Ancient Textssearch the texts themselves, not just their titles

← All works

De materia medica

First Thousand Years of Greek · First Thousand Years of Greek · 1,966 sections

  1. 2.18.1

    18 λαγωὸς θαλάς σιος ἔοικε μὲν μικρᾷ τευθίδι, δύναται δὲ λεῖος καταπλασθεὶς καθʼ ἑαυτὸν καὶ μετʼ ἀκαλήφης θαλασσίας τρίχας ψιλοῦν.

  2. 2.19.1

    19 τοῦ δὲ χερσαίου λαγωοῦ ῦ ὁ ἐγκέφαλος ἁπτὸς βιβρωσκόμενος ὠφελεῖ τρόμους τοὺς κατὰ πάθος γινομένους, καὶ ὀδοντιάσεις ἐπὶ παιδίων παρατριβόμενος καὶ ἐσθιόμενος. ἡ δὲ κεφαλὴ αὐτοῦ καεῖσα καὶ καταχρισθεῖσα μετὰ στέατος ἀρ κείου ἢ ἄξους ἀλωπεκίας θεραπεύει. ἡ δὲ πιτύα ποθεῖσα μετά ἡμέρας τρεῖς μετὰ τὴν ἂφεδρον ἀτόκιον εἶναι ἱστορεῖται· ἐπέχει δὲ καὶ τὴν ἐκ μήτρας ῥύσιν καὶ κοιλίας, ὠσελεῖ δὲ καὶ ἐπίλημπτικούς, καὶ τρὸς τά θανάσιμα μετʼ ὄξους πινομένη, μάλιστα δὲ πρὸς γάλακτος θρόμβωσιν καὶ ἐχιδνῶν δήγματα. τὸ δὲ αἷμα αὐτοῦ θερμὸν καταχριόμενον ἐφήλιδας καὶ ἀλροὺς καὶ φακοὺς θεραπεύει.

  3. 2.20.1

    20 τρυγόνος θαλασαίας τὸ κέντρον, ὃ δὴ ἀπὸ τῆς οὐρᾶς αὐτῆς πέφυκεν ἀνεστραμμένον ταῖς φολίσιν ὀδόντα πονοῦντα πραύνει· θρύττει γὰρ καὶ ἀποβάλλει.

  4. 2.21.1

    21 σηπ ίας ἑψηθείσης τὸ μέλαν βιβρωσκόμενον δύσπεπτον, κοιλίας μαλακτικόν. τὸ δὲ ἐπʼ αὐτῆς ὄστρακον ύχηματισθὲν εἰς κολλύρια ἁρμόζει πρὸς παράτριψιν τραχέων βλεφ ἀρων, καὲν δὲ ἐν τῷ ἰδίῳ ἀστράκῳ, ἄχρις οὗ τὸ πλακῶδες αὐτοῦ ἀποστῇ, σμήχει λεῖον ἀλφοὑς, πίτυρα, ὀδόντας, ἐφἤλεις. μείγνυται δὲ καὶ εἰς τὰ ὀφθαλμικὰ. ποιεῖ δὲ καὶ πρὸς λευκώματα κτηνῶν ἐμφυαώμενον, καὶ πτερύγια τὰ ἐν ὀφθαλμοῖς τήκει σὺν ἀλκὶ λεῖον προσαγόμενον.

  5. 2.22.1

    22 τρἐγλα συνεχῶς ἐσθιομένη ἀμβλυωπίας δοκεῖ κατασκευαστικὴ ὑπάρχειν. ὠμὴ δὲ ἀνασχισθεῖσα καὶ ἐπιτεθεῖσα θαλασσίου δράκοντος καὶ σκορπίου καὶ ἀράχνης δήγματα ἰᾶται.

  6. 2.23.1

    23 ὄδρχις ἰπποποτάμου ξηρανθεὶς καὶ λειανθεὶς πίνεται μετʼ οἴνου πρὸς ἑρπετῶν δήγματα.

  7. 2.24.1.1

    24 καὶ ὁ τοῦ κάστορος ὄρχις — ἐστι δὲ τὸ ζῷον ἀμφίβιον, τὸ πλεῖστον ἐν ὕδασιν ἰχθύσι καὶ καρκίνοις τρεφόμενον — ποιεῖ μὲν καὶ πρὸς ἑρπετά, ἐστι δὲ καὶ πταρμικὸς καὶ καθόλου ποικίλην ἔχει τὴν χρῆσιν ποθεὶς γάρ μετὰ γλήχωνος δραχμῶν πλῆθος δυεῖν ἔμμηνα κινεῖ καὶ ἔμβρυα καὶ δεύτερα ἐκβάλλει. πίνεται δὲ σὺν ὄξει καὶ πρὸς ἐμπνευματώσεις, στρόφους, λυγμούς, θανάσιμα φάρμακα, ἰξίαν· ἀνακαλεῖται δὲ καὶ τοὺς ληθαργικοὺς καὶ τοὺς ὁπωσδήποτε καταφερομένους ἐμβρεχόμενος σὺν ὄξει καὶ ῥοδίνῳ καὶ ὀσφραινόμενος, καὶ ὑποθυμιώμενος δὲ τὰ αὐτὰ ποιεῖ· ἁρμόζει καὶ τρόμοις καὶ σπασμοῖς καὶ παντὶ τῷ νευρώδει πινόμενός τε καὶ συγχριόμενος, καὶ καθόλου θερμαντικὴν ἔχει τὴν δύναμιν.

  8. 2.24.2.1

    ἐκλέγου δὲ ἀεὶ τοὺς συνεζευγμένους ὄρχεις ἐκ μιᾶς ἀρχῆς 2 — ἀδύνατον γὰρ δύο φύσας ἐζευγμένας ἐν ἐνὶ ὑμένι εὑρεῖν — καὶ τὸ ἐντὸς ἔχοντας κηροειδές, βαρύοσμον, βρωμῶδες, δριμύ. δηκτικόν, εὔτριπτον, διαφρασσόμενόν τε συνεχῶς φυσικοῖς ὑμέσι. δολοῦσι δέ τινες αὐτό, ἀμμωνιακὸν ἢ κόμμι συμπεφυραμένον αἵματι kαὶ καστορίῳ ἐγχέοντες εἰς φῦσαν καὶ ξηραίνοντες. μάτην δὲ ἱστορεῖται ὅτι διωκόμενον τὸ ζῷον ἀποσπᾷ τοὺς διδύμους καὶ ῥίπτει· ἀδόνατον γάρ ἐστιν ἅψασθαι αὐτῶν, προστύπων ὄντων ὥσπερ ὑός. δεῖ δὲ διελόντας τὸ δέρμα κομίζεσθαι σὺν τῷ περιέχοντι ὑμένι τὸ ὑγρόν, ὃν μελιτῶδες, καὶ οὕτως ξηράναντας ἀποτίθεσθαι.

  9. 2.25.1

    25 γαῆ κατοικίδιος περιφλευσθεῖσα καὶ δίχα τῶν ἐντὸς σκελετευθεῖσα διʼ ἁλὸς καὶ ξηρανθεῖσα ἐν σκιᾷ παντὸς ἑρπετοῦ ἐνεργέστατόν ἐστι βοήθημα ποθεῖσα μετʼ οἴνου δραχμῶν δυεῖν πλῆθος, καὶ τοξικοῦ ἀντιφά ρμακον ὁμοίως λημφθ θεῖσα. ἡ δὲ κοιλία αὐτῆς κορίῳ πλησθεῖσα καὶ σκελετευθεῖσα θηριοδήκτοις καὶ ἐπιλημπτικοῖς βοηθεῖ πινομένη. ὅλη δὲ καεῖσα ἐν χύτρᾳ ποδαγρικούς ὠφελεῖ τῆς τέφρας καταχριομένης μετʼ ὄξους. τὸ δὲ αἷμα αὐτῆς καταχριόμενον χοιράσι βοηθεῖ· ὐφελεῖ δὲ καὶ ἐπιλημπτικούς.

  10. 2.26.1

    26 βάτρακοι ἀντιφάρμακόν εἰσιν ἑρπετῶν πάντων ζωμευθέντες σὺν ἁλκὶ καὶ ἐλαίῳ, τοῦ ζωμοῦ λαμβανομένου· ὁμοίως καὶ πρὸς τὰς χρονίους τῶν τενόντων ἀποστάσεις. καέντες δὲ ἐπίπαστοι αἱμορρμγίαν στέλλουσι, καὶ ἀλωπεκίας θεραπεύουσι σύν πίσσῃ ὑγρᾷ καταχριόμενοι. τῶν δὲ χλωρῶν βατράχων τὸ αἷμα ἐπισταζόμενον κωλύει τάς ἐκτιλθείσας ἀπὸ τῶν βλεφάρμων τρίχας φύεσθαι· ὠφελοῦσι καὶ ὀδονταλγίας συνεψόμενοι ὕδατι καὶ ὄξει καὶ διακλυζόμενοι.

  11. 2.27.1

    27 σίλουρος νεαρὸς βιβρωσκόμενος τρόφιμος καὶ εὐκοίλιος, ταριχηρὸς δὲ ἄτροφος, ἀρτηρίαν δὲ καθαίρει καὶ εὔηχον παρασκευάζει. καταπλασθεῖσα δὲ ἡ σὰρξ τοῦ ταριχηροῦ σιλούρου σκόλοπας ἀνάγει· καὶ ἡ ἐξ αὐτοῦ δὲ ἅλμη ἁρμόζει ἐν ἀρχῇ δυσεντερικοῖς εἰς ἐγκάθισμα, μετάγουσα τοὺς ῥευματισμοὺς εἰς τὴν ἐπιφάνειαν, καὶ ἐγκλυζομένη δὲ ἰσχιαδικοὺς θεραπεύει.

  12. 2.28.1

    28 σμαρίδος ταριχηρᾶς ἡ κεφαλὴ καεῖσα λεία ἕλκη στέλλει ὑπερσαρκοῦντα καὶ νομὰς ἵστησι καὶ ἥλους καὶ θύμους ἀναλίσκει, σκορπιοπλήκτοις δὲ καὶ κυνοδήκτοις ἡ σὰρξ ἁρμόζει καθάπερ πᾶς τάριχος.

  13. 2.29.1

    29 καὶ ἡ τῆς μαινίδος κεφαλὴ καεῖσα λεία τὰς ἐν δακτυλίῳ τετυλωμένας ῥαγάδας καταπασθεῖσα ἀφίστησιν. ὁ δὲ γάρος αὐτῆς τὰς ἐν στόματι σηπεδόνας διακλυζόμενος παύει.

  14. 2.30.1

    30 κωβιὸν τὸν πρόσφατον ἐὰν ἐμβαλὼν εἰς ὑείαν κοιλίαν καταρράψῃς καθεψήσῃς τε ἐν ὕδατος ξέσταις ιβ΄ ἄχρι δυεῖν ξεστῶν καὶ διηθήσας καὶ ἐξαιθριάσας τοτίσῃς, κοιλίαν ἀταράχως κάτω ὑπάξεις. καταπλασθεὶς δὲ καὶ τοὺς ὑπὸ κυνῶν δηχθέντας ἢ ἑρπετῶν ὠφελεῖ.

  15. 2.31.1

    31 ὁ δὲ ὠ μοτάριχος λεγόμενος σάρξ ἐστι θύννου τεταριχευμένου. βοηθεῖ δὲ λαμβανόμενος τοῖς ὑπὸ ἐχίδνης τῆς καλουμένης πρηστῆρος δηχθεῖσι— δεῖ δὲ ὡς ὅτι πλεῖστον προσφέροντας καὶ οἶνον ἀναγκάζειν πίνειν πολὺν καὶ ἐμεῖν — εἴς τε τὰς ὖριμυφαγίας μάλιστα ἁρμόζει. καταπλάσσεται δὲ καὶ ἐπὶ κυνοδήκτων ὠφελίμως.

  16. 2.32.1

    32 γάρος δὲ πᾶς ὁ ἐκ τῶν ταριχευτικῶν ἰχθύων καὶ κρεῶν καταντλούμενος νομάς ἐφικτᾷ καὶ κυνόδηκτα ἰᾶται. ἐνίεται δὲ καὶ ἐπὶ δυσεντερικῶν καὶ ἰσχιαδικῶν, ἐφ᾿ ὧν μὲν ἵνα τὰ εἱλκωμένα ἐπισπάσῃ, ἐφ᾿ ὧν δὲ ἵνα τὰ ἀνέλκωτα ἐρεθίσῃ.

  17. 2.33.1

    33 ζωμὸς δὲ ὁ ἐκ τῶν νεαρῶν ἰχθύων κοιλίας ὑπαγωγός, ποτὲ μὲν καθʼ ἑαυτὸν πινόμενος, ποτὲ δὲ μετʼ οἴνου, ἰδίως δὲ σκευάζεται πρὸς ταῦτα ὁ ἀπὸ τῶν φυκίδων καὶ σκορπίων καὶ ἰουλίδων καὶ περκίδων καὶ τῶν ἄλλων πετραίων ἀπαλῶν καὶ ἀβρώμων λιτῶς μεθʼ ὕδατος καὶ ἁλὸς καὶ ἐλαίου καὶ ἀνήθου.

  18. 2.34.1

    34 κόρεις οἱ ἀπὸ κλινῆς ἐντιθέμενοι βρώμασι κυάμων τὸν ἀριθμὸν ἑπτὰ καὶ καταπινόμενοι πρὸ τῆς ἐπισημασίας ὠφελοῦσι τοὺς τεταρταίζοντας, καὶ ἀσπιδοδήκτους δὲ δίχα τῶν κυάμων καταποθέντες, ὑστερικῶς τε πνιγομένας ἀνακαλοῦνται ὖσφραινόμενοι. σὺν ὄξει δὲ ποθέντες βδέλλας ἐξάγουσι, δυσουρίαν τε παύουσιν ἐντιθέμενοι τῷ οὐρητικῷ πόρῳ λεῖοι.

  19. 2.35.1

    35 ὄνοι οἱ ὑπὸ τὰς ὑδρίας — ζῷα δ' ἐστὶ πολύποδα, ὄφαιρούμενα κατὰ τὰς ἐπαφὰς τῶν χειρῶν — ποθέντες σὺν οἴνῳ βοηθοῦσι δυσουρίᾳ καὶ ἰκτέρῳ, διαχρισθέντες δὲ μετὰ μέλιτος συναγχικοῖς βοηθοῦσι, καὶ πρὸς ὠταλγίαν δὲ λεῖοι σὺν ῥοδίνῳ θερμανθέντες ἐν κελύφει ῥόας καὶ ἐνσταγέντες ἁρμόζουσιν.

  20. 2.36.1

    36 σίλφης τῆς ἐν τοῖς ἀρτοκοπείοις εὑρισκομένης τὰ ἐντὸς τριβόμενα σὺν ἐλαίῳ ἢ ἑψόμενα καὶ ἐνσταζόμενα ῥταλγίας παύει.

  21. 2.37.1

    37 πνεύμων θαλάσσιος πρόσφατος λεανθεὶς ποδαγριῶντας καὶ χιμετλιῶντας ὠφελεῖ καταπλασσόμενος.

  22. 2.38.1

    38 ὁ δὲ χοίρειος καὶ ἄρνειος καὶ ἄρκειοςs πνεύμων τὰ ἐκ τῶν ὑποδημάτων παρατρίμματα ἐπιτιθέμενοι ἀφλέγμαντα τηροῦσιν.

  23. 2.39.1

    39 καὶ ὁ τῆς ἀ λώπεκος δὲ πνεύμων ξηρανθεὶς καὶ ποθεὶς ἀσθματικοὺς ἀνίνησι. καὶ τὸ στέαρ δὲ αὐτῆς τακὲν καὶ ἐγχυθὲν ὠτὸς πόνον παύει.

  24. 2.40.1

    40 ἧπαρ ὄνειον ὄνειον ἐσθιόμενον ὁπτὸν ἐπιλημπτικοὺς ὠφελεῖ. νήστεις δὲ λαμβανέτωσαν.

  25. 2.41.1

    41 αἰδοῖον ἄρρενος ἐλάφου σὺν οἴνῳ ποθὲν λεῖον τοῖς ὑπὸ ἐχιδνῶν δηχθεῖσι βοηθεῖ.

  26. 2.42.1

    42 ὄνυχες ὄνων καέντες καὶ ποθέντες ἐπὶ ἡμέρας ἱκανὰς πλῆθος κοχλιαρίων δυεῖν ἰστοροῦνται ἐπιλημπτικοὺς ὠφελεῖν. ἐλαίῳ δὲ φυραθέντες χοιράδας διαφοροῦσιν, ἐπιπασθέντες δὲ χιμέτλας θερατεύουσιν.

  27. 2.43.1

    43 λειχῇνες ἵππων — εἰσὶ δὲ τύλοι κατὰ περιγραφὴν ἐντετυπωμένοι παρὰ τοῖς γόνασι καὶ παρὰ ταῖς ὁπλαῖς — ποθέντες λεῖοι μετʼ ὄξους ἐπιλημψ ίας ἱστοροῦνται θεραπεύειν.

  28. 2.44.1

    44 οἱ δὲ τῶν αἰγῶν ὄνυχες καέντες ἀλωπεκίας καταχριόμενοι σὺν ὄξει θεραςεύουσιν.

  29. 2.45.1

    45 τοῦ δὲ ἥπατος τῆς αίγὸς ὀπτωμένου ὁ ἀπορρέων ἰχὼρ ἐγχριόμενος νυκτάλωψι ιν ἁρμόζει κἂν τὴν ἀτμίδα δέ τις ἑψομένου αὑτοῦ δέχηται ἀνεῳγόσι τοῖς ὀφθαλμοῖς, ὠφελεῖται· ἁρμόζει δὲ καὶ ἐσθιόμενον ὀπιὸν πρὸς τὰ αὐτά. φασὶ δὲ καὶ ἐπιλημπτικοὺς ἐλέγχεσθαι φαγόντας μάλιστα τὸ τράγειον ἧπαρ.

  30. 2.46.1

    46 τὸ δὲ τοῦ κάπρου ἤπαρ νεαρὸν καὶ ξηρὸν λεῖον σὺν οἴνῳ πινόμενον ἑρπετῶν δήγματα ὠφελεῖ.

  31. 2.47.1

    47 κυνὸς δὲ λυσσῶντος ἧπαρ βιβρωσκόμενον ὀπτὸν ὑπὸ τῶν δηχθέντων ὐπʼ αὐτοῦ ἀπεριπτώτους ὑδροφόβᾳ τηρεῖν πεπίστευται. χρῶνται δὲ εἰς προφυλακὴν καὶ τῷ κυνόδοντι τοῦ δακόντος ἐνδέοντες εἰς κυστίδα καὶ περιάπτοντες τῷ βραχίονι.

  32. 2.48.1

    48 τὰ δὲ ἀπὸ τῶν κασσυμάτων παλαιὰ δέρματα κεκαυμένα λεῖα καταπασσόμενα πυρίκαυτα καὶ παρατρίμματα καὶ τὰ ἐξ ὑποδημάτων θλίμματα θεραπεύει.

  33. 2.49.1.1

    49 ἀλεκτορίδες ἀνασχισθεῖσαι καὶ ἐπιτεθεῖσαι ἔνθερμοι τοῖς τῶν ἑρπετῶν δήγμασι βοηθοῦσι· δεῖ δὲ συνεχῶς ταύτας ἀλλάσσειν. καὶ ὁ ἐγκέφαλος δὲ αὐτῶν ἐν ποτήματι θηριοδήκτοῖς σὺν οἴνῳ δίδοται καὶ τὰς ἐκ μήνιγγος αἱμορραγίας ἐπέχει. τοῦ δʼ ἄρρενος τὸ κατὰ τὰ ἐντὸς ὑποκείμενον τῇ κοιλίᾳ κερατῶδες,· ἀποδερόμενον δὲ ἐν ταῖς ἑψήσεσι ξηρανθὲν ἁρμόζει στομαχικοῖς λεῖον πινόμενον μετʼ οἴνου. ὁ δὲ ζωμὸς τοῦ νόσσακος μάλιστα δίδοται ἐπικράσεως χάριν φαυλοτήτων καὶ ἐπὶ τῶν στόμαχον πυρουμένων λιτῶς σκευασθείς.

  34. 2.49.2.1

    2 ὁ δὲ τῶν παλαιῶν ἀλεκτρυόνων δίδοται πρὸς κάθαρσιν κοιλίας. ἐξελόντας δὲ τὰ ἐντὸς δεῖ ἀντεμβάλλειν ἅλας καὶ καταρράψαντας ἐψειν μετὰ ὕδατος ξεστῶν εἴκοσι, κατάγοντας εἰς κοτύλας τρεῖς· δίδοται δὲ πᾶν ἐξαιθριασθέν· ἔνιοι δὲ συνέψουσι κράμβην θαλασσίαν ἢ λινόζωστιν ἢ κνῆκον ἢ πολυπόδιον, ἄγει δὲ πάχος ὠμόν, γλοιῶδες, μέλαν, ἁρμόζον πυρετοῖς χρονίοις καὶ περιοδικοῖς τρόμοις, ἄσθμασιν, ἀρθριτικοῖς, ἐμπνευματουμένοις στόμαχον.

  35. 2.50.1

    50 ᾠὸν τὸ ἁπαλὸν πολυτροφώτερον τοῦ ῥοφητοῦ, καὶ τοῦ ἁπαλοῦ τὸ σκληρόν. ἡ δὲ λέκιθος αὐτοῦ ἐφθὴ χρησίμη πρὸς ὀφθαλμῶν περιωδυνίας σὺν κρόκῳ καὶ ῥοδίνῳ, πρός τε τὰς περὶ δακτύλιον φλεγμονάς καὶ κονδυλώματα σὺν μελιλώτῳ. μετὰ ῥοὸς δὲ ἢ κηκίδος τηγανισθεῖσα καὶ βρωθεῖσα ἵστησι κοιλίαν, καὶ καθʼ ἑαυτὴν δὲ προσενεχθεῖσα.

  36. 2.50.2

    τὸ δὲ λευκὸν αὐτοῦ ὠμὸν ὂν ψύχει, ἐμπλάττει, παρηγορεῖ ἐγχυματισθὲν ἐπὶ ὀφ θαλμῶν φλεγμαινόντων, κατακαύματά τε οὐκ ἐᾷ φλυκταινοῦσθαι παραχρῆμα ἐπιχρισθέν, πρόσωπά τε ἀνεπίκαυτα τηρεῖ, ἀνακόλλημά τέ ἐστι ῥευματιζομένων σὺν λιβανωτῷ κατὰ τοῦ μετώπου ἐπιτιθέμενον, φλεγμονάς τε ὀφθαλμῶν πραύνει ἐρίῳ ἀναλημφθὲν καὶ ἐπιτεθὲν μιγέντος αὐτῷ ῥοδίνου καὶ οἰνομέλιτος. ὠμὸν δὲ ῥοφηθὲν αἱμορροίδος δήγμασι βοηθεῖ, ἀκροχλιαρὸν δὲ πρὸς κύστεως δηγμοὺς καὶ ἕλκωσιν νεφροῦ καὶ τραχυσμοὺς ἀρτηρίας καὶ αἵματος ἀναγωγὰς καὶ κατάρρους καὶ θώρακος ῥευματισμοὺς ἁρμόζει.

  37. 2.51.1

    51 τέττιγες ἁπτοὶ ἐσθιόμενοι τοῖς περὶ κύστιν ἀλγήμασι βοηθοῦσιν.

  38. 2.52.1

    52 ἀκρίδες ὑποθυμιώμεναι δυσουρίας, μάλιστα τὰς ἐπὶ γυναικῶν, ὠφελοῦσιν. ἡ δὲ λεγομένη ἀκρὶς τρωξαλλὶς ἢ ὄνος — ἄπτερος δέ ἐστι καὶ μεγαλόκωλος — πρόσφατος ξηρανθεῖσα σφόδρα σκορπιοπλήκτους ὠφελεῖ πινομένη σὺν οἴνῳ. χρῶνται δὲ αὐτῇ κατακόρως οἱ κατὰ Λέπτιν Λίβυες.

  39. 2.53.1

    53 φ ή νῆς τοῦ ὀρνέου, ὃ Ῥωμαιστὶ καλοῦσιν ἀσσίφραγον, ἡ κοιλία κατʼ ὀλίγον ποτιζομένη ἐξουρεῖσθαι ποιεῖν ἱστορεῖται.

  40. 2.54.1

    54 κορυδαλλὸς ἀρνύφιόν ἐστι μικρόν, ἔχον κατὰ τῆς κορυφῆς ὑπεροχὴν ὥσπερ ταῶνος. οὖτος βρωθεὶς ὀπτὸς κολικοὺς ὀνίνησιν.

  41. 2.55.1

    55 αίθυίας ἦπαρ σκελετευθὲν καὶ ποθὲν μεθʼ ὐδρομέλιτος κοχλιαρίων τλῆ θος δυεῖν ἐκ βάλλει δεύτερα.

  42. 2.56.1

    56 χελιδόνος νεοσσοὺς νεοσσοὺς τοὺς ἐκ τῆς τρώτης νεοσσοποιίας αὐξομένης τῆς σελίνῆς ἀνατεμὼν εὑρήκεις ἐν τῇ γαστρὶ λίθους, ἐξ ὧν δύο λαβών, ἕνα ποικίλον καὶ τὸν ἕτερον καθαρόν, πρὸ τοῦ ἐπιψαῦα σαι τῆς γῆ, ἐνδήσας εἰς δέρμα δαμάλεως ἢ ἐλάφου καὶ περιάψας βραχίονι ἢ τραχήλῳ ἐτιλημπτικοὺς ὠφελήσεις. πολλάκις δὲ καὶ ταντελῶς ἀυτοκαταστήσεις. βιβρωσκόμεναι δὲ ὥσπερ αἱ συκαλλίδες ῤξυωπίας εἰσὶ φάρμακον, καὶ ἡ ἀπ᾿ αὐτῶν δὲ τέφρα καὶ ἡ τῶν μητέρων καεισῶν ἐν χύτρᾳ μετὰ μέλιτος χρισθεῖσα ῤξυδερκίαν ποιεῖ. ἁρμόζει δὲ καὶ ἐπὶ συναγχικῶν διαχριομένη καὶ πρὸς σταφυλῆς καὶ παρισθμίων φλεγμονάς. σκελετευθεῖσαι δὲ αὗται καὶ οἱ νεοττοὶ συναγχικούς ὠφελοῦσι πινόμεναι μεθʼ ὕδατος πλῆθος δραχμῆς μιᾶς.

  43. 2.57.1

    57 ἐλέφαντος τὸ ἐκ τοῦ ὀδόντος ῥίνισμα παρωνυχίας καταπλασθὲν θεραπεύει, δύταμιν ἔχον στυπτικήν.

  44. 2.58.1

    58 ἀστράγα λος ὑὸς καείς, ἄχρι ἄν ἐκ μέλανος λευκὸς πάλιν γένηται, καὶ λεῖος ποθεὶς ἐμπνευματώσεις κόλου καὶ στρόφους χρονίους παραιτεῖται.

  45. 2.59.1

    59 ἐλάφου κέρας κεκαυμένον καὶ πεπλυμένον ἁρμόζει πλῆθος πινόμενον κοχλιαρίων δυεῖν αἱμοπτυικοῖς, δυσεντερικοῖς, κοιλιακοῖς, ἰκτερικοῖς, κύστεως ἀλγήμασι μετὰ τραγακάνθης, ῥοικαῖς δὲ γυναιξὶ μετὰ ὑγροῦ τοῦ πρὸς τὸ πάθος ἁρμόζοντος. καίεται δὲ ἐν καμίνῳ καταβληθὲν καὶ κοπὲν εἰς ὠμὴν χύτραν περιπεπλασμένην πηλῷ, ἄχρι ἂν λευκὸν γένηται. πλύνεται δὲ ὡς καδμία. τὸ δὲ τοιοῦτον ἁρμόζει πρὸς τὰ ἐν ὀφθαλμοῖς ῥεύματα καὶ ἕλκη, καὶ ὀδόντας δὲ παρατριβόμενον σμήχει. ὠμὸν δὲ θυμιαθὲν ἑρπετὰ διώκει, ἀποζεσθὲν δὲ μετʼ ὄξους καὶ διακλυζόμενον παρηγορεῖ γομφιάσεις.

  46. 2.60.1

    60 κάμπαι αἱ ἐπὶ τῶν λαχάνων γεννώμεναι ἐπιχριόμεναι σύν ἐλαίῳ ἀδήκτους ὑπὸ τῶν ἰοβόλων φυλάσσειν λέγονται.

  47. 2.61.1.1

    61 κανθαρίδες εἰς ἀρίδες εἰς ἀπόθεσιν εὔθετοι αἱ ἀπὸ τοῦ σίτου, ἃς ἐμβαλὼν εἰς ἀκώνητον ἀγγεῖον, καὶ τὸ στόμα περιδήσας ὀθονίῳ ἀραιῷ καθαρῷ. περικατάστρεψον ἀτμῷ ζέοντος ὄξους δριμυτάτου καὶ κράτει, ἕως ἂν πνιγῶσιν, εῖτα διαπείρας λίνῳ ἀποτίθεσο. ἐνεργέστεραι δέ εἰσιν αἰ ποικίλαι, μηλίνας ἐγκαρσίους· ζώνας ἔχουσαι ἐν τοῖς πτεροῖς, ἐπιμήκεις τὸ σῶμα, ἁδραί, ἐμπίμελοι ὡς αἱ σίλφαι· ἄτονοι δὲ αἰ μονοχρώματοι. ὡσαύτως δὲ ἀποτίθενται καὶ αἱ βουπρήσ τεις, εἶδος οὖσαι κανθαρίδων, καὶ αἱ πιτύιναι δὲ κάμπαι καὶ αὖται ἐπὶ κοσκίνου ἐπαιωρουμένου θερμοσποδιᾷ φωγνύμεναι ἐπὶ βραχὺ ἀποτίθενται.

  48. 2.61.2.1

    2 δύναμις δὲ αὐτῶν κοινή, σηπτική, θερμαντική, έλκωτική, ὅθεν μείγνυται φαρμάκοις τοῖς πρὸς τά καρκινώδη, καὶ λέπρας καὶ λειχῆνας ἀγρίους θεραπεύουσιν ἄγουσι δὲ καὶ ἔμμηνα πεσσοῖς μαλακτικοῖς μιγεῖσαι. ἔνιοι δὲ ἱστόρησαν τὰς κανθαρίδας καὶ ὑδρωπικοῖς βοηθεῖν, μειγνυμένας ἀντιδότοις, ὡς οὔρησιν κινούθας. οἱ δὲ τὰ πτερὰ αὐτῶν καὶ τοὺς πόδας τοῖς πιοῦσιν αὐτὰς ἀντιφάρμακον ἀνέγραψαν.

  49. 2.62.1

    62 καλαμάν δρα εῖδός ἐστι σαύρας νωχελές, ποικίλον, μάτην πιστευθὲν μὴ καίεσθαι. δύναμιν δὲ ἔχει σηπτικήν, ἑλκωτικήν, θερμαντικήν. μείγνυται δὲ σηπταῖς καὶ ἑλκωτικαῖς δυνάμεσι καὶ λεπρικαῖς, ὡς ἡ κανθαρίς, καὶ ἀποτίθεται ὁμοίως. ψιλοῖ δὲ καὶ τρίχας συντακεῖσα ἐλαίῳ. φυλάσσεται καὶ ἐν μέλιτι ἐξεντερισθεῖσα τῶν ποδῶν καὶ τῆς κεφαλῆς ἀφαιρεθέντων εἰς τὴν αὐτὴν χρῆ σιν.

  50. 2.63.1

    63 ἀράχνη τὸ ζῷον, ὃ ὁλκὸν ἢ λύκον ἔνιοικαλοῦσι, συμμαλαχθεῖσα σπληναρίῳ καὶ ἐμπλασθεῖσα εἰς ὀθόνιον προστεθεῖσά τε τῷ μετώπῳ ἢ τοῖς κροτάφοις τριταικὰς περιόδους ὑγιάζει. τὸ δὲ ὕφος αὐτῆς ἐπιτιθέμενον αἶμᾳ ἵστησι καὶ ἀφλέγμαντα τηρεῖ τὰ ἐπιπόλαια τῶν ἑλκῶν.

  51. 2.63.2

    ἐστι δὲ καὶ ἕτερον εῖδος ἀράχνης, κατασκευάζον τὸν ὑμένα λευκόν, πυκνόν, ὃ ἱστορεῖται ἐνδεόμενον εἰς κυστίδα καὶ περιαπτόμενον βραχίονι τεταρταικὰς περιόδους θεραπεύειν συνεψηθὲν δὲ ῥοδίνῳ ὠταλγίαις βοηθεῖ ἐγχεόμενον.

  52. 2.64.1

    64 σαύρας ἡ κεφαλὴ λεία ἐπιτεθεῖσα σκόλοπας ἀνάγει καὶ πάντα τὰ ἐμπεπηγότα· αἴρει δὲ καὶ μυρμηκίας καὶ ἀκροχορδόνας καὶ ἥλους. τὸ δὲ ἧπαρ αὐτῆς ἐντεθὲν τοῖς τῶν ὀδόντων βρώμασιν ἀπονίαν ποιεῖ, ὅλη δὲ ἀνασχισθεῖσα καὶ ἐπιτεθεῖσα σκορπιοπλήκτους κουφίζει.

  53. 2.65.1

    65 σήψ, ἥν ἔνιοι Χαλκιδικὴν σαύραν ἐκάλεσαν, ἐν οἴνῳ ποθεῖσα τοὺς ὑπʼ αὑτῆς δηχθέντας ἰᾶται.

  54. 2.65.2

    66 σκίγκ ρς. ὁ μέν τίς ἐστιν Αίγύπτιος δ δὲ νδικὸς ἄλλος ἐν τῇ Ερυθρᾷ θαλάσσῃ γεννώμενος, ἕτερος δὲ ἐν τῇ Γαιτουλίᾳ τῆς Μαυρουσιάδος εὑρίσκεται. ἐστι δὲ κροκόδειλος χερσαῖος, ἰδιογενής, ταριχευόμενος ἐν καρδάμῳ.

  55. 2.65.3

    φασὶ δὲ δύναμιν ἔχειν ποθὲν τὸ περὶ τοὺς νεφροὺς αὐτοῦ μέρος, ὅσον δραχμῆς μιᾶς πλῆθος μετʼ οἴνου, ρμητικὴν πρὸς ἀφροδίσια, ἀποπαύεσθαι δὲ τὴν ἐπίτασιν τῆς προθυμίας φακοῦ ἀφεψήματι μετά μέλιτος πινομένῳ ἢ θρίδακος σπέρματι μεθʼ ὕδατος. μείγνυται δὲ καὶ ἀντιδότοις.

  56. 2.67.1

    67 γῆς ἐντέρα λεῖα ἐπιτεθέντα νεύρων διακοπὰς κολλᾷ· λύειν δὲ δεῖ διὰ τρίτης. ἑψηθέντα δὲ σὺν χηνείῳ στέατι διαθέσεις ὤτων ἐγχυματιζόμενα θεραπεύει. συνεψηθέντα δὲ ἐλαίῳ καὶ ἐγχεόμενα εἰς τὸ ἀντικείμενον οὖς ὀδονταλγίαις βοηθεῖ· ἄγει δὲ καὶ οὖρα λεῖα πινόμενα σύν γλυκεῖ.

  57. 2.68.1

    68 μυογαλῆ ἀνασχισθεῖσα καὶ ἐπιτεθεῖσα ἄκος ἐστὶ τοῦ ἰδίου δήγματος.

  58. 2.69.1

    69 μύας τοὺς κατοικιδίους ἀνασχισθέντας σκορπιοπλήκτοις ὠφελίμως ἐπιτίθεσθαι ὁμολογεῖται, βρωθέντας δὲ ὀπτοὺς ὑπὸ παιδίων ἀναξηραίνειν τὸ ἐν τοῖς στόμασιν αὐτῶν σίελον.

  59. 2.70.1.1

    70 γάλα κοινῶς μὲν πᾶν εὔχυμον, τρόφιμον, μαλακτικὸν κοιλίας, φυσητικὸν στομάχου καὶ ἐντέρων· ὑδαρέστερον μέντοι τὸ ἐαρινὸν τοῦ θερινοῦ, καὶ τὸ ἀπὸ χλωρᾶς νομῆς μᾶλλον μαλακτικὸν τῆς κοιλίας. ἐστι δὲ καλὸν γάλα τὸ λευκὸν καὶ ὁμαλὸν τῇ παχύτητι καὶ συστρεφόμενον, ἐπειδὰν ἐπισταγῇ ὄνυχι. τὸ δὲ αἴγειον ἧττον κοιλίας ἅπτεται διὰ τὸ τὰς αἶγας στυφούσῃ νομῇ τὸ πλεῖστον χρῆσθαι, σχίνῳ καὶ δρυὶ καὶ θαλλῷ καὶ τερεβινθίνη, ὅθεν καὶ εὐστόμαχον τυγχάνει. τὸ δὲ προβάτειόν ἐστι παχύ τε καὶ γλυκὺ καὶ λιπαρόν, οὐχ οὕτως δὲ εὐστόμαχον. τὸ μέντοι ὄνειον καὶ βόειον καὶ ἵππειον εὐκοιλιώτερα καὶ ταρακτικὰ γίνεται.

  60. 2.70.2.1

    πᾶν δὲ γάλα κοιλίας καὶ στομάχου ἀνατρεπτικόν,2 ὅπου ἐστὶ νομὴ σκαμμωνία ἢ ἐλλέβορος ἢ λινόζωστις ἢ κληματίς, ὡς καὶ ἐν τοῖς Οὐεστίνοις ὄρεσιν ὑφ᾿ ἡμῶν ἱστόρηται· αἱ γὰρ αἶγες νεμόμεναι τοῦ λευκοῦ ἐλλεβόρου τὰ φύλλα αὐταί τε ἐμοῦσι κατὰ τὴν πρώτην ἀπόλαυσιν τῆς πόας καὶ τὸ γάλα ἀναλυτικὸν στομάχου καὶ ναυτίας ποιητικὸν κατασκευάζουσιν. ἑψηθὲν δὲ πᾶν γάλα στεγνωτικὸν γίνεται κοιλίας, καὶ μάλιστα τὸ διαπύροις κόχλαξιν ἐξικμασθέν. κοινῶς δὲ δοκεῖ βοηθεῖν ταῖς ἐντὸς ἑλκώσεσι, μάλιστα δὲ βρόγχον, πνεύμονος, ἐντέρων, νεφρῶν, κύστεως, καὶ πρὸς τοὺς τῆς ἐπιφανείας κνησμούς, ἐξανθήματα, κακοχυμίας.

  61. 2.70.3.1

    3 δίδοται δὲ νεαρὸν μετὰ μέλιτος ὠμοῦ καὶ ὕδατος ὀλίγου συνανακραθέντος, μειγνυμένων καὶ ἁλῶν. ἀφυσότερον δὲ γίνεται ἀποζεσθὲν ἅπαξ. τὰ δὲ τῆς κοιλίας μεθʼ ἑλκώσεως ῥεύματα μέχρι ἡμίσεως τοῖς κόχλαξιν ἑψηθὲν ὠφελεῖ.

  62. 2.70.3.2

    ἔχει δὲ πᾶν γάλα παρεμπεπλεγμένον τὸν ὀρρόν, ὃς σχιζόμενος πρὸς κάθαρσιν εὐτονωτέραν ἁρμόζει, διδόμενος ἐφʼ ὧν δίχα δριμύτητος ἔκκρισιν βουλόμεθα ποιήσασθαι, ὡς ἐπὶ μελαγχολικῶν, ἐπιλημπτικῶν, λεπριώντων, ἐλεφαντιάσεως, ἐξανθημάτων τῶν περὶ ὅλον τὸ σῶμα.

  63. 2.70.4.1

    4 σχίζεται δὲ τὸ γάλα ζεννύμενον ἐν καινῇ χύτρᾳ κεραμεᾷ καὶ κινούμενον κλάδῳ συκίνῳ νεοτμήτῳ, καὶ μετὰ τὸ ζέσαι δὶς ἢ τρὶς ἐπιρραίνεται ὀξυμέλιτος κύαθος πρὸς ἑκάστην κοτύλην τοῦ γάλακτος· οὕτως γὰρ διορίζεται ὁ ὀρρὸς τοῦ τυρώδους. δεήσει δὲ πρὸς τὸ μὴ ὑπερζεῖν τὸ γάλα ἐν τῇ ἑψήσει σπόγγῳ ἐκ ψυχροῦ συνεχῶς ἀποψᾶν τὸ χεῖλος τῆς χύτρας καὶ ξέστην ἀργυροῦν πλήρη ὕδατος ψυχροῦ καθιέναι. ποτίζεται δὲ ὁ ὀρρὸς ἐκ διαστήματος κατὰ κοτύλην μίαν ἄχρι πέντε κοτυλῶν, ἐν δὲ τοῖς μεταξὺ διαστήμασι περιπατείτωσαν οἱ πίνοντες.

  64. 2.70.5.1

    5 ποιεῖ δὲ τὸ πρόσφατον γάλα καὶ πρὸς τοὺς ἀπὸ τῶν θανα σίμων φαρμάκων δηγμοὺς καὶ πυρώσεις, ὡς κανθαρίδος ἢ πιτυοκάμπης ἢ βουπρήστεως ἢ σαλαμάνδρας ἢ ὑοσκυάμου ἢ δορυκνίου ἀκονίτου ἢ ἐφημέρου. πρὸς δὲ τοῦτο μάλιστα τὸ βόειον συμφέρει, ἰδίως ἁρμόζον, διακλύζεται δὲ καὶ πρὸς ἑλκώσεις στόματος καὶ παρισθμίων εἰς ἀναγαργάρισμα. ἰδίως δὲ τὸ ὄνειον διακλυζόμενον οὔλα καὶ ὀδόντας κρατύνει, τοὺς δὲ τῆς κοιλίας μεθʼ ἑλκώσεως ῥευματισμοὺς καὶ τεινεσμοὺς προβάτειον ἢ βόειον ἢ αἴγειον ἵστησιν ἑψηθὲν διὰ κοχλάκων. ἐγκλύζεται δὲ καὶ καθʼ ἑαυτὸ καὶ μετὰ πτισάνης ἡ χόνδρου χυλοῦ, ἱκανῶς πραῦνον τὴν τῶν ἐντέρων δῆξιν· ἐγκλύζεται καὶ μήτρᾳ εἱλκωμένῃ.

  65. 2.70.6.1

    τὸ δὲ τῆς γυναικὸς γάλα γλυκύτατόν ἐστι καὶ τροφιμώτατον. 6 ὠφελεῖ δὲ θηλαζόμενον στομάχου δῆξιν καὶ φθίσιν, ἁρμόζει καὶ πρὸς λαγωοῦ θαλασσίου πόσιν. μιγὲν δὲ λιβανωτῷ λείῳ ἐνστάζεται τοῖς ἐκ πληγῆς αἱμαχθεῖσιν ὀφθαλμοῖς, καὶ ποδαγρικοὺς ὠφελεῖ σὺν κωνείῳ καὶ κηρωτῇ καταχριόμενον. ἄθετον δὲ πᾶν γάλα σπληνικοῖς, ἡπατικοῖς, τοῖς τὸ νευρῶδες πεπονθόσι, πυρέσσουσι, κεφαλαλγοῦσι, σκοτωματικοῖς, ἐπιλημπτικοῖς, εἰ μή ποτε καθάρσεως ἕνεκα προσφέροιτό τις, ὡς ὑποδέδεικται, τὸ σχιστόν. ἱστοροῦσι δέ τινες τὸ τῆς πρωτοτόκου κυνὸς γάλα ψιλοῦν τρίχας καταχρισθέν, καὶ θανασίμων φαρμάκων ἀντιφάρμακον εῖναι ποθὲν καὶ τεθνηκότων ἐμβρύων ἐκβόλιον.

  66. 2.71.1

    71 τυρὸς νεαρὸς δίχα ἁλῶν ἐσθιόμενος τρόφιμος, εὐστόμαχος, εὐανάδοτος, σαρκῶν ποιητικός, κοιλίας μετρίως μαλακτικός, διαφέρων αὑτοῦ αὐτὸς παρὰ τὴν τοῦ γάλακτος φύσιν, ἀφ᾿ οὗ σκευάζεται. ἑψηθεὶς δὲ καὶ ἐκθλιβείς, εἶτα ὀπτηθεὶς σταλτικὸς γίνεται κοιλίας· ὠφελεῖ δὲ καὶ καταπλασσόμενος ὀφθαλμῶν φλεγμονὰς καὶ ὑπώπια. ὁ δὲ νεοαλὴς ἀτροφώτερος ἐσθιόμενος, πρὸς καθαίρεσιν σαρκῶν ἐπιτήδειος, κακοστόμαχος, λυπῶν κοιλίαν καὶ ἔντερα. ὁ δὲ παλαιότερος κοιλίας σταλτικός, ὁ δὲ ἐξ αὐτοῦ ὀρρὸς κυνῶν τροφιμώτατος.

  67. 2.71.2

    ἡ δὲ καλουμένη ἱππάκη τυρός ἐστιν ἵππειος, βρωμώδης καὶ πολύτροφος, ἀναλογῶν τῷ βοείῳ. ἔνιοι δὲ ἱππάκην ἐκάλεσαν τὴν ἵππειον πιτύαν.

  68. 2.72.1.1

    72 βούτυρον σκευάζεται καλὸν ἐκ τοῦ λιπαρωτάτου γάλακτος· τοιοῦτον δέ ἐστι τὸ προβάτειον. γίνεται δὲ καὶ ἐκ τοῦ αἰγείου, ἐν ἀγγείοις κινουμένου τοῦ γάλακτος καὶ χωριζομένου τοῦ λίπους.

  69. 2.72.1.2

    ἔχεται δὲ δυνάμεως μαλακτικῆς, ἐλαιώδους, ὅθεν κοιλίαν τε ἐκλύει πλεῖον ποθὲν καὶ πρὸς τὰ θανάσιμα μὴ παρόντος ἐλαίου χρησιμεύει. μιχθὲν δὲ μέλιτι καὶ παρατριβὲν ὀδοντιάσεις ὠφελεῖ καὶ τοὺς τῶν οὔλων ὀδαξισμοὺς ἐπὶ παιδίων καὶ ἄφθας, ἔξωθεν δὲ καταπλασσόμενον εὔτροφον καὶ ἀψυδρακίωτον τηρεῖ τὸ σῶμα·

  70. 2.72.2.1

    ποιεῖ καὶ πρὸς φλεγμονὰς καὶ σκληρίας 2 ὑστέρας τὸ μὴ δυσῶδες μηδὲ παλαιόν, καὶ πρὸς δυσεντερίας καὶ πρὸς κόλου ἕλκωσιν ἐγκλυζόμενον, πυοποιοῖς τε μείγνυται χρησίμως, καὶ μάλιστα ἐπὶ τῶν κατὰ τὰ νεῦρα καὶ μήνιγγας καὶ κύστεως τράχηλον τραυμάτων· τὸ δὲ αὐτὸ πληροῖ καὶ καθαίρει καὶ σαρκοῖ, καὶ τοὺς ὑπὸ ἀσπίδος δηχθέντας ἐπιτιθέμενον ὠφελεῖ, μείγνυται δὲ καὶ προσοψήμασιν ἀντὶ ἐλαίου τὸ νεαρὸν καὶ ἐν τοῖς πέμμασιν ἀντὶ στέατος.

  71. 2.72.3.1

    συνάγεται δὲ καὶ λιγνὺς ἐκ τοῦ βουτύρου τὸν τρόπον 3 τοῦτον εἰς λύχνον καινὸν ἐγχέας τὸ βούτυρον ἅψον καὶ πωμάσας ἀγγείῳ κεραμεῷ, σωληνοειδεῖ στενῷ κατὰ τὰ ἄνωθεν, τρήματα δὲ ἐκ τῶν ὑπὸ πόδας ἔχοντι, ὥσπερ οἱ κλίβανοι, ἔα καίεσθαι. ὅταν δὲ ἀναλωθῇ τὸ πρῶτον βούτυρον, ἄλλο ἐπίχει καὶ ποίει τὸ αὐτό, ἕως ἂν ὅσον πλῆθος βούλει αἰθαλώσῃς, εἶτα ἀπόσυρε πτερῳ καὶ χρῶ. δύναμιν δὲ ἔχει εἰς τὰ ὀφθαλμικὰ ξηραίνειν καὶ ὑποστύφειν· ἐφίστησι δὲ τὰ ῥεύματα καὶ τὰ ἕλκη ταχέως ἀναπληροῖ καὶ ἀπουλοῖ.

  72. 2.73.1.1

    73 ἔρια οἰσυπηρὰ ἄριστα τὰ ἁπαλὰ καὶ τὰ ἀπὸ τοῦ τραχήλου καὶ τῶν μηρῶν, ἁρμόζοντα ἐν ἀρχῇ πρὸς τραύματα, θλάσματα, ἀποσύρματα, πελιώματα, ὀστῶν κατάγματα βρεχόμενα ὄξει καὶ ἐλαίῳ ἢ οἴνῳ· δεκτικὰ γάρ ἐστι τῶν ἐμβρεγμάτων καὶ μαλακτικὰ διὰ τὸν οἴσυπον ποιεῖ καὶ πρὸς κεφαλαλγίαν καὶ στομάχου πόνους καὶ παντὸς ἄλλου τόπου σὺν ὄξει καὶ ῥοδίνῳ. τὰ δὲ κεκαυμένα ἔρια δύναμιν ἔχει θερμαντικήν, ἐσχαρωτικήν, ὑπερσαρκωμάτων σταλτικήν, ἀπουλωτικὴν ἑλκῶν, καίεται δὲ καθαρὰ διαξανθέντα ἐν ὠμῇ χύτρᾳ ὥσπερ τὰ λοιπά· τὸν δʼ αὐτὸν τρόπον καὶ κροκύδες καίονται θαλασσίας πορφύρας. τινὲς δὲ σὺν τῷ ῥύπῳ διαξάναντες τὰ ἔρια καὶ μέλιτι δεύσαντες καίουσιν ὡσαύτως.

  73. 2.73.2.1

    2 ἄλλοι δὲ διαθέντες ὀβελίσκους ἐπὶ πλατύστομον κεραμεοῦν ἀγγεῖον, διεστῶτας ἀπʼ ἀλλήλων, καὶ ἐπιθέντες σχίδακας δᾳδίων ἰσχνάς καὶ ἐπάνω θέντες τὰ ἔρια διεξασμένα καὶ βεβρεγμένα ἐλαίῳ οὕτως ὥστε μὴ ἀποστάζειν, καὶ πάλιν σχίδακας καὶ ἔρια ἐναλλὰξ ἐπιτιθέντες, κούφως ἐκ τῶν δᾳδίων ὑφάπτουσι, καέντα δὲ αἴρουσι καὶ εἴτε λίπος ἢ πίττα ἐκ τῶν δᾳδίων ὑπορρεῖ συναναιροῦνται καὶ ἀποτίθενται. πλύνεται δὲ εἰς τὰ ὀφθαλμικὰ ἐν κεραμεῷ κρατῆρι ὕδατος ἐπιχεομένου καὶ ταρασσομένου εὐτόνως ταῖς χερσί, καὶ μετὰ τὸ ἀποκαταστῆναι ἀποχεομένου τοῦ ὑγροῦ καὶ ἄλλου ἐπιχεομένου καὶ πάλιν ἀναταρασσομένου, καὶ τοῦτο γίνεται, ἄχρις ἂν προσαγόμενον τῇ γλώττῃ μὴ δάκνῃ, ποσῶς δὲ στύφῃ.

  74. 2.74.1.1

    74 οἴσυπος δὲ λέγεται τὸ ἐκ τῶν οἰσυπηρῶν ἐρίων λίπος, ὃν σκευάσεις οὕτως· λαβὼν ἔρια μαλακὰ οἰσυπηρὰ ἔκπλυνον μὴ ἐστρουθισμένα θερμῷ ὕδατι, ἅμα ἐκθλίβων πᾶσαν τὴν ῥυπαρίαν, ἣν βαλὼν εἰς κρατῆρα πλατύστομον καὶ ἐπιχέας ὕδωρ ἀνάχει ἀρυτῆρι ῥαγδαίως, ἕως ἂν ἀφρίσῃ, ἢ ξύλῳ ἀνατάρασσε εὐτόνως, μέχρις ἂν ὁ πολὺς ἀφρὸς καὶ λιπαρὸς συλλεγῇ· εἶτα κατάρραινε θαλάσσῃ, καὶ ὅταν καταστῇ τὸ ἐπινηχόμενον λίπος, ἀναλάμβανε εἰς ἕτερον κεραμεοῦν ἀγγεῖον, ἐπιχέας τε ὕδωρ εἰς τὸν κρατῆρα πάλιν τάρασσε καὶ κατάρραινε τῇ θαλάσσῃ τὸν ἀφρὸν καὶ ἀναλάμβανε, καὶ τὸ αὐτὸ ποίει, ἄχρι ἂν μηκέτι ἀφρὸς ἐφιιστῆται δαπανηθέντος τοῦ λίπους.

  75. 2.74.2.1

    τὸν μέντοι ἀνῃρημένον 2 οἴσυπον τῇ χειρὶ μαλάξας παραχρῆμα ἀναιροῦ, εἴ τινα ἔχει ἀκαθαρσίαν, στραγγίζων τὸ πρῶτον ὕδωρ καὶ ἄλλο ἐπιχέων καὶ κινῶν τῇ χειρί, ἄχρι ἂν οὗ καθαρὸς καὶ λευκὸς φανῇ, οὕτως τε ἀποτίθεσο ἐν ἀγγείῳ κεραμεῷ· ἐν ἡλίῳ δὲ θερινῷ γινέσθω πάντα. ἔνιοι δὲ διηθήσαντες τὸ λίπος πλύνουσιν ἐν ὕδατι ψυχρῷ, ταῖς χερσὶν ἀνατρίβοντες ὡς τὴν κηρωτὴν αἱ γυναῖκες· γίνεται δὲ ὁ τοιοῦτος λευκότερος.

  76. 2.74.3.1

    οἱ δὲ πλύναντες 3 τὰ ἔρια καὶ ἐκθλίψαντες τὸν ῥύπον ἕψουσι μεθʼ ὕδατος ἐν λέβητι πυρὶ κούφῳ, καὶ τὸ ἐφιστάμενον λίπος ἀφαιροῦντες πλύνουσιν ὕδατι, ὥσπερ εἴρηται, καὶ διυλίσαντες εἰς λοπάδιον κεραμεοῦν ἔχον ὕδωρ θερμὸν λινῷ τε ῥάκει περιπωμάσαντες τιθέασιν ἐν ἡλίῳ, μέχρι ἂν αὐταρκῶς παχὺς γένηται καὶ λευκός· ἔνιοι δὲ διὰ δύο ἡμερῶν ἀποχέοντες τὸ πρῶτον ὕδωρ ἄλλο ἐπιχέουσιν. ἐστι δὲ βελτίων ὁ ἀστρούθιστος καὶ λεῖος, ὄζων ἐρίων οἰσυπηρῶν, ἀνατριβόμενός τε μεθʼ ὕδατος ψυχροῦ ἐν μύακι καὶ λευκαινόμενος καὶ οὐδὲν ἔχων ἐν ἑαυτῷ σκληρὸν ἢ συνεστηκὸς ὥσπερ ὁ δολιζόμενος κηρωτῇ ἢ στέατι.

  77. 2.74.4.1

    δύναμιν δὲ ἔχει θερμαντικήν, πληρωτικὴν ἑλκῶν, μαλακτικήν, 4 καὶ μάλιστα τῶν περὶ δακτύλιον καὶ ὑστέραν σὺν μελιλώτῳ καὶ βουτύρῳ, καὶ ἔμμηνα καὶ ἔμβρυα ἐν ἐρίῳ προστιθέμενος ἄγει, πρός τε τὰ ἐν ὠσὶ καὶ αἰδοίῳ σὺν χηνείῳ στέατι. ποιεῖ δὲ καὶ πρὸς περιβεβρωμένους κανθούς καὶ ψωρώδεις καὶ βλέφαρα τετυλωμένα καὶ τριχορροοῦντα.

  78. 2.74.5.1

    καίεται δὲ ἐπ ὀστράκου καινοῦ, 5 μέχρι ἂν τεφρωθὲν ἀποβάλῃ τὸ λίπος· συνάγεται δὲ καὶ λιγνὺς ἐξ αὐτοῦ, ὡς ὑπεδείξαμεν (I 68), ἁρμόζουσα πρὸς τὰ ὀφθαλμικά.

  79. 2.75.1.1

    75 πιτύα λαγωοῦ ἁρμόζει λαμβανομένη σὺν οἴνῳ ὁλκὴ τριωβόλου πρὸς θηριοδήκτους καὶ κοιλιακοὺς καὶ δυσεντερικοὺς καὶ πρὸς ῥοικὰς γυναῖκας καὶ πρὸς αἷματος θρόμβωσιν καὶ ἀναγωγὰς τὰς ἐκ θώρακος, προστιθεμένη δὲ μετὰ τὴν κάθαρσιν τῇ μήτρᾳ μετὰ βουτύρου συλλήψει συνεργεῖ, ποθεῖσα δὲ μετὰ τὴν ἄφεδρον ἀτόκιόν ἐστιν. ἡ δὲ τοῦ ἵππου, ὐπʼ ἐνίων δὲ ἱππάκη καλουμένη, ἰδίως ἁρμόζει ἐπὶ κοιλιακῶν καὶ δυσεντερικῶν.

  80. 2.75.2.1

    2 ἐρίφου δὲ καὶ ἀρνὸς καὶ νεβροῦ καὶ δορκάδος καὶ πλατυκέρωτος καὶ δόρκου καὶ ἐλάφου καὶ μόσχου καὶ βουβάλου ὁμοίαν ἔχουσι δύναμιν, ἁρμόζουσαν πρὸς ἀκονίτου πόσιν σὺν οἴνῳ λαμβανόμεναι καὶ πρὸς γάλακτος θρόμβωσιν μετʼ ὄξους. ἡ δὲ τοῦ νεβροῦ ἰδίως μετὰ τὰς καθάρσεις προστεθεῖσα ἐπὶ τρεῖς ἡμέρας ἀτόκιόν ἐστιν. ἡ δὲ τῆς φώκης ἔοικε κατὰ τὴν δύναμιν τῷ καστορίῳ, δοκεῖ δὲ ἁρμόζειν μάλιστα ἐπιλημπτικοῖς καὶ ὑστερικαῖς πνιξὶ πινομένη.

  81. 2.75.3.1

    3 δοκιμάζεται δέ, εἰ ἔστι φώκης, τὸν τρόπον τοῦτον· λαβὼν πιτύαν ζῴου τινός, μάλιστα δὲ ἀρνός, καὶ ἐπιχέας ὕδωρ ἔασον βραχὺν χρόνον, καὶ μετὰ ταῦτα ἐπίχει τὸ ἀπόβρεγμα κατὰ τῆς πιτύας τῆς φώκης· ἡ γὰρ ἀληθινὴ ἐξυδατοῦται ταχέως, ἡ δὲ μὴ τοιαύτη διαμένει ὁμοία. λαμβάνεται δὲ ἐκ τῆς φώκης πιτύα μηδέπω δυναμένων τῶν σκύμνων νήχεσθαι. κοινῶς δὲ πᾶσα πιτύα πήσσει μὲν τὰ διαλελυμένα, λύει δὲ τὰ συνεστῶτα.

  82. 2.76.1.1

    76 στέαρ πρὸς μὲν τὰ περὶ μήτραν ἁρμόζει τὸ νεαρὸν χήνειον ἢ ὀρνίθειον καὶ δίχα ἁλῶν τεθεραπευμένον, πολέμιον δὲ ὑστέρᾳ τὸ ἡλισμένον καὶ τὸ τῷ χρόνῳ μεταβεβληκὸς εἰς δριμύτητα. πρόσφατον δὲ τούτων λαβών τι καὶ ἐξυμενίσας ἔμβαλε εἰς λοπάδα καινὴν κεραμεᾶν, δὶς τοσοῦτον χωροῦσαν ἢ ὅσον ἐστὶ τὸ μέλλον θεραπεύεσθαι, εἶτα θεὶς εἰς ὀξύτατον ἥλιον τὸ ἀγγεῖον κεκαλυμμένον ἐπιμελῶς, ὑπὸ χεῖρα τὸ ἀποτηκόμενον ἀπήθει εἰς ἕτερον ἀγγεῖον ὀστράκινον, ἕως ἂν ἅπαν δαπανήσῃ τοῦτο δὲ εἰς κατάψυχρον τόπον ἀποτίθεσο καὶ χρῶ.

  83. 2.76.2.1

    τινὲς δὲ 2 ἀντὶ τοῦ ἡλίου ὑπὲρ ὕδατος θερμοῦ ἐπερείδονται τὴν λοπάδα ἢ ἐπὶ λεπτῆς καὶ μαλακῆς ἀνθρακιᾶς. ἐστι δὲ καὶ ἄλλος τρόπος θεραπείας τοιοῦτος μετὰ τὸ ἐξυμενισθῆναι τὸ στέαρ λεαίνεται καὶ εἰς λοπάδα ἐμβληθὲν τήκεται, ἁλὸς ὀλίγου καὶ λεπτοῦ προσεμπασθέντος, εἶτα διὰ ῥάκους λινοῦ ὑλισθὲν ἀποτίθεται. ἁρμόζει δὲ τὸ τοιοῦτον εἰς τὰ ἄκοπα.

  84. 2.76.2.2

    ὔειον δὲ καὶ ἄρκειον θεραπεύεται οὕτως· λαβὼν τὸ πρόσφατον καὶ καταπίμελον, οἷόν ἐστι τὸ νεφριαῖον, ἔμβαλε 8 εἰς ὕδωρ δαψιλὲς ὄμβριον ὡς ὅτι ψυχρότατον καὶ ἐξυμένισον καὶ τρῖβε ταῖς χερσὶν ἐπιμελῶς, ἀνατρίβων αὐτὸ καὶ οἱονεὶ ἀποψήχων·

  85. 2.76.3.1

    3 εἶτα ἑτέρῳ ὕδατι πολλάκις ἀποκλύσας δὸς εἰς χύτραν κεράμεᾶν τὸ διπλάσιον χμροῦσαν, ἐπιχέας τε ὕδωρ, ὡς ὑπερέχειν τοῦ στέατος, θὲς ἐπὶ κούφης ἀνθρακιᾶς καὶ κίνει σπάθῃ. ὅταν δὲ τακῇ, διηθήσας αὐτὸ διʼ ἡθμοῦ εἰς ὕδωρ, καὶ ἐάσας ψυγῆναι πάλιν ἐστραγγισμένον ἐπιμελῶς ἀπόδος εἰς τὴν χύτραν προπεπλυμένην , ἐπιχέας τε ὕδωρ τῆξον πραέως, καὶ καθελὼν μικρόν τε ἐάσας τὴν τρύγα ὑποστῆναι κατάχεον εἰς θυίαν νενοτισμένην σπόγγῳ. ὅταν δὲ παγῇ, ἀνελόμενος καὶ τὴν πρὸς τῷ πυθμένι ἀκαθαρσίαν ἀφελὼν τῆξον ἐκ τρίτου χωρὶς ὕδατος, καὶ κατεράσας εἰς θυίαν καθαρίσας τε ἔμβαλε εἰς κεραμεοῦν ἀγγεῖον καὶ πωμάσας ἀπόθου εἰς κατάψυχρον τόπον.

  86. 2.76.4.1

    4 τράγειον δὲ καὶ προβάτειον, ἔτι δὲ καὶ ἐλάφειον θεραπεύεται οὕτως. λαβών, σἶον προείρηται, στέαρ οἰουτινοσοῦν αὐτῶν καὶ πλύνας ἐξυμενίσας τε, ὡς προείρηται ἐπὶ τοῦ ὑείου, δὸς εἰς θυίαν μαλάττειν καὶ τρῖβε, κατʼ ὀλίγον ὕδωρ ἐπιχέων, ἄχρι ἂν μήτε αἱμάλωψ ἐκκρίνηται μήτε λάμπη ἐπιπλέῃ λαμπρόν τε γένηται. λοιπὸν ἐμβαλὼν αὐτὸ εἰς κεραμεᾶν χύτραν καὶ προσεπιδούς ὕδωρ ὥστε ὑπερέχειν θὲς ἐπὶ κούφης ἀνθρακιᾶς καὶ κίνει. ὅταν δὲ τακῇ ἅπαν, κατεράσας αὐτὸ εἰς ὕδωρ καὶ ψύξας πλύνας τε τὴν χύτραν ἐκ δευτέρου τῆκε καὶ τὰ αὐτὰ ποίει τοῖς προειρημένοις.

  87. 2.76.5.1

    5 τὸ δὲ τρίτον χμωρὶς ὕδατος τήξας εἰς νενοτισμένην θυίον ἀπήθησον καὶ ψυγὲν ἀποτίθεσο, ὡς ἐλέγετο ἐπὶ τοῦ ὑείου.

  88. 2.76.5.2

    καὶ τοῦ βοείου δὲ στέατος ἐξυμενιστέον τὸ νεφριαῖον καὶ θαλάττῃ πελαγίᾳ πλυτέον, εἶτα εἰς ὅλμον ἐμβλητέον καὶ κοπτέον ἐπιμελῶς, ἐπιρραινομένης τῆς θαλάττης. ὅταν δὲ διαλυθῇ ἅπαν, εἰσβλητέον αὐτὸ εἰς χύτραν κεραμεᾶν καὶ θάλασσαν ἐπιχυτέον, ὡς ὑπερέχειν μὴ ἦττον σπιθαμῆς, ἑψητέον τε, ἄχρι

  89. 2.76.6.1

    τὴν ἰδίαν ὀσμὴν ἀποβάλῃ· εἶτα πρὸς μίαν μνᾶν τοῦ στέατος 6 Ἀττικὴν κηροῦ Τυρρηνικοῦ ὁλκὰς τέτταρας ἐμβλητέον καὶ διηθητέον, ἀφαιρετέον τε τὴν προσκαθημένην ἐν τῳ πυθμένι ἀκαθαρσίαν καὶ εἰς λοπάδα καινὴν ἀποθετέον· εἶτα εἰς ἥλιον καθ᾿ ἡμέραν κομιστέον περιεσκεπασμένον, ὅπως ἀπολευκανθῇ καὶ τὴν δυσωδίαν ἀποβάλῃ.

  90. 2.76.6.2

    τὸ δὲ ταύρειον θεραπευτέον οὕτως· λαβὼν καὶ τούτου τὸ πρόσφατον καὶ νεφριαῖον ἔκπλυνον ποταμίῳ ῥεύματι, ἐξυμενίσας τε δὸς εἰς χύτραν κεραμεᾶν καινήν, ἁλὸς ὀλίγον προσεμπάσας,

  91. 2.76.7.1

    καὶ τῆκε· εἶτα εἰς ὕδωρ διαυγὲς ἀπηθήσας, ὅταν ἀρχὴν λαμβάνῃ 7 πήξεως, ταῖς χερσὶ πάλιν ἔκπλυνον σφοδρῶς τρίβων. τοῦ μὲν ἀποχεομένου ὕδατος τοῦ δὲ ἐπιχεομένου, ἄχρι ἂν πλυθῇ καλῶς, καὶ πάλιν εἰς χύτραν ἐμβαλών ἕψε μετʼ οἴνου ἴσου εὐώδους. ὡς δ᾿ ἂν ζέσῃ δίς, ἄρας ἀπὸ τοῦ πυρὸς τὴν χύτραν ἔασον ἐννυκτερεῦσαι τὸ στέαρ ἐνθάδε· τῇ δ᾿ ἐχομένη ἐάν τι τῆς δυσωδίας ὑπολείπηται, ἀνελόμενος τὸ προειρημένον εἰς ἑτέραν χύτραν καινὴν προσεπίχεον οἶνον εὐώδη καὶ τὰ αὐτὰ τοῖς προειρημένοις ποίει, ἕως ἂν ἅπασαν τὴν δυσωδίαν ἀποβάλῃ.

  92. 2.76.8.1

    τήκετοι 8 δὲ καὶ χωρὶς ἀλῶν ἐπ᾿ ἐνίαις διαθέσεσιν, ἐν αἶς οὗτοι ἐναντιοῦνται· γίνεται μέντοι τὸ οὕτως σκευασθὲν οὐκ ἄγαν λευκόν, ὡσαύτως δὲ καὶ παρδάλειον σκευαστέον καὶ λεόντειον συάγρειόν τε καὶ καμήλεον καὶ ἵππειον καὶ τὰ ὅμοια.

  93. 2.76.8.2

    ἀρωματιστέο΄ν δὲ στέαρ μόσχειον καὶ ταύρειον, ἔτι δὲ ἐλάφειον καὶ μυελὸν τοῦδε τοῦ ζῴου τὸν τρόπον τοῦτον· ἐξενίσας τὸ μέλλον εὐωδιάζεσθαι καὶ πλύνας, ὡς προείρηται, σύζεσον οἴνῳ ἀθαλάσσῳ τε καὶ εὐώδει, εἶτα ἀνελόμενος καὶ ἐννυκτερεῦσαι ἀφφὶς ἕτερον οἶνον ἀπὸ τοῦ αὐτοῦ γένους ἐπίχεε τῷ πλήθει τοσοῦτον, ὅσον ἦν ὁ ἔμπροσθεν δοθείς, καὶ τήξας ἀποκογχίσας τε ἐπιμελῶς, πρὸς ἐννέα κοτύλας τοῦ στέατος ἔμβολε

  94. 2.76.9.1

    9 σχοίνου Ἀραβικῆς ὁλκὰς ἑπτά· ἐὰν δὲ εὐωδέστερον ποιῆσαι θέλῃς, τοῦ ἄνθους ὁλκὰς τεσσαράκοντα, προσαπόδος δὲ καὶ φοίνικος καὶ καλάμου τὰς ἴσας ὁλκάς, ἀσπαλάθου τε καὶ ξυλοβαλσάμου ἀνὰ ὁλκὴν μίαν μεῖξον δὲ καὶ καρδαμώμου καὶ νάρδου καὶ κασσίας καὶ κιναμώμου ἀνὰ οὐγγίαν μίαν — πάντα δὲ ἔστω ὁλοσχερέστερον κεκομμένα — εἶτα ἐπιδούς οἶνον εὐώδη ἀπέρεισαι ἐπ ἀνθράκων πεπωμασμένον τὸ ἀγγεῖον καὶ σύζεσον τρίς, ἄρας τε ἀπὸ τοῦ πυρὸς ἔασον ἐννυκτερεῦσαι αὐτό· τῇ δ᾿ ἐχομένῃ ἀπόχεε τὸν οἶνον καὶ ἄλλον ἐπιδοὺς τοῦ αὐτοῦ γένους σύζεσον ὁμοίως ἔτι τρὶς καὶ ἄφες.

  95. 2.76.10.1

    10 πρωὶ δὲ ἀνελόμενος τὸ στέαρ ἀπόχεε τὸν οἶνον, ἐκπλύνας τε τὸ ἀγγεῖον καὶ καθάρας τὸ πρὸς τῳ πυθμένι καὶ τήξας διυλίσας τε αὐτὸ ἀπόθου καὶ χρῶ.

  96. 2.76.10.2

    ἀρωματίζεται δὲ καὶ τὸ τεθεραπευμένον τὸν αὐτὸν τρόπον. προστύφεται δὲ τὰ προειρημένα στέατα πρὸς τὸ ῥᾳδίως δέξασθαι τὴν τῶν ἀρωμάτων δύναμιν ρὕτως· λαβὼν αὐτῶν ὅ τι ἂν αἱρῇ ζέσον ἅμα οἴνῳ, συγκαθεὶς μυρσίνης κλάδον ἕρπυλλόν τε καὶ κύπερον, ἔτι δὲ ἀσπάλαθον ὁλοσχερέστερον συγκοπέντα· τινὲς δὲ ἐνὶ τούτων ἀρκοῦνται. ὅταν δὲ τὸ τρίτον ἀναζέσῃ, ἀνελόμενος πραέως καὶ δι᾿ ὀθόνης ὑλίσας ἀρωμάτιζε, ὡς δεδήλωται.

  97. 2.76.11.1

    ἔτι δὲ καὶ οὕτως πρόστυφε τὰ στέατα κόψας ὅ τι ἂν 11 αὐτῶν θέλῃς — πρόσφατον δὲ καὶ ἀμιγὲς αἵματος τά τε ἄλλα ἔχον, ἃ πολλάκις εἴρηται — καὶ ἐμβαλὼν εἰς λοπάδα καινὴν ἐπιχέας τε οἶνον παλαιὸν λευκὸν εὐώδη, ὡς ὑπερέχειν δακτύλους ὀκτώ, σύζεσον ἐλαφρῷ χρώμενος πυρί, ἕως τὴν σύμφυτον ὀσμὴν ὀποβάλῃ καὶ μᾶλλον οἰνίζῃ. εἶτα καθελὼν τὸ ἀγγεῖον καὶ ψύξας ἀνελοῦ τοῦ στέατος μνᾶς δύο καὶ ἐμβαλών εἰς λοπάδα προσεπιδούς τε τοῦ αὐτοῦ οἴνου κοτύλας τέσσαρας καὶ λωτίνου καρποῦ, οὖ τοῖς ξύλοις οἱ αὐλοποιοὶ χρῶνται, κεκομμένου μνᾶς τέσσαρας ἕψε πυρὶ κούφῳ διηνεκῶς κινῶν.

  98. 2.76.12.1

    ὅταν 12 δὲ τὴν στεατώδη ἀποφοράν ἀποβάλῃ πᾶσαν, διυλίσας αὐτὸ ψῦχε, καὶ λαβὼν ἀσπαλάθου κεκομμένου μνᾶν μίαν, ἀμαρακίνου δὲ ἄνθους μνᾶς τέσσαρας οἴνῳ φύρασον παλαιῷ καὶ ἔασον μίαν νύκτα συμπιεῖν τῇ δ᾿ ἐχομένη εἰς χύτραν κεραμεᾶν τριχουνιαίαν καινὴν κάθες ταῦτα καὶ τὸ στέαρ, προσαπόδος δὲ καὶ οἴνου χοέως ἥμισυ καὶ σύζεσον ἅπαντα ὁμοῦ· ὅταν δὲ πάντων τῶν στυμμάτων τὴν δύναμιν καὶ τὴν ὀσμὴν ἀπολάβῃ τὸ στέαρ, καθελὼν αὐτὸ καὶ διυλίσας πῆξον ἀπόθου τε. ἐὰν δὲ εὐωδέστερον ποιῆσαι θέλῃς, μίσγε σμύρνης τῆς λιπαρωτάτης ὀκτὼ ὁλκὰς οἴνῳ διειμένας πολυετεῖ.

  99. 2.76.13.1

    13 τὸ δὲ ὀρνίθειον καὶ χήνειον στέαρ οὔτως ἂν εὐωδια\σθείη· σθείη· λαβὼν οἵουτινος αὐτῶν τεθεραπευμένου κοτύλας τέσσαρας καὶ καθεὶς εἰς ὀστρακίνην χύτραν πρόσμειξον ἐρυσισκήπτρου καὶ ξυλοβαλσάμου, ἔτι δὲ φοίνικος ἐλάτης καὶ καλάμου ὁλοσχερῶνς κεκομμένων ἀνὰ δραχμάς δεκαδύο, ἐπιδούς τε οἴνου Λεσβίου παλαιοῦ κύαθον ἕνα θὲς ἐπ᾿ ἀνθρακιᾶς καὶ σύζεσον τρίς· εἶτα ἀνελόμενος ἀπὸ τοῦ πυρὸς τὸ ἀγγεῖον καὶ ἐάσας ψυγῆναι τὰ ἐν αὐτῷ ἡμέραν καὶ νύκτα, τῇ ἐχομένη τῆξον αὐτά, καὶ διὰ ῥάκους λινοῦ καὶ καθαροῦ ὕλισον εἰς ἀργυροῦν ἀγγεῖον.

  100. 2.76.14.1

    14 ὅταν δὲ παγῇ, ἀνελόμενος κόγχῳ τὸ προειρημένον εἰς κεραμεοῦν ἀγγεῖον βάλε καὶ πωμάσας στεγανῶς ἀπόθου ἐν καταψύχρῳ τόπῳ· χειμῶνος δὲ ταῦτα δραστέον, ἐν γάρ θέρει οὐ πήγνυται. τινὲς δὲ πρὸς τὴν σύστασιν αὐτοῦ καὶ τὴν πῆξιν βραχύ κηροῦ Τυρρηνικοῦ μίσγουσιν. τῳ δὲ αὐτῷ τρόπῳ ἀρωματιστέον καὶ τὸ ὕειον καὶ ἄρκειον καὶ τά ὅμοια.

← Previous · Next → — showing 401500 of 1,966

First Thousand Years of Greek. CTS URN tlg0656.tlg001.1st1K-grc1. Via the Perseus Digital Library / Open Greek and Latin TEI corpora. Licence: Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License. Source.