν τῷ καρπῶ καταπλασσόμενα οἰδήματα καὶ χρονίους σκληρίας διαφορεῖν ὑπώπιά τε ἀποκαθαίρειν. ξηρανθέντα δὲ καὶ κοπέντα μείγνυται ἀντὶ πεπέρεως ἁλσὶ καὶ προσοψήμασι.
- 2.105.106.112.162.1
162 πταρμικὴ θαμνίον ἐστί, κλῶνας ἔχον μικρούς, πολλούς, περιφερεῖς, ὁμοίους ἁβροτόνῳ, περὶ οὓς φύλλα ἐπιμήκη, ἐοικότα τοῖς τῆς ἐλαίας, πολλά· ἐπ᾿ ἄκρῳ δὲ ὥσπερ ἀνθεμίδος κεφάλιον μικρόν, περιφερές, δριμὺ κατὰ τὴν ὀσμήν, ἐρεθιστικὸν πταρμοῦ, ὅθεν καὶ ὠνόμασται.
- 2.105.106.112.162.2
δύναμιν δὲ ἔχει καταπλασσόμενα τὰ φύλλα μετὰ τῶν ἀνθῶν ὑπώπια αἴρειν. τὰ δὲ ἄνθη πταρμοὺς ἐνεργέστατα κινεῖ, φύεται δὲ ἐν ὀρεινοῖς καὶ πετρώδεσι τόποις.
- 2.105.106.112.163.1
163 στρούθιον, ᾧ οἱ ἐριοπλύται χρῶνται πρὸς κάθαρσιν τῶν ἐρίων, γνώριμόν ἐστιν, οὗ ἡ ῥίζα δριμεῖα καὶ οὐρητική, βοηθοῦσα ἡπατικοῖς, βηξίν, ἀρθοπνοίαις, ἰκτέρῳ σὺν μέλιτι κοχλιαρίου πλῆθος λαμβανομένη, κοιλίαν τε ὑπάγει. σὺν δὲ πάνακι καὶ καππάρεως ῥίζῃ λημφθὲν λίθους θρύπτει καὶ ἐξουρεῖν ποιεῖ καὶ σπλῆνα ἐσκιρρωμένον τήκει, προστεθὲν δὲ ἔμμηνα ἄγει καὶ ἔμβρυα φθείρει ἐνεργῶς, σὺν ἀλφίτῳ δὲ καὶ ὄξει καταπλασθὲν λέπρας αἴρει· διαφορεῖ καὶ τὰ φύματα σὺν ἀλεύρῳ κριθίνῳ καὶ οἴνῳ ἑψηθέν. μείγνυται δὲ καὶ κολλυρίοις ὀξυδερκέσι καὶ μαλάγμασι· κινεῖ δὲ καὶ πταρμούς, καὶ εἰς τὰς ῥῖνας δὲ ἐγχεόμενον λεῖον μετὰ μέλιτος καθαίρει διὰ στόματος.
- 2.105.106.112.164.1
164 κυκλάμινος· φύλλα ἔχει ὅμοια κισσῷ, ποικίλα δὲ κάτωθεν καὶ ἄνωθεν κηλῖσιν ὑπολεύκοις, καυλὸν δὲ τετραδάκτυλον, γυμνόν, ἐφ οὖ ἄνθη ῥοδοειδῆ, πορφυρίζοντα, ῥίζαν μέλαιναν, γογγυλίδι παραπλησίαν, ὑπόπλατυν, ἥτις ποθεῖσα μεθ᾿ ὑδρομέλιτος ἄγει φλέγμα καὶ ὕδωρ κάτω, καὶ ἔμμηνα δὲ κινεῖ πινομένη καὶ προστιθεμένη. φασὶ δὲ ὅτι, κἂν ὑπερβῇ τὴν ῥίζαν ἐγκύμων γυνή, ἐξαμβλώσκειν αὐτήν· ἔστι δὲ καὶ ὠκυτόκιον περιαπτομένη. πίνεται δὲ πρὸς τὰ θανάσιμα μετ᾿ οἴνου, καὶ μάλιστα πρὸς λαγωὸν θαλάσσιον, καὶ ἑρπετῶν ἐστιν ἀντιφάρμακον καταπλασσομένη, μεθύσκει τε οἴνῳ μειχθεῖσα.
- 2.105.106.112.2.1-4
ἀποκαθίστησι δὲ καὶ ἴκτερον τριῶν δραχμῶν πλῆθος ποθεῖσα 2 μετὰ γλυκέος ἢ μελικράτου ὑδαροῦς — κατακλίνειν δὲ δεῖ τὸν πίνοντα ἐν οἴκῳ θερμῷ καὶ πλείοσιν ἱματίοις περιβάλλειν, ὅπως ἱδρώσῃ· δ δὲ ἀποκρινόμενος ἱδρὼς χολώδης εὑρίσκεται τῇ χρόᾳ — ἐγχυματίζεταί τε ὁ χυλὸς αὐτῆς μετὰ μέλιτος εἰς τὰς ῥῖνας πρὸς κάθαρσιν κεφαλῆς, καὶ τῷ δακτυλίῳ ἐν ἐρίῳ προστίθεται πρὸς κομιδὴν περιττωμάτων. καταχρισθέντος δὲ αὐτοῦ ἐπ᾿ ὀμφαλοῦ καὶ ὑπογαστρίου καὶ ἰσχίου κοιλίαν μαλάσσει καὶ ἐκτρρσμοὺς ἐργάζεται, καὶ πρὸς τοὺς ὑποκεχυμένους καὶ ἀμβλυωποῦντας ἐγχριόμενος ὁ χυλὸς σὺν μέλιτι ἁρμόζει· μείγνυται καὶ εἰς τὰ φθόρια, ἕδραν τε προπεσοῦσαν σὺν ὄξει καταχριόμενος ὁ χυλὸς καθίστησι.
- 2.105.106.112.3.1
χυλίζεται δὲ ἡ ῥίζα κοπτομένη καὶ ἐκθλιβομένη, 3 ἑψομένου τοῦ χυλοῦ ἄχρι μελιτώδους συστάσεως. ῥύπτει δὲ καὶ χρῶτα ἡ ῥίζα καὶ ἐξανθήματα στέλλει, καὶ τραύματα μετ᾿ ὄξους καὶ καθ᾿ ἑαυτὴν καὶ μετὰ μέλιτος ἰᾶται. καταπλασσομένη δὲ καὶ σπλῆνα τήκει, ἀποκαθαίρει δὲ καὶ ἔφηλιν καὶ ἀλωπεκίας, εὐθετεῖ δὲ καὶ πρὸς στρέμματα καὶ ποδάγραν. τὸ δὲ ἀφέψημα αὐτῆς ποιεῖ πρὸς τὰ ἐν τῇ κεφαλῇ ἑλκύδρια καὶ χιμέτλας καταντλούμενον, αὐτή τε δἰ ἐλαίου παλαιοῦ ἀναζεσθεῖσα καταχριομένου τοῦ ἐλαίου.
- 2.105.106.112.4.1
4 ἐγκοιλανθεῖσα δὲ πληροῦται τοῦ ἐλαίου καὶ τίθεται ἐπὶ θερμοσποδιᾶς, προσεμβάλλεται δὲ ἐνίοτε καὶ κηροῦ Τυρρηνικοῦ ὀλίγον, ὡς γλοιῶδες γενέσθαι, κατάχρισμα ἄριστον χιμετλιῶσιν. ἀποτίθεται δὲ ἡ ῥίζα τμηθεῖσα ὥσπερ σκίλλα. ἱστορεῖται δὲ καὶ πρὸς φίλτρα αὐτὴν λαμβάνεσθαι καεῖσαν ἀναπλασθεἰσάν τε εἰς τροχίσκους, φύεται δὲ ἐν συσκίοις τόποις, μάλιστα δὲ ὑπὸ τὰ δένδρα.
- 2.105.106.165.1
165 κυκλάμινος ἑτέρα, ἣν ἔνιοι κισσάνθεμον καλοῦσι, φύλλα ἔχει κισσῷ ἐοικότα, ἐλάσσονα δέ, καυλοὺς παχεῖς, γονατώδεις, περιελισσομένους τοῖς παρακειμένοις δένδρεσιν ἑλικοειδῶς, ἄνθη λευκά, εὐώδη. καρπὸς δὲ ὡς ῥᾶγες σταφυλῆς, ὅμοιος κισσῷ, μαλακός, δριμὺς ἐν τῇ γεύσει ἡρέμα καὶ γλίσχρος, ῥίζα ἄχρηστος. φύεται δὲ ἐν τραχέσι χωρίοις.
- 2.105.106.165.2
ταύτης ὁ καρπὸς ὅσον δραχμῆς μιᾶς πλῆθος πινόμενος μετ᾿ οἴνου λευκοῦ κυάθων δυεῖν πλῆθος ἐπὶ ἡμέρας τεσσαράκοντα σπλῆνα τήκει δι σὔρων καὶ κοιλίας δαπανώμενον· πίνεται δὲ καὶ πρὸς ὀρθόπνοιαν, καὶ τὰ ἐκ τοκετῶν καθαίρει ποθείς.
- 2.105.106.166.1
166 δρακόντιον· φύλλα ἔχει κισσοειδῆ, μεγάλα, σπίλους ἔχοντα λευκούς, καυλὸν δὲ ὀρθόν, δίπηχυν, ποικίλον, ὀφιοειδῆ, διαπόρφυρον τοῖς σπίλοις, βακτηρίας τὸ πάχος· καρπὸς δὲ ἐπ᾿ ἄκρου βοτρυοειδής, χρώματι τὸ μὲν πρῶτον χλοώδης, πεπανθεὶς δὲ κροκίζων, ἐπιδάκνων τὴν γεῦσιν, ῥίζα ποσῶς στρογγύλη, βολβοειδής, ὁμοία ἄρῳ, φλοιὸν ἔχουσα λεπτόν. φύεται ἐν συσκίοις τόποις περὶ φραγμοὺς καὶ αἱμασιάς. δύναμιν δὲ ἔχει ὁ καρπὸς χυλισθεὶς καὶ ἐγχυματισθεὶς μετ᾿ ἐλαίου εἰς τὸ οὖς ὠταλγίαν παύειν, εἰς δὲ τὰς ῥῖνας ἐντιθέμενος ἐν ἐρίῳ πώλυπας δαπανᾶν, καταχριόμενος δὲ στέλλειν καὶ καρκινώματα.
- 2.105.106.2.1-5
ποθέντες δὲ ὅσον τριάκοντα κόκκοι μετ᾿ 2 ὀξυκράτου ἐξαμβλώσκουσι, καὶ τὴν ὀσμὴν δέ φασι κατὰ τὸν μαρασμὸν τῆς ἀνθήσεως τῶν ἄρτι συνειλημμένων ἐμβρύων φθόριον εἶναι. ἡ δὲ ῥίζα θερμαντικὴ οὖσα βοηθεῖ ὀρθοπνοίαις, ῥήγμασι, σπάσμασι, βηξί, κατάρρῳ, καὶ τὰ ἐν θώρακι ὑγρὰ εὐανάγωγα ποιεῖ, ἑφθή τε καὶ ὠμὴ μετὰ μέλιτος καὶ καθ᾿ ἑαυτὴν βιβρωσκομένη· ξηρὰ δὲ λεία σὺν μέλιτι ἐκλείχεται.
- 2.105.106.3.1
3 ἔστι δὲ οὐρητική, ὁρμάς τε πρὸς συνουσίας ἐγείρει πινομένη μετ᾿ οἴνου καὶ ἕλκη κακοήθη καὶ φαγεδαινικὰ μετὰ βρυωνίας λευκῆς σὺν μέλιτι λεανθεῖσα ἀνακαθαίρει καὶ ἀπουλοῖ, καὶ κολλύρια δὲ ἐξ αὐτῆς ἀναπλάσσεταιε΄ πρὸς σύριγγας καὶ ἐμβρύων κομιδήν. φασὶ ἀὲ ὅτι, καὶ εἰ διατρίψει τις τῇ ῥίζῃ τὰς χεῖρας, ἀπὸ ἐχίδνης ἄδηκτος μένει· ἀποκαθαίρει δὲ καὶ ἀλροὺς σὺν ὄξει καταχρισθεῖσα. τὰ δὲ φύλλα λεῖα ἐπὶ τῶν νεοτρώτων ἀντὶ μότων ἐπιτιθέμενα ἁρμόζει, καὶ πρὸς χιμέτλαν ἑψηθέντα ἐν οἴνῳ καὶ τυρός τε ἐνειλούμενος τοῖς φύλλοις ἄσηπτος διαμένει.
- 2.105.106.4.1
ὁ δὲ χυλὸς τῆς ῥίζης ἁρμόζει πρὸς νεφέλια καὶ λευκώματα 4 καὶ ἀχλῦς. λαχανεύεται δὲ ἡ ῥίζα καὶ πρὸς τὴν ἐν ὑγιείᾳ χρῆσιν ἑφθή τε καὶ ὠμὴ ἐσθιομένη. οἱ δὲ ἐν ταῖς Γυμνητίσι νήσοις, καλουμέναις δὲ Βαλιαρίσιν, ἑφθὴν τὴν ῥίζαν μειγνύντες μέλιτι πολλῷ ἀντὶ πλακούντων ἐν τοῖς συνδείπνοις παρατιθέασιν. ἀποτίθεσθαι δὲ δεῖ τὴν ῥίζαν ἐν πυραμητῷ ἀρύξαντας καὶ πλύναντας καὶ κατατεμόντας ἐνείραντάς τε λίνῳ καὶ ξηράναντας ἐν σκιᾷ.
- 2.105.167.1
167 ἄρον τὸ καλούμενον παρὰ Σύροις λοῦφα. φύλλα ἀνίησιν ἅμοια τοῖς τοῦ δρακοντίου, μικρότερα δὲ καὶ ἀσπίλωτα, καυλὸν σπιθαμιαῖον, ὑποπόρφυρον, ὑπεροειδῆ, ἐφ᾿ οὗ ὁ καρπὸς κροκίζων· ῥίζα λευκὴ πρὸς τὴν τοῦ δρακοντίου, ἥτις καὶ ἐσθίεται ἑψομένη ἧττον οὖσα δριμεῖα. ταριχεύεται δὲ τὰ φύλλα εἰς βρῶσιν, καὶ καθ᾿ ἑαυτὰ ξηρανθέντα ἑψόμενα ἐσθίεται.
- 2.105.167.2
δύναμιν δὲ ἔχει τὸ σπέρμα καὶ τὰ φύλλα καὶ ἡ ῥίζα τὴν αὐτὴν τῷ δρακοντίῳ. ποιεῖ δὲ ἡ ῥίζα καταπλασσομένη σὺν βολβίτῳ ἐπὶ ποδαγρικῶν. ἀποτίθεται δὲ ὡς ἡ τοῦ δρακοντίου, καὶ καθ ὅλου ἐστὶν ἐδώδιμος διὰ τὸ μὴ λίαν δριμύ.
- 2.105.168.1
168 ἀρίσαρόν ἐστι βοτάνιον μικρόν, ῥίζαν ἔχον ὡς ἐλαίας· ἔστι δὲ δριμυτέρα τοῦ ἄρου, ὅθεν νομὰς ἵστησι καταπλασσομένη, κολλύριά τε πρὸς σύριγγας ἐνεργῆ ἐξ αὐτῆς γίνεται. φθείρει δὲ καὶ αἰδοῖον παντὸς ζῴου ἐντεθεῖσα ἡ ῥίζα.
- 2.105.169.1.1
169 ἀσφόδελος· φυτὸν τοῖς πλείστοις γνώριμον, φύλλον ἔχον πράσῳ μεγάλῳ ἐοικός, καυλὸν δὲ λεῖον, ἔχοντα ἐπ ἄκρου ἄνθος, καλούμενον ἀνθερικόν. ῥίζαι δὲ ὕπεισιν ἐπιμήκεις, στρογγύλαι, βαλάνοις ὅμοιαι, δριμεῖαι τὴν γεῦσιν, καὶ τὴν δύναμιν θερμαντικαί. κινοῦσι δὲ καὶ οὔρησιν καὶ ἔμμηνα ποθεῖσαι, ἰῶνται καὶ πλευρᾶς ἀλγήματα καὶ βῆχας καὶ σπάσματα καὶ δήγματα δραχμῆς μιᾶς τὸ πλῆθος τῆς ῥίζης ἐν οἴνῳ πινομένης.
- 2.105.169.2.1
ποιεῖ δὲ καὶ εὐημεστέρους ὅσον ἀστράγαλος βρωθεῖσα, καὶ ἑρπετοδήκτοις 2 δίδοται ὠφελίμως ὅσον δραχμῶν τριῶν τὸ πλῆθος· καὶ καταπλάττειν δὲ δεῖ τὰ δήγματα τοῖς τε φύλλοις καὶ τῇ ῥίζῃ καὶ τοῖς ἄνθεσι σὺν οἴνῳ, καὶ τὰ ῥυπαρὰ καὶ νεμόμενα ἕλκη καὶ μαστῶν καὶ διδύμων φλεγμονὰς καὶ φύματα καὶ δοθιῆνας, συγκαθεψομένης τρυγὸς οἴνου τῇ ῥίζῃ, πρὸς δὲ τὰς προσφάτους φλεγμονὰς μετ᾿ ἀλφίτου. ὁ δὲ χυλὸς τῆς ῥίζης προσλαβὼν οἴνου παλαιοῦ γλυκέος καὶ σμύρνης καὶ κρόκου συνεψηθέντων ἐπὶ τὸ αὐτὸ ἔγχριστον γίνεται ὀφθαλμοῖς φάρμακον, καὶ πρὸς ὦτα πυορροοῦντα καθ᾿ ἑαυτὸν καὶ σὺν λιβανωτῷ καὶ μέλιτι καὶ οἴνῳ καὶ σμύρνῃ χλιανθεὶς ἁρμόζει, ὀδονταλγίας τε καθ᾿ ἑαυτὸν ἐγχυθεὶς ὁ χυλὸς τῷ ἀντικειμένῳ ὠτίῳ πραύνει.
- 2.105.169.3.1
3 καεῖσα δὲ ἡ ῥίζα, τῆς τέφρας ἐπιπλασσομένης, ἀλωπεκίας δασύνει, ἐνεψηθὲν δὲ ἔλαιον κεκοιλωμέναις ταῖς ῥίζαις ἐπὶ πυρὸς εἱλκωμένας χιμέτλας καὶ πυρίκαυτα ὑπαλειφόμενον ὠφελεῖ, καὶ ὠταλγιῶσι βοηθεῖ ἐγχεόμενον εἰς τὸ οὖς, ἀλφόν τε λευκὸν προανατριφθέντα ἐν ὀθονίῳ ἐν ἡλίῳ καταχρισθεῖσα ἡ ῥίζα σμήχει. ὁ δὲ καρπὸς καὶ τὰ ἄνθη κατ᾿ ἐξοχὴν σκολοπένδρων καὶ σκορπίων ἀντιφάρμακόν ἐστιν ἐν οἴνῳ ποθέντα· ταράττει δὲ καὶ τὴν κοιλίαν.
- 2.105.170.1.1
170 βολβὸς ἐδώδιμος· εὐστόμαχος ὁ πυρρός, ἀπὸ Λιβύης κομιζόμενος, ὁ δὲ πικρὸς ναὶ σκιλλώδης εὐστομαχώτερος, πεπτικός. πάντες δὲ δριμεῖς καὶ θερμαντικοί, συνουσίαν παρορμῶντες, τραχύνοντες γλῶσσαν καὶ παρίσθμια, πολύτροφοι καὶ σαρκοποιητικοί, ἐμπνευματοῦντες· ποιοῦσι δὲ καταπλασσόμενοι πρὸς στρέμματα καὶ θλάσματα καὶ σκόλοπας καὶ πρὸς τὰς τῶν ἄρθρων ἀδύνας καὶ ποδάγρας σὺν μέλιτι καὶ καθ᾿ ἑαυτούς, καὶ τὰ ἐπὶ τῶν ὑδρωπικῶν οἰδήματα καὶ κυνόδηκτα ὁμοίως σὺν μέλιτι· ἐπέχουσι δὲ καὶ ἱδρῶτας.
- 2.105.170.2.1
σὺν πεπέρει δὲ 2 λείῳ καταπλασθέντες στομάχου ὀδύνας παύουσι, καὶ πίτυρα καὶ ἀχῶρας ἀποσμήχουσι σὺν ὀπτῷ νίτρῳ· καθαίρουσι καὶ ὑπώπια καὶ ἰόνθους καθ᾿ ἑαυτοὺς ἢ σὺν ᾠοῦ λεκίθῳ, φακούς τε σὺν ὀξυμέλιτι· πρὸς δὲ ὤτων θλάσματα σὺν ἀλφίτῳ καὶ πρὸς θλάσεις ὀνύχων. ἀφαιροῦσι δὲ καὶ σύκας ὀπτηθέντες ἐν θερμοσποδιᾷ καὶ μετά μαινίδων κεφαλῶν κεκαυμένων ἐπιτεθέντες, καέντες δὲ καὶ μιγέντες ἁλκυονίῳ ἔφηλιν καὶ οὐλὰς μελαίνας ἀποκαθαίρουσιν, ἐν ἡλίῳ καταχριόμενοι. σὺν ὄξει δὲ ἑφθοὶ βιβρωσκόμενοι πρὸς ῥήγματα ποιοῦσι· φυλάσσεσθαι δὲ δεῖ τὸ πλῆθος αὐτῶν ἐν τῇ βρώσει διὰ τὸ ἅπτεσθαι τοῦ νευρώδους.
- 2.105.171.1.1
171 σκίλλα δύναμιν ἔχει δριμεῖαν, πυρωτικήν· πολύχρηστος δὲ γίνεται ὀπτηθεῖσα. σταιτὶ δὲ ἢ πηλῷ περιπλάττεται καὶ δίδοται εἰς κλίβανον ἄνθραξιν ἐγκρύβεται, μέχρι ἂν ὀπτηθῇ ἱκανῶς τὸ περικείμενον σταῖς, οὗ περιαιρεθέντος, εἰ μὴ τακερκὰ γέγονεν, ἕτερον σταῖς ἢ πηλὸν περιπλάσαντες τὰ αὐτὰ ποιήσομεν· ἡ γὰρ μὴ οὕτως ὀπτηθεῖσα βλαβερὰ τὴν δόσιν, πρὸς τὰ ἐντοσθίδια μάλιστα προθφερομένη. ὀπτᾶται δὲ καὶ ἐν χύτρᾳ πεπωμασμένῃ καὶ καθιεμένη εἰς κλίβανον· λαμβάνεται δὲ αὐτῆς τὸ μεσαίτατον τῶν ἔξωθεν περιαιρουμένων.
- 2.105.171.2.1
2 καὶ ἕψεται δὲ ἐντμηθεῖσα, ἀποχεομένου τοῦ πρώτου ὕδατος, ἑτέρου δὲ ἐπιχεομένου, ἄχρι ἂν μὴ πικρὸν ἢ δριμὺ γένηται τὸ ὕδωρ, καὶ ξηραίνεται δὲ ἐν σκιᾷ τμηθεῖσα καὶ διαιρεθεῖσα λιναρίῳ, ὡς μὴ ἅπτεσθαι ἀλλήλων τοὺς τόμους. τῇ μὲν οὖν τμητῇ εἰς οἶνον καὶ ὄξος καὶ ἔλαιον σκιλλητικὸν χρώμεθα, πρὸς δὲ ῥαγάδας τὰς ἐν ποσὶ τὸ ἔνδον τῆς ὠμῆς σὺν ἐλαίῳ ζεσθὲν ἢ σὺν ῥητίνη τηχθὲν ἐπιτίθεται, ἐχεοδήκτοις τε κατάπλασμα ἑψηθεῖσα θεῖσα σὺν ὄξει.
- 2.105.171.3.1
3 τῆς δὲ ὀπτῆς πρὸς ἕν μέρος τῆς σκίλλης προσεκλεάναντες ἁλῶν ὀπτῶν μέρη ὀκτὼ δίδομεν κοχλιάριον ἓν ἢ δύο νήστεσι πρὸς μάλαξιν κοιλίας, εἰς ποτήματά τε καὶ ἀρωματικὰς δυνάμεις, καὶ ἐφ᾿ ὧν οὔρησιν κινῆσαι θέλομεν, καὶ ἐπὶ ὑδρωπικῶν καὶ στομαχικῶν, οἷς ἐπιπολάζει τὰ σιτία, καὶ ἐπὶ ἰκτέρου, στροφουμένων, βηττόντων χρονίως, ἀσθματικῶν, ἀναφορικῶν·
← Previous · Next → — showing 601–700 of 1,966
First Thousand Years of Greek. CTS URN tlg0656.tlg001.1st1K-grc1. Via the Perseus Digital Library / Open Greek and Latin TEI corpora. Licence: Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License. Source.