Ancient Textssearch the texts themselves, not just their titles

← Library

De materia medica

First Thousand Years of Greek · First Thousand Years of Greek · 1,966 sections

  1. 1.34.2

    ὁμοίως δὲ σκευάζεται τοῖς προειρημένοις τό τε σησάμινον ἐκ τοῦ σησάμου καὶ τὸ καρύινον ἐκ τῶν βασιλικῶν καρύων συντιθέμενον. δύναμιν δὲ ἔχουσι τὴν αὐτὴν τῷ βαλανίνῳ.

  2. 1.35.1

    35 καὶ τὸ ὑ ὑοσκυάμινον δὲ σκευάζεται οὕτως· λαβὼν τὸν λευκὸν καρπὸν ξηρόν, πρόσφατον καὶ κόψας ὕδατι θερμῷ φύρα, ὡς προείρηται ἐπὶ τοῦ ἀμυγδαλίνου, ἡλιάζων τε τὰ ὑπὸ χεῖρα ξηραινόμενα αὐτοῦ μέρη τῷ ὅλῳ ἀνάμισγε καὶ τὸ αὐτὸ ποίει, ἄχρις ὅτου ἂν μελανθῇ καὶ δυσῶδες γένηται, εἶτα διὰ φορμοῦ ἐκθλίψας ἀποτίθεσο. ποιεῖ δὲ καὶ πρὸς ὠταλγίας καὶ πεσσοῖς μείγνυται μαλακτικὸν ὄν.

  3. 1.36.1

    36 ὁμοίως δὲ καὶ τὸ διὰ τοῦ Κνιδίου κόκκου σκευάζεται λεπισθέντος καὶ κοπέντος. καθαρτικὴν δὲ ἔχει δύναμιν κοιλίας πινόμενον.

  4. 1.36.2

    ὡσαύτως δὲ καὶ κνήκινον σκευάζεται. δύναμις δὲ ἡ αὐτὴ τῷ διὰ τοῦ Κνιδίου κόκκου, ἀνειμένη δὲ μᾶλλον.

  5. 1.37.1

    37 τὸ δὲ ῥαφάνινον σκευάζεται ἐκ τοῦ αὐτῆς σπέρματος ὁμοίως ὥσπερ καὶ τὰ λοιπά. ἁρμόζει δὲ τοῖς ἐκ νόσου φθειριῶσι καὶ τὰς περὶ τὸ πρόσωπον σμήχει τραχύτητας. χρῶνται δὲ αὐτῷ οἱ ἐν Αἰγύπτῳ τοῖς προσοψήμασι συνέψοντες αὐτό.

  6. 1.37.2

    καὶ τὸ μελάνθινον δὲ τὴν αὐτὴν ἔχει δύναμιν καὶ σκευασίαν τῷ ῥαφανίνῳ.

  7. 1.38.1

    38 τὸ δὲ σινάπινον σκευάζεται λεαινομένου τοῦ σινήπεως καὶ βρεχομένου ὕδατι θερμῷ, ἔπειτα μειγνυμένου ἐλαίου καὶ συνεκθλιβομένου. ποιεῖ δὲ πρὸς τὰ χρόνια ἀλγήματα μετασυγκριτικὸν ὄν.

  8. 1.39.1.1

    39 μυρσίνινον δὲ σκευάζεται οὕτως· λαβὼν τὰ ἁπαλὰ φύλλα τῆς μελαίνης μυρσίνης ἀγρίας ἢ ἡμέρου κόπτε πιέζων· ἴσον δὲ τῷ χυλῷ ἐλαίου ὀμφακίνου μίσγων χλίαινε ἐπ᾿ ἀνθράκων, ἕως ἂν συνεψηθῇ, αἴρων τὸ ἐφιστάμενον. εὐκοπωτέρα δὲ σκευασία· τὰ ἁπαλὰ τῶν φύλλων κόψαντα ἕψειν μετὰ ὕδατος καὶ ἐλαίου καὶ τὸ ἐφιστάμενον ἀποψᾶν. ἰδιωτικὸν δὲ τὰ φύλλα καθέντα εἰς ἔλαιον ἐν ἡλίῳ ἀποβρέχειν· ἔνιοι δὲ προστύφουσι τὸ ἔλαιον σιδίοις, κυπαρίσσῳ, κυπέρῳ, σχοίνῳ.

  9. 1.39.2.1

    2 ἔστι δὲ ἐμπρακτότερον τὸ τῇ γεύσει πικρίζον καὶ ἐλαιῶδες, χλωρόν, διαφανές, ὄζον μυρσίνης.

  10. 1.39.2.2

    δύναμις δὲ αὐτοῦ στυπτική, σκληρυντική· διὸ καὶ ποιεῖ. μειγνύμενον ἀπουλωτικαῖς καὶ πρὸς πυρίκαυτα, ἀχῶρας, πίτυρα, ἐξανθήματα, παρατρίμματα, ῥαγάδας, κονδυλώματα, ἄρθρα κεχαλασμένα, ἱδρῶτας καὶ ὅσα στύψεως ἢ πυκνώσεως ἔχει χρείαν.

  11. 1.40.1.1

    40 τὸ δὲ δάφνινον σκευάζεται διὰ τῶν δαφνίδων, ὅταν ὦσι δρυπεπεῖς, ἑψομένων μεθ᾿ ὕδατος· ἐκ γὰρ τοῦ περικειμένου λέπους ἀνίησι λιπαρίαν τινά, ἣν διακόψαντες χερσὶν εἰς μύακα ἀναλαμβάνουσιν, ἔνιοι δὲ ὀμφάκινον ἔλαιον προστύψαντες κυπέρῳ καὶ σχοίνῳ καὶ καλάμῳ καὶ μετὰ ταῦτα δάφνης φύλλα περιβαλόντες συνέψουσιν, οἱ δὲ καὶ δαφνίδας, ἕως ἂν κανὸν γένηται τῇ ὀσμῇ ἔνιοι δὲ καὶ στύρακα μίσγουσι καὶ μυρσίνην.

  12. 1.40.2.1

    ἀρίστη δὲ πρὸς σκευασίαν ἡ ὀρεινὴ καὶ πλατύφυυλλος δάφνη· 2 διαφέρει δὲ τοῦ δαφνίνου τὸ πρόσφατον, χλωρὸν τῇ χρόᾳ, πικρότατον, δριμύ.

  13. 1.40.2.2

    δύναμιν δὲ ἔχει θερμαντικήν, μαλακτικήν, ἀναστομωτικήν, κόπων λυτικήν· ἁρμόζει καὶ τοῖς περὶ τὰ νεῦρα πάθεσι πᾶσι καὶ φρίκαις καὶ ὠταλγίαις καὶ κατάρροις καὶ κεφαλαλγίαις. ἔστι δὲ καὶ ναυτιῶδες ποθέν.

  14. 1.41.1

    41 τὸ δὲ σχίνινον ὁμοίως ἐκ τοῦ καρποῦ τῆς σχίνου πεπείρου σκευασθέν ἤ ὡς τὸ δάφνινον προστυφθὲν ὑγιάζει ψώρας κτηνῶν καὶ κυνῶν, καὶ εἰς πεσσοὺς καὶ εἰς ἄκοπα καὶ λεπρικὰ ἐπιτηδείως μείγνυται· στέλλει δὲ καὶ ἱδρῶτας. καὶ τὸ τερεβίνθινον δὲ ὁμοίως σκευάζεται· ψύχει δὲ καὶ στύφει.

  15. 1.42.1.1

    42 τὸ δὲ μαστίχινον ἐκ τῆς μαστίχης λείας σκευαζέσθω. ποιεῖ δὲ πρὸς τὰ ἐν ὑστέρᾳ πάντα, ἠπίως θερμαῖνον, στῦφον, μαλάσσον, καὶ πρὸς τὰ ἐπὶ τὸν στόμαχον ἐπιρριπτόμενα σκιρρώματα καὶ κοιλιακὰ καὶ δυσεντερικὰ καὶ τὰ ἐπὶ τοῦ προσώπου, καθαῖρον καὶ εὔχροιαν περιποιοῦν. συντίθεται δὲ ἐν Χίῳ τῇ νήσῳ κάλλιστον.

  16. 1.42.2.1

    ἐπεὶ δὲ καὶ τὰ μύρα εὐθετεῖ ἐπ᾿ ἐνίων παθῶν καὶ μειγνύμενα 2 φαρμάκοις καὶ ἐμβρεχόμενα καὶ ὀσφραινόμενα, ἀκόλουθον ἡγούμεθα καὶ τὴν τούτων παράδοσιν ποιήσασθαι· ἃ δεῖ δοκιμάζοντας ἐπιβλέπειν, εἰ ἀφ᾿ οὗ ἡ κλῆσίς ἐστι τοῦ μύρου, ἐκεῖνο ποιεῖ κατὰ τὴν ὄσφρησιν. ἀρίστη δέ ἐστιν ἡ τοιαύτη κρίσις· ἐπ᾿ ἐνίων μέντοι οὐ φυλάττεται τὸ τοιοῦτον δι᾿ ἐπικράτειαν μειγμάτων σφοδροτέρων, ὡς ἐπὶ ἀμαρακίνου καὶ κροκίνου καὶ τηλίνου καὶ ἄλλων τινῶν, ἅπερ ἐκ τῆς περὶ αὐτὰ συγγυμνασίας δοκιμαστέον.

  17. 1.43.1.1

    43 ῥοδίνου σκευασία· σχοίνου λίτρας πέντε οὐγγίας ὀκτώ ἐλαίου λίτρας εἴκοσι οὐγγίας πέντε κόψας καὶ φυράσας ἐν ὕδατι ἕψε ἀνακινῶν, εἶτα ἀπηθήσας εἰς τὰς εἴκοσι λίτρας καὶ οὐγγίας πέντε τοῦ ἐλαίου βάλε ῥόδων ἀβρόχων ἀριθμῷ χιλίων τὰ πέταλα, καὶ τὰς χεῖρας μέλιτι χρίσας εὐώδει ἀνακίνει πλεονάκις ὑποθλίβων ἠρέμα, ἔπειτα ἐάσας τὴν νύκτα ἔκθλιβε. ὅταν δὲ τὸ τρυγῶδες ὑποστῇ, ἄλλαξον τὸ ὑποδεχόμενον ἀγγεῖον, ἀποτίθεσο δὲ εἰς κρατῆρα μέλιτι κατακεχρισμένον. βαλὼν δὲ εἰς λουτηρίδιον τὰ ἐξιπωθέντα ῥόδα ἐπίχει λίτρας ὀκτὼ οὐγγίας τρεῖς τοῦ ἐστυμμένου ἐλαίου καὶ πάλιν ἐξίπου.

  18. 1.43.2.1

    2 ἔσται δέ σοι τοῦτο δεύτερον, κἂν βουληθῇς, ἄχρι τρίτης καὶ τετάρτης βροχῆς ἐπιχέων ἐξίπου· γίνεται γὰρ τὸ μὲν πρῶτον, τὸ δὲ δεύτερον, τὸ δὲ τρίτον, τὸ δὲ τέταρτον τὸ μύρον. ὁσάκις δ᾿ ἂν ποιῇς, τοὺς κρατῆρας προκατάχριε μέλιτι. εἰ δὲ θέλεις δευτέραν ἐμβολὴν ποιήσασθαι, εἰς τὸ πρῶτον ἐξιπωθὲν ἔλαιον τὸν ἴσον ἀριθμὸν προσφάτων ῥόδων ἀβρόχων ἔμβαλε, καὶ ἀνακινήσας ταῖς χερσὶ προδεδευμέναις μέλιτι ἐκπίεζε καὶ ποίει τὸ δεύτερον καὶ τρίτον καὶ τέταρτον ὁμοίως ἐκθλίβων. καὶ ὁσάκις δ᾿ ἂν ποιῇς τοῦτο, νεαρὰ πρόσβαλε ῥόδα· δυναμικώτερον γὰρ γίνεται.

  19. 1.43.3.1

    ἄχρι 3 δὲ ἑβδόμης ἐμβροχῆς ἐπιδέχεται τὸ ἔλαιον τὴν ἐμβολὴν τῶν ῥόδων, ἔπειτα δὲ οὐκέτι· κεχρίσθω δὲ καὶ ἡ ληνὸς μέλιτι. δεῖ δὲ ἐπιμελῶς τὸ ἔλαιον τοῦ χυλοῦ χωρίζειν. συναπολειφθὲν γὰρ κἂν τοὐλάχιστον φθείρει τὸ μύρον. ἔνιοι δὲ αὐτὰ μόνα τὰ ῥόδα θλάσαντες ἐναποβρέχουσι τῷ ἐλαίῳ καὶ ἀλλάσσοντες παῤ ἡμέρας ἑπτὰ ἄχρι τρίτης βροχῆς οὕτως ἀποτίθενται. ἔνιοι δὲ προστύφουσι τὸ ἔλαιον, κάλαμον καὶ ἀσπάλαθον παρεμβάλλοντες, οἱ δὲ καὶ ἄγχουσαν ἕνεκα εὐχροίας καὶ ἅλας πρὸς τὸ μὴ φθείρεσθαι.

  20. 1.43.4.1

    δύναμιν δὲ ἔχει στυπτικήν, ψύχουσαν, εὔθετον εἰς ἐμβρέγματα 4 καὶ καταπλασμάτων μείξεις. λύει δὲ καὶ κοιλίαν ποτιζόμενον καὶ καῦσον σβέννυσι στομάχου· ἔστι δὲ καὶ ἑλκῶν θρεπτικὸν κοίλων καὶ τῶν κακοήθων πραυντικόν, ἀχώρων καὶ ἐκζεμάτων ἐπάλειμμα, κεφαλαλγίας ἔμβρεγμα ἐν ἀρχῇ, ὀδονταλγίας τε διάκλυσμα. ποιεῖ δὲ καὶ πρὸς βλέφαρα ἐσκληρυμμένα ἐγχριόμενον, πρός τε ἐντέρων ἐρεθισμοὺς καὶ ὑστέρας φλεγμονὰς ἐγκλυζόμενον χρήσιμον.

  21. 1.44.1

    44 ἐλατίνου σκευασία· ἐλάτην θλάσας καὶ διακνίσας ἐμβαλών τε εἰς λουτῆρα ἐπίχει ὀμφάκινον ἔλαιον ἐπὶ ἡμέρας τρεῖς ἀνελόμενός τε εἰς σφυρίδα ἐξίπου· ἔστω δὲ ἑκάτερα ἰσόσταθμα· εἶτα ἀποθέμενος καθαρίως ἐν ἀγγείῳ χρῶ.

  22. 1.44.2

    δύναμιν δὲ ἔχει ἀναλογοῦσαν τῷ ῥοδίνῳ, κοιλίαν δὲ οὐ μαλάσσει.

  23. 1.45.1.1

    45 μηλίνον σκευασία· ἐλαίου ξέστας ἕξ, ὕδατος ξέστας δέκα μείξας προσέμβαλε σπάθης τεθλασμένης οὐγγίας τρεῖς, σχοίνου οὐγγίαν μίαν καὶ ἐάσας ἡμέραν μίαν ἕψησον, εἶτα ἀπηθήσας τὸ ἔλαιον βάλε εἰς ἀγγεῖον πλατύστομον, ἐπιθείς τε ῥῖπον ἐκ καλάμου ἢ ψίαθον ἀραιὰν ἄνωθέν τε ἐπιθεὶς κυδώνια μῆλα καὶ περικαλύψας ἱματίοις ἔασον ἡμέρας ἱκανάς, ἕως ἂν ἐπισπάσηται τὴν ἀπὸ τῶν μήλων δύναμιν τὸ ἔλαιον.

  24. 1.45.2.1

    2 ἔνιοι δὲ τὰ μῆλα περιβαλόντες ἱματίοις ἐπὶ ἡμέρας δέκα, ἵνα συνέχηται καὶ μὴ διαπνέηται ἡ εὐωδία, μετὰ ταῦτα ἀποβρέχουσι τῷ ἐλαίῳ ἡμέρας δύο καὶ νύκτας, εἶτα ἐξιπώσαντες ἀποτίθενται. δύναμιν δὲ ἔχει στυπτικήν, ψυκτικήν, ποιοῦν πρὸς τὰ ψωρώδη ἕλκη, πίτυρα, χίμετλα, ἕρπητας καὶ πρὸς τὰς ἐν ὑστέρᾳ ἑλκώσεις ἐγχυματιζόμενον, οὖρά τε ἠρεθισμένα στέλλει ἐγκλυζόμενον καὶ ἱδρῶτας ἐφίστησι· πίνεται δὲ καὶ πρὸς κανθαρίδας, βουπρήστεις, πιτυοκάμπην. εστι δὲ αὐτοῦ δόκιμον τὸ κυδωνίων ὄζον μήλων.

  25. 1.46.1

    46 οἰνανθίνου σκευασία· οἰνάνθην τὴν ἐκ σταφυλῆς εὐώδη μαράνας βάλε εἰς ὀμφάκινον ἔλαιον καὶ κίνει μεταστρέφων. ἐάσας δὲ ἡμέρας δύο ἐξίπου καὶ ἀποτίθεσο.

  26. 1.46.2

    δύναμιν δὲ ἔχει στυπτικήν, ἀναλογοῦσαν τῇ τοῦ ῥοδίνου ἐκτὸς τοῦ τὴν κοιλίαν λύειν καὶ μαλάσσειν. καὶ τούτου δέ ἐστι δοκιμώτατον τὸ ἐμφαῖνον ἐν τῇ ὀσμῇ τὴν οἰνάνθην.

  27. 1.47.1.1

    47 τηλίνου σκευασία· τήλεως λίτρας ἐννέα, ἐλαίου λίτρας πέντε, καλάμου λίτραν μίαν, κυπέρου λίτρας δύο ἀπόβρεχε τῷ ἐλαίῳ ἐπὶ ἡμέρας ἑπτά, κινῶν ἑκάστης ἡμέρας τρίς, εἶτα ἐξίπου καὶ ἀποτίθεσο. οἱ δὲ ἀντὶ μὲν τοῦ καλάμου καρδάμωμον, ἀντὶ δὲ τῆς κυπέρου ξυλοβάλσαμον συναποβρέχουσιν. οἱ δὲ προστύφουσι τὸ ἔλαιον τούτοις καὶ μετὰ ταῦτα τὴν τῆλιν ἀποβρέχοντες ἐξιποῦσιν.

  28. 1.47.2.1

    δύναμιν δὲ ἔχει μαλακτικὴν ἀποστημάτων, πεπτικήν. μάλιστα 2 δὲ ἁρμόζει τοῖς περὶ μήτραν πᾶσι σκιρρώμασι, δυστοκούσαις τε ἔγχυμα, ἐπειδὰν κατάξηρα τὰ περὶ τοὺς τόπους γένηται, προεκκριθέντων τῶν ὑγρῶν, πρός τε τὰς ἐν δακτυλίῳ φλεγμονάς, καὶ ἐγκλύζεται ἐπὶ τῶν τεινεσμῶν ὠφελίμως, πίτυρά τε καὶ ἀχῶρας σμήχει καὶ κατακαύματα καὶ χίμετλα ὠφελεῖ μετὰ κηροῦ, σμήχει τε ἐφηλίδας καὶ εἰς στιλβώματα μείγνυται.

  29. 1.47.2.2

    ἐκλέγου δὲ τὸ πρόσφατον καὶ μὴ λίαν παρεμφαῖνον τὴν τῆς τήλεως ὀσμήν, σμῆχον τὰς χεῖρας, γλυκύπικρον ἐν τῇ γεύσει· τὸ γὰρ τοιοῦτον κάλλιστον.

  30. 1.48.1.1

    48 σαμψουχίνου σκευασία· ἑρπύλλου, κασσίας, ἁβροτόνου, σισυμβρίου ἄνθους, μυρσίνης πετάλων, σαμψούχου, ἑκάστου αὐτῶν λαμβάνων στοχασμῷ πρὸς τὴν ἑκάστου αὐτῶν δύναμιν ἀποβλέπων, κόπτε ἐν τῷ αὐτῷ πάντα καὶ ἐπίχεε ἐλαίου ὀμφακίνου τοσοῦτον, ὥστε μὴ κατακρατεῖσθαι τὴν δύναμιν τῶν ἐν αὐτῷ βρεχομένων, καὶ ἔασον ἡμέρας τέσσαρας καὶ ἔκθλιβε, καὶ πάλιν τὸ αὐτὸ πλῆθος τῶν αὐτῶν προσφάτων ἀπόβρεχε τὸν ἴσον χρόνον καὶ ἐξίπου ἔστι γὰρ εὐτονώτερον. ἐκλέγου δὲ τὸ μελάγχλωρον τῇ χρόᾳ, σαμψούχου πολλῆς ὄζον, μετρίως δριμύ.

  31. 1.48.2.1

    2 δύναμιν δὲ ἔχει θερμαντικήν, λεπτυντικήν, δριμεῖαν. ποιεῖ δὲ πρὸς μύσιν καὶ διαστροφὴν ὑστέρας καὶ ἔμμηνα καὶ δεύτερα ἐπισπᾶται καὶ πνίγας ὑστερικὰς ἀνακτᾶται ὀσφύων τε καὶ βουβώνων ἀλγήματα πραύνει. σὺν μέλιτι δὲ αὐτῷ χρῆσθαι βέλτιον, ἐπειδὴ τῇ σφοδρᾷ στύψει σκληρύνει τοὺς τόπους· λύει καὶ κόπους συγχριόμενον, εἴς τε τὰ ἐπὶ τῶν ὀπισθοτονικῶν καταπλάσματα ἐπιτηδείως μείγνυται καὶ τῶν ἄλλως σπωμένων.

  32. 1.49.1

    49 ὠκιμίνον σκευασία· τοῦ εἰς τὸ κύπρινον ἠρωματισμένου, ὡς ἀποδείξομεν (I 55), λαβὼν ἐλαίου λίτρας εἴκοσι, ὠκίμου σταθμῷ λίτρας ἕνδεκα οὐγγίας ὀκτὼ ἀποφυλλίσας ἀπόβρεχε νύκτα καὶ ἡμέραν ἐν τῷ ἐλαίῳ, εἶτα ἐξίπου καὶ ἀποτίθεσο. ἐκκενώσας δὲ τὸ ἀπὸ τῆς κυρτίδος ἐπίχει πάλιν τὸ ἴσον πλῆθος τοῦ ἐλαίου καὶ ἐξίπου. καλεῖται δὲ τοῦτο δευτερεῖον· τρίτην γὰρ οὐκ ἐπιδέχεται βροχήν. εἶτα προσφάτου ὠκίμου λαβὼν τὸ ἴσον πάλιν ἀπόβρεχε, ὡς ἐπὶ τοῦ ῥοδίνου εἴρηται (I 43), τὸ δὲ ἤδη ἀποβεβρεγμένον ἐπιχέων καὶ ἐῶν τὸν αὐτὸν χρόνον ἔκθλιβε καὶ ἀποτίθεσο. κἂν τρὶς δὲ ἢ τετράκις θέλῃς, ἀπόβρεχε πρόσφατον ἀεὶ ὤκιμον ἐμβάλλων. δύναται δὲ καὶ ἐκ τοῦ ὀμφοκίνου σκευάζεσθαι· βέλτιον δὲ ἐκείνως.

  33. 1.49.2

    δύναται δὲ τὸ αὐτὸ τῷ σαμψουχίνῳ, ἔλαττον ἐνεργοῦν.

  34. 1.50.1

    50 ἁβροτονίνου σκευασία· ἐκ τοῦ εἰς τὸ κύπρινον ἠρωματισμένου ἐλαίου λίτρας ἐννέα οὐγγίας πέντε ἁβροτόνου φύλλων λίτρας ὀκτὼ ἔμβαλε καὶ ἀποβρέξας νύκτα καὶ ἡμέραν ἐξίπου. πολύβροχον δʼ εἰ βούλει ποιῆσαι, ἐκβαλὼν τὰ πρῶτα φύλλα, ἐμβαλὼν δὲ ἕτερα φύλλα ἐναποβρέχων ἐκπίεζε.

  35. 1.50.2

    δύναμιν δὲ ἔχει θερμαντικήν, ποιοῦσαν πρὸς τὰς ἐν ὑστέρᾳ μύσεις καὶ σκληρίας, ἄγον ἔμμηνα καὶ δεύτερα.

  36. 1.51.1

    51 ἀνηθίνου σκευασία· ἐλαίου λίτρας ὀκτὼ οὐγγίας ἐννέα, ἀνήθου ἄνθους λίτρας ἕνδεκα οὐγγίας ὀκτὼ ἐναπόβρεχε τῷ ἐλαίῳ ἡμέραν μίαν, εἶτα ἐκπίεζε ταῖς χερσὶ καὶ ἀποτίθεσο. ἐὰν δὲ θέλῃς δίβροχον ποιῆσαι, πρόσφατον ἀνήθου ἄνθος ὡσαύτως ἀπόβρεχε.

  37. 1.51.2

    δύναται δὲ μαλάσσειν τὰ περὶ μήτραν καὶ ἀναστομοῦν, ἁρμόζον πρὸς τὰ περιοδικὰ ῥίγη, θερμαῖνον καὶ κόπους λύον καὶ ἀλγήματα ἄρθρων ὠφελοῦν.

  38. 1.52.1.1

    52 σουσίνου σκευασία, ὃ ἔνιοι λείρινον καλοῦσιν ἐλαίου λίτρας ἐννέα οὐγγίας πέντε, καλάμου λίτρας πέντε οὐγγίας δέκα, σμύρνης δραχμὰς πέντε φυράσας οἴνῳ εὐώδει ἕψε, εἶτα ἀπηθήσας τὸ ἔλαιον ἀπόχει κατὰ καρδαμώμου κεκομμένου καὶ βεβρεγμένου ὕδατι ὀμερίῳ λιτρῶν τριῶν οὐγγιῶν ἓξ καὶ ἐάσας βραχῆναι ἀπόθλιβε· καὶ λαβὼν ἐκ τοῦ ἐστυμμένου ἐλαίου τρεῖς ἥμισυ λίτρας, κρίνα ἀριθμῷ χίλια ἀποφυλλίσας θὲς ἐν λουτῆρι πλατεῖ, μὴ βαθεῖ, ἐπιχέας τε τὸ ἔλαιον ἀνακίνει ταῖς χερσὶ μέλιτι κεχρισμέναις. ἐάσας δὲ ἡμέραν μίαν καὶ νύκτα, πρωὶ δὲ ἀνελόμενος εἰς κυρτίδα ἐξίπου.

  39. 1.52.2.1

    2 τὸ δὲ φερόμενον ἀπήθει εὐθέως ἀπὸ τοῦ συνεκθλιβέντος ὕδατος τῷ ἐλαίῳ· οὐ γὰρ ὑπομένει ὡς τὸ ῥόδινον, συνθερμαινόμενον δὲ ἀναζεῖ καὶ σήπεται. μετάγγιζε δὲ πλεονάκις εἰς ἕτερα ἀγγεῖα μέλιτι κατακεχρισμένα, προσπάσσων ἅλας λεπτοὺς καὶ τὴν συλλεγομένην ἀκαθαρσίαν ἐπιμελῶς ἀφαιρῶν. μετεράσας δὲ ἐκ τοῦ κυρτιδίου τὸ ἐξιπωθὲν ἄρωμα εἰς τὸν λουτῆρα πάλιν ἐπίχει τοῦ ήρωματισμένου ἐλαίου τὸ ἴσον πλῆθος τῷ προτέρῳ καὶ καρδαμώμου κεκομμένου συνέμβαλε ὁλκὰς δέκα, καὶ ἀνακινήσας χρησίμως ταῖς χερσὶ καὶ ἐπισχὼν μικρὸν ἐξίπου, τὸ ἀπορρέον ἀποκαθαίρων.

  40. 1.52.3.1

    3 καὶ τρίτον ἐπιχέας πάλιν τὸ αὐτὸ ποίει, προσεπεμβάλλων καὶ τὸ καρδάμωμον καὶ τοὺς ἅλας ὁμοίως καὶ τὰς χεῖρας μέλιτι χρίων καὶ θλίβων. καὶ ἔσται τὸ μὲν πρῶτον ἐκπιεσθὲν ἄριστον, ἐχόμενον δὲ τὸ ἑξῆς, τρίτον δὲ τὸ τελευταῖον. καὶ πάλιν λαβὼν χίλια κρίνα καὶ ἀποφυλλίσας διάθες καὶ ἐπιχέας τὸ πρῶτον ἐξιπωθὲν μεθόδευε, τὰ αὐτὰ ποιῶν ὥσπερ ἐποίεις ἐπὶ τοῦ πρώτου, καρδάμωμον παραμίσγων, εἶτα ἐξίπου καὶ ποίει τὰ αὐτὰ ἐπὶ τοῦ δευτέρου καὶ τρίτου, ὡς εἴρηται, προσεμβάλλων καὶ τὸ καρδάμωμον, καὶ ὁσάκις ἂν ἀποβρέξῃς νεαρὰ κρίνα, δυναμικώτερον ἕξεις τὸ μύρον.

  41. 1.52.4.1

    4 ἐπὶ τέλει δὲ ὅταν αὐτάρκως ἔχειν σοι δοκῇ, μίσγε ἐν ἑκάστῃ σκευασίᾳ σμύρνης χρηστῆς δραχμὰς δύο, κιναμώμου δραχμὰς δύο, κρόκου δραχμάς δέκα. οἱ δέ· κρόκου καὶ κιναμώμου τὸ ἴσον κόψας σήσας ἔμβαλε εἰς τὸν λουτῆρα μεθʼ ὕδατος καὶ ἐπίχει τὸ πρῶτον ἐκπιεσθὲν μύρον, εἶτα ἐάσας μικρὸν ἀναλάμβανε εἰς ἀγγεῖα ξηρά, προκεχρισμένα κόμμει καὶ σμύρνῃ καὶ κρόκῳ καὶ μέλιτι μεθʼ ὕδατος διειμένοις· τὸ δʼ αὐτὸ ποίει καὶ ἐπὶ τοῦ δευτέρου ἐκπιέσματος καὶ τοῦ τρίτου.

  42. 1.52.5.1

    ἔνιοι δὲ τὸ ἁπλοῦν ἐξ ἐλαίου βαλανίνου ἢ ἄλλου καὶ 5 κρίνου σκευάζουσι. δοκεῖ δὲ διαφέρειν τὸ ἐν Φοινίκῃ καὶ ἐν Αἰγύπτῳ γινόμενον· ἄριστον δέ ἐστιν αὐτοῦ τὸ ὄζον κρίνων.

  43. 1.52.5.2

    δύναμιν δὲ ἔχει θερμαντικήν, μαλακτικήν, ἀναστομωτικὴν τῶν περὶ μήτραν μύσεων καὶ φλεγμονῶν, καὶ καθόλου πάντων ἐστὶ χρησιμώτατον πρὸς τὰ γυναικεῖα. ἁρμόζει δὲ καὶ πρὸς ἀχῶρας, ἰόνθους, πίτυρα, ἐκζέματα, μώλωπάς τε ταχέως μεταβάλλει καὶ ὁμόχρους ποιεῖ, καὶ καθόλου ἐστὶν ἀραιωτικόν. ἄγει δὲ καὶ χολὴν κατὰ κοιλίαν πινόμενον, κινεῖ δὲ καὶ οὔρησιν. ἐστι δὲ κακοστόμαχον καὶ ναυτίας ποιητικόν.

  44. 1.53.1

    53 ναρκίσσινον δὲ στύψεις οὕτως· ἐλαίου πεπλυμένου λίτρας ἐννέα οὐγγίας πέντε, ἀσπαλάθου λίτρας ἓξ οὐγγίας δύο κόψας καὶ βρέξας ὕδατι. τῷ τρίτῳ τοῦ ἐλαίου μείξας ἕψε, εἶτα ἐξελὼν τὸν ἀσπάλαθον καὶ καλάμου λίτρας πέντε οὐγγίας ὀκτὼ καὶ σμύρνης χόνδρον κόψας καὶ σήσας φύρα οἴνῳ παλαιῷ εὐώδει καὶ μείξας ἕψε. ὅταν δὲ καὶ μετὰ τούτων ἀναζέσῃ, ἐξελὼν ἀπήθει τὸ ἔλαιον ψυγέν, εἶτα λαβὼν ἐκ τοῦ ἐλαίου εἰς λουτῆρα ἀπόχει καὶ τοῦ ναρκίσσου ἔμβαλε ὡς ὅτι πλεῖστον τὸ ἄνθος, ἐπὶ ἡμέρας δύο κινῶν ὡς ἐπὶ τοῦ σουσίνου, ἐξίπου τε καὶ μετάγγιζε πυκνῶς· καὶ γὰρ τοῦτο σήπεται.

  45. 1.53.2

    ποιεῖ δὲ πρὸς τὰ ἐν ὑστέρᾳ, μαλάσσον τὰς περὶ αὐτὴν σκληρίας καὶ μύσεις. ἔστι δὲ κεφαλαλγές.

  46. 1.54.1.1

    54 κρόκινον δὲ σκευάζων προστύψεις τὸ ἔλαιον, ὡς εἴρηται ἐπὶ τοῦ σουσίνου, πλήθει καὶ συσταθμίᾳ τῇ αὐτῇ. λαβὼν δὲ ἐκ τοῦ ἐστυμμένου ἐλαίου εἰς τὸ σούσινον λίτρας τρεῖς ἥμισυ βάλε κρόκου δραχμὰς πεντήκοντα καὶ ἀνακίνει πλεονάκις τῆς ἡμέρας, ποιῶν τοῦτο συνεχῶς ἐπὶ ἡμέρας πέντε. ἀπήθει δὲ τὸ ἔλαιον τῇ ἕκτῃ ἀπὸ τοῦ κρόκου καθαρίως, τῷ δὲ αὐτῷ κρόκῳ ἐπίχει τὸ ἴσον πλῆθος τοῦ ἐλαίου καὶ ἀνακίνει ἡμέρας δέκα, εἶτα ἀποχέας πρόσμειξον σμύρνης κεκομμένης καὶ σεσησμένης δραχμὰς τεσσαράκοντα καὶ κίνει ἐν ὅλμῳ χρηδίμως, εἶτα ἀπόθου. ἔνιοι δὲ τῷ εἰς τὸ κύπρινον ἠρωματισμένῳ ἐλαίῳ καὶ εἰς τὸ κρόκινον χρῶνται. ἔστι δὲ αὐτοῦ κράτιστον τὸ κατακόρως κρόκου πνέον, ὅπερ εἰς τὴν ἰατρικὴν χρῆσιν ἁρμόζει, δεύτερον δὲ τὸ σμύρνης παρεμφαῖνον.

  47. 1.54.2.1

    2 δύναμιν δὲ ἔχει θερμαντικήν, ὑπνωτικήν, ὅθεν πολλάκις ἐπὶ τῶν φρενιτικῶν ἥρμοσεν ἐν καταβροχαῖς ἢ ἀποσφρανθὲν καὶ τῶν μυξωτήρων διαχρισθέντων. ἐστι δὲ καὶ πυοποιὸν καὶ ἑλκῶν καθαρτικόν, καὶ πρὸς τὰς ἐν τῇ μήτρᾳ σκληρίας καὶ μύσεις καὶ τὰ ἐν αὐτῇ κακοήθη σὺν κηρῷ καὶ κρόκῳ καὶ μυελῷ καὶ ἐλαίῳ διπλασίονι· συμπέττει γὰρ καὶ μαλάττει καὶ πραύνει καὶ ὑγραίνει· ποιεῖ καὶ πρὸς τὰς ἀπογλαυκώσεις μεθʼ ὕδατος ὑπαλειφόμενον. ἀναλογεῖ δὲ αὐτῷ καὶ τὸ λεγόμενον ὀνύχινον καὶ βουτύρινον καὶ στυράκινον, τοῖς ὀνόμασι μόνον διαφέροντα, τῇ μέντοι σκευασίᾳ καὶ τῇ δυνάμει παρόμοια ὄντα.

  48. 1.55.1.1

    55 κυπρίνου στύψις καὶ σκευασία· ἐλαίου ὀμφακίνου πεπλυμένου πλυμένου μέρος ἕν, ὕδατος ὀμβρίου μέρος ἓν ἥμισυ, τὸ μὲν ἐπίχει τῷ ἐλαίῳ τὸ δὲ φύρα ἐν τοῖς ἐμβληθησομένοις ἀρώμασιν. εἶτα λαβὼν ἀσπαλάθου λίτρας πέντε ἥμισυ, καλάμου λίτρας ἓξ ἥμισυ, σμύρνης λίτραν μίαν, καρδαμώμου λίτρας τρεῖς οὐγγίας ἐννέα, ἐλαίου λίτρας ἐννέα οὐγγίας πέντε, τὸν ἀσπάλαθον κόψας καὶ βρέξας ἐν ὕδατι ἐμβαλὼν ἕψε μετὰ τοῦ ἐλαίου, ἕως ἂν συναναζέσῃ, τὴν δὲ σμύρναν διεὶς οἴνῳ παλαιῷ εὐώδει, τὸν κάλαμον κεκομμένον συναναφύρα μετὰ τῆς σμύρνης καὶ ἐξελὼν τὸν ἀσπάλαθον ἔμβαλε τὸ φύραμα τοῦ καλάμου.

  49. 1.55.2.1

    ὅταν δὲ καὶ 2 μετὰ τούτου ζέσῃ, καθελὼν ἀπήθησον τοῦ χαλκοῦ τὸ ἔλαιον καὶ κατάχει κατὰ τοῦ καρδαμώμου κεκομμένου καὶ πεφυραμένου τῷ λοιπῷ ὕδατι καὶ κίνει σπάθη, ἕως ἂν ψυγῇ, μὴ διαλείπων. εἶτα ἀπηθήσας τὸ ἔλαιον ἔμβαλε εἰς τὰς εἴκοσιν ὀκτὼ τοῦ ἐλαίου λίτρας ἄνθους κύπρου λίτρας τεσσαράκοντα ἓξ οὐγγίας ὀκτώ, ἐάσας τε ἀποβραχῆναι ἐξίπωσον διὰ σφυρίδος. ἐὰν δὲ πλείω θέλῃς, τοῦ νεαροῦ ἄνθους τὸ ἴσον ἐμβαλὼν πλῆθος ὁμοίως ἐξίπου, ἐάν τε δίβροχον ἐάν τε τρίβροχον βούλῃ ποιεῖν· δυναμικώτερον γὰρ γίνεται.

  50. 1.55.3.1

    ἐκλέγεσθαι δὲ δεῖ τὸ χρηστὸν καὶ 3 μετʼ εὐωδίας πληκτικόν, ἔνιοι δὲ καὶ κινάμωμον μίσγουσιν. δύναμιν δὲ ἔχει θερμαντικήν, μαλακτικήν, ἀναστομωτικήν, ἁρμόζουσαν τοῖς περὶ μήτραν καὶ νεῦρα πάθεσι καὶ πλευριτικοῖς καὶ κατάγμασι καθʼ ἑαυτό τε καὶ κηρωτῇ μειγνύμενον. μείγνυται δὲ καὶ μαλάγμασι τοῖς ἁρμόζουσιν ὀπισθοτόνῳ, συνάγχῃ, βουβώνων φλεγμονῇ καὶ ἀκόποις.

  51. 1.56.1.1

    56 ἰρίνου στύψις· σπάθης λίτρας ἓξ οὐγγίας ὀκτώ, ἐλαίου λίτρας ἐννέα οὐγγίας πέντε κόψας ὡς λεπτότατα μεῖξον ὕδατος κοτύλαις δέκα καὶ βαλὼν εἰς χαλκὸν ἓψε, μέχρις οὗ τὴν ὀσμὴν ἀναλάβῃ, εἶτα ἀπήθει εἰς κρατῆρα μέλιτι κατακεχρισμένον. ἐκ τούτου τοῦ ἠρωματισμένου ἐλαίου τὸ πρῶτον ἴρινον σκευάζεται ἐναποβρεχομένης τῷ ἐστυμμένῳ ἐλαίῳ ἴρεως, ὡς ὑπογέγραπται.

  52. 1.56.2.1

    2 οἱ δέ· ἐλαίου λίτρας ἐννέα οὐγγίας πέντε, ξυλοβαλσάμου λίτρας πέντε οὐγγίας δύο κόψας, ὡς εἴρηται, σύνεψε· εἶτα ἐξελὼν τὸ ξυλοβάλσαμον προσέμβαλε καλτάμου κεκομμένου λίτρας ἐννέα οὐγγίας δέκα, σμύρνης χόνδρον οἴνῳ παλαιῷ) ἐμβρέχιων εὐώδει. εἶτα λαβὼν ἐκ τοῦ ἐστυμμένου ἐλαίου καὶ ἠρωματισμένου λίτρας δέκα τέσσαρας ἐναπόβρεχε ἴρεως κεκομμένης ἴσον τῷ σταθμῷ, ἐῶν ἡμέρας δύο καὶ νύκτας δύο, εἶτα ἐξίπου Διαίως καὶ νεανικῶς. καὶ εἰ βούλει δυναμικώτερον εἶναι, τὸν ἴσον σταθμὸν καὶ δὶς καὶ τρὶς ὁμοίως ἐναποβρέχων ἐξίπου.

  53. 1.56.3.1

    3 κράτιστον δὲ ὑπάρχει τὸ ἐν τῇ ἀσφρήσει μηδενὸς ἄλλου, μόνης δὲ τῆς ἴριδος πνέον. τοιοῦτον δέ ἐστι τὸ ἐν Πέργῃ τῇς Παμσφυλίας καὶ ἐν Ἤλιδι τῆς Ἀχαίας γινόμενον.

  54. 1.56.3.2

    δύναμιν δὲ ἔχει μαλακτικήν, θερμαντικήν, ἐσχάρας τε καὶ σηπεδόνας καὶ ῥυπαρίας ἀνακαθαίρει καὶ ταῖς περὶ μήτραν διαθέσεσιν ἁρμόζει, φλεγμοναῖς τε καὶ μύσεσιν, ἔμβρυά τε ἐκβάλλει καὶ αἱμορροίδας ἀναστομοῖ, πρός τε ἤχους ὤτων σὺν ὄξει καὶ πηγάνῳ καὶ πικροῖς ἀμυγδάλοις, καὶ πρὸς κατάρρους χρονίζοντας διαχριομένων τῶν μυξωτήρων καὶ πρὸς ὀζαίνας.

  55. 1.56.4.1

    4 καθαίρει δὲ καὶ τὴν κοιλίαν κυάθου πλῆθος ποθέν, ποιεῖ καὶ πρὸς εἰλεώδη, κινεῖ καὶ οὖρα. ἁρμόζει καὶ ἐπὶ τῶν δυσχερῶς ἐμούντων διαχριομένων τῶν δακτύλων ἢ τῶν ἐμετηρίων, καὶ ἐπὶ συναγχικῶν δὲ διαχριόμενον ἢ ἀναγαργαριζόμενον σὺν μελικράτῳ καὶ πρὸς τραχύτητα ἀρτηρίας. δίδοται καὶ τοῖς κώνειον ἢ μύκητας ἢ κόριον πεπωκόσιν.

  56. 1.57.1

    57 γλεύκινον δὲ σκευάζεται τὸ ἁπλοῦν ἔκ τε ἐλαίου ὀμφακίνου καὶ σχοίνου καὶ καλάμου καὶ νάρδου Κελτικῆς καὶ σπάθης καὶ ἀσπαλάθου καὶ μελιλώτου καὶ κόστου καὶ γλεύκους, συμπεριτιθεμένων τῶν στεμφύλων τῷ ἔχοντι ἀγγείῳ τὰ ἀρώματα καὶ τὸν οἶνον καὶ τὸ ἔλαιον. κινεῖται δὲ ἐπὶ ἡμέρας τριάκοντα δὶς τῆς ἡμέρας, καὶ μετὰ ταῦτα ἐκπιεσθὲν ἀποτίθεται.

  57. 1.57.2

    δύναμιν δὲ ἔχει θερμαντικήν, μαλακτικήν, ἀνετικήν, ποιοῦσαν πρὸς τὰ ῥίγη καὶ τὰ νευρικὰ πάντα καὶ τὰ ἐν ὑστέρᾳ. παντὸς δὲ ἀκόπου μᾶλλον ὠφελεῖ μαλακτικὸν ὄν.

  58. 1.58.1.1

    58 ἀμαράκινον δὲ ἐν Κυζίκῳ κάλλιστον γίνεται. σκευάζεται δὲ διά τε ὀμφακίνου ἐλαίου καὶ βαλανίνου, στυφομένων ξυλοβαλσάμῳ, σχοίνῳ, καλάμῳ, ἡδυνομένων δὲ ἀμαράκῳ, κόστῳ, ἀμώμῳ, νάρδῳ, κασσίᾳ, καρπῷ βαλσάμου καὶ σμύρνῃ. οἱ δὲ πολυτελέστερον αὐτὸ ποιοῦντες μίσγουσι καὶ κινάμωμον· παραλαμβάνεται δὲ μέλι καὶ οἶνος εἰς τὴν τῶν ἀγγείων χρίσιν καὶ φύραδιν τῶν κεκομμένων ἀρωμάτων.

  59. 1.58.2.1

    ἐστι δὲ θερμαντικόν, καρωτικόν, μαλακτικόν, ἀναστομωτικόν, 2 πυρωτικόν, οὐρητικόν, εὐχρηστοῦν εἴς τε τὰς σῆπας καὶ σύριγγας καὶ ὑδροκήλας μετὰ τὰς χειρουργίας, περιρρήττει τε τὰς ἐσχάρας καὶ τὰ τεθηριωμένα ἕλκη, πρός τε δυσουρίαν ἁρμόζει περιχριομένου τοῦ δακτυλίου, καὶ πρὸς τὰς φλεγμονὰς αὐτοῦ καὶ πρὸς αἱμορροίδων ἀναστόμωσιν περιχριόμενον, ἔμμηνά τε κινεῖ προστιθέμενον τῇ μήτρᾳ καὶ σκληρίας καὶ οἰδήματα ἐν ὑστέρᾳ διαφορεῖ, καὶ πρὸς τὰ μυότρωτα καὶ νευρότρωτα συμφέρει ἐν πιλήμασιν ἀραιοῖς βρεχόμενον καὶ ἐπιτιθέμενον.

  60. 1.58.3.1

    3 τὸ δὲ μεγάλλειον καλούμενον πάλαι μέν ποτε ἐσκευάζετο, ἐκλέλοιπε δὲ νῦν. πρὸς ἐκπλήρωσιν δὲ τῆς ἱστορίας οὐκ ἐστιν ἄτοπον ἐπιμνησθῆναι καὶ τούτου. δὲ σκευασία ἡ αὐτὴ τῷ ἀμαρακίνῳ, πλεονάζει δὲ τῇ ῥητίνη καὶ ταύτῃ διαφέρει. ἐστι δὲ μαλακτικὸν ἠπίως. ἡ μέντοι ῥητίνη μείγνυται τοῖς μύροις οὔτε φυλακῆς οὔτε ἡδονῆς χάριν, χρώματος δὲ καὶ πάχους ἕνεκα. μείγνυται δὲ ἠ τερεβινθίνη ἀφεψομένη, ἄχρις ὅτου ἄν ἄοσμος γένηται. δηλωθήσεται δὲ ἐν τοῖς περὶ ῥητίνης (I 71) ἡ ἕψησις αὐτοῦ.

  61. 1.58.3.2

    καὶ τὸ καλούμενον δὲ ἠδύχρουν, σκευαζόμενον δὲ ἐν Κῷ, τῆς αὐτῆς ἔχεται δυνάμεώς τε καὶ σκευασίας τῷ ἀμαρακίνῳ, εὐωδέστερον δὲ τυγχάνει.

  62. 1.59.1.1

    59 σκευάζεται δὲ ἐν Αἰγύπτῳ μύρον, ἐπιχωρίως ὑπʼ αὐτῶν καλούμενον μετώπιον διὰ τὴν τῆς χαλβάνης μεῖξιν· τὸ γὰρ ξύλον, ἐξ οὗ γεννᾶται ἡ χαλβάνη, μέτωπον καλεῖται. διʼ ἀμυγδάλων δὲ πικρῶν καὶ ἐλαίου ὀμφακίνου καὶ καρδαμώμου καὶ σχοίνου καὶ καλάμου καὶ μέλιτος καὶ οἴνου καὶ σμύρνης καὶ βαλσάμου καρποῦ καὶ χαλβάνης καὶ ῥητίνης συντίθεται. δόκιμον δέ ἐστι τὸ βαρύοσμον καὶ λιπαρόν, ἐμφαῖνον μᾶλλον τοῦ καρδαμώμου καὶ τῆς σμύρνης ἤπερ τῆς χαλβάνης.

  63. 1.59.2.1

    2 σφόδρα δὲ θερμαίνει καὶ πυροῖ καὶ ἀναστομοῖ ἐπισπᾶταί τε καὶ καθαίρει ἕλκη, πρός τε νεῦρα καὶ μύας διακοπέντα ποιεῖ, ὑδροκήλας τε σὺν σηπταῖς. μείγνυται δὲ καὶ μαλάγμασι καὶ κηρωταῖς, πρός τε ῥίγη καὶ ὀπισθοτονικῶς σπωμένους χρησιμεύει. κινεῖ δὲ καὶ ἱδρῶτας καὶ ἀναστομοῖ τὰ περὶ ὑστέραν καὶ σκληρίας τὰς περὶ αὐτὴν χαλᾷ, καὶ καθόλου μαλακτικὴν ἔχει τὴν δύναμιν.

  64. 1.59.3.1

    καὶ τὸ Μενδήσιον δὲ λεγόμενον ἔκ τε βαλανίνου ἐλαίου 3 καὶ σμύρνης καὶ κασσίας καὶ ῥητίνης σκευάζεται. ἔνιοι δὲ μετὰ τὸν κατασταθμισμὸν κινάμωμον μικρὸν προσεμβάλλουσιν ἀνωφελῶς· οὐκ ἐκδίδωσι γὰρ τὰ μὴ συνεψηγμένα τὴν δύναμιν. ἐμφερῆ δὲ ἔχει τὴν ἐνέργειαν τῷ μετωπίῳ, ἥττονα μέντοι καὶ οὐχ οὕτως ἐπιτεταμένην.

  65. 1.60.1

    60 στακτὴ δὲ καλεῖται τῆς προσφάτου σμύρνης τὸ λιπαρόν, κεκομμένης μεθʼ ὕδατος ὀλίγου ἀποτεθλιμμένης τε διʼ ὀργάνου. εὐώδης δὲ λίαν καὶ πολυτελής ἐστι καὶ καθʼ ἑαυτὴν οὖσα μύρον τὸ καλούμενον στακτή. δόκιμος δέ ἐστιν ἡ ἀμιγὴς ἐλαίου καὶ ἐν ἐλαχίστῳ πλείστην δύναμιν κεκτημένη, οὖσαν θερμαντικήν, ἀναλογοῦσαν τῇ σμύρνῃ καὶ τοῖς θερμαίνουσι τῶν μύρων.

  66. 1.61.1.1

    61 κιναμώμινον δὲ ἔκ τε ἐλαίου βαλανίνου καὶ στυμμάτων ξυλοβαλσάμου, καλάμου, σχοίνου, ἡδυσμάτων δὲ κιναμώμου, βαλσάμου καρποῦ, σμύρνης τετραπλασίονος παράὰ τὸ κινάμωμον σκευάζεται· μείγνυται δὲ καὶ μέλι εἰς τὴν φύρασιν. δόκιμον δέ ἐστι τὸ μὴ δριμύ, μαλακὸν δὲ τῇ ὀσμῇ καὶ παρεμφαῖνον σμύρνης, παχύ τε καὶ εὐῶδες ἄγαν, τῇ γεύσει πικρόν. τὸ γὰρ τοιοῦτον οὐκ ἐκ ῥητίνης ἀλλʼ ἐκ σμύρνης ἔχει τὸ πάχος· ἡ γὰρ ῥητίνη οὐ προσδίδωσι πικρίαν οὐδὲ εὐωδίαν.

  67. 1.61.2.1

    δύναμιν δὲ ἔχει σφόδρα δριμεῖαν καὶ θερμαντικὴν καὶ 2 πικράν. ἀναστομοῖ γοῦν θερμαῖνον καὶ διαφορεῖ καὶ διαχεῖ καὶ ἐπισπᾶται ὑγρὰ καὶ πνεύματα· ἔστι δὲ καρηβαρικόν. ποιεῖ δὲ καὶ πρὸς τὰ περὶ μήτραν σὺν ἐλαίῳ διπλασίονι καὶ κηρῷ καὶ μυελῷ. οὕτως γὰρ ἀποβάλλει τὸ πολὺ τῆς δριμύτητος καὶ γίνεται μαλακτικόν· ἄλλως γὰρ συγκαίει καὶ σκληρύνει βιαιότατα πάντων τῶν παχέων μύρων. ποιεῖ καὶ τρὸς σύριγγας καὶ σῆ πας ἐναργῶς καὶ πρὸς ὑδροκήλας καὶ ἄνθρακας καὶ γαγγραίνας σὺν καρδαμώμῳ, πρός τε ῥίγη τὰ περιοδικὰ καὶ πρὸς τρόμους καὶ τοὺς ὑπὸ τῶν ἰοβόλων θηρίων δακνομένους ἐν συγχρίσματι, ἐπίθεμά τε σκορπιοπλήκτοις καὶ φαλαγγιοδήκτοις σὺν ὀλύνθοις λείοις.

  68. 1.62.1

    62 νάρδινον δὲ μύρον ποικίλως σκευάζεται διὰ τοῦ μαλαβαθρίνου φύλλου καὶ δίχα τούτου. ὡς τὸ πολὺ δὲ μείγνυται τῷ βαλανίνῳ ἐλαίῳ ἢ ὀμφακίνῳ, πρὸς μὲν τὴν στύψιν τοῦ ἐλαίου σχοῖνος, πρὸς δὲ τὴν εὐωδίαν βάλλεται κόστος, ἄμωμον, νάρδος, σμύρνα, βάλσαμον. ἐστι δὲ χρηστὴ ἡ λεπτή, μὴ δριμεῖα, ἔχουσα τὴν εὐωδίαν τῆς ξηρᾶς νάρδου ἢ ἀμώμου.

  69. 1.62.2

    δύναμις δὲ αὐτῆς λεπτυντική, δριμεῖα, σμηκτική, θερμαντική. ὑγρὰ δέ ἐστι καὶ οὐ γλοιώδης, ἐὰν μὴ ῥητίνην ἔχῃ. σκευάζεται δὲ καὶ λιτὴ δι᾿ ὀμφακίνου ἐλαίου καὶ σχοίνου καὶ καλάμου καὶ κόστου καὶ νάρδου.

  70. 1.63.1

    63 τὸ δὲ μαλαβάθρινον ἔχει μὲν στύμματα ἃ καὶ ἡ νάρδος, σμύρνης δὲ πλεῖον· διὸ καὶ γίνεται θερμαντικόν, ἀναλογοῦν τῷ κροκίνῳ καὶ ἀμαρακίνῳ τὴν δύναμιν.

  71. 1.64.1.1

    64 σμύρνα δάκρυόν ἐστι δένδρου γεννωμένου ἐν Ἀραβίᾳ, ὁμοίου τῇ Αἰγυπτιακῇ ἀκάνθῃ, οὗ ἐγκοπτομένου ἀπορρεῖ τὸ δάκρυον εἰς ὑπεστρωμένας ψιάθους, τὸ δὲ τῷ στελέχει περιπήγνυται. καὶ λέγεται δὲ αὐτῆς ἡ μέν τις πεδιάσιος λιπαρά, ἧς πιεζομένης ἡ στακτὴ λαμβάνεται, ἡ δέ τις Γαβιρέα λιπαρωτάτη ἐν εὐγείοις καὶ λιπαροῖς τόποις γεννωμένη, ἣ καὶ πολλὴν ἀνίησι τὴν στακτήν. πρωτεύει δὲ ἡ Τρωγλοδυτική, καλουμένη ἀπὸ τῆς γεννώσης αὐτὴν χώρας, ὑπόχλωρος οὖσα καὶ δηκτική, διαυγής· λέγεταί τις καὶ λεπτή, μετὰ τὴν Τρωγλοδυτικὴν ἐναριθμουμένη, ἐνάπαλος οὖσα ὡς τὸ βδέλλιον, ὑπόβρωμος τῇ ὀσμῇ, ἐν εὐηλίοις τόποις γεννωμένη.

  72. 1.64.2.1

    ἡ δέ τις καυσαλὶς λεγομένη 2 ὑπέρωρος, μέλαινα, κάτοπτος, ἡ δὲ χειρίστη ἐν ἁπάσαις ἐργασίμη καλεῖται, ψαφαρὰ καὶ ἀλιπής, δριμεῖα, κομμίζουσα τῇ ὄψει καὶ τῇ δυνάμει, καὶ ἡ Μιναία δὲ καλουμένη ἀποδόκιμος. καὶ πιέσματα δὲ ἐξ αὐτῶν γίνεται, ἀπὸ μὲν τῶν λιπαρῶν εὐώδη καὶ λιπαρά, ἀπὸ δὲ τῶν ξηρῶν ἀλιπῆ καὶ οὐκ εὐώδη, ἄτονα δὲ διὰ τὸ προσειληφέναι ἔλαιον εἰς τὴν ἀνάπλασιν. δολίζεται δὲ κόμμει βραχέντι σμύρνης ἀποβρέγματι καὶ μειγνυμένῳ.

  73. 1.64.3.1

    3 ἐκλέγου δὲ τὴν νέαν, ψαθυράν, κούφην, ὁμόχρουν πανταχόθεν καὶ τὴν ἐν τῷ θλασθῆναι ἔνδοθεν λευκὰς ὀνυχοειδεῖς ἔχουσαν διαφύσσεις λείας, μικρόβωλον δὲ καὶ πικράν, εὐώδη, δριμεῖαν, θερμαντικήν. ἡ δὲ βαρεῖα καὶ τῇ χρόᾳ πισσώδης ἐστὶν ἄχρηστος.

  74. 1.64.3.2

    δύναμιν δὲ ἔχει θερμαντικήν, καρωτικήν, κολλητικήν, ξηραντικήν, στυπτικήν· μαλάσσει δὲ καὶ μήτραν μεμυκυῖαν καὶ ἀνα στομοῖ, ἄγει δὲ καὶ ἔμμηνα καὶ ἔμβρυα συντόνως σὺν ἀψινθίῳ ἢ θέρμων ἀποβρέγματι ἢ πηγάνου χυλῷ προστεθεῖσα. λαμβάνεται δὲ ἀντὶ καταποτίου μέγεθος κυάμου πρὸς βῆχα χρόνιον καὶ ὀρθόπνοιαν καὶ πλευρᾶς πόνον καὶ θώρακος, ῥύσιν τε κοιλίας καὶ δυσεντερίαν.

  75. 1.64.4.1

    4 λύει δὲ καὶ ῥίγη πρὸ δύο ὡρῶν τῆς ἐπιβολῆς μετὰ πεπέρεως καὶ ὕδατος τὸ μέγεθος κυάμου ποθεῖσα, ἀρτηρίας τε τραχύτητα καὶ δασυσμοὺς φωνῆς ἀποκαθίστησιν ὑποτιθεμένη τῇ γλώττη καὶ ἀποχυλιζομένη. κτείνει δὲ καὶ ἕλμινθας καὶ πρὸς δυσωδίαν στόματος διαμασᾶται, πρὸς δὲ μασχαλῶν μετὰ στυπτηρίας ὑγρᾶς διαχρίεται. σὺν οἴνῳ δὲ καὶ ἐλαίῳ διακλυζομένη ὀδόντας καὶ οὖλα κρατύνει κολλᾷ δὲ καὶ τὰ ἐν τῇ κεφαλῇ τραύματα ἐπιπασσομένη, καὶ τὰ τεθλασμένα ὦτα καὶ ἐψιλωμένα ὀστᾶ ἰᾶται σὺν κοχλίου σαρκὶ ἐπιχριομένη, καὶ τὰ πυορροοῦντα τῶν ὤτων καὶ φλεγμαίνοντα σὺν μηκωνίῳ καὶ καστορίῳ καὶ γλαυκίῳ.

  76. 1.64.5.1

    πρὸς δὲ ἰόνθους μετὰ 5 κασσίας καὶ μέλιτος ἐπιχρίεται, λειχῆνάς τε ἀποσμήχει σὺν ὄξει, καὶ τρίχας ῥεούσας μετὰ λαδάνου καὶ οἴνου καὶ μυρσινίνου καταχριομένη ῥώννυσι. πραύνει δὲ καὶ τοὺς χρονίους κατάρρους διαχριομένων πτερῷ τῶν μυξωτήρων· πληροῖ καὶ τὰ ἐν ὀφθαλμοῖς ἕλκη καὶ καθαίρει τὰ λευκώματα καὶ τὰ ἐπισκοτοῦντα ταῖς κόραις καὶ τραχώματα σμήχει. γίνεται δὲ καὶ λιγνὺς ἐξ αὐτῆς ὁμοίως τῇ ἐκ τοῦ λιβάνου, ὡς ὑποδείξομεν (I 68), ἁρμόζουσα πρὸς τὰ αὐτά.

  77. 1.65.1

    65 ἡ δὲ Βοιςτιακὴ σμύρνα ἐστὶ δένδρου τινὸς ἐν Βοιωτίᾳ γεννωμένου ῥίζα τετμημένη. ἐκλέγου δὲ τὴν ἐμφερῆ σμύρνῃ κατὰ τὴν εὐωδίαν. δύναμιν δὲ ἔχει θερμαντικήν, μαλακτικήν, διαλυτικήν· μείγνυται δὲ καὶ θυμιάμασι χρησίμως.

  78. 1.66.1.1

    66 στύραξ δάκρυόν ἐστι δένδρου τινὸς ὁμοίου κυδωνίᾳ. διαφέρει δὲ αὐτοῦ ὁ ξανθὸς καὶ λιπαρός, ῥητινώδης, θρόμβους ἔχων ὑπολεύκους, ἐπιδιαμένων τῇ εὐωδίᾳ ὡς ὅτι πλεῖστον καὶ ἐν τῷ μαλάσσεσθαι ἀνιεὶς ὑγρασίαν τινὰ μελιτώδη. τοιοῦτος δέ ἐστιν ὁ Γαβαλίτης καὶ Πισιδιακὸς καὶ Κιλίκιος, φαῦλος δὲ ὁ μέλας καὶ ψαθυρὸς καὶ πιτυρώδης. εὑρίσκεται δὲ καὶ δάκρυον κόμμει ἐοικός, διαυγές, σμυρνίζον· ὀλίγον δὲ τοῦτο γεννᾶται. δολίζουσι δὲ αὐτὸ τοῖς ἐκ τοῦ δένδρου πρίσμασιν, ἅπερ ὑπὸ τῶν σκωλήκων ἀνατίτραται, μειγνυμένοις καὶ μέλιτι καὶ ἴριδος ὑποστάθμῃ καὶ ἄλλοις τισίν.

  79. 1.66.2.3.1

    3 ἁρμόζει καὶ πρὸς τὰς ἐν ὑστέρᾳ μύσεις καὶ σκληρίας, ἔμμηνά τε ἄγει πινόμενος καὶ προστιθέμενος, κοιλίαν τε κούφως μαλάττει καταπινόμενος ὀλίγος μετὰ ῥητίνης τερεβινθίνης· μείγνυται δὲ καὶ μαλάγμασι διαφορητικοῖς καὶ ἀκόποις χρησίμως. καίεται δὲ καὶ φώγνυται καὶ ὀπτᾶται καὶ αἰθαλοῦται ὡς λίβανος, ἁρμόζει τε ἡ αἰθάλη πρὸς ἃ καὶ ἡ τοῦ λιβάνου. τὸ δὲ ἐξ αὐτοῦ σκευαζόμενον χρῖσμα ἐν Συρίᾳ στυράκινον θερμαίνει καὶ μαλάττει ἰσχυρῶς· κεφαλαλγὲς μέντοι καὶ βαρὺ καὶ καρωτικὸν καθέστηκεν.

  80. 1.66.67.1.1

    67 βδέλλιον — οἱ δὲ μάλδακον, οἱ δὲ βλόχον καλοῦσι — δάκρυόν ἐστι δένδρου Ἀραβικοῦ. δόκιμον δέ ἐστιν αὐτοῦ τὸ τῇ γεύσει πικρόν, διαυγές, ταυροκολλῶδες, λιπαρὸν διὰ βάθους καὶ εὐμάλακτον, ἀμιγὲς ξύλων καὶ ῥυπαρίας, εὐῶδες ἐν τῇ θυμιάσει, ἐοικὸς ὄνυχι. ἐστι δέ ῥυπαρὸν καὶ μέλαν, ἁδρόβωλον, παλαθῶδες, κομιζόμενον ἀπὸ τῆς Ἰνδικῆς· φέρεται καὶ ἀπὸ τῆς Πέτρας ξηρόν, ῥητινῶδες, ὑποπέλιον, δευτερεῦον τῇ δυνάμει. δολοῦται δὲ μειγνύμενον κόμμει· τὸ δὲ τοιοῦτον οὐχ ὁμοίως πικραίνει τὴν γεῦσιν, ἔν τε τῇ ὑποθυμιάσει οὐχ οὕτως εὐῶδές ἐστι.

  81. 1.66.67.2.1

    δύναμιν δὲ ἔχει θερμαντικήν, μαλακτικήν, διαλυτικὴν σκληριῶν 2 καὶ βρογχοκηλῶν καὶ ὑδροκηλῶν ἐνεθὲν πτυέλῳ ἀσίτου. ἀναστομοῖ καὶ τὴν μήτραν προστιθέμενον καὶ ὑποθυμιώμενον· ἐφέλκεται δὲ καὶ τὰ ἔμβρυα καὶ πᾶσαν ὑγρασίαν. θρύπτει δὲ καὶ λίθους πινόμενον καὶ οὖρα ἄγει, βηχικοῖς τε καὶ θηριοδήκτοις ὠφελίμως δίδοται. ἀγαθὸν δὲ καὶ πρὸς ῥήγματα καὶ σπάσματα καὶ πλευράς πόνον καὶ διαδρομὰς πνευμάτων. μίσγεται δὲ καὶ μαλάγμασι τοῖς ἁρμόζουσι πρὸς τὰς σκληρίας καὶ δέσεις τῶν νεύρων. κατεργάζεται δὲ κοπτόμενον παραχεομένου οἴνου ἢ ὕδατος θερμοῦ.

  82. 1.66.68.1.2.1

    2 λέγεται δέ τις καὶ ἀμωμίτης, ἄλλως μὲν λευκός, ἐν δὲ τῷ μαλάσσεσθαι ἐνδιδοὺς ὡς μαστίχη. δολοῦται δὲ πᾶς λίβανος τῇ πιτυίνῃ ῥητίνη μεθοδευομένη καὶ κόμμει. εὐχερὴς δὲ ἡ διάγνωσις· τὸ μὲν γὰρ κόμμι οὐκ ἐκφλογοῦται θυμιώμενον, ἡ δὲ ῥητίνη εἰς καπνὸν ἐκτυφοῦται, ὁ μέντοι λιβανωτὸς ἐξάπτεται· δηλοῖ δὲ καὶ ή ὀσμὴ τὸ τοιοῦτο.

  83. 1.66.68.1.2.2

    δύναται δὲ στύφειν, θερμαίνειν, ἀποκαθαίρειν τὰ ἐπισκοτοῦντα ταῖς κόραις καὶ τὰ κοῖλα τῶν ἑλκῶν πληροῦν καὶ ἀπουλοῦν καὶ κολλᾶν τὰ ἔναιμα τραύματα, αἱμορραγίαν τε πᾶσαν καὶ τὴν ἐκ μηνίγγων ἐπέχειν. παρηγορεῖ καὶ τὰ περὶ δακτύλιον καὶ τὰ λοιπὰ μέρη κακοήθη ἔλκη ἔμμοτος λεῖος σὺν γάλακτι, καὶ τὰς ἐν ἀρχῇ μυρμηκίας καὶ λειχῆνας σὺν ὄξει καὶ πίσσῃ καταχριόμενος αἴρει.

  84. 1.66.68.1.3.1

    3 καὶ τὰ πυρίκαυτα δὲ ἕλκη καὶ χίμετλα ἰᾶται σὺν στέατι χηνείῳ χοιρείῳ, ἀχῶρας δὲ σὺν νίτρῳ σμώμενος ἰᾶται, παρωνυχίας τε σὺν μέλιτι καὶ ὤτων θλάσεις σὺν πίσσῃ· πρὸς δὲ τὰ λοιπὰ ἀλγήματα τῶν ὤτων σὺν οἴνῳ γλυκεῖ ἐγχεόμενος, μαστούς τε τοὺς ἀπὸ τοκετῶν φλεγμαίνοντας σὺν κιμωλίᾳ καὶ ῥοδίνῳ καταχριόμενος ὠφελεῖ. μείγνυται δὲ καὶ τοῖς πρὸς ἀρτηρίαν ὠφελίμως καὶ τοῖς σπλαγχνικοῖς φαρμάκοις, αἱμοπτυικούς τε ὡφελεῖ πινόμενος. μανιώδης δέ ἐστι πινόμενος ὑπὸ τῶν ὑγιαινόντων πλείων δὲ μετʼ οἴνου ποθεὶς καὶ κτείνει.

  85. 1.66.68.1.4.1

    4 καίεται δὲ λίβανος ἐπʼ ὀστράκου καθαροῦ τεθεὶς ὑφαπτόμενός τε χόνδρῳ ἀναφθέντι ὑπὸ λύχνου, ἄχρι ἂν ἐκκαῇ. δεῖ δὲ μετὰ τὴν τελείαν καῦσιν πωματίζειν τινί, μέχρι ἂν οὗ σβεσθῇ· οὕτως γὰρ οὐκ ἐκτεφροῦται. ἔνιοι δὲ καὶ περιτιθέασι τῷ λοπαδίῳ ἀγγεῖον χαλκοῦν κοῖλον, κατατετρημένον μέσον, εἰς ἔκλημψιν τῆς λιγνύος, ὡς ὑποδείξομεν ἐν τῷ περὶ αἰθάλης λιβάνου λόγῳ (64, 5). οἱ δὲ εἰς ὠμὴν χύτραν βαλόντες καὶ περιπλάσαντες πηλῷ καίουσιν ἐν καμίνῳ. φώγνυται δὲ ἐπʼ ὀστράκου καινοῦ καὶ ἀνθράκων διαπύρων, ἕως οὗ μηκέτι πομφολυγίζῃ μηδὲ λιπαρίαν τινὰ ἢ ἀτμίδα ἀνιῇ. θρύπτεται δὲ εὐχερῶς μὴ κατακεκαυμένος.

  86. 1.66.68.1.5.1

    φλοιὸς δὲ λιβάνου διαφέρει ὁ παχὺς καὶ λιπαρὸς καὶ 5 εὐώδης, πρόσφατος, λεῖος, καὶ μὴ λεπρώδης ἢ ὑμενώδης. δολοῦται δὲ μειγνυμένου αὐτῷ φλοιοῦ στροβιλίνου ἢ πιτυίνου. ἔλεγχος δὲ καὶ τούτων τὸ πῦρ· οἱ μὲν γὰρ λοιποὶ θυμιαθέντες οὐκ ἀνάπτονται, καπνιζόμενοι δὲ δίχα εὐωδίας ἐκτυφοῦνται, ὁ μέντοι τοῦ λιβάνου φλοιὸς ἀνάπτεται καὶ μετʼ εὐωδίας ἐκθυμιᾶται. καίεται δὲ καὶ οὗτος ὡς καὶ ὁ λίβανος.

  87. 1.66.68.1.5.2

    δύναμιν δὲ ἔχει ἣν καὶ ὁ λίβανος, ἐνεργέστερος ὢν καὶ στυπτικώτερος, ὅθεν ποθεὶς αἱμοπτυικοῖς μᾶλλον καὶ ῥοικοῖς ἁρμόζει ἐν προσθέτῳ· ποιεῖ καὶ πρὸς οὐλὰς τὰς ἐν ὀφθαλμοῖς καὶ κοιλώματα καὶ ῥυπαρίας. φωχθεὶς δὲ καὶ πρὸς ψωροφθαλμίας ποιεῖ.

  88. 1.66.68.1.6.1

    μάννα δὲ λιβάνου δόκιμός ἐστιν ἡ λευκὴ καὶ καθαρά, 6 ἔγχονδρος. δύναμιν δὲ ἔχει ἣν καὶ ὁ λιβανωτός, ὑπανειμένην δὲ μᾶλλον. μίσγουσι δὲ ἔνιοι δολίζοντες αὐτὴν ῥητίνην πιτυίνην σεσησμένην καὶ γύριν ἢ φλοιὸν λιβανωτοῦ κεκομμένου. ἐλέγχει δὲ καὶ ταῦτα τὸ πῦρ· οὔτε γὰρ κατʼ ἴσον καὶ ἰσοτόνως θυμιαθήσεται ἀερίζοντι τῷ ἀτμῷ, ἀσβολώδει δὲ καὶ οὐ καθαρῷ, ἥ τε εὐωδία μεικτὴν ἔχει τὴν ἀποφοράν.

  89. 1.66.68.1.7.1

    7 αἰθάλην δὲ λιβανωτοῦ ποίει οὕτως· λαβιδίῳ καθʼ ἕνα χόνδρον τοῦ λιβάνου ἅπτων προστιθεὶς λύχνῳ ἐπιτίθει εἰς κοῖλον λοπάδιον ὀστράκινον καινόν, εἰτα περικάλυψον χάλκωμα ἔγκοιλον, τετρημένον κατὰ μέσον καὶ ἐσμηγμένον ἐπιμελῶς, ὑποτίθει τε κατὰ τὸ ἓτερον αὐτοῦ μέρος ἢ ἀμφότερα λιθάρια ὕψει τετραδακτυλιαῖα, πρὸς τὸ διαφαίνειν εἰ καίεται καὶ ἵνα χώρα ᾖ ὑποτιθέναι ἑτέρους χόνδροις ἀεί, πρό τοῦ τὸν πρῶτον χόνδρον παντελῶς σβεσθῆναι ἕτερον προσυποτίθει, ἕως ἂν αὐτάρκη λιγνὺν δόξῃς συναγηοχέναι. συνεχῶς μέντοι σπόγγῳ ἐξ ὕδατος ψυχροῦ περίμασσε τὰ ἐκτὸς μέρη τοῦ χαλκώματος· οὕτως γὰρ προσκαθίζει πᾶσα λιγνὺς μὴ ἄγαν αὐτοῦ πυρουμένου, ἐπεὶ ἀποπίπτουσα διὰ τὴν κουφότητα μείγνυται τῇ τοῦ λιβάνου σποδῷ.

  90. 1.66.68.1.8.1

    8 ἀποψήσας οὖν τὴν πρώτην λιγνὺν ποίει τὸ αὐτὸ ἐφ᾿ ὅσον ἂν δοκῇ, ἀναιροῦ δὲ καὶ τὴν ἐκ τοῦ κατακαέντος λιβάνου σποδὸν ἰδίᾳ.

  91. 1.66.68.1.8.2

    δύναμιν δὲ ἔχει πραυντικὴν τῶν ἐν ὀφθαλμοῖς φλεγμονῶν, σταλτικὴν τῶν ῥευμάτων, ἀνακαθαρτικὴν ἑλκῶν, πληρωτικὴν κοιλωμάτων, σταλτικὴν καρκινωμάτων.

  92. 1.66.68.1.8.3

    τὸν αὐτὸν τρόπον σκευάζεται καὶ ἐκ τῆς σμύρνης καὶ ἐκ τῆς ῥητίνης καὶ ἐκ τοῦ στύρακος λιγνύς. ἁρμόζουσι δὲ πρὸς τὰ αὐτά. καὶ ἐκ τῶν λοιπῶν δὲ δακρύων ὁμοίως τὴν λιγνὺν λάμβανε.

  93. 1.66.68.69.1.1

    69 πίτυς γνώριμον δένδρον. ἔστι δὲ τοῦ αὐτοῦ γένους καὶ ἡ λεγομένη πεύκη, εἴδει διαφέρουσα. ἀμφοτέρων δὲ ὁ φλοιὸς στυπτικός, ἁρμόζων πρός τε παρατρίμματα λεῖος καταπλασσόμενος καὶ πρὸς τὰ ἐπιπόλαια τῶν ἑλκῶν καὶ κατακεκαυμένα σὺν λιθαργύρῳ καὶ μάννῃ. ἀναλημφθεὶς δὲ κηρωτῇ μυρσίνῃ ἀπουλοῖ τὰ ἐπὶ τῶν τρυφεροχρώτων ἕλκη καὶ τὰ ἑρπυστικὰ ἐπέχει μετὰ χαλκάνθου λεῖος, ἔμβρυά τε καὶ δεύτερα ὑστέρα ὑποθυμιαθεὶς ἐκβάλλει, κοιλίαν τε ποθεὶς ἐφίστησι καὶ οὖρα κινεῖ.

  94. 1.66.68.69.2.1

    καὶ τὰ φύλλα δὲ αὐτῶν καταπλασθέντα λεῖα φλεγμονὰς 2 παρηγορεῖ καὶ τραύματα ἀφλέγμαντα διατηρεῖ, λειανθέντα δὲ καὶ ἑψηθέντα ἐν ὄξει διακλυζόμενα θερμὰ ὀδονταλγίας πραύνει· ἁρμόζει δὲ καὶ ἡπατικοῖς τῶν φύλλων ὁλκὴ μία σὺν ὕδατι μελικράτῳ ποθεῖσα. ποιεῖ δὲ τὰ αὐτὰ καὶ ὁ τῆς στροβίλου φλοιὸς καὶ τὰ φύλλα ποθέντα, καὶ τὸ ἐξ αὐτῶν δὲ δᾳδίον σχισθὲν εἰς λεπτὰ καὶ συνεψηθὲν ὄξει ὀδονταλγίας παύει κρατουμένου τοῦ ἀφεψήματος κατὰ τοῦ πεπονθότος ὀδόντος, καὶ σπάθη δὲ ἐξ αὐτῶν γίνεται εἰς ἀκόπων σκευασίαν καὶ πεσσῶν ἐπιτήδειος.

  95. 1.66.68.69.3.1

    ἡ δὲ ἐξ αὐτῶν λιγνὺς καιομένων ἐκλαμβάνεται πρὸς 3 μέλανος γραφικοῦ κατασκευήν, ποιοῦσα καὶ πρὸς καλλιβλέφαρα καὶ κανθοὺς βεβρωμένους πρός τε πτίλα βλέφαρα καὶ ὀφθαλμοὺς δακρύοντας.

  96. 1.66.68.69.3.2

    πιτυίδες δὲ καλοῦνται ὁ καρπὸς τῶν πιτύων καὶ τῆς πεύκης ὁ εὑρισκόμενος ἐν τοῖς κώνοις. δύναμιν δὲ ἔχουσι στυπτικήν, θερμαίνουσαν ποσῶς· βοηθοῦσι δὲ βηξὶ καὶ τοῖς περὶ θώρακα πάθεσι καθʼ ἑαυτὰς καὶ μετὰ μέλιτος λαμβανόμεναι.

  97. 1.66.68.69.4.1

    4 στρόβιλοι δὲ καθαροὶ δσθιόμενοι ἢ μετὰ γλυκέος καὶ σικύου σπέρματος πινόμενοι οὐρητικοί, ἀμβλυντικοὶ τῶν περὶ κύστιν καὶ νεφροὺς δριμυτήιων· παρηγοροῦσι δὲ καὶ στομάχου δηγμοὺς μετὰ ἀνδράχνης χυλοῦ λαμβανόμενοι, ἐξερείδουσί τε ἀτονίαν σώματος καὶ τὰς τῶν ὑγρῶν διαφθορὰς ἐξαμβλύνουσιν. ὅλοι δὲ οἱ στρόβιλοι ἀπὸ δένδρου πρόσφατοι θλασθέντες καὶ ἑψηθέντες ἐν γλυκεῖ ἁρμόζουσι παλαιαῖς βηξὶ καὶ φθίσεσι, τοῦ ἐξ αὐτῶν ὑγροῦ καθʼ ἑκάστην ἡμέραν λαμβανομένου κυάθων τὸ πλῆθος τριῶν.

  98. 1.66.68.70.1.1

    70 σχῖνος δένδρον γνώριμον, στυπτικὸν ὅλον· καὶ γὰρ ὁ καρπὸς αὐτῆς καὶ τὸ φύλλον καὶ ὁ φλοιὸς τῶν κλάδων καὶ τῆς ῥίζης ἰσοδυναμεῖ, γίνεται δὲ καὶ χύλισμα ἐκ τοῦ φλοιοῦ καὶ τῆς ῥίζης καὶ τῶν φύλλων ἑψομένων σὺν ὕδατι ἐφ ἱκανόν, εἶτα μετὰ τὸ ψυγῆναι τῶν φύλλων ῥιπτομένων, τοῦ ὕδατος δὲ πάλιν ἑψομένου ἄχρι μελιτώδους συστάσεως.

  99. 1.66.68.70.1.2

    ποιεῖ δὲ στῦφον πρὸς αἵματος ἀναγωγὰς καὶ ῥύσεις κοιλίας καὶ δυσεντερίας πινόμενον, καὶ πρὸς τὰς ἐκ μήτρας αἱμορραγίας καὶ προπτώσεις ὑστέρας καὶ δακτυλίου, καὶ καθόλου ἀντὶ ἀκακίας καὶ ὑποκιστίδος ἔνεστιν αὐτῷ χρῆσθαι· καὶ ὁ χυλὸς δὲ τῶν φύλλων ἐκθλιβέντων τὰ αὐτὰ ποιεῖ.

  100. 1.66.68.70.2.1

    2 καὶ τὸ ἀφέψημα δὲ αὐτῶν καταντλούμενον τὰ ἀσυμπλήρωτα πληροῖ καὶ τὰ ἀπώρωτα πωροῖ ὀστέα καὶ τὰς ἐκ μήτρας ῥύσεις στέλλει καὶ τῶν νομῶν ἀποτρεπτικὸν καὶ οὐρητικόν ἐστιν· ἵστησι δὴ καὶ σειομένους ὀδόντας διακλυζόμενον. τὰ δὲ ξυλάρια χλωρά ἀντὶ καλαμίδων παρατριβόμενα τοῖς ὀδοῦσι σμήχει τούτους. γίνεται δὲ καὶ ἐκ τοῦ καρποῦ αὐτοῦ ἔλαιον στυπτικόν, ἁρμόζον πρὸς τὰ στύψεως δεόμενα.

← Previous · Next → — showing 101200 of 1,966

First Thousand Years of Greek. CTS URN tlg0656.tlg001.1st1K-grc1. Via the Perseus Digital Library / Open Greek and Latin TEI corpora. Licence: Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License. Source.