De materia medica
- 2.105.171.4.1
αὐτάρκης δὲ ὁλκὴ τριωβόλου σὺν μέλιτι ἐκλειχθεῖσα. 4 καὶ συγκαθέψεται δὲ τῷ μέλιτι καὶ βιβρώσκεται πρὸς τὰ αὐτά, μάλιστα πέψει συνεργοῦσα· ἄγει δὲ γλοιῶδες κατὰ κοιλίαν. ἑφθὴ δὲ πρὸς τὰ αὐτὰ ποιεῖ ὁμοίως λαμβανομένη· φυλάσσεσθαι δὲ αὐτῆς δεῖ τὴν δόσιν, ἐφ᾿ ὧν ἔλκωσίς τίς ἐστιν ἐντός· ποιεῖ καὶ πρὸς ἀκροχορδόνας καὶ χιμέτλας ἐγχρισθεῖσα ὀπτή. τὸ δὲ σπέρμα αὐτῆς λεῖον ἀναλημφθὲν ἐν ἰσχάδι μέλιτι καὶ βρωθὲν μαλάσσει κοιλίαν. ἔστι δὲ καὶ ἀλεξιφάρμακον ὅλη πρὸ τῶν θυρῶν κρεμαμένη.
- 2.105.172.1
172 παγκράτιον· οἱ δὲ καὶ τοῦτο σκίλλαν ὀνομάζουσι. ῥίζα ἐστὶ βολβῷ μεγάλῳ ὁμοία, ὑπόπυρρος, πικρὰ καὶ πυρώδης τὴν γεῦσιν, φύλλα κρίνῳ ὅμοια, μακρότερα δέ. ἔχει δὲ δύναμιν τὴν αὐτὴν τῇ σκίλλη καὶ σκευασίαν καὶ δόσιν, ποιοῦσαν ἐπὶ τῶν αὐτῶν παθῶν· ἐπιεικεστέρα μέντοι τῆς σκίλλης ἡ ταύτης δύναμις· ὅθεν καὶ χυλιζομένη μειγνυμένη τε ὀροβίνῳ ἀλεύρῳ καὶ ἀναπλασσομένη εἰς ἀρτίσκους δίδοται σὺν ὑδρομέλιτι σπληνικοῖς καὶ ὑδρωπικοῖς ὠφελίμως.
- 2.105.173.1.1
173 κάππαρις· οἱ δὲ κυνόσβατον, οἱ δὲ καπρίαν, οἱ δὲ κόρακος μῆλον, οἱ δὲ ὀφιόσκορδον, οἱ δὲ ὀφιοστάφυλον, οἱ δὲ θαλλίαν, οἱ δὲ πετραίαν, οἱ δὲ ῥλόφυτον, οἱ δὲ ἰωνίτην, ἔνιοι δὲ ἀείχλωρον, οἱ δὲ ἱππομανές, οἱ δὲ τριχομανὲς καλοῦσι· θάμνος ἐστὶν ἀκανθώδης, ἐπὶ γῆς γυροειδῶς ἐστρωμένος, ἀκάνθας ἀγκιστροειδεῖς ἔχων ὡς βάτος, φύλλα δὲ στρογγύλα, κυδωνίᾳ ὅμοια, καρπὸν δὲ οἶον ἐλαίας, δς ἀνοιχθεὶς λευκὸν προίεται ἄνθος, οὗ πεσόντος εὑρίσκεταί τι οἷον βάλανος ἐπίμηκες, ὅπερ ἀνοιχθὲν ἔχει κόκκους ὥσπερ ῥόας μικρούς, ἐρυθρούς, ῥίζας ξυλώδεις καὶ μεγάλας, πλείστας.
- 2.105.173.2.1
2 φύεται τοὐπίπαν ἐν τραχέσι καὶ λεπτογείοις τόποις καὶ νήσοις καὶ οἰκοπέδοις. ταριχεύεται δὲ ὁ καρπὸς καὶ ὁ καυλὸς εἰς βρῶσιν.
- 2.105.173.2.2
ταράττει δὲ κοιλίαν, κακοστόμαχός τέ ἐστι καὶ διψώδης, βρωθεῖσα δὲ ἑφθὴ εὐστομαχωτέρα τῆς ὠμῆς. ὁ μὲν οὖν καρπὸς αὐτῆς σπλῆνα ἐκτήκει ὁλκὴ δυεῖν δραχμῶν μετ᾿ οἴνου πινόμενος ἐπὶ ἡμέρας τριάκοντα· ἄγει δὲ καὶ οὖρον καὶ αἱματῶδες διαχώθρημα, ἰσχιάδι τε καὶ παραλύσει βοηθεῖ πινόμενος καὶ πρὸς ῥήγματα καὶ σπάσματα, καὶ ἔμμηνα ἄγει καὶ ἀποφλεγματίζει, ματίζει, καὶ ὀδόντος πόνον παύει ὁ καρπὸς σὺν ὄξει ἑψηθεὶς καὶ διακλυζόμενος.
- 2.105.173.3.1
τῆς δὲ ῥίζης ὁ φλοιὸς ξηρὸς πρός τε τὰ προειρημένα 3 ἁρμόζει καὶ ἀνακαθαίρει πᾶν χρόνιον καὶ ῥυπαρὸν καὶ τετυλωμένον ἕλκος· καταπλάσσεται δὲ καὶ ἐπὶ τῶν σπληνικῶν σὺν ὠμῇ λύσει, δακνομένη τε τῷ πονοῦντι ἀδόντι βοηθεῖ, ἀλφούς τε λευκοὺς ἀποσμήχει σὺν ὄξει λεία. τὰ δὲ φύλλα καὶ ἡ ῥίζα λεανθέντα σκληρίας καὶ χοιράδας διαφορεῖ, σκώληκάς τε τοὺς ἐν ὠσὶν ὁ χυλὸς ἐγχυματισθεὶς κτείνει. ἡ μέντοι Λιβυκὴ κάππαρις, γεννωμένη δὲ κατὰ τοὺς Μαρμαρίδας λεγομένους, ἐμπνευματοῖ ἰσχυρῶς, ἐμετικὴ δὲ τυγχάνει ἡ ἐν Ἀπουλίᾳ· ἡ μέντοι γε ἐκ τῆς ἐρυθρᾶς θαλάσσης καὶ Ἀραβίας δριμυτάτη, φλυκταίνουσα τὸ στόμα καὶ διασήπουσα τὰ οὖλα ἄχρι γυμνώσεως, ὅθεν πρὸς βρῶσίν ἐστιν ἄθετος.
- 2.105.174.1
174 λεπίδιον, δ ἔνιοι γιγγίδιον καλοῦσι, γνώριμον βοτάνιον, ταριχευόμενον εἰς ἁλμαίας μετὰ γάλακτος. δύναμις δὲ ἐστι τῶν φύλλων δριμεῖα, ἑλκωτική, ὅθεν ἰσχιαδικῶν ἐστιν ἐπίπλασμα ἀμυκτικώτατον, λεῖον σὺν ἑλενίου ῥίζῃ ἐπιτιθέμενον πρὸς τέταρτον ὥρας, καὶ ἐπὶ σπληνικῶν ὁμοίως· ἀφίστησι δὲ καὶ λέπρας. ἡ δὲ ῥίζα δοκεῖ ὀδόντων ἀλγήματα παραιτεῖσθαι περιαπτομένη τῷ τραχήλῳ.
- 2.105.175.1.1
175 βατράχιον· οἱ δὲ σέλινον ἄγριον καλοῦσι. τούτου πλείονά ἐστιν εἴδη, δύναμις δὲ μία, δριμεῖα καὶ ἄγαν ἑλκωτικήἔχει δὲ τὸ μὲν αὐτῶν φύλλα ὅμοια κορίῳ, πλατύτερα δὲ καὶ ὑπόλευκα καὶ λιπαρά, ἄνθος μήλινον, ἐνίοτε δὲ πορφυροῦν, καυλὸν δ᾿ οὐ παχύν, ὕψος δὲ ὅσον πήχεως, ῥίζαν μικράν, λευκήν, πικράν, ἔχουσαν ἀποφύσεις ὡς ἐλλεβόρου· φύεται δὲ παρὰ ῥείθροις. ἔστι δὲ καὶ ἕτερον εἶδος χνοωδέστερον καὶ μακροκαυλότερον, ἐντομάς ἔχον πλείους τῶν φύλλων, πλεῖστον ἐν Σαρδονίᾳ γεννώμενον, δριμύτατον, δ δὴ καὶ σέλινον ἄγριον καλοῦσι· καὶ τρίτον σφόδρα μικρὸν καὶ δύσοσμον, τὸ ἄνθος χρυσῷ ὅμοιον· καὶ τέταρτον ἐοικὸς τούτῳ, ἄνθη γαλακτίζον.
- 2.105.175.2.1
δύναμιν δὲ ἔχει τὰ φύλλα καὶ οἱ καυλοὶ καταπλασσόμενοι 2 ἁπαλοὶ ἑλκωτικὴν καὶ ἐσχαρωτικὴν μετὰ πόνου, ὅθεν ὄνυχας λεπροὺς καὶ ψώρας ἀφίστησι καὶ στίγματα ἐξαίρει καὶ μυρμηκίας καὶ ἀκροχορδόνας καὶ ἀλωπεκίας πρὸς ἀλίγον καταπλασθέντα· ἑψόμενα δὲ κατάντλημα χιμετλιώντων ἐστὶ χλιαρόν. ἡ δὲ ῥίζα πταρμὸν κινεῖ ξηρὰ λεία προσφερομένη τοῖς μυκτῆρσι, καὶ ὀδονταλγίας κουφίζει προσαπτομένη· θρύπτει μέντοι αὐτούς.
- 2.105.176.1.1
176 ἀνεμώνη, οἱ δὲ ἀργεμώνιον, οἱ δὲ ἠρέμιον καλοῦσι. δισσή, ἡ μὲν ἀγρία ἡ δὲ ἥμερος. καὶ τῆς ἡμέρου ἡ μέν τις φοινίκεα φέρει τὰ ἄνθη ἡ δὲ ὑπόλευκα, γαλακτίζοντα ἢ πορφυρᾶ. φύλλα δὲ κοριοειδῆ, λεπ\τοσχιδέστερα τὰ πρὸς τῇ γῇ, καυλία χνοώδη, λεπτά, ὑπὲρ ὧν τὰ ἄνθη ὥσπερ μήκωνος, καὶ μέσα κεφάλια μέλανα ἢ κυανίζοντα· ῥίζα κατὰ μέγεθος ἐλαίας ἢ μείζων, οἱονεὶ γόνασι διειλημμένη. ἡ δὲ ἀγρία κατὰ πάντα μείζων τῆς ἡμέρου καὶ τοῖς φύλλοις πλατυτέρα καὶ σκληροτέρα, καὶ τὴν κεφαλὴν ἐπιμηκεστέραν ἔχει, ἄνθος φοινικοῦν, ῥιζία λεπτὰ καὶ πλείω. ἡ δέ τις ἔχει φύλλα μέλανα, δριμυτέρα οὖσα.
- 2.105.176.2.1
2 δύναμιν δὲ ἔχουσι δριμεῖαν ἀμφότεραι, ὅθεν ὁ χυλὸς τῆς ῥίζης αὐτῶν ῥινὶ ἐγχυθεὶς πρὸς κεφαλῆς κάθαρσιν ἁρμόζει· καὶ μασηθεῖσα δὲ ἡ ῥίζα ἄγει φλέγμα, ἑψηθεῖσα δὲ ἐν γλυκεῖ καὶ καταπλασσομένη ὀφθαλμῶν φλεγμονὰς ἰᾶται καὶ τὰς ἐν ὀφθαλμοῖς οὐλὰς ἀποσμᾷ· ἀνακαθαίρει δε καὶ τὰ ῥυπαρὰ τῶν ἑλκῶν. τὰ δὲ φύλλα καὶ οἱ καυλοὶ συνεψηθέντα πτισάνη καὶ ἐσθιόμενα γάλα κατασπᾷ, ἐν προσθέτῳ δὲ ἔμμηνα ἄγει, καταπλασθέντα δὲ λέπρας ἀφίστησιν.
- 2.105.176.3.1
ἔνιοι δὲ μὴ δυνάμενοι διορίζειν ἀπὸ τῆς ἀγρίας ἀνεμώνης 3 τὴν λεγομένην ἀργεμώνην καὶ τὴν ῥοιάδα μήκωνα, περὶ ἧς ἐν ταῖς μήκωσιν ἱστορήσομεν (IV 63), διὰ τὸ τῶν ἀνθῶν μόχρουν, φοινίκεον ὑπάρχον, πλανῶνται τὴν Εὐπατόριον ἀργεμώνην ὀνομάζοντες· πλὴν τῆς ἀργεμώνης ἧττον βαθὺ τὸ φοινικοῦν ἐστι καὶ τῆς ῥοιάδος· ὀψιαίτερον δὲ αὕτη καὶ ἡ ἀργεμώνη ἀνθοῦσι, καὶ ἡ μὲν ἀργεμώνη ὀπὸν ἀνίησι κροκίζοντα καὶ δριμὺν πρὸς τὴν γεῦσιν ἰσχυρῶς, ἡ δὲ ῥοιὰς λευκότερον καὶ δριμύν. ἀμφό τεραι δὲ μεταξὺ κεφάλιον μήκωνι ἀγρίᾳ παραπλήσιον ἔχουσι, πλὴν τὸ μὲν τῆς ἀργεμώνης ἄνωθεν ὑπόπλατυ, τὸ δὲ τῆς ῥοιάδος ὑπόστενον. αἱ δὲ ἀνεμῶναι οὔτε ὀπὸν ἀνιᾶσιν οὔτε κωδύαν ἔχουσιν ἀλλ᾿ οἱονεὶ ἀσπαράγου ἄκρον, ἐν ἀρούραις τε τὸ πλεῖον ἐκεῖναι φύονται.
- 2.105.177.1
177 ἀργεμώνη· ὅλον μέν ἐστιν ὅμοιον ἀγρίᾳ μήκωνι, τὸ δὲ φύλλον ἀνεμώνῃ ἔχει ὅμοιον, ἐσχισμένον, ἄνθος φοινικοῦν, κεφαλὴν δὲ ἐοικυῖαν μήκωνι ῥοιάδι, ἐπιμηκεστέραν δὲ καὶ πλατεῖαν κατὰ τὰ ἄνωθεν μέρη, ῥίζαν στρογγύλην· ὀπὸν δὲ ἀνίησι κροκίζοντα, δριμύν.
- 2.105.177.2
καθαίρει δὲ ἄργεμα καὶ νεφέλια, καὶ φλεγμονὰς παρηγορεῖ τὰ φύλλα καταπλασσόμενα.
- 2.105.177.3
178 RV: ἀργεμώνη ἑτέρα· οἱ δὲ ἀργεμώνην ἄρσενα, οἱ δὲ σαρκοκόλλαν, Ῥωμαῖοι ἀργεμώνιαμ· καὶ αὕτη παρέοικε μὲν ἀγρίᾳ μήκωνι τοῖς φύλλοις.
- 2.105.177.4
δύναμιν δὲ ἔχει αὕτη χλωρὰ τριβομένη λεία καὶ ἐπιτιθεμένη διακοπὰς θεραπεύειν καὶ ὀφθαλμῶν φλεγμονὰς παύειν· ἁρμόζει δὲ καὶ δυσεντερικοῖς σὺν ὕδατι πινομένη, κολλητική τε τραυμάτων καὶ φλεγμονῶν ἐστιν εὔθετος, ὡσαύτως ἐπιτιθεμένη σπασμάτων καὶ τιλμάτων ἐστὶ θεραπευτική· ἁρμόζει καὶ θηριοδήκτος σὺν οἴνῳ πινομένη.
- 2.105.178.1.1
178 ἀναγαλλίς, οἱ δὲ κιχόριον καλοῦσι· διττόν ἐστιν εῖδος αὐτῆς, διαφέρον ἄνθει· ἡ μὲν γὰρ κυάνεον ἔχουσα τὸ ἄνθος θήλεια λέγεται ἡ δὲ τὸ φοινικοῦν ἄρρην. θαμνία δέ ἐστι κεχυμένα ἐπὶ γῆς, φυλλάρια ἔχοντα ἐπὶ τετραγώνων καυλῶν μικρά, ὑποστρόγγυλα, πρὸς τὰ τῆς ἑλξίνης, καρπὸν δὲ περιφερῆ.
- 2.105.178.1.2
εἰσὶ δ᾿ ἀμφότεραι τραυματικαί, ἀφλέγμαντοι, σκολόπων ἐπισπαστικαί, νομῶν ἐφεκτικαί.
- 2.105.178.2.1
2 ὁ δὲ χυλὸς αὐτῶν ἀναγαργαριζόμενος ἀποφλεγματίζει κεφαλὴν καὶ ῥισὶν ἔγχυτός ἐστι καὶ ὀδόντος πόνον παύει, ἐὰν εἰς τὸν ἀντικείμενον μυξωτῆρα τῷ ἀλγοῦντι ἐγχέῃς· καθαίρει δὲ καὶ ἄργεμα μετὰ μέλιτος Ἀττικοῦ καὶ ἀμβλυωπίαις βοηθεῖ, ὠφελεῖ καὶ ἐχεοδήκτους μετ᾿ οἴνου πινόμενος καὶ νεφριτικοὺς καὶ ἡπατικούς καὶ ὑδρωπιῶντας. φασὶ δ᾿ ἔνιοι τὴν μὲν ἔχουσαν τὸ κυανοῦν ἄνθος προπτώσεις δακτυλίου στέλλειν, τὴν δὲ τὸ φοινικοῦν ἐρεθίζειν καταπλασθεῖσαν.
- 2.105.179.1.1
179 κισσὸς πολλὰς ἔχει διαφορὰς τὰς κατ᾿ εἶδος, τὰς δὲ γενικωτάτας τρεῖς· λέγεται γὰρ ὁ μέν τις λευκὸς ὁ δὲ μέλας ὁ δὲ ἕλιξ. καὶ ὁ μὲν λευκὸς λευκὸν φέρει καρπόν, ὁ δὲ μέλας μέλανα ἢ κροκίζοντα, δν δὴ ἔνιοι Διονύσιον καλοῦσιν, ὁ δὲ ἕλιξ ἄκαρπός τέ ἐστι καὶ λεπτὰ ἔχει τὰ κλήματα καὶ τὰ φύλλα λεπτά, γωνιοειδῆ, εὔρυθμα.
- 2.105.179.1.2
πᾶς δὲ κισσὸς δριμύς ἐστι, στυπτικός, τοῦ νευρώδους ἁπτικός. ποιεῖ δὲ τὰ μὲν ἄνθη αὐτοῦ τοῖς τρισὶ δακτύλοις λημφθέντα καὶ ποθέντα σὺν οἴνῳ πρὸς δυσεντερίας· δὶς δὲ δεῖ τῆς ἡμέρας πίνειν· καὶ πρὸς πυρίκαυτα δὲ ἁρμόζει σὺν κηρωτῇ λειανθέντα.
- 2.105.179.2.1
τὰ δὲ ἁπαλὰ τῶν φύλλων ἑψόμενα σὺν ὄξει ἢ ὠμὰ λειαινόμενα 2 σπλῆνα ἰᾶται· ῥινεγχυτοῦται δὲ ὁ χυλὸς τῶν φύλλων καὶ τῶν κορύμβων σὺν ἰρίνῳ ἢ μέλιτι ἢ νίτρῳ πρὸς τὰ χρόνια τῆς κεφαλῆς ἀλγήματα καὶ ἐπιβρέχεται σὺν ὄξει καὶ ῥοδίνῳ, ὠταλγίας τε καὶ πυορροοῦντα ὦτα σὺν ἐλαίῳ ἰᾶται. τοῦ δὲ μέλανος κισσοῦ ὁ χυλὸς καὶ οἱ κόρυμβοι ποθέντες ἀγονίαν ποιοῦσι, καὶ ταράσσουσι τὴν διάνοιαν πλεονασθέντες· λεανθέντα δὲ σφαιρία πέντε τῶν κορύμβων καὶ θερμανθέντα σὺν ῥοδίνῳ ἐν σιδίῳ καὶ ἐνσταχθέντα εἰς τὸ ἀντικείμενον οὖς ἐπὶ ὀδονταλγίας τὸ ἄλγημα πραύνει, μελαίνουσι δὲ καὶ τρίχας οἱ κόρυμβοι.
- 2.105.179.3.1
καταπλάσσεται 3 δὲ τὰ φύλλα πρὸς πᾶν ἕλκος ἑψηθέντα σὺν οἴνῳ, καὶ κατακαύματα καὶ κακοήθη καὶ ἐφηλίδας θεραπεύει καταπλασθέντα, ὡς προείρηται, ἑχθά, κινοῦσι δὲ καὶ καταμήνια ποθέντες ἥ ὑποθυμιαθέντες οἰ κόρυμβοι λεῖοι, καὶ ποθέντες δὲ μετὰ τὴν κάθαρσιν δραχμῆς πλῆθος ἀτόκιόν ἐστι. καὶ ὁ μόσχος δὲ τῶν φύλλων μέλιτι δευθεὶς καὶ προστεθεὶς τῇ μήτρᾳ ἔμμηνα καὶ ἔμβρυα ἄγει, ὁ δὲ χυλὸς ἐνσταζόμενος τὰς ἐν ῥώθωσι δυσωδίας καὶ σηπεδόνας ἐκκαθαίρει. τὸ δὲ δάκρυον αὐτοῦ ψιλοῖ τρίχας καὶ φθεῖρας κτείνει ἐπαλειφόμενον, ὁ δὲ τῶν ῥιζῶν χυλὸς σὺν ὄξει ποθεὶς φαλαγγιοδήκτοις βοηθεῖ.
- 2.105.180.1.1
180 χελιδόνιον μέγα· οἱ δὲ ὀθόνναν καλοῦσιν, οἱ δὲ κρίνον. καυλὸν ἔχει πηχυαῖον ἢ καὶ μείζονα, ἰσχνόν, ἔχοντα παραφυάδας φύλλων μεστάς, ὁμοίων βατραχίῳ, τρυφερώτερα μέντοι τὰ τοῦ χελιδονίου καὶ ὑπόγλαυκα τὴν χρόαν, καὶ παῤ ἕκαστον φύλλον ἄνθος ὥσπερ τοῦ λευκοίου· χυλὸς δὲ κροκώδης, δριμύς, δηκτικὸς ποσῶς καὶ ὑπόπικρος καὶ δυσώδης· ῥίζα ἄνωθεν μέν ἐστι μία, κάτωθεν δὲ πλείονες. καρπὸς δ᾿ ὥσπερ τῆς κερατίτιδος μήκωνος λεπτός, μακρὸς ὡς κῶνος, ἐν ᾧ σπερμάτια μείζονα μήκωνος.
- 2.105.180.2.1
ταύτης ὁ χυλὸς μιγεὶς μέλιτι καὶ ἑψηθεὶς ἐν χαλκῷ ἀγγείῳ γείῳ> ἐπ᾿ ἄνθρακος ἁρμόζει πρὸς ὀξυωπίαν· χυλίζεται δὲ καὶ ἡ ῥίζα καὶ τὰ φύλλα καὶ ὁ καρπὸς ἀρχομένου θέρους καὶ ξηραίνεται ἐν σκιᾷ καὶ ἀναπλάσσεται. ἡ δὲ ῥίζα πινομένη σὺν ἀνήσσῳ καὶ οἴνῳ λευκῷ ἰκτερικούς θεραπεύει, καὶ ἕρπητας καταπλασσομένη: σὺν οἴνῳ, καὶ ὀδονταλγίας δὲ παύει διαμασωμένη. δοκεῖ δὲ κατωνομάσθαι χελιδόνιον, ἐπειδήπερ ἅμα ταῖς χελιδόσι φαινομέναις φύεται, ληγούσαις δὲ συμπαρακμάζει. τινὲς δὲ προσιστόρησαν ὅτι, ἐάν τις τυφλωθῇ τῶν τῆς χελιδόνος νεοσσῶν, αἱ μητέρες προσφέρουσαι τὴν πόαν ἰῶνται τὴν πήρωσιν αὐτοῦ.
- 2.105.181.1
181 χελιδόνιον τὸ μικρόν· οἱ δὲ πυρὸν ἄγριον καλοῦσι. βοτάνιόν ἐστιν ἐκ μόσχων ἀπηρτημένον, ἄκαυλον, φύλλοις κισσοειδέσι, περιφεστέροις δὲ μᾶλλον καὶ μικροτέροις καὶ τρυφερωτέροις καὶ ὑπολιπαρωτέροις περιεχόμενον. ῥίζας δὲ ἔχει ἐκ τοῦ αὐτοῦ μικράς, πολλάς, ὥσπερ πυροὺς συσσεσωρευμένους· τρεῖς δὲ ἢ τέσσαρές εἰσιν αὐτῶν μακραὶ πεφυκυῖαι. φύεται δὲ παῤ ὕδασι καὶ τέλμασιν.
- 2.105.181.2
ἔχει δὲ τὴν δύναμιν δριμεῖαν, παραπλησίαν ἀνεμώνη, ἑλκοῦσαν τὴν ἐπιφάνειαν, καὶ ψώρας καὶ ὄνυχας λεπροὺς ἀφιστᾷ. αἱ δὲ ῥίζαι χυλω θεῖσαι χρήσιφμοι εἰς ῥινὸς ἔγχυσιν μετὰ μέλιτος πρὸς κάθαρσιν κεφαλῆς.
- 2.105.182.1.1
182 ὀθόννα· οἱ μέν φασι τοῦ μεγάλου χελιδονίου χυλὸν εἶναι, οἱ δὲ γλαυκίου, οἱ δὲ τῆς κερατίτιδος μήκωνος τῶν ἀνθῶν χυλόν, ἔνιοι δὲ μεῖγμα ἀναγαλλίδος τῆς κυανέας καὶ ὑοσκυάμου καὶ μήκωνος χυλῶν, οἱ δὲ βοτάνης Τρωγλοδυτικῆς τινος, ἥτις ὀθόννα καλεῖται, εἶναι χυλόν, γεννᾶσθαι δ᾿ αὐτὴν καὶ ἐν τῇ κατ᾿ Αἴγυπτον Ἀραβίᾳ. ἔχει δὲ τὰ φύλλα εὐζώμῳ ἐμφερῆ, πολύτρητα ὥσπερ σητόκοπα, ψαφαρά, ὀλιγόχυλα· ἄνθος δὲ φέρει κρόκινον, πλατύχυλλον, ὅθεν ἔδοξαν ἀνεμώνης αὐτό τινες εἶδος εἶναι.
- 2.105.182.2.1
2 χυλίζεται δὲ καὶ εἰς τὰ ὀφθαλμικά, ὅπου δεῖ ἀποκαθαίρειν, δάκνουσα, καὶ πάντα τὰ ἐπισκοτοῦντα ταῖς κόραις ἀποσμήχει. φασὶ δέ τινα καὶ ὑγρασίαν ἀπορρεῖν τῆς βοτάνης, ἣν πλύναντες καὶ χωρίσαντες τῶν λίθων ἀναπλάσσουσι τροχίσκους πρὸς τὰ αὐτά. ἔνιοι δέ φασιν αὐτὴν λίθον εἶναι Αἰγύπτιον ἐν τῇ Θηβαίδι γεννώμενον, χαλκόχρουν, μικρὸν τῷ μεγέθει, δάκνοντα τὴν γεῦσιν μετὰ πυρώσεως καὶ στύψεως.
- 2.105.183.1
183 μυὸς ὦτα· οἱ δὲ μυὸς ὠτίδα καλοῦσιν. ἀνίησι καυλοὺς ἀπὸ μιᾶς ῥίζης πλείονας ὑπερύθρους, κάτωθεν κοίλους, φύλλα δὲ στενὰ καὶ ἐπιμήκη, δάχιν ἐπηρμένην ἔχοντα, μελανίζοντα, ἀνὰ δύο πεφυκότα ἐκ διαστημάτων, εἰς ὀξὺ ἀπολήγοντα, ἐκφύεταί τε λεπτὰ καυλία ἐκ τῶν μασχαλῶν, ἐφ᾿ ὧν ἀνθύλλια κυανίζοντα, μικρά, ὡς τὰ τῆς ἀναγαλλίδος· ῥίζα δὲ δακτύλου τὸ πάχος, ἔχουσα πολλὰς ἀποβλαστήσεις. καθ᾿ ὅλου δ᾿ ἐστὶν ὁμοία ἡ πόα τῷ σκολοπενδρίῳ, λειοτέρα δὲ καὶ ἐλάσσων. ταύτης ἡ ῥίζα καταπλασθεῖσα αἰγιλώπια ἰᾶται· ἔνιοι δὲ καὶ τὴν ἑλξίνην μυὸς ὠτίδα καλοῦσιν.
- 2.105.184.1
184 ἰσάτις, ᾗ οἱ βαφεῖς χρῶνται· φύλλον ἔχει ἀρνογλώσσῳ ἐμφερές, λιπαρώτερον δὲ καὶ μελάντερον, καυλὸν δὲ ὑπὲρ πῆχυν.
- 2.105.184.2
δύναται δὲ τὰ φύλλα καταπλασσόμενα πᾶν οἴδημα διαφορεῖν, καὶ φύματα καὶ ἔναιμα τραύματα κολλᾷ καὶ αἱμορραγίας στἑλλει καὶ φαγεδαινικὰ ἔλκη καὶ ἕρπητας καὶ ἐρυσιπέλατα θεραπεύει.
- 2.105.185.1
185 ἰσάτις ἀγρία, παραπλήσιος οὖσα οἱ βαφεῖς χρῶνται, φύλλα ἔχει μείζονα πρὸς τὰ τῆς θρίδακος, καυλούς τε πολλούς, λεπτούς, πολυσχιδεῖς, ὑπερύθρους, ἔχοντας ἐξ ἄκρου ὥσπερ θυλάκια γλωττοειδῆ πολλὰ ἀποκρεμάμενα, ἐν οἷς τὸ σπέρμα, ἄνθος δὲ μήλινον, λεπτόν.
- 2.105.185.2
δύναται δὲ τὰ αὐτὰ τῇ πρὸ αὐτῆς, ὠρελοῦσα καὶ σπληνικοὺς πινομένη καὶ καταπλασσομένη.
- 2.105.186.1
186 τηλεφώνιον, οἱ δὲ ἀείζῳον ἄγριον, οἱ δὲ ἀνδράχνην ἀγρίαν, οἱ δὲ βρύον. τοῦτο καὶ τοῖς φύλλοις καὶ τῷ καυλῷ ἔοικεν ἀνδράχνῃ, μασχάλας ἔχον δύο παῤ ἕκαστον γόνυ τῶν φύλλων ἐκφυομένας, ἀφ᾿ ὧν κλωνία ἓξ ἢ ἑπτά, ἀπὸ τῆς ῥίζης πλήρη φύλλων παχέων καὶ σαρκωδῶν καὶ γλίσχρων, ἄνθη λευκά. φύεται δὲ ἐν ἀμπελῶσι καὶ τόποις ἐργασίμοις.
- 2.105.186.2
θεραπεύει δὲ καταπλασσόμενα τὰ φύλλα ἐπὶ ὥρας ἔξ λεύκην· δεῖ δὲ μετὰ ταῦτα ὠμῇ λύσει χρῆσθαι. αὄρει δὲ καὶ ἀλφὸν ἐπιχριόμενα σὺν ὄξει ἐν ἡλίῳ· δεῖ μέντοι μετὰ τὸ ἀποξηρανθῆναι αὐτὰ ἀποψᾶν.
- 3.preface.1
Ἐν μὲν τοῖς πρὸ τούτου βιβλίοις, φίλτατε Ἄρειε, παρεδώκαμεν περὶ ἀρωμάτων καὶ ἐλαίων καὶ μύρων καὶ δένδρων καὶ τῶν ἀπʼ αὐτῶν καρπῶν τε καὶ δακρύων, ἔτι τε ζῴων καὶ σιτηρῶν καὶ λαχάνων καὶ τῶν δριμύτητα κεκτημένων βοτανῶν· ἐν δὲ τούτῳ τρίτῳ ὑπάρχοντι περὶ ῥιζῶν καὶ χυλισμάτων καὶ βοτανῶν καὶ σπερμάτων συμφύλων τε καὶ φαρμακωδῶν ἐπελευσόμεθα.
- 3.1.1.1
1 ἀγαρικόν· ῥίζα φέρεται σιλφίῳ ἐμφερής, οὐ πυκνὴ τὴν ἐπιφάνειαν ὥσπερ τὸ σίλφιον, ἀραιὰ δέ ἐστιν ὅλη. ἐστι δὲ αὐτοῦ τὸ μὲν ἄρρεν τὸ δὲ θῆλυ, ὧν διαφέρει τὸ θῆλυ ἔχον κτηδόνας εὐθείας ἐντός, τὸ δὲ ἄρρεν περιφερές τέ ἐστι καὶ πανταχόθεν συμφυές· γεύσει δὲ ἀμφότερα ὁμοια, κατʼ ἀρχὰς μὲν γλυκάζοντα, εἶτα ἐξ ἀναδόσεως ἔμπικρα.
- 3.1.2.1
2 γεννᾶται δὲ ἐν τῇ Ἀγαρίᾳ τῆς Σαρματικῆς· λέγουσι δὲ οἱ μὲν φυτοῦ ῥίζαν εἶναι, τινὲς δὲ ἐν φηγίνοις δένδρεσι κατὰ σῆψιν γίνεσθαι, καθάπερ καὶ οἱ μύκητες ἐπιφύονται. γεννᾶται δὲ καὶ ἐν τῇ κατὰ Ἀσίαν Γαλατίᾳ καὶ Κιλικίᾳ ἐπὶ τῶν κέδρων, εὔθρυπτον μέντοι καὶ ἀσθενὲς τῇ δυνάμει.
- 3.1.3.1
3 ἐστι δὲ στυπτικόν, θερμαντικόν, ποιοῦν πρός τε στρόφους καὶ ὠμότητας, ῥήγματά | τε καὶ πτώματα, ὀβολῶν δυεῖν πλῆθος μετὰ οἰνομέλιτος διδόμενον ἀπυρέτοις, πυρέσσουσι δὲ ἐν μελικράτῳ· καὶ ἡπατικοῖς δὲ καὶ ἀσθματικοῖς καὶ δυσουροῦσι καὶ νεφριτικοῖς καὶ ἰκτεριώδεσι καὶ ὑστερικαῖς πνιξὶ καὶ κακοχροίαις ὡς δραχμὴ μία διδόμενον, φθισικοῖς δὲ μετὰ γλυκέος, σπληνικοῖς δὲ μετʼ ὀξυμέλιτος, στομαχικοῖς δὲ ὡς ἐστι διαμασώμενον καὶ καταπινόμενον μηδενὸς ὑγροῦ ἐπιρροφουμένου, ὁμοίως δὲ ὀξυρεγμιῶσιν.
- 3.1.4.1
ἵστησι δὲ καὶ αἵματος ἀναγωγάς ὁλκὴ τριωβόλου 4 μεθ᾿ ὕδατος λαμβανόμενον· ποιεῖ καὶ πρὸς ἰσχίων καὶ ἄρθρων ἀλγήματα καὶ ἐπιληψίας μετʼ ὀξυμέλιτος λαμβανομένου τοῦ ἴσου πλήθους. ἄγει δὲ καὶ ἔμμηνα καὶ ταῖς ἐμπνευματουμέναις ὑστέραν γυναιξὶν ὠφελίμως τὸ ἴσον δίδοται. λύει δὲ καὶ ῥῖγος πρὸ τῆς ἐπισημασίας διδόμενον, καθαίρει δὲ καὶ κοιλίαν δραχμὴ μία ἢ δύο μετά μελικράτου πινόμενον.
- 3.1.5.1
ἐστι δὲ 5 καὶ θανασίμων ἀντίδοτος μετά κράματος δραχμῆς μιᾶς ὁλκὴ λαμβανόμενον, καὶ πρὸς ἑρπετῶν δὲ πληγάς καὶ δήγματα ὁλκὴ τριωβόλου μετʼ οἴνου πινόμενον βοηθεῖ· καὶ καθόλου πρὸς τὰ ἐντὸς πάντα πάθη ἁρμόζει πρὸς δύναμιν καὶ ἡλικίαν διδόμενον, οἷς μὲν μεθʼ ὕδατος, οἷς δὲ μετʼ οἴνου ἢ ὀξυμέλιτος ἢ μελικράτου.
- 3.2.1.1
2 ῥᾶ· οἱ δὲ ῥῆον καλοῦσι. γεννᾶται ἐν τοῖς ὑπὲρ Βόσπορον τόποις, ὅθεν καὶ κομίζεται. ῥίζα μέλαινα, κενταυρείῳ τῷ μεγάλῳ ἐοικυῖα, μικροτέρα μέντοι καὶ ἐνερευθεστέρα, ἄνοσμος, χαύνη, ὑπάκουφος. ἐστι δὲ αὐτοῦ κράτιστον τὸ ἀτερηδόνιστον ἔγγλισχρόν τε κατὰ τὴν γεῦσιν μετʼ ἀνειμένης στύψεως διαμασηθέν τε ἔνωχρον καὶ κροκίζον ποσῶς τῳ χρώματι.
- 3.2.2.1
2 ποιεῖ δὲ πινόμενον πρὸς ἐμπνευματώσεις στομάχου, ἀτονίαν, ἄληγμα παντοῖον, σπάσματα, ῥήγματα, σπληνικούς, ἡπατικούς, νεφριτικούς, στροφουμένους καὶ τὰ περὶ κύστιν καὶ θώρακα καὶ ὑποχονδρίων ἐντάσεις καὶ τὰ περὶ ὑστέραν πάθη, ἰσχιάδας, αἵματος πτύσεις, ἄσθματα, λυγμούς, δυσεντερίας, κοιλιακὰς διαθέσεις, περιόδους, θηρίων δήγματα.
- 3.2.3.1
3 δώσεις δὲ ὁμοίως τῳ ἀγαρικῷ πρὸς ἕκαστον πάθος, τῇ αὐτῇ ῥλκῇ καὶ ὑγροῖς χρώμενος. αἴρει δὲ καὶ πελιώματα καὶ λειχῆνας μετʼ ὄξους καταχρισθὲν καὶ φλεγμονὰς πάσας διαχεῖ χρονίας σὺν ὕδατι καταπλασσόμενον. ἡ δὲ ἀνωτάτη δύναμις αὐτοῦ στυπτικὴ μετὰ ποσῆς θερμασίας.
- 3.3.1.1
3 γεντιανή· δοκεῖ μὲν ὑπὸ πρώτου εὑρῆσθαι Γέντιδος, τοῦ Ἰλλυριῶν βασιλέως, ἀφʼ οὖ καὶ τὴν προσωνυμίαν ἔσχηκεν· ἧς φύλλα τὰ μὲν πρὸς τῇ ῥίζῃ καρύᾳ ἢ ἀρνογλώσσῳ ὅμοια, ὑπέρυθρα, τὰ δʼ ἐν μέσῳ τῳ καυλῷ καὶ μάλιστα τὰ κατʼ ἄκρον ἐπεσχισμένα μικρῶς. καυλὸς δὲ κενός, λεῖος, πάχος δακτύλου, τὸ δὲ ὕψος δίπηχυς, γόνασι διειλημμένος, ἐκ διαστημάτων μειζόνων περικείμενος τὰ φύλλα· καρπὸν δὲ ἔχει ἐν κάλυξι πλατύν, κοῦφον, ἀχυρώδη, πρὸς τὸν τοῦ σφονδυλίου, ῥίζαν μακράν, ὁμοίαν ἀριστολοχείᾳ τῇ μακρᾷ, παχεῖαν, πικράν. γεννᾶται δὲ ἐν ὑψηλοτάταις ἀκρωρείαις καὶ συσκίοις τόποις καὶ ἐνύδροις.
- 3.3.2.1
δύναμιν δὲ ἔχει ἡ ῥίζα θερμαντικήν, στυπτικήν· βοηθεῖ δὲ 2 θηριοδήκτοις ποτιζομένη δραχμῶν δυεῖν πλῆθος μετὰ πεπέρεως καὶ πηγάνου καὶ οἴνου, τοῦ δὲ χυλίσματος ὅσον δραχμὴ μία, καὶ πρὸς ὀδύνας πλευρῶν, πτώματα, στρέμματα, ῥήγματα· εὐθετεῖ καὶ ἡπατικοῖς, στομαχικοῖς πινομένη μεθʼ ὕδατος. ἐκβάλλει δὲ ἔμβρυα ἡ ῥίζα ὡς κολλύριον προστιθεμένη· ἐστι δὲ τραυματικὴ ἐπιτιθεμένη ὡς τὸ λύκιον ὑπονόμων τε ἑλκῶν ἴαμα, καὶ μάλιστα τὸ χύλισμα, καὶ ὀφθαλμῶν ἐπίχρισμα φλεγμαινόντων. μίγνυται δὲ καὶ εἰς τὰ δριμέα τῶν κολλυρίων τὸ χύλισμα ἀντὶ μηκωνίου· ἐστι δὲ καὶ ἀλφῶν σμηκτικὸν ἡ ῥίζα.
- 3.3.3.1
3 χυλίζεται δὲ θλασθεῖσα καὶ βραχεῖσα ἐν ὕδατι ἐπὶ ἡμέρας πέντε, εἶτα ἑψηθεῖσα ἐν τῷ ὔδατι, ἄχρις ἂν ὑπερέχωσιν αἱ ῥίζαι, καὶ μετὰ τὸ ψυγῆναι τὸ ὕδωρ διηθεῖται διʼ ὀθονίου καὶ ἕψεται, ἄχρι οὖ ἂν γένηται μελιτῶδες τῇ συστάσει, καὶ ἀποτίθεται ἐν ὀστρακίνῳ ἀγγείῳ.
- 3.4.1.1
4 ἀριστολοχεία· ὠνόμασται μὲν ἀπὸ τοῦ δοκεῖν ἄριστα βοηθεῖν ταῖς λοχοῖς. ἐστι δὲ ἡ μέν τις στρογγύλη, θήλεια καλουμένη· φύλλα δὲ ἔχει κισσοειδῆ, εὐώδη μετὰ δριμύτητος, ὑποστρόγγυλα, ἁπαλὰ περὶ πολλοῖς βλαστοῖς ἐκ μιᾶς ῥίζης, τὰ δὲ κλήματα ἐπιμήκη, ἄνθη λευκά, οἱονεὶ πιλίσκους, τὸ δʼ ἐν αὐτοῖς ἐρυθρόν, δυσῶδες.
- 3.4.2.1
ἡ δὲ μακρά ἀριστολοχεία ἄρρην καλεῖται 2 καὶ δακτυλῖτις, ἔχουσα φύλλα ἐπιμηκέστερα τῆς στρογγύλης καὶ τὰ κλωνία λεπτά, ὡς σπιθαμῆς τὸ μέγεθος, ἄνθος πορφυροῦν, δυσῶδες, ὅπερ ἐξανθῆσαν ἀπίῳ παραπλήσιον γίνεται. ῥίζα δὲ τῆς μὲν στρογγύλης περιφερής, γογγυλίδι ὁμοία, ἡ δὲ τῆς μακρᾶς δακτύλου τὸ πάχος ἔχει, σπιθαμιαία ἢ καὶ μείζων· ἀμφότεραι δὲ τὰ | πολλὰ πυξοειδεῖς ἔνδοθεν, πικραὶ τὴν γεῦσιν καὶ βρωμώδεις.
- 3.4.3.1
ἐστι δέ τις καὶ τρίτη μακρά, ἥτις 3 καὶ κληματῖτις καλεῖται, κλωνία ἔχουσα λεπτά, φύλλοις ὑποστρογγύλοις ἀειζῴου τοῦ μικροῦ ἐοικόσι περίπλεα, ἄνθη ἐοικότα πηγάνῳ, ῥίζας μακροτάτας, λεπτάς, φλοιὸν ἐχούσας παχὺν καὶ ἀρωματίζοντα, ἰδίως χρησιμευούσας μυρεψοῖς εἰς τάς τῶν μύρων στύψεις.
- 3.4.4.1
ποιεῖ δὲ πρὸς μὲν τὰ ἄλλα φάρμακα ἡ στρογγύλη, πρὸς 4 δὲ τὰ ἑρπετὰ καὶ θανάσιμα ἡ μακρά δραχμῆς μιᾶς ὁλκὴ πινομένη μετʼ οἴνου καὶ καταπλασσομένη καὶ τὰ ἐν μήτρᾳ συνιστάμενα πάντα λοχεῖα καὶ ἔμμηνα καὶ ἔμβρυα ἐκβάλλει ποθεῖσα μετὰ πεπέρεως καὶ σμύρνης· καὶ ἐν πεσσῷ δὲ προστεθεῖσα τὰ αὐτὰ δρᾷ.
- 3.4.5.1
5 ἡ δὲ στρογγύλη ποιεῖ μὲν πρὸς ἂ καὶ ἡ προειρημένη, ἐκ περισσοῦ δὲ βοηθεῖ ἄσθματι, λυγμῷ, ῥίγει, σπληνί, ῥήμασι, σπάσμασιν, ἀλγήμασι πλευρᾶς ποθεῖσα μεθʼ ὕδατος. ἀνάγει δὲ σκόλοπας, ἀκίδας ⟨καὶ⟩ λεπίδας ὀστῶν καταπλασσομένη ἀφίστησι καὶ σηπεδόνας περιχαράσσει καὶ τὰ ῥυπαρὰ περικαθαίρει ἕλκη καὶ τὰ κοῖλα πληροῖ σὺν ἴριδι καὶ μέλιτι· σμήχει δὲ καὶ οὖλα καὶ ὀδόντας. δοκεῖ δὲ καὶ ἡ κληματῖτις πρὸς κὰ αὐτὰ ποιεῖν, ἐλαττοῦται μέντοι τῇ δυνάμει τῶν προειρημένων.
- 3.5.1.1
5 γλυκύρριζα· οἱ δὲ Ποντικὴν ῥίζαν, οἱ δὲ γεντιανήν, οἱ δὲ Σκύθιον, οἱ δὲ ἄδιψον, οἱ δὲ σύμφυτον καλοῦσι· γεννᾶται πλείστη ἐν Καππαδοκίᾳ καὶ Πόντῳ. ἐστι δὲ θαμνίσκος ῥάβδους ἔχων διπήχεις, περὶ αἷς τὰ φύλλα πυκνά, ἐοικότα σχίνῳ, λιπαρά καὶ κολλώδη ἁψαμένῳ· τὸ δὲ ἄνθος ὑακίνθῳ ὅμοιον, καρπὸς δὲ πλατάνου σφαιρίων μέγεθος, τραχύτερος, λοβοὺς ἔχων ὡς φακοῦ, πυρρούς, μικρούς· ῥίζαι μακραί, πυξοειδεῖς ὡς γεντιανῆς, ὑπόστρυφνοι, γλυκεῖαι, χυλιζόμεναι ὥσπερ τὸ λύκιον.
- 3.5.2.1
ποιεῖ δὲ τὸ χύλισμα πρὸς τραχύτητας ἀρτηρίας· δεῖ δὲ 2 ὑποτιθέντας τῇ γλώσση ἀποχυλίζειν. ἁρμόζει δὲ καὶ πρὸς καῦσον στομάχου καὶ πρὸς τὰ ἐν θώρακι καὶ ἥπατι ψωριάσεις τε κύστεως καὶ νεφρίτιδας πινόμενον μετὰ γλυκέος ἄδιψόν τέ ἐστιν ἀποχυλιζόμενον καὶ τραυματικὸν περιχριόμενον καὶ στοματικὸν διαμασώμενον· καὶ τὸ ἀφέψημα δὲ τῶν ῥιζῶν προσφάτων πρὸς τὰ αὐτὰ ἁρμόζει. ἡ δὲ ῥίζα ξηρὰ λειοτριβηθεῖσα πτερυγίοις κατάπαστος ἐπιτήδειός ἐστιν.
- 3.6.1.1
6 κενταύρειον τὸ μέγα· οἱ δὲ νάρκην, οἱ δὲ γεντιανὴν καλοῦσι. φύλλα ἔχει καρύᾳ βασιλικῇ ἐοικότα, προμήκη, χρώματι χλωρά ὡς κράμβης· τὸ δὲ περιφερὲς αὐτῶν ἐντέτμηται ὥσπερ πρίων· καυλὸν δὲ ἔχει ὡς λάπαθον, | δίπηχυν ἢ καὶ τρίπηχυν, παραφυάδας ἀπὸ τῆς ῥίζης ἔχοντα πολλάς, ἐφʼ ὧν κεφαλαὶ ὅμοιαι μήκωνι, ὑπομήκεις ἐν τῳ περιφερεῖ, ἄνθος κυανίζον· καρπὸς δὲ ὅμοιος κνήκῳ, ἐγκείμενος ὥσπερ ἐν ἐριώδεσι τοῖς ἄνθεσι, ῥίζα παχεῖα, στερεά, βαρεῖα, περὶ πήχεις δύο, μεστὴ χυλοῦ, δριμεῖα μετὰ ποσῆς στύψεως καὶ γλυκύτητος, ὑπέρυθρος· ὁμοίως δὲ καὶ ὁ χυλὸς ἐρυθρός.
- 3.6.2.1
2 φιλεῖ δὲ λιπαρὰν 2 γῆν, εὐήλιον, δρυμούς καὶ γεώλοφα· πλεονάζει δὲ ἐν Λυκίᾳ καὶ ἐντὸς τῆς Πελοποννήσου ἐν Ἤλιδι καὶ Ἀρκαδίᾳ καὶ Μεσσηνίᾳ καὶ περὶ Φολόην καὶ Λύκαιον καὶ Κυλλήνην.
- 3.6.2.2
ἁρμόζει δὲ ἡ ῥίζα δήγμασι, σπάσμασι, πλευριτικοῖς, δυσπνοίᾳ, πνοίᾳ, βηχὶ παλαιᾷ, αἱμοπτυῖκοῖς, ἀπυρέτοις μὲν μετʼ οἴνου, πυρέσσουσι δὲ μεθʼ ὕδατος δραχμῶν δυεῖν πλῆθος τῆς ῥίζης διδόμενον καὶ πρὸς στρόφους ὁμοίως καὶ ὑστέρας ἀλγήματα.
- 3.6.3.1
ἄγει δὲ καὶ ἔμμηνα καὶ ἔμβρυα εἰς σχῆμα κολλυρίου ξυσθεῖσα καὶ 3 προστεθεῖσα τῇ ὑστέρᾳ· ὁ δὲ χυλὸς τὰ αὐτὰ ποιεῖ, ἐστι δὲ καὶ τραυματική, ὑγρὰ μὲν κοπεῖσα, ξηρά δὲ προβραχεῖσα καὶ οὕτως κοπεῖσα· συνάγει γάρ καὶ κολλᾷ, καὶ τὰ ἐψόμενα δὲ κρέα συνἁγει, ἐάν τις αὐτὴν κόψας συνεψήσῃ. οἱ δὲ ἐν Λυκίᾳ χυλίζοντες χρῶνται αὐτῷ ἀντὶ λυκίου.
- 3.7.1.1
7 κενταύρειον τὸ λεπτὸν ἢ μικρόν, ὅ τινες | λιμνήσιον καλοῦσιν, ἐπειδὴ ἐνίκμους φιλεῖ τόπους. ἡ πόα ὑπερικῷ καὶ ὀριγάνῳ παραπλήσιος, καυλὸν ἔχουσα ὑπὲρ σπιθαμήν, γεγωνιωμένον· ἄνθη ἐν τῷ φοινικῷ ὑποπόρφυρα πρὸς τὰ τῆς λυχνίδος, φύλλα μικρά, ὑπομήκη, ὥσπερ πηγάνου, καρπὸς πυροῖς ὅμοιος, ῥίζα μικρά. ἄχρηστος, γευομένῳ δὲ ἐμποιεῖ πικρίαν.
- 3.7.2.1
αὔτη κοπτομένη χλωρὰ καὶ καταπλασσομένη τραυμάτων 2 ἐστὶ κολλητική καὶ ἀνακαθαρτικὴ ἑλκῶν παλαιῶν καὶ ἀπουλωτική· ἀφεψηθεῖσα δὲ καὶ πινομένη ἄγει κατὰ κοιλίαν χολώδη καὶ παχέα, ἔγκλυσμά τε τὸ ἀφέψημα αὐτῆς ἐπὶ ἰσχιαδικῶν ἁρμόδιον, ἄγον αἷμα καὶ κουφίζον. ὁ δὲ χυλὸς πρός τε τὰ ὀφθαλμικά εὔχρηστος, ἀποκαθαίρων τὰ ἐπισκοτοῦντα ταῖς κόραις σύν μέλιτι, καὶ ἐν προσθέτῳ ἐμμήνων ἀγωγὸς καὶ ἐμβρύων· ποθεὶς δὲ ἁρμόζει τοῖς περὶ νεῦρα πάθεσιν ἰδίως.
- 3.7.3.1
χυλίζεται δὲ συλλεγομένη ἡ πόα ἐγκύμων σπέρματος καὶ 3 ἀποβρεχομένη ἡμέρας πέντε, εἶτα ἕψεται, ἄχρι ἂν ῥπερέχῃ τὸ ὕδωρ· εἶτα ψυγὲν ὑλίζεται διʼ ὀθονίου ῥιφθείσης τῆς πόας καὶ πάλιν ἕψεται μέχρι μελιτώδους συστάσεως. ἔνιοι δὲ χλωρὰν ἐγκύμονα αὐτὴν κόψαντες ἐκθλίβουσι τὸν χυλὸν καὶ βαλόντες εἰς κεραμεοῦν ἀκώνιστον ἀγγεῖον ἐν ἡλίῳ συστρέφουσι, κινοῦντες | ἀεὶ ξύλῳ καὶ τὸ περιπηγνύμενον ἀποξύοντες καὶ τῳ ὑγρῷ μίσγοντες σκεπάζοντές τε νυκτὸς ἐπιμελῶς· ἡ γὰρ δρόσος κωλυτικὴ τῆς τῶν ὑγρῶν χυλῶν συστάσεως καθέστηκεν.
- 3.7.4.1
ὅσα μὲν οὖν ἐκ ξηρῶν τῶν ῥιζῶν ἡ βοτανῶν χυλίζεται, 4 ἑψόμενα σκευάζεται ὡς ἡ γεντιανή· ὅσα δʼ ἐκ φλοιῶν ὑγρῶν ἢ ῥιζῶν ἢ βοτανῶν ἐκθλιβομένων, ἐν ἡλίῳ συστρέφεται, ὡς προείρηται. οὕτως καὶ ἡ θαψία καὶ μανδραγόρας καὶ ὀμφάκιον καὶ τὰ ὅμοια τούτοις χυλίζεται· λύκιον μέντοι καὶ ἀψίνθιον καὶ ὑποκιστὶς καὶ τὰ ὅμοια τούτοις ἑχόμενα συστρέφεται, ὅνπερ τρόπον προείρηται.
- 3.8.1.1
8 χαμαιλέων λευκός, ὃν ἔνιοι ἰξίαν καλοῦσι διὰ τὸ ἔν τισι τόποις ἰξὸν εὑρίσκεσθαι πρὸς ταῖς ῥίζαις αὐτοῦ, ᾧ καὶ ἀντὶ μαστίχης αὐτῷ αἱ γυναῖκες χρῶνται. ἔχει φύλλα ὅμοια σιλλύβῳ ἢ σκολύμῳ, τραχύτερα μέντοι καὶ ὀξύτερα καὶ ἰσχυρότερα τοῦ μέλανος· καυλὸν δʼ οὐκ ἔχει, ἀλλὰ ἀφίησιν ἐκ τοῦ μέσου ἄκανθαν ὁμοίαν ἐχίνῳ θαλασσίῳ ἢ κινάρᾳ, ἄνθη δὲ πορφυροειδῆ, ὥσπερ τρίχας ἐκπαππουμένας, καρπὸν δὲ κνήκῳ παραπλήσιον, ῥίζαν ἐν μὲν τοῖς εὐγείοις γεωλόφοις παχεῖαν, ἐν δὲ τοῖς ὀρεινοῖς ἰσχνο|τέραν, λευκὴν διὰ βάθους, ὑπαρωματίζουσαν, βαρύοσμον, γλυκεῖαν, ἥτις ποθεῖσα ἄγει ἕλμιν πλατεῖαν.
- 3.8.2.1
ὅσον 2 δὲ ὀξυβάφου πλῆθος λαμβάνεται ἐν οἴνῳ αὐστηρῷ μετὰ ὀριγάνου ἀποζέματος· καὶ ὑδρωπικοῖς δὲ ἐπιτηδείως δίδοται ὁλκὴ σὺν οἴνῳ ποθεῖσα — ἰσχναίνει γάρ αὐτούς — καὶ πρὸς δυσουρίαν τὸ ἀφέψημα αὐτῆς πίνεται. ἔστι δὲ καὶ θηριακὴ σύν οἴνῳ ποθεῖσα, ἀποκτείνει καὶ κύνας καὶ ὗς καὶ μύας σὺν ἀλφίτῳ πεφυραμένη καὶ ὑδρελαίῳ διεθεῖσα.
- 3.9.1.1
9 ὁ δὲ μέλας, ὃν ἔνιοι οὐλοφόνον ἢ ἰξίαν ἢ κυνόζολον ἡ κυνόμαφον ἡ ὠκιμοειδὲς ἐκάλεσαν, καὶ αὐτὸς τοῖς φύλλοις σκολύμῳ ἔσικεν, ἐλάττονα μέντοι καὶ λεπτότερα καὶ διέρυθρα ἔχει ταῦτα· καυλὸν δὲ ἀνίησι δακτύλου τὸ πάχος, σπιθαμιαῖον, ὑπέρυθρον, ἐφʼ οὖ σκιάδιον καὶ ἄνθη ἀκανθώδη, λεπτά, ὁακινθοειδῆ, ποικίλα. ῥίζα δὲ παχεία, μέλαινα, πυκνή, ἐνίοτε καὶ βεβρωμένη, σχισθεῖσα δὲ ὑπόξανθος, διαμασηθεῖσα δηκτική. φύεται δʼ ἐν πεδίοις ξηροῖς καὶ βουνώδεσι τόποις καὶ παραθαλασσίοις.
- 3.9.2.1
2 δύναται δὲ ἡ ῥίζα λεία, μιγέντος αὐτῇ χαλκάνθου ὀλίγου καὶ κεδρίνου ἐλαίου καὶ ὀξυγγίου, ψώρας ἐξάγειν· σμήχει δὲ καὶ λειχῆνας θεῖον καὶ ἄσφαλτον προσλαβοῦσα καὶ συνεψηθεῖσα ὄξει καὶ καταχρισθεῖσα· καὶ διακλυζόμενον δὲ τὸ ἀφέψημα αὐτῆς ὀδονταλγίας παύει, μετʼ ἴσου δὲ πεπέρεως καὶ κηροῦ περιπλαττομένη τοῖς ἀλγοῦσιν ὀδοῦσι βοηθεῖ· καὶ πυριῶνται δὲ διʼ αὐτῆς οἱ ὀδόντες καθεψηθείσης σὺν ὄξει καὶ καταντληθείσης, προσαγομένη δὲ διὰ γραφείου θερμή τῷ ἀλγοῦντι ὀδόντι θρύπτει αὐτόν.
- 3.9.3.1
ἔφηλιν δὲ ἀποκαθαίρει καὶ ἀλφοὺς 3 μετὰ θείου· μίγνυται δὲ καὶ σηπταῖς δυνάμεσι καὶ τὰ φαγεδαινικὰ ἕλκη καὶ τὰ τεθηριωμένα καταπλασθεῖσα ἀνασκευάζουσα θεραπεύει.
- 3.9.3.2
ὠνόμασται δὲ χαμαιλέων διὰ τὸ ποικίλον τῶν φύλλων· εὑρίσκεται γάρ ἢ λίαν χλωρά ταῦτα ἢ ὑπόλευκα ἢ κυανοειδῆ ἢ ἐρυθρὰ παρά τάς τῶν τόπων διαφοράς.
- 3.10.1
10 κροκοδείλεον· ὅμοιόν ἐστι τῳ μέλανι χαμαιλέοντι. φύεται δὲ ἐν τόποις δρυμώδεσι, ῥίζαν ἔχον μακράν, ἐλαφράν, ὑπόπαχυν, ὀσμὴν δριμεῖαν, ὁμοίαν καρδάμῳ.
- 3.10.2
ἰσχύει δὲ ἡ ῥίζα ζεσθεῖσα ἐν ὕδατι καὶ πινομένη ἄγειν πολὺ αἷμα διὰ ῥωθώνων· δίδοται δὲ καὶ σπληνικοῖς ἐνεργῶς ὠφελοῦσα.
- 3.11.1.1
11 δίψακος· τῶν ἀκανθωδῶν ἐστι καὶ αὕτη. καυλὸν δὲ ἔχει ὑψηλόν, ἀκανθώδη, καὶ φύλλα | περιειληφότα τὸν καυλόν, ἐμφερῆ θρίδακι, δύο καθʼ ἕκαστον γόνυ, προμήκη, ἀκανθώδη καὶ αὐτά, ὥσπερ τινὰς πομφόλυγας ἐπὶ μέσης τῆς ῥάχεως ἔσωθέν τε καὶ ἔξωθεν ἔχοντα ἀκανθώδεις, κοιλάδας δὲ περὶ τὰ συναφῆ τῶν φύλλων, ὥστε ὕδατα ἀπὸ τῶν ὄμβρων καὶ τῶν δρόσων συλλέγειν, ὅθεν καὶ τὸ ὄνομα εἵλκυσεν· ἐπʼ ἄκρου δὲ τοῦ καυλοῦ καθʼ ἑκάστην ἀπόφυσιν κεφαλή μία ἐοικυῖα ἔχίνῳ, ὑπομήκης, ἀκανθώδης, ξηρανθεῖσα δὲ λευκὴ φαίνεται· ἔχει δὲ καὶ σκωλήκια κατά μέσην τὴν ἐντεριώνην διαιρεθεῖσα ἡ κεφαλή.
- 3.11.2.1
ἡ δὲ ῥίζα ταύτης ἐν οἴνῳ ἀφεψηθεῖσα καὶ κοπεῖσα, ὡς 2 πάχος κηρωτῆς λαβεῖν, τὰς ἐν δακτυλίῳ ῥαγάδας καὶ σύριγγας ἐντιθεμένη θεραπεύει· ἀποτίθεσθαι δὲ δεῖ τὸ φάρμακον εἰς χαλκῆν πυξίδα. φασὶ δὲ καὶ μυρμηκιῶν αὐτὸ καὶ ἀκροχορδόνων ἴαμα εἶναι. οἱ δʼ ἐν τῇ κεφαλῇ σκώληκες εἰς κυστίδα ἐνδεόμενοι καὶ περιαπτόμενοι τραχήλῳ ἡ βραχίονι ἱστοροῦνται τεταρταῖκοὺς ἀποθεραπεύειν.
- 3.12.1.1
12 ἄκανθα λευκή· φύεται ἐν ὄρεσι καὶ ὑλώδεσι τόποις φύλλα ἔχουσα χαμαιλέοντι ἐμφερῆ λευκῷ, στενώτερα δὲ καὶ λευκότερα, ὑποδασέα καὶ ἀκανθώδη, καυλὸν ὑπὲρ δύο πήχεις, δακτύλου τοῦ μεγάλου ἢ καὶ μεῖζον πάχος, ὑπόλευκον, κενόν· ἐπʼ ἄκρου δὲ αὐτοῦ κεφαλὴ πρόσεστιν ἀκανθώδης, ἐχίνῳ θαλασσίῳ ἐμφερής, πλὴν ἐλάσσων καὶ ὑπομήκης, ἄνθη πορφυρᾶ, ἐν οἷς τὸ σπέρμα ὡς κνῆκος, στρογγυλώτερον δέ.
- 3.12.2.1
2 ταύτης ἡ ῥίζα πινομένη ποιεῖ πρὸς αἱμοπτυῖκούς, στομαχικούς, κοιλιακοὺς οὖρά τε κινεῖ καταπλάσσεταί τε πρὸς οἰδήματα· καὶ τὸ ἀφέψημα δὲ αὐτῆς πρὸς ὀδονταλγίας ποιεῖ διακλυζόμενον, τὸ δὲ σπέρμα πινόμενον παιδίοις σπωμένοις βοηθεῖ καὶ ἑρπετοδήκτοις. φασὶ δʼ ὅτι περίαπτον ἐξ αὐτοῦ θηρία διώκει.
- 3.13.1
13 ἄκανθα Ἀραβική· ἐοικυίας φύσεως δοκεῖ τῇ λευκῇ ἀκάνθῃ εἶναι στύφουσα, καὶ πρὸς ῥοῦν γυναικεῖον καὶ πρὸς ἀναγωγὴν αἵματος καὶ πρὸς τοὺς ἄλλους ῥευματισμοὺς ἡ ῥίζα παραπλησίως εὐθετεῖ.
- 3.14.1
14 σκόλυμος· φύλλα ἔχει μεταξὺ χαμαιλέοντος καὶ τῆς λευκῆς ἀκάνθης λεγομένης, μελάντερα δὲ καὶ παχύτερα· καυλὸν δὲ ἀνίησι μακρόν, περίπλεον φύλλων, ἐφʼ οὖ κεφαλὴ ἀκανθώδης· ῥίζα δὲ ὕπεστι μέλαινα, παχεῖα, ἦς καὶ ἡ δύναμις. ποιεῖ δὲ πρὸς τούς ἔχοντας τὰς μασχάλας καὶ τὸ λοιπὸν σῶμα δυσῶδες ἑψηθεῖσα ἐν οἴνῳ καὶ πινομένη ἄγει δὲ οὖρα πολλὰ καὶ δυσώδη. ἡ δὲ πόα ἀρτιφυὴς οὖσα λαχανεύεται ἑφθὴ ὥσπερ ἀσπάραγος.
- 3.15.1.1
15 ποτίρριον· οἱ δὲ φρύνιον, Ἴωνες δὲ νευράδα, οἱ δὲ ἀκιδωτὸν καλοῦσι. θάμνος ἐστὶ μέγας, κλῶνας ἔχων μακρούς, μαλακούς, ἱμαντώδεις, λεπτούς, ἐμφερεῖς τραγακάνθῃ, φύλλα μικρά, περιφερῆ — ὅλος δὲ ὁ θάμνος περίκειται πολύν χνοῦν ἐριώδη· ἐστι δὲ ἀκανθώδης — ἄνθη μικρά, χλωρά, καρπὸν δὲ γευομένῳ εὐώδη καὶ δριμύν, ἄχρηστον. φύεται δʼ ἐν ἀμμώδεσι καὶ γεωλόφοις χωρίοις.
- 3.15.2.1
2 ῥίζαι δὲ ὕπεισι πήχεων δύο ἢ τριῶν ἰσχυραί, νευρώδεις, αἵτινες πρὸς τῇ γῇ ἀποτμηθεῖσαι ἀνιᾶσι δάκρυον κόμμει ὁμοιον.
- 3.15.2.2
κοπεῖσαι δὲ καὶ ἐπιπλασθεῖσαι νεύρων διακοπάς καὶ τραύματα κολλῶσι· καὶ τὸ ἀφέψημα δὲ αὐτῆς ταῖς περὶ νεῦρα διαθέσεσι πινόμενον ἁρμόζει.
- 3.16.1
16 ἀκάνθιον· ἐμφερῆ τὰ φύλλα ἔχει τῇ λευκῇ ἀκάνθῃ· ἐπʼ ἄκρῳ δὲ ἔχει ἀκανθώδεις ἐξοχάς, καθʼ ἃς ἀραχνοειδής ἐστι χνοῦς, οὖ συλλεγομένου ὑφήν τινα βομβυκοειδῆ γίνεσθαί.
- 3.16.2
ταύτης ἡ ῥίζα καὶ τὰ φύλλα ὀπισθοτόνῳ βοηθεῖ πινόμενα.
- 3.17.1.1
17 ἄκανθος· οἱ δὲ μελάμφυλλον, οἱ δὲ παιδέρωτα καλοῦσι. φύεται ἐν παραδείσοις καὶ ἐν πετρώδεσι καὶ ἐνύδροις χωρίοις. ἔχει δὲ φύλλα πολλῷ πλατύτερα καὶ μακρότερα θρίδακος, ἐσχισμένα ὡς τὰ τοῦ εὐζώμου, λιπαρά, λεῖα, μέλανα, καυλὸν δὲ δίπηχυν, λεῖον, πάχος δακτύλου, ἐκ διαστημάτων πρὸς τῇ κορυφῇ φυλλαρίοις περιειλημμένον καί τισιν | οἱονεὶ κιτταρίοις ὑπομήκεσιν, ὑακινθώδεσιν, ἐξ ὧν τὸ ἄνθος λευκόν· σπέρμα ὑπομηκες, μήλινον, θυρσοειδὴς δὲ ἡ κεφαλή.
- 3.17.2.1
ῥίζαι δ᾿ ὕπεισι γλίσχραι, 2 μυξώδεις, ἔμπυρροι, μακραί, αἵτινες πυρικαύστοις καὶ στρέμμασιν ἁρμόζουσι καταπλασσόμεναι· πινόμεναι δὲ οὖρα ἄγουσι καὶ κοιλίαν ἱστᾶσι φθισικοῖς τε καὶ σπάσμασιν ὠφέλιμοι καὶ δήγμασι.
- 3.17.2.2
γίνεται δὲ καὶ ἀγρία ἄκανθος, ὁμοία σκολύμῳ, ἀκανθώδης, βραχυτέρα τῆς ἐν παραδείσοις καὶ ἡμέρου. δύναται δὲ καὶ ἡ ταύτης ῥίζα, ὅσα καὶ ἡ πρὸ αὐτῆς.
- 3.18.1
18 ἀνωνίς· οἱ δὲ ὀνωνίδα καλοῦσι. κλῶνες σπιθαμιαῖοι καὶ μείζονες, θαμνοειδεῖς, πολυγόνατοι, μασχάλας ἔχοντες πολλάς, κεφάλια περιφερῆ, φυλλάρια λεπτά, μικρά, πρὸς τὰ τοῦ πηγάνου ἢ λωτοῦ τοῦ ἐν χορτοκοπίοις, ὑποδασέα, εὐώδη ἁλμεύεται δὲ πρὸ τοῦ ἀκανθοφορῆσαι καὶ ἐστιν ἡδίστη. ἔχουσι δὲ οἱ κλάδοι ἀκάνθας ὀξείας, σκολοποειδεῖς, στερεάς, ῥίζαν δὲ θερμαν|τικήν, λευκήν. ἦς ὁ φλοιὸς πινόμενος σὺν οἴνῳ οὖρα ἄγει καὶ λίθους θρύπτει, ἐσχάρας περιρρήσσει. ἀφεψηθεῖσα δὲ ἐν ὀξυκράτῳ καὶ διακλυζομένη πόνον ὀδόντων πραΰνει.
- 3.19.1
19 λευκάκανθα· οἱ δὲ πολυγόνατον, οἱ δὲ ἰσχιάδα, οἱ δὲ φύλλον, οἱ δὲ λάδανον καλοῦσι. ῥίζαν ἔχει ὁμοίαν κυπέρῳ, πικράν ἰσχυρῶς, ἥτις διαμασηθεῖσα ὀδονταλγίας πραυνει· τοῦ δὲ ἀποζέματος αὐτῆς σύν οἴνῳ κύαθοι τρεῖς ποθέντες βοηθοῦσι πλευριτικοῖς χρονίοις καὶ ἰσχιαδικοῖς, ῥήγμασι, σπωμένοις· καὶ τὸ χύλισμα δὲ τῆς ῥίζης τά αὐτὰ ποιεῖ πινόμενον.
- 3.20.1.1
20 τραγάκανθα· ῥίζα ἐστὶ πλατεῖα καὶ ξυλώδης, φαινομένη δὲ καὶ ὑπὲρ γῆς, ἀφʼ ἦς κλάδοι ταπεινοί, ἰσχυροί. χεόμενοι δὲ ἐπὶ πολύ, καὶ ἐπʼ αὐτῶν φυλλάρια λεπτά, πολλά, μεταξὺ ἀκάνθας ἔχοντα ἐγκρυπτομένας τοῖς φύλλοις, λευκάς, ἰσχυράς, ὀρθάς. ἐστι δὲ ἡ τραγάκανθα δάκρυον τῆς ῥίζης ἀποτμηθείσης ἐπισυνιστάμενον, ἦς διαφέρει ἡ διαυγής καὶ λεία καὶ ἰσχνὴ καὶ καθαρά καὶ ὑπόγλυκυς.
- 3.20.2.1
2 δύναμιν δ᾿ ἔχει ὁμοίαν κόμμει παρεμπλαστικήν· χρῆσις δ᾿ αὐτῆς εἰς τὰ ὀφθαλμικὰ καὶ πρὸς βῆχας καὶ πρὸς τὰς περὶ ἀρτηρίαν τραχύτητας καὶ φωνῆς ἀποκοπὰς καὶ κατασταγμοὺς ἐν ἐκλεικτῷ σὺν μέλιτι ἀποχυλίζεταί τε ὑποτεθεῖσα τῇ γλώσσῃ· καὶ πίνεται δὲ ἀποβραχεῖσα ἐν γλυκεῖ δραχμῆς μιᾶς πλῆθος πρὸς νεφρῶν ὀδύνην καὶ κύστεως δῆξιν, μιγέντος αὐτῇ κέρατος ἐλαφείου κεκαυμένου καὶ πεπλυμένου ἢ στυπτηρίας σχιστῆς ὀλίγης.
- 3.21.1.1
21 ἡρύγγη· οἱ δὲ κάρυον, οἱ δὲ ἠρύγγιον καλοῦσι. τῶν ἀκανθωδῶν ἐστιν, ἧς ἐν ἀρχῇ τὰ φύλλα λαχανεύεται εἰς ἁλμαίας συντιθέμενα· ἔστι δὲ πλατέα, τραχέα τοῖς πέριξ, ἀρωματίζοντα τῇ γεύσει, αὐξόμενα δὲ ἀκανθοῦται κατὰ πλείονας ἐξοχὰς καυλῶν, ἐφ᾿ ὧν κατὰ τὰ ἄκρα κεφάλιά ἐστι σφαιροειδῆ, ἀκάνθας περικείμενα ὥσπερ ἀστὴρ κύκλῳ ὀξυτάτας, σκληράς, ὧν τὸ χρῶμα χλμωρὸν ἢ λευκόν, ἐνίοτε δὲ καὶ κυανοῦν εὑρίσκεται.
- 3.21.2.1
2 ῥίζα δὲ ἐπιμήκης, πλατεῖα, μέλαινα κατὰ τὴν ἐπι|φάνειαν, ἔνδοθεν λευκή, δακτύλου μεγάλου τὸ πάχος, καὶ αὐτὴ εὐώδης καὶ ἀρωματίζουσα. φύεται ἐν πεδίοις καὶ τραχέσι τόποις.
- 3.21.2.2
δύναμιν δὲ ἔχει θερμαντικήν· πινομένη δὲ ἄγει οὖρα καὶ ἔμμηνα καὶ στρόφους καὶ ἐμπνευματώσεις λύει, ἡπατικοῖς δὲ καὶ θηριοδήκτοις καὶ θανασίμοις ἁρμόζει σὺν οἴνῳ· πίνεται δὲ πρὸς τὰ πλεῖστα σὺν σταφυλίνου σπέρματι δραχμῆς μιᾶς τὸ πλῆθος. ἱστορεῖται δʼ ὅτι περιαπτομένη διαφορεῖ φύματα καὶ καταπλασσομένη.
- 3.22.1.1
22 ἀλόη· φύλλον ἔχει σκίλλη παραπλήσιον, λιπαρόν, ὑπόπλατυ, παχὺ ἐν τῷ περιφερεῖ. εἰς τοὐπίσω κλώμενον· παῤ ἑκάτερα δὲ τὰ φύλλα ἔχει ἐκ πλαγίων ἀκάνθια ἀραιῶς ἐξέχοντα, κολοβά. καυλὸν δὲ ἀνίησιν ἀνθερίκῷ ὅμοιον, ἄνθος δὲ λευκὸν καὶ καρπὸν ἀσφοδέλῳ ἐοικότα· βαρύοσμος δὲ ὅλη καὶ ἀπογευονένῳ πικροτάτη. ἐστι δὲ μονόρριζος ὥσπερ πάσσαλον ἔχουσα τὴν ῥίζαν. γίνεται δὲ ἐν τῇ Ἰνδίᾳ πλείστη, ἐξ ἧς καὶ τὸ ὄπισμα
- 3.22.2.1
2 κομίζεται· φύεται δὲ καὶ ἐν Ἀραβίᾳ καὶ Ἀσίᾳ καί τισι παραθαλασσίοις τόποις καὶ νήσοις ὡς ἐν Ἄνδρῳ, | οὐκ εὔχρηστος εἰς ὀπισμόν, πρὸς δὲ κόλλησιν τραυμάτων ἐπιτήδειος λεία καταπλασσομένη. δισσὸν δέ ἐστι τοῦ χυλίσματος τὸ εἶδος· τὸ μέν τι ψαμμῶδες, ὅπερ ὑποστάθμη τῆς καθαρωτάτης ἔοικεν εἶναι, τὸ δέ ἐστιν ἡπατίζον. ἐκ λέγου δὲ τὴν λιπαράν καὶ ἄλιθον, στίλβουσαν, ὑπόξανθον, εὔθρυπτον καὶ ἡπατίζουσαν, ῥᾳδίως ὑγραινομένην, ἐπιτεταμένην τῇ πικρίᾳ· τὴν μέντοι μέλαιναν καὶ δυσκάτακτον ἀπεκλέγου.
- 3.22.3.1
δολίζουσι δʼ αὐτὴν κόμμει, 3 ὅπερ ἐλέγχεται γεύσει καὶ πικρίᾳ καὶ ὀσμῆς ἐπιτάσει καὶ τῷ μὴ διαλύεσθαι μέχρι ἐλαχίστου ψήγματος θλιβόμενον ὑπὸ τῶν δακτύλων ἔνιοι δὲ καὶ ἀκακίαν μίσγουσι.
- 3.22.3.2
δύναμιν δʼ ἔχει στυπτικήν, ξηραντικήν, ὑπνωτικήν πυκνωτικὴν τῶν σωμάτων κοιλίας τε λυτικὴν καὶ στομάχου ἀποκαθαρτικὴν κοχλιαρίων δυεῖν πλῆθος μεθ᾿ ὕδατος ψυχροῦ ἢ γαλακτώδους πινομένη αἵματός τε ἀναγωγάς ἐπέχει καὶ ἴκτερον ἀποκαθαίρει μεθʼ ὕδατος τριωβόλου ἢ δραχμῆς μιᾶς ὁλκὴ ἐν
- 3.22.4.1
ποτῷ· καὶ μετὰ ῥητίνης δὲ καταπινόμενον ἢ ὕδατος ἢ μέλιτος 4 ἑφθοῦ ἀναληφθὲν κοιλίαν λύει, δραχμῶν δὲ τριῶν πλῆθος τελείως καθαίρει, μιγὲν δὲ τοῖς ἄλλοις καθαρτικοῖς ἧσσον αὐτὰ κακοστόμαχα ποιεῖ, ξηρὸν δὲ ἐπιπασθὲν τραύματα κολλᾷ καὶ ἀπουλοῖ ἕλκη καὶ καταστέλλει, αἰδοῖα δὲ ἡλκωμένα ἰδίως θεραπεύει καὶ ἐπαγώγια τὰ χειρισθέντα παρακολλᾷ. θεραπεύει δὲ καὶ κονδυλώματα καὶ ῥαγάδας κιρνάμενον σὺν γλυκεῖ οἴνῳ αἱμορραγίας τε ἵστησι τὰς ἐξ αἱμορροΐδων καὶ πτερύγια ἀπουλοῖ·
- 3.22.5.1
αἴρει καὶ πελιώματα καὶ ὑπώπια σὺν μέλιτι ψωροφθαλμίας 5 τε καὶ κανθῶν κνησμοὺς παρηγορεῖ καὶ κεφαλαλγίαν μετʼ ὄξους καὶ ῥοδίνου μετώπου καὶ κροτάφων χριομένων· ἐπέχει καὶ ῥεούσας τρίχας σὺν οἴνῳ καὶ πρὸς παρίσθμια δὲ καὶ οὖλα καὶ πάντα τὰ ἐν στόματι ἁρμόζει σὺν μέλιτι ἢ οἴνῳ. φώγνυται δὲ καὶ εἰς τὰ ὀφθαλμικὰ ἐπὶ καθαροῦ καὶ διαπύρου ὀστράκου, μεταβαλλόμενον μύστρῳ, μέχρι ἄν ὁμαλῶς πυρωθῇ· πλύνεται δὲ χωριζομένου τοῦ ψαμμώδους ὡς ἀχρήστου, λαμβανομένου δὲ τοῦ λιπαρωτάτου καὶ λείου.
- 3.23.1.1
23 ἀψίνθιον· γνώριμος ἡ πόα. ἐστι δὲ αὐτοῦ βέλτιον τὸ ἐν Πόντῳ καὶ Καππαδοκίᾳ γεννώμενον ἐν ὄρει τῳ καλουμένῳ Ταύρῳ.
- 3.23.1.2
δύναμιν δὲ ἔχει στυπτικήν, θερμαντικήν, ἀποκαθαρτικὴν τῶν ἐνηρεικότων στομάχῳ καὶ κοιλίᾳ χολωδῶν. ἐστι δὲ καὶ οὐρητικὸν καὶ ἀκραίπαλον προπινόμενον, καὶ πρὸς ἐμπνευματώσεις δὲ ἁρμόζει καὶ κοιλίας καὶ στομάχου ἀλγήματα πινόμενον μετὰ σεσέλεως ἢ νάρδου Κελτικῆς, καὶ ἀνορεξίας καὶ ἰκτερικούς θεραπεύει τὸ ἀπόβρεγμα αὐτοῦ ἢ τὸ ἀφέψημα καθʼ ἑκάστην ἡμέραν λαμβανόμενον εἰς πλῆθος κυάθων τριῶν.
← Previous · Next → — showing 701–800 of 1,966
First Thousand Years of Greek. CTS URN tlg0656.tlg001.1st1K-grc1. Via the Perseus Digital Library / Open Greek and Latin TEI corpora. Licence: Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License. Source.