Ancient Textssearch the texts themselves, not just their titles

← All works

De materia medica

First Thousand Years of Greek · First Thousand Years of Greek · 1,966 sections

  1. 2.76.14.2

    σαμψουχίζεται δὲ στέαρ οὕτως· λαβών τοῦ καλῶς τεθεραπευμένου ὅσον μνᾶν μίαν — ἔστω δὲ μᾶλλον ταύρειον — καὶ σαμψούχου ὡρίμου τεθλασμένου ἐπιμελῶς μνᾶν μίαν ἥμισυ μεῖξον καὶ μαγίδας ἀνάπλασον ἐπιχέας δαψιλέστερον οἶνον, εἶτα ἀποθέμενος αὐτὰς εἰς ἀγγεῖον καὶ σκεπάσας ἔασον ἐννυκτερεῦσαι.

  2. 2.76.15.1

    15 πρωὶ δὲ εἰς χύτραν κεραμεᾶν ἐμβαλὼν καὶ ὕδωρ ἐπιχέας ἕψε κούφως. ὅταν δὲ τὴν ἰδίαν ὀσμὴν ἀποβάλῃ τὸ στέαρ, διυλίσας αὐτὸ καὶ ἐάσας μεῖναι ὅλην τὴν νύκτα πεπωμασμένον καλῶς, τῇ ἐπιούσῃ ἀνελόμενος τὸν τροχίσκον καὶ προσαποξύσας τὴν ἐν τῳ πυθμένι ῥυπαρίαν μεῖξον πάλιν σαμψούχου κεκομμένου, ὡς εἴρηται, ἄλλην μνᾶν μίαν ἥμισυ καὶ ὡσαύτως ἀναστρέφου, μαγίδας τε ποιῶν καὶ τὰ ἄλλα τὰ προειρημένα ἐπὶ πᾶσι δὲ ἑψήσας καὶ διυλίσας ἀφελών τε, εἴ τις πρὸς τῷ πυθμένι ῥυπαρία ὑπάρχοι, ἀπόθου ἐν καταψύχρῳ τόπῳ.

  3. 2.76.16.1

    εἰ δὲ ἀθεράπευτον στέαρ χήνειον ἢ ἀρνίθειον ἢ μόσχειον 16 θέλοι τις ἄσηπτον διατηρῆσαι, οὕτως ποιητέον αὐτό· λαβὼν πρόσφατον, ὁποῖον ἂν αἱρῇ, ἔκπλυνον ἐπιμελῶς καὶ διαψύξας ἐπὶ κοσκίνου ἐν σκιᾷ, μετὰ τὸ ξηρανθῆναι ἔμβαλε εἰς ὀθόνην καὶ ἐκπίεσον ταῖς χερσὶν ἐρρωμένως, εἶτα λίνῳ διείρας κρέμασον ἐν τόπῳ σκιερῷ· μετὰ δὲ ἡμέρας πολλὰς καινῷ ἀποδήσας χαριῃ ἀποτίθεσο ἐν καταψύχρῳ τόπῳ. ἄσηπτα δὲ διαμένει καὶ ἐν μέλιτι ἀποτεθέντα.

  4. 2.76.17.1

    δύναμιν δὲ ἔχει τὰ στέατα πάντα θερμαντικήν. τὸ μέντοι 17 ταύρειον στύφει ποσῶς καὶ τὸ βόειον καὶ τὸ μόσχειον, καὶ τὸ λεόντειον δὲ ἀναλογεῖ τούτοις· φασὶ δὲ καὶ ἀντιφάρμακον αὐτὸ τοῖς ἐπιβουλεύουσιν εἶναι. τὸ δὲ ἐλεφάντειον καὶ ἐλάφειον ἑρπετὰ διώκει καταχριόμενον τὸ δὲ αἴγειον στυπτικώτερον, ὅθεν δυσεντερικοῖς δίδοται σύν ἀλφίτῳ καὶ τυρῷ, καὶ ἑψόμενον ἐγκλύζεται μετὰ πτισάνης χυλοῦ. εὐθετεῖ δὲ καὶ φθισικοῖς ἐν ῥοφήμασιν ὁ ἐξ αὐτῶν ζωμός, καὶ τοῖς κανθαρίδας πεπωκόσιν ὠφελίμως δίδοται.

  5. 2.76.18.1

    τὸ δὲ τράγειον, διαλυτικώτερον ὄν, βοηθεῖ 18 ποδαγρικοῖς φυραθὲν σὺν αἰγὸς σπυράθοις καὶ κρόκῳ καὶ ἐπιτιθέμενον, καὶ τὸ προβάτειον δὲ ἀναλογεῖ τούτῳ. ὕειον δὲ ἀναλογεῖ τοῖς περὶ ὑστέραν καὶ ἕδραν καὶ πυρικαύτοις ἁρμόζει· τὸ δὲ ταριχηρὸν ὕειον ὡς ὅτι παλαιότατον θερμαίνει, μαλάσσει, οἴνῳ δὲ πλυθὲν ἁρμόζει πλευριτικοῖς, σὺν τέφρᾳ ἢ ἀσβέστῳ ἀναλημφθέν, καὶ πρὸς οἰδήματα καὶ φλεγμονάς. τὸ δὲ ὄνειόν φασιν οὐλάς ὁμόχρους ποιεῖν, χήνειον δᾶ καὶ ὀρνίθειον πρός τε τὰ γυναικεῖα καὶ ἐπιρρήξεις χειλῶν καὶ προσώπων ἐπιμέλειαν καὶ ὠταλγίας ἁρμόζει, τὸ δὲ ἄρκειον δοκεῖ τριχοφυὲς εἶναι ἀλωπεκιῶν καὶ χιμετλιῶσιν ἁρμόζει.

  6. 2.76.19.1

    19 τὸ δὲ τῆς ἀλώπεκος στέαρ ποιεῖ πρὸς ὠταλγίας, τὸ δὲ τῶν ποταμίων ἰχθύων ὀξυδερκὲς ἐγχριόμενον, ἀποτακὲν ἐν ἡλίῳ καὶ μέλιτι μιγέν, τὸ δὲ τῆς ἐχίδνης πρὸς ἀμβλυωπίας, ἔτι δὲ ὑποχύσεις ἐνεργεῖ. μιγὲν κεδρίᾳ καὶ μέλιτι Ἀττικῷ καὶ ἐλαίῳ παλαιῷ ἴσον, ἐκτιλθείσας δὲ τὰς ἐν μασχάλη τρίχας πρὸς ταῖς ῥίζαις καταρισθὲν καθʼ ἑαυτὸ πρόσφατον ἐξιτήλους ποιεῖ.

  7. 2.77.1.1

    77 μυε λῶν δὲ κράτιστός ἐστιν ὁ ἐλάφειος, εἶτα μόσχειος καὶ μετὰ τοῦτον ταύρειος, εἶτα αἴγειος καὶ προβάτειος. συνίσταται δὲ θέρους τοῦ συνεγγίζοντος τῷ φθινοπώρῳ· ἐν γὰρ τοῖς ἄλλοις καιροῖς αἱμαλωπιᾷ καὶ οἱονεὶ σάρξ εὔθρυπτος ἐν τοῖς ἀστέοις εὑρίσκεται. ἐστι δὲ δύσγνωστος, ἐὰν μή τις αὐτὸν ἐξοστείσας ἴδῃ καὶ ἀποθῆται.

  8. 2.77.1.2

    ἄπαντες δέ εἰσι μαλακτικοί, ἀραιωτικοί, θερμαντικοί, πληρυμωτικοὶ ἑλκῶν· ὁ δὲ ἐλάφειος περιχρισθεὶς καὶ θηρία διώκει.

  9. 2.77.2.1

    2 θεραπεύεται δὲ ὁ πρόσφ ατος μαλαχθεὶς ὡς στέαρ, παραχεομένου ὕδατος, ἐκλεγομένων τῶν ὀστέων, εἶτα διʼ ὀθόνης ὑλισθεὶς καὶ ὡσαύτως πλυθείς, ἄχρι ἂν οὗ τὸ ὕδωρ καθαρὸν γένηται· ἔπεινα ἐν διπλώματι τακείς, ὑπαναλημφθείσης πτερῷ τῆς ἐπινηχομένης ῥυπαρίας, καὶ διυλισθεὶς εἰς θυίαν, μετὰ τὸ παγῆναι ἀποτίθεται ἐν ἀστρακίνῳ ἀγγείῳ καινῷ, ἀπεξυσμένης ἐπιμελῶς τῆς ὑποστάθμης. εἰ δʼ ἀθεράπευτον ἀποτίθεσθαι βούλει, ποίει πάντα, ὡς ἐπὶ τοῦ ὀρνιθείου καὶ χηνείου στέατος ὑπεδείξαμεν (II 76).

  10. 2.78.1.1

    78 χολὴ πᾶσα ἀποτίθεται τούτῳ τῷ τρόπῳ· λαβὼν τὴν πρόσφατον καὶ ἀποδήσας τὸ στόμα αὐτῆς λίνῳ κάθες εἰς ὕδωρ ζέον διαλιπὼν χρόνον τοσοῦτον, ὅσον ἄν τις τριῶν σταδίων δρόμον ἀνύσειεν· εἶτα ἐξελὼν ξήραινε ἐν τόπῳ σκιερῷ καὶ ἀνοτίστῳ. τὰς δὲ εἰς τὰ ὀφθαλμικὰ λίνῳ ἀποδήσας βάλε εἰς βῖκον ὑελοῦν ἔχοντα μέλι, καὶ τὴν ἀρχὴν τοῦ λίνου περιδήσας τῷ στόματι τοῦ βίκου πωμάσας ἀπόθου.

  11. 2.78.2.1

    εἰσὶ δὲ πᾶσα ι αἱ χολαὶ δριμεῖαι, θερμαντικαί, τῷ μᾶλλόν 2 τε καὶ ἧττον κατὰ δύναμιν ἀλλήλων διαφέρουσαι. δοκοῦσι δὲ ἐπιτετάσθαι ἥ τε τοῦ θαλασσίου σκορπίου καὶ ἰχθύος τοῦ λεγομένου καλλιωνύμου, χελώνης τε θαλασσίας καὶ ὑαίνης, ἔτι δὲ πέρδικος καὶ ἀετοῦ καὶ ἀλεκτορίδος λευκῆς καὶ αἰγὸς ἀγρίας, ἰδίως ἁρμόζουσα πρὸς ἀρχομένας ὑποχύσεις καὶ ἀχλῦς, ἄργεμά τε καὶ τραχέα βλέφαρα. τῆς δὲ τοῦ προβάτου καὶ τοῦ τράγου καὶ τοῦ συὸς ἔτι δὲ ἄρκου ἐμπρακτικωτάτη ἐστὶν ἡ ταυρεία. πᾶσαι δὲ προθυμίαν πρὸς διαχώρησιν ἐργάζονται, καὶ μᾶλλον ἐπὶ παιδίων, εἴ τις κροκύδα βάψας προσθείη τῷ δακτυλίῳ.

  12. 2.78.3.1

    3 ἡ δὲ ταυρεία ἰδίως ἐπὶ συναγχικῶν διαχρίεται σὺν μέλιτι, ἀποθεραπεύει τε τὰ ἐν δακτυλίῳ μέχρι οὐλῆς, πυορροοῦντά τε ὦτα καὶ τὰς ἐπʼ αὐτῶν ῥήξεις σὺν γάλακτι αἰγείῳ ἢ γυναικείῳ ἐνσταζομένη. πρὸς δὲ συριγμοὺς σὺν πράσου χυλῷ ποιεῖ, εἴς τε τάς τραυματικὰς ἐμπλάστρους ἀφλεγμάντους μειγνυμένη καὶ θηριακὰς περιχρίστους· καὶ πρὸς φαγεδαινικὰ δʼ ἕλκη καὶ ἀδύνας αἰδοίου καὶ ὀσχέου σὺν μέλιτι, πρὸς δὲ λέπρας καὶ πίτυρα σὺν νίτρῳ ἢ γῇ κιμωλίᾳ σμῆγμα κράτιστον. καὶ ἡ προβατε ία δὲ πρὸς τὰ αὑτὰ καὶ ἡ ἀρκεία, ἐνδεέστεραι δὲ τυγχάνουσιν.

  13. 2.78.4.1

    4 ἐκλειχομένη δὲ ἡ ἀρκεία ἐπιλημπτικοὺς ὠφελεῖ, ἡ δὲ τῆς χελώνης πρὸς συνάγχας καὶ τὰς ἐπὶ τῶν παιδίων νομὰς ἐν στόματι καὶ ἐπιλημπτικοὺς ἐντεθεῖσα ταῖς ῥισίν, αἰ γὸς δὲ ἀγρίας ἰδίως νυκτάλωπας θεραπεύει ἐγχρισθεῖσα. καὶ ἡ τοῦ τράγου δὲ τὸ αὐτὸ ποιεῖ, θύμιά τε αἴρει καὶ τὰς ἐπὶ τῶν ἐλεφαντιώντων ὑπεροχὰς καταχριομένη στέλλει. ἡ δὲ ὐ ε ία πρὸς τὰ ἐν ὠσὶν ἕλκη καὶ πρὸς τὰ λοιπὰ πάντα ὠφελίμως παραλαμβάνεται.

  14. 2.79.1.1

    79 αἷμα χηνὸς καὶ ἐρίφου καὶ νήσσης ἀντιδότοις χρησίμως μείγνυται, φάσσης δὲ καὶ τρυγόνος καὶ περιστερᾶς καὶ πέρδικος πρόσφ ατον πρὸς ὀρθαλμῶν τρώσεις, καὶ ὑποδρομὰς αἵματος ματος καὶ νυκτάλωπας ἐγχρίεται. ἰδίως δὲ τὸ τῆς περιστερᾶς αἱμορραγίας τὰς ἐκ μηνίγγων ἐπέχει. τὸ δὲ τοῦ τράγου καὶ αἰγὸς καὶ ἐλάφου καὶ λαγωοῦ ὀπτὸν ἀπὸ τηγάνου λαμβανόμενον δυσεντερίας καὶ κοιλιακὰς ῥύσεις ἐφίστησι, μετʼ οἴνου δὲ ποθὲν πρὸς τὰ τοξικὰ ποιεῖ, τὸ δὲ τῶν λαγωῶν θερμὸν καταχριόμενον ἐφηλίδας καὶ φακούς θεραπεύει, καὶ τὸ ἀπὸ τῶν κυνῶν δὲ ποθὲν λυσσοδήκτοις καὶ τοξικὸν πεπωκόσιν ἁρμόζει.

  15. 2.79.2.1

    τὸ δὲ τῆς χερσαίας χελώνης ποθὲν ἐπιλημπτικοῖς 2 ἱστορεῖται ἁρμόζειν, θαλα σκίας δὲ χελώ νης σὺν οἴνῳ καὶ πιτύᾳ λαγωοῦ καὶ κυμίνῳ πινόμενον ἁρμόζει πρὸς θηριοδήγματα καὶ φρύνου πόσιν. ταύρου δὲ αἷμα διαφορεῖ καὶ μαλάσσει σκληρίας καταπλασσόμενον μετὰ ἀλφίτων. τὸ δὲ τῶν ὀχε υτῶν ἵππων σηπταῖς μείγνυται, τὸ δὲ τοῦ χαμαιλέοντος τρίχας ψιλοῦν ἐπὶ τῶν βλεφάρων πεπίστευται, καὶ τὸ τῶν χλωρῶν βατράχων ὁμοίαως. γυναικὸς δὲ τὸ ἐπιμήνιον περιαλειφόμενον καὶ ὑπερβαινόμενον ἀσυλλήμπτους δοκεῖ ποιεῖν γυναῖκας, ποδαγρικὰς δὲ ἀδύνας καὶ ἐρυσιπέλατα κουφίζει καταχριόμενον.

  16. 2.80.1.1

    80 ἀπόπα τος βοὸς νομάδος πρόσφατος ἐπιτεθεῖσα φλεγμονάς τάς ἐκ τραυμάτων πραύνει· ἐνειλεῖται δὲ φύλλοις καὶ θερμαίνεται ἐν θερμοσποδιά καὶ οὕτως ἐπιτίθεται, καὶ ἰσχιάδος δὲ πυρία πραυντικὴ ἡτοιαύτη ἐπίθεσις. σὺν ὄξει δὲ καταπλασθεῖσα χοιράδας καὶ σκληρώματα διαλύει καὶ φύγεθλα. ἰδίως δὲ ἄρρενορς βοὸς βόλβιτον ὑστέραν προπεπτωκυῖαν ὑπομιώμενον ἀποκαθίστησι, διώκει δὲ καὶ κώνωπας θυμιαθέν. σἰγῶν δὲ σπύραθοι, μάλιστα ὀρεινῶν πινόμεναι σὺν οἴνῳ ἴκτερον ἀποκαθαίρουσι, σύν ἀρώματι δὲ ποθεῖσαι ἔμμηνα κινοῦσι καὶ ἔμβρυα ἐκβάλλουσι.

  17. 2.80.2.1

    2 ξηραὶ δὲ λεῖαι σὺν λιβανωτῷ προστεθεῖσαι ἐν ἐρίῳ ῥοῦν γυναικεῖον ἐπέχουσι, καὶ τὰς ἄλλας δὲ αἱμορραγίας σῦν ὄξει στέλλουσι· καεῖσαι δὲ ἀλωπεκίας θεραπεύουσι μετʼ ὄξους ἢ ὀξυμέλιτος καταχριόμεναι, σὺν ὀξυγγίῳ δὲ καταπλασσόμεναι ποδαγρικοὺς ὠφελοῦσιν. ἑψηθεῖσαι δὲ μετʼ ὄξους ἢ οἴνου ἐπιτίθενται πρὸς ἑρπετῶν δήγματα καὶ ἕρπητας καὶ ἐρυσιπέλατα καὶ παρωτίδας. καὶ ἐπὶ ἰσχιαδικῶν δὲ ἡ διʼ αὐτῶν καῦσις ὠφελίμως παραλαμβάνεται τοῦτον τὸν τρόπον· ἐπὶ τὸ μεταξὺ μέρος τοῦ (λιχανοῦ καὶ τοῦ〉 ἀντίχειρος, συνεγγίζον δὲ τῷ καρπῷ κοῖλον, προυποθεὶς ἔριον ἐλαίῳ βεβρεγμένον, ἐπιτίθει κατά μίαν σπύραθον πυρῶν, ἄχρι οὗ ἂν ἡ αἴσθησις διὰ τοῦ βραχίονος ἐπὶ τὸ ἰσχίον ἔλθῃ καὶ παύῃ· καλεῖται δὲ τοιαύτη καῦσις Ἀραβική.

  18. 2.80.3.1

    ἡ προβάτων δὲ ἀχοδος σῦν ὄξει καταπλασθεῖσα ἐπινυκτίδας, ἥλους, θύμους, ἀκροχορδόνας ἰᾶται, πυρίκαυτα δὲ κηρωτῇ ῥοδίνῃ ἀναλημφ θεῖσα. ὑὸς δὲ ἀγρίου ξηρὰ μεθʼ ὕδατος ἢ οἴνου ποθεῖσα αἵματος ἀναγωγὴν ἴσχει καὶ χρόνιον ἄλγημα πλευράς πραύνει, ῥήγματα δὲ καὶ σπάσματα μετʼ ὄξους στρέμματα δὲ θεραπεύει ἀναλημρ θεῖσα κηρωτῇ ῥοδίνῃ. ὀνὶς δὲ καὶ ἡ τῶν ἵππων ἄφοδος αἱμορραγίας ἱστησιν ὠμή τε καὶ κεκαυμένη ὄξει μιγεῖσα. ἡ δὲ τοῦ ἐξ ἀγέλης ὄνου ποηφάγου ἄφοδος ξηρά χυλισθεῖσα ἐν οἴνῳ καὶ ποθεῖσα σκορπιοπλήκτοις σφόδρα βοηθεῖ.

  19. 2.80.4.1

    περιστερᾶς δὲ θερμαντικωτέρα 4 καὶ καυστικωτέρα χρησίμως ὠμῇ λύσει μειγνυμένη, σύν ὄξει δὲ χοιράδας διαφορεῖ, ἄνθρακάς τε περιρρήττει σύν μέλιτι καὶ λινοσπέρμῳ, καὶ σὺν ἐλαίῳ λεανθεῖσα πυρίκαυτα θεραπεύει. καὶ ἡ τῶν ἀλεκτορίδων δὲ ταὐτὰ ποιεῖ, ἐνδεέστερον μέντοι, πλὴν ἰδίως πρὸς μύκητας θανασίμους καὶ κόλου ἀλγήματα ἁρμόζει μετʼ ὄξους ἢ οἴνου πινομένη. πελαργοῦ δὲ σῦν ὕδατι ποθεῖσα ἐπιλημπτικοῖς ἁρμόζειν πεπίστευται, γυπὸς δὲ ὑποθυμιαθεῖσα ἔμβρυα ἐκτινάσσειν παραδέδοται.

  20. 2.80.5.1

    μυῶν δὲ λεία 5 σὺν ὄξει ἀλωπεκίας καταχριομένη θεραπεύει, σὺν λιβανωτῷ δὲ καὶ οἰνομέλιτι πινομένη λίθους ἐκκρίνει. προστιθέμενα δὲ παιδίοις τὰ μυόχοδᾶ κοιλίαν πρὸς ἔκκρισιν ἐρεθίζει. κυνὸς δὲ ἡ ἐν τοῖς ὑπὸ κύνα καύμασι λημφθεῖσα, ξηρὰ πινομένη μεθʼ ὕδατος ἢ οἴνου, κοιλίαν ἐφίστησιν. ἡ δὲ τῶν ἀνθρώπων πρόσφατος μὲν καταπλασθεῖσα ἀφλέγμαντα μετὰ τοῦ παρακολλᾶν φυλάττει τὰ τραύματα, ξηρὰ δὲ μετὰ μέλιτος διαχριομένη ἐπὶ συναγχικῶν βοηθεῖν παραδέδοται.

  21. 2.80.6.1

    ἡ δὲ τοῦ χερσαίου κροκοδείλου 6 ἁρμόζει ἐπὶ τῶν γυναικῶν πρὸς εὔχροιαν καὶ στίλβωσιν τοῦ προσώπου. καλλίστη δέ ἐστιν ἡ λευκοτάτη καὶ εὐθρυβής, κούφη τε ὥσπερ ἄμυλον ταχέως τε χυλουμένη ὑπὸ ὑγροῦ, διατριβεῖσά τε ὕποξυς καὶ ζυμίζουσα τὴν ὀσμήν. δολίζουσι δὲ αὐτὴν ψᾶρας ὀρύζῃ τρέφοντες καὶ τὴν ἄφοδον ὁμοίαν οὖσαν πωλοῦντες· οἱ δὲ ἄμυλον γῇ κιμωλίᾳ φυρῶντες καὶ χροίζοντες ἐπʼ ὀλίγον ἀγχούσῃ διʼ ἀραιοῦ κοσκίνου εἰς σανίδας ἀπηθοῦσι, καὶ ξηράναντες τὰ σκωλήκια πωλοῦσιν ἀντὶ ταύτης.

  22. 2.81.1.1

    81 οὖρον ἀνθρώπου τὸ ἴδιον ποθὲν πρὸς ὑπὸ ἐχίδνης δήγματα ἁρμόζει καὶ πρὸς θανάσιμα καὶ ἀρχομένους ὕδρωπας, καὶ πρὸς νύξιν τῶν θαλασσίων ἐχίνων καὶ σκορπίου θαλασσίου καὶ δράκοντος ἐπαντλούμενον. τὸ δὲ κοινὸν ἐπάντλημα κυνοδήκτοις, καὶ πρὸς λέπρας καὶ κνησμούς σμῆγμα σὺν νίτρῳ. τὸ δὲ παλαιὸν σμηκτικώτερον ἀχώρων, πιτύρων, ψωρῶν, ἐκζεσμάτων, νομάς τε ἐπέχει καὶ μάλιστα τὰς ἐν αἰδοίοις ἐγκλυζόμενον, καὶ ὦτα πυορροοῦντα στεγνοῖ· ἐκβάλλει δὲ καὶ τοὺς ἐν αὐτοῖς σκώληκας ἑψόμενον ἐν σιδίῳ ῥόας.

  23. 2.81.2.1

    τὸ δὲ τοῦ ἀφθόρου παιδὸς καταρροφούμενον ἀρθοπνοίαις ἁρμόζει, ἑψηθὲν δὲ ἐν χαλκῷ σὺν μέλιτι οὐλὰς καὶ ἄργεμα καὶ ἀχλῦς ἀποσμήχει. κατασκευάζεται δὲ διʼ αὐτοῦ καὶ τοῦ κυπρίου χαλκοῦ ἁρμόζουσα ἐπὶ τοῦ χρυσίου κόλλα. ἡ δὲ ὑποστάθμη τοῦ οὔρου καταχρισθεῖσα ἐρυσιπέλατα παύει. ἀναζεσθεῖσα δὲ σὺν κυπρίνῳ καὶ προστεθεῖσα ὀδύνην ὑστέρας παρηγορεῖ καὶ ὑστερικῶς πνιγομένας κουφίζει, βλέφαρά τε ἀποσμήχει καὶ οὐλὰς τὰς ἐν ὀφθαλμοῖς ἀποκαθαίρει. τὸ δὲ ταύρειον σύν σμύρνῃ λεανθὲν καὶ ἐνσταγὲν ὠταλγίας παρηγορεῖ, καὶ τὸ συάγρειον δὲ τῆς αὐτῆς ἔχεται δυνάμεως, ἰδιαίτερον δὲ τούς ἐν κύστει λίθους θρύπτει καὶ ἐκκρίνει πινόμενον.

  24. 2.81.3.1

    αἰγὸς δὲ ὕδρωπα τὸν ὑπὸ σάρκα 3 πινόμενον μετά νάρδου στάχυος καθʼ ἑκάστην ἡμέραν σὺν ὕδατι κυάθων πλῆθος δύο ταπεινοῖ, ἄγον οὖρον καὶ τὰ κατὰ τὴν κοιλίαν· ἰᾶται δὲ καὶ ὠταλγίας ἐνσταζόμενον. τὸ δὲ τῆς λυγγός, ὅ δὴ λυγγούριον καλεῖται, ἅμα τῷ ἐξουρηθῆναι λιθοῦσθαι πεπίστευται· διὸ καὶ ματαίαν ἔχει τὴν ἱστορίαν. ἐστι γὰρ τὸ καλούμενον ὑπʼ ἐνίων ἤλεκτρον πτερυγοφόρον, ὅπερ ποθὲν σὺν ὕδατι στομάχῳ καὶ ῥευματιζομένῃ κοιλίᾳ ἁρμόζει. ὄνου δὲ οὖρον παραδέδοται πινόμενον νεφριτικούς ὑγιάζειν.

  25. 2.82.1.1

    82 μέλι πρωτεύει τὸ Ἀττικὸν καὶ τούτου τὸ Ὑμήττιον καλούμενον, εἶτα τὸ ἀπὸ τῶν Κυκλάδων νήσων καὶ τὸ ἀπὸ τῆς Σικελίας, Ὑβλαῖον καλούμενον. ἔστι δὲ δοκιμώτατον τὸ γλυκύτατον καὶ δριμύ, εὐωδέστερον, ὑπόξανθον, οὐχ ὑγρόν, ὅλκιμον δὲ καὶ εὔτονον, καὶ ἐν τῷ ἑλκυσθῆναι ἀνατρέχον ὡς ἐπὶ τὸν δάκτυλον.

  26. 2.82.1.2

    δύναμιν δὲ ἔχει σμηκτικήν, ἀναστομωτικήν, ὑγρῶν προκλητικήν, ὅθεν ἁρμόζει ἓλκεσι ῥυπαροῖς καὶ κόλποις ἐγκλυζόμενον.

  27. 2.82.2.1

    2 ἑψηθὲν δὲ καὶ ἐπιτεθὲν παρακολλᾷ τὰ ἀφεστῶτα σώματα, λειχῆνάς τε θεραπεύει ἑψόμενον μετὰ στυπτηρίας ὑγρᾶς καὶ καταχριόμενον, ἤχους τε τοὺς ἐν ὠσὶ καὶ ἀλγήματα σύν ἁλσὶ φρυκτοῖς λείοις ἐνσταζόμενον χλιαρόν, καὶ φθεῖρας καὶ κονίδας φθείρει καταχριόμενον, λιποδέρμους τε τοὺς μὴ ἐκ περιτομῆς ἀποκαθίστησι, μαλασσομένης τῆς πόσθης τῷ μέλιτι, μάλιστα ἀπὸ βαλανείου, ἐφ᾿ ἡμέρας τριάκοντα. ἀποκαθαίρει δὲ καὶ τὰ ἐπισκοτοῦντα ταῖς κόραις, καὶ τὰ περὶ βρόγχον καὶ παρίσθμια καὶ συνάγχας διαχριόμενον καὶ ἀναγαργαριζόμενον θεραπεύει.

  28. 2.82.3.1

    3 κινεῖ δὲ καὶ οὖρα, καὶ βηξὶν ἁρμόζει καὶ τοῖς ὑπὸ ἑρπετῶν δηχθεῖσι, καὶ πρὸς μηκωνίου πόσιν μετὰ ῥοδίνου θερμὸν λαμβανόμενον, καὶ πρὸς μύκητας καὶ λυσσοδήκτους ἐκλειχόμενον ἢ πινόμενον. ἔστι μέντοι τὸ ὠμὸν φυσῶδες κοιλίας καὶ βηχὸς ἐρεθιστικόν, ὅθεν ἐξηφρισμένῳ δεῖ χρῆσθαι. πρωτεύει δὲ τὸ ἐαρινόν, εἶτα τὸ θερινόν· τὸ δὲ χειμερινὸν παχύτερον ἂν χεῖρον καὶ κηρανθέμους ποιοῦν.

  29. 2.82.4.1

    4 τὸ δὲ ἐν Σαρδονίᾳ μέλι γινόμενον, πικρὸν ἂν διὰ τὴν τοῦ ἀψινθίου νομήν, ἁρμόζει πρὸς ἐφηλίδας καὶ σπίλους τοὺς ἐν. προσώπῳ καταχρισθέν.

  30. 2.82.4.2

    γεννᾶται δὲ ταὶ ἐν Ἡρακλείᾳ τῇ Ποντικῇ κατά τινας καιροὺς διά τινα ἀνθῶν ἰδιότητα μέλι, ὃ τοὺς φαγόντας ἐξίστησι μετὰ ἐφιδρώσεως. βοηθοῦνται δὲ πήγανον ἐσθίοντες καὶ τάριχον καὶ οἰνόμελι πίνοντες, καὶ ὁσάκις ἄν ἐξεμέσωσι, τὰ αὐτὰ προσφερόμενοι.

  31. 2.82.5.1

    ἔστι δὲ δριμύ καὶ πταρμούς κατὰ τὴν ὄσφρησιν 5 κινοῦν, θεραπεῦον ἔφηλιν καταχρισθὲν μετὰ κόστου, μετὰ δὲ ἁλὸς πελιώματα αἴρει.

  32. 2.82.5.2

    καλεῖται δέ τι καὶ σάκχαρον, εἶδος ὂν μέλιτος πεπηγότος ἐν Ἰνδίᾳ καὶ τῇ εὐδαίμονι Ἀραβίᾳ, εὑρισκόμενον ἐπὶ τῶν καλάμων, ὅμοιον τῇ συστάσει ἁλσὶ καὶ θραυόμενον ὑπὸ τοῖς ὀδοῦσι καθάπερ οἱ ἅλες. ἐστι δὲ εὐκοίλιον, εὐστόμαχον, διεθὲν ὕδατι καὶ ποθέν, ὠφελοῦν κύστιν κεκακωμένην καὶ νεφρούς καθαίρει δὲ καὶ τὰ ταῖς κόραις ἐπισκοτοῦντα ἐγχριόμενον.

  33. 2.83.1.1

    83 κηρὸς ἄριστός ἐστιν ὁ ὑπόκιρρος καὶ ὑπολίπαρος, εὐώδης δὲ καὶ ποσὴν μελιτώδη ἀποφοράν ἔχων, ἔτι δὲ καθαρὸς καὶ γένει Κρητικὸς ἢ Ποντικός· ὁ δὲ ἔκλευκος τῇ φύσει καὶ λιπαρὸς δευτερεύει. λευκαντέον δὲ κηρὸν οὕτως· κατακνίσας αὐτοῦ τὸ λευκὸν καὶ καταλίπαρον καθάρας ἔμβαλε εἰς ἀγγεῖον καινόν, καὶ ἐπιχέας θαλάσσης πελαγίας τὸ αὔταρκες ἕψε βραχὺ νίτρον προσεμπάσας. ὅταν δὲ ἀναζέσῃ δὶς ἢ τρίς, καθελὼν τὴν χύτραν καὶ ἐάσας ψυγῆναι, ἀνελοῦ τὸν τροχίσκον καὶ ἀποξύσας, εἴ τις περὶ αὐτὸν ὑπάρχοι ῥυπαρία, ἕψε ἐκ δευτέρου, ἄλλο ὕδωρ θαλάσσιον ἐπιδούς.

  34. 2.83.2.1

    ἀναζέσαντος δὲ πάλιν τοῦ κηροῦ, ὡς δεδήλωται, 2 ἀναιροῦ τὸ ἀγγεῖον ἀπὸ τοῦ πυρὸς καὶ λαβὼν καινοῦ χυτριδίου τὸν πυθμένα, προνενοτισμένον ὕδατι ψυχρῷ, κάθες πραέως εἰς τὸν κηρόν, ἀκροθιγῶς ἐμβάπτων πρὸς τὸ ἐλάχιστόν τι αὐτοῦ ἐφέλκεσθαι καὶ καθʼ ἑαυτοῦ πήγνυσθαι. ἀνελόμενος δὲ τὸν πρῶτον κυκλίσκον ἀφαιροῦ, καὶ ἐκ δευτέρου κάθες τὸν πυθμένα ψύχων ὕδατι, καὶ τὸ αὐτὸ ποίει, ἕως ἄν ἅπαντα ἀναλάβῃς. λοιπὸν λίνῳ διείρας τὰ κυκλίσκια διεστῶτα ἀπʼ ἀλλήλων κρέμασον, ἡμέρας μὲν εἰς ἥλιον συνεχῶς ἐπινοτίζων αὐτά, νυκτὸς δὲ ὑπὸ τὴν σελήνην τίθει, ἕως ἄν λευκὰ γένηται. εἰ δὲ ἄγαν τις θέλοι λευκὸν ποιῆσαι, τὰ μὲν λοιπὰ ὡσαύτως ἐνεργείτω, ἑψέτω δὲ πλεονάκις.

  35. 2.83.3.1

    3 τινὲς δὲ ἀντὶ τῆς πελαγίας θαλάσσης ἐν ἅλμη δριμυτάτῃ ἕψουσι τὸν προειρημένον τρόπον ἅπαξ ἢ δίς, εἶτα ἀναιροῦνται λαγυνίῳ λεπτῷ καὶ περιφερεῖ, λαβὴν ἐν ἑαυτῷ ἔχοντι, εἶτα τὰ κυκλίσκια ἐπὶ πόας πυκνῆς ἐπιθέντες ἡλιάζουσιν, ἄχρι οὗ ἂν λευκότατα γένηται· παραινοῦσι δὲ ἔαρος ἐπὶ τοῦτο ἔρχεσθαι, ὅτε καὶ ὁ ἥλιος τῇ σφοδρότητι ἀνεῖται καὶ νοτίδα παρέχει, πρὸς τὸ μὴ τήκεσθαι. δύναμιν δὲ ἔχει πᾶς κηρὸς θερμαντικήν, μαλακτικήν, πληρωτικήν τε μετρίως. μείγνυται δὲ καὶ ῥοφήμασιν ἐπὶ τῶν δυσεντερικῶν, καταπινόμενος δὲ μεγέθη κεγχριαῖα δέκα οὐκ ἐᾷ τυροῦσθαι ἐπὶ τῶν τιθηνουσῶν τὸ γάλα.

  36. 2.84.1

    84 πρόπο λιν δὲ παραληπτέον τὴν ξανθὴν καὶ| εὐώδη καὶ στυρακίζουσαν, μαλακήν τε ἐν τῷ ὑπερξήρῳ καὶ μαστίχης τρόπον ἐφελκομένην. ἔστι δὲ θερμαντικὴ ἄγαν καὶ ἐπισπαστικὴ καὶ σκολόπων ἑλκυστική· ἀρήγει δὲ καὶ βηξὶ παλαιαῖς ὑποθυμιωμένη, αἴρει δὲ καὶ λειχῆνας ἐπιτιθεμένη. εὑρίσκεται δὲ περὶ τοῖς στόμασι τῶν σμηνίων, φύσει κηροειδής.

  37. 2.85.1.1

    85 πυροὶ πρὸς ὑγιείας χρῆ σιν ἄριστοι οἱ πρόσψατοι καὶ τελείως ἡδρηκότες τῇ τε χρόᾳ μηλίζοντες, εἶτα μετὰ τούτους οἱ τριμηνιαῖοι, λεγόμενοι δὲ ὑπό τινων σητάνιοι. ὠομὶ δὲ βρωθέντες ἕλμινθας στρογγύλας γεννῶσι, μασηθέντες δὲ καὶ καταπλασθέντες ὠφελοῦσι κυνοδήκτους. ὁ δὲ ἐκ τῆς σεμιδάλεως αὐτῶν ἄρτος γινόμενος εὐτροφώτερός ἐστι τοῦ συγκομιστοῦ, ὁ δʼ ἐκ τῶν σητανίων ἀλεύρων κουφότερος καὶ εὐανάδοτος. τὸ δὲ ἐξ αὐτῶν ἄλευρον σὺν ὑοσκυάμου χυλῷ καταπλάσσεται πρὸς νεύρων ῥευματισμούς καὶ πρὸς ἐμπνευματώσεις ἐντέρων, σὺν ὀξυμέλιτι δὲ φακούς αἴρει.

  38. 2.85.2.1

    τὸ δὲ πίτυρον σύν ὄξει δριμεῖ 2 ἑψηθὲν λέπρας ἀφίστησι καταπλασσόμενον θερμόν, καὶ πάσης φλεγμονῆς ἐν ἀρχῇ κατάπλασμα σύμφορον, μετὰ δὲ πηγάνου ἀποζέματος ἑψηθὲν μαστούς χονδριῶντας παύει καὶ ἐχεοδήκτοις ἁρμόζει καὶ στροφουμένοις. ἡ δʼ ἐκ τῶν ἀλεύρων ζύμη, θερμαντικὴ οὖσα καὶ ἐπισπαστική, ἰδίως τὰ ἐν πέλμασι λεπτύνει καὶ τὰ ἄλλα φύματα καὶ δοθιῆνας σὺν ἁλ| σὶν ἐκπέσσει καὶ ἀναστομοῖ. τὸ δʼ ἐκ τῶν σητανίων πυρῶν ἄλευρον ἰοβόλοις ἁρμόζει καταπλασσόμενον σὺν ὄξει ἢ οἴνῳ, ἑψηθὲν δὲ κόλλης τρόπον καὶ ἐκλειχόμενον αἱμοπτυικοὺς ὠφελεῖ, καὶ πρὸς βῆχας καὶ ἀρτηρίας τραχυσμούς σύν ἡδυόσμῳ καὶ βουτύρῳ ἑψηθὲν ποιεῖ· καὶ ἡ ἐξ αὐτῶν δὲ τῶν πυρῶν γῦρις ἑψηθεῖσα σὺν μελικράτῳ ἢ ὑδρελαίῳ πᾶσαν διαφορεῖ φλεγμονήν.

  39. 2.85.3.1

    καὶ ὁ ἄρτος σὺν 3 μελικράτῳ ἑφθός τε καὶ ὠμὸς καταπλασσόμενος πᾶσαν φλεγμονὴν παραμυθεῖται, μαλακτικώτατος ὑπάρχων καὶ παρυποψύχων, μιγεὶς πόαις ἢ χυλοῖς τισιν· ὁ δὲ παλαιὸς καὶ ξηρὸς καθʼ ἑαυτὸν καὶ μιγείς τισιν ἵστησι κοιλίαν ῥέουσαν, ἅλμῃ δὲ βραχεὶς ὁ πρόσφατος καὶ καταπλασθεὶς παλαιοὺς λειχῆνας ἰᾶται. κόλλα δὲ ἡ γινομένη ἐκ τῆς σεμιδάλεως καὶ γύρεως πρὸς τὴν τῶν βιβλίων κόλλησιν ἁρμόζει ἐπὶ αἱμοπτυικῶν, ὑγροτέρα καὶ χλιαρά καταρροφουμένη κοχλιαρίου πλῆθος.

  40. 2.86.1.1

    86 κριθὴ δὲ ἀρίστη ἡ λευκὴ καὶ καθαρά, ἀτροφωτέρα δὲ πυροῦ· τοῦ μέντοι γινομένου ἐξ αὐτῆς ἀλρ ίτου ἡ πτισάνη τροφιμωτέρα διὰ τὴν ἐν τῇ ἑψήσει χύλωσιν, ποιοῦσα πρὸς τὰς δριμύτητας καὶ τὰς περὶ ἀρτηρίαν τραχύτητας καὶ ἑλκώσεις, πρὸς ἃς καὶ ἡ πυρίνη πτισάνη ἁρμόζει, τροφιμωτέρα καὶ οὐρητικωτέρα οὖσα κατασπᾷ δὲ καὶ γάλα συνεψηθεῖσα μαράθου σπέρματι καὶ ῥοφουμένη. ἔστι δὲ ἡ κριθὴ οὐρητική, σμηκτική, φυσώδης, κακοστόμαχος, συμπεπτικὴ οἰδημάτων.

  41. 2.86.2.1

    2 διαφορεῖ δὲ τὸ ἐξ αὐτῆς ἄλευρον μετὰ σύκων καὶ μελικράτου ἑψηθὲν οἰδήματα καὶ φλεγμονάς, συμπέσσει δὲ τὰς σκληρίας μετὰ πίσσης καὶ ῥητίνης καὶ περιστερᾶς κόπρου, σὺν μελιλώτῳ δὲ καὶ κωδίαις μήκωνος ἀνωδυνίαν παρέχει τοῖς πλευράν ἀλγοῦσι. καταπλάσσεται δὲ καὶ πρὸς ἐμπνευματώσεις ἐντέρων μετὰ λινοσπέρμου καὶ τήλεως καὶ πηγάνου, μετὰ πίσσης δὲ ὑγρᾶς καὶ κηροῦ καὶ οὔρου παιδὸς ἀφθόρου καὶ ἐλαίου χοιράδας ἐκπέττει. σὺν μυρσίνῃ δὲ ἢ οἴνῳ ἢ ἀχράσιν ἢ βάτῳ ἢ σιδίοις κοιλίας ῥεύματα ἵστησι, σὺν κυδωνίῳ δὲ ἢ ὄξει ποδαγρικάς φλεγμονὰς ὠφελεῖ.

  42. 2.86.3.1

    ἑψηθὲν δὲ μετʼ ὄξους δριμέως, ὄν τρόπον ὠμὴ λύσις, καὶ θερμὸν ἐπιτιθέμενον λέπρας ὑγιάζει. χυλωθὲν δὲ σὺν ὕδατι τὸ ἄλευρον ἑψηθέν τε σὺν πίσσῃ καὶ ἐλαίῳ ἐστὶ πυοποιόν, σὺν ὄξει δὲ χυλωθὲν καὶ ἑψηθὲν μετὰ πίσσης πρὸς τὰ τῶν ἄρθρων ῥεύματα ἁρμόζει. τὸ δὲ ἐξ αὐτῶν ἄλφιτον κοιλίας σταλτικὸν καὶ φλεγμονῶν πραυντικόν.

  43. 2.87.1

    87 ζύθος σκευάζεται ἐκ τῆς κριθῆς. ἐστι δὲ διουρητικὸς καὶ νεφρῶν καὶ νεύρων ἁπτικός, καὶ μάλιστα μηνίγγων κακωτικός, πνευματωτικός τε καὶ γεννητικὸς κακοχυμιῶν καὶ ἐλεφαντιάσεαως ποιητικός. εὐεργὴς δὲ καὶ ὁ ἐλέφας γίνεται βρεχόμενος αὐτῷ.

  44. 2.88.1

    88 καὶ τὸ καλούμενον δὲ κοῦπμι, σκευαζόμενον δʼ ἐκ τῆς κριθῆς, καὶ ἀντὶ οἴνου πόματι πολλάκις χρῶνται, κεφαλαλγές ἐστι καὶ κακόχυμον καὶ τοῦ νευρώδους βλαπτικόν· σκευάζεται δὲ καὶ ἐκ πυρῶν τοιαῦτα πόματα, ὡς ἐν τῇ πρὸς ἐσπέραν Ἰβηρίᾳ καὶ Βρεττανίᾳ.

  45. 2.89.1

    89 ζέα δισσή· ἡ μὲν γὰρ ἁπλῆ ἡ δὲ δίκοκκος καλεῖται, ἐν δυσὶν ἐλύτροις ἔχουσα συνεζευγμένον τὸ σπέρμα. ἔστι δὲ τροφιμωτέρα φιμωτέρα μὲν κριθῆς, εὔστομος, ἀτροφωτέρα δὲ πυρῶν ἀρτοτποιουμένη.

  46. 2.90.1

    90 κρίμνον ἁδρότερόν ἐστι τῇ κατεργασίᾳ τοῦ ἀλεύρου, γινόμενον ἔκ τε ζεας καὶ πυροῦ, ἐξ οὗ ὁ πόλτος γίνεται. ἔστιδὲ ἱκανῶς τρόφιμον καὶ εὐκατέργαστον· σταλτικώτερον δὲ κοιλίας τὸ ἀπὸ τῆς ζέας, μάλιστα προφωχθείσης.

  47. 2.91.1

    91 καὶ ἡ ὄ λυραδὲ ἐκ τοῦ αὐτοῦ γένους ἐστὶ τῆς ζέας, ἀτροφωτέρα δὲ κατὰ ποσὸν ἐκείνης· ἀρτοποιεῖται δὲ καὶ αὕτη, καὶ κρίμνον ἐξ αὐτῆς ὡσαύτως γένεται.

  48. 2.92.1

    92 ἀθήρα δὲ ἐκ τῆς ἀληλεσμενης εἰς λεπτὸν ζέας σκευάζεται. ἔστι δὲ ῥόφημα ὥσ??τερ πολτάριον ὑγρόν, παιδίοις ἁρμόδιον ποιεῖ δὲ καὶ εἰς τὰ καταπλάσματα.

  49. 2.93.1

    93 τράγος τὸ σχῆμα μὲν παραπλησίως χόνδρῳ ἔχει, ἀτροφώτερος δὲ παρά πολὺ ζέας διὰ τὸ πτολὺ ἔχειν τὸ ἀχυρῶδες, διὸ καὶ δυσκατέργαστός εστι καὶ κοιλίας μαλακτικός.

  50. 2.94.1

    94 βρόμος κάλαμός ἐστι πυροῖς ὅμοιος καὶ τοῖς φύλλοις, γόνασιν ἐνδιειλημμένος, καρπὸν δὲ ἔχει ἐπʼ ἄκρῳ ὥσπερ ἀκρίδια δίκωλα, ἐν οἷς τὸ σπέρμα χρησιμεῦον εἰς καταπλάσματα ὡς ἡ κριθή· καὶ πόλτος δὲ ἐξ αὐτοῦ γίνεται σταλτικὸς κοιλίας. ὁ δὲ ἐξ αὐτοῦ χυλὸς ῥοφούμενος βήσσουσιν ἁρμόζει.

  51. 2.95.1

    95 ὄρυζα τῶν σιτηρῶν ἐστιν εἶδος, φυομένη ἐν ἑλώδεσι τόποις καὶ ἐνύγροις. τρόφιμος δέ ἐστι μετρίως καὶ κοιλίας σταλτική.

  52. 2.96.1

    96 ὁ δὲ χονδρος γίνεται μὲν ἐκ τῆς καλουμένης δικόκκου ζέας, τροφιμώτερος δὲ ὀρύζης, στεγνωτικώτερος κοιλίας, εὐστομαχώτερος δὲ μᾶλλον· αἴρει δὲ καὶ λέπρας ἑψηθεὶς σὺν ὄξει καὶ καταχρισθείς, καὶ λεπρούς ὄνυχας ἀφίστησι καὶ αἰγιλώπια ἀρχόμενα θεραπεύει, ἔγκλυσμά τε τὸ ἀφέψημα αὐτοῦ ἐπὶ τῶν μετὰ ἀλγήματος δυσεντερικῶν εὔθετον.

  53. 2.97.1

    97 κέγχρος ἀτροφωτέρα τῶν λοιπῶν σιτηρῶν. ἀρτοποιηθεῖσα δὲ ἡ ὥσπερ πόλτος σκευασθεῖσα κοιλίαν ἴστησιν, οὖρα δὲ κινεῖ, φωχθεῖσα δὲ καὶ βληθεῖσα εἰς σάκκους πυριωμένη στρόφων καὶ τῶν ἄλλων ἀλγημάτων ἐστὶ βοήθημα.

  54. 2.98.1

    98 καὶ ἡ ἔλυμος δέ, ἦν τινες μελίνην καλοῦσι, τῶν σιτηρῶν ἐστι σπερμάτων, κέγχρῳ ὁμοίων, ὡσαύτως σιτοποιουμένη καὶ πρὸς τὸ αὐτὸ ἁρμόζουσα, ἀτροφωτέρα μέντοι τῆς κέγχρου καθέστηκε καὶ ἧσσον στυπτική.

  55. 2.99.1

    99 σήσαμον κακοστόμαχον καὶ δυσωδίας στόματος ποιητικόν, ὁπόταν βιβρωσκόμενον ἐμμείνῃ μεταξὺ τῶν ὀδόντων. καταπλασθὲν δὲ διαφορεῖ τὰς ἐν νεύροις παχύτητας καὶ τὰ ἐν ὠσὶ θλάσματα καὶ φλεγμονάς καὶ πυρίκαυτα καὶ κόλου ἀλγήματα, καὶ κεράστου δῆγμα θεραπεύει· σὺν ῥοδίνῳ δὲ κεφαλῆς ἀλγήματα ἐξ ἐγκαύσεως γινόμενα παραμυθεῖται. ἡ δὲ πόα καθεψηθεῖσα ἐν οἴνῳ τὰ αὐτὰ ποιεῖ, μάλιστα δὲ φλεγμοναῖς ὀφθαλμῶν καὶ περιωδυνίαις ἁρμόζει. γίνεται δὲ καὶ ἔλαιον ἐξ αὐτοῦ, ᾧ οἱ ἐν Αἰγύπτῳ χρῶνται.

  56. 2.100.1

    100 αἶπα ἡ γινομένη ἐν τοῖς πυροῖς ἀλεσθεῖσα δύναμιν ἔχει περιχαρακτικὴν νομῶν καὶ σηπεδόνων καὶ γαγγραινῶν μετὰ ῥεφάνου φλοιοῦ καὶ ἀλῶν καταπλασσομένη, καὶ λειχῆνας ἀγρίους καὶ λέπρας σὺν θείῳ ἀπύρω καὶ ὄξει θεραπεύει. σὺν κόπρῳ δὲ περιστερᾶς καὶ λινοσπέρμῳ ἑψομένη ἐν οἴνῳ χοιράδας διαλύει καὶ τὰ δύσπεπτα ῥήττει, ἰσχιαδικούς τε σὺν μελικράτῳ ἑψηθεῖσα καὶ καταπλασσομένη ὠφελεῖ. σὺν ἀλφίτῳ δʼ ἢ σμύρνη ἢ κρόκῳ ἢ λιβανωτῷ ὑποθυμιωμένη συνεργεῖ ταῖς συλλήμψεσιν.

  57. 2.101.1.1

    101 ἄμμλον ὠνόμασται διὰ τὸ χωρὶς μύλου κατασκευάζεσθαι· ἄριστον δέ ἐστι τὸ σκευαζόμενον ἐκ πυροῦ σητανίου, Κρητικὸν δὲ ἢ Αἰγύπτιον. σκευάζεται δὲ ἐκ πυροῦ σητανίου καθαροῦ, βρεχομένου καὶ πλυνομένου ἐν ὕδατι γλυκεῖ καὶ ἀποχεομένου πεντάκις τῆς ἡμέρας, εἰ δυνατὸν δέ, καὶ τῆς νυκτός. ὅταν δὲ μαλακὸς γένηται, πραέως τὸ ὕδωρ ἐκχεῖν δεῖ χωρὶς τοῦ κινεῖν ἵνα μὴ συνεκκλύζηται τὸ νόστιμον. ἐπὰν δὲ παραστῇ μαλακώτατος γενόμενος, ἀποχέας τὸ ὕδωρ τρίβειν τοῖς ποσίν, εἶτα ὕδωρ ἐπιχέοντας πάλιν τρίβειν· εἶτα ἀναιρεῖσθαι τὸ ἐφιστάμενον πίτυρον ἠθμῷ, καὶ τὸ λοιπὸν διηθήσαντας βαλεῖν εἰς ὑλιστῆρα, διυλίσαντάς τε εὐθέως ψύχειν ἐπὶ κεραμίδων καινῶν ἐν ἡλίῳ ὀξυτάτῳ ἔνικμον γὰρ κἀν ἐπʼ ὀλίγον μείνῃ, ὀξίζει.

  58. 2.101.2.1

    2" ποιεῖ δὲ πρὸς ὀφθαλμῶν ῥεύματα καὶ κοιλότητας καὶ φλύκτεις· στέλλει δὲ καὶ αἵματος ἀναγωγάς πινόμενον καὶ τὰς περὶ ἀρτηρίαν τραχύτητας πραύνει· μείγνυται δὲ καὶ γάλακτι καὶ προσοψήμασι. σκευάζεται δὲ καὶ ἐκ ζέας βραχείσης καὶ πλυθείσης πρὸς μίαν ἦ δευτέραν ἡμέραν καὶ σταιτὸς τρόπον ἀποθλιβείσης διὰ τῶν χειρῶν καὶ ξηρανθείσης ἐν ὀξυτάτῳ ἡλίῳ, ὡς προείρηται. τὸ δὲ τοιοῦτον ἄθετον πρὸς τὴν ἐν ἰατρικῇ χρῆσιν, πρὸς δὲ τὰ λοιπὰ εὔθετον.

  59. 2.102.1.1

    102 καὶ τὸ ἐκ τῆς τήλεως ἄλευρον, ἥν ἔνιοι βούκερων, οἱ δὲ αἰγόκερας, οἱ δὲ κάρφος, οἱ δὲ λωτόν, οἱ δὲ κέρας αἴγειον ἐκάλεσαν, δύναμιν ἔχει μαλακτικήν. καταπλασσόμενον δὲ λεῖον σύν μελικράτῳ ἐφθὸν ποιεῖ πρὸς φλεγμονὰς τὰς ἐντὸς καὶ ἐκτός, σὺν νίτρῳ δὲ καὶ ὄξει λεῖον καταπλασθὲν σπλῆνα μειοῖ. τὸ δὲ ἀφέψημα αὐτῆς ἐγκάθισμα εἰς τὰ γυναικεῖα, ὅσα κατὰ φλεγμονὴν ἢ μύσιν συνίσταται.

  60. 2.102.2.1

    2 σμήχει δὲ καὶ τρίχας καὶ πίτυρα καὶ ἀχῶρας τὸ ἀπόθλιμμα ἑψηθείσης αὐτῆς ἐν ὕδατι, σὺν στέατι δὲ χηνείῳ προστίθεται ἀντὶ πεσσοῦ, μαλάσσον καὶ ἀνευρῦνον τοὺς περὶ τὴν ὑστέραν τόπους. χλωρὰ δὲ μετ’ ὄξους ἀτονοῦσι στόμαχον καὶ εἱλκωμένοις ἁρμόζει, τὸ δὲ ἀφέψημα αὐτῆς πρὸς τεινεσμὸν καὶ δυσώδη ύποχαρρήματα ὑυνεντερικά· τὸ δὲ ἀπ᾿ αὐτῆς ἔλαιον μετὰ μυρσίνης σμήχει τρίχας οὐλάς τε τὰς ἐν αἰδοίοις.

  61. 2.103.1

    103 καὶ τὸ λινόσπεπμον τὴν αὐτὴν ἔχει δύναμιν τῇ τήλει, διαφοροῦν καὶ μαλάσσον πᾶσαν φλεγμονὴν ἐντός τε καὶ ἐκτὸς σὺν μέλιτι καὶ ἐλαίῳ καὶ ὕδατι ὠμὸν ἀναλημφθέν. αἴρει δὲ καὶ ἐφήλεις καὶ ἰόνθους καταπλασθὲν σὺν νίτρῳ καὶ σύκῳ, σύν κονίᾳ δὲ παρωτίδας καὶ σκληρίας διαφορεῖ, ἕρπητάς τε σὺν οἴνῳ ἑψηθὲν καὶ κηρία ἐκκαθαίρει, ὄνυχάς τε λεπρούς ἀφίστησι σὺν ἴσῳ καρδάμῳ καὶ μέλιτι· ἀνάγει καὶ τὰ ἐκ θώρακος σὺν μέλιτι ἀντὶ ἐκλεικτοῦ λημφθὲν καὶ βῆχας παρηγορεῖ, παρίστησι δὲ καὶ πρὸς ἀφροδίσια μιγὲν μέλιτι καὶ πεπέρει ἀντὶ κοπτῆς πολὺ λαμβανόμενον· καὶ τὸ ἀφέψημα δὲ αὐτοῦ ἐνίεται πρὸς ἐντέρων καὶ ὑστέρας δηγμούς καὶ ἐκκομιδὴν περιττωμάτων, καὶ πρὸς φλεγμονάς τὰς ἐν μήτρᾳ εἰς ἐγκάθισμα, ὥσπερ τὸ τῆς τήλεως, εὐχρηστεῖ.

  62. 2.104.1.1

    104 ἐρέβινθος ὁ ἥμερος εὐκοίλιος, οὐρητικός, πνευμάτων γεννητικός, εὐχροίας περιποιητικός, καταμηνίων ἀγωγὸς καὶ ἐμβρύων, καὶ γάλακτος γεννητικός. καταπλάσσεται δὲ μάλιστα ὁ ροβίας ἔφθὸς πρὸς ὄρχεων φλεγμονὰς καὶ ἀχῶρας καὶ λειχῆνας καὶ ψώρας καὶ μυρμηκίας καὶ τὰ καρκινώδη ἕλκη καὶ κακοήθη σὺν μέλιτι.

  63. 2.104.2.1

    2 καλεῖται δὲ τὸ ἕτερον αὐτῶν εἶδος κριός. ἀμφότεροι δʼ εἰσὶ διουρητικώτατοι, διδομένου πρὸς ἴκτερον καὶ ὕδρωπα τοῦ ἀρεψήματος αὐτῶν σὺν λιδανωτίδι, — βλάπτουσι δὲ καὶ κύστιν εἱλκωμένην καὶ νεφρούς — πρός τε μυρμηκίας καὶ ἀκροχορδόνας νουμηνίας οὔσης ἔνιοι ἑκάστης ἐξοχῆς ἐρεβίνθῳ ψαύοντες ἄλλῳ καὶ ἄλλῳ εἴς τε ὀθόνιον ἀποδήσαντες αὐτοὺς ῥίπτειν εἰς τοὐπίσω κελεύουσιν, ὡς ἀποπιπτουσῶν τῶν ἀκροχορδόνων.

  64. 2.104.2.2

    γίνεται δὲ καὶ ἄγριος ἐρέβινθος, ὅμοιος τοῖς φύλλοις τῷ ἡμέρῳ . ἐσμῇ δριμύς, τῷ καρπῷ διαφέρων, ποιῶν πρὸς ὅσα καὶ ὁ ἥμερος.

  65. 2.105.1.1

    105 κύαμος Ἑλλην ικὸς πνευματωτικός, φυσώδης, δύσπεπτος, δυσόνειρος, βηχὶ δὲ σύμφορος καὶ σαρκῶν γεννητικός, ψηθείς τε ἐν ἀξυκράτῳ καὶ σὺν τῳ λέπει ἐσθιόμενος δυσεντερίας καὶ κοιλιακάς ῥύσεις ἐπέχει, καὶ πρὸς ἐμέτους δὲ εὔθετος βρωθείς γίνεται δὲ ἀφυσότερος τοῦ πρώτου ὕδατος κατὰ τὴν ἕψησιν ἀποχεομένου. ὁ δὲ χλωρὸς κακοστομαχώτερος καὶ φυσωδέστερος. τὸ δὲ ἄλευρον τοῦ κυάμου καταπλασθὲν καθ᾿ ἑαυτό τε καὶ σὺν ἀλφίτῳ τὰς ἐκ πληγῆς φλεγμονάς πραύνει καὶ οὐλάς ὁμοχρόους ποιεῖ καὶ μαστούς χονδριῶντας καὶ φλεγμαίνοντας ὠφελεῖ γάλα τε σβεννύει.

  66. 2.105.2.1

    σύν μέλιτι δὲ καὶ τηλίνῳ 2 ἀλεύρῳ δοθιῆνας καὶ παρωτίδας καὶ ὑπώπια διαφορεῖ, σὺν ῥόδοις δὲ καὶ λιβάνῳ καὶ τῷ τοῦ ᾠοῦ λευκῷ ὀφθαλμῶν προπτώσεις καὶ σταφυλώματα στέλλει. φυραθὲν δὲ σὺν οἴνῳ συγχύσεις καὶ πληγὰς ἀφθαλμῶν καθίστησιν, εἴς τε ἀνακόλλημα ῥεύματος χωρὶς τοῦ λέπους μασηθεὶς ἐπιτίθεται ἐπὶ τοῦ μετώπου, καὶ διδύμων δὲ φλεγμονὰς ἑψηθεὶς ἐν οἴνῳ θεραπεύει· καὶ τοῖς ἐφηβαίοις δὲ τῶν παίδων καταπλασσόμενος ἀνήβους ἐπὶ πολὺ τηρεῖ, σμήχει δὲ καὶ ἀλφούς.

  67. 2.105.3.1

    3 τὰ δὲ λέπη καταπλασσόμενα τὰς ἐκτιλθείσας τρίχας ἀτρόφους καὶ ἰσχνὰς κατασκευάζει, μετὰ δὲ ἀλφίτου καὶ σχιστῆς καὶ ἐλαίου παλαιοῦ καταπλασθέντα χοιράδας διαφορεῖ, καὶ ἔρια βάπτει τὸ ἀφέψημα αὐτῶν. ἐπιτίθεται δὲ καὶ πρὸς τὰς ἀπὸ βδελλῶν αἱμορραγίας λελεπισμένος εἰς δύο διαιρεθεὶς καθʼ ἃ προσπέφυκεν καὶ ἐπέχει προστυπούμενος κατὰ τὸ ἡμιτόμιον.

  68. 2.105.106.1.1

    106 ὁ δὲ Αἰγύπτιος κύαμος, ὅν ἐνιοι Ποντικὸν καλοῦσι, πλεῖστος ἐν Αἰγύπτῳ γεννᾶται, καὶ ἐν Ἀσίᾳ δὲ καὶ ἐν Κιλικίᾳ. ἐν ταῖς λίμναις εὑρίσκεται. ἔχει δὲ φύλλον μέγα ὡς πέτασον, καυλὸν δὲ πηχυαῖον, δακτύλου πάχος, ἄνθος δὲ ῥοδόχρουν, διπλάσιον μήκωνος, ὅπερ ἐξανθῆσαν φέρει σφηκιᾷ παραπλήσιον θυλακίσκον, ἐν ᾧ κύαμος μικρὸν ὑπεραίρων τὸ πῶμα ὡς πομφόλυξ. καλεῖται δὲ κιβώριον ἢ κιβώτιον διὰ τὸ τὴν φυτείαν τούτου γίνεσθαι ἐν ἰκμοβώλῳ ἐντιθεμένου οὕτω τε εἰς τὸ ὕδωρ ἀφιεμένου.

  69. 2.105.106.2.1

    2 ῥίζα δὲ ὕπεστι παχυτέρα καλάμου, βιβρωσκομένη ἑφθή τε καὶ ὠμή, κολοκάσιον καλουμένη. ὁ δὲ κύαμος βιβρώσκεται μὲν καὶ χλωρός, ξηρανθεὶς δὲ γίνεται μέλας καὶ μείζων τοῦ Ἑλληνικοῦ, ἔχων δύναμιν στυπτικὴν καὶ εὐστόμαχον. ἁρμόζει δὲ κοιλιακοῖς καὶ δυσεντερικοῖς τὸ ἐξ αὐτῶν ἄλευρον ἐπιπασσόμενον ἀντὶ ἀλφίτου τῷ ποτῷ, καὶ πολτοποιούμενον δὲ δίδοται. τὰ δὲ λέπη μᾶλλον ποιεῖ ἑψόμενα ἐν οἰνομέλιτι καὶ ποτιζόμενα πλῆθος κυάθων τριῶν· καὶ πρὸς ὠταλγίαν δὲ ποιεῖ τὸ ἐν μέσῳ χλωρὸν αὐτῶν, πικρὸν δὲ κατὰ τὴν γεῦσιν, λεῖον σύν ῥοδίνῳ ἐνσταζόμενον.

  70. 2.105.106.107.1.1

    107 φακὸς βιβρωσκόμενος συνεχῶς ἀμβλυωπός, δύσπεπτος, κακοστόμαχος, πνευματωτικὸς στομάχου καὶ ἐντέρων, κοιλίας τε σταλτικὸς σύν τῷ λέπει ἑψόμενος· διαφέρει δὲ αὐτοῦ ὁ ἑψανὸς καὶ μηδὲν ἀνιεὶς ἐν τῇ βροχῇ μέλαν. δύναμιν δὲ ἔχει στυπτικήν, ὅθεν κοιλίαν ἵστησι προαπολεπισθεὶς καὶ ἑψηθεὶς ἐπιμελῶς, τοῦ πρώτου ἐν τῳ ἀφέψεσθαι ὕδατος ἀποχεομένου· λυτικὸν γὰρ κοιλίας τὸ ἀφέψημα αὐτοῦ. ἐστι δὲ δυσόνειρος, ἄθετος πρὸς τὰ νευρώδη καὶ πνεύμονα καὶ κεφαλήν.

  71. 2.105.106.107.2.1

    βέλτιον δὲ τὸ ἴδιον 2 ἔργον ἀποτελεῖ πρὸς τὰ ῥεύματα τῆς κοιλίας, μιγείσης αὐτῷ σέριδος ἢ κιχορίου ἢ ἀρνογλώσσου ἢ ἀνδράχνης ἢ σεύτλου μέλανος ἢ μύρτων ἢ σιδίων ἢ οὔων ξηρῶν ἢ μεσπίλων ἢ κυδωνίων ἢ ἀπίων ἢ φοινίκων Θηβαικῶν ἢ κηκίδων ὁλοκλήρων, αἵτινες μετὰ τὴν ἓψησιν ῥίπτονται, ἢ ῥοὸς τοῦ ἐπὶ τὰ ὄψα· δεῖ δὲ τὸ ὄξος ἐπιμελῶς συγκαθεψεῖν αὐτῷ, εἰ δὲ μή γε, ταράττει τὴν κοιλίαν καὶ ἀνατροπὴν δὲ στομάχου περιπτισθέντες τριάκοντα φακοὶ καὶ καταποθέντες ὠφελοῦσι. παρηγορεῖ δὲ καὶ ποδάγρας σύν ἀλφίτῳ ἑφθὸς καταπλασθείς, μετὰ μέλιτος δὲ κόλπους κολλᾷ, ἐσχάρας περιρρήττει, ἕλκη τε ἀνακαθαίρει, σὺν ὄξει δὲ ἑψηθεὶς σκληρώματα καὶ χοιράδας διαχεῖ.

  72. 2.105.106.107.3.1

    3 σύν μελιλώτῳ δὲ ἢ κυδωνίῳ ὀφθαλμῶν φλεγμονάς καὶ δακτυλίου θεραπεύει ῥοδίνου μειγνυμένου, ἐπὶ δὲ τῶν μειζόνων περὶ δακτύλιον φλεγμονῶν καὶ κόλπων μεγάλων σύν σιδίοις ἢ ῥόδοις ξηροῖς ἡψημένοις μειγνυμένου καὶ μέλιτος, πρὸς νομὰς δὲ γαγγραινικάς ὁμοίως ἢ καὶ θαλάσσης μειγνυμένης, πρὸς δὲ φλυκταίνας καὶ ἕρπητας καὶ ἐρυσιπέλατα καὶ χιμέτλας, ὡς προείρηται, πρὸς δὲ χονδριῶντας μαστοὺς καὶ σπαργήσεις ἑψόμενος ἐν θαλάσσῃ ἁρμόζει καταπλασθείς.

  73. 2.105.106.108.1.1

    108 ὄροβός ἐστι θαμνίσκος στενόφυλλος, λεπτός, ἔχων σπερμάτιον ἐν λοβοῖς, ἐξ οὖ γίνεται τὸ καλούμενον ὀρόβινον. ἄλευρον, ὅ καὶ πρὸς τὴν ἰατρικὴν ἁρμόζει χρῆσιν. ἐστι δὲ καρηβαρικός, κοιλίας ταρακτικός, εἰ βρωθείη, αἷμά τε διʼ οὔρων ἄγει. βοῦς δὲ λιπαίνει ἑφθὸς παρατιθέμενος.

  74. 2.105.106.108.1.2

    σκευάζεται δὲ τὸ ἐξ αὐτοῦ ἀρόβινον οὕτως· ἐκλέξας τοὺς εὐτρόφους καὶ λευκοὺς ῥαῖνε ὕδατι ἀναφυρῶν, ἐάσας τε ἐφ᾿ ἱκανὸν συμπιεῖν φρῦγε, ἄχρι οὗ ἂν περιρραγῇ ὁ φλοιός, εἶτα ἀλέσας καὶ διασήσας κοσκίνῳ λεπτῷ ἀπόθου.

  75. 2.105.106.108.2.1

    ἐστι δὲ εὐκοίλιον, οὐρητικόν, 2 εὐχροίας ποιητικόν, πλεονασθὲν δὲ ἐν βρωτῷ ἢ ἐν ποτῷ μετὰ στρόφων αἶμα ἄγει διὰ κοιλίας καὶ κύστεως. καθαίρει δὲ ἕλκη σὺν μέλιτι καὶ φακοὺς καὶ σπίλους καὶ ἐφήλεις καὶ τὸ λοιπὸν σῶμα, νομάς τε ἵστησι καὶ σκληρώματαs καὶ γαγγραίνας, καὶ σκληρίας τὰς ἐν μαστοῖς μαλάσσει καὶ θηριώδη καὶ ἄνθρακας καὶ κηρία περιρρήττει. φυραθεὶς δὲ σὺν οἴνῳ κυνόδηκτα καὶ ἐχεόδηκτα καὶ ἀνθρωπόδηκτα θεραπεύει καταπλασσόμενος, σὺν ὄξει δὲ δυσουρίας καὶ στρόφους καὶ τεινεσμούς παύει· ἁρμόζει δὲ καὶ ἀτρόφοις ὅσον καρύου μέγεθος φρυκτὸν λημφθὲν σὺν μέλιτι. τὸ δὲ ἀφέψημα αὐτοῦ καταντλούμενον χιμέτλας καὶ κνησμοὺς τοὺς ἐν σώματι θεραπεύει.

  76. 2.105.106.109.1.1

    109 θέρμος ὁ ἥμερος γνώριμος, οὖ τὸ ἄλευρον σὺν μέλιτι ἐκλειχόμενον ἢ μετὰ ἄξους πινόμενον ἔλμινθας φθείρει. καὶ αὐτοὶ δὲ ἀποβραχέντες καὶ ἔμπικροι ἐσθιόμενοι τὸ αὐτὸ δρῶσι, καὶ τὸ ἀφέψημα ⟨δὲ〉 αὐτῶν τὸ αὐτὸ ποιεῖ μετὰ πηγάνου ποθὲν καὶ πεπέρεως, καὶ σπληνικούς ὠφελεῖ, ἐπάντλημά τε γαγγραίνης, θηριωμάτων, ψώρας ἀρχομένης, ἀλφῶν, σπίλων, ἐξανθημάτων, ἀχώρων· τὸ δʼ αὐτὸ καὶ καταμηνίων καὶ ἐμβρύων ἐπισπαστικὸν μετὰ θμύρνης καὶ μέλιτος ἐν προσθέτῳ. καθαίρει δὲ τὸ ἄλευρον χρῶτα καὶ πελιώματα, καὶ φλεγμονὰς πραύνει σὺν ὕδατι καὶ ἀλφίτῳ, σὺν ὄξει δὲ ἰσχιάδας παρηγορεῖ καὶ φύματα.

  77. 2.105.106.109.2.1

    2 χοιράδας δὲ μεταβάλλει ἑψηθεὶς ἐν ὄξει καὶ καταπλασθεὶς καὶ ἄνθρακας περιρρήσσει. μεθʼ ὕδατος δὲ ὀμβρίου ἑψηθέντες οἱ θέρμοι ἄχρι χυλώσεως πρόσωπον σμήχουσι, μετὰ δὲ χαμαιλέοντος ῥίζης τοῦ μέλανος ἑψηθέντες προβάτων ψώρας ἰῶνται ἐκλελουμένων τῳ ἀφεψήματι χλιαρῷ. ἡ δὲ ῥίζα ἑψηθεῖσα σὺν ὕδατι καὶ ποθεῖσα οὔρησιν κινεῖ, οἱ δὲ ἀπογλυκανθέντες λεῖοι σὺν ὄξει ποθέντες στομάχου ἄσην πραύνουσι καὶ ἀνορεξίαν ἰῶνται.

  78. 2.105.106.109.2.2

    γίνεται δὲ καὶ ἄγριος θέρμος, ἐμφερὴς τῷ ἡμέρῳ κατὰ πάντα, μικρότερος δέ, ποιῶν ὅσα καὶ ὁ ἥμερος.

  79. 2.105.106.110.1.1

    110 γογγύλης ἡ ῥίζα ἑφθὴ τρόφιμος, πνευματωτική. σαρκὸς πλαδαρᾶς γεννητική, ἀφροδισίων παρορμητική. τὸ δὲ ἀφέψημα αὐτῆς ποδάγρας καὶ χιμέτλης ἐστὶ κατάντλημα, καὶ αὐτὴ δὲ λεία καταπλασσομένη ὠφελεῖ, εἰ δέ τις ἐγγλύψας τὴν ῥίζαν κηρωτὴν ῥοδίνην ἐν αὐτῇ ἐπὶ θερμοσποδιᾶς τήξει, ποιεῖ πρὸς τὰς εἱλκωμένας χιμέτλας. ὁ δὲ ἐξ αὐτῆς ἀσπάραγος βιβρώσκεται ἑφθός· ἐστι δὲ οὐρητικός. τὸ δὲ σπέρμα εἰς ἀντιδότους καὶ θηριακάς ἀνωδύνους εὔθετον, βοηθεῖ δὲ καὶ τοῖς θανασίμοις· ποθὲν δὲ παρορμᾷ καὶ πρὸς ἀφροδίσια. ἁλμευθεῖσα δὲ ἀτροφωτέρα γίνεται βιβρωσκομένη τὰς μέντοι ὀρέξεις ἀναλαμβάνει.

  80. 2.105.106.110.2.1

    ἡ δὲ ἀγρία γογγύλη φύεται ἐν ἀρούραις, θάμνος πηχυαῖος 2 τὸ ὕψος, πολύκλαδος, ἐξ ἄκρου λεῖος, φύλλα ἔχων λεῖα, ῥίζαν μεγάλου δακτύλου τὸ πάχος ἢ καὶ μείζονα, καρπὸν δὲ ἐν λοβοῖς καλυκώδεσιν· ἀνοιχθέντων δὲ τῶν περικαρπίων ἔσωθεν ἄλλος κεφαλοειδής ἐστι λοβός, ἐν ᾧ σπερμάτια μέλανα, θλασθέντα δὲ λευκὰ ἔνδοθεν. μείγνυται δὲ σμήγμασι προσώπου καὶ τοῦ ἄλλου χρωτός, ὅσα διʼ ἀλεύρων γίνεται θερμίνων ἢ πυρίνων ἢ ἐρεγμίνων ἢ ἀροβίνων.

  81. 2.105.106.111.1

    111 βουνιάς καὶ ταύτης ἡ ῥίζα ἑφθὴ φυσώδης ἐστίν, ἦττον δὲ τρόφιμος. ποιεῖ δὲ τὸ σπέρμα αὐτῆς ἀνενεργῆ τὰ θανάσιμα προπινόμενον, μείγνυται δὲ καὶ ἀντιδότοις. ἁλμεύεται δὲ καὶ ταύτης ἡ ῥίζα.

  82. 2.105.106.112.1.1

    112 ῥαφανὶς καὶ αὐτὴ πνευμάτων γεννητική, εὔστομος, οὐκ εὐστόμαχος, ἐρευκτική. οὐρητικὴ δέ ἐστι καὶ θερμαντική, εὐκοίλιος δέ, εἰ τις αὐτὴν ἐπιλαμβάνει μᾶλλον συνεργοῦσαν τῇ ἀναδόσει, προεσθιομένη δὲ μετεωρίζει τὴν τροφήν ἁρμόζει δὲ καὶ τοῖς ἐμεῖν μέλλουσι προεσθιομένη, ἀκριβοῖ δὲ καὶ τὰς αἰσθήσεις. ἑφθὴ δὲ ποιεῖ λαμβανομένη βήσσουσι χρονίως καὶ τοῖς πάχος γεννῶσιν ἐν θώρακι. ὁ δὲ φλοιὸς αὐτῆς μετʼ ὁξυμέλιτος λαμβανόμενος ἐμετικώτερος, ἁρμόζων ὑδρωπικοῖς, καταπλασθεὶς δὲ εὐθετεῖ καὶ σπληνικοῖς· σὺν μέλιτι δὲ ἔτι νομὰς ἐφίστησι καὶ ὑπώπια αἴρει καὶ ἐχεοδήκτοις βοηθεῖ ἀλωπεκίας τε δασύνει, φακοὺς δὲ ἀποσμήχει σὺν αἰρίνῳ ἀλεύρῳ· βοηθεῖ δὲ καὶ τοῖς ὑπὸ μυκήτων πνιγομένοις, ἔμμηνά τε ἄγει.

  83. 2.105.106.112.2.1

    τὸ δὲ 2 σπέρμα αὐτῆς ἐμετικόν, οὐρητικόν, σπληνὸς καθαιρετικὸν πινόμενον μετʼ ὄξους, συναγχικοῖς τε βοηθεῖ ἀφεψηθὲν σὺν ὀξυμέλιτι θερμῷ εἰς ἀναγαργάρισμα, καὶ πρὸς κεράστου δῆγμα σὺν οἴνῳ πινόμενον βοηθεῖ, ἐπιπλασθὲν δὲ μετ᾿ ὄξους γαγγραίνας εὐτόνως περιχαράσσει.

  84. 2.105.106.112.2.2

    ἡ δὲ ἀγρία ῥαφανίς, ἣν Ῥωμαῖοι ἀρμοράκιον καλοῦσι, φύλλα ἔχει ὅμοια τῇ ἡμέρῳ πρὸς τὰ τῆς λαμψάνης μᾶλλον, δίζα δὲ ἰσχνή. μακρά, ὑπόδριμυς. λαχανεύεται δὲ ἡ ῥίζα καὶ τὰ φύλλα εἰς βρῶσιν ἑφθά. ἐστι δὲ θερμαντική, οὐρητική. καυματώδης.

  85. 2.105.106.112.113.1

    113 σίσαρον γνώριμον, οὗ ἡ ῥίζα ἑφθὴ εὔστομος εὐστόμαχος, οὐρητική, ὀρέξεως προκλητική.

  86. 2.105.106.112.114.1.1

    114 λάπαθον τὸ μέν τι αὐτοῦ ὀξυλάπαθον λέγεται, φυόμενον ἐν ἕλεσι, σκληρόν, κατὰ τὰ ἄκρα ἅποξυ, τὸ δέ τι κηπευτόν, οὐκ ἀνόμοιον τῷ πρώτῳ. τρίτον δέ ἐστιν ἄγριον, μικρόν, παρόμοιον ἀρνογλώσσῳ, μαλακόν, ταπεινόν. ἔστι δὲ καὶ τέταρτον εἶδος αὐτοῦ, ὅ ἔνιοι ἀξαλίδα ἢ ἀναξυρίδα ἢ λάπαθον ἄγριον καλοῦσιν, οὗ τὰ φύλλα ὅμοια τῷ ἀγρίῳ καὶ μικρῷ λαπάθῳ, καυλὸς δὲ οὐ μέγας, ἄποξυς, καρπὸς δὲ ἐρυθρός, δριμὺς ἐπὶ τοῦ καυλοῦ ἐπὶ παραφυάδων.

  87. 2.105.106.112.114.2.1

    πάντων δὲ τὸ λάχανον μαλάσσει κοιλίαν ἑψηθέν. αὐτὸ δὲ 2 ὠμὸν καταπλασσόμενον μελικηρίδας σὺν ῥοδίνῳ ἡ κρόκῳ διαφορεῖ. τὸ δὲ σπέρμα τοῦ ἀγρίου καὶ τοῦ ἀξυλαπάθου καὶ τῆς ὀξαλίδος πίνεται ὠφελίμως μεθʼ ὕδατος ἢ οἴνου πρὸς δυσεντερίαν καὶ κοιλιακὴν διάθεσιν καὶ ἄσην στομάχου καὶ πρὸς σκορπίου πληγήν καὶ εἰ προπίοι δέ τις, οὐδὲν πείσεται πληγείς. αἱ δὲ ῥίζαι αὐτῶν, ἑφθαί τε καὶ ὠμαὶ σὺν ὄξει καταπλασθεῖσαι, θεραπεύουσι λέπρας, λειχῆνας, ὄνυχας λεπρούς· δεῖ δὲ προανατρίβειν τὸν τόπον ἐν ἡλίῳ νίτρῳ καὶ ὄξει· πραύνει δὲ καὶ κνησμοὺς τὸ ἀφέψημα αὐτῶν περιαντλούμενον ἢ τῷ λουτρῷ μειγνύμενον.

  88. 2.105.106.112.114.3.1

    παρηγοροῦσι δὲ καὶ ὀδονταλγίας ἑψόμεναι 3 ἐν οἴνῳ καὶ διακλυζόμεναι, διαφοροῦσι καὶ χοιράδας καὶ παρωτίδας ἑφθαὶ ἐν οἴνῳ καταπλασθεῖσαι, σπλῆνα δὲ σὺν ὄξει τήκει. καὶ ἐνδέσματι δέ τινες χρῶνται ταῖς ῥίζαις πρὸς χοιράδας, περιάπτοντες τῷ τραχήλῳ ἱστᾶσι καὶ ῥοῦν γυναικεῖον προστεθεῖσαι θεῖσαι λεῖαι. ἑψηθεῖσαι δὲ ἐν οἴνῳ καὶ πινόμεναι ἰκτερικοὺς ἀποθεραπεύουσι καὶ λίθους τοὺς ἐν κύστει θρύπτουσιν ἔμμηνά τε ἄγουσι σκορπιοπλήκτοις τε βοηθοῦσιν.

  89. 2.105.106.112.115.1

    115 ἱππολάπαθον λάπαθόν ἐστι μέγα, ἐν ἕλεσι γεννώμενον. δύναμιν δὲ ἔχει τὴν αὐτὴν τοῖς προειρημένοις.

  90. 2.105.106.112.116.1

    116 λαμψάνη λάχανόν ἐστιν ἄγριον, τροφιμὼτερον καὶ εὐστομαχώτερον τοῦ λαπάθου, οὗ τὰ φύλλα καὶ ὁ καυλὸς ἐσθίεται ἑφθά.

  91. 2.105.106.112.117.1

    117 βλίτον λαχανεύεται καὶ τοῦτο. ἔστι δὲ εὐκοίλιον, οὐδεμίαν ἔχον φαρμακώδη δύναμιν.

  92. 2.105.106.112.118.1.1

    118 μολόζη· ἐδωδιμωτέρα ἡ κηπευτὴ μᾶλλον τῆς χερσαίας, κακοστόμαχος δὲ καὶ εὐκοίλιος, καὶ μᾶλλον οἱ καυλοί, ἐντέροις δὲ καὶ κύστει ὠφέλιμος.

  93. 2.105.106.112.118.1.2

    δύναμιν δὲ ἔχει τὰ φύλλα ὠμὰ μασηθέντα καὶ ἐπιπλασθέντα σθέντα μετʼ ὀλίγων ἁλῶν αἰγιλώπια ἀνασκευάζειν· πρὸς μέντοι τὴν ἀπούλωσιν δίχα τῶν ἁλῶν χρηστέον αὐτῇ. ποιεῖ δὲ καὶ πρὸς σφηκῶν καὶ μελισσῶν πληγὰς καταπλασσομένη· κἂν περιχρίσηται δέ τις αὐτοῖς ὠμοῖς λείοις σὺν ἐλαίῳ, ἄπληκτος διαμένει· μετὰ δὲ οὔρου καταπλασθέντα ἀχῶρας καὶ πίτυρα ἰᾶται.

  94. 2.105.106.112.118.2.1

    2 ἑφθὰ δὲ λεῖα τὰ φύλλα σὺν ἐλαίῳ ἐπιτιθέμενα πυρίκαυτα καὶ ἐρυσιπέλατα ὠφελεῖ τὸ δὲ ἀφέψημα αὐτῆς μαλακτικὸν ἐγκάθισμα ὑστέρας, εἴς τε ἐνέματα πρὸς δηγμοὺς ἐντέρων καὶ μήτρας καὶ δακτυλίου ἁρμόδιον. ὁ δὲ ζωμὸς σὺν ταῖς ῥίζαις βοηθεῖ ἑψόμενος πᾶσι τοῖς θανασίμοις· ἐξερᾶν δὲ δεῖ συνεχῶς πίνοντας. ὠφελεῖ δὲ καὶ φαλαγγιοδήκτους καὶ γάλα κατασπᾷ. ὁ δὲ καρπὸς μιγέντος αὐτῷ λωτοῦ ἀγρίου σπέρματος πινόμενος μετʼ οἴνου τὰ περὶ κύστιν ἀλγήματα παύει.

  95. 2.105.106.112.119.1

    119 ἀνδράφαξυς λάχανον γνώριμον· διττόν, τὸ μὲν ἄγριον τὸ δὲ κηπευτόν, λαχανεύεται δὲ ἑχθόν. ἔστι δὲ κοιλίας μαλακτικόν, καταπλασσόμενον δὲ ὠμόν τε καὶ ἑφθὸν φύγεθλα διαφορεῖ, ὁ δὲ καρπὸς αὐτῆς πινόμενος μετὰ μελικράτου ἴκτερον θεραπεύει.

  96. 2.105.106.112.120.1.1

    120 κράμβη ἥμερος εὐκοίλιος ἀκρόζεστος ἐσθιομένη, ἡ δὲ καθεψηθεῖσα κοιλίαν ἵστησι καὶ μᾶλλον ἡ δίεφθος καὶ ἐν κονίᾳ ἑψηθεῖσα· κακοστόμαχος δὲ καὶ μᾶλλον δριμυτέρα ἡ θερινή, ἡ δὲ ἐν Αἰγύπτῳ διὰ πικρίαν ἄβρωτος. ἀμβλυωποῦσι δὲ βοηθεῖ καὶ τρομώδεσιν ἐσθιομένη, καὶ τάς ἐκ κραιπάλης δὲ καὶ οἴνων κακίας σβέννυσιν ἐπιλαμβανομένη. τὸ δὲ ἀπʼ αὐτῆς κύημα εὐστομαχώτερον καὶ οὐρητικώτερον, ταριχευθὲν δὲ κακοστόμαχον καὶ κοιλίας ταρακτικόν.

  97. 2.105.106.112.120.2.1

    ὁ δὲ χυλὸς αὐτῆς ὠμῆς μετὰ 2 ἴριδος καὶ νίτρου καταπινόμενος κοιλίαν μαλάττει, μετʼ οἴνου δὲ ποθεὶς ἐχεοδήκτοις βοηθεῖ, σὺν τηλίνῳ δὲ ἀλεύρῳ καὶ ὄξει ποδαγρικοῖς καὶ ἀρθριτικοῖς, ἕλκεσί τε ῥυπαροῖς καὶ παλαιοῖς ἐπιπλαττόμενος ἁρμόζει, ἐγχεόμενός τε καθʼ ἑαυτὸν ταῖς ῥισὶ κεφαλὴν καθαίρει· μετὰ δὲ αἰρίνου ἀλεύρου προστεθεὶς καταμήνια ἄγει. τὰ δὲ φύλλα λεῖα καταπλασσόμενα καθʼ ἑαυτὰ ἢ μετὰ ἀλφίτων ποιεῖ πρὸς πᾶσαν φλεγμονὴν καὶ οἰδήματα, καὶ ἐρυσιπέλατα καὶ ἐπινυκτίδας καὶ λέπρας ἰᾶται. μεθʼ ἁλῶν δὲ ἄνθρακας περιρρήττει· ἴσχει δὲ καὶ ῥύσιν τῶν ἐν κεφαλῇ τριχῶν.

  98. 2.105.106.112.120.3.1

    3 ὠμὰ δὲ ἐσθιόμενα μετʼ ὄξους σπληνικούς ὠφελεῖ, διαμασώμενα δὲ φωνῆς ἀποκοπὴν καθίστησι τοῦ χυλοῦ καταπινομένου, καὶ τὸ ἀφέψημα δὲ αὐτῆς κοιλίαν καὶ ἔμμηνα κινεῖ πινόμενον. τὸ δὲ ἄνθος ἀτόκιον μετὰ τὴν ἀποκύησιν προστεθὲν ἐν πεσσῷ. τὸ δὲ σπέρμα μάλιστα τῆς ἐν Αἰγύπτῳ γεννωμένης πινόμενον ἕλμινθας ἐκτινάσσει· μίσγεται δὲ καὶ εἰς ἀντιδότους θηριακάς, πρόσωπόν τε ἀποκαθαίρει καὶ φακούς. οἱ δὲ καυλοὶ χλωροὶ κατακαέντες σύν ταῖς ῥίζαις καὶ ἀναλημφθέντες στέατι χοιρείῳ παλαιῷ πλευράς χρόνια ἀλγήματα ἐπιτεθέντες παύουσιν.

  99. 2.105.106.112.120.121.1

    121 κράμβη ἀγρία φύεται ὡς ἐπὶ τὸ πολὺ ἐν παραθαλασσίοις τόποις καὶ κρημνώδεσιν, ἐοικυῖα τῇ ἡμέρῳ, λευκοτέρα δέ ἐστι καὶ δασυτέρα καὶ πικρά. τὸ δὲ κύημα αὐτῆς ἐν κονίᾳ ἑψηθὲν οὐκ ἄστομον.

  100. 2.105.106.112.120.121.2

    δύναμιν δὲ ἔχει τὰ φύλλα καταπλασσόμενα κολλητικὴν τραυμάτων καὶ διαφορητικὴν οἰδημάτων καὶ φλεγμονῶν.

← Previous · Next → — showing 501600 of 1,966

First Thousand Years of Greek. CTS URN tlg0656.tlg001.1st1K-grc1. Via the Perseus Digital Library / Open Greek and Latin TEI corpora. Licence: Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License. Source.