Ancient Textssearch the texts themselves, not just their titles

← All works

De materia medica

First Thousand Years of Greek · First Thousand Years of Greek · 1,966 sections

  1. 1.66.68.70.3.1

    γεννᾶται δὲ καὶ ῥητίνη ἐξ αὐτῆς, καλουμένη σχινίνη, 3 ὑπʼ ἐνίων δὲ μαστίχη, χρησιμεύουσα πρὸς αἵματος ἀναγωγὰς καὶ πρὸς παλαιὰν βῆχα πινομένη. ἔστι δὲ εὐστόμαχος, ἐρευκτική· μείγνυται δὲ καὶ σμήγμασιν ὀδόντων καὶ ἐπιχρίσμασι προσώπου στιλβοποιοῦσα, ἀνακολλᾷ δὲ καὶ τρίχας ἐν ὀφθαλμοῖς, στόματός τε εὐωδίας παρασκευαστική ἐστι διαμασωμένη καὶ οὔλων σταλτική. γεννᾶται δὲ καλλίστη καὶ πλείστη ἐν Χίῳ τῇ νήσῳ. διαφέρει δὲ αὐτῆς ἡ λαμπυρίζουσα καὶ Τυρρηνικῷ κηρῷ ὁμοία τῇ λευκότητι, ἁδρὰ καὶ καπυρὰ καὶ εὐθρυβής, εὐώδης, ἡ δὲ χλωρὰ ἥττων. δολοῦται δὲ λιβάνῳ καὶ ῥητίνη στροβιλίνῃ μειγνυμένη.

  2. 1.66.68.71.1.1

    71 τέρμινθος γνώριμον δένδρον, ἧς τὰ φύλλα καὶ ὁ καρπὸς καὶ ὁ φλοιὸς στυπτικὰ ὄντα ἁρμόζει πρὸς ἃ καὶ ἡ σχῖνος, σκευαζόμενα ὁμοίως καὶ λαμβανόμενα. ὁ δὲ καρπὸς αὐτῆς ἐστιν ἐδώδιμος, κακοστόμαχος, θερμαντικός, οὐρητικός. ἔστι δὲ ἄριστος πρὸς ἀφροδίσια, σὺν οἴνῳ δὲ ποθεὶς πρὸς φαλαγγίων δήγματα ἁρμόζει.

  3. 1.66.68.71.1.2

    ἡ δὲ ἐξ αὐτῆς ῥητίνη κομίζεται μὲν ἐξ Ἀραβίας τῆς ἐν Πέτρᾳ, γεννᾶται δὲ καὶ ἐν Ἰουδαίᾳ καὶ Συρίᾳ καὶ ἐν Κύπρῳ καὶ ἐν Λιβύῃ καὶ ἐν ταῖς Κυκλάσι νήσοις, ἣ δὴ καὶ διαφέρει διαυγεστέρα οὖσα, λευκή, ὑελίζουσα τῷ χρώματι καὶ κυανίζουσα, εὐώδης, τερμίνθου πνέουσα.

  4. 1.66.68.71.2.1

    2 προάγει δὲ πασῶν τῶν ῥητινῶν ἡ τερμινθίνη καὶ μετὰ ταύτην ἡ σχινίνη, εἶτα ἡ πιτυίνη καὶ ἐλατίνη, μεθʼ ἃς ἀριθμοῦνται ἣ τε πευκίνη καὶ ἡ στροβιλίνη. ἔστι δὲ πᾶσα ῥητίνη θερμαντική, μαλακτική, διαλυτική. ἀνακαθαρτική, βηξὶν ἁρμόζουσα καὶ φθίσεσιν ἐν ἐκλεικτοῖς καθʼ ἑαυτὴν ἢ μετὰ μέλιτος, ἀνακαθαίρουσα καὶ τὰ ἐκ θώρακος. ἔστι δὲ καὶ οὐρητικὴ καὶ πεπτικὴ κοιλίαν τε μαλάσσει, ἔν τε ἀνακολλήσει τριχῶν ἁρμόζει τῶν ἐν βλφάροις, καὶ πρὸς λέπρας σὺν ἰῷ χαλκοῦ καὶ χαλκάνθῳ καὶ νίτρῳ, πρός τε τὰ ἰχωρορροοῦντα ὦτα σὺν μέλιτι καὶ ἐλαίῳ καὶ πρὸς κνησμὸν αἰδοίου.

  5. 1.66.68.71.3.1

    3 μείγνυται δὲ καὶ ἐμπλάστροις καὶ μαλάγμασι καὶ ἀκόποις, καὶ πλευροῦ ἀλγήμασι βοηθεῖ καθʼ ἑαυτὴν ἐπιχρισθεῖσα καὶ ἐπιτιθεμένη.

  6. 1.66.68.71.3.2

    γίνεται δὲ ῥητίνη ὑγρὰ πιτυίνη καὶ πευκίνη, κομιζόμεναι ἀπὸ Γαλλίας καὶ Τυρρηνίας· καὶ ἀπὸ Κολοφῶνος δὲ πάλαι ποτὲ ἐκομίζετο, ἔνθεν καὶ τὴν ἐπωνυμίαν ἔσχε Κολοφωνία κληθεῖσα, καὶ ἀπὸ Γαλατίας τῆς πρὸς ταῖς Ἄλπεσιν, ἣν ἐπιχωρίως οἱ τῇδε ἔνοικοι λάρικα ὀνομάζουσιν, ἐξόχως ποιοῦσα πρὸς τὰς χρονίους βῆχας ἐν ἐκλεικτῷ καθ᾿ ἑαυτήν. διάφοροι δέ εἰσι τῷ χρώματι καὶ αὗται· ἡ μὲν γάρ τίς ἐστι λευκὴ ἡ δὲ ἐλαιώδης ἡ δὲ μέλιτι ἔοικεν ὥσπερ ἡ λάριξ.

  7. 1.66.68.71.4.1

    γίνεται δὲ καὶ κυπαρισσίνη 4 ῥητίνη ὑγρά, ἥτις ποιεῖ πρὸς τὰ αὐτά. τῆς μέντοι ξηρᾶς ἡ μέν τίς ἐστι στροβιλίνη ἡ δὲ ἐλατίνη ἡ δὲ πευκίνη ἡ δὲ πιτυίνη. ἐκλέγου δʼ ἐκ πασῶν τὴν εὐωδεστάτην καὶ διαυγῆ καὶ μὴ καπυρὰν καὶ μὴ κάθυγρον, κηροειδῆ δὲ καὶ εὔθρυπτον. διαφέρει δὲ αὐτῶν ἡ πιτυίνη καὶ ἐλατίνη· εὐώδεις τε γάρ εἰσι καὶ λιβανίζουσαι. κομίζονται δὲ διάφοροι ἐκ Πιτυούσης τῆς νήσου, ἥτις κεῖται κατὰ τὴν Σπανίαν. ἡ δὲ πευκίνη καὶ στροβιλίνη καὶ κυπαρισσίνη ἐνδεέστεραί τέ εἰσι καὶ οὐχ ὁμοίαις κέχρηνται ταῖς δυνάμεσι, παραλαμβάνονται δὲ πρὸς ὅσα καὶ ἐκεῖναι. ἡ μέντοι σχινίνη ἀναλογεῖ τῇ τερμινθίνῃ.

  8. 1.66.68.71.5.1

    καίεται δὲ πᾶσα ῥητίνη ὑγρὰ ἐν τετραπλασίονι ἀγγείῳ 5 κατὰ τὸ τοῦ ἐγχεομένου ὑγροῦ πλῆθος· δεῖ γὰρ χοῦν μὲν τῆς ῥητίνης, δύο δὲ χοέας ὀμερίου ὕδατος ἐμβαλόντας εἰς χαλκεῖον ἕψειν ἐπʼ ἀνθράκων πραέως, διηνεκῶς κινοῦντας, ἄχρις οὗ ἄνοσμος γένηται καὶ εὔθρυπτος καὶ καπυρά, ὡς μὴ τοῖς δακτύλοις εἴκειν, λοιπὸν δὲ ψύξαντας εἰς κεραμεοῦν ἀγγεῖον ἀκώνητον τουτέστιν ἀπίσσωτον ἀποτίθεσθαι. γίνεται δὲ ἐξόχως λευκή· δεῖ μέντοι προδιυλίζειν πᾶσαν ῥητίνην τήκοντας, ἵνα χωρισθῇ τὸ ῥυπῶδες αὐτῆς.

  9. 1.66.68.71.6.1

    6 καίονται δὲ καὶ δίχα ὕδατος ἐπ᾿ ἀνθράκων κούφως τὸ πρῶτον· ὅταν δὲ μέλλωσι συστρέφειν, ἀθρόως καὶ πολλοὺς ὑποθετέον τοὺς ἄνθρακας καὶ ἑψητέον ἀδιαλείπτως ἐπὶ ἡμέρας καὶ νύκτας τρεῖς, ἄχρι ἂν τὸ προειρημένον ἰδίωμα ἀπολάβωσιν· ἀποτίθεσο δέ, ὡς εἵρηται. τὰς μέντοι ξηρὰς ἀρκέσει διʼ ὅλης ἡμέρας ἑψήσαντας ἀποτίθεσθαι. εὐχρηστοῦσι δὲ αἱ κεκαυμέναι εἴς τε τὰ εὐώδη τῶν μαλαγμάτων καὶ ἄκοπα καὶ εἰς χρωματισμοὺς μύρων. ἐκλαμβάνεται δὲ καὶ λιγνὺς ῥητίνης, ὥσπερ ἐπὶ τοῦ λιβάνου, ἥτις χρησιμεύει πρός τε καλλιβλέφαρα καὶ περιβεβρωμένους κανθοὺς καὶ μυδῶντα βλέφαρα καὶ δακρύοντας ὀφθαλμούς. γίνεται δὲ ἐξ αὐτῆς καὶ μέλαν, ᾧ γράφομεν.

  10. 1.66.68.72.1.1

    72 πίσσα ἡ μὲν ὑγρά, ἣν ἔνιοι κῶναν καλοῦσι, συνάγεται μὲν ἐκ τῶν λιπαρωτάτων ξύλων πεύκης καὶ πίτυος· ἔστι δὲ καλὴ ἡ στίλβουσα καὶ λεία καὶ καθαρά.

  11. 1.66.68.72.1.2

    ποιεῖ δὲ πρὸς θανάσιμα φάρμακα, φθισικούς, ἐμπυικούς, βῆχας, ἄσθματα, δυσανάγωγα τῶν ἐν θώρακι ὑγρῶν ἐκλειχομένη κυάθου πλῆθος μετὰ μέλιτος· ποιεῖ δὲ καὶ πρὸς τὰς τῶν παρισθμίων καὶ σταφυλῆς φλεγμονὰς καὶ συνάγχας διαχριομένη, καὶ πρὸς τὰ πυορροοῦντα ὦτα σὺν ῥοδίνῳ, πρός τε ἑρπετῶν δήγματα σὺν ἁλσὶ λείοις καταπλασσομένη.

  12. 1.66.68.72.2.1

    2 κηρῷ δὲ ἴσῳ μιγεῖσα λεπροὺς ὄνυχας ἀφίστησι, φύματά τε ὑστέρας καὶ σκληρίας δακτυλίου διαφ ορεῖ. σὺν κριθίνῳ δὲ ἑψηθεῖσα ἀλεύρῳ καὶ παιδὸς οὔρῳ χοιράδας περιρρήττει, μετὰ δὲ θείου ἢ πίτυος φλοιοῦ ὒ πιτύρων ἕρπητας ἐπέχει καταχριομένη, μάννῃ δὲ καὶ κηρωτῇ μιγεῖσα τάς ὑποφορὰς παρακολλᾷ, πρός τε τὰς ἐν ποσὶ καὶ δακτυλίῳ ῥαγάδας ἁρμόζει καταχριομένη, πληροῖ τε τὰ ἕλκη καὶ ἀποκαθαίρει σύν μέλιτι, σύν σταφ ίδι δὲ καὶ μέλιτι ἄνθρακας καὶ σηπεδόνας περιχαράσσει· μείγνυται δὲ καὶ σηπταῖς χρησίμως.

  13. 1.66.68.72.3.1

    γίνεται δὲ καὶ πισσέλαιον ἐκ τῆς πίσσης χωριζομένου 3 τοῦ ὑδατώδους αὐτῆς. ἐφίσταται δὲ τοῦτο καθάπερ ὀρρός, καὶ ἐκλαμβάνεται δὲ ἐν τῇ ἑψήσει τῆς πίσσης ὑπεραιωρουμένου ἐρίου καθαροῦ, ὅπερ, ὅταν ἐκ τοῦ ἀναφερομένου ἀτμοῦ γένηται διάβροχον, ἐκθλίβεται εἰς ἀγγεῖον, καὶ τοῦτο γίνεται ἐφ᾿ ὅσον ἂν χρόνον ἡ πίσσα ἕψηται. ποιεῖ δὲ πρὸς ὅσα καὶ ἡ ὑγρὰ πίσσα· δασύνει δὲ καὶ ἀλωπεκίας καταπλασθὲν μετά κριθίνου ἀλεύρου. θεραπεύει δὲ τοῦτο καὶ ἡ ὑγρὰ πίσσα καὶ τὰ ἐπὶ τῶν κτηνῶν ἕλκη καὶ ψώρας ἐπιχριομένη.

  14. 1.66.68.72.4.1

    γίνεται δὲ καὶ λιγνὺς ἐκ τῆς ὑγρᾶς πίσσης οὕτως· εἰς 4 λύχνον καινὸν ἐλλυχνιασμένον ἀποδούς τι τῆς πίσσης ἅψον καὶ πωμάσας τὸν λύχνον καινῷ ἀγγείῳ κεραμεῷ κλιβανοειδεῖ, ἄνωθεν μὲν περιφερεῖ καὶ στενῷ, κάτωθεν δὲ τρήματα ἔχοντι, καθάπερ οἱ κλίβανοι, ἔα καίεσθαι· ὅταν δὲ ἀναλωθῇ τὸ πρῶτον ὑρόν,, ἄλλο ἐπίχεε, ἕως ἂν αἰθαλώσῃς λιγνύν αὐτάρκη, καὶ χρῶ. δύναμιν δὲ ἔχει δριμεῖαν καὶ στυπτικήν. χρηστέον δὲ αὐτῇ εἰς καλλιβλέφαρα καὶ περίχριστα καὶ ὅπου μεμυδηκότα βλέφαρα τριχοφυῆσαι δεῖ, καὶ πρὸς ἀσθενέστερα καὶ μὴ δακρυρροοῦντα, ἔτι δὲ ἑλκώδη ὄμματα χρήσιμος.

  15. 1.66.68.72.5.1

    5 ἡ δὲ ξηρὰ πίσσα ἑψομένης τῆς ὑγρᾶς γίνεται· καλεῖται δὲ αὕτη ὐπ᾿ ἐνίων παλίμπισσα. γίνεται δὲ αὐτῆς ἡ μέν τις ἰξώδης, βοσκὰς καλουμένη, ἡ δὲ ξηρά. ἐστι δὲ καλὴ ἡ καθαρὰ καὶ λιπαρά καὶ εὐώδης καὶ ὑπόκιρρος καὶ ῥητινώδης. τοιαύτη δέ ἐστιν ἡ Λυκιακὴ καὶ ἡ Βρυττία, δύο φύσεων ἐχόμεναι, πίσσης ἅμα καὶ ῥητίνης. δύναμιν δὲ ἔχει θερμαντικήν, μαλακτικήν, πυοποιόν, διαφορητικὴν φυμάτων καὶ φυγέθλων καὶ πληρωτικῆν ἑλκῶν. μείγνυται δὲ καὶ τραυματικοῖς χρησίμως.

  16. 1.66.68.72.5.2

    ζώπισσαν δὲ οἱ μὲν εἶπον εἶναι τὴν τῶν πλοίων ξυομένην ῥητίνην μετὰ τοῦ κηροῦ, καλουμένην ὐπ᾿ ἐνίων ἀπόχυμα, οὖσαν διαχυτικὴν διὰ τὸ ἐν τῇ θαλάσσῃ βρέχεσθαι, οἱ δὲ τὴν πιτυίνην ῥητίνην οὕτως ὠνόμασαν.

  17. 1.66.68.73.1.1

    73 ἄσφαλτος διαφέρει ἡ Ἰουδαικὴ τῆς λοιπῆς. ἔστι δὲ καλὴ ἡ πορφυροειδῶς στίλβουσα, εὔτονος τῇ ὀσμῇ καὶ βαρεῖα, ἡ δὲ μέλαινα καὶ ῥυπώδης φαύλη· δολοῦται γάρ πίσσης μειγνυμένης. γεννᾶται δὲ καὶ ἐν Φοινίκῃ καὶ ἐν Σιδῶνι καὶ ἐν Βαβυλῶνι καὶ ἐν Ζακύνθῳ· γίνεται δὲ καὶ κατὰ τὴν Ἀκραγαντίνων χώραν τῆς Σικελίας ὑγρὸν ἐπινηχόμενον ταῖς κρήναις, ᾧ χρῶνται εἰς τούς λύχνους ἀντὶ ἐλαίου, καλοῦντες αὐτὸ Σικελὸν. ἔλαιον πλανώμενοι· ἐστι γάρ ἀσφάλτου ὑγρᾶς εἶδος.

  18. 1.66.68.73.1.2

    καλεῖται δέ τις καὶ πιττάσφαλτος, γεννωμένη ἐν Ἀπολλωνίᾳ τῇ πρὸς Ἐπιδάμνῳ, ἥτις ἐκ τῶν Κεραυνίων ὀρῶν συγκαταφέρεται τῇ τοῦ ποταμοῦ ῥύμῃ καὶ ἐκβράσσεται εἰς τάς ἠιόνας βωλοειδῶς συμπεπηγυῖα, ὄζουσα πίσσης μεμειγμένης ἀσφάλτῳ.

  19. 1.66.68.73.2.1

    καλεῖται δέ τις καὶ νάφθα, ὅπερ ἐστὶ τῆς Βαβυλωνίου 2 ἀσφάλτου περιήθημα, τῳ χρώματι λευκόν, εὑρίσκεται δὲ καὶ μέλαν. δύναμιν δὲ ἔχει ἁρπακτικὴν πυρὸς ὥστε καὶ ἐκ διαστήματος ἁρπάζειν τοῦτο, ὅπερ πρὸς ὑποχύσεις χρησιμεύει καὶ λευκώματα.

  20. 1.66.68.73.2.2

    δύναμιν δὲ ἔχει πᾶσα ἄσφαλτος ἀφλέγμαντον, κολλητικήν, διαφορητικήν, μαλακτικήν, ποιοῦσα πρὸς πνίγας ὑστερικὰς καὶ προπτώσεις προστιθεμένη καὶ ἀσφραινομένη καὶ ὑποθυμιωμένη ἐλέγχει δὲ καὶ ἐπιλημπτικοὺς ὑποθυμιαθεῖσα καθάπερ καὶ ὀ γαγάτης λίθος.

  21. 1.66.68.73.3.1

    πινομένη δὲ μετ᾿ οἴνου καὶ καστορίου 3 ἔμμηνα κινεῖ καὶ βηξὶ χρονίαις καὶ ἀσθματικοῖς καὶ δυσπνοίαις βοηθεῖ καὶ ἑρπετῶν δήγμασι καὶ ἰσχίων πόνοις καὶ πλευρᾶς. δίδοται δὲ καὶ κοιλιακοῖς καταπότιον, καὶ θρόμβους αἵματος διαλύει σύν ὄξει ποθεῖσα, ἐγκλύζεταί τε ἐπὶ δυσεντερικῶν σύν πτισάνῃ τακεῖσα, καὶ κατάρρους ὑποθυμιωμένη θεραπεύει, καὶ ὀδόντων ἀλγήματα περιπλασθεῖσα πραύνει ἀνακολλᾷ δὲ καὶ τρίχας ἡ ξηρὰ διὰ μηλωτίδος θερμανθεῖσα, ἀρήγει δὲ καὶ ποδαγρικοῖς καὶ ἀρθριτικοῖς σύν ὠμῇ λύσει καὶ κγρῷ καὶ νίτρῳ καταπλασθεῖσα. ἡ δὲ πισσάσφαλτος δύναται ὅσα πίσσα καὶ ἄσφαλτος μιγέντα.

  22. 1.66.68.74.1.1

    74 κυπάρισσος στύφει, ψύχει, ἧς τὰ φύλλα ποθέντα μετὰ γλυκέος καὶ σμύρνης ὀλίγης κύστει ῥευματιζομένῃ καὶ δυσουρίᾳ ουρίᾳ βοηθεῖ. τὰ δὲ χλωρά σφαιρία κοπέντα καὶ σύν οἴνῳ πινόμενα ἁρμόζει πρὸς αἵματος ἀναγωγὴν καὶ δυσεντερίαν καὶ κοιλίας ῥευματισμόν, ὀρθόμπνοιαν, βῆχας· καὶ τὸ ἀφέψημα δὲ αὐτῶν τὸ αὐτὸ ποιεῖ, μαλάττει δὲ καὶ σκληρίας κοπέντα μετὰ σύκου καὶ πολύπους τοὺς ἐν τοῖς μυκτῆρσιν ἰᾶται.

  23. 1.66.68.74.2.1

    2 ἐκβάλλει δὲ καὶ λεπριῶντας ὄνυχας σύν ὄξει καθεψηθέντα καὶ λειανθέντα μετὰ θέρμων, στέλλει δὲ καὶ ἐντεροκήλας καταπλασθέντα, καὶ τά φύλλα δὲ τὰ αὐτὰ ποιεῖ· δοκεῖ δὲ καὶ κώνωπας διώκειν τὰ σφαιρία μετά τῆς κόμης θυμιαθέντα. τὰ δὲ φύλλα λεῖα καταπλαττόμενα τραύματα κολλᾷ, ἐστι δὲ καὶ ἴσχαιμα, σὺν ὄξει δὲ λειωθέντα τρίχας βάπτει. καταπλάσσεται δὲ καθ᾿ ἑαυτὰ καὶ σύν ἀλφίτῳ πρὸς ἐρυσιπέλατα καὶ ἕρπητας καὶ ἄνθρακας καὶ πρὸς ὀφθαλμῶν φλεγμονάς. κηρωτῇ δὲ μιγέντα στόμαχον κρατύνει ἐπιτιθέμενα.

  24. 1.66.68.75.1

    75 ἄρκευθος· ἠ μέν τῖς ἐστι μεγάλη ἡ δὲ μικρά. ἀμφότεραι δὲ θερμαίνουσι καὶ λεπτύνουσι· εἰσὶ δὲ καὶ οὐρητικαί, υθμιώμεναι δὲ θηρία διώκουσι. τοῦ μέντοι καρποῦ ὁ μέν τις κατὰ καρύου Ποντικοῦ τὸ μέγεθος εὑρίσκεται, ὁ δὲ κυάμῳ ἴσος, στρογγύλος δὲ καὶ εὐώδης, γλυκύς ἐν τῳ διαμασᾶσθαι καὶ ὐπόκιρρος, ἀρκευθὶς καλούμενος, θερμαντικὸς μετρίως καὶ στυπτικός, εὐστόμαχος, ποιῶν πρὸς τὰ ἐν θώρακι καὶ βῆχας καὶ ἐμπνευματώσεις καὶ στρόφόφους καὶ θηρία πινόμενος. ἐστι δὲ καὶ οὐρητικός, ὅθεν καὶ σπάσμασι καὶ ῥήγμασι καὶ ὑστερικῶς πνιγομέναις ἁρμόζει.

  25. 1.66.68.76.1

    76 βράθυ, ὅ ἔνιοι βόρατον καλοῦσιν. ἔστι τούτου εἴδη φύο· τὸ γὰρ ἐστιν σὺτοῦ τοῖς ὅμοιον κυπαρίσσῳ, ἀκανθωδέστερον δὲ καὶ βαρύοσμον, κολοβόν τε τὸ δένδρον καὶ εἰς πλάτος μᾶλλον ἐκχεόμενον· χρῶνται δὲ τούτου τοῖς φύλλοις ἀντὶ θυμιάματος. τὸ δὲ ἕτερὸν ἐστι μυρίκη τοῖς φύλλοις ὅμοιον.

  26. 1.66.68.76.2

    ἀμφοτέρων δὲ τὰ φύλλα ἵστησι νομάς καὶ φλεγμονὰς καταπλασσόμενα πραύνει, ἀποκαθαίρει τε μελανίας σὺν μέλιτι καταπλασσόμενα καὶ τάς ῥυπαρίας καὶ ἄνθρακας περιρρήσσει. ποθέντα δὲ καὶ ΑἾΜΑ δι᾿ οὔρων ἄγει καὶ ἔμβρυα ἐκτινάσσει· προστεθέντα δὲ καὶ ὑποθυμιαθέντα τὸ αὐτὸ ποιεῖ, μείγνυται δὲ καὶ τοῖς θερμαντικοῖς χρίσμασιν, ἰδίως δὲ τῳ γλευκίνῳ.

  27. 1.66.68.77.1.1

    77 κέδρος δένδρον ἐστὶ μέγα, ἐξ οὔ ἡ λεγομένη κεδρία συνάγεται. καρπὸν δὲ ἔχει ὥσπερ κυπάρισσος, μικρότερον μέντοι παρά πολύ. γεννᾶται δὲ καὶ ἄλλη κέδρος μικρά, ἀκανθώδης, καρπὸν δὲ ὥσπερ ἄρκευθος φέρουσα, μέγεθος μύρτου, περιφερῆ. τῆς δὲ κεδρίας ἀρίστη ἡ παχεῖα καὶ διαυγής, εὔτονος, βαρεῖα τῇ ὀσμῇ, ἀποχεομένη τε κατὰ σταλαγμούς ἐπιδιαμένουσα καὶ μὴ διαχεομένη.

  28. 1.66.68.77.1.2

    δύναμιν δὲ ἔχει σηπτικὴν μὲν τῶν ἐμψύχων, φυλακτικὴν δὲ τῶν νεκρῶν σωμάτων, ὅθεν καὶ νεκροῦ ζωήν τινες ἐκάλεσαν αὐτήν, καὶ ἱμάτια δὲ καὶ δέρματα φθείρει διὰ τὸ θερμαίνειν ἐπιτεταμένως καὶ ξηραίνειν.

  29. 1.66.68.77.2.1

    εὐθετεῖ δὲ εἴς τε τὰ ὀφθαλμικὰ 2 ὀξυδερκὴς οὗσα ἐγχριομένη καὶ λευκώματα καὶ οὐλὰς σμήχει. σὺν ὄξει δὲ ἐγκλυζομένη σκώληκας τοὺς ἐν ὠσὶ κτείνει, ἤχους τε καὶ συριγμούς παύει σὺν ὑσσώπου ἀφεψήματι ἐγχεομένη, εἴς τε ἐμβρώματα ὀδόντος ἐνσταγεῖσα θραύει μὲν τὸν ὀδόντα, παύει δὲ τὴν ἀλγηδόνα· καὶ σύν ὄξει δὲ διακλυζομένη ΐὸ αὐτὸ ποιεῖ. περιχρισθεῖσα δὲ αἰδοίῳ πρὸ τῆς συνουσίας ἀτόκιόν ἐστι, συναγχικῶν τε περίχριστός ἐστι καὶ παρισθμίων φλεγμοναῖς βοηθεῖ, φθεῖράς τε καὶ κόνιδας φθείρει περιχρισθεῖσα, κεράστου δὲ δήγμασι σύν ἁλσὶ καταπλασσομένη ἀρήγει, πρός τε λαγωοῦ θαλασσίου πόσιν σύν γλυκεῖ λαμβανομένη βοηθεῖ.

  30. 1.66.68.77.3.1

    ὠφελεῖ καὶ 3 ἐλεφαντιῶντας ἐκλειχομένη ἢ περιχριομένη, καθαίρει καὶ τὰ ἐν πνεύμονι ἕλκη καὶ ἰᾶται ταῦτα ὅσον κύαθος ῥοφουμένη, σκώληκάς τε καὶ ἀσκαρίδας ἐγκλυζομένη φθείρει καὶ ἔμβρυα κατασπᾷ.

  31. 1.66.68.77.3.2

    γίνεται δὲ καὶ ἔλαιον ἐξ αὐτῆς, χωριζόμενον ἀπὸ τῆς κεδρίας δι᾿ ἐρίου ὑπεραιωρουμένου ἐν τῇ ἑψήσει, ὡς ἐπὶ τῆς πίσσης, ποιοῦν πρὸς ὅσα καὶ ἡ κεδρία. θεραπεύει δὲ ἰδίως τὸ ἔλαιον καὶ τὰς ἐπὶ τῶν τετραπόδων ψώρας καὶ κυνῶν καὶ βοῶν ἀνδρικῶς καταχριόμενον, καὶ τοὺς ἐπ αὐτῶν κρότωνας φθείρει προσαγόμενον, καὶ τὰς ἐπὶ τῇ κουρᾷ γινομένας ἑλκώσεις αὐτῶν ἀπουλοῖ.

  32. 1.66.68.77.4.1

    τὴν δὲ λιγνὺν αὐτῆς συνακτέον, ὥσπερ τὴν τῆς πίσσης, 4 δύναμιν ἔχουσαν τὴν αὐτὴν ἐκείνῃ.

  33. 1.66.68.77.4.2

    κεδρίδες δὲ καλοῦνται οἱ ἐξ αὐτῆς καρποί. δύναμιν δὲ ἔχουσι θερμαντικήν, κακοστόμαχον· βοηθοῦσι δὲ βηξί, σπάσμασι, ῥήγμασι, στραγγουρίαις. καὶ ἔμμηνα ἄγουσι μετά πεπέρεως λεῖαι πινόμεναι, καὶ πρὸς λαγωοῦ θαλασσίου πόσιν σύν οἴνῳ λαμβάνονται διώκοι σι καὶ θηρία χριομένου τοῦ σώματος σὺν ἐλαφείῳ στέατι μυελῷ. μείγνυνται δὲ καὶ ἀντιδότοις.

  34. 1.66.68.78.1.1

    78 δάφνη· ἡ μέν τίς ἐστι λεπτόφ υλλος ἡ δὲ πλατυτέρα. θερμαντικαὶ δὲ ἀμφότεραι καὶ μαλακτικαί, ὅθεν τὸ ἀφέψημα αὐτῶν εἰς ἐγκαθίσματα ταῖς περὶ κύστιν καὶ μήτραν ἁρμόζει διαθέσεσι. τὰ δὲ χλωρὰ τῶν φύλλων ἠρέμα ὑποστύφει· ὡφελεῖ δὲ λεῖα καταπλασθέντα σφηκῶν καὶ μελιττῶν πληγάς, δύναται δὲ καὶ πᾶσαν φλεγμονὴν πραύνειν σύν ἄρτῳ καὶ ἀλφίτῳ καταπλασθέντα, ποθέντα δὲ ἀμβλύνει τὸν στόμαχον καὶ ἐμέτους κινεῖ.

  35. 1.66.68.78.2.1

    2 αἱ δὲ δαφνίδες θερμαντικώτεραιι τῶν φύλλων εἰσί. ποιοῦσι δᾶ ἐκλειχόμεναι λεῖαι σὺν μέλιτι ἤ γλυκεῖ πρὸς φθίσιν καὶ ὀρθόπνοιαν καὶ τοὺς περὶ θώρακα ῥευματισμούς. πίνονται δὲ σύν οἴνῳ πρὸς σκορπιοπλήκτους, καὶ ἀλφοὺς δὲ σμήχουσι. τὸ δὲ πίεσμα αὐτῶν ὠταλγίαις καὶ ἤχοις καὶ δυσηκοίαις βοηθεῖ σύν οἴνῳ παλαιῷ καὶ ῥοδίνῳ ἐγχεόμενον μείγνυται καὶ ἀκόποις καὶ συγχρίσμασι θερμαντικοῖς καὶ διαφορητικαῖς δυνάμεσι. ὁ δὲ φλοιὸς τῆς ῥίζης αὐτῶν λίθοις θρύπτει καὶ ἔμβρυα κτείνει καὶ ἡπατικοὺς ὠφελεῖ τριωβόλου πλῆθος σύν οἴνῳ εὐώδει πινόμενος.

  36. 1.66.68.79.1

    79 πλατάνου τά τρυφερὰ τῶν φύλλων ἑψηθέντα ἐν οἴνῳ καὶ καταπλασθέντα στέλλει ῥεύματα ἀφθαλμῶν· κουφί ίζει δὲ καὶ τὰ οἰδήματα καὶ φλεγμονάς. ὁ δὲ φλοιὸς ἑψηθεὶς σύν ὄξει ὀδονταλγὶας ἐστὶ διάκλυσμα. τὰ δὲ σφαιρία χλωρὰ σύν οἴνῳ ποθέντα ἑρπετοδήκτοις βοηθεῖ, ἀναλημφθ θέντα δὲ στέατι πυρίκαυτα θεραπεύει. ὁ δὲ χνοῦς τῶν φύλλων καὶ τῶν σφαιρίων ἀκοὴν καὶ ὄψιν παρεμπεσὼν λυμαίνεται.

  37. 1.66.68.80.1

    80 μελία δένδρον ἐστὶ γνώριμον, ἧς τῶν φύλλων ὁ χυλὸς καὶ αὐτὰ σύν οἴνῳ πινόμενα καὶ καταπλασσόμενα ἐχεοδήκτοις βοηθεῖ. ὁ δὲ φλοιὸς καεὶς καὶ καταχρισθεὶς μεθ᾿ ὕδατος λέπρας ἀφίστησι. τὰ δὲ τορνεύματα τοῦ ξύλου ποθέντα φασὶν ἀναιρετικὰ εἶναι.

  38. 1.66.68.81.1

    81 λεύκης τοῦ δένδρου ὁ φλοιὸς ποθεὶς ὅσον οὐγγίας μιᾶς πλῆθος ἰσχιάδας ὠφελεῖ καὶ στραγγουρίας} ἱστορεῖται δὲ καὶ ἀτόκιος εἶναι ποθεὶς μετὰ ἡμιόνου νεφροῦ, καὶ τά φύλλα δὲ πινόμενα μετὰ τὴν κάθαρσιν σύν ὄξει τὸ αὐτὸ ὁρᾶν λέγεται. ὠφελεῖ δὲ καὶ ὠταλγίαν ὁ χυλὸς τῶν φύλλων χλιαρὸς ἐνσταζόμενος. τὰ δὲ κατὰ τὴν ἐκβλάστησιν τῶν φύλλων αφαιρία λεῖα μετὰ μέλιτος ἐγχριόμενα ἀμβλυωπίας θεραπεύει. ἔνιοι δὲ ἱστοροῦσι τὸν φλοιὸν τῆς λεύκης καὶ τῆς αἰγείρου τμηθέντα εἰς λεπτὰ μεγέθη καὶ ἐνσπαρέντα πρασιαῖς κεκοπρισμέναις ἐν παντὶ καιρῷ μύκητας ἐδωδίμους φύειν.

  39. 1.66.68.82.1

    82 μάκιρ φλοιός ἐστι κομιζόμενος ἐκ τῆς βαρβάρου, ὑπόξανθος, παχύς, στύφων ἱκανῶς κατὰ τὴν γεῦσιν. πίνεται δὲ πρὸς αἵματος πτύσιν καὶ δυσεντερίαν καὶ κοιλίας ῥευματισμόν.

  40. 1.66.68.83.1

    83 αἰγείρου τὰ φύλλα μετ΄ ὄξους καταπλαττόμενα ποδαγρικὰς ὀδύνας ὠφελεῖ. ἡ δὲ ἐξ αὐτῆς ῥητίνη μείγνυται μαλάγμασιν. ὁ δὲ καρπὸς μετʼ ὄξους πινόμενος ἐπιλημπτικοὺς ἱστορεῖται ὠφελεῖν. λέγεται δ᾿ ὅτι τὸ ἐξ αὐτῶν δάκρυον κατὰ τὸν Ἠριδανὸν ποταμὸν καταχεόμενον πήγνυσθαι καὶ γίνεσθαι τὸ καλούμενον ἤλεκτρον, ὑπ᾿ ἐνίων δὲ χρυσοφόρον, εὐῶδες ἐν τῇ παρατρίψει καὶ χρυσοειδὲς τῳ χρώματι, ὅπερ πινόμενον λεῖον στομάχου καὶ κοιλίας ῥεῦμα ἵστησι.

  41. 1.66.68.84.1.1

    84 πτελέας τὰ φύλλα καὶ οἱ ἀκρεμόνες καὶ ὁ φλοιὸς στυπτικά. ποιεῖ δὲ τὰ φύλλα πρὸς λέπραν λεῖα σὺν ὄξει ἐπιπλαττόμενα καὶ τραύματα κολλᾷ, μᾶλλον δὲ ὁ φλοιὸς ἀντὶ ἐπιδέσμου περιειλούμενος ἐστι γὰρ ἱμαντώδης. ὁ δὲ παχύτερος φλοιὸς σύν οἴνῳ ἤ ὕδατι ψυχρῶ ποθεὶς οὐγγίας μιᾶς πλῆθος ἄγει φλέγμα. τὸ δὲ ἀφέψημα τῶν ῥιζῶν ἤ τῶν φύλλων καταντλούμενον τά κατάγματα πωροῖ τάχιον. τὸ δὲ ἐν τοῖς θυλακίοις κατὰ τὴν πρώτην ἐκβλάστησιν εὑρισκόμενον ὑγρὸν στιλβοῖ πρόσωπον ἐπιχριόμενον, ξηραινόμενον δὲ τὸ ὑγρὸν τοῦτο ἀναλύεται εἰς θηρία κωνωποειδῆ.

  42. 1.66.68.84.2.1

    2 καὶ λαχανεύεται δὲ τὰ πρόσφατα τῶν φύλλων ἑψόμενα εἰς προσοψήματα.

  43. 1.66.68.84.2.2

    ἡ δὲ ἀπὸ τῶν παλαιῶν ξύλων καὶ πρέμνων σαπρία συνισταμένη ὥσπερ ἄλευρον καταπασσομένη ἀνακαθαίρει καὶ ἀπουλοῖ ἕλκη. τὰ δὲ ἑρπυστικὰ ἐπέχει σύν ἴσῳ ἀνήσσῳ φυραθεῖσα ἐλαίῳ ἐν ὀθονίῳ τε καεῖσα καὶ λεία καταπασσομένη.

  44. 1.66.68.85.1

    85 καλάμων ὁ μέν τις καλεῖται ναστός, ἐξ οὖ τὰ βέλη γίνεται, ὁ δέ τις θῆλυς, ἐξ οὖ αἱ γλῶτται τοῖς αὐλοῖς κατασκευάζονται· ἄλλος δὲ συριγγίας, παχύσαρκος, πυκνογόνατος, εἰς βιβλιογραφίαν ἐπιτήδειος, ὁ δέ τις παχύς καὶ κοῖλος, παρὰ ποταμοῖς φυόμενος, ὃς καὶ δόναξ καλεῖται, ὑπό τινων δὲ Κύπριος, καὶ ἕτερος φραγμίτης, ὑπόλευκος, λεπτός, πᾶσι γνώριμος, οὖ ἡ ῥίζα καταπλασθεῖσα λεία καθ᾿ ἑαυτὴν καὶ σύν βολβοῖς ἐπισπᾶται σκόλοπας καὶ ἀκίδας, σύν ὄξει δὲ στρέμματα καὶ ὀσφύος ἀλγήματα παρηγορεῖ. τὰ δὲ φύλλα κοπέντα χλωρά καὶ ἐπιτεθέντα ἐρυσιπέλατά τε καὶ τὰς ἄλλας φλεγμονὰς ἰᾶται. ὁ δὲ φλοιὸς ἀλωπεκίας θεραπεύει καεὶς καὶ μετ᾿ ὄξους καταπλασθείς. ἡ δὲ ἀνθήλη τῶν καλάμων ἐμπεσοῦσα ταῖς ἀκοαῖς κώφωσιν ἐργάζεται. δύναται δὲ τὰ αὐτὰ καὶ ὁ Κύπριος λεγόμενος κάλαμος ποιεῖν.

  45. 1.66.68.86.1

    86 πάπυρος γνώριμος πᾶσιν, ἀφ᾿ ἧς ὁ χάρτης κατασκευάζεται, εὔχρηστος δὲ εἰς τὴν ἰατρικὴν χρῆσιν, πρὸς ἀναστόμωσιν συρίγγων σκευασθεῖσα διάβροχος περιειλουμένου λίνου ἄχρι ξηρασίας· στεγνουμένη γάρ καὶ καθιεμένη ἐμπίπλαται ὑγρασίας καὶ ἐξοιδοῦσα διανοίγει τὰς σύριγγας. ἔχει δέ τι ἡ ῥίζα αὐτῆς καὶ τρόφιμον· διαμασώμενοι γοῦν αὐτὴν οἱ ἐν Αἰγύπτῳ ἀποχυλίζουσιν ἐκπτύοντες τὸ διαμάσημα, χρῶνται δὲ καὶ ἀντὶ ξύλων αὐταῖς. ἡ δὲ κεκαυμένη πάπυρος ἄχρι τεφρώσεως δύναται νομάς ἐπέχειν τάς ἐν στόματι καὶ παντὶ μέρει· βέλτιον δὲ ὁ χάρτης καεὶς δρᾷ τὸ τοιοῦτον.

  46. 1.66.68.87.1.1

    87 μυρίκη δένδρον ἐστὶ γνώριμον, παρὰ λίμναις καὶ τοῖς στασίμοις ὕδασι φυόμενον, καρπὸν ὡσπερεὶ ἄνθος φέρουσα βρυῶδες κατὰ τὴν σύστασιν. γεννᾶται δέ τις ἐν Αἰγύπτῳ καὶ Συρίᾳ ἥμερος, κατὰ τὰ ἄλλα ὁμοίας οὖσα τῇ ἀγρίᾳ. καρπὸν δὲ φέρουσα ἐμφερῆ κηκίδι, ἀνώμαλον, στύφοντα τῇ γεύσει, ἁρμόζοντά τε ἀντὶ κηκίδος εἰς τὰ ὀφθαλμικὰ καὶ στοματικὰ καὶ πρὸς αἵματος πτύσεις ἐν ποτῷ καὶ κοιλιακοῖς καὶ ῥοικαῖς γυναιξὶ καὶ ἰκτέρῳ καὶ φαλαγγιοδήκτοις, οἰδήματά τε στέλλει καταπλασβείς· καὶ ὁ ξλοιὸς δὲ τὰ αὐτὰ τῳ καρπῷ ποιεῖ.

  47. 1.66.68.87.2.1

    2 τῶν δὲ φύλλων τὸ ἀφέψημα σὺν οἴνῳ ποθὲν σπλῆνα τήκει, καὶ ὀδονταλγίαις βοηθεῖ διακλυζόμενον, ἐγκάθισμά τε ῥοικαῖς, καὶ περίχυμα τοῖς φεῖρας καὶ κονίδας γεννῶσιν ἐπιτήδειον. καὶ ἡ ἀπὸ τῶν ξύλων δὲ τέφρα προστεθεῖσα ῥύσιν τὴν ἐκ μήτρας στέλλει. κατασκευάζουσι δὲ ἔνιοι ἐκ τοῦ πρέμνου καὶ κύλικας, αἷς ἐπὶ τῶν σπληνικῶν χρῶνται ἀντὶ ποτηρίων, ὡς τοῦ δι᾿ αὐτῶν πόματος ὠφελοῦντος.

  48. 1.66.68.88.1

    88 ἐρείκη δένδρον ἐστὶ θαμνῶδες, ὅμοιον μυρίκῃ, μικρόγάζονται δὲ πολλῷ, οὖ τῳ ἄνθει αἱ μέλιτται χρώμεναι μέλι ἐργάζονται οὐ σπουδῇ.

  49. 1.66.68.88.2

    ταύτης ἡ κόμη καὶ τὸ ἄνθος καταπλασσόμενα ἑρπετῶν δήγματα ἰᾶται.

  50. 1.66.68.89.1

    89 ἀκακαλλὶς θάμνου καρπός ἐστι γεννωμένου ἐν Αἰγύπτῳ, ἐοικώς κατά τι τῷ τῆς μυρίκης καρπῷ, οὖ τὸ ἀπόβρεγμα μείγνυται κολλυρίοις τοῖς πρὸς ὀξυδερκίαν ἁρμάζουσιν.

  51. 1.66.68.90.1

    90 ῥάμνος θάμνος ἐστὶ περὶ φραγμούς φυόμενος, ῥάβδους ἔχων ὀρθὰς καὶ ἀκάνθας ὥσπερ ὀξυάκανθα, φύλλα δ᾿ ὑπομήκη, ὑπολίπαρα, μαλακά. ἔστι δὲ καὶ ἑτέρα παρά ταύτην λευκοτέρα, ἐστι δὲ καὶ τρίτη μελάντερα ἔχουσα τά φύλλα καὶ πλατύτερα σύν τῳ ἠρέμα ἐρυθραίνεσθαι, ῥάβδους μακράς πήχεων ὡς πέντε καὶ μᾶλλον ἀκανθώδεις· ἦττον δὲ στερεάς καὶ ἐπάκμους ἔχει τάς ἀκάνθας. καρπὸς δὲ πλατύς, λεπτός, ὡς θυλακώδης, ἐοικώς σφονδύλῳ.

  52. 1.66.68.90.1-2

    90 RV: ῥάμνος οἱ δὲ Περσεφόνιον, οἱ δὲ λευκάκανθα, Ῥωμαῖοι σπίνα ἄλβα, οἱ δὲ σπίνα κερβάλις, Ἄφροι ἀταδίμ. θάμνος ἐστὶν ἀρθός, ἔχων ῥάδους καὶ ἀκάνθας ὥσπερ ὀξυάκανθα, φύλλα μακρά, ὑπομήκη, ὑπολίπαρα, μαλακά. ἐστι δὲ καὶ ἑτέρα λευκοτέρα καὶ τάς ῥάβδους ἔχουσα μακροτέρας μὲν καὶ ἀκανθώδεις, ἧττον δὲ στερεάς, τὸν δὲ καρπὸν λευκόν, κοινῶς λεπτόν, θυλακώδη. φύονται δὲ περὶ φραγμοῖς. τὰ δὲ φύλλα αὐτῶν λέγεται ποιεῖν καταπλασσόμενα πρὸς ἐρυσιπέλατα καὶ ἕρπητας.

  53. 1.66.68.90.2

    ποιεῖ δὲ πασῶν τὰ φύλλα πρὸς ἐρυσιπέλατα καὶ ἔρπητας καταπλασσόμενα. λέγεται δὲ καὶ κλῶνας αὐτῆς θύραις ἢ θυκαταπλασσόμενα. προστεθέντας ἀποκρούειν τὰς τῶν φαρμάκων κακουργίας.

  54. 1.66.68.91.1

    91 ἅλιμον θάμνος ἐστὶ φραγμίτης, ὅμοιος ῥάμνῳ, οὐκ ἔχων ἀκάνθας, φύλλα δὲ ἐλαίας παραπλήσια, πλατύτερα μέντοι· φύεται ἐν παραθαλασσίοις τόποις καὶ φραγμοῖς. λαχανεύεται δὲ αὐτῆς τὰ φύλλα ἑψόμενα εἰς βρῶσιν. τῆς δὲ ῥίζης δραχμῆς μιᾶς ὁλκὴ ποθεῖσα σύν μελικράτῳ σπάσματα καὶ ῥήγδραχμῆς καὶ στρόφους πραύνει καὶ γάλα κατασπᾷ.

  55. 1.66.68.92.1

    92 παλίουρος γνώριμος θάμνος ἀκανθώδης, στερεός, οὖ τὸ σπέρμα λιπαρὸν καὶ γλινῶδες εὐρίσκεται· ὅπερ πινόμενον βηξὶν ἀρήγει καὶ τούς ἐν κύστει λίθους θρύπτει καὶ πρὸς ἑρπετῶν δήγματα ποιεῖ, τὰ δὲ φύλλα καὶ ἠ ῥίζα στυπτικά, ὧν τὸ ἀφέψημα ποθὲν κοιλίαν ἵστησιν, οὖρά τε ἄγει καὶ θανασίμοις καὶ θηριοδήκτοις βοηθεῖ, διαφορεῖ δὲ πάντα τὰ πρόσφατα φύματα καὶ οἰδήματα ἡ ῥίζα λεία ἐπιπλασθεῖσα.

  56. 1.66.68.93.1

    93 ὀξυάκανθα· οἱ δὲ πυρῆνα, οἱ δὲ πυρακάνθην καλοῦσι. δένδρον ἐστὶ παραπλήσιον ἀχράδι, μικρότερον δὲ καὶ ἀκανθῶδες ἄγαν· καρπὸν δὲ φέρει μύρτῳ ἐμφερῆ, ἁδρόν, ἐρυθρόν, εὔθρυπτον, ἔνδοθεν πυρῆνας ἔχοντα, ῥίζαν πολυσχιδῆ καὶ βαθεῖαν.

  57. 1.66.68.93.2

    τούτου ὁ καρπὸς διάρροιαν ἵστησι καὶ ῥοῦν γυναικεῖον πινόμενος καὶ ἐσθιόμενος. ἡ δὲ ῥίζα καταπλασθεῖσα λεία σκόλοπας καὶ ἀκίδας ἐπισπᾶται. ἱστορεῖται δὲ δύνασθαι ἡ ῥίζα καὶ ἐκτρωσμούς ἐργάζεσθαι τῆς κοιλίας ἡσυχῆ τρὶς πληχθείσης χρισθείσης.

  58. 1.66.68.94.1

    94 κυνόσβατος· οἱ δὲ ὀξυάκανθαν καλοῦσι. θάμνος ἐστὶ βάτου πολλῷ μείζων, δενδρώδης. φύλλα φέρει πλατύτερα μυρσίνης, ἄκανθαν δὲ περὶ ταῖς ῥάβδοις ἰσχυράν, ἄνθος λευκόν, καρπὸν ἐπιμήκη, πυρῆνι ἐλαίας ἐοικότα, ἐν τῷ πεπαίνεσθαι πυρράν, τὰ δὲ ἐντὸς ἐριώδη. ἵστησι δὲ κοιλίαν ὁ καρπὸς ξηρὸς δίχα τοῦ ἐν αὐτῷ ἐριώδους — κακωτικὸν γάρ τῆς ἀρτηρίας τοῦτο — ἐν οἴνῳ ἀποζεννύμενος καὶ πινόμενος.

  59. 1.66.68.95.1

    95 κύπρος δένδρον ἐστὶ ξύλλα ἔχον περὶ ταῖς ῥάβδοις ἐλαίᾳ παραπλήσια, πλατύτερα δὲ καὶ μαλαώτερα καὶ χλωρότερα, ἄνθη λευκά, βοτρυώδη, εὐώδη, σπέρμα μέλαν, ὅμοιον τῳ τῆς ἀκτῆς. γεννᾶται δὲ ἀρίστη ἐν τῇ Ασκάλωνι καὶ Κανώπῃ.

  60. 1.66.68.95.2

    δδύναμιν δὲ ἔχει τά φύλλα στυπτικήν, ὅθεν διαμασηθέντα ἄφθας ἰᾶται, καὶ τούς ἄνθρακας καὶ τὰς ἄλλας πυρώδεις φλεγμονὰς καταπλασθέντα ὠφελεῖ. τὸ δὲ ἀφέψημα αὐτῶν πυρικαύτων κατάντλημα. ξανθίζει δὲ καὶ τρίχας στρουθίου χυλῷ λεῖα τὰ φύλλα βραχέντα καὶ ἐγχρισθέντα. τὸ δὲ ἄνθος ἐπιπλασθὲν τῳ μετώπῳ λεῖον μετ᾿ ὄξους κεφαλαλγίας παύει. τὸ δὲ σκευαζόμενον ἐξ αὐτῆς χρῖσμα κύπρινον θερμαντικὸν γίνεται καὶ μαλακτικὸν νεύρων, εὐῶδες, προσλαμβάνον πυρωτικὰ μείγματα.

  61. 1.66.68.96.1

    96 φιλύρα δένδρον ἐστὶν ὅμοιον κύπρῳ κατὰ μέγεθος, φύλλα δὲ ἐλαίας ὅμοια, πλατύτερα δὲ καὶ μελάντερα. καρπὸν δὲ ἔχει σχίνῳ ἐμφφερῆ, μέλανα, ὑπόγλυκυν, ὡς ἐν βότρυσι κείμενον. ἐν τραχέσι δὲ τόποις γεννᾶται.

  62. 1.66.68.96.2

    ταύτης τά φύλλα στύφει ὡς ἀγριελαία, ποιοῦντα πρὸς τὰ στύψεως δεόμενα, μάλιστα τοῖς ἐνστομίοις ἕλκεσι διαμάσημα καὶ διάκλυσμα τὸ ἀφέψημα, καὶ πινόμενον δὲ οὖρα καὶ ἔμμηνα ἄγει.

  63. 1.66.68.97.1.1

    97 κίσθος, δν ἔνιοι κίσθαρον ἤ κίσσαρον καλοῦσι, θάμνος ἐστὶν ἐν πετρώδεσι τόποις φυόμενος, πολύκλαδος, ξυλώδης, οὐχ ὑψηλός, φύλλα ἔχων περιφερῆ. στρυφνά, μέλανα δασέα· ἄνθη ὥσπερ ῥόας, ἐπὶ μὲν τοῦ ἄρρενος ἐμπόρφυρα, ἐπὶ δὲ τοῦ θήλεος λευκά.

  64. 1.66.68.97.1.2

    δύναμιν δὲ ἔχει στυπτικὴν τὰ ἄνθη λεῖα πινόμενα σὺν οἴνῳ αὐστηρῷ, ὅθεν δυσεντερικοῖς ἁρμόζει λαμβανόμενα δὶς τῆς ἡμέρας. καθ᾿ ἑαυτὰ δὲ καταπλασθέντα νομάς ἐφίστησι, σὺν κηρωτῇ δὲ πυρίκαυτα καὶ παλαιὰ ἕλκη ἰᾶται.

  65. 1.66.68.97.2.1

    φύεται δὲ παρὰ τάς ῥίζας τοῦ κίσθου ἡ λεγομένη ὑποκιστίς, 2 ὐπ᾿ ἐνίων δὲ ὀρόβηθρον ἤ κύτινος καλουμένη, ὅμοιόν τι κυτίνῳ ῥόας· καὶ τὸ μέν τι αὐτοῦ κιρρὸν τὸ δὲ χλωρὸν τὸ δὲ λευκόν, ὅπερ χυλίζεται ὥσπερ ἡ ἀκακία. ἔνιοι δὲ ξηράναντες αὐτὴν καὶ θλάσαντες βρέχουσί τε καὶ ἕψουσι καὶ τὰ ἄλλα ποιοῦσιν ὡς ἐπὶ τοῦ λυκίου. δύναμιν δὲ ἔχει τὴν αὐτὴν τῇ ἀκακίᾳ, στυπτικωτέραν δὲ καὶ ξηραντικωτέραν, ποιοῦσαν πρὸς κοιλιακούς, δυσεντερικούς, αἱμοπτυνικὐς καὶ ῥοῦν γυναικεῖον πινομένη καὶ ἐνιεμέμη.

  66. 1.66.68.97.3.1

    3 ἐστι δὲ καὶ ἕτερον εἷδος κίσθου, καλούμενον ὑπ᾿ ἐνίων λῆδον, θάμνος κατὰ τὰ αὐτὰ φυόμενος τῷ κίσθῳ, μακρότερα δὲ τὰ φύλλα ἔχει καὶ μελάντερα, λιπαρίαν τινὰ κατὰ τὸ ἔαρ ἐπισπώμενα, ὧν φύλων ἡ δύναμις στυπτικὴ καθέστηκε, ποιοῦσα πρὸς ὅσα καὶ ὁ κίσθος. γίνεται δὲ ἐξ αὐτοῦ τὸ λεγόμενον λάδανον· τὰ φύλλα γὰρ αὐτοῦ νεμόμεναι αἱ αἷγε, ες καὶ οἱ τράγοι τὴν λιπαρίαν ἀναλαμβάνουσι τῷ πώγοωνι γνωρίμως καὶ τοῖς μηροῖς προσπλαττομένην διὰ τὸ τυγχάνειν ἱξώδη, ἡν ἀφαιροῦντες ὑλίζουσι καὶ ἀποτίθενται ἀναπλάσσοντες μαγίδας. ἔνιοι δὲ καὶ σχοινία ἐπισύρουσι τοῖς θάμνοις καὶ τὸ προσπλασθὲν αὐτοῖς λίπος ἀποξύσαντες ἀναπλάσσοισιν.

  67. 1.66.68.97.4.1

    4 κράτιστον δέ ἐστιν αὐτοῦ τὸ εὐῶδες, ὑπόχλωρον, εὐμάλαντον, λιπαρόν, ἀμέτοχον ἄμμου ἢ ψαφαρίας, ῥητινῶδες. τοιοῦτον δέ ἐστι τὸ ἐν Κύπρῳ γεννώμενον, τὸ μέντοι Ἀραβικὸν καὶ Λιβικὸν εὐτελέστερον.

  68. 1.66.68.97.4.2

    δύναμιν δὲ ἔχει θερμαντικήν, μαλακτικήν, ἀναστομωτικήν. ἵστησι δὲ τὰς ῥεούσας τρίχας μιγὲν οἴνῳ καὶ σμύρνῃ καὶ μυρσινίνῳ ἐλαίῳ, οὐλάς τε εὐπρεπεστέρας ποιεῖ μετʼ οἴνου καταχριόμενον, καὶ ὠταλγίας μεθʼ ὐδρομέλιτος ἢ ῥοδίνου ἐγχεόμενον θεραπεύει. ὑποθυμιᾶται δὲ καὶ πρὸς δευτέρων ἐκβολάς, καὶ σκληρίας θεραπεύει τὰς ἐν μήτρᾳ ἐν πεσσῷ μιγέν, καὶ ταῖς ἀνωδύνοις καὶ βηχικαῖς καὶ μαλάγμασι χρησίμως μείγνυται, κοιλίαν τε ἵστησι σὺν οἴνῳ παλαιῷ ποθέν· ἐστι δὲ καὶ οὐρητικόν.

  69. 1.66.68.98.1.1

    98 ἔθενος κρατίστη ἡ Αἰθιοπική, μέλαινα καὶ μὴ ἔχουσα κτηδόνας, ἐμφερὴς κέρατι εἰργασμένῳ τῇ λειότητι, θλασθεῖσα δὲ πυκνή, δηκτικὴ ἐν τῇ γεύσει καὶ ὑποστύφουσα, τεθεῖσά τε ἐπʼ ἀνθράκων μετʼ εὐωδίας καὶ δίχα καπνοῦ θυμιωμένη. ἡ δὲ πρόσφατος διὰ τὴν λιπαρίαν καὶ ἀνάπτεται πυρὶ προσαφθεῖσα, τριφθεῖσα δὲ ἐπʼ ἀκόνης ὑπόκιρρος γίνεται. ἐστι δέ τις καὶ Ἰνδική, ἔχουσα διαφύσεις λευκὰς καὶ κιρράς καὶ σπίλους ὁμοίως πυκνούς, πλὴν βελτίων ἡ πρώτη. ἔνιοι δὲ τὰ ἀκάνθινα ἢ καὶ συκάμινα καλούμενα ξύλα, ἐμφερῆ ὄντα, ἀντὶ ἐβένου πωλοῦσι· διαγινώσκεται δὲ ἐκ τοῦ χαῦνά τε εἶναι καὶ κατὰ σχίδακας μικρὰς ἀπολύεσθαι ἐμπορφύρους τῷ χρώματι, μηδὲν δὲ δηκτικὸν ἔχειν ἐν τῇ γεύσει ἢ ἐν τῇ θυμιάσει εὐῶδες.

  70. 1.66.68.98.2.1

    δύναμιν δὲ ἔχει σμηκτικὴν τῶν ἐπισκοτούντων ταῖς κόραις, 2 ἀνδρικῶς δὲ ποιεῖ καὶ πρὸς τὰ παλαιὰ ῥεύματα καὶ φλυκτίδας. εἰ δέ τις ποιήσας ἐξ αὐτῆς ἀκόνιον χρῷτο εἰς τὰ κολλύρια, βέλτιον ἐνεργήσει. κατεργάζεται δὲ εἰς τὰ ὀφθαλμικὰ τῶν τορνευμάτων ἢ ῥινημάτων βρεχομένων ἐν οἴνῳ Χίῳ ἡμέραν καὶ νύκτα, εἶτα λειουμένων ἐπιμελῶς καὶ εἰς κολλύρια ἀναπλασσομένων. ἐνιοι δὲ προτρίψαντες διασήθουσιν αὐτήν, εἶθ’ οὕτω τὰ λοιπὰ ποιοῦσι, τινὲς δὲ ἀντὶ τοῦ οἴνου ὕδατι χρῶνται. καίεται δὲ ἐν ὠμῇ χύτρᾳ, ἕως ἂν ἀνθρακωθῇ, καὶ πλύνεται ὡς ὁ κεκαυμένος μόλιβδος. ἁρμόζει δὲ ἡ τοιαύτη πρὸς ψωροφθαλμίας καὶ ξηροφθαλμίας.

  71. 1.66.68.99.1.1

    99 ῥόδα ψύχει, στύφει, τὰ δὲ ξηρὰ μᾶλλον στύφει. χυλίζειν δὲ δεῖ τὰ ἁπαλὰ ἀποψαλίσαντας τὸν ὄνυχα καλούμενον, ὅπερ ἐστὶ τὸ λευκὸν τὸ ἐν τῳ φύλλῳ, τὸ δὲ λοιπὸν ἐκθλίβειν καὶ τρίβειν ἐν σκιᾷ ἐν θυίᾳ, ἄχρις οὗ συστραρῇ, οὕτως τε ἀποτίθεσθαι εἰς τὰς ὀφθαλμικὰς περιχρίσεις. ξηραίνεται δὲ τὰ φύλλα ἐν σκιᾷ συνεχῶς στρεφόμενα, ἵνα μὴ εὐρωτιάσῃ. ποιεῖ δὲ τῶν ξηρῶν ἑψηθέντων ἐν οἴνῳ τὸ ἀπόθλιμμα πρὸς ἄλγημα κεφαλῆς, ὀφθαλμῶν, ὤτων, οὔλων, δακτυλίου ἀπευθυσμένου, ἐντέρου μήτρας πτερῷ ἐγχριόμενον καὶ προσκλυζόμενον.

  72. 1.66.68.99.2.1

    2 αὐτὰ δὲ δίχα τοῦ ἐκθλιβῆναι κοπέντα ποιεῖ ἐπιπλαττόμενα πρὸς ὑποχονδρίων φλεγμονὰς καὶ στομάχου πλάδον καὶ πρὸς ἐρυσιπέλατα. ξηρὰ δὲ λεία παραμηρίοις προσπάσσεται καὶ ἀνθηραῖς καὶ τραυματικαῖς καὶ ἀντιδότοις μείγνυται· καίεται δὲ καὶ εἰς τὰ καλλιβλέφαρα. τὸ δὲ ἐν μέσοις τοῖς ῥόδοις εὑρισκόμενον ἄνθος πρὸς οὔλων ῥευματισμούς ξηρὸν προσπασθὲν ποιεῖ, καὶ αἱ κεφαλαὶ δὲ ποθεῖσαι κοιλίαν ῥέουσαν καὶ αἵματος ἀναγωγὴν ἐπέχουσιν.

  73. 1.66.68.99.3.1

    3 αἱ λεγόμεναι δὲ ῥοδίδες σκευάζονται τοῦτον τὸν τρόπον· ῥόδων χλωρῶν ἀβρόχων μεμαραμμένων δραχμάς τεσσαράκοντα, νάρδου Ἰνδικῆς δραχμάς πέντε, σμύρνης δραχμὰς ἒξ λεῖα ἀναπλάσσεται εἰς τροχίσκους τριωβολιαίους καὶ ἐν σκιᾷ ξηραίνεται· ἀποτίθεται δὲ εἰς κεραμεοῦν ἀγγεῖον ἀκώνητον περιεσφηκωμένον. ἔνιοι δὲ προστιθέασι καὶ κόστου δραχμὰς δύο καὶ ἴρεως Ἰλλυρικῆς τὸ αὐτὸ μίσγοντες μετὰ μέλιτος καὶ οἴνου Χίου. χρῆσις δέ ἐστιν αὐτῶν ἐπὶ γυναικῶν περιτιθεμένων τῳ τραχήλῳ ἀντὶ ὅρμου ἡδύπνου, ἀμβλυνουσῶν τὴν τῶν ἱδρώτων δυσωδίαν. χρῶνται δὲ αὐτοῖς καὶ λείοις ἐν διαπάσμασι μετὰ τὸ λουτρὸν καὶ συγχρίσμασι καὶ μετὰ τὸ ξηρανθῆναι ἐκλούονται ψυχρῷ.

  74. 1.66.68.100.1.1

    s100 λύκιον, ὃ ἔνιοι πυξάκανθαν καλοῦσι, δένδρον ἐστὶν ἀκανθῶδες, ῥάβδους ἔχον τριπήχεις ἢ καὶ μείζονας, περὶ ἃς τὰ φύλλα πύξῳ ὅμοια, πυκνά. καρπὸν δὲ ἔχει ὡς πέπερι, μέλανα, πυκνόν, πικρὸν λίαν, καὶ τὸν φλοιὸν δὲ ὠχρόν, ὅμοιον τῳ διεθέντι λυκίῳ, ῥίζας δὲ πολλάς, πλατείας, ξυλώδεις. φύεται δὲ πλεῖστον ἐν Καππαδοκίᾳ καὶ Λυκίᾳ, καὶ ἐν ἄλλοις δὲ τόποις πολλοῖς· τραχέα δὲ φιλεῖ χωρία.

  75. 1.66.68.100.2.1

    χυλίζεται δὲ τῶν ῥιζῶν σὺν τοῖς θάμνοις θλασθέντων καὶ 2 βραχέντων ἐφ᾿ ἱκανὰς ἡμέρας, εἶθ’ ἑψομένων, καὶ τῶν μὲν ξύλων ῥιπτομένων, τοῦ δὲ ὑγροῦ πάλιν ἑψομένου μέχρι μελιτώδους συστάσεως. δολοῦται δὲ ἀμόργης ἅμα τῇ ἑψήσει μειγνυμένης ἢ ἀψινθίου χυλίσματος ἤ βοείας χολῆς. καὶ τὸ μὲν ἐπινηχόμενον ἀφρῶδες ἐν τῇ ἑψήσει ἀφελὼν ἀπόθου εἰς τὰ ὀφθαλμικά, τῷ δὲ λοιπῷ εἰς τὰ ἄλλα χρῶ. γίνεται δὲ καὶ ἐκ τοῦ καρποῦ ὁμοίως χύλισμα ἐκπιεζομενου καὶ ἡλιαζομένου. ἔστι δὲ κάλλιστον τὸ καιόμενον λύκιον καὶ κατὰ τὴν σβέσιν τὀν ἀφρὸν ἐνερευθῆ ἔχον, ἔξωθεν μέλαν, διαιρεθὲν δὲ κιρρόν, ἄβρωμον, στῦφον μετὰ πικρίας, χρώματι κροκῶδες, οἷόν ἐστι τὸ Ἰνδικόν, διαφἐρον τοῦ λοιποῦ καὶ δυνομικώτερον.

  76. 1.66.68.100.3.1

    3 δύναμιν δὲ ἔχει στυπτικὴν καὶ τὰ ἐπισχοτοῦντα ταῖς κόραις καθαίρει, ψωριάσεις τε τὰς ἐπὶ τῶν βλεφἀρων καὶ κνησμοὺς καὶ τὰ παλαιά ῥεύματα θεραπεύει. ποιεῖ καὶ πρὸς ὦτα πυορροοῦντα, παρίσθμια, οὖλά τε εἱλκωμένα καὶ διερρωγότα χείλη, ῥαγάδας ἐν δακτυλίῳ, παρατρίμματα περιχριόμενν· ἁρμόζει καὶ κοιλιακοῖς καὶ δυσεντερικοῖς πινόμενον καὶ ἐγκλυζόμενον. δίδοται δὲ καὶ αἱμοπτυικοῖς καὶ βήττουσι σὺν ὕδατι, καὶ τοῖς ὑπὸ λυσσῶντος κυνὸς δηχθεῖσιν ἐν καταποτίῳ ἢ σὺν ὕδατι ποτόν. ξανθίζει δὲ καὶ τρίχας, πιρωνυχίτας τε καὶ ἕρπητας καὶ σηπεδόνας ἰᾶται· ἵστησι δὲ καὶ ῥοῦν γυναικεῖον προστιθέμενον.

  77. 1.66.68.100.4.1

    4 λέγεται δὲ τὸ Ἰνδικὸν λὐκιον γίνεσθαι ἐκ θάμνου, τῆς λεγομένης λογχίτιδος. ἔστι δὲ εἶδος ἀκάνθης, ῥάβδους ἔχον ὀρθάς, τριπήχεις ἢ καὶ μείζους, πολλὰς ἀπὸ τοῦ πυθμένος, παχυτέρας βάτου, φλοιὸς ῥαγεὶς ἐνερευθής, τὰ δὲ φύλλα ὅμοια ἐλαίας, ἧς ἡ πόα ἐν ὄξει ἑψηθεῖσα καὶ ποτιζομένη ἱστορεῖται φλεγμονὰς σπληνὸς καὶ ἴκτερον θεραπεύειν καὶ καθάρσεις γυναικῶν ἄγειν· καὶ ὡμὴ δὲ λεία ποθεῖσα τὰ αὐτὰ ποιεῖν παραδίδοται, τοῦ δὲ σπέρματος μύστρα δύο ποθέντα ὑδατῶδες καθαίρειν καὶ θανασίμοις βοηθεῖν.

  78. 1.66.68.101.1

    101 ἀκακία φύεται ἐν Αἰγύπτῳ. ἄκανθα δέ ἐστι δενδρώδης, θαμνώδης, οὐκ ἀρθοφυήῆς, ἄνθος ἔχουσα λευκόν, καρπὸν δὲ ὥσπερ θέρμου, λευκόν, ἐν λοβοῖς κείμενον, ἐξ οὗ καὶ ἐκθλίβεται τὸ χύλισμα ξηραινόμενον ἐν ἡλίῳ, μέλαν μὲν ἐκ τοῦ πεπείρου καρποῦ, ὑπόκιρρον δὲ ἐκ τοῦ ὠμοῦ. ἐκλέγου δὲ τὸ ἡρέμα ἔγκιρρον, εὐῶδες, ὡς ἐν ἀκακίᾳ. χυλίζουσι δέ τινες καὶ τὰ φύλλα σὺν τῳ καρπῷ· καὶ τὸ κόμμι δὲ ἐκ τῆς αὐτῆς ἀκάνθης γεννᾶται.

  79. 1.66.68.2.1

    δύναμιν δὲ ἔχει στυπτικήν, ψυκτικήν. ἁρμόζει δὲ ὁ χυλὸς 2 πρὸς τὰ ὀρθαλμικὰ καὶ ἐρυσιπέλατα, ἕρπητας, χιμέτλας, πτερύγια, τὰ ἐν τῷ στόματι ἕλκη, καὶ προπτώσεις δὲ ὀφθαλμῶν καθίστησιν. ἐπέχει δὲ καὶ ῥοῦν γυναικεῖον, καὶ τὰς προπτώσεις δὲ τῆς ὑστέρας στέλλει, κοιλίαν τε ῥέουσαν ἐπέχει πινόμενος καὶ ἐγκλυζόμενος· μελαίνει δὲ καὶ τρίχας. πλύνεται δὲ καὶ εἰς τὰ ἀφθαλμικά, τριβομένου οῦ χυλοῦ μεθʼ ὕδατος ἀποχεομένου τε τοῦ ἐπιπάγου, μέχρι ἄν καθαρὸν ἐφιστῆται τὸ ὕδωρ, καὶ οὕτως ἀναλαμβάνεται εἰς τροχίσκους.

  80. 1.66.68.3.1

    καίεται δὲ ἐν 3 ὠμῇ χύτρᾳ μετὰ κερατίου ἐν καμίνῳ, ὀπτᾶται δὲ ἐπʼ ἀνθράκων ἐμφυσωμένων. τὸ δὲ τῆς ἀκάνθης ἕψημα καταντλούμενον ἄρθρα λελυμένα ἵστησι. τὸ δὲ κόμμι τῆς ἀκάνθης διαφέρει τὸ σκωληκοειδές, ὑελίζον, διαυγές, ἄξυλον, εἶτα τὸ λευκόν· τὸ δὲ ῥητινῶδες καὶ ῥυπαρὸν ἄχρηστον.

  81. 1.66.68.3.2

    δύναμιν δὲ ἔχει παρεμπλαστικήν, ἀμβλυντικὴν δριμέων φαρμάκων, οἷς μείγνυται, πυρίκαυτά τε οὐκ ἐᾷ φλυκταινοῦσθαι καταχριόμενον μετʼ ὠοῦ.

  82. 1.66.68.4.1

    4 φύεται δὲ καὶ ἑτέρα ἀκακία ἐν Καππαδοκίᾳ καὶ ἐν Πόντῳ, παρεμφέρουσα τῇ Αἰγυπτίᾳ, ἐλάττων μέντοι παρὰ πολὺ καὶ χαμαίζηλος καὶ τρυφερμτέρα, περίπλεως δὲ ἀκάνθης σκολοποειδοῦς, φύλλα ἔχουσα ὅμοια πηγάνῳ. τῳ δὲ φθινοπώρῳ φέρει σπέρμα ἐν θυλακίοις συνεζευγμένοις, τριχώροις ἢ τετραχώροις, ἔλαττον φακοῦ. στύφει δὲ καὶ αὐτὴ χυλιζομένη σύμπασα, πλὴν ἥττων τῇ δυνάμει καθέστηκεν, εἰς τὰ ὀφθαλμικὰ ἀνεπιτήδειος οὖσα.

  83. 1.66.102.1

    102 ἀμόργη ὑποστάθμη ἐστὶν ἐλαίας τῆς ἐκθλιβομένης, ἥτις ἑψηθεῖσα ἐν χαλκῷ Κυπρίῳ μέχρι μελιτώδους συστάσεως στύφει, ποιοῦσα πρὸς ἃ καὶ τὸ λύκιον, ἐκ περισσοῦ δὲ καὶ πρὸς ὀδονταλγίας, τραύματά τε περιχριομένη μετʼ ὄξους ᾒ οἴνου οἰνομέλιτος. μείγνυται δὲ καὶ ὀφθαλμικαῖς δυνάμεσι καὶ ἐμπλαστικαῖς, παλαιουμένη τε βελτίων γίνεται, ἔγκλυσμά τε αἰδοίῳ καὶ ἕδρᾳ καὶ μήτρᾳ εἱλκωμέναις ἐστὶ χρήσιμον. ἐκβάλλει δὲ καὶ τοὺς ἐφθαρμένους ὀδόντας σὺν ὀμφακίῳ ἑψηθεῖσα ἄχρι μελιτώδους συστάσεως καὶ περιπλασθεῖσα, ψώρας τε κτηνῶν σὺν θέρμων ἀποβρέγματι καὶ χαμαιλέοντος καταχριομένη θεραπεύει. ἡ δὲ ἀνέψητος καὶ πρόσφατος ποδαγρικούς καὶ ἀρθριτικοὺς ὠφελεῖ θερμὴ καταντληθεῖσα, ἐγχριομένη δὲ εἰς κώδιον καὶ ἐπιτιθεμένη ἐπὶ τῶν ὑδρωπικῶν στέλλει τὸν ὄγκον.

  84. 1.66.103.1.1

    103 ἄγνος ᾔ λύγος θάμνος ἐστὶ δενδρώδης, παρὰ ποταμοῖς τραχέσι τε τόποις καὶ χαράδραις φυόμενος, ῥάβδους ἔχων δυσθραύστους, φύλλα δὲ ὡσπερεὶ ἐλαίας, ἁπαλώτερα δέ. τὸ δ᾿ ἄνθος ἡ μέν τις λευκὸν σὺν τῳ ὑποπορφυρίζοντι ἡ δὲ πορφυροῦν φέρει, σπέρμα δὲ ὡς πέπερι.

  85. 1.66.103.1.2

    δύναμιν δὲ ἔχει θερμαντικήν, μαλακτικήν. ὁ δὲ καρπὸς αὐτῆς πινόμενος βοηθεῖ θηριοδήκτοις, σπληνικοῖς, ὑδρωπικοῖς.

  86. 1.66.103.2.1

    κατασπᾷ δὲ καὶ γάλα, καὶ ἔμμηνα ἄγει πινόμενος ὅσον δραχμῆς 2 μιᾶς πλῆθος σὺν οἴνῳ, ἐκλύει δὲ καὶ γονήν, ἅπτεται δὲ καὶ κεφαλῆς κάρον ἐπιφέρων. τὸ δὲ ἀφέψημα αὐτῆς τῆς πόας καὶ τοῦ καρποῦ εἰς ἐγκαθίσματα ταῖς περὶ ὑστέραν διαθέσεσι καὶ φλεγμοναῖς ἀρήγει. ποθὲν δὲ μετὰ γλήχωνος καὶ ὑποθυμιαθὲν τὸ σπέρμα καὶ προστεθὲν κάθαρσιν κινεῖ, λύει δὲ καὶ κεφαλαλγίας καταπλασσόμενον, καὶ ἐπὶ ληθαργικῶν τε καὶ φρενιτικῶν ἐμβρέχεται σὺν ὄξει καὶ ἐλαίῳ.

  87. 1.66.103.3.1

    3 καὶ τὰ φύλλα ὑποθυμιώμενά τε καὶ ὑποστρωννύμενα θηρία διὼκει, καὶ καταπλαττόμενα ἐπὶ τῶν θηριοδήκτων βοηθεῖ, σκληρίας τε διδύμων μετὰ βουτύρου καὶ φύλλων ἀμπέλου μαλάττει, ῥαγάδας τε τὰς ἐν δακτυλίῳ σὺν ὕδατι ἐπιπλασθὲν τὸ σπέρμα πραύνει, σὺν δὲ τοῖς φύλλοις στρέμματά τε καὶ τραύματα ἰᾶται. δοκεῖ δὲ καὶ κωλυτήριον εἶναι ἐν ὁδοιπορίαις παρατριμμάτων, εἴ τις ῥάβδον αὐτῆς παρὰ χεῖρα κρατοίη.

  88. 1.66.103.3.2

    νόμασται δὲ ἄγνος διὰ τὸ τὰς ἐν τοῖς Θεσμοφορίοις ἁγνευούσας γυναῖκας εἰς ὑπόστρωμα χρῆσθαι αὐτῇ· λύγος δὲ διὰ τὸ περὶ τὰς ῥάβδους αὐτῆς εὔτονον.

  89. 1.66.104.1

    104 ἰτέα δένδρον ἐστὶ γνώριμον, οὗ ὁ καρπὸς καὶ τὰ φύλλα καὶ ὁ φλοιὸς καὶ ὁ χυλὸς στυπτικὴν ἔχει δύναμιν. ἁρμόζει δὲ τὰ φύλλα λεῖα μετʼ ὀλίγου πεπέρεως καὶ οἴνου ποθέντα εἰλεώδεσι, καθʼ ἑαυτὰ δὲ σὺν ὕδατι λημφθέντα ἀσυλλημψίαν κατεργάζεται. ὁ δὲ καρπὸς ποθεὶς αἱμοπτυικοὺς ὠφελεῖ. καὶ ὁ φλοιὸς δὲ τὰ αὐτὰ δρᾷ, καεὶς δὲ καὶ φυραθεὶς ὄξει ἥλους καὶ τύλους αἴρει καταπλασθείς. ὁ δὲ ἐκ τῶν φύλλων καὶ τοῦ φλοιοῦ χυλὸς ἐν κελύφει ῥόας θερμανθεὶς μετὰ ῥοδίνου ὠταλγίαις ἀρήγει· καὶ τὸ ἀφέψημα δὲ αὐτῶν κατάντλημα πόδάγρας ἄριστον, σμήχει δὲ καὶ πίτυρα. λαμβάνεται δὲ καὶ ὀπὸς ἐξ αὐτῆς ἐντεμνομένου τοῦ φλοιοῦ κατὰ τὴν ἄνθησιν· ἔσω γὰρ εὑρίσκεται συνεστώς. δύναμιν δὲ ἔχει σμηκτικὴν τῶν ἐπισκοτούντων ταῖς κόραις.

  90. 1.66.105.1.1

    105 ἄγριελαία, ἣν ἔνιοι κότινον καλοῦσιν, οἱ δὲ Αἰθιοπικὴν ἐλαίαν, ἔχει τὰ φύλλα στυπτικά. λεῖα δὲ καταπλασθέντα ἐφεκτικά ἐστιν ἐρυσιπελάτων, ἑρπήτων, ἐπινυκτίδων, ἀνθράκων, νομῶν, παρωνυχιῶν, περιχαρακτικά τε ἐσχαρῶν σὺν μέλιτι καταπλασσόμενα· ἀνακαθαίρει δὲ καὶ τὰ ῥυπαρὰ ἕλκη, διαφορεῖ καὶ φύγεθλα καὶ φλεγμονὰς σὺν μέλιτι καταπλασθέντα, καὶ δέρμα κεφαλῆς ἀποσπασθὲν παρακολλᾷ ἰᾶται δὲ καὶ τὰ ἐν στόματι ἕλκη καὶ ἄφθας διαμασηθέντα, καὶ ὁ χυλὸς δὲ αὐτῶν καὶ τὸ ἀφέψημα τὸ αὐτὸ ποιεῖ.

  91. 1.66.105.2.1

    ἐπέχει δὲ καὶ αἱμορραγίαν 2 καὶ ῥοῦν γυναικεῖον ὁ χυλὸς προστιθέμενος, καὶ τὰ ἐν ὀφθαλμοῖς σταφυλώματα καὶ φλυκταίνας, ἔτι δὲ ἕλκη καὶ παλαιὰ ῥεύματα στέλλει· διὸ καὶ μιγέντα κολλυρίοις πρὸς τὰς τῶν βλεφάρων διαβρώσεις εὐθετεῖ, χυλίζοντας δὲ δεῖ κόπτειν τὰ φύλλα καὶ παραχέοντας οἶνον ἢ ὕδωρ ἐκθλίβειν καὶ ξηράναντας ἐν ἡλίῳ ἀναπλάσσειν· ἔστι δʼ εὐτονώτερος ὁ διὰ τοῦ οἴνου ἐκθλιβόμενος καὶ εἰς ἀπόθεσιν μᾶλλον τοῦ διʼ ὕδατος ἁρμόζει· ποιεῖ δὲ καὶ πρὸς ὦτα πυορροοῦντα καὶ εἱλκωμένα. τὰ δὲ φύλλα καὶ ἐπὶ κοιλιακῶν εὐθετεῖ καταπλασσόμενα σὺν ὠμῇ λύσει.

  92. 1.66.105.3.1

    καίεται δὲ τὰ φύλλα μετὰ τῶν ἀνθῶν καὶ εἰς ἀντίσποδα 3 ἐν χύτρᾳ ὠμῇ περιπεπλασμένῃ πηλῷ τὸ στόμα μέχρι ὀπτήσεως τοῦ κεράμου, ἔπειτα κατασβέννυται οἴνῳ καὶ φυραθέντα πάλιν οἴνῳ ὁμοίως καίεται, εἶτα πλύνεται ὡς τὸ ψιμύθιον καὶ ἀναπλάσσεται. δοκεῖ δὲ ἡ τοιαύτη καῦσις μὴ λείπεσθαι τοῦ σποδίου εἰς τὰ ὀφθαλμικά, ὅθεν καὶ τὴν δύναμιν ὁμοίαν ἡγητέον.

  93. 1.66.105.3.2

    δύναται δὲ τὰ αὐτὰ καὶ τὰ τῆς ἡμέρου ἐλαίας φύλλα, λείπεται δὲ τῇ δυνάμει, ὅθεν εἰς τὰ ὀφθαλμικὰ μᾶλλον ἁρμόζει διὰ τὸ ἐπιεικέστερον.

  94. 1.66.105.4.1

    4 τὸ δὲ ἐκ χλωροῦ τοῦ ξύλου καιομένου ἐκκρινόμενον ὑγρὸν πίτυρα καὶ ψώρας καὶ λειχῆνας καταχριόμενον ἰᾶται. καὶ ὁ καρπὸς δὲ αὐτῶν καταπλασθεὶς πίτυρα καὶ νομὰς θεραπεύει. τὸ δὲ ἐν τοῖς πυρῆσιν ἐντὸς μετὰ στέατος καὶ ἀλεύρου λεπροὺς ὄνυχας ἐκτινάσσει.

  95. 1.66.105.4.2

    αἱ δὲ κολυμβάδες ἐλαῖαι λεῖαι καταπλασθεῖσαι πυρίκαυτα οὐκ ἐῶσι φλυκταινοῦσθαι, καὶ ῥυπαρὰ δὲ ἕλκη καθαίρουσιν. ὁ δὲ ἐκ τῆς ἅλμης χυλὸς αὐτῶν διακλυζόμενος οὖλα στέλλει καὶ ὀδόντας σειομένους κρατύνει.

  96. 1.66.105.5.1

    5 ἔστι δὲ ἡ μὲν ὑπόκιρρος καὶ πρόσφατος ἐλαία δυσκοίλιος, εὐστόμαχος, ἡ δὲ μέλαινα καὶ πέπειρος εὐδιάφθορος καὶ κακοστόμαχος, ὀφθαλμοῖς τε ἀνεπιτήδειος καὶ κεφαλαλγής· φρυγεῖσα δὲ καὶ καταπλασθεῖσα νομὰς ἵστησι καὶ ἄνθρακας περιρρήττει.

  97. 1.66.105.5.2

    τὸ δʼ ἐκ τῆς ἀγρίας ἔλαίας ἔλαιον οὔλοις διάκλυσμα μυδῶσι καὶ σταλτικὸν ὑποσάλων ὀδόντων ἐστί, πυρία τε διʼ αὐτοῦ θερμαινομένου ἐπιτήδειος οὔλοις ῥευματιζομένοις· δεῖ δὲ ἔριον μηλωτίδι περιτιθέντα ἀποβάπτειν εἰς τὸ ἔλαιον καὶ προσάπτεσθαι τῶν οὔλων, ἄχρι οὖ ἂν λευκὰ φανῇ.

  98. 1.66.105.6.1

    6 τὸ δὲ δάκρυον τῆς Αἰθιοπικῆς ἐλαίας ἔοικέ πως σκαμμωνίᾳ, ἔγκιρρον, ἐκ μικρῶν σταγόνων συγκείμενον, δηκτικόν. τὸ δὲ ὅμοιον κόμμει, μελανίζον καὶ οὐ δηκτικόν, ἀχρεῖον. φέρει δὲ τὸ τοιοῦτον καὶ ἡ παῤ ἡμῖν ἐλαία καὶ ἀγριελαία. ποιεῖ δὲ ἀμβλυωποῦσι, καὶ οὐλὰς καὶ λευκώματα ἐγχριόμενον σμήχει, οὖρά τε καὶ ἔμμηνα κινεῖ· ποιεῖ καὶ πρὸς ὀδόντων πόνους ἐντιθέμενον εἰς τὸ βρῶμα. ἀναγράφεται δὲ καὶ ἐν τοῖς φθαρτικοῖς, ἄγει δὲ καὶ ἔμβρυα καὶ λειχῆνας θεραπεύει καὶ λέπραν. καλεῖται δὲ Αἰθιοπικὴ ἐλαία ἡ ἀγριελαία.

  99. 1.66.106.1.1

    106 δρῦς πᾶσα στυπτικὴν ἔχει δύναμιν, μάλιστα δὲ αὐτῆς στύφει τὸ μεταξὺ τοῦ φλοιοῦ καὶ τοῦ πρέμνου ὑμενοειδές, ὁμοίως καὶ τὸ περὶ τῇ βαλάνῳ ὑπὸ τὸ κέλυφος. δίδοται δὲ τὸ ἀφέψημα αὐτῶν κοιλιακοῖς καὶ δυσεντερικοῖς καὶ αἱμοπτυικοῖς, καὶ ἐν πεσσοῖς λεῖον προστίθεται ῥοικαῖς γυναιξί. καὶ αἱ βάλανοι τὰ αὐτὰ ποιοῦσιν· εἰσὶ δὲ καὶ οὐρητικαὶ καὶ κεφαλαλγεῖς βιβρωσκόμεναι καὶ πνευματοῦσαι. ἁρμόζουσι δὲ πρὸς τὰ ἰοβόλα ἐσθιόμεναι, καὶ τὸ ἀφέψημα δὲ αὐτῶν καὶ τοῦ φλοιοῦ βοηθεῖ τοξικῷ μετὰ γάλακτος βοείου πινόμενον.

  100. 1.66.106.2.1

    μὠμαὶ δὲ καταπλασθεῖσαι λεῖαι φλεγμονάς παρηγοροῦσι, σὺν 2 στέατι δὲ χοιρείῳ ταριχηρῷ πρὸς κακοήθεις σκληρίας καὶ πρὸς πονηρευόμενα ἕλκη ἁρμόζουσιν. ἰσχυρότεραι δὲ τῶν δρυίνων αἱ πρίνιναι τῇ δυνάμει εἰσί.

← Previous · Next → — showing 201300 of 1,966

First Thousand Years of Greek. CTS URN tlg0656.tlg001.1st1K-grc1. Via the Perseus Digital Library / Open Greek and Latin TEI corpora. Licence: Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License. Source.