De materia medica
- 1.preface.1.1
Πολλῶν οὐ μόνον ἀρχαίων ἀλλὰ καὶ νέων συνταξαμένων περὶ τῆς τῶν φαρμάκων σκευασίας τε καὶ δυνάμεως καὶ δοκιμασίας, φίλτατε Ἄρειε, πειράσομαι παραστῆσαί σοι μὴ κενὴν μηδὲ ἄλογον ὁρμὴν ἐσχηκέναι με πρὸς τήνδε τὴν πραγματείαν διὰ τὸ τοὺς μὲν αὐτῶν μὴ τετελειωκέναι, τοὺς δὲ ἐξ ἱστορίας τὰ πλεῖστα ἀναγράψαι. Ἰόλλας μὲν γὰρ ὁ Βιθυνὸς καὶ Ἡρακλείδης ὁ Ταραντῖνος ἐπ᾿ ὀλίγον ἥψαντο τῆς αὐτῆς πραγματείας τὴν βοτανικὴν παντελῶς ἐάσαντες παράδοσιν, οὐ μὴν οὐδὲ τῶν μεταλλικῶν ἢ ἀρωμάτων πάντων ἐμνημόνευσαν. Κρατεύας δὲ ὁ ῥιζοτόμος καὶ Ἀνδρέας ὁ ἰατρὸς — οὗτοι γὰρ δοκοῦσιν ἀκριβέστερον τῶν λοιπῶν περὶ τοῦτο τὸ μέρος ἀνεστράφθαι— πολλὰς ῥίζας εὐχρηστοτάτας καί τινας βοτάνας ἀπαρασημειώτους εἴασαν.
- 1.preface.2.1
πλὴν τοῖς μὲν ἀρχαίοις μαρτυρητέον μετὰ τῆς 2 ὀλιγότητος τῶν παραδοθέντων καὶ τὴν ἀκρίβειαν προσπαραλαβοῦσι, τοῖς μέντοι νέοις οὐ συγκαταθετέον, ὧν ἐστι Βάσσος Ἰουλαῖος καὶ Νικήρατος καὶ Πετρώνιος Νίγερ τε καὶ Διόδοτος, Ἀσκληπιάδειοι πάντες, οἳ τὴν μὲν πᾶσι σύμφυλον καὶ γνώριμον ὕλην ήξίωσαν ἐπὶ ποσὸν ἀναγραφῆς ἀκριβοῦς, τὰς δὲ τῶν φαρμάκων δυνάμεις καὶ δοκιμασίας ἐξ ἐπιδρομῆς παρέδοσαν, οὐ τῇ πείρᾳ τὴν ἐνέργειαν αὐτῶν κανονίζοντες, τῇ δὲ τῆς αἰτίας κενοφωνίᾳ εἰς ὄγκων διαφορὰς ἕκαστον αὐτῶν ἀναφέροντες μετὰ τοῦ καὶ ἄλλα ἀντ᾿ ἄλλων γράφειν.
- 1.preface.3.1
3 Ὁ γοῦν διαπρεπὴς δοκῶν εἶναι ἐν αὐτοῖς Νίγερ τὸ Εὐφόρβιόν φησιν ὀπὸν εἶναι χαμελαίας γεννωμένης ἐν Ἰταλίᾳ καὶ τὸ ἀνδρόσαιμον ταὐτὸ ὑπάρχειν ὑπερικῷ, ἀλόην δὲ ὀρυκτὴν ἐν Ἰουδαίᾳ γεννᾶσθαι, καὶ ἄλλα τούτοις ὅμοια πλεῖστα παρὰ τὴν ἐνάργειαν ἐκτίθεται ψευδῶς, ἅπερ ἐστὶ τεκμήρια οὐκ αὐτοψίας ἀλλὰ τῆς ἐκ παρακουσμάτων ἱστορίας. ἥμαρτον δὲ καὶ περὶ τὴν τάξιν, οἱ μὲν ἀσυμφύλους δυνάμεις συγκρούσαντες, οἱ δὲ κατὰ στοιχεῖον καταγράψαντες, διέζευξάν τε τῆς ὁμογενείας τά τε γένη καὶ τὰς ἐνεργείας αὐτῶν, ὡς διὰ τοῦτο ἀσυμμνημόνευτα γίνεσθαι.
- 1.preface.4.1
4 ἡμεῖς δὲ ὡς εἰπεῖν ἐκ πρώτης ἡλικίας ἄληκτόν τινα ἔχοντες ἐπιθυμίαν περὶ τὴν ἐπίγνωσιν τῆς ὕλης καὶ πολλὴν γῆν ἐπελθόντες — οἶσθα γὰρ ἡμῖν στρατιωτικὸν τὸν βίον — συναγηόχαμεν τὴν πραγματείαν ἐν πέντε βιβλίοις σοῦ προτρεψαμένου, ᾧ καὶ τὴν σύνταξιν ἀνατίθεμεν, εὐχάριστον ἐκπληροῦντες πάθος δι᾿ ἣν ἔχεις πρὸς ἡμᾶς διάθεσιν, φύσει μὲν πρὸς πάντας τοὺς ἀπὸ παιδείας ἀναγομένους οἰκειούμενος, μάλιστα δὲ πρὸς τοὺς ὁμοτέχνους, ἰδιαίτερον δὲ πρὸς ἡμᾶς. δεῖγμα δὲ οὐ σμικρὸν τῆς ἐν σοὶ καλοκἀγαθίας καὶ ἡ τοῦ κρατίστου Λαικανίου Βάσσου πρὸς σὲ διάθεσις, ἣν ἔγνωμεν συνδιάγοντες ὑμῖν ἀξιοζήλωτον τὸ παῤ ἀμφοτέρων ὑμῶν πρὸς ἀλλήλους εὔνουν ὁρῶντες.
- 1.preface.5.1
παρακαλοῦμεν δὲ σὲ καὶ τοὺς ἐντευξομένους τοῖς 5 ὑπομνήμασι μὴ τὴν ἐν λόγοις δύναμιν ἡμῶν σκοπεῖν, ἀλλὰ τὴν ἐν τοῖς πράγμασι μετ᾿ ἐμπειρίας ἐπιμέλειαν. μετὰ γὰρ πλείστης ἀκριβείας τὰ μὲν πλεῖστα δι᾿ αὐτοψίας γνόντες, τὰ δὲ ἐξ ἱστορίας τῆς πᾶσι συμφώνου καὶ ἀνακρίσεως τῶν παῤ ἑκάστοις ἐπιχωρίων ἀκριβώσαντες πειρασόμεθα καὶ τῇ τάξει διαφόρῳ χρήσασθαι καὶ τὰ γένη κατὰ τὰς δυνάμεις ἑκάστου αὐτῶν ἀναγράψασθαι. ὅτι γε μὴν ἀναγκαῖος ὑπάρχει ὁ περὶ φαρμάκων λόγος, παντί που δῆλον, συνεζευγμένος ὅλῃ τῇ τέχνῃ καὶ τὴν ἀφ᾿ ἑαυτοῦ συμμαχίαν ἀήττητον παντὶ μέρει παρεχόμενος, καὶ διότι δύναται αὔξεσθαι κατά τε τὰς σκευασίας καὶ τὰς μείξεις καὶ τοὺς ἐπὶ τῶν παθῶν πειρασμοὺς πλεῖστα συμβαλλομένης τῆς περὶ ἕκαστον τῶν φαρμάκων γνώσεως.
- 1.preface.6.1
προσπαραλημψόμεθα 6 δὲ καὶ τὴν συνήθη καὶ σύμφυλον ὕλην, ἵνα ἡ γραφὴ γένηται τελεία.
- 1.preface.6.2
πρὸ πάντων οὖν φροντίζειν τῆς ἀποθέσεως καὶ συλλογῆς ἑκάστου κατὰ τοὺς οἰκείους καιροὺς προσήκει· παρὰ γὰρ δὴ τούτους ἢ ἐνεργῆ ἢ ἐξίτηλα γίνεται τὰ φάρμακα· αἰθρίου γὰρ ὄντος τοῦ καταστήματος συλλέγειν δεῖ. μεγάλη γὰρ κἂν τούτῳ ὑπάρχει διαφορὰ παρὰ τὸ αὐχμῶν ἢ ὄμβρων παραγινομένων τὴν συλλογὴν ποιεῖσθαι, ὡς καὶ παρὰ τὸ ὀρεινοὺς καὶ ὑψηλοὺς καὶ διαπνεομένους καὶ ψυχροὺς καὶ ἀνύδρους εἶναι τοὺς τόπους ἰσχυρότεραι γάρ εἰσιν αἱ δυνάμεις αὐτῶν. αἱ δὲ ἐν πεδινοῖς καὶ καθύγροις τόποις καὶ κατασκίοις καὶ μὴ διαπνεομένοις ἀτονώτεραι κατὰ τὸ πλεῖστον, καὶ μᾶλλον αἱ μὴ καθ᾿ ὥραν εὐκαίρως συλλεγεῖσαι ἢ δι᾿ ἀσθένειαν ἐφθινηκυῖαι.
- 1.preface.7.1
7 οὐκ ἀγνοητέον μέντοι ὅτι πολλάκις τὰ τοιαῦτα παρὰ τὴν ἰδιότητα τῆς χώρας καὶ παρὰ τὴν σύγκρασιν τοῦ ἔτους τάχιον ἢ βράδιον ἀκμάζει, ἔνια δὲ καὶ παρὰ τὴν ἑαυτῶν ἰδιότητα ἐν χειμῶνι ἄνθη τε καὶ φύλλα φέρει, τινὰ δὲ καὶ δὶς τοῦ ἔτους ἀνθοφορεῖ, τὸν δὲ βουλόμενον ἐν τούτοις ἐμπειρίαν ἔχειν δεῖ κατά τε τὴν ἀρτιφυῆ βλάστησιν ἐκ τῆς γῆς καὶ ἀκμάζουσι καὶ παρηκμακόσι παρατυγχάνειν· οὔτε γὰρ ὁ τῇ βλαστήσει ἐντετυχηκὼς μόνον δύναται τὸ ἀκμάζον γνωρίσαι οὔτε ὁ ἑωρακὼς τὰ ἀκμάζοντα τὸ ἀρτιφυὲς ἐπιγνῶναι. παρὰ γὰρ τοὺς μετασχηματισμοὺς τῶν φύλλων καὶ τὰ μεγέθη τῶν καυλῶν καὶ ἀνθῶν καὶ καρπῶν καί τινας ἄλλας ἰδιότητας μεγάλη πλάνη γίνεται ἐπ᾿ ἐνίων τοῖς μὴ οὕτω τὴν θέαν ποιησαμένοις.
- 1.preface.8.1
8 παρὰ ταύτην γοῦν τὴν αἰτίαν τινὲς τῶν ἀναγραψαμένων ἐπλανήθησαν εἰπόντες τινὰ μήτε ἄνθη μήτε καυλὸν μήτε καρπὸν φέρειν, καθάπερ ἐπὶ τῆς ἀγρώστεως καὶ βηχίου καὶ πενταφύλλου. ὁ δὲ πολλάκις ἐντετευχὼς αὐτοῖς καὶ ἐν πολλοῖς τόποις μάλιστα τὴν ἐπίγνωσιν ποιήσεται. χρὴ μέντοι εἰδέναι ὅτι ἔνια τῶν βοτανικῶν φαρμάκων ἐπὶ πολλὰ ἔτη διαμένει, οἷον ἐλλέβορος λευκὸς καὶ μέλας, τὰ δὲ λοιπὰ μέχρι τριετίας ἐστὶν εὔχρηστα. τὰ μὲν οὖν ἐρνώδη, ὧν ἐστι στοιχάς, χαμαίδρυς, πόλιον, ἁβρότονον, σέριφον, ἀψίνθιον, ὕσσωπον καὶ τὰ ὅμοια τούτοις, συλλέγειν δεῖ ἐγκύμονα τῶν σπερμάτων, ἄνθη δὲ πρὸ τῆς ἀποπτώσεως αὐτῶν, τοὺς δὲ καρποὺς πεπείρους ὄντας, καὶ τὰ σπέρματα δὲ ἀρχόμενα ξηραίνεσθαι πρὸ τοῦ ἀπορρεῖν·
- 1.preface.9.1
9 χυλίζειν δὲ τὰς βοτάνας ἀρτιβλάστων ὄντων τῶν καυλῶν, ὁμοίως καὶ τὰ φύλλα, ὀποὺς δὲ καὶ δάκρυα λαμβάνειν τέμνοντας ἐν ἀκμῇ ἔτι τοὺς καυλούς, τὰς δὲ εἰς ἀπόθεσιν ῥίζας καὶ χυλίσματα καὶ φλοιοὺς ἀφαιρεῖν ἀρχομένων φυλλορροεῖν τῶν βοτανῶν· καὶ τὰς μὲν καθαρὰς αὐτόθεν ξηραίνειν ἐν τόποις ἀνοτίστοις, τὰς δὲ μετεχούσας γῆς ἢ πηλοῦ πλύνειν ὕδατι. ἀποτίθεσθαι δὲ καὶ ἄνθη καὶ ὅσα εὐώδη τυγχάνει ἐν κιβωτίοις φιλυρίνοις ἀνοτίστοις, ἔστι δ᾿ ὅτε καὶ ἐν χάρταις ἢ φύλλοις χρησίμως περιδεῖται πρὸς συμμονὴν τῶν σπερμάτων. πρὸς δὲ τὰ ὑγρὰ φάρμακα ἁρμόσει ὕλη πᾶσα ἐξ ἀργύρου ἢ ὑάλου ἢ κεράτων γεγενημένη, καὶ ὀστρακίνη δὲ ἡ μὴ ἀραιὰ εὔθετος, ξυλίνων δὲ ὅσα ἐκ πύξου κατασκευάζεται. τὰ δὲ χαλκᾶ ἀγγεῖα ἁρμόσει πρὸς τὰ ὀφθαλμικὰ ὑγρὰ καὶ ὅσα δι᾿ ὄξους ἢ πίσσης ὑγρᾶς ἢ κεδρίας σκευάζεται· στέατα δὲ καὶ μυελοὺς ἐν κασσιτερίνοις ἀποτίθεσθαι.
- 1.1.1.1
1 ἶρις Ἰλλυρικὴ φύλλα φέρει ὅμοια ξιφίῳ, μείζονα δὲ καὶ πλατύτερα καὶ λιπαρώτερα, ἄνθη ἐπὶ καυλῶν παράλληλα, ἐπικαμπῆ, ποικίλα· ἢ γὰρ λευκὰ ἢ ὠχρὰ ἢ μήλινα ἢ πορφυρᾶ ἢ κυανίζοντα ὁρᾶται, ὅθεν διὰ τὴν ποικιλίαν ἀπεικάσθη Ἴριδι οὐρανίᾳ. ῥίζαι δὲ ὕπεισι γονατώδεις, στερεαί, εὐώδεις, ἃς δεῖ μετὰ τὴν τομὴν ξηράναντας ἐν σκιᾷ καὶ διείραντας λίνῳ ἀποτίθεσθαι. ἔστι δὲ βελτίων ἡ Ἰλλυρικὴ καὶ Μακεδονική, καὶ ταύτης ἀρίστη ἡ πυκνόρριζος καὶ ὑποκόλοβος καὶ δύσθραυστος καὶ τῇ χρόᾳ ὑπόκιρρος καὶ σφόδρα εὐώδης καὶ τῇ γεύσει πυρω δεστέρα τήν τε ὀσμὴν εἰλικρινὴς καὶ μὴ νοτίζουσα πταρμούς τε ἐν τῷ κόπτεσθαι κινοῦσα. ἡ δὲ Λιβυκὴ λευκή τέ ἐστι τὴν χρόαν τῇ τε γεύσει πικρά, δευτερεύουσα δὲ τῇ δυνάμει. παλαιούμεναι δὲ τερηδονίζονται, εὐωδέστεραι μέντοι τότε γίνονται.
- 1.1.2.1
2 δύναμιν δὲ ἔχουσι πᾶσαι θερμαντικήν, λεπτυντικήν, ἁρμόζουσαι πρὸς βῆχας καὶ τὰ δυσανάγωγα ὑγρὰ λεπτοποιοῦσαι. καθαίρουσι δὲ πάχη καὶ χολὰς ποτιζόμεναι μεθ᾿ ὑδρομέλιτος δραχμῶν ἑπτά. εἰσὶ δὲ καὶ ὑπνοποιοὶ καὶ δακρυοποιοὶ καὶ στρόφους ἰῶνται. μετ᾿ ὄξους δὲ πινόμεναι θηριοδήκτοις ἀρήγουσι καὶ σπληνικοῖς καὶ σπωμένοις καὶ περιψυχομένοις ἢ ῥιγοῦσι καὶ τοῖς γόνον προιεμένοις, σὺν οἴνῳ δὲ ποθεῖσαι ἄγουσιν ἔμμηνα. καὶ τὸ ἀπόζεμα δὲ αὐτῶν πρὸς γυναικείας πυρίας εὔθετον, μαλάσσον τοὺς τόπους καὶ ἀναστομοῦν, ἰσχιάδος τε ἔγκλυσμα, καὶ συρίγγων καὶ κόλπων σαρκωτικόν.
- 1.1.3.1
προστεθεῖσαι 3 δὲ ὡς κολλύριον μετὰ μέλιτος ἔμβρυα κατασπῶσι, καὶ μαλάσσουσι δὲ χοιράδας καὶ σκιρρώματα παλαιὰ ἑφθαὶ καταπλασθεῖσαι. ξηραὶ δὲ πληροῦσιν ἕλκη καὶ ἀνακαθαίρουσι μετὰ μέλιτος καὶ τὰ ἐψιλωμένα τῶν ὀστέων σαρκοῦσιν. ὠφελοῦσι δὲ καὶ κεφαλαλγίας σὺν ὄξει καὶ ῥοδίνῳ καταπλασθεῖσαι, φακούς τε καὶ ἐφήλεις ἀποκαθαίρουσι σὺν ἐλλεβόρῳ λευκῷ διπλασίονι καὶ μέλιτι καταχρισθεῖσαι. μείγνυνται δὲ καὶ πεσσοῖς καὶ μαλάγμασι καὶ ἀκόποις, καὶ καθόλου εἰσὶ πολύχρηστοι.
- 1.2.1.1
2 ἄκορον τὰ μὲν φύλλα ἔχει ἐμφερῆ ἴριδι, στενότερα δέ, καὶ τὰς ῥίζας δὲ οὐκ ἀνομοίους, διαπεπλεγμένας δὲ καὶ οὐκ εἰς εὐθὺ πεφυκυίας, ἀλλὰ πλαγίας καὶ ἐξ ἐπιπολῆς, γόνασι διειλημμένας, ὑπολεύκους, δριμείας δὲ τῇ γεύσει καὶ τῇ ὀσμῇ οὐκ ἀηδεῖς. διαφέρει δὲ τὸ πυκνὸν καὶ λευκὸν ἄβρωτόν τε καὶ πλῆρες εὐωδίας. τοιοῦτο δέ ἐστι τὸ ἐν Κολχίδι καὶ τὸ ἐκ τῆς Γαλατίας δὲ ἄσπληνον λεγόμενον.
- 1.2.2.1
2 δύναμιν δὲ ἔχει ἡ ῥίζα θερμαντικήν. πινόμενον δὲ τὸ ἀπόζεμα οὖρα κινεῖ, ἁρμόζον πρὸς πλευρᾶς πόνους καὶ θώρακος καὶ ἥπατος, στρόφους, ῥήγματα, σπάσματα, σπλῆνάς τε τήκει· ὠφελεῖ καὶ στραγγουριῶντας, θηριοδήκτους, καὶ εἰς ἐγκάθισμα ὡς ἶρις πρὸς τὰ γυναικεῖα. ὁ δὲ χυλὸς τῆς ῥίζης ἀποκαθαίρει τὰ ἐπισκοτοῦντα ταῖς κόραις· μείγνυται δὲ καὶ ταῖς ἀντιδότοις ῥίζα χρησίμως.
- 1.3.1
3 μῆον τὸ καλούμενον Ἀθαμαντικὸν γεννᾶται πλεῖστον ἐν Μακεδονίᾳ καὶ Σπανίᾳ, ὅμοιον τῷ καυλῷ καὶ τοῖς φύλλοις ἀνήθῳ, παχύτερον δὲ τοῦ ἀνήθου, δίπηχύ που ἀναβαῖνον, ταῖς ῥίζαις ὑπεσπαρμένον λεπταῖς, πλαγίαις καὶ εὐθείαις, μακραῖς, εὐώδεσι, θερμαινούσαις τὴν γλῶτταν, αἵτινες ἀποζεσθεῖσαι μεθ᾿ ὕδατος ἢ καὶ λεῖαι δίχα ἑψήσεως ποθεῖσαι τὰ στεγνὰ περὶ κύστιν καὶ νεφροὺς πάθη παρηγοροῦσι καὶ δυσουρίαις ἁρμόζουσι, στομάχου τε ἐμπνευματώσεσι καὶ στρόφοις, ὑστερικαῖς τε διαθέσεσι καὶ ἄρθρων πόνοις, θώρακί τε ῥευματιζομένῳ σὺν μέλιτι λεῖαι ἀντὶ ἐκλεικτοῦ βοηθοῦσιν, αἷμά τε ἄγουσι δι᾿ ἐμμήνων ἀποζεσθεῖσαι εἰς ἐγκάθισμα, παιδίων δὲ καταπλασθέντος τοῦ ἐφηβαίου οὖρα ἄγουσιν. ἔστι δὲ καὶ κεφαλαλγὲς πλεῖον ἢ δεῖ πινόμενον.
- 1.4.1.1
4 κύπερος· οἱ δὲ ἐρυσίσκηπτρον ὡς τὴν ἀσπάλαθον καλοῦσιν. ἔχει φύλλα ὅμοια πράσῳ, μακρότερα δὲ καὶ ἰσχνότερα, καυλὸν δὲ πηχυαῖον ἢ καὶ μείζονα, γωνιώδη, ὅμοιον σχοίνῳ, οὗ κατὰ κορυφὴν φυλλαρίων ἐστὶν ἔκφυσις μικρῶν καὶ σπέρματος. ῥίζαι δ᾿ ὕπεισιν, ὧν καὶ ἡ χρῆσις, ὥσπερ ἐπιμήκεις ἐλαῖαι συναφθεῖσαι ἑαυταῖς ἢ καὶ στρογγύλαι, μέλαιναι, εὐώδεις, ἔμπικροι. φύεται δὲ ἐν τόποις ἐργασίμοις καὶ τελματώδεσιν. ἀρίστη δέ ἐστιν ἡ βαρυτάτη καὶ πυκνή, ἁδρὰ καὶ δύσθραυστος, τραχεῖα, εὐώδης μετά τινος δριμύτητος. τοιαύτη δέ ἐστιν ἡ Κιλίκιος καὶ ἡ Συριακὴ καὶ ἡ ἀπὸ τῶν Κυκλάδων νήσων.
- 1.4.2.1
2 δύναμις δέ ἐστιν αὐτῆς θερμαντική, ἀναστομωτική, διουρητικὴ ἐπὶ λιθιώντων καὶ ὕδρωπος πινομένη. βοηθεῖ δὲ καὶ σκορπιοπλήκτοις, καὶ πρὸς τὰς περὶ μήτραν καταψύξεις καὶ μύσεις πυριωμένη ἁρμόζει, ἄγουσα ἔμμηνα. ποιεῖ δὲ καὶ τοῖς ἐνστομίοις ἕλκεσι καὶ νεμομένοις ξηρὰ λεῖα· μείγνυται καὶ μαλάγμασι θερμαντικοῖς καὶ εἰς τὰ στύμματα τῶν μύρων εὐχρηστεῖ.
- 1.5.1
5 ἱστορεῖται δὲ καὶ ἕτερον εἶδος κυπέρου ἐν Ἰνδίᾳ γεννώμενον, προσεοικὸς ζιγγιβέρει, ὃ διαμασηθὲν κροκῶδες, πικρὸν εὑρίσκεται, καταχρισθὲν δὲ παραχρῆμα ψιλοῖ τὰς τρίχας.
- 1.6.1
6 καρδάμωμον ἄριστον τὸ ἐκ τῆς Κομμαγηνῆς καὶ Ἀρμενίας καὶ βοσπόρου κομιζόμενον· γεννᾶται δὲ καὶ ἐν Ἰνδίᾳ καὶ Ἀραβίᾳ. ἐκλέγου δὲ τὸ δύσθραυστον, πλῆρες, μεμυκός — τὸ γὰρ μὴ τοιοῦτον ἔξωρόν ἐστι — καὶ τὸ τῇ ὀσμῇ δὲ πληκτικόν, γεύσει δὲ δριμὺ καὶ ὑπόπικρον.
- 1.6.2
δύναμιν δὲ ἔχει θερμαντικήν ποιεῖ δὲ πινόμενον μεθ᾿ ὕδατος πρὸς ἐπιλημπτικούς, βήττοντας, ἰσχιαδικοὺς καὶ πρὸς παράλυσιν, ῥήγματα, σπάσματα, στρόφους καὶ ἕλμινθα πλατεῖαν ἐκβάλλει. μετ᾿ οἴνου δὲ πινόμενον νεφριτικοῖς, δυσουροῦσι, σκορπιοπλήκτοις καὶ πᾶσι τοῖς ἰοβόλοις ἁρμόζει. μετὰ δὲ δάφνης ῥίζης φλοιοῦ ποθεῖσα δραχμὴ μία λίθους θρύπτει· φθείρει καὶ ἔμβρυα ὑποθυμιώμενον καὶ ψώρας ἐξαίρει σὺν ὄξει καταχριόμενον. μείγνυται δὲ καὶ εἰς τὰς τῶν μύρων στύψεις.
- 1.7.1.1
7 νάρδου ἐστὶ γένη δύο· ἡ μὲν γάρ τις καλεῖται Ἰνδικὴ ἡ δὲ Συριακή, οὐχ ὅτι ἐν Συρίᾳ εὑρίσκεται, ἀλλ᾿ ὅτι τοῦ ὄρους ἐν ᾧ γεννᾶται τὸ μὲν πρὸς Συρίαν τέτραπται τὸ δὲ πρὸς Ἰνδούς. καὶ τῆς λεγομένης Συριακῆς ἐστι βελτίων ἡ πρόσφατος καὶ κούφη, πολύκομος, ξανθὴ τὴν χρόαν, εὐώδης ἄγαν καὶ μετὰ τοῦ κυπερίζειν ἐν τῇ ὀσμῇ μικρὸν ἔχουσα τὸν στάχυν, πικρὰ τὴν γεῦσιν καὶ τῆς γλώττης ἀναξηραντικὴ ἐπιμένουσά τε τῇ εὐωδίᾳ ἐφ᾿ ἱκανόν.
- 1.7.2.1
τῆς δὲ Ἰνδικῆς ἡ μέν τις λέγεται Γαγγῖτις 2 ἀπό τινος ποταμοῦ παραρρέοντος τοῦ ὄρους, Γάγγου καλουμένου, παῤ ᾧ φύεται, ἀσθενεστέρα κατὰ δύναμιν οὖσα διὰ τὸ ἐφ᾿ ὑδατωδῶν τόπων εἶναι καὶ ἐπιμηκεστέρα, πλείους τε ἔχουσα τοὺς στάχυας ἀπὸ τῆς αὐτῆς ῥίζης καὶ πολυκόμους καὶ περιπεπλεγμένους, βρωμώδεις κατὰ τὴν ὀσμήν. ἡ δὲ ὀρεινοτέρα εὐωδεστέρα, κολοβόσταχυς, κυπερίζουσα κατὰ τὴν εὐωδίαν ἔχουσά τε καὶ τὰ ἄλλα ἐν αὑτῇ, ὅσαπερ καὶ ἡ Συριακὴ λεγομένη. καλεῖται δέ τις καὶ Σαμφαριτικὴ ἀπὸ χωρίων ὠνομασμένη, υεγαλόσταχυς, λευκοτέρα, καυλὸν ἔσθ᾿ ὅτε μέσον ἔχουσα, ὑπερτραγίζοντα τῇ ὀσμῇ, ἣν δεῖ ἀπεκλέγεσθαι.
- 1.7.3.1
3 πιπράσκεται δὲ καὶ ἀποβεβρεγμένη, ὅπερ γινώσκεται ἐκ τοῦ λευκὸν εἶναι τὸν στάχυν καὶ αὐχμηρὸν καὶ μὴ ἔχειν τὸν χνοῦν. δολίζουσι δὲ αὐτὴν ἐμφυσῶντες στίβι μεθ᾿ ὕδατος ἢ οἴνου φοινικίτου πρὸς τὸ συμπιλοῦσθαι αὐτὴν καὶ βαρυτέραν γίνεσθαι. ἐπὶ δὲ τῆς χρείας ἀφαιρεῖν δεῖ, εἰ προσείη ταῖς ῥίζαις πηλός, καὶ σήθειν χωρίζοντας τὸν κονιορτὸν εὐχρηστοῦντα εἰς χειρόνιπτρον.
- 1.7.3.2
δύναμιν δὲ ἔχουσι θερμαντικήν, ξηραντικήν, οὐρητικήν, ὅθεν κοιλίαν τε ἱστᾶσι πινόμεναι καὶ τὰς ἐκ μήτρας ῥύσεις προστιθέμεναι καὶ ἰχῶρας στέλλουσι.
- 1.7.4.1
4 βοηθοῦσι δὲ καὶ ναυτίαις σὺν ψυχρῷ ὕδατι πινόμεναι καὶ καρδιωγμοῖς καὶ ἐμπνευματικοῖς ἡπατικοῖς τε καὶ ἰκτερικοῖς καὶ νεφριτικοῖς. ἐναφεψηθεῖσαι δὲ ὕδατι καὶ πυριαθεῖσαι εἰς ἐγκάθισμα φλεγμονὰς μήτρας ἰῶνται· ποιοῦσι καὶ πρὸς τὰς ἐν ὀφθαλμοῖς μυδήσεις τῶν βλεφάρων, στύφουσαι καὶ δασύνουσαι τὰς βλεφαρίδας, καθύγροις τε σώμασι διάπασμα· μείγνυνται δὲ καὶ ἀντιδότοις. ἀποτίθενται δὲ εἰς τὰ ὀφθαλμικὰ ἐν ἀγγείῳ καινῷ ἀκωνήτῳ λειοτριβηθεῖσαι σὺν οἴνῳ καὶ ἀναπλασθεῖσαι.
- 1.8.1.1
8 ἡ δὲ Κελτικὴ νάρδος γεννᾶται μὲν ἐν ταῖς κατὰ Λιγυρίαν Ἄλπεσιν, ἐπιχωρίως ὠνομασμένη σαλιούγκα· γεννᾶται δὲ καὶ ἐν τῇ Ἰστρίᾳ. ἔστι δὲ θαμνίσκος μικρὸς σὺν ταῖς ῥίζαις εἰς δέσμας ἀναλαμβανόμενος χειροπληθεῖς, ἔχει δὲ φύλλα ἐπιμήκη, ὑπόξανθα, ἄνθος μήλινον. μόνων δὲ τῶν καυλῶν ἐστι καὶ τῶν ῥιζῶν ἡ χρῆσις καὶ ἡ εὐωδία, ὅθεν δεῖ πρὸ μιᾶς ἡμέρας καταρράναντας ὕδατι τὰς δέσμας καὶ χωρίζοντας τὸ γεῶδες τιθέναι ἐπ᾿ ἐδάφους νοτεροῦ προυποκειμένου χαρτίου, τῇ δὲ ὑστεραίᾳ καθαίρειν· οὐ γὰρ συναποκαθαίρεται τῷ ἀχυρώδει καὶ ἀλλοτρίῳ τὸ εὔχρηστον διὰ τὴν ἐκ τῆς ἰκμάδος εὐτονίαν.
- 1.8.2.1
δολίζεται δὲ συναποτιλλομένης αὐτῇ πόας ἐμφεροῦς, ἣν διὰ τὸ 2 περὶ τὴν ὀσμὴν βρωμῶδες τράγον καλοῦσιν. εὐχερὴς δὲ ἡ ἐπίγνωσις· ἄκαυλός τε γάρ ἐστιν ἡ πόα καὶ λευκοτέρα καὶ ἧττον ἐπιμήκη τὰ φύλλα ἔχει οὐδὲ τὴν ῥίζαν πικρὰν ἢ ἀρωματίζουσαν ὥσπερ ἐπὶ τῆς ἀληθινῆς ἔχει. ἀποκρίνας οὖν τὰ καυλία καὶ τὰς ῥίζας, τὰ δὲ φύλλα ῥίψας, εἰ βούλοιο ἀποτίθεσθαι, ἀναλαμβάνων οἴνῳ λεῖα καὶ τροχίσκους ἀναπλάσας φύλασσε ἐν ὀστρακίνῳ ἀγγείῳ καινῷ, πωμάζων ἐπιμελῶς. ἀρίστη δέ ἐστιν ἡ πρόσφατος καὶ ἡ εὐώδης, πολύρριζος, οὐκ εὔθρυπτος, πλήρης.
- 1.8.3.1
δύναται δὲ ὅσα καὶ ἡ Συριακή, διουρητικωτέρα καὶ εὐστομαχωτέρα 3 οὖσα. ὠφελεῖ δὲ καὶ τὰς περὶ ἧπαρ φλεγμονὰς καὶ ἰκτερικοὺς καὶ πνευματώσεις στομάχου μετὰ ἀφεψήματος ἀψινθίου πινομένη, ὁμοίως καὶ σπλῆνα καὶ τὰ περὶ τὴν κύστιν καὶ νεφρούς, καὶ πρὸς ἰοβόλων δήγματα σὺν οἴνῳ, καὶ εἰς τὰ μαλάγματα μείγνυται καὶ ποτίσματα καὶ χρίσματα θερμαντικά.
- 1.9.1
9 ἡ δὲ ὀρεινὴ νάρδος, καλουμένη δὲ ὑπό τινων καὶ θυλακῖτις καὶ πυρῖτις, γεννᾶται ἐν Κιλικίᾳ καὶ Συρίᾳ, καὶ φύλλα καὶ καυλοὺς ὅμοια ἠρυγγίῳ ἔχουσα, μικρότερα μέν, οὐ μὴν τραχέα καὶ ἀκανθώδη. ῥίζαι δὲ ὕπεισι μέλαιναι, εὐώδεις, δύο ἢ καὶ πλείους ὥσπερ ἀσφοδέλου, ἰσχνότεραι δὲ καὶ μικρότεραι πολλῷ· οὔτε δὲ καυλὸν οὔτε καρπὸν οὔτε ἄνθος φέρει. ποιεῖ δὲ ἡ ῥίζα πρὸς ὅσα καὶ ἡ Κελτικὴ νάρδος.
- 1.10.1.1
10 ἄσαρον, οἱ δὲ νάρδον ἀγρίαν καλοῦσι· φύλλα ἔχει κισσῷ ὅμοια, μαλακώτερα δὲ πολλῷ καὶ στρογγυλώτερα, ἄνθος τῶν φύλλων πρὸς τῇ ῥίζῃ πορφυροῦν, ὑοσκυάμου κυτίνῳ ἐμφερές, ἐφ᾿ ᾧ τὸ σπέρμα ἐοικὸς γιγάρτῳ. ῥίζαι δὲ ὕπεισι πολλαί, γονατώδεις, λεπταί, πλάγιαι, ὅμοιαι ἀγρώστει, ἰσχνότεραι μέντοι πολλῷ καὶ εὐώδεις, θερμαίνουσαι καὶ δάκνουσαι λίαν τὴν γλῶσσαν.
- 1.10.2.1
δύναμις δὲ αὐτῶν οὐρητική, θερμαντική, ἁρμόζουσα ὑδρωπικοῖς, 2 ἰσχιάδι χρονίᾳ· ἄγουσι δὲ καὶ ἔμμηνα. μετὰ μελικράτου δὲ ποθεῖσαι, πλῆθος ὁλκῆς οὐγγιῶν ἑπτά, ὡς ἐλλέβορος λευκὸς καθαίρουσι· μείγνυνται δὲ καὶ μύροις. φύεται δὲ ἐν ὑποσκίοις ὄρεσι, πλεῖστα δὲ ἐν Πόντῳ καὶ ἐν Φρυγίᾳ καὶ Ἰλλυρίδι καὶ ἐν Οὐεστίνοις τῆς Ἰταλίας.
- 1.11.1.1
11 φοῦ, οἱ δὲ καὶ τοῦτο ἀγρίαν νάρδον καλοῦσι· γεννᾶται μὲν ἐν Πόντῳ, φύλλα δὲ ἐλαφοβόσκῳ ἢ ἱπποσελίνῳ παραπλήσια ἔχει, καυλὸν πηχυαῖον ἢ μείζω, λεῖον, τρυφερόν, ἐμπόρφυρον, μεσόκοιλον, διειλημμένον γόνασιν, ἄνθη πρὸς τὰ τοῦ ναρκίσσου, μείζονα δὲ καὶ ἐν τῷ ὑπολεύκῳ διαπόρφυρα· ῥίζα δὲ ἡ μὲν ἀνωτέρω περὶ δακτύλου μικροῦ τὸ πάχος, πλάγια δὲ ὑπόρριζα ἔχει καθάπερ σχοῖνος ἢ μέλας ἐλλέβορος, ἀλλήλοις ἐπιπεπλεγμένα, ὑπόξανθα, εὐώδη, ναρδίζοντα τῇ ὀσμῇ μετά τινος βάρους βρωμώδους.
- 1.11.2.1
2 δύναται δὲ θερμαίνειν, οὖρα κινεῖν ξηρὰ ποτιζομένη. καὶ τὸ ἀπόζεμα δὲ αὐτῆς τὸ αὐτὸ δύναται ποιεῖν καὶ πρὸς πλευρᾶς πόνον, ἔμμηνά τε ἄγει καὶ ἀντιδότοις μείγνυται.
- 1.11.2.2
δολοῦται δὲ ὀξυμυρσίνης ῥίζης παραμειγνυμένης. εὐχερὴς δὲ ἡ ἐπίγνωσις αὐτῆς ἐστι· σκληραὶ γάρ εἰσιν αὗται καὶ δύσθραυστοι, δίχα εὐωδίας.
- 1.12.1.1
12 μαλάβαθρον ἔνιοι ὑπολαμβάνουσιν εἶναι τῆς Ἰνδικῆς νάρδου φύλλον πλανώμενοι ὑπὸ τῆς κατὰ τὴν ὀσμὴν ἐμφερείας· πολλὰ γάρ ἐστιν ὅμοια τῇ ὀσμῇ νάρδῳ ὡς τὸ φοῦ, ἄσαρον, ἶρις. οὐκ ἔχει δὲ οὕτως· ἴδιον γάρ ἐστι γένος φυόμενον ἐν τοῖς Ἰνδικοῖς τέλμασι, φύλλον ὂν ἐπινηχόμενον τῷ ὕδατι καθάπερ οἱ ἐπὶ τῶν τελμάτων φακοί, ῥίζαν οὐκ ἔχον, ὅπερ συλλέγοντες εὐθέως διαπείρουσι λίνῳ καὶ ξηράναντες ἀποτίθενται. φασὶ δὲ καὶ τῆς θερείας ἀναξηρανθέντος τοῦ ὕδατος καίεσθαι φρυγάνοις τὴν γῆν· μὴ γενομένου γὰρ τούτου φύλλον μηκέτι φύελανίζοντι.
- 1.12.2.1
2 ἔστι δὲ καλὸν τὸ πρόσφατον καὶ ὑπόλευκον ἐν τῷ μελανίζοντι, ἄθραυστον καὶ ὁλόκληρον, πληκτικὸν τῇ ὀσμῇ καὶ ἐπιδιαμένον τῇ εὐωδίᾳ, ναρδίζον δὲ τῇ γεύσει καὶ μὴ ἁλμυρίζον. τὸ δὲ ἀδρανὲς καὶ λελεπτοκοπημένον εὐρωτιῶσαν ἔχον τὴν ἀποφορὰν φαῦλον.
- 1.12.2.2
δύναμιν δὲ ἔχει τὴν αὐτὴν τῇ νάρδῳ, ἐνεργέστερον δὲ ἐκείνη πάντα ποιεῖ. διουρητικωτέρα μέντοι καὶ εὐστομαχωτέρα ἐστὶν ἡ τοῦ μαλαβάθρου δύναμις, καὶ πρὸς τὰς ὀφθαλμικὰς φλεγμονὰς ἁρμόζει ἀναζεσθὲν ἐν οἴνῳ καὶ λεῖον ἐπιχριόμενον· ὑποτίθεται καὶ τῇ γλώσσῃ πρὸς εὐωδίαν στόματος καὶ σὺν ἱματίοις τίθεται· ἄβρωτα γὰρ καὶ εὐώδη τηρεῖ ταῦτα.
- 1.13.1.1
13 κασσκίας δέ ἐστι πλείονα εἴδη περὶ τὴν ἀρωματοφόρον Ἀραβίαν γεννώμενα· ἔχει δὲ ῥάβδον παχύφλοιον, φύλλα δὲ ὡς πεπέρεως. ἐκλέγου δὲ τὴν ἔγκιρρον, εὔχρουν, κοραλλίζουσαν, στενήν, λείαν, μακρὰν καὶ παχεῖαν τοῖς συριγγίοις πλήρη, δηκτικὴν ἐν τῇ γεύσει καὶ στύφουσαν μετὰ ποσῆς πυρώσεως, ἀρωματίζουσαν, οἰνίζουσαν τῇ ὀσμῇ. ἡ δὲ τοιαύτη ὑπὸ τῶν ἐπιχωρίων ἄχυ καλεῖται, δαφνῖτις δὲ προσαγορεύεται ὑπὸ τῶν ἐν Ἀλεξανδρείᾳ ἐμπόρων. πρὸ δὲ ταύτης ἐστὶν ἡ μέλαινα καὶ ἐμπόρφυρος, παχεῖα, γίζιρ καλουμένη, ῥοδίζουσα τῇ ὀσμῇ, μάλιστα πρὸς τὴν ἰατρικὴν τέχνην εὔθετος, δευτερεύει δὲ ἡ προειρημένη, τρίτη δέ ἐστιν ἡ καλουμένη βάτος Μοσυλῖτις.
- 1.13.2.1
αἱ δὲ 2 λοιπαὶ εὐτελεῖς, ὡς ἡ καλουμένη ἀσύφη, μέλαινα καὶ ἀηδὴς καὶ λεπτόφλοιος ἢ καὶ φλοιορραγής, ὡς καὶ ἡ κιττὼ καὶ δάρκα καλουμένη.
- 1.13.2.2
ἔστι δέ τις καὶ ψευδοκασσία ἀφάτως ἐμφερής, ἥτις ἐλέγχεται τῇ γεύσει, οὐκ οὔσα δριμεῖα οὐδὲ ἀρωματώδης, προσεχόμενόν τε τὸν φλοιὸν ἔχει τῇ ἐντεριώνῃ. εὑρίσκεται δὲ καὶ πλατεῖα σύριγξ, ἁπαλή, κούφη, εὐερνής, διαφέρουσα δὲ τῆς ἄλλης. ἀποδοκίμαζε δὲ τὴν ὑπόλευκον καὶ ψωρώδη, πρασίζουσαν ἐν τῇ ὀσμῇ καὶ τὴν μὴ ἔχουσαν δὲ τὴν σύριγγα παχεῖαν, ψωρώδη δὲ καὶ λεπτήν.
- 1.13.3.1
3 δύναμιν δὲ ἔχει θερμαντικήν, οὐρητικήν, ξηραντικήν, στύφουσαν πραέως. ἁρμόζει δὲ εἰς τὰ πρὸς ὀξυδερκίαν ὀφθαλμικὰ καὶ μαλάγματα, φακούς τε αἴρει μετὰ μέλιτος καταχριομένη, καὶ ἔμμηνα ἄγει καὶ ἐχιοδήκτοις βοηθεῖ πινομένη καὶ πρὸς τὰς ἐντὸς φλεγμονὰς πάσας ποθεῖσα καὶ πρὸς νεφρούς, εἰς ἐγκαθίσματά τε καὶ ὑποθυμιάματα γυναιξὶ πρὸς ἀνευρυσμὸν μήτρας. διπλάσιον δὲ αὐτῆς μειγνύμενον τοῖς φαρμάκοις, εἰ μὴ παρείη κινάμωμον, τὸ αὐτὸ δρᾷ, ἄγαν τέ ἐστι πολύχρηστος.
- 1.14.1.1
14 κιναμώμου ἐστὶ πλείονα εἴδη ὀνομαζόμενα ἐπιχωρίως. διαφέρει δὲ τὸ Μόσυλον διὰ τὸ σῴζειν ποσὴν ἐμφέρειαν πρὸς τὴν Μοσυλῖτιν καλουμένην κασσίαν, καὶ τούτου τὸ πρόσφατον, τῇ χρόᾳ μέλαν, τεφρίζον ἐν τῷ οἰνώδει, λεπτὸν δὲ τοῖς ῥαβδίοις καὶ λεῖον, ὄζοις συνεχέσι κεχρημένον, σφόδρα εὐῶδες — σχεδὸν γὰρ ἡ τοῦ ἀρίστου κρίσις ἐστὶ περὶ τὴν ἐν τῇ εὐωδίᾳ ἰδιότητα· εὑρίσκεται γὰρ μετὰ τοῦ ἡδίστου καὶ ἰδιάζοντος ἡ ὀσμὴ πηγανίζουσα ἢ καρδάμῳ ἐμφερής —, ἔτι καὶ δριμὺ καὶ δηκτικὸν τῇ γεύσει καὶ ὑφαλμυρίζον μετὰ θερμασίας ἔν τε τῇ παρατρίψει μὴ ταχέως διαλυόμενον καὶ ἐν τῷ θραύεσθαι χνοῶδες καὶ λεῖον ἔχον τὸ μεταξὺ τῶν ὄζων.
- 1.14.2.1
δοκιμάζων δὲ ἀπὸ 2 μιᾶς ῥίζης λάμβανε τὸν θαλλόν· εὐχερὴς γὰρ ἡ τοιαύτη δοκιμασία. τὰ γὰρ θραύσματα μείγματα τυγχάνει καὶ κατὰ τὴν πρώτην δοκιμασίαν τὰ κρείττονα περιπνέοντα καὶ πληροῦντα τὴν ὄσφρησιν ἐμποδίζει τὴν τοῦ ἥττονος ἐπίκρισιν. ἔστι δὲ καὶ ὀρεινόν, παχὺ καὶ κολοβόν, σφόδρα ὑπόκιρρον τὴν χρόαν· καὶ τρίτον παρὰ τὸ Μόσυλον μέλαν καὶ λεῖον, ἰνῶδες δὲ καὶ οὐ πολυγόνατον· τέταρτον λευκόν, χαῦνον, ὀγκῶδες ἰδέσθαι καὶ εὐγενές, εὔθραυστόν τε καὶ μεγάλην ἔχον ῥίζαν κασσίζον· πέμπτον κασσίζον τῇ ὀσμῇ καὶ πληκτικόν, ὑπόκιρρον δὲ καὶ προσεμφερὲς τὸν φλοιὸν κασσίᾳ πυρρᾷ, πρὸς τὴν ἁφὴν δὲ στερεόν, οὐ πάνυ ἰνῶδες, παχύρριζον. τούτων δὲ τὸ πνέον λιβανωτοῦ ἢ μυρσίνης ἢ κασσίας ἢ βρωμώδους εὐωδίας ἧττόν ἐστιν.
- 1.14.3.1
ἀπεκλέγου δὲ τὸ λευκὸν καὶ τὸ ψωρῶδες καὶ τὸ ῥυσόκαρφον 3 καὶ μὴ λεῖον, καὶ τὸ ξυλῶδες κατὰ τὴν ῥίζαν δὲ ὡς ἀχρεῖον παραιτοῦ. ἔστι δέ τι καὶ ἄλλο ὅμοιον, τὸ καλούμενον ψευδοκινάμωμον, εὐγενές, οὐκ εὔτονον τῇ ὀσμῇ, ἐκλελυμένον δὲ καὶ τῇ δυνάμει. καλεῖται δέ τι καὶ ζιγγίβερι, ξυλοκινάμωμον ὄν, ἔχον δέ τινα ἐμφέρειαν κιναμώμῳ· τῇ ὄψειδὲ διακρίνεται καὶ τῷ βρωμώδει τῆς ὀσμῆς. τὸ δὲ ξυλοκινάμωμον λεγό- μενον καὶ αὐτὸ ῥίζῃ τε καὶ ῥαβδίῳ τῷ πολυγονάτῳ ἔοικε κιναμώμῳ· ἔστι δὲ ξυλῶδες κινάμωμον, ἔχον ῥάβδους μακρὰς καὶ ῥωμαλέας καὶ τὴν εὐωδίαν πολὺ καταδεεστέραν. λέγεται δὲ ὑπ᾿ ἐνίων καὶ κατὰ γένος διαφέρειν τοῦ κιναμώμου τὸ ξυλοκινάμωμον, ἑτέρας ὂν φύσεως.
- 1.14.4.1
4 δύναμιν δὲ ἔχει πᾶν κινάμωμον θερμαντικήν, οὐρητικήν, μαλακτικήν, πεπτικήν· ἄγει δὲ καὶ ἔμμηνα καὶ ἔμβρυα πινόμενον καὶ προστιθέμενον μετὰ σμύρνης, καὶ ἰοβόλοις θηρίοις καὶ θανασίμοις ἁρμόζει καὶ τὰ ταῖς κόραις ἐπισκοτοῦντα ἀποκαθαίρει, φακούς τε καὶ ἐφήλεις μετὰ μέλιτος ἐπιχρισθὲν αἴρει. ποιεῖ δὲ καὶ πρὸς βῆχας, κατάρρους, ὕδρωπας, νεφρίτιδας, δυσουρίας· μείγνυται δὲ καὶ τοῖς πολυτελέσι μύροις καὶ καθόλου ἐστὶ πολύχρηστον. ἀποτίθεται δὲ εἰς διαμονὴν λεῖον οἴνῳ ἀναλαμβανόμενον καὶ ξηραινόμενον ἐν σκιᾷ.
- 1.14.4.2
ἔστι δέ τι λεγόμενον κινάμωμον, ὃ ἔνιοι ψευδοκινάμωμον καλοῦσιν, εὐερνὲς σφόδρα καὶ παχυραβδότερον, κατὰ πολὺ μέντοι ἐλαττούμενον κιναμώμου κατά τε ὀσμὴν καὶ κατὰ γεῦσιν.
- 1.15.1.1
15 ἄμωμόν ἐστι θαμνίσκος οἱονεὶ βότρυς ἐκ ξύλου ἀντεμπεπλεγμένος ἑαυτῷ. ἔχει δέ τι καὶ ἄνθος μικρὸν ὡς λευκοίου, φύλλα δὲ βρυωνίᾳ ὅμοια. κάλλιστον δέ ἐστι τὸ Ἀρμένιον, χρυσίζον τῇ χρόᾳ, ἔχον δὲ τὸ ξύλον ὑπόκιρρον, εὐῶδες ἱκανῶς. τὸ δὲ Μηδικὸν διὰ τὸ ἐν πεδίοις καὶ ἐν ἐφύδροις τόποις φύεσθαι ἀδυναμώτερον· ἔστι δὲ μέγα καὶ ὑπόχλωρον καὶ πρὸς τὴν ἁφὴν ἁπαλὸν καὶ ἰνῶδες τοῖς ξύλοις ὀριγανίζον τε τῇ ὀσμῇ. τὸ δὲ Ποντικὸν ὑπόκιρρον, οὐ μακρὸν οὐδὲ δύσθραυστον, βοτρυῶδες, πλῆρες καρποῦ καὶ τῇ ὀσμῇ πληκτικόν. ἐκλέγου δὲ τὸ πρόσφατον καὶ λευκὸν ἢ ὑπέρυθρον, οὐ πεπιασμένον ἢ συμπεπλεγμένον, λελυμένον δὲ καὶ διακεχυμένον, σπέρματος πλῆρες ὁμοίου βοτρυδίοις, βαρύ, σφόδρα εὐῶδες, δίχα εὐρῶτος καὶ δριμύ, δάκνον τὴν γεῦσιν, ἁπλοῦν τὴν χρόαν καὶ μὴ ποικίλον.
- 1.15.2.1
δύναμιν δὲ ἔχει θερμαντικήν, στυπτικήν, ξηραντικήν, ὑπνοποιόν, 2 ἀνώδυνον τοῦ μετώπου καταπλασσομένου, φλεγμονάς τε πεπαίνει καὶ διαφορεῖ, σκορπιοπλήκτους τε μετ᾿ ὠκίμου καταπλασθὲν ὠφελεῖ· παρηγορεῖ καὶ ὀφθαλμῶν φλεγμονὰς καὶ τὰς ἐν σπλάγχνοις σὺν σταφίδι, πρὸς δὲ τὰ γυναικεῖα καὶ ἐν προσθέτοις καὶ ἐγκαθίσμασι χρήσιμον. ποθὲν δὲ τὸ ἀφέψημα αὐτοῦ ἁρμόζει ἡπατικοῖς, νεφριτικοῖς, ποδαγρικοῖς. μείγνυται δὲ καὶ ἀντιδότοις καὶ τοῖς πολυτελεστάτοις τῶν μύρων. δολίζουσι δέ τινες τὸ ἄμωμον τῇ λεγομένῃ ἀμωμίδι, ἐμφερεῖ οὔσῃ τῷ ἀμώμῳ, ἀνόσμῳ μέντοι καὶ ἀκάρπῳ, γεννωμένῃ δὲ ἐν Ἀρμενίᾳ, ἄνθος δὲ ἐχούσῃ ἐμφερὲς ὀριγάνῳ. ἀεὶ δὲ ἐν ταῖς τῶν τοιούτων δοκιμασίαις τὰ θραύσματα φεῦγε· ἐκλέγου δὲ τὰ ἀπὸ μιᾶς ῥίζης ἔχοντα τοὺς ἰδίους κλάδους τελείους.
- 1.16.1.1
16 κόστου διαφέρει ὁ Ἀραβικός, λευκὸς ὢν καὶ κοῦφος, πλείστην ἔχων καὶ ἡδεῖαν τὴν ὀσμήν, δευτερεύει δὲ ὁ Ἰνδικός, ἁδρὸς ὢν καὶ μέλας καὶ κοῦφος ὡς νάρθηξ, τρίτος δέ ἐστιν ὁ Συριακός, βαρύς, τὴν χρόαν πυξώδης, πληκτικὸς τῇ ὀσμῇ. ἄριστος δέ ἐστιν ὁ πρόσφατος, λευκός, πλήρης δι᾿ ὅλου, πυκνός, ξηρός, ἀτερηδόνιστος, ἄβρωμος, γεύσει δηκτικὸς καὶ πυρώδης.
- 1.16.1.2
δύναμιν δὲ ἔχει θερμαντικήν, διουρητικήν, ἐμμήνων ἀγωγὸν καὶ τῶν περὶ ὑστέραν παθῶν ἀρωγὸν ἐν προσθέμασι καὶ πυριάσεσι καὶ καταντλήμασι.
- 1.16.2.1
2 πινόμενος δὲ ἐχεοδήκτοις βοηθεῖ οὐγγιῶν δυεῖν πλῆθος, καὶ πρὸς θώρακος πόνους καὶ σπάσματα καὶ ἐμπνευματώσεις μετ᾿ οἴνου καὶ ἀψινθίου, καὶ ἀφροδίσια δὲ παρορμᾷ μετ᾿ οἰνομέλιτος. ἄγει δὲ καὶ ἕλμινθα πλατεῖαν μεθ᾿ ὕδατος, σύγχρισμά τε ῥιγοῦσι μετ᾿ ἐλαίου πρὸ τῆς ἐπισημασίας καὶ παραλυτικοῖς. καθαίρει δὲ καὶ ἔφηλιν καταχρισθεὶς μεθ᾿ ὕδατος ἢ μέλιτος· μείγνυται δὲ καὶ μαλάγμασι καὶ ἀντιδότοις.
- 1.16.2.2
μειγνύουσι δ᾿ ἔνιοι τὰς ῥωμαλεωτάτας τοῦ Κομμαγηνοῦ Ἑλενίου ῥίζας δολοῦντες αὐτόν. εὐχερὴς δὲ ἡ διάγνωσις· οὔτε γὰρ πυροῖ τὴν γεῦσιν τὸ Ἑλένιον οὔτε τὴν εὐωδίαν εὔτονον καὶ πληκτικὴν παρέχει.
- 1.17.1.1
17 σχοῖνος· ἡ μέν τις γίνεται ἐν Λιβύῃ ἡ δὲ ἐν Ἀραβίᾳ, ἑτέρα δὲ ἐν τῇ Ναβαταίᾳ καλουμένῃ, ἥτις ἐστὶ κρατίστη· δευτερεύει δὲ ἡ Ἀραβική, ἣν ἔνιοι Βαβυλώνιον καλοῦσιν, οἱ δὲ τευχῖτιν, ἡ δὲ Λιβυκὴ ἄχρηστος. ἐκλέγου δὲ τὴν πρόσφατον, ἔμπυρρον, πολυανθῆ, σχιζομένην δὲ ἐμπόρφυρον καὶ λεπτήν, ῥοδίζουσαν τῇ εὐωδίᾳ, ἐπειδὰν τρίβηται ταῖς χερσί, καὶ δάκνουσαν τὴν γλῶσσαν μετὰ ποσῆς πυρώσεως. χρῆσις δὲ τοῦ ἄνθους καὶ τῶν καλάμων καὶ τῆς ῥίζης.
- 1.17.2.1
δύναμιν δὲ ἔχει θερμαντικήν, θρυπτικήν, πεπτικήν, μαλακτικήν, 2 ἀναστομωτικήν, διουρητικήν, ἐμμήνων ἀγωγόν, πνευμάτων διαλυτικήν, κεφαλῆς καρηβαρικήν, ὑποστύφουσαν μετρίως. τὸ μὲν οὖν ἄνθος αὐτῆς ἐν ποτήμασι χρήσιμον πρὸς αἵματος ἀναγωγὰς καὶ πόνους στομάχου, πνεύμονος, ἥπατος, νεφρῶν· μείγνυται δὲ καὶ εἰς ἀντιδότους. ἡ δὲ ῥίζα στυπτικωτέρα, διὸ καὶ τοῖς ἀσώδεσι στομάχοις δίδοται, ὑδρωπιῶσί τε καὶ σπάσμασι μετὰ ἴσου πεπέρεως δραχμῆς μιᾶς ὁλκὴ πρὸς ἡμέρας τινάς. τὸ δὲ ἀπόζεμα αὐτῆς ταῖς περὶ μήτραν φλεγμοναῖς εἰς ἐγκάθισμα ἁρμόδιον.
- 1.18.1.1
18 κάλαμος ἀρωματικὸς φύεται μὲν ἐν Ἰνδίᾳ, ἔστι δὲ αὐτοῦ κάλλιστος ὁ κιρρός, πυκνογόνατος καὶ εἰς πολλοὺς σκινδαλμοὺς θραυόμενος, γέμων ἀραχνίων τὴν σύριγγα ὑπολεύκων, ἔν τε τῇ διαμασήσει γλίσχρος, στυπτικός, ὑπόδριμυς.
- 1.18.1.2
δύναται δὲ οὖρα κινεῖν ποθείς, ὅθεν ἁρμόζει μετὰ ἀγρώστεως ἢ σελίνου σπέρματος ἀφεψηθεὶς καὶ ποθεὶς ὑδρωπικοῖς, νεφριτικοῖς, στραγγουριῶσι, ῥήγμασιν. ἄγει δὲ καὶ ἔμμηνα πινόμενος καὶ προστιθέμενος, βῆχάς τε ἰᾶται ὑποθυμιώμενος καθ᾿ ἑαυτὸν καὶ σὺν ῥητίνῃ τερεβινθίνῃ τοῦ καπνοῦ διὰ σύριγγος ἑλκομένου τῷ στόματι. ἀφέψεται δὲ καὶ εἰς ἐγκαθίσματα γυναικεῖα· μείγνυται δὲ καὶ μαλάγμασι καὶ θυμιάμασι πρὸς εὐωδίαν.
- 1.19.1.1
19 βάλσαμον· τὸ μὲν δένδρον κατὰ μέγεθος λυκίου ἢ πυρακάνθης βλέπεται, φύλλα ἔχον ὅμοια πηγάνῳ, λευκότερα δὲ πολλῷ καὶ ἀειθαλέστερα, γεννώμενον ἐν μόνῃ Ἰουδαίᾳ κατά τινα αὐλῶνα, διαφέρον αὐτὸ ἑαυτοῦ τραχύτητι καὶ μήκει καὶ ἰσχνότητι. λέγεται γοῦν τὸ λεπτὸν καὶ τριχῶδες τοῦ θάμνου εὐθέριστον, ἴσως διὰ τὸ εὐχερῶς θερίζεσθαι ἰσχνὸν ὄν.
- 1.19.1.2
τὸ δὲ ὀποβάλσαμον λεγόμενον ὀπίζεται ἐν τοῖς ὑπὸ κύνα καύμασιν ἐντεμνομένου σιδηροῖς ὄνυξι τοῦ δένδρου· ῥεῖ δὲ ὀλίγον ὡς καθ᾿ ἕκαστον ἔτος μὴ πλεῖον ἓξ ἢ ἑπτὰ χόας συναθροίζεσθαι· πωλεῖται δὲ ἐν τῷ τόπῳ τούτῳ ὁ σταθμὸς αὐτοῦ πρὸς διπλοῦν ἀργύριον.
- 1.19.2.1
2 ἐστι δὲ ὀπὸς καλὸς ὁ πρόσφατος, τῇ ὀσμῇ εὔτονος καὶ εἰλικρινὴς καὶ μὴ παροξίζων, εὐδίετος, λεῖος, στύφων καὶ δάκνων μετρίως τὴν γλῶσσαν. δολοῦται δὲ ποικίλως· οἱ μὰν γὰρ χρίσματα μίσγουσιν αὐτῷ ὡς τὸ τερεβίνθινον, κύπρινον, σχίνινον, σούσινον, βαλάνινον, μετώπιον, μέλι, κηρωτὴν μυρσίνην ἢ κυπρίνην ὑγρὰν λίαν. διελέγχεται δὲ εὐχερῶς ὁ τοιοῦτος· ἐπισταγεὶς γὰρ ὁ ἀκέραιος εἰς ἐριοῦν ὕφος καὶ ἐκπλυθεὶς κηλίδα οὐ ποιεῖ οὐδὲ σπίλον, ὁ δὲ δεδολωμένος προσμένει, καὶ γάλακτι δὲ ἐπισταγεὶς πήγνυσι τοῦτο, ὅπερ ὁ δεδολωμένος οὐ δρᾷ. ἔτι ὁ ἀκέραιος ἐπιχυθεὶς γάλακτι ἢ ὕδατι χεῖται ταχέως καὶ γαλακτοῦται, ὁ δὲ δεδολωμένος ἐπιπλεῖ καθάπερ ἔλαιον συστρεφόμενος καὶ διαχεόμενος ἀστεροειδῶς· τῷ μέντοι χρόνῳ καὶ ὁ ἀκέραιος ἑαυτοῦ παχυνόμενος χείρων γίνεται.
- 1.19.3.1
πλανῶνται δὲ οἱ νομίζοντες τὸν ἀκέραιον ἐπισταγέντα 3 ὕδατι χωρεῖν εἰς βάθος πρῶτον, εἶτα ἀναπλεῖν εὐδιάχυτον.
- 1.19.3.2
τὸ δὲ ξύλον τὸ καλούμενον ξυλοβάλσαμον δόκιμόν ἐστι τὸ πρόσφατον καὶ λεπτόκαρφον καὶ πυρρόν, εὐῶδες, βραχὺ πνέον ὀποβαλσάμου. τοῦ δὲ καρποῦ — καὶ γὰρ τούτου ἡ χρῆσις ἀναγκαία — ἐκλέγου τὸν ξανθόν, πλήρη, μέγαν, βαρύν, δάκνοντα τὴν γεῦσιν καὶ πυροῦντα, μετρίως παραπνέοντα τοῦ ὀποβαλσάμου. φέρεται δέ τι ἀπὸ τῆς Πέτρας, ᾧ δολίζουσι τὸν καρπόν, σπέρμα ὑπερικῷ ὅμοιον, ὅπερ γνώσῃ ἐκ τοῦ μεῖζόν τε εἶναι καὶ κενὸν καὶ ἀδύναμον, πεπερίζον τῇ γεύσει.
- 1.19.4.1
δύναμιν δὲ ἔχει ἐνεργεστάτην ὁ ὀπὸς θερμαντικώτατος ὤν, 4 σμήχων τὰ ἐπισκοτοῦντα ταῖς κόραις καὶ τὰς περὶ μήτραν ψύξεις ἰώμενος, προστιθέμενος μετὰ ῥοδίνης κηρωτῆς. ἄγει δὲ καὶ δεύτερα καὶ ἔμβρυα, καὶ ῥίγη συγχρισθεὶς λύει· καθαίρει δὲ καὶ τὰ ῥυπαρὰ τῶν ἑλκῶν. ἔστι δὲ καὶ πεπτικὸς καὶ οὐρητικὸς πινόμενος, δυσπνοοῦσιν ἁρμόζων καὶ τοῖς ἀκόνιτον πεπωκόσι μετὰ γάλακτος καὶ θηριοδήκτοις μείγνυται δὲ καὶ ἀκόποις καὶ μαλάγμασι καὶ ἀντιδότοις, καὶ καθόλου δραστικωτάτην ἔχει τὴν δύναμιν ὁ ὀπὸς τοῦ βαλσάμου, δευτέραν δὲ ὁ καρπός, ἐλαχίστην δὲ τὸ ξῦλον.
- 1.19.5.1
5 ὁ δὲ καρπὸς πινόμενος ἁρμόζει πλευριτικοῖς, πριπνευμονικοῖς, βήσσουσιν, ἰσχιαδικοῖς, ἐπιλημπτικοῖς, σκοτωματικοῖς, ὀρθοπνοικοῖς, στροφουμένοις, δυσουροῦσι, θηριοδήκτοις, καὶ εἰς τὰ γυναικεῖα δὲ ὑποθυμιάματα εὐθετεῖ καὶ εἰς ἐγκαθίσματα ἀφεψόμενος, ἀναστομῶν τὴν μήτραν καὶ ἐπισπώμενος ὑγρασίαν. τὸ δὲ ξύλον τὴν αὐτὴν ἔχει δύναμιν τῷ καρπῷ, ἥσσονα μέντοι. βοηθεῖ δὲ ἀφεψηθὲν ἐν ὕδατι καὶ πινόμενον ἀπεψίαις, στρόφοις, θηριοδήκτοις, σπωμένοις, οὖρά τε ἄγει καὶ πρὸς τὰ ἐν τῇ κεφαλῇ τραύματα μετὰ ἴριδος ἁρμόζει ξηρᾶς· ἀνάγει δὲ καὶ λεπίδας. μείγνυται δὲ καὶ εἰς τὰ τῶν μύρων στύμματα.
- 1.20.1.1
20 ἀσπάλαθος, οἱ δὲ ἐρυσίσκηπτρον, οἱ δὲ σφάγνον, Σύροι δὲ διάξυλον καλοῦσι. θάμνος ἐστὶ ξυλώδης, ἀκάνθαις πολλαῖς κεχρημένος, γεννώμενος ἐν Νισύρῳ καὶ Συρίᾳ καὶ τῇ Ῥοδίᾳ, ᾧ χρῶνται οἱ μυρεψοὶ εἰς τὰς τῶν μύρων στύψεις. ἔστι δὲ καλὸς ὁ βαρὺς καὶ μετὰ τὸ περιφλοισθῆναι ὑπέρυθρος ἢ πορφυρίζων, πυκνός, εὐώδης, πικρίζων ἐν τῇ γεύσει. ἔστι δέ τι καὶ ἕτερον εἶδος αὐτοῦ, λευκόν, ξυλῶδες, ἄνοσμον, ὃ δὴ καὶ χεῖρον καθέστηκε.
- 1.20.2.1
2 δύναμιν δὲ ἔχει θερμαντικὴν μετὰ στύψεως, ὅθεν πρός τε τὰς ἄφθας ἑψηθεὶς μετ᾿ οἴνου καὶ διακλυζόμενον ἁρμόζει καὶ πρὸς τὰς ἐν αἰδοίοις ἀκαθαρσίας καὶ νομὰς ἐγκλυζόμενος καὶ πρὸς τὰς ὀζαίνας, ἔμβρυά τε κατασπᾷ μειγνύμενος πεσσῷ. τὸ δὲ ἀφέψημα αὐτοῦ κοιλίαν ἵστησι καὶ αἵματος ἀναγωγὴν ποθὲν δυσουρίαν τε καὶ ἐμπνευμάτωσιν λύει.
- 1.21.1
21 βρύον, ὑπό τινων δὲ σπλάγχνον καλεῖται, εὑρισκόμενον ἐπὶ δένδρων κεδρίνων ἢ λευκίνων ἢ δρυίνων. διαφέρει δὲ τὸ κέδρινον, δεύτερον δὲ τὸ λεύκινον. ἔστι δὲ αὐτοῦ τὸ εὐωδέστερον καὶ λευκὸν καλόν, τὸ δὲ μελανίζον χεῖρον.
- 1.21.2
δύναμιν δὲ ἔχει στυπτικήν, ποιοῦν πρὸς τὰ περὶ μήτραν ἐν ἀφεψήματι εἰς ἐγκάθισμα. μείγνυται δὲ καὶ μύροις βαλανίνοις καὶ χρίσμασι διὰ τὸ ἐν αὐτῷ στυπτικόν, καὶ εἰς θυμιαμάτων δὲ καὶ ἀκόπων σκευασίαν ἐστὶν εὔθετον.
- 1.22.1
22 ἀγάλοχον ξύλον ἐστὶ φερόμενον ἐκ τῆς Ἰνδίας καὶ Ἀραβίας, ἐοικὸς θυίας, ἐστιγμένον, εὐῶδες, παραστῦφον ἐν τῇ γεύσει μετὰ ποσῆς πικρίας, φλοιὸν ἔχον δερματώδη καὶ ὑποποίκιλον.
- 1.22.2
ποιεῖ δὲ διαμασώμενον καὶ διακλυζόμενον τὸ ἀφέψημα πρὸς εὐωδίαν στόματος, καὶ διάπασμα δὲ ὅλου τοῦ σώματός ἐστι, καὶ θυμιᾶται δὲ ἀντὶ λιβανωτοῦ. ἡ δὲ ῥίζα αὐτοῦ ὁλκὴ δραχμῆς μιᾶς πινομένη στομάχου πλάδον καὶ ἀτονίαν καὶ καύσωνα παρηγορεῖ, τοῖς τε ἀλγοῦσι πλευρὸν καὶ ἧπαρ ἢ δυσεντερικοῖς ἢ στροφουμένοις ἀρήγει πινομένη μεθ᾿ ὕδατος.
- 1.23.1
23 νάσκαφθον, οἱ δὲ νάρκαφθον· καὶ τοῦτο ἐκ τῆς Ἰνδικῆς κομίζεται. ἔστι δὲ φλοιῶδες, συκαμίνου λεπίσματι ἐοικός, θυμιώμενον διὰ τὴν εὐωδίαν καὶ μειγνύμενον τοῖς σκευαστοῖς θυμιάμασιν, ὠφελοῦν καὶ μήτραν ἐστεγνωμένην ὑποθυμιαθέν.
- 1.24.1
24 κάγκαμον δάκρυόν ἐστι Ἀραβικοῦ ξύλου, σμύρνῃ ποσῶς ἐοικός, βρωμῶδες ἐν τῇ γεύσει, ᾧ θυμιάματι χρῶνται· ὑποκαπνίζουσι δὲ καὶ τὰ ἱμάτια μετὰ σμύρνης καὶ στύρακος.
- 1.24.2
δύναμιν δὲ ἱστορεῖται ἔχειν ἰσχναντικὴν τῶν καταπιμέλων τριωβόλου πλῆθος πινόμενον σὺν ὕδατι ἢ ὀξυμέλιτι ἐφ᾿ ἱκανὰς ἡμέρας· δίδοται καὶ σπληνικοῖς καὶ ἐπιλημπτικοῖς καὶ ἀσθματικοῖς, ἔμμηνά τε ἄγει σὺν μελικράτῳ. καθαίρει δὲ καὶ τὰς ἐν ὀφθαλμοῖς οὐλὰς ταχέως καὶ ἀμβλυωπίας ἰᾶται διεθὲν οἴνῳ, πρός τε μυδήσεις οὔλων καὶ ὀδονταλγίας ὡς οὐδὲν ἕτερον ποιεῖ.
- 1.25.1.1
25 κῦφι θυμιάματός ἐστι σκευασία κεχαρισμένη θεοῖς· χρῶνται δὲ αὐτῷ κατακόρως οἱ ἐν Αἰγύπτῳ ἱερεῖς. μείγνυται δὲ καὶ ἀντιδότοις, καὶ ἀσθματικοῖς δίδοται ἐν ποτήμασι. σκευασίαι δὲ αὐτοῦ ἐμφέρονται πλείονες, ἐν αἷς ἐστι καὶ αὕτη· κυπέρου ἡμίξεστον, ἀρκευθίδος ἁδρᾶς τὸ αὐτό, σταφίδος λιπαρᾶς ἐκγεγιγαρτισμένης μνᾶς δεκαδύο, ῥητίνης ἀποκεκαθαρμένης μνᾶς πέντε, καλάμου ἀρωματίτου, ἀσπαλάθου, σχοίνου, ἑκάστου μνᾶν μίαν, σμύρνης δραχμὰς δεκαδύο, οἴνου παλαιοῦ ξέστας ἐννέα, μέλιτος μνᾶς δύο.
- 1.25.2.1
ἐκγιγαρτίσας τὴν σταφίδα 2 κόψον καὶ λέανον μετὰ τοῦ οἴνου καὶ τῆς σμύρνης καὶ τὰ ἄλλα κόψας καὶ σήσας μεῖξον τούτοις ἔασόν τε συμπιεῖν ἡμέραν μίαν· εἶτα ἑψήσας τὸ μέλι ἄχρι κολλώδους συστάσεως μεῖξον ἐπιμελῶς τὴν ῥητίνην τετηκυῖαν, εἶτα τὰ λοιπὰ συνανατρίψας ἐπιμελῶς ἀποτίθεσο εἰς ἀγγεῖον ὀστράκινον.
- 1.26.1.1
26 κρόκος ἐστὶ κράτιστος ἐν ἰατρικῇ χρήσει ὁ Κωρύκιος, πρόσφατός τε καὶ εὔχρους, ὀλίγον τὸ λευκὸν ἔχων ἐπὶ τῆς ἕλικος, ἐπιμήκης, ὁλομελής, ἄθραυστος, ἀλιπής, πλήρης, βάπτων ἐν διέσει τὰς χεῖρας, οὐκ εὐρωτικῶν ἢ ἰκμάζων, ἐπακτικὸς δὲ ἐν τῇ ὀσμῇ καὶ δριμύς· ὁ γὰρ μὴ τοιοῦτος ἢ παλαιός ἐστιν ἢ ἀποβεβρεγμένος. δευτερεύει δὲ ὁ ἐκ τῆς πρὸς Λυκίαν Κωρύκου καὶ ὁ ἀπὸ τοῦ Λυκιανοῦ Ὀλύμπου, εἶτα ὁ ἐξ Αἰγῶν τῆς Αἰτωλίας. ὁ δὲ Κυρηναικὸς ὁ ἐκ Κεντορίπων κατὰ τὴν Σικελίαν ἀσθενεῖς κατὰ δύναμιν, λαχανώδεις ὄντες πάντες· διὰ μέντοι τὸ πολύχυλον καὶ εὔχρουν οἱ ἐν τῇ Ἰταλίᾳ τὴν θυίαν βάπτοντες τούτῳ χρῶνται — πολλοῦ δὲ πιπράσκεται διὰ τοῦτο—, εἰς δὲ τὰ φάρμακα ὁ προγεγραμμένος ἐστὶ χρήσιμος.
- 1.26.2.1
2 δολοῦται δὲ μείξει κροκομάγματος κεκομμένου καὶ λιθαργύρου ἢ μολυβδαίνης διὰ τὸ βάρος ἑψήματί τε ἀλείφεται. δηλοῖ δὲ ταῦτα τό τε ἐντρέχειν κονιορτῶδες καὶ τὸ τὴν ὀσμὴν ἑψηματώδη τυγχάνειν.
- 1.26.2.2
δύναμιν δὲ ἔχει πεπτικήν, μαλακτικήν, ὑποστύφουσαν, οὐρητικήν, παρέχει τε εὔχροιαν καὶ ἀκραίπαλός ἐστι μετὰ γλυκέος πινόμενος, ῥεῦμά τε ὀφθαλμῶν ἐπιχριόμενος καὶ ἐγχριόμενος στέλλει σὺν γάλακτι γυναικείῳ.
- 1.26.3.1
μείγνυται δὲ καὶ τοῖς 3 πρὸς τὰ ἐντὸς ποτήμασι χρησίμως καὶ προσθέμασι καὶ καταπλάσμασι τοῖς πρὸς μήτραν καὶ δακτύλιον. παρίστησι δὲ καὶ πρὸς ἀφροδίσια, τάς τε ἐρυσιπελατώδεις φλεγμονὰς πραύνει καταχριόμενος καὶ εἰς τὰς ὠ τικὰς χρησιμεύει. φασὶ δὲ καὶ ἀναιρετικὸν αὐτὸν εἶναι μεθ᾿ ὕδατος πινόμενον πλῆθος δραχμῶν τριῶν. πρὸς δὲ τὸ εὐλέαντον αὐτὸν γίνεσθαι δεῖ ἐν ἡλίῳ ψύγειν ἐν ὀστρακίνῳ ἀγγείῳ καινῷ θερμῷ· ταχέως δὲ δεῖ στρέφειν. καὶ ἡ ῥίζα δὲ αὐτοῦ πινομένη σὺν γλυκεῖ οὖρα κινεῖ.
- 1.27.1
27 τὸ δὲ κροκόμαγμα γίνεται ἐκ τοῦ κροκίνου μύρου τῶν ἀρωμάτων ἐκπιεσθέντων καὶ ἀναπλασθέντων. ἔστι δὲ αὐτοῦ τὸ εὐῶδες καλόν, μέσως κατάσμυρνον, βαρύ, μέλαν, ἄξυλον, ἐν τῷ διεθῆναι ἱκανῶς κροκῶδες τὴν χρόαν, λεῖον, ὑπόπικρον, βάπτον ἰσχυρῶς τοὺς ὀδόντας καὶ τὴν γλῶσσαν, ἐπιμένον τε συχνὰς ὥρας. τοιοῦτον δέ ἐστι τὸ ἀπὸ Συρίας.
- 1.27.2
δύναμιν δὲ ἔχει σμηκτικὴν τῶν ἐπισκοτούντων ταῖς κόραις, οὐρητικήν, μαλακτικήν, πεπτικήν, θερμαντικήν. ἀναλογεῖ δὲ κατὰ ποσὸν τῇ τοῦ κρόκου δυνάμει· πλεῖστον γὰρ τούτου μετείληφεν.
- 1.28.1.1
28 Ἑλένιον· οἱ δὲ σύμφυτον, οἱ δὲ Περσικήν, οἱ δὲ Μηδικήν, οἱ δὲ Ὀρέστιον, οἱ δὲ νεκτάριον, οἱ δὲ κλεώνιον, οἱ δὲ βάτον Ἰδαίαν, οἱ δὲ φλόμον Ἰδαῖον καλοῦσι. φύλλα ἔχει φλόμῳ τῷ στενοφύλλῳ παραπλήσια, τραχύτερα δὲ καὶ ἐπιμήκη, — καυλὸν δὲ οὐκ ἀνίησι — ῥίζαν μεγάλην, εὐώδη, ὑπόδριμυν, κιρράν, ἀφ᾿ ἧς εἰς τὴν φύτευσιν καθάπερ ἐπὶ τῶν κρίνων ἢ ἄρων αἱ παραφυάδες λαμβάνονται. γίνεται δὲ ἐν ὀρεινοῖς καὶ συσκίοις καὶ ἐνίκμοις τόποις.
- 1.28.2.1
ὀρύσσεται δὲ ἡ ῥίζα θέρους καὶ τεμνομένη ξηραίνεται. 2 κινεῖ δὲ τὸ ἀφέψημα αὐτῆς πινόμενον οὖρα καὶ ἔμμηνα. αὐτὴ δὲ ἡ ῥίζα λαμβανομένη ἐν ἐκλεικτῷ μετὰ μέλιτος ἁρμόζει βηξίν, ὀρθοπνοίαις, ῥήγμασι, σπάσμασιν, ἐμπνευματώσεσι καὶ θηρίων δήγμασι, καθόλου θερμαντικὴ ὑπάρχουσα. τὰ δὲ φύλλα αὐτῆς ἐπιπλάττεται ἀφεψηθέντα μετ᾿ οἴνου ἰσχιαδικοῖς ὠφελίμως. ἔστι δὲ καὶ εὐστόμαχος ταριχευθεῖσα ἐν γλυκεῖ᾿ ξηράναντες γὰρ αὐτὴν ἐπ᾿ ὀλίγον οἱ ἀλμευταί, εἶτα ἀφεψήσαντες ἀποβρέχουσιν ὕδατι ψυχρῷ, εἶτα βαλόντες εἰς ἕψημα ἀποτίθενται εἰς χρῆσιν.
- 1.29.1
29 Ἑλένιον ἄλλο ἱστορεῖ Κρατεύας γεννᾶσθαι ἐν Αἰγύπτῳ. πόα δέ ἐστι κλῶνας ἔχουσα πηχυαίους, ἐπὶ γῆς ἐρριμμένους ὥσπερ τὸ ἕρπυλλον, φύλλα δὲ τοῖς τοῦ φακοῦ ὅμοια, μακρότερα δὲ καὶ πολλὰ περὶ τοῖς κλωνίοις, ῥίζαν ὠχράν, πάχος δακτύλου μικροῦ, κάτωθεν λεπτήν, ἄνωθεν δὲ παχυτέραν, φλοιὸν ἔχουσαν μέλανα. φύεται δὲ ἐν παραθαλασσίοις τόποις καὶ γεωλόφοις.
- 1.29.2
δύναμιν δὲ ἔχει μετ᾿ οἴνου πινομένη μία ῥίζα θηριοδήκτοις βοηθεῖν.
- 1.30.1.1
30 ἔλαιον πρὸς τὴν ἐν ὑγιείᾳ χρῆσιν ἄριστον τὸ ὠμοτριβές, ὃ καὶ ὀμφάκινον καλοῦσι. καὶ τούτου διαφέρει τὸ νέον, ἄδηκτον, εὐῶδες· χρήσιμον δὲ τὸ τοιοῦτον καὶ εἰς τὴν τῶν μυρων κατασκευήν. ἔστι δὲ καὶ εὐστόμαχον διὰ τὸ στύφε ειν καὶ οὔλων σταλτικὸν καὶ ὀδόντων διακρατυντικὸν κρατούμενον ἐν τῷ στόματι ἱδρώτων τε ἐφεκτικόν. τὸ δὲ λιπαρώτερον καὶ παλαιὸν εἰς τὴν τῶν χαλαστικῶν φαρμάκων χρῆσιν εὔθετον. κοινῶς δὲ πᾶν ἔλαιον θερμαντικόν ἐστι καὶ μαλακτικὸν τῆς σαρκός, δυσπερίψυκτα φυλάσσον τὰ σώματα καὶ ἑτοιμότερα πρὸς τὰς ἐνεργείας ποιοῦν.
- 1.30.2.1
2 ἔστι δὲ καὶ εὐκοίλιον καὶ μαλακτικὸν ἀμβλῦνόν τε τὰς τῶν ἑλκούντων φαρμάκων δυνάμεις· δίδοται δὲ καὶ πρὸς τὰ θανάσιμα συνεχῶς πινόμενον καὶ ἐξεμούμενον. καθαίρει δὲ ὅσον κοτύλη σὺν πτισάνης χυλῷ ἴσῳ ποθὲν ἢ ὕδατι, στροφουμένοις τε ἐν ποτῷ ὠφελίμως δίδοται μετὰ πηγάνου ἑψηθὲν θερμὸν κυάθων ἓξ πλῆθος ἕλμεις τε ἐκβάλλει, ἐνίεταί τε τὸ αὐτὸ μάλιστα πρὸς τοὺς εἰλεώδεις. τὸ δὲ παλαιὸν θερμαντικώτερον καὶ διαφορητικώτερον, πρὸς ὀξυδερκίαν τε ὑπάλειμμα. μιμητέον δὲ εἰ μὴ παρείη τὸ παλαιὸν ἔλαιον οὕτως· κατεράσας εἰς ἀγγεῖον τοῦ παρόντος τὸ κρεῖσσον ἕψε, ἕως οὗ σχῇ μέλιτος πάχος, καὶ χρῶ· τὴν γὰρ αὐτὴν τῷ προειρημένῳ εἰσφέρεται δύναμιν.
- 1.30.3.1
3 τὸ δὲ ἐκ τῆς ἀγρίας ἐλαίας ἔλαιον στυπτικώτερον, πρὸς μὲν τὴν ἐν ὑγιείᾳ χρῆσιν δεύτερον, κεφαλαλγοῦσι δὲ ἀντὶ ῥοδίνου ἁρμόζει, ἐπέχον καὶ ἱδρῶτας καὶ τρίχας ῥεούσας. ἀποσμήχει δὲ καὶ πίτυρα καὶ ἀχῶρας καὶ ψώρας καὶ λέπρας, βράδιόν τε πολιοῖ καθ᾿ ἑκάστην ἡμέραν ἐπαλειφόμενον.
- 1.30.3.2
λευκαίνεται δὲ ἔλαιον οὕτως· λαβὼν τὸ τῇ χρόᾳ μὲν λευκὸν τὴν ἡλικίαν δὲ μὴ πλέον ἐνιαυσίου ἔγχεε εἰς κεραμεοῦν ἀγγεῖον πλατύστομον καινόν — ἔστωσαν δὲ μέτρῳ κοτύλαι ἑκατόν —, εἶτα θεὶς ὑφ᾿ ἥλιον ἀνάχει κόγχῳ καθ᾿ ἑκάστην ἡμέραν κατὰ τὸ μέσον, ὑψόθεν τῇ καταφορᾷ χρώμενος, ἵνα τῇ συνεχεῖ κυκήσει καὶ πληγῇ μεταβάλληται καὶ ἀφρίσῃ.
- 1.30.4.1
τῇ δὲ ὀγδόῃ 4 ἡμέρᾳ βρέξας τήλεως καθαρᾶς δραχμὰς πεντήκοντα ἐν ὕδατι θερμῷ ἔμβαλε μαλακὴν γενομένην εἰς τὸ προειρημένον ἔλαιον χωρὶς τοῦ στραγγίσαι τὸ ὕδωρ· προσαπόδος δὲ καὶ δαλὸν πιτυίνης ὡς ὅτι λιπαρωτάτης καὶ εἰς λεπτὰ κατεσχισμένης τὰς ἴσας ὁλκὰς καὶ οὕτως ἔασον ἄλλας ὀκτὼ ἡμέρας διελθεῖν. μετὰ ταύτας δὲ ἀνάχει τῷ κόγχῳ τὸ ἔλαιον, τό τε λοιπόν, εἰ μὲν εἵη τοῦ τέλους τετευχός, εἰς καινὸν ἀγγεῖον προκεκλυσμένον οἴνῳ παλαιῷ κατεράσας ἀποτίθεσο, προυπεστρωμένων μελιλώτου στεφανίσκων αὔων ὁλκῶν ἕνδεκα καὶ ἴρεως τῆς ἴσης. εἰ δὲ μή, πάλιν ἐν ἡλίῳ θετέον αὐτὸ καὶ ἐργαστέον, ἄχρις οὗ λευκὸν γένηται.
- 1.30.5.1
ἔνεστι δὲ καὶ Σικυώνιον διὰ τοῦ προειρημένου οὕτως 5 σκευάζειν· εἰς λέβητα κεκασσιτερωμένον πλατύστομον ἐγχέας νέου ἐλαίου ὠμοτριβοῦς καὶ λευκοῦ χοέα ἕνα καὶ ὕδατος ἡμίχουν ἕψε κούφῳ πυρὶ κινῶν πραέως. ὅταν δὲ ἀναζέσῃ δίς, ὑπόσπασον τὸ πῦρ καὶ ψύξας ἀποκόγχισον τὸ ἔλαιον, εἶτα ἄλλο ἐπιδούς ὕδωρ συνανάζεσον αὐτῷ, καὶ τὰ λοιπὰ ποιήσας καθὼς ὑποδέδεικται ἀπόθου. σκευάζεται δὲ τοῦτο μάλιστα ἐν Σικυωνίᾳ, Σικυώνιον καλούμενον. δύναμιν δὲ ἔχει ποσῶς θερμαντικήν, ἁρμόζον ἐν πυρετοῖς καὶ τοῖς περὶ νεῦρα πάθεσι. χρῶνται δὲ αὐτῷ καὶ αἱ γυναῖκες ἐπὶ τῷ προσώπῳ ἐπὶ τῷ στιλβώθρῳ.
- 1.30.6.1
6 ὁ δὲ ἐπὶ τοῖς βαλανείοις συναιρόμενος ῥύπος δύναται θερμαίνειν, μαλάσσειν, διαφορεῖν, ῥαγάσι τε καὶ κονδυλώμασιν ἀρμόζειν ἐν διαχρίστοις. ὁ δὲ ἐκ τῆς παλαίστρας προσειληφὼς τὴν κόνιν, ἐοικὼς δὲ ῥύπῳ, τὰς περὶ τοὺς κονδύλους συ στροφὰς ἐπιτιθέμενος ὠφελεῖ, καὶ ἰσχιαδικοὺς θερμὸς ἀντὶ μαλάγματος ἢ πυρίας ἐπιτιθέμενος. καὶ ὁ ἐν τοῖς τῶν γυμνασίων τοίχοις ῥύπος καὶ ὁ ἀπὸ τῶν ἀνδριάντων θερμαίνει τε καὶ διαχεῖ τὰ δύσπεπτα φύματα καὶ πρὸς ἀποσύρματα καὶ πρὸς ἕλκη πρεσβυτικὰ ἁρμόζει.
- 1.31.1
31 ἐλαιόμελι κατὰ Πάλμυρα τῆς Συρίας ἐκ τοῦ στελέχους ἐλαιῶν μέλιτος παχύτερον ῥεῖ, γλυκὺ τῇ γεύσει, ὅπερ πινόμενον πλῆθος κυάθων δυεῖν μετὰ κοτύλης μιᾶς ὕδατος ἄγει κατὰ κοιλίαν ὠμὸν καὶ χολῶδες. ἔννωθροι δὲ γίνονται καὶ ἔκλυτοι οἱ λαμβάνοντες, ὅπερ οὐ δεῖ εὐλαβεῖσθαι, διεγείρειν δὲ αὐτοὺς μὴ ἐῶντας καταφέρεσθαι.
- 1.31.2
σκευάζεται δὲ καὶ ἐκ τοῦ λίπους τῶν θαλλῶν ἔλαιον. ἔστι δὲ αὐτοῦ κάλλιστον τὸ παλαιὸν καὶ παχὺ καὶ λιπαρόν, οὐ τεθολωμένον. θερμαίνει δὲ ἰδίως ποιοῦν πρὸς τὰ ἐπισκοτοῦντα ταῖς κόραις ἐγχριόμενον, καὶ λέπρας καὶ ἀλγήματα τὰ περὶ νεῦρα ἐγχριόμενον ὠφελεῖ.
- 1.32.1.1
32 κίκινον ἔλαιον σκευάζεται τούτῳ τῷ τρόπῳ· λαβὼν ὡρίμων κροτώνων ὅσον ἂν δόξῃ καὶ ψύξας εἰς ἥλιον καταστρώσας θειλοπέδου τρόπον, ἕως ἂν ὁ περικείμενος φλοιὸς ἀπορραγεὶς ἐκπέσῃ, συναγαγὼν τὴν σάρκα ἔμβαλε εἰς ὅλμον καὶ κόψας ἐπιμελῶς εἰς λέβητα κεκασσιτερωμένον βάλε ὕδωρ ἔχοντα καὶ ἀνάβρασον ὑποκαίων. ὅταν δὲ ἀνῶσι τὴν ἐν αὐτοῖς ὑγρότητα πᾶσαν, ἄρας τὸν λέβητα ἀπὸ τοῦ πυρὸς ἀπόψα μύακι τὸ ἐπιπλέον ἔλαιον καὶ ἀποτίθεσο.
- 1.32.2.1
οἱ δὲ Αἰγύπτιοι διὰ τὸ δαψιλοῦς 2 χρῄζειν ἑτέρως αὐτὸ σκευάζουσι· μετὰ γὰρ τὸ καθᾶραι εἰς μύλην ἀποδόντες τοὺς κρότωνας ἀλήθουσιν ἐπιμελῶς, εἰς τὰς σφυρίδας δὲ ἐμβαλόντες τὸ ἀληλεσμένον δι᾿ ὀργάνου ἐκθλίβουσιν. ὥριμοι δέ εἰσιν οἱ κρότωνες, ὅταν ὑπὸ τῶν περιεχόντων αὐτοὺς σφαιρίων ἀπολύωνται.
- 1.32.2.2
ποιεῖ δὲ τὸ κίκινον πρὸς ψώρας καὶ ἀχῶρας καὶ τὰς ἐν ἕδρᾳ φλεγμονάς, πρός τε ὑστέρας μύσεις καὶ διαστροφάς, ἔτι δὲ οὐλὰς ἀπρεπεῖς καὶ ὠταλγίας, ἐμπλάστροις τε μιγὲν ἐμπρακτοτέρας αὐτὰς ἐργάζεται. ἄγει δὲ καὶ κατὰ κοιλίαν ὑδατῶδες ποθέν, ἐκκρίνει δὲ καὶ ἕλμινθας.
- 1.33.1.1
33 ἀμυγδάλινον ἔλαιον, ὅ τινες μετώπιον καλοῦσι, σκευάζεται οὕτως· ἀμυγδάλων πικρῶν χοίνικας τέσσαρας καθάρας καὶ ξηράνας κόψον ὑπέρῳ ξυλίνῳ ἐν ὅλμῳ κούφως, μέχρι μᾶζα γένηται, ἐπιχέας τε ζεστοῦ ὕδατος κοτύλας δύο ἔασον συμπιεῖν ἡμιώριον, ἀφ᾿ ἧς πάλιν βιαιότερον τρῖβε. εἶτα ἀποθλίβων πρὸς πλάκα ἐξίπου καὶ τὸ ἀπὸ τῶν δακτύλων εἰς μύακα ἀναλάμβανε, εἶτα πάλιν εἰς τὸ ἀποτεθλιμμένον κοτύλην μίαν ὕδατος ἐπιχέας καὶ συμπιεῖν ἐάσας τὸ αὐτὸ ποίει· ἀποδίδωσι δὲ κοτύλην μίαν τὸ τετραχοίνικον.
- 1.33.2.1
ποιεῖ δὲ πρὸς τὰς ἐν μήτρᾳ ἀλγηδόνας καὶ πνίγας ὑστερικὰς 2 διαστροφάς τε καὶ φλεγμονὰς τῶν αὐτῶν τόπων, ἔτι δὲ κεφαλαλγίας καὶ ὤτων πόνους καὶ ἤχους καὶ συριγμούς· ὠφελεῖ δὲ καὶ νεφριτικοὺς καὶ δυσουριῶντας, λιθιῶντας, ἀσθματικοὺς καὶ σπληνικοὺς. αἴρει δὲ καὶ σπίλους ἐκ προσώπου καὶ ἐφήλεις καὶ ῥυτίδας μέλιτι μειγνύμενον καὶ κρίνου ῥίζῃ καὶ κυπρίνῃ ἢ ῥοδίνῃ κηρωτῇ, καὶ ἀμβλυωπίας δέ ἐστιν ἀνασκευαστικόν. σὺν οἴνῳ δὲ ἀχῶρας καὶ πίτυρα σμήχει.
- 1.34.1
34 ἐοικότως δὲ καὶ τὸ βαλάνινον ἐργάζεται. δύναμιν δὲ ἔχει καθαρτικὴν σπίλων, φακῶν, ἰόνθων, οὐλῶν μελανίας, κοιλίας τε μαλακτικήν. ἔστι δὲ κακοστόμαχον· ἁρμόζει δὲ καὶ ὠταλγίαις καὶ ἤχοις καὶ συριγμοῖς μετὰ χηνείου στέατος ἐγχεόμενον.
Next → — showing 1–100 of 1,966
First Thousand Years of Greek. CTS URN tlg0656.tlg001.1st1K-grc1. Via the Perseus Digital Library / Open Greek and Latin TEI corpora. Licence: Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License. Source.