De materia medica
- 1.66.106.2.2
καὶ ἡ φηγὸς δὲ καὶ ἡ πρῖνος εἴδη ὄντα δρυὸς ἐοικότα ἐνεργεῖ τῆς δὲ ῥίζης τῆς πρίνου φλοιὸς σὺν ὕδατι ἑψηθείς, ἄχρις οὗ τακηρὸς γένηται, καὶ ἐπιπλασθεὶς νύκτα ὅλην τρίχας μελαίνει προαποσμηχθείσας Κιμωλίᾳ γῇ.
- 1.66.106.3.1
3 ἁρμόζει δὲ τὰ φύλλα πάντων λεῖα κοπέντα οἰδήμασι, καὶ τὰ ἄτονα δὲ μέρη κρατύνει.
- 1.66.106.3.2
αἱ δὲ Σαρδιαναὶ βάλανοι, ἄς τινες λόπιμα ἢ καστανίας ἢ μότα ἡ Διὸς βαλάνους καλοῦσι, στύρουσι καὶ αὐταί, τῶν ὁμοίων τέ εἰσι δραστικαί, καὶ μάλιστα ὁ μεταξὺ τῆς σαρκὸς καὶ τοῦ λέπους φλοιός. ἡ δὲ σὰρξ καὶ τοῖς ἐφήμερον πεπωκόσιν ἁρμόζει.
- 1.66.107.1.1
107 κηκὶς καρπός ἐστι δρυός, ἦς ἡ μέν τις ὀμφακῖτις καλουμένη μικρὰ καὶ κονδυλώδης, στιβαρά, ἀτρύπητος, ἡ δέ τις λεία καὶ κούφη καὶ τετρημένη. ἐκλέγεσθαι δὲ δεῖ τὴν ὀμφακῖτιν, ἐνεργεστέραν οὖσαν.
- 1.66.107.1.2
ἀμφότεραι δὲ στύφουσιν ἱκανῶς καὶ στέλλουσι λεῖαι τὰς ὑπερθαρκώσεις ῥευματισμούς τε οὔλων καὶ κιονίδος καὶ τὰς ἐν στόματι ἄφθας. τὸ δὲ μέσον αὐτῶν βρώματι ὀδόντων ἐντεθὲν παύει τὰς ὀδύνας, γίνονταί τε καὶ ἴσχαιμοι καεῖσαι ἐπʼ ἀνθράκων ἄχρι πυρώσεως καὶ κατασβεσθεῖσαι οἴνῳ ἢ ὄξει ἢ ὀξάλμῃ.
- 1.66.107.2.1
2 τὸ δὲ ἀπόζεμα αὐτῶν ποιεῖ εἰς ἐγκαθίσματα πρὸς προπτώσεις ὑστέρας καὶ ῥευματισμούς. μελαίνουσι δὲ καὶ τρίχας ἀποβραχεῖσαι ἐν ὄξει ἢ ὕδατι· ἁρμόζουσι δὲ καὶ δυσεντερικοῖς καὶ κοιλιακοῖς ἐπιπαττόμεναι ὕδατι λεῖαι ἢ οἴνῳ καὶ πινόμεναι τοῖς τε προσοψήμασι μειγνύμεναι ἢ προαφεψόμεναι ὅλαι ἐν τῷ ὕδατι, εἰς ὃ μέλλει τι ἕψεσθαι τῶν ἁρμοζόντων πρὸς αὐτούς. καὶ καθόλου ὅπου τι δεῖ στῦψαι ἢ στῆσαι ἢ ἀναξηρᾶναι, παραλαμβάνεσθαι ἁρμόζει τὴν χρῆσιν αὐτῶν.
- 1.66.108.1.1
108 ῥοῦς ὁ ἐπὶ τὰ ὄψα, ὃν ἔνιοι ἐρυθρὸν καλοῦσι, καρπός ἐστι τῆς καλουμένης βυρσοδεψικῆς ῥοός, ἥτις ὠνομάσθη ἐκ τοῦ τοὺς βυρσοδέψας αὐτῇ χρῆσθαι εἰς τὴν στύψιν τῶν δερμάτων. ἔστι δὲ δενδρύφιον, φυόμενον ἐπὶ πέτραις, ὡς δίπηχυ, ἐφʼ οὗ φύλλα ἐπιμήκη, ὑπέρυθρα, τὴν περιφέρειαν ἐντετμημένα πριονοειδῶς καρπὸς δὲ βοτρυδίοις ἐοικώς, πυκνός, κατὰ μέγεθος τερμίνθου, ὑπόπλατυς, οὗ τὸ περικείμενον φλοιῶδές ἐστιν εὔχρηστον.
- 1.66.108.2.1
δύναμιν δὲ ἔχει τὰ φύλλα στυπτικήν, ποιοῦσαν πρὸς ἃ καὶ 2 ἡ ἀκακία. μελαίνει δὲ τρίχας τὸ ἀφέψημα, δυσεντερίας τέ ἐστιν ἔγκλυσμα καὶ πόμα καὶ ἐγκάθισμα, καὶ ὤτων πυορροούντων ἔγκλυσμα, πτερύγιά τε καὶ φαγεδαίνας ἐπέχει καταπλασσόμενα τὰ φύλλα μετʼ ὄξους ἢ μέλιτος. καὶ τὸ χύλισμα δὲ τῶν φύλλων, ξηρῶν ἑψομένων σὺν ὕδατι ὥσπερ τὸ λύκιον ἄχρι μελιτώδους συστάσεως, ἁρμόζει πρὸς ὅσα καὶ τὸ λύκιον.
- 1.66.108.3.1
καὶ ὁ καρπὸς 3 δὲ τὰ αὐτὰ ποιεῖ, ἁρμόζων ἐν προσοψήμασι κοιλιακοῖς καὶ δυσεντερικοῖς, ἀφλέγμαντά τε τηρεῖ σὺν μέλιτι καταπλασθεὶς θλάσματα, ἀποσύρματα, πελιώματα, γλώττης τε τραχύτητας σμήχει σὺν μέλιτι καὶ λευκὸν ῥοῦν ἵστησιν, αἱμορροίδας τε θεραπεύει μετὰ δρυίνου ἄνθρακος λείου ἐπιτιθέμενος. καὶ τούτου δὲ τὸ ἀπόβρεγμα ἑψόμενον συνίσταται, ποιοῦν βέλτιόν πως τοῦ καρποῦ. φέρει δὲ καὶ κόμμι, ὅπερ ἐντίθεται τοῖς βρώμασι τῶν ὀδόντων πρὸς ἀπονίαν.
- 1.66.109.1.1
109 φοῖνιξ ἐν Αἰγύπτῳ γίνεται· τρυγᾶται δὲ μεσοπορούσης τῆς κατὰ τὴν ὀπώραν ἀκμῆς, παρεμφέρων τῇ Ἀραβικῇ μυροβαλάνῳ, πτῶμα δὲ λέγεται, τῷ χρώματι χλωρός, ἐμφερὴς κυδωνίῳ κατὰ τὴν ὀσμήν· εἰ δὲ ἀφεθείη πεπαινόμενος, γίνεται φοινικοβάλανος.
- 1.66.109.1.2
ἐστι δὲ στρυφνός, στυπτικός, ὅδεν πινόμενος σὺν οἴνῳ αὐστηρῷ ποιεῖ πρὸς διάρροιαν καὶ ῥοῦν γυναικεῖον· ἵστησι δὲ καὶ αἱμορροίδας καὶ τραύματα κολλᾷ καταπλασθείς. αἱ δὲ φοινικοβάλανοι χλωραὶ στυπτικώτεραι τυγχάνουσι τῶν ξηρῶν, κεφαλαλγεῖς δέ εἰσι καὶ πλείονες βρωθεῖσαι μεθύσκουσιν.
- 1.66.109.2.1
2 αἱ δὲ ξηραὶ βοηθοῦσιν αἱμοπτυικοῖς, στομαχικοῖς, δυσεντερικοῖς καὶ τοῖς περὶ κύστιν καταπλασσόμεναι λεῖαι μετὰ κυδωνίου καὶ κηρωτῆς οἰνανθίνης, μάλιστα δὲ αἱ καρυὼτιδες ἐσθιόμεναι ἀρτηριῶν τραχύτητας ἰῶνται.
- 1.66.109.2.2
τῶν δὲ Θηβαικῶν τὸ ἀφέψημα ποθὲν παύει καύσωνα, καὶ τὰς δυνάμεις ἀνακτᾶται μετὰ ὑδρομέλιτος παλαιοῦ λαμβανόμενον· καὶ αὐταὶ δὲ βρωθεῖσαι τὸ αὐτὸ ποιοῦσι. γίνεται δὲ καὶ οἶνος ἐξ αὐτῶν τὸ αὐτὸ δυνάμενος τῷ καρπῷ καὶ καθʼ ἑαυτὸ ποθὲν τὸ ἀφέψημα αὐτῶν καὶ ἀναγαργαριζόμενον ἱκανῶς στύφει καὶ στέλλει.
- 1.66.109.3.1
3 οἱ δὲ πυρῆνες τῶν φοινίκων καίονται ἐν ὠμῇ χύτρᾳ καθάπερ καὶ τὰ ἄλλα πάντα, εἶτα σβεσθέντες οἴνῳ πλύνονται καὶ εἰς ἀντίσποδα. εὐθετοῦσι δὲ εἰς καλλιβλέφαρα, κἂν μὴ αὐτάρκως καῶσι, πάλιν τὸ αὐτὸ γίνεται.
- 1.66.109.3.2
δύναμιν δὲ ἔχουσι στυπτικήν, παρεμπλαστικήν, ποιοῦσαν πρὸς τὰς ἐν ὀφθαλμοῖς φλυκτίδας, σταφυλώματα, μίλφους σὺν νάρδῳ· σὺν οἴνῳ δὲ στέλλουσι καὶ ὑπερσαρκώματα καὶ ἀπουλοῦσιν ἕλκη. εὐθετοῦσι δὲ μάλιστα οἱ ἀπ᾿ Αἰγύπτου οἱ ἐκ τῶν χαμαιζήλων φοινίκων.
- 1.66.109.4.1
φοῖνιξ, ὃν ἔνιοι ἐλάτην ἢ σπάθην καλοῦσι, περικάλυμμά 4 ἐστι τοῦ καρποῦ τῶν φοινίκων ἀκμὴν ἀνθούντων χρῶνται δὲ αὐτῷ οἱ μυρεψοὶ εἰς τὰς τῶν μύρων στύψεις. ἔστι δὲ αὐτῆς κρατίστη ἡ εὐώδης, στύφουσα, βαρεῖα, μεμυκυῖα, λιπαρὸν ἔχουσα τὸ ἐντός.
- 1.66.109.4.2
δύναμιν δὲ ἔχει στυπτικήν, ἐφιστῶσαν τὰ νεμόμενα τῶν ἑλκῶν, χαλάσματά τε ἄρθρων συνάγει λεία μαλάγμασι μιγεῖσα καὶ καταπλάσμασιν. ὠφελεῖ δὲ καὶ ὑποχόνδρια καὶ στόμαχον ἀτονοῦντα καὶ ἡπατικὰς διαθέσεις μειγνυμένη τοῖς ἁρμόζουσι τῶν καταπλασμάτων.
- 1.66.109.5.1
μελαίνει δὲ καὶ τρίχας τὸ ἀφέψημα αὐτῆς 5 σμηχόμενον συνεχῶς, ποτιζόμενον δὲ νευρικοῖς νεφριτικοῖς καὶ τοῖς περὶ κύστιν καὶ σπλάγχνα ἁρμόζει, κοιλίαν τε καὶ ὑστέραν ῥευματιζομένην ἵστησιν. ἁπαλὴ δὲ σὺν ῥητίνῃ καὶ κηρῷ ἐπιτεθεῖσα καὶ ἐαθεῖσα ἡμέρας εἵκοσι ψώρας θεραπεύει. καὶ ὁ περιεχόμενος δὲ ὑπʼ αὐτῆς καρπὸς ἐλάτη καλεῖται, ὑπʼ ἐνίων δὲ βόρασσος, καὶ αὐτὸς δὲ στυπτικὸς ὑπάρχων τὸ αὐτὸ δύναται τῇ σπάθῃ χωρὶς τῆς ἐν τοῖς μύροις εὐχρηστίας. καὶ τὸ ἐγκάρδιον δὲ τοῦ πρέμνου λευκὸν πρόσφατον βιβρωσκόμενον καὶ ἀφεψόμενον ποιεῖ πρὸς ὅσα καὶ ὁ βόρασσος.
- 1.66.110.1.1
110 ῥόα πᾶσα εὔχυλος, εὐστόμαχος, ἄτροφος. τούτων μέντοι ἡ γλυκεῖα εὐστομωτέρα, θερμασίαν ποσὴν ἐγγεννῶσα περὶ στόμαχον καὶ πνευματοῦσα, ὅθεν ἐστὶν ἐπὶ τῶν πυρεσσόντων ἄθετος ἡ δὲ ὀξεῖα καυσουμένῳ στομάχῳ βοηθεῖ, καὶ ἔστιν οὐρητική, ἄστομος δὲ καὶ στυπτική· ἡ δὲ οἰνώδης μέσην ἔχει δύναμιν.
- 1.66.110.2.1
2 τῆς δὲ ὀξείας ὁ πυρὴν ξηρανθεὶς ἐν ἡλίῳ καὶ ἐπιπαττόμενος προσοψήμασι καὶ συνεψόμενος κοιλίαν καὶ στομάχου ῥεῦμα ἷστησιν, ἀποβραχεὶς δὲ ἐν ὀμβρίῳ ὕδατι αἱμοπτυικοὺς ὠφελεῖ πινόμενος, καὶ εἰς ἐγκάθισμα δυσεντερικῶν καὶ ῥοικῶν ἁρμόζει. εὔχρηστον δὲ τὸ ἀπόθλιμμα τῶν πυρήνων ἑψηθὲν καὶ μιγὲν μέλιτι πρός τε τὰ ἐν στόματι καὶ αἰδοίῳ καὶ ἕδρᾳ ἕλκη καὶ πτερύγια τὰ ἐν δακτύλοις, νομάς τε καὶ ὑπεροχὰς καὶ ὠταλγίας καὶ τὰ ἐν μυκτῆρσι, καὶ μάλιστα τῆς ὀξείας. τὰ δὲ ἄνθη αὐτῆς, ἃ καὶ κύτινοι καλοῦνται, καὶ αὐτὰ στυπτικὰ καὶ ξηραντικὰ καὶ κατασταλτικὰ καὶ ἐναίμων κολλητικά, ἁρμόζοντα πρὸς ἃ καὶ ἡ ῥόα. τὸ δὲ ἀφέψημα αὐτῶν οὔλων πλαδώντων καὶ ὀδόντων σειομένων διάκλυθμα, ἀνακόλλημά τε ἐντεροκηλικοῖς ἐν καταπλάσματι.
- 1.66.110.3.1
3 ἱστοροῦσι δέ τινες ἀνοφθαλμιάτους παῤ ὅλον τὸ ἔτος γίνεσθαι τοὺς καταπιόντας ὑγιεῖς τρεῖς κυτίνους ὡς ὅτι ἐλαχίστους. χυλίζονται δὲ ὡς ἡ ὑποκιστίς.
- 1.66.110.3.2
καὶ τὰ λέπη δὲ τῆς ῥόας, ἅ τινες σίδια καλοῦσι, στυπτικὴν ἔχοντα καὶ αὐτὰ τὴν δύναμιν, πρὸς ὅσα καὶ οἱ κύτινοι ἁρμόζει. τὸ δὲ ἀφέψημα τῶν ῥιζῶν ἕλμεις τὰς πλατείας ποθὲν ἐκτινάσσει καὶ ἀποκτείνει.
- 1.66.111.1
111 βαλαύστιόν ἐστιν ἄνθος ἀγρίας ῥόας. εἴδη δέ ἐστιν αὐτοῦ πλείονα· εὑρίσκεται γὰρ καὶ λευκὸν καὶ πυρρὸν καὶ ῥοδόχρουν· ἔοικε δὲ κυτίνῳ ῥόας. χυλίζεται δὲ ὡς καὶ ἡ ὑποκιστίς. δύναμιν δὲ ἔχει στυπτικήν, ποιοῦσαν πρὸς ἂ καὶ ἡ ὑποκιστὶς καὶ ὁ κύτινος.
- 1.66.112.1.1
112 μυρσίνη ἡ ἥμερος πρὸς μὲν τὴν ἰατρικὴν χρῆσιν ἡ μέλαινα τῆς λευκῆς ἁρμοδιωτέρα, καὶ ταύτης μᾶλλον ἡ ὀρεινή, τὸν μέντοι καρπὸν ἀτονώτερον ἔχει.
- 1.66.112.1.2
δύναμις δὲ αὐτῆς καὶ τοῦ καρποῦ στυπτική. δίδοται δὲ ὁ καρπὸς χλωρός τε καὶ ξηρὸς ἐσθιόμενος αἱμοπτυικοῖς καὶ τοῖς ἐπιδακνομένοις τὴν κύστιν· καὶ ὁ ἐκ τῶν χλωρῶν δὲ μύρτων ἐκθλιβέντων χυλὸς τὰ αὐτὰ ποιεῖ, εὐστόμαχος ὢν καὶ οὐρητικός, ἁρμόζων φαλαγγιοδήκτοις καὶ σκορπιοπλήκτοις σὺν οἴνῳ. καὶ τὸ ἀφέψημα δὲ τοῦ καρποῦ βάπτει τρίχας, ἑψηθεὶς δὲ σὺν οἴνῳ καὶ καταπλασθεὶς τὰ ἐν ἀκρωτηρίοις ἕλκη θεραπεύει, μετὰ πάλης δὲ ἀλφίτου καταπλασθεὶς φλεγμονὰς τὰς ἐν ὀφθαλμοῖς παρηγορεῖ, καὶ πρὸς αἰγιλώπια δὲ ἐπιπλάττεται.
- 1.66.112.2.1
καὶ 2 ὁ ἐξ αὐτῆς δὲ γινόμενος οἶνος ἐκθλιβέντος τοῦ καρποῦ καὶ ἐπὶ ποσὸν ἀφεψηθέντος — ὀξίζει γὰρ ὁ μὴ οὕτως σκευασθείς — ἀκραίπαλός τέ ἐστι προπινόμενος, ποιῶν πρὸς ὅσα καὶ ὁ καρπός, ἐγκάθισμά τε πρὸς μήτρας προπτώσεις καὶ δακτυλίου καὶ ῥοικαῖς ἁρμόζει. σμήχει δὲ καὶ πίτυρα καὶ ἀχῶρας καὶ ἐξανθήματα τρίχας τε ῥεούσας ἐπέχει· μείγνυται δὲ καὶ λιπαραῖς ὥσπερ καὶ τὸ ἐκ τῶν φύλλων αὐτῆς σκευαζόμενον ἔλαιον. καὶ τὸ τῶν φύλλων δὲ ἀφέψημα εἴς τε τὰ ἐγκαθίσματα ἁρμόζει καὶ πρὸς τὰ χαλατονοῦντα ἄρθρα καὶ ἀσυμπώρωτα καὶ κατεαγότα ὠφελίμως καταντλεῖται· σμήχει δὲ καὶ ἀλφοὺς καὶ πρὸς ὦτα πυορροοῦντα ἐγχυματίζεται καὶ μελασμοὺς τριχῶν, καὶ ὁ ἐξ αὐτῶν δὲ χυλὸς τὰ αὐτὰ ποιεῖ.
- 1.66.112.3.1
3 αὐτὰ δὲ τὰ φύλλα λεῖα καταπλασσόμενα ἐν ὕδατι ἁρμόζει τοῖς καθύγροις τῶν ἑλκῶν καὶ ῥευματιζομένοις τόποις πᾶσι καὶ κοιλιακοῖς, ἐλαίου ὀμφακίνου ἢ ῥοδίνου ὀλίγου καὶ οἴνου μεμειγμένου καὶ ἕρπησι καὶ ἐρυσιπέλασι, διδύμων τε φλεγμοναῖς καὶ ἐπινυκτίσι καὶ κονδυλώμασι. ξηρὰ δὲ λεῖα παρωνυχίαις καὶ πτερυγίοις χρησίμως καταπάττεται καὶ καθύγροις μασχάλαις καὶ μηροῖς, καὶ ἐπὶ καρδιακῶν στέλλει τοὺς ἱδρῶτας· κεκαυμένα δὲ καὶ ὠμὰ μετὰ κηρωτῆς πυρίκαυτα καὶ πτερύγια καὶ παρωνυχίας ἰᾶται.
- 1.66.112.4.1
4 χυλίζεται δὲ τὰ φύλλα παραχεομένου οἴνου παλαιοῦ ἢ ὕδατος ὀμβρίου καὶ ἐκθλίβεται. ἡ δὲ χρῆσις αὐτοῦ προσφάτου ὄντος· ξηρανθεὶς γὰρ εὐρωτιᾷ καὶ ἀδυνατεῖ.
- 1.66.112.4.2
τὸ δὲ μυρτίδανον λεγόμενον ἐπίφυσίς ἐστιν ἀνώμαλος καὶ ὀχθώδης καὶ ὁμόχρους, οἱονεὶ χεῖρες περὶ τὸ τῆς μυρσίνης πρέμνον. στύφει δὲ μᾶλλον τῆς μυρσίνης· ἀποτίθεται δὲ κοπὲν καὶ μιγὲν οἴνῳ αὐστηρῷ, ἀναπλασθέν τε εἰς τροχίσκους ἐν σκιᾷ ξηραίνεται. δραστικώτερον δέ ἐστι τοῦ φύλλου καὶ καρποῦ, μειγνύμενον κηρωτῇ καὶ πεσσοῖς ἐγκαθίσμασί τε καὶ καταπλάσμασι τοῖς στύψεως δεομένοις.
- 1.66.113.1
113 κεράσια καὶ αὐτὰ μὲν χλωρὰ λαμβανόμενα εὐκοίλια τυγχάνει, ξηρὰ δὲ ἵστησι κοιλίαν. τὸ δὲ κόμμι τῶν κεράσων βῆχα χρονίαν ἰᾶται λαμβανόμενον μετὰ κράματος, εὔχροιάν τε καὶ ὀξυδερκίαν καὶ ὄρεξιν ποιεῖ· ὠφελεῖ δὲ καὶ λιθιῶντας μετʼ οἴνου πινόμενον.
- 1.66.114.1
114 κεράτια χλωρὰ μὲν λαμβανόμενα κακοστόμαχα τυγχάνει καὶ κοιλίας λυτικά, ξηρανθέντα δὲ ἵστησι κοιλίαν, εὐστομαχώτερα ὄντα, καὶ διουρεῖται, μάλιστα δὲ τὰ ἐκ τῶν στεμφύλων συντιθέμενα.
- 1.66.115.1.1
115 μηλέας πάσης τὰ φύλλα καὶ τὰ ἄνθη καὶ οἱ βλαστοὶ στύφουσι, μάλιστα δὲ τῆς κυδωνίας. καὶ ὁ καρπὸς ἔνωμος μὲν στυπτικὸς καθέστηκε, πεπανθεὶς δὲ οὐχ ὁμοίως. τὰ δὲ τοῦ ἔαρος ἀκμάζοντα μῆλα χολοποιά, ἄθετα τῷ νευρώδει παντί, ἐμπνευματοῦντα.
- 1.66.115.1.2
τὰ δὲ κυδώνια εὐστόμαχα, οὐρητικά — ὀπτηθέντα δὲ προσηνέστερα γίνεται —, χρήθιμα κοιλιακοῖς καὶ δυσεντερικοῖς καὶ αἱμοπτυικοῖς καὶ χολεριῶσι, μάλιστα δʼ ὠμά· καὶ τὸ ἀπόβρεγμα δὲ αὐτῶν ἁρμόζει τοῖς στόμαχον ἢ κοιλίαν δευματιζομένοις ἐν ποτῷ.
- 1.66.115.2.1
ὁ δὲ χυλὸς ὠμῶν αὐτῶν λαμβανόμενος ἀρθοπνοικοὺς 2 ὠφελεῖ, τὸ δὲ ἀφέψημα πρόσκλυσμα δακτυλίου καὶ ὑστέρας προπτώσει. τὰ δὲ ἐκ τοῦ μέλιτος καὶ αὐτὰ μὲν οὐρητικά, τὸ δὲ μέλι τὴν αὐτὴν ἀναλαμβάνεται δύναμιν· στεγνωτικὸν γὰρ καὶ στυπτικὸν γίνεται· τὰ δὲ σὺν τῷ μέλιτι ἑψόμενα εὐστόμαχα μὲν καὶ εὔστομα, ἧττον δὲ στεγνωτικά. τὰ δὲ ὠμὰ καταπλάσμαδ: μείγνυτ ται πρὸς στέγνωσιν κοιλίας, θτομάχου άνατροπὴν καὶ πύρωδιν μαστοὺς φλεγμαίνοντας, σπλῆνας ἐσκιρριμένους, κονδυλώματα. γίνεται δὲ ναὶ οἷνος ἐξ αὐτῶν κοπτομένων καὶ ἐκθλιβομένων, πρὸς διαιονὴν μειγνυμένου τοῖς δέκα δύο ξέσταις τοῦ χυλοῦ μέλιτος ξέστου ἑνός, ἐπεὶ ὀξίζει. ἁρμόζει δὲ πρὸς τὰ εἰρημένα πάντα.
- 1.66.115.3.1
3 καὶ χρῖσμα δὲ ἐξ αὐτῶν σκευάζεται τὸ καλοίμενον μήλινον, ᾧ χρώμεθα, ὁπόταν στυπτικοῦ ἐλαίου δεηθῶμεν. ἐκλέγεσθαι δὲ δεῖ τὰ ἀληθινά· μικρὰ δέ ἐστι καὶ τεριφερῆ καὶ εὐώδη ταῦτα. τὰ δὲ λεγόμενα στρουθία καὶ μεγάλα ἦττόν ἐστιν εὔχρηστα. τὰ δὲ ἄνθη αὐτῶν ξηρά τε καὶ χλωρὰ καταπλάσμασιν εὔθετα πρὸς τὰ στύψεως χρείαν ἔχοντα καὶ πρὸς ὀφθαλμῶν φλεγμονὰς καὶ πρὸς αἵματος ἀναγμωγὰς καὶ κοιλίας ῥύσιν καὶ ἐμμήνων φοράν ἁρμόω μετὰ οἴνου πινόμενα.
- 1.66.115.3.2
τὰ δὲ μ ελίμηλα κοιλίαν μαλάσσει καὶ θηρία ἐκτενάσσει, κακοστόμαχα καὶ καύσου ποιητικὰ ὄντα. καλεῖται δὲ ὑπό τινων γλυκύμηλα.
- 1.66.115.4.1
4 τὰ δὲ Ηπειρωτ τικ ὰ λεγόμενα Ρωμαιστὶ δὲ ὀρβικλᾶτα, εὐστόμαχα, κοιλίας σταλτικά, οὔρων προκλητικά, ἀτονώτερα μέντοι τῶν κυδωνίων ἐστίν.
- 1.66.115.4.2
τὰ δὲ ἄγρ ια ἔοικε τοῖς ἐαρινοῖς στύφιβτα. δεῖ δὲ πρὸς τὰ στύψεως χρήζοντα ἀωροτέροις ἅπασι χρῆσθαι.
- 1.66.115.4.3
τὰ δὲ Περσικ ὰ μῆλα εὐστόμαχα, εὐκοίλια τὰ πέπειρα, τὰ δὲ ἔνωμα στεγνωτικά κοιλίας, ξηρανθέντα δὲ στεγνωτικώτερα γίνεται· καὶ τὸ ἀφέψημα δὲ αὐτῶν ξηρῶν λαμβανόμενον στόμαχον καὶ κοιλίαν ῥευματιζομένην ἵστησιν.
- 1.66.115.5.1
τὰ δὲ μικρότερα, καλούμενα δὲ Ἀρμενιακά, Ῥωμαιστὶ δὲ 5 βρεκόκκια, εὐστομώτερα τῶν προειρημένων ἐστίν.
- 1.66.115.5.2
τὰ δὲ Μηδικὰ λεγόμενα ἢ Περσικὰ ἢ κεδρόμηλα, Ῥωμαιστὶ δὲ κίτρια, πᾶσι γνώριμα. φυτὸν γάρ ἐστι καρποφοροῦν διʼ ὅλου τοῦ ἔτους ἐπαλλήλως, αὐτὸ δὲ τὸ μῆλον ἐπίμηκες, ἐρρυτιδωμένον, χρυσίζον τῇ χρόᾳ, εὐῶδες μετὰ βάρους, σπέρμα ἔχον ἀπίῳ ἐοικός.
- 1.66.115.5.3
δύναμιν δὲ ἔχει ποθέντα ἐν οἴνῳ ἀντενεργεῖν θανασίμοις κοιλίαν τε ὑπάγειν, διάκλυσμά τέ ἐστι πρὸς εὐωδίαν στόματος τὸ ἀφέψημα καὶ ὁ χυλὸς αὐτῶν. βιβρώσκεται δὲ μάλιστα ὑπὸ γυναικῶν πρὸς τὴν κίσσαν· φυλάττειν δὲ καὶ ἱμάτια δοκεῖ ἄβρωτα ἐπιτιθέμενα κιβωτίοις.
- 1.66.116.1
116 ἀπίου δὲ πολλὰ εἴδη. πᾶσαι δὲ στύφουσιν, ὅθεν εἰς τὰ ἀποκρουστικὰ καταπλάσματα ἁρμόζουσιν. τὸ δὲ ἀφέψημα αὐτῶν ξηρανθεισῶν καὶ αὐταὶ δὲ λαμβανόμεναι ὠμαὶ κοιλίαν ἱστᾶσι· βλάπτουσι δὲ ἐσθιόμεναι τοὺς νήστεις. ἡ δὲ ἀχρὰς εἶδός ἐστιν ἀγρίας ἀπίου βραδέως πεπαινόμενον. δύναμιν δὲ ἔχει στυπτικωτέραν τῆς ἀπίου ὅθεν καὶ πρὸς τὰ αὐτὰ ἁρμόζει· στύφει δὲ καὶ τὰ φύλλα αὐτῆς. ἡ δὲ ἐκ τοῦ ξύλου αὐτῶν τέφρα βοηθεῖ ἐνεργῶς τοῖς ὑπὸ μυκήτων πνιγομένοις. φασὶ δέ τινες ὅτι, κἂν συνεψήσῃ τις ἀχράδας μύκησιν, ἀβλαβεῖς αὐτοὺς γίνεσθαι.
- 1.66.117.1
117 λωτὸς τὸ δένδρον φυτόν ἐστιν εὐμέγεθες, καρπὸν δὲ φέρει μείζονα πεπέρειως, γλυκύν, βρώσιμον, εὐστόμαχον, κοιλίας στεγνωτικόν. τῶν δὲ πρισμάτων τοῦ ξύλου τὸ ἀφέψημα πινόμενον καὶ ἐγκλυζόμενον βοηθεῖ δυσεντερικοῖς καὶ γυναιξὶ ῥοικαῖς. ξανθίζει δὲ καὶ τρίχας καὶ ἐπέχει δεούσας.
- 1.66.118.1
118 μέσπιλον τὸ δένδρον, ὃ παρʼ ἐνίοις ἀρωνία καλεῖται, ἀκανθῶδές ἐστιν, ὅμοιον τοῖς φύλλοις πυρακάνθῃ, καρπὸν δὲ φέρει μικρόν, στρογγύλον, μήλῳ ὅμοιον, πλατὺν ἔχοντα τὸν πυθμένα, ἡδύν, ἔχοντα τρία ὀστάρια ἔνδοθεν, παρʼ ὃ καὶ τρίκοκκόν τινες αὐτὸν ὠνόμασαν. στύφει δὲ καὶ βιβρωσκόμενός ἐστιν εὐστόμαχος, κοιλίας στεγνωτικός.
- 1.66.118.2
ἔστι δὲ καὶ ἕτερον εἷδος ἐν Ἰταλίᾳ γεννώμενον, ὃ ἔνιοι πιμηλ ίδα, οἱ δὲ σητάνιον ὀνομάζουσι· δένδρον μήλῳ ἐμφερὲς καὶ τοῖς φύλλοις, ὅτι μὴ μικρότερον. καρπὸν δὲ ἔχει καὶ τοῦτο στρογγύλον, βρώσιμον, πλατὺν ἔχοντα τὸν πυθμένα, ὑποστύφοντα, πεπαινόμενον βραδέως.
- 1.66.119.1
119 κρανία δένδρον ἐστὶν ἁδρόν, καρπὸν φέρον ὡς ἐλαίας, ἐπιμήκη, χλωρὸν τὸ πρῶτον, πεπαινόμενον δὲ ξανθὸν ἢ κηροειδῆ, ἐδώδιμον, στύφοντα, ἁρμόζοντα πρὸς κοιλίας ῥύσιν καὶ δυσεντερίαν, συντιθέμενον καὶ εἰς ἕψημα καὶ εἰς βρῶσιν καὶ ἁλμεύεται δὲ ὡς ἐλαία. ὁ δʼ ἐκ τῶν χλωρῶν ξύλων ἰχὼρ καιομένων πρὸς λειχῆνας καταχριόμενος ποιεῖ.
- 1.66.120.1
120 οὖα τὰ μηλίζοντα καὶ μήπω πέπειρα τμηθέντα καὶ ξηρανθέντα ἐν ἡλίῳ σταλτικὰ γίνεται κοιλίας ἐσθιόμενα· καὶ τὸ ἐξ αὐτῶν δὲ ἄλευρον ἀλεσθέντων ἀντὶ ἀλφίτου λαμβανόμενον καὶ τὸ ἀφέψημα δὲ αὐτῶν πινόμενον τὸ αὐτὸ ποιεῖ.
- 1.66.121.1
121 κοκκυμηλέα δένδρον ἐστὶ γνώριμον, οὗ ὁ καρπὸς ἐδώδιμος, κακοστόμαχος, κοιλίας μαλακτικός· τῶν δὲ Συριακῶν καὶ μάλιστα τῶν ἐν Δαμασκῷ γεννωμένων ὁ καρπὸς ξηρανθεὶς εὐστόμαχος καὶ κοιλίας σταλτικός. τὸ δὲ ἀφέψημα τῶν φύλλων ἐν οἴνῳ σκευαζόμενον καὶ ἀναγαργαριζόμενον κιονίδα καὶ οὖλα καὶ παρίσθμια ῥευματιζόμενα σνέλλει. τὰ δὲ αὐτὰ παρέχει καὶ ὁ τῶν ἀγρίων κοκκυμηλέων καρπὸς πέπειρος ξηρανθείς, ἑψηω δὲ μετὰ ἑψήματος εὐστομαχώτερος καὶ σταλτικώτερος κοιω γίνεται. τὸ δὲ κ όμμ ι τῆς κοκκυμηλέας ἐστὶ κολλητικόν, λίθων θρυπτικὸν πινόμενον σὺν οἴνῳ, σὺν ὄξει δὲ ἐπιχριόμενον λειχῆνας τοὺς ἐπὶ παιδίων θεραπεύει.
- 1.66.122.1
122 κόμαρ ος δένδρον ἐστὶ παρόμοιον κυδωνίᾳ, λεπτόφλοιον, καρπὸν ἔχον ὡς κοκκυμήλου μέγεθος, ἀπύρηνον, μεμαίκυλα καλούμενον πεπανθέντα δὲ ὑπόκιρρον, ἐσθιόμενον ἀχυρώδη, κακοστόμαχον καὶ κεφαλαλγῆ.
- 1.66.123.1.1
123 ἀμυγδάλης πικρᾶς ἡ ῥίζα λεία ἑψηθεῖσα ἐφήλεις τάς ἐν προσώποις ἀποκαθαίρει· καὶ αὐτὰ δὲ τὰ ἀμύγδαλα καταπλασθέντα τὰ αὐτὰ ποιεῖ, προστιθέμενα δὲ ἄγει καταμήνια, καὶ κεφαλαλγίαις ἀρήγει τοῦ μετώπου καταπλασσομένου μετʼ ὄξους καὶ ῥοδίνου, καὶ πρὸς ἐπινυκτίδας σὺν οἴνῳ, πρὸς δὲ σηπεδόνας καὶ ἕρπητας καὶ κυνόδηκτα σὺν μέλιτι ἁρμόζει ἐσθιόμενα δέ ἐστιν ἀνώδυνα, μαλακτικὰ κοιλίας, ὑπνωτικά, οὐρητικὰ καὶ πρὸς αἵματος ἀναγωγὴν μετὰ ἀμύλου καὶ ἡδυόσμου λαμβανόμενα, πρὸς δὲ νεφριτικοὺς καὶ περιπνευμονικοὺς σὺν ὕδατι πινόμενα ἤ ἐκλειχόμενα σὺν ῥητίνῃ τερεβινθίνῃ δυσουροῦσι δὲ καὶ λιθιῶσι σὺν γλυκεῖ βοηθεῖ, καὶ ἡπατικοῖς καὶ βηξὶ καὶ κόλου ἐμπνευματώσεσι σὺν μέλιτι καὶ γάλακτι ἐκλειχόμενα καρύου Ποντικοῦ μέγεθος.
- 1.66.123.2.1
ἔστι δὲ καὶ ἀμέθυστα προλαμβανόμενα 2 ὅσον πέντε κτείνει δὲ καὶ ἀλώπεκας βρωθέντα σύν τινι. τὸ δὲ κόμμι αὐτῆς στύφει καὶ θερμαίνει καὶ βοηθεῖ πρὸς αἵματος ἀναγωγὴν πινόμενον καὶ ἐπιχριόμενον δὲ σὺν ὄξει λειχῆνας ἐπιπολαίους αἴρει· ἰᾶται καὶ βῆχα χρονίαν μετὰ κράματος ποθέν, λιθιῶντας δὲ ὠφελεῖ σὺν γλυκεῖ πινόμενον. ἡ δὲ γλυκεῖα καὶ ἐδώδιμος ἀμυγδάλη κατὰ πολὺ ἥσσων ἐστὶν ὡς πρὸς ἐνέργειαν τῆς πικρᾶς. καὶ αὐτὴ δὲ λεπτυντική, οὐρητική. βρωθέντα δὲ σὺν τῷ λέπει τὰ ἀμύγδαλα χλωρὰ στομάχου πλάδον ἀποκαθίστησιν.
- 1.66.124.1
124 πιστάκια τὰ γεννώμενα ἐν Συρίᾳ ὅμοια στροβίλοις, εὐστόμαχα. ἐσθιόμενα δὲ καὶ πινόμενα ἐν οἴνῳ λεῖα ἑρπετοδήκτοις βοηθεῖ.
- 1.66.125.1.1
125 κάρυα βασιλικά, ἃ ἔνιοι Περσικὰ καλοῦσιν, ἐσθιόμενα δύσπεπτα, κακοστόμαχα, χολοποιά, κεφαλαλγῆ, βήσσουσιν ἐναντία. χρήθιμα δὲ βιβρωσκόμενα πρὸς ἐμέτους νήστει, καὶ θανασίμων φαρμάκων ἀντιφ άρμακον προδρωθέντα σὺν ἰσχάσι καὶ πηγάνῳ, πλείονα δὲ βρωθέντα πλατεῖαν ἕλμινθα ἐκτινάσσει· ἐπιπλάττεται δὲ καὶ μαστοῖς φλεγμαίνουσι καὶ στρέμμασι σὺν ὀλίγῳ μέλιτι καὶ πηγάνῳ. μετὰ δὲ κρομύου καὶ ἁλὸς καὶ μέλιτος πρὸς κυνόδηκτα καὶ ἀνθρωπόδηκτα ποιεῖ, πυρωθέντα δὲ σὺν τῷ κελύσει καὶ ἐπιτεθέντα τῷ ὀμφ αλῷους στρόφ ους παύει.
- 1.66.125.2.1
2 τὸ δὲ λέπυρον καὲν καὶ τριφ θὲν ἐν οἴνῳ καὶ ἐλαίῳ καὶ παιδίοις ἐπιχρισθέν, καλλίτριχόν ἐστι καὶ ἀλωπεκίας δασύνει, καὶ ἔμμηνα ἐφ ίστησι τὸ ἐντὸς αὐτοῦ λεῖον καὲν καὶ σὺν οἴνῳ προστιθέμενον, . τῶν δὲ παλαιῶν καρύων τὰ ἐντὸς καταπλασθέντα γαγγραίνας καὶ ἄνθρακας περιχαράσσει, καὶ αίγιλώπια καὶ ἀλωπεκίας μασηθέντα καὶ ἐπιτεθέντα ἰᾶται. γίνεται δὲ καὶ ἔλαιον ἐξ αὐτῶν κοπτομένων καὶ ἐκθλιβομένων, τὰ δὲ χλωρὰ ἦττον κακοστόμαχα, γλυκύτερα ὄντα, διὸ καὶ τοῖς σκόρδοις μείγνυται πρὸς τὸ τὴν δριμύτητα περιαιρεῖν αἴρει δὲ καὶ πελιώματα καταπλασθέντα.
- 1.66.125.3.1
3 τὰ δὲ Πον τικά, ἃ ἔνιοι λεπτοκάρυα καλοῦσι, κεφαλῆς κακωτικά, κακοστόμαχα. καὶ αὐτὰ δὲ λεῖα σὺν μελικράτῳ πινόμενα βῆχα παλαιὰν ἰᾶται, φρυκτὰ δὲ ἐσθιόμενα σὺν πεπέρει ὀλίγῳ κατάρρουν πεπαίνει. ὅλα δὲ κατακαέντα λεῖα μετʼ ὀξυγγίου ἢ στέατος ἀρκείου ἀλωπεκίας περιχρισθέντα δασύνει. φασὶ δὲ ἔνιοι ὅτι μετὰ ἐλαίου τὰ κελύφη κεκαυμένα καὶ λειοτριβηθέντα ἐπὶ γλαυκοφθάλμων παιδίων τάς κόρας καὶ τρίχας μελαίνει καταβρεχομένου τοῦ βρέγματος.
- 1.66.126.1.1
126 μορέα ἢ συκάμινον δένδρον ἐστὶ γνώριμον, οὗ ὁ καρπὸς λυτικὸς κοιλίας, εὔφθαρτος, κακοστόμαχος. καὶ ὁ ἐξ αὐτοῦ δὲ χυλὸς τὰ αὐτὰ δρᾷ, ἑψηθεὶς δὲ ἐν χαλκώματι ἢ ἡλιασθεὶς στυπτικώτερος γίνεται. μιγέντος δὲ αὐτῷ ὀλίγου μέλιτος ποιεῖ πρὸς ῥεύματα καὶ νομὰς καὶ παρίσθμια φλεγμαίνοντα ἐπιτείνεται δὲ καὶ ἡ δύναμις αὐτοῦ παραμιγείσης στυπτηρίας σχιστῆς καὶ κηκίδος καὶ κυπέρου καὶ σμύρνης καὶ κρόκου, ἔτι δὲ καὶ μυρίκης καρποῦ καὶ ἴριδος καὶ λιβανωτοῦ. τὰ δὲ ἄωρα μόρα ξηρά κοπέντα ἀντὶ ῥοὸς τοῖς ὄψοις μείγνυται καὶ κοιλιακοὺς ὀνίνησιν.
- 1.66.126.2.1
ὁ δὲ τῆς ῥίζης φλοιὸς συνεψηθεὶς ὕδατι καὶ 2 ποθεὶς κοιλίαν λύει καὶ πλατεῖαν ἕλμινθα ἐκτινάσσει καὶ τοῖς ἀκόνιτον πεπωκόσι βοηθεῖ. τὰ δὲ φύλλα λεῖα σὺν ἐλαίῳ καταπλασθέντα πυρίκαυτα ἰᾶται, ἑψηθέντα δὲ ἐν ὀμβρίῳ ὕδατι σὺν ἀμπέλου καὶ συκῆς μελαίνης φύλλοις βάπτει τρίχας. ὁ δὲ χυλὸς τῶν φύλλων φαλαγγιοδήκτοις ἀρήγει ποθεὶς κυάθου πλῆθος, τοῦ φλοιοῦ δὲ καὶ τῶν φὑλων τὸ ἄφ έψημα διάκλυσμα εὔθετόν ἐστιν ὀδονταλγίας. ὁπίζεται δὲ περὶ τὸν πυραμητὸν τῆς ῥίζης περιορυχθείσης καὶ ἐκκοπείσης· εὑρίσκεται γάρ τῇ ὑστεραίᾳ ἐπίπαγός τις, ὅς πρός τε ὀδονταλγίας ποιεῖ καὶ φύματα διαφορεῖ καὶ κοιλίαν καθαίρει.
- 1.66.127.1.1
127 συκόμορον. ἔνιοι δὲ καὶ τοῦτο συκάμινον καλοῦσι. καλεῖται δὲ καὶ ὁ ἀπʼ αὐτοῦ καρπὸς συκόμορον διὰ τὸ ἄστομον τῆς γεύσεως. δένδρον δέ ἐστι μέγα, ὅμοιον συκῇ, πολύοπον σφόδρα, τοῖς φύλλοις ἐοικὸς μορέᾳ. φέρει δὲ καρπὸν τρὶς ἢ τετράκις τοῦ ἔτους, οὐκ ἀπὸ τῶν ἀκρεμόνων ὡς ἐπὶ τῆς συκῆς, ἀπὸ δὲ τοῦ στελέχους, ὅμοιον ἐρινεῷ, γλυκύτερον ὀλύνθου, οὐκ ἔχοντα δὲ κεγχραμίδας μηδὲ πεταινόμενον δίχα τοῦ ἐπικνισθῆναι ὄνυχι ἥ σιδήρῳ.
- 1.66.127.1.2
2 φύεται δὲ πλεῖστον ἐν Καρίᾳ καὶ ἐν Ῥόδῳ καὶ ἐν τοῖς οὐ πολυπύροις τόποις. βοηθεῖ δὲ ἐν ταῖς σιτοενδείαις διὰ τὸ διηνεκὲς τοῦ καρποῦ· ἔστι δὲ εὐκοίλιος ὁ καρπός, ἄτροφ ος, κακοστόμαχος. ἀπίζεται δὲ τὸ δένδρον πρὶν καρποφορεῖν ἔαρος τοῦ φλοιοῦ ἐξ ἐπιπολῆς λίθῳ θλωμένου βαθύτερον γὰρ θλασθεὶς οὐδὲν ἀνίησι. συλλέγεται δὲ σπόγγῳ ἢ ἐρίῳ τὸ δάκρυον, καὶ ξηρανθὲν καὶ ἀναπλασθὲν ἐν ἀγγείῳ ὀστρακίνῳ ἀποτίθεται.
- 1.66.127.3.1
δύναμιν δὲ ἔχει ὁ ἀπὸς μαλακτικήν, κολλητικὴν τραυμάτων, 3 διαφο ρητικὴν τῶν δυσπέπτων. πίνεται δὲ καὶ συγχρίεται πρὸς ἑρπετῶν δήγματα καὶ σπλῆνας ἐσκιρριωμένους καὶ στομάχου ἀλγήματα καὶ φρικία· ταχέως δὲ τερηδονίζεται ὁ ἀπός.
- 1.66.127.3.2
γίνεται δὲ καὶ ἐν Κύπρῳ εἴδει διαφέρον πτελέᾳ γὰρ οὐ συκαμίνῳ τὰ φύλλα ἔοικε, τὸν δὲ καρπὸν φέρει κατὰ τὸ μέγεθος κοκκυμήλων καὶ γλυκύτερον. τὰ δὲ ἄλλα πάντα ὅμοια τοῖς προειρημένοις.
- 1.66.128.1.1
128 σῦκα πέπειρα τὰ ἁπαλὰ κακοστόμαχα, κοιλίας λυτικα — ῥᾳδίως δὲ ὁ ἐξ αὐτῶν ῥευματισμὸς ἵσταται—, ἐξανθημάτων καὶ ἱδρώτων προκλητικά, ἄδιψα δὲ καὶ σβεστικὰ θερμασίας. τὰ δὲ ξηρὰ τρόφιμα, θερμαντικά, διψητικώτερα, εὐκοίλια, ἄθετα δὲ ῥευματισμοῖς στομάχου καὶ κοιλίας, βρόγχῳ δὲ καὶ ἀρτηρίᾳ καὶ κύστει καὶ νεφροῖς εὔθετα καὶ τοῖς ἐκ μακρονοσίας κακοχροοῦσι καὶ ἀσθματικοῖς καὶ ἐπιλημπτικοῖς καὶ ὑδρωπικοῖς· ἀνακαθαίρει δὲ καὶ τὰ ἐν θώρακι ἀποζεσθέντα σὺν ὑσσώπῳ καὶ ποθέντα, ἁρμόζει δὲ καὶ παλαιαῖς βηξὶ καὶ τοῖς περὶ πνεύμονα χρονίοις πάθεσι, κοιλίαν τε μαλάσσει κοπέντα μετὰ νίτρου καὶ κνήκου καὶ ἐσθιόμενα.
- 1.66.128.2.1
τὸ δὲ ἀφέψημα 2 αὐτῶν ταῖς περὶ ἀρτηρίαν καὶ παρίσθμια φλεγμοναῖς ἁρμόζει εἰς ἀναγαργάριθμα, καὶ εἰς τὰς ὠμηλύσεις δὲ μείγνυται καὶ εἰς γυναικείας πυρίας μετὰ τήλεως ἤ πτισάνης, σὺν πηγάνῳ δὲ στρόφων ἐστὶν ἔγκλυσμα. καταπλαττόμενα δὲ έφ θὰ λεῖα διαφορεῖ σκληρίας, παρωτίδας, δοθιῆνας μαλάττει, φ ύγεθλα πεπαίνει, καὶ μᾶλλον σὺν ἔριδι νίτρῳ ἢ ἀσβέστῳ καὶ ὠμὰ δὲ κοπέντα σὺν οἷς εἴρηται τὰ αὐτὰ δρᾷ. σὺν σιδίῳ δὲ ῥόας πτερύγια ἀνακαθαίρει, μετὰ χαλκάνθου δὲ τὰ ἐν κνήμαις δυσαλθῆ καὶ ῥευματικὰ καὶ κακοήθη θεραπεύει.
- 1.66.128.3.1
3 ἐψηθέντα δὲ. ἐν οἴνῳ καὶ μιγέντα ἀψινθίῳ καὶ κριθίνῳ ἀλεύρῳ ὑδρωπικοὺς μὠφελεῖ καταπλασθέντα· κεκαυμένα δὲ καὶ μιγέντα κηρμτῇ χιμέτλας ἰᾶται, λεῖα δὲ ὠμὰ σὺν νάπυι ὑγρῷ ἀναλημφ θέντα καὶ ἐντεθέντα ἐν ὠσὶν ἤχους ναὶ κνησμοὺς θεραπεύει.
- 1.66.128.3.2
ὁ δὲ ὀπ ὸς τῆς ἀγρίας καὶ τῆς ἡμέρου συκῆς πηκτικός ἐστι γάλακτος ὥσπερ ἡ πιτύα· λύει δὲ καὶ τὸ πεπηγὸς ὥσπερ καὶ τὸ ὄξος, ἑλκωτικός τε σωμάτων καὶ ἀναστομωτικός, κοιλίας τε λυτικὸς καὶ ὑστέρας ἀναχαλαστικὸς μετὰ ἀμύλου λείου πινόμενος, καὶ ἐμμήνων ἀγωγὸς προστεθεὶς σὺν ᾠοῦ λεκίθῳ ἢ κηρῷ Τυρρηνικῷ, ποδαγρικοῖς τε καταπλάσμασι χρήσιμος μετὰ τηλίνου ἀλεύρου καὶ ὄξους.
- 1.66.128.4.1
4 σμήχει δὲ καὶ λέπρας καὶ λειχῆνας, ἐφ ήλεις, ἀλφούς, ψώρας σὺν ἀλφ ίτῳ, καὶ σνορπιοπλήκτοις κατὰ τῆς πληγῆς ἐπισταζόμενος καὶ ἰοβόλοις καὶ κυνοδήκτοις βοηθεῖ, καὶ ὀδονταλγίας ὠφελεῖ ἐρίῳ ἀναλημφθεὶς καὶ εἰς τὸ βρῶμα ἐντιθέμενος, καὶ μυρηκίαν αἴρει στέατι περιπλασθείσης τῆς ἐν κύκλῳ σαρκός. τὰ αὐτὰ δὲ καὶ ὁ χυλὸς ποιεῖ τῶν ἀπὸ τῆς ἀγρίας συκῆς ἁπαλῶν κλάδων, ἡνίκα ἂν ἔγκυοι ὦσι, μηδέπω δὲ τοῦ ὀφθαλμοῦ βεβλαστηκότος. κοπτόμενοι δὲ ἐκθλίβονται, καὶ ὁ χυλὸς ξηραινόμενος ἐν σκιᾷ ἀποτίθεται. λαμβάνεται δὲ καὶ εἰς ἑλκωτικὰς δυνάμεις ὅ τε ὀπὸς καὶ ὁ χυλός.
- 1.66.128.5.1
αἱ δὲ κράδαι 5 ἁπαλαὶ βοείοις κρέασι συγκαθεψόμεναι εὐέψητα ταῦτα ποιοῦσι, καὶ τὸ γάλα δὲ λυτικώτερον ἐν τῇ ἑψήσει κινούμενον αὐταῖς ἀντὶ σπάθης παρασκευάζουσιν.
- 1.66.128.5.2
οἱ δὲ ὄλυ ν θ ο ι, ὑπὸ δέ τινων ἐρινεοὶ καλούμενοι, ἑφθοὶ καταπλασθέντες πᾶσαν συστροφὴν καὶ χοιράδας ἐκμαλάσσουσιν, ὠμοὶ δὲ μυρμηκίας καὶ θύμους σὺν νίτρῳ καὶ ἀλεύρῳ καταπλασθέντες αἴρουσι. καὶ τὰ φύλλα δὲ τὰ αὐτὰ δύναται· σὺν ὄξει δὲ καὶ ἁλκὶ καταπλασθέντα ἀχῶρας, πίτυρα, ἐπινυκτίδας ιᾶιαι. παρατρίβεται δὲ αὐτοῖς καὶ τὰ συκώδη καὶ τραχέα τῶν βλεφάρμων, καὶ λεῦκαι δὲ καταπλάσσονται τοῖς τῆς μελαίνης συκῆς φύλλοις ἢ τοῖς κλάδοις. ποιεῖ καὶ πρὸς τὰ κυνόδηκτα σὺν μέλιτι καὶ πρὸς τά κηρία.
- 1.66.128.6.1
ἀνάγουσι δὲ οἱ ὄλυνθοι καὶ 6 ὀστᾶ σὺν μήκωνος ἀγρίας φύλλοις, δοθιῆνάς τε σὺν κηρῷ διαλύουσι, λύουσι, σὺν ἀρόβῳ δὲ καὶ οἴνῳ καταπλασθέντες πρὸς μυογαλῆς δήγματα καὶ σκολοπένδρας ἁρμόζουσι.
- 1.66.128.6.2
γίνεται δὲ καὶ κ ο ν ία ἀγρίας συκῆς καὶ ἡμέρου, καέντων τῶν κλάδων, ἐκ τῆς τέφρας. πολύβροχον δὲ αὐτὴν δεῖ ποιεῖν καὶ παλαιοῦν. ἁρμόζει δὲ εἰς τὰ καυστικὰ καὶ γαγγραινούμενα ἀνακαθαίρει δὲ καὶ ἀναλίσκει τὰ περισσά. χρῆσθαι δὲ αὐτῇ δεῖ σπόγγον βρέχοντας συνεχῶς καὶ ἐπιτιθέντας, ἐφ᾿ ὧν δὲ καὶ ἐγκλύζοντας, ὡς ἐτὶ δυσεντερικῶν καὶ παλαιῶν ῥευμάτων καὶ κόλπων ὑπονόμων καὶ μεγάλων καθαίρει γὰρ καὶ κολλᾷ καὶ σαρκοῖ καὶ συμφύει ἐοικότως τοῖς ἐναίμοις.
- 1.66.128.7.1
7 καὶ ποτίζεται δὲ πρὸς αιιἵματος ἐκθρόμβωσιν καὶ πτώματα, ῥήγματα, σπάσματα, αὐτῆς σὺν ὕδατος ἑνὶ κυάθῳ προσφάτου διυλισμένης καὶ ἐλαίου μιγέντος ὀλίγου, κοιλιακοῖς δὲ καὶ δυσεντερικοῖς καθʼ ἑαυτὴν κυάθου πλῆθος βοηθεῖ διδομένη, καὶ τοῖς νευρικοῖς δὲ καὶ σπαστικοῖς σύγχρισμα ἁρμόδιον σὺν οἴνῳ ἱδρῶτας κινοῦσα, καὶ πρὸς γύψου πόσιν καὶ φ αλαγγίων δήγματα πίνεται. παρέχουσι δὲ τὰ αὐτὰ καὶ σἱ λοιπαὶ κονίαι, μάλιστα δὲ ἡ δρυίνη, στυπτικαὶ δέ εἰσι πάσαι.
- 1.66.129.1
129 περσα ία δένδρον ἐστὶν ἐν Αἰγύπτῳ, καρπὸν φέρον ἐδώδιμον, εὐστόμαχον, ἐφ᾿ οὗ καὶ τὰ λεγόμενα κρανοκόλαπτα φαλάγγια εὑρίσκεται, μάλιστα δὲ ἐν τῇ Θηβαίδι.
- 1.66.129.2
δύναμιν δὲ ἔχει τὰ φύλλα λεῖα ἐπιπαττόμενα ξηρὰ αἱμορραγίας ἱστᾶν. τοῦτο δὲ ἱστόρησάν τινες ἐν Περσίδι ἀναιρετικὸν εἷναι, μετατεθὲν δὲ εἰς Αἴγυπτον ἀλλοιωθῆναι καὶ ἐδώδιμον γενέσθαι.
- 2.preface.1
Ἐν μὲν τῷ πρὸ τούτου βιβλίῳ, φίλτατε Ἄρειε, ὄντι πρώτῳ τῶν περὶ ὕλης ἰατρικῆς ἡμῖν συντεταγμένων, παρεδώκαμεν τὸν περὶ ἀρωμάτων καὶ ἐλαίου καὶ μύρων καὶ δένδρων καὶ τῶν γεννωμένων ἐξ αὐτῶν ὀπῶν τεκοὶ δακρύων καὶ καρπῶν λόγον, ἐν δὲ τούτῳ δευτέρῳ ὄντι ἐπελευσόμεθα περί τε ζῴων καὶ μέλιτος καὶ γάλακτος καὶ στέατος καὶ τῶν λεγομένων σιτηρίων, ἔτι δὲ λαχάνων, ὑποτάξαντες αὐτοῖς ὅσα δριμείᾳ τῶν βοτανικῶν κέχρηται δυνάμει διὰ τὸ συγγένειαν ἔχειν αὐτά, ὥσπερ τὰ σκόρδα καὶ τὰ κρόμυα καὶ νᾶπυ, ἵνα μὴ διαζευχθῇ τῶν ὁμογενῶν ἡ δύναμις.
- 2.1.1
1 ἐχῖνος θα λά σσιος εὐστόμαχος, εὐκοίλιος, οὐρητικός, οὗ τὸ ὄστρακον ὠμὸν μείγνυται χρησίμως τοῖς πρὸς τὰς ψώρας ἁρμόζουσι σμήγμασι, κεκαυμένον δὲ καθαίρει τὰ ῥυπαρὰ ἕλκη καὶ καταστέλλει τὰ ὑπερσαρκοῦντα.
- 2.2.1
2 καὶ τοῦ χερσαί ίου δὲ ἔχίνου τὸ δέρμα καὲν πρὸς ἀλωπεκίας μετὰ πίσσης ὑγρᾶς καταχριόμενον ἁρμόζει. ἡ δὲ σάρξ σκελετευθεῖσα καὶ πινομένη μετὰ ὁξυμέλιτος βοηθεῖ νεφριτικοῖς καὶ τοῖς ὑπὸ σάρκα ὕδρωψι καὶ σπασμώδεσιν, ἐλεφαντιῶσι, καχέκταις. ξηραίνει δὲ καὶ τοὺς περὶ τὰ σπλάγχνα ῥευματισμούς. καὶ τὸ ὖπαρ δὲ αὐτοῦ ξηρανθὲν ὑπ ὀστράκου ἡλιοκαύστου καὶ ἀποτεθὲν πρὸς τὰ αὐτὰ ὁμοίως διδόμενον ἁρμόζει.
- 2.3.1
3 ἱππόκαμπος θαλάσσιόν ἐστι ζῷον μικρόν, οὖ καέντος ἀναλημφ θεῖσα ἡ τέφρα πίσσῃ ὑγρᾶ ἢ ὀξυγγίῳ ἢ ἀμαρακίνῳ μιύρῳ καὶ καταχρισθεῖσα ἀλωπεκίας δασύνει.
- 2.4.1.1
4 πορφύρα καεῖσα δύναμιν ἔχει ξηραντικήν, θμηκτικὴν ὀδόντων, ὑπερσαρκιυμάτων δὲ κατασταλτικήν ἀνακαθαρτικὴν ἑλκῶν καὶ ἀπουλωτικήν.
- 2.4.1.2
τὰ δὲ αὐτὰ ποιοῦσι καὶ οἱ κ ἡρυκες καέντες, καυστικώτεροι ὄντες, ἐὰν δέ τις ἁλῶν πληρώσας αὐιοὺς ἐν ὠμῇ χύτρᾳ πάλιν καύσῃ, ἁρμόζουσι πρὸς σμῆξιν ὀδόντων καὶ κατακαύματα ἐπιπλασθέντες. ἐᾶν δὲ δεῖ ἀποστρακοῦσθαι τὸ φάρμακον ἀπουλωθέντος γὰρ τοῦ κατακαύματος αὐτόματον ἀποπίπιει.
- 2.4.2.1
2 γίνεται δὲ καὶ ἄσβεστος ἐξ αὐιῶν, ὡς ὑποδείξομεν ἐν τῷ περὶ ἀσβέστου λόγῳ (V 132).
- 2.4.2.2
κιόνια δὲ καλεῖται τὰ ἐπὶ τῶν πορφυρῶν καὶ κηρύκων μέσα, περὶ ἃ ἡ ἕλιξ ἐστὶ τοῦ ὀστράκου. καίεται δὲ ὁμοίως, δύναμιν ἔχοντα καυστικωτέραν τῶν κηρύκων καὶ τῆς πορφύρας διὰ τὸ ἐπιπιέζειν αὐτῶν τὴν φύσιν. αἱ δὲ σάρκες τῶν κηρύκων εὔστομοι καὶ εὐστόμαχοι, κοιλίαν δὲ οὐ μαλάσσουσιν.
- 2.5.1
5 μύακες διαρέρουσιν οἱ Ποντικοί. καέντες δὲ τὸ αὐτὸ δρῶσι τοῖς κήρυξιν· ἰδιαίτερον δὲ πλυθέντες ὡς μόλιβδος χρησιμεύουσιν εἰς τὰ ὀφθαλμικὰ σὺν μέλιτι, ἐκτήκοντες παχύτητας βλεφάρων καὶ σμήχοντες λευκώματα καὶ τὰ ἄλλως ἐπισκοτοῦντα ταῖς κόραις. ἡ δὲ σὰρξ αὐτῶν κυνοδήκτοις φελίμως ἐπιτίθεται.
- 2.6.1
6 τελλῖναι νεαραὶ εὐκοίλιοι, μάλιστα δὲ δ ἐξ αὐτῶν ζωμός. ταριχηραὶ δὲ καεῖσαι καὶ τριβεῖσαι λεῖαι καὶ μετὰ κεδρίας ἐπισταζόμεναι τὰς ἐκτιλθείσας ἐκ τῶν βλεφάρων τρίχας οὐκ ἐῶσιν αὖθις φυῆναι.
- 2.6.2
καὶ ὁ ἐκ τῶν χημῶν δὲ καὶ ἐκ τῶν ἄλλων κογχαρίων ζωμὸς κινεῖ κοιλίαν ἑψόμενος μετὰ ὀλίγου ὕδατος. λαμβάνεται δὲ μετʼ οἴνου.
- 2.7.1
7 πορφύρας πώματα σὺν ἐλαίῳ ἑψηθέντα καὶ ἐπαλειφόμενα τρίχας ῥεούσας ἵστησι, ποθέντα δὲ σὺν ὄξει σπλῆνα οἰδοῦντα στέλλει, ύποθυμιαθέντα δὲ ἐγε είρει τὰς ὑστερικῶς πνιγομένας καὶ τὰ δεύτερα ἐνβάλλει.
- 2.8.1
8 ὄνυξ ἐστὶ πῶμα κογχιλίου, ὅμοιον τῷ τῆς πορφ ύρας, εὑρισκόμενον ἐν τῆ Ἰνδίᾳ ἐν ταῖς ναρδοφόροις λίμναις· διὸ καὶ άρυμρματίζει νεμομένων τῶν κογχυλίων τὴν νάρδον. συλλέγεται δὲ ἐπειδὰν ὑπὸ τῶν αὐχμῶν ἀνταξηρανθῶσιν αἱ λίμναι. διαφέρει δὲ ὁ ἀπὸ τῆς Ἐρυθρᾶς κομιζόμενος, ὐπόλευκος ὢν καὶ λιπαρός. μέλας δὲ ὁ Βαβυλώνιος καὶ μικρότερος. ἀμφ ότεροι δὲ εὐώδεις θυμιώμενοι, καστορίζοντες ποσῶς τῇ ὀσμῇ.
- 2.8.2
ἐγείρουσι δὲ καὶ οὗτοι ύποθιμιαθέντες τὰς ὑστερικῶς πνιγομένας καὶ ἐπιλημπ τικούς, ποθέντες δὲ κοιλίαν μαλάσσουσιν. αὐτὸ δὲ τὸ κογχύλιον καὲν ποιεῖ ὅσα καὶ ἡ πορφ ύρα καὶ ὁ κῆρυξ.
- 2.9.1.1
9 κοχλίας κερσαῖος εὐστόμαχος, δύσφθαρτος. ἄριστος δὲ ὅ τε ἐν Σαρδῶνι καὶ Λιβύῃ καὶ Ἀστυπαλαίᾳ καὶ Σικελίᾳ καὶ Χίῳ γεννώμενος καὶ ὁ ἐν ταῖς κτατὰ Λιγυρίαν Ἄλπεσι καλούμενος πωματίας. καὶ ὁ θαλάσσιος δὲ εὐστόμαχος καὶ εὐέκκριτος, ὁ δὲ ποτάμιος βρωμώδης, καὶ ὁ ταῖς ἀκάνθαις καὶ τοῖς θαμνίσκοις προσκεκολλημένος ἄγριος, ὅν τινες σέσιλον ἢ σεσέλιτα καλοῦσι, ταρακτικὸς κοιλίας καὶ στομάχου, ἐμετοποιός.
- 2.9.2.1
2 δύναται δὲ πάντων τὰ ὄστρακα κεκαυμένα θερμαίνειν καὶ καίειν, σμήχειν λέπρας, ἀλφοὑς, ἀδόντας. οὐλὰς δὲ τὰς ἐν ὀφθαλμοῖς καὶ λευκώματα καὶ ἐφἡλεις καὶ ἀμβλυωπίας μετὰ τῆς σαρκὸς ὅλοι καέντες καὶ λειανθέντες καὶ ἐγχριόμενοι σὺν μέλιτι ἀποκαθαίρουσιν. ὠμοὶ δὲ σὺν τοῖς κελύφεσι καταπλασθέντες ἐξικμάζουσι τὰ ὑδρωπικὰ οἰδήματα καὶ οὐκ ἀφί ἰστανται, πρὶν ἢ πᾶν ἀνικμασθῆναι τὸ ὑγρόν· καὶ ποδαγρικὰς δὲ φλεγμονὰς πραύνουσι, καὶ σκόλοπας ἕλκουσιν ὁμοίως καταπλασθέντες, καὶ ἔμμηνα ἄγουσι λεῖοι προστιθέμενοι.
- 2.9.3.1
αἱ δὲ σάρκες αὐτῶν λεῖαι 3 σὺν σμύρνῃ καὶ λιβανωτῷ καταπλασθεῖσαι τραύματα καὶ μάλιστα τὰ κατὰ τὰ νεῦρα κολλῶσι, καὶ τὰς ἐκ μυκτήρων αἱμορραγίας σὺν ὄξει λειανθέντες ἐπέχουσι. ζῶσα δὲ ἡ σὰρξ καταποθεῖσα, τοῦ Λιβυκοῦ μάλιστα, ἀλγηδόνας στομάχου παύει. μετὰ δὲ τοῦ ὀστράκου ὅλος τριβεὶς καὶ μετʼ οἴνου καὶ σμύρνης ὀλίγης ποθεὶς κολικοὺς θεραπεύει καὶ κύστεως ἀλγήματα. ἀνακολλᾷ δὲ καὶ τρίχας ὁ χερσαῖος, ἐάν τις βελόνην κατὰ τῆς σαρκὸς αὐτοῦ φέρων τῷ προισταμένῳ γλοιώδει προσάπτηται τῆς τριχός.
- 2.10.1
10 καρκίνων ποταμίων καέντων ἡ τέφρα κοχλιαρίων δυεῖν πλῆθος σὺν γεντιανῆς ῥίζης κοχλιαρίῳ ἐνὶ καὶ οἴνῳ ποθεῖσα ἐπὶ ἡμέρας τρεῖς βοηθεῖ λυσσοδήκτοις ἐνεργῶς, σὺν δὲ μέλιτι ἑφθῷ ῥαγάδας τὰς ἐν ποσὶ καὶ τὰς ἐν δακτυλίῳ καὶ χιμέτλας καὶ καρκινώματα παρηγορεῖ, λεῖοι δὲ ὠμοὶ σὺν γάλακτι ὀνείῳ ποθέντες βοηθοῦσι δήγμασιν ἑρπετῶν, φαλαγγίων καὶ σκορπίων πληγαῖς. ἑθοὶ δὲ σὺν ζωμῷ ἐσθιόμενοι φθισικοὺς ὠφελοῦσι καὶ τοὺς λαγωὸν θαλάσσιον πεπωκότας. τριφθέντες δὲ σὺν ὠκίμῳ καὶ προσαχθέντες σκορπίους κτείνουσι. δύνανται δὲ τὰ αὐτὰ καὶ οἱ θαλάσσιοι, πλὴν ἦττον τούτων ἐνεργοῦσιν.
- 2.11.1
11 σκορπιος χεραῖος ὠμὸς λεῖος ἐπιτεθεὶς βοήθημα τῆς ἰδίας πληγῆς γίνεται· βιβρώσκεται δὲ καὶ ὀπτηθεὶς πρὸς τὸ αὑτό.
- 2.12.1
12 τοῦ δὲ θαλασσίου σκορπίου ἡ χολὴ ἁρμόζει πρὸς τὰς ἐν ὀφθαλμοῖς ὑποχύσεις καὶ λευκώματα καὶ ἀμβλυωπίας.
- 2.13.1
13 δράκων θαλάσσιος ἀναπτυχθεὶς καὶ ἐπιτεθεὶς ἴαμά ἐστι πρὸς τὴν ἐκ τῆς ἀκάνθης αὑτοῦ πληγήν.
- 2.14.1
14 σκολοπἐνδρα θαλασσία ἑψηθεῖσα ἐν ἐλαίῳ καὶ καταχρισθεῖσα ψιλοῖ τρίχας, ψαυσθεῖσα δὲ κνησμὸν ἐργάζεται.
- 2.15.1
15 νάρκη θαλασσία ἐπιτεθεῖσα ἐπὶ χρονίων ἀλγημάτων τῶν περὶ κεφαλὴν πραύνει τὸ σφοδρὸν τοῦ ἀλγήματος, καὶ ἕδραν δὲ ἐκτρεπομένην ἢ προπίπτουσαν στέλλει προστεθεῖσα.
- 2.16.1.1
16 ἐχίδνης σὰρξ ἑψηθεῖσα καὶ ἐσθιομένη ὀξυδερκεῖς ποιεῖ τὰς ὄψεις καὶ πρὸς τὰ νευρικά ἁρμόζει καὶ τὰς αὐξανομένας χοιράδας ἵστησι. δεῖ δὲ ἐκδείραντας αὐτὴν ἀποκόπτειν τὴν κεφαλὴν καὶ τὴν οὐρὰν διὰ τὸ ἐν αὐτοῖς ἄσαρκον — μυθώδης γὰρ ἡ πρὸς τὸ μέτρον ἀποκοπὴ τῶν ἄκρων — τὸ δὲ λοιπὸν ἀφαιρεθέντων τῶν ἐντοσθιδίων πλύναντάς τε καὶ τεμαχίσαντας ἕψειν μετὰ ἐλαίου καὶ οἴνου καὶ ἀλῶν ὀλίγων καὶ ἀνήθου. φασὶ δὲ τοὺς προσφερομένους φθεῖρας γεννᾶν, ὅπερ ἐστὶ ψεῦδος· προσιστοροῦσι δὲ ἔνιοι καὶ μακρογήρως γίνεσθαι τοὺς ἐσθίοντας αὐτάς.
- 2.16.2.1
κατασκευάζονται δὲ καὶ ἅλες ἐξ αὐτῶν 2 πρὸς τὰ αὐτά, πλὴν ὁμοίως οὐκ ἐνεργοῦσι. καθίεται δὲ ἔχιδνα ζῶσα εἰς καινὴν χύτραν καὶ μετʼ αὐτῆς ἀλῶν καὶ ἰσχάδων τετριμμένων ἀνὰ ξέστην ἕνα μετὰ μέλιτος κυάθων ἕξ, καὶ περιχρίεται πηλῷ τὸ πῶμα τῆς χύτρας καὶ ὀπτᾶται ἐν καμίνῳ, ἄχρις οὖ ἀνθρακωθῶσιν οἱ ἅλες. μετὰ δὲ τοῦτο λειοτριβηθέντες ἀποτίθενται, ἐνίοτε μειγνυμένου πρὸς εὐστομίαν αὐτοῖς ναρδοστάχυος μαλαβάθρου φύλλου βραχέος.
- 2.17.1
17 γῆρας ὄφεως ἑψηθὲν μετὰ οἴνου βοήθημά ἐστιν ὠταλγίας ἐγχεόμενον καὶ ὀδονταλγίας διακλυζόμενον. μίσγουσι δὲ αὐτὸ καὶ εἰς ὀφθαλμικὰς δυνάμεις, μάλιστα δὲ τὸ τῆς ἔχεως.
← Previous · Next → — showing 301–400 of 1,966
First Thousand Years of Greek. CTS URN tlg0656.tlg001.1st1K-grc1. Via the Perseus Digital Library / Open Greek and Latin TEI corpora. Licence: Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License. Source.