Adversus mathematicos
- 4.21.1
ὅμως δʼ οὖν ἐπισυνάπτωμεν καὶ τὰ περὶ τῆς δυάδος. ἄπορος γάρ πως καὶ αὕτη συνίσταται κατὰ τὴν τῶν μονάδων σύνοδον, ὥσπερ καὶ ὁ Πλάτων διὰ τοῦ Περὶ ψυχῆς (Phaed. 97 A) πρότερον ἠπόρηκεν. παρατεθείσης | γὰρ μονάδος ἑτέρᾳ μονάδι ἤτοι προσγί- νεταί τι κατὰ τὴν παράθεσιν ἢ ἀπογίνεται ἢ οὔτε προσ- γίνεταί τι οὔτε ἀπογίνεται.
- 4.22.1
ἀλλʼ εἰ μὲν οὔτε προσγίνεταί τι οὔτε ἀπογίνεται, οὐκ ἔσται κατὰ παράθεσιν τῆς ἑτέρας μονάδος τῇ ἑτέρα ἡ δυάς. εἰ δὲ ἀπογίνεταί τι κατὰ τὴν παράθεσιν, ἐλάττωσις ἔσται τοῦ ἑνὸς καὶ ἑνός, καὶ δυὰς οὐ γενήσεται. εἰ δὲ προσγίνεταί τι, τὰ δύο οὐ γενήσεται δύο ἀλλὰ τέσσαρα· δυὰς γὰρ ἡ ἐπιγινομένη καὶ μονὰς καὶ ἑτέρα μονὰς τὸν τῶν τεσσάρων ἀριθμὸν συνίστησιν. οὐδὲν ἄρα ἔσται δυάς. ἡ δὲ αὐτὴ γένοιτʼ ἂν ἀπορία καὶ ἐπὶ παντὸς ἀριθμοῦ, ὥστε μηδὲν εἶναι κατὰ τοῦτο ἀριθμόν.
- 4.23.1
Οὐ μὴν ἀλλʼ ἐπεὶ κατὰ πρόσθεσιν μονάδος καὶ κατὰ ἀφαίρεσιν ὁ ἀριθμὸς νοεῖται, δῆλον ὡς ἐὰν τούτων ἑκά- τερον παραστήσωμεν ἀδύνατον, οἰχήσεται καὶ ἡ τῶν ἀριθ- μῶν ὑπόστασις. λέγωμεν δὲ πρῶτον εὐθὺς περὶ ἀφαιρέ- σεως, ὑποδειγματικῇ χρώμενοι τῇ διδασκαλία.
- 4.24.1
ἡ τοίνυν ἀπὸ τῆς ὑποκειμένης δεκάδος ἀφαιρουμένη μονὰς ἤτοι ἀπὸ ὅλης τῆς δεκάδος ἢ ἀπὸ τῆς περιλειπομένης ἐννεάδος ἀφαιρεῖται· οὔτε δὲ ἀφʼ ὅλης, ὡς παραστήσομεν, οὔτε ἀπὸ τῆς ἐννεάδος, ὡς διδάξομεν οὐκ ἄρα ἀφαιρεῖταί τι ἀπὸ τῆς ὑποκειμένης δεκάδος. εἰ γὰρ ἀφʼ ὅλης ταύτης ἀφαιρεῖται ἡ μονάς, ἤτοι ἡ δεκάς ἐστιν ἑτέρα τῶν κατὰ μέρος μονάδων ἢ ὁ ἀθροισμὸς τούτων δεκὰς προσαγο- ρεύεται.
- 4.25.1
ἀλλʼ ἑτέρα μὲν τῶν κατὰ μέρος μονάδων οὐκ ἔστιν ἡ δεκάς· καὶ γὰρ ἀναιρεθεισῶν ἐκείνων οὐδʼ ἔστι δεκάς, καὶ τῆς δεκάδος ἀναιρεθείσης ὁμοίως αἱ μονάδες οὐκέτι ὑπάρχουσιν. εἰ δὲ ἡ αὐτὴ ταῖς μονάσιν ἐστὶν ἡ δεκάς, τουτέστιν εἰ αἱ κατὰ μέρος μονάδες εἰσὶ δεκάς, δῆλον ὡς εἴπερ ἀπὸ τῆς δεκάδος ἡ τῆς μονάδος ἀφαίρε- σις γίνεται, ἀφʼ ἑκάστης μονάδος ἀφαιρεθήσεται (αἱ γὰρ κατὰ μέρος μονάδες ἦσαν ἡ δεκάς), καὶ οὕτως οὐκέτι ἔσται μονάδος ἆρσις ἀλλὰ δεκάδος. ὥστε οὐκ ἀπὸ ὅλης | τῆς δεκάδος αἴρεται ἡ μονάς.
- 4.26.1
καὶ μὴν οὐδʼ ἀπὸ τῆς ὑπολειπομένης ἐννεάδος ἡ ἆρσις αὐτῆς γίνεται· πῶς γὰρ ἔτι μετὰ τὴν ἆρσιν αὐτῆς σῶός ἐστιν ἡ ὑποκειμένη ἐν- νεάς; ἀλλʼ εἰ μήτε ἀφʼ ὅλης τῆς δεκάδος αἴρεται ἡ μονὰς μήτε ἀπὸ τῆς ὑπολειπομένης ἐννεάδος, οὐδεὶς ἀριθμὸς κατὰ ἀφαίρεσιν συνίσταται.
- 4.27.1
ἄλλως τε, εἰ ἀπὸ τῆς ἐννεά- δος αἴρεται ἡ μονάς, ἤτοι ἀπὸ ὅλης αἴρεται ἢ ἀπὸ τῆς τελευταίας αὐτῆς μονάδος. καὶ εἰ μὲν ἀπὸ ὅλης τῆς ἐν- νεάδος ἀφαιρεῖται ἡ μονάς, ἔσται ἆρσις τῆς ἐννεάδος τὸ γὰρ ἀφαιρούμενον ἀφʼ ἑκάστης μονάδος, τῶν κατὰ μέρος μονάδων ἐννέα οὐσῶν, τὸν τῆς ἐννεάδος ἀριθμὸν συντί- θησιν.
- 4.28.1
εἰ δὲ ἀπὸ τῆς τελευταίας μονάδος γίνεται τὰ τῆς ἀφαιρέσεως, πρῶτον μὲν καὶ ἡ τελευταία μονάς, ἀμερὴς οὖσα, δειχθήσεται μεριστὴ τυγχάνειν, ὅπερ ἄτοπον εἶτα εἰ ἀπὸ τῆς τελευταίας μονάδος αἴρεται ἡ μονάς, οὐ δυ- νήσεται ἔτι ὁλόκληρος μένειν ἡ ἐννεάς.
- 4.29.1
καὶ ἄλλως, εἴπερ ἀπὸ τῆς δεκάδος γίνεται ἡ τῆς μονάδος ἆρσις, ἤτοι ἀπὸ οὔσης γίνεται τῆς δεκάδος ἆρσις ἢ ἀπὸ μὴ οὔσης οὔτε δὲ ἀπὸ τῆς οὕσης γένοιτʼ ἄν (ἐφʼ ὅσον γὰρ μένει χρόνον δεκάς, οὐδὲν ἀπʼ αὐτῆς ἀφαιρεθῆναι δύναται ὡς δεκάδος,
- 4.30.1
ἐπεὶ οὐκέτι ἔσται δεκάς) οὔτε ἀπὸ μὴ οὔσης ἀπὸ γὰρ τοῦ μὴ ὄντος οὐδὲ ἀρθῆναί τι πέφυκεν. καὶ 〈μὴν〉 παρὰ τὸ εἶναι ἢ μὴ εἶναι οὐδὲν ἔστι νοῆσαι· οὐκ ἄρα αἴρεταί τι ἀπὸ τῆς δεκάδος.
- 4.30.2
Ἀλλʼ ὅτι μὲν ἀμήχανόν ἐστι κατ᾿ ἀφαίρεσιν ἀριθμόν τινα νοεῖν,
- 4.31.1
ἐκ τούτων δέδεικται· ὅτι δὲ οὐδὲ κατὰ πρόσ- θεσιν, ῥᾴδιον δεῖξαι τῶν ἀναλόγων ἐχομένους ἀποριῶν. πάλιν γὰρ μονάδος προστιθεμένης δεκάδι ἤτοι τῇ ὅλῃ δεκάδι ῥητέον γίνεσθαι τὴν πρόσθεσιν ἢ τῷ τελευταίῳ μέρει τῆς δεκάδος. ἀλλʼ εἰ μὲν ὅλῃ τῇ δεκάδι προστίθε- ται ἡ μονάς, ἐπεὶ ἡ ὅλη δεκὰς σὺν πάσαις ταῖς κατὰ μέρος μονάσι νοεῖται, δεήσει τὴν τῆς μονάδος πρόσθεσιν γινομένην πάσαις ταῖς κατὰ μέρος μονάσι δεκάδος εἶναι πρόσθεσιν,
- 4.32.1
ὅπερ ἄτοπον ἀκολουθήσει γὰρ τῇ τῆς μονά- δος προσθέσει τὴν δεκάδα εἰκοσάδα γίνεσθαι, ὃ τῶν ἀμη- χάνων ὑπῆρχεν. οὐ τοίνυν ὅλῃ τῇ δεκάδι τὴν μονάδα προστίθεσθαι ῥητέον. καὶ μὴν οὐδὲ τῷ τελευταίῳ μέρει τῆς δεκάδος, ἐπεὶ οὐκ αὐξηθήσεται ἡ δεκὰς διὰ τὸ μὴ τὴν τοῦ ἑνὸς μέρους αὔξησιν εὐθὺς καὶ τῆς ὅλης δεκάδος αὔξησιν εἶναι.
- 4.33.1
[καὶ] καθόλου τε ἐπὶ πᾶσιν, ἢ μενούσῃ τῇ δεκάδι προστίθεται ἡ μονὰς ἢ μὴ μενούσῃ. οὔτε δὲ με- νούσῃ προστεθείη ποτʼ ἄν, ἐπεὶ οὐκέτι μένει δεκάς, οὔτε μὴ μενούσῃ· τὴν γὰρ ἀρχὴν μὴ μενούσῃ οὐδὲ πρόσθεσις δύναται γενέσθαι.
- 4.34.1
Ἀλλʼ εἴπερ ὁ ἀριθμὸς κατὰ πρόσθεσιν, ὡς ἔφην, καὶ κατ᾿ ἀφαίρεσιν ὑφιστάμενος νοεῖται, ἐδείξαμεν δὲ ἡμεῖς ὅτι οὐθέτερόν ἐστι τούτων, ῥητέον μηδὲν εἶναι ἀριθμόν. ὅθεν τοσαῦτα καὶ πρὸς τοὺς γεωμέτρας καὶ ἀριθμητικοὺς ἀπορητικῶς διεξελθόντες ἀπʼ ἄλλης ἀρχῆς καὶ τὴν πρὸς τοὺς μαθηματικοὺς ἀντίρρησιν ποιησόμεθα.
- 5.1.1
Περὶ ἀστρολογιας ἢ μαθηματικῆς πρόκειται ζητῆσαι οὔτε τῆς τελείου ἐξ ἀριθμητικῆς καὶ γεωμετρίας συν εστώσης (ἀντειρήκαμεν γὰρ πρὸς τοὺς ἀπὸ τούτων τῶν μαθημάτων) οὔτε τῆς παρὰ τοῖς περὶ Εὔδοξον καὶ Ἥππ- αρχον καὶ τοὺς ὁμοίους προρρητικῆς δυνάμεως, ἥν δὴ καὶ ἀστρονομίαν τινὲς καλοῦσι
- 5.2.1
(τήρησις γάρ ἐστιν ἐπὶ φαινομένοις ὡς γεωργία καὶ κυβερνητική, ἀφʼ ἧς ἔστιν αὐχμού· τε καὶ ἐπομβρίας λοιμούς τε και σεισμοὺς καὶ ἄλλας τοιουτώδεις τοῦ περιέχοντος μεταβολὰς προθεσπί- ζειν), ἀλλὰ πρὸς γενεθλιαλογίαν, ἣν σεμνοτέροις κοσμοῦν- τες ὀνόμασιν οἱ Χαλδαῖοι μαθηματικοὺς καὶ ἀστρολόγους σφᾶς αὐτοὺς ἀναγορεύουσιν, ποικίλως μὲν ἐπηρεάζοντες τῷ βίῳ, μεγάλην δʼ ἡμῖν ἐπιτειχίζοντες δεισιδαιμονίαν. μηδὲν δὲ ἐπιτρέποντες κατὰ τὸν ὀρθὸν λόγον ἐνεργεῖν.
- 5.3.1
καὶ τοῦτ᾿ εἰσόμεθα μικρὸν ἄνωθεν προλαβόντες περὶ τῶν συντεινόντων πρὸς τὴν ἐπισκεπτικὴν αὐτῶν μέθοδον. ἔσται δὲ ἐπιδρομικώτερον καὶ ὁλοσχερέστερον τὸ τῆς ὑφηγήσεως· τοῖς γὰρ προηγουμένως μετιοῦσι τὸ μάθημα τοῦτο τὰ τῆς ἀκριβείας συγκεχωρήσθω, ἡμῖν δὲ αὔταρκές ἐστι τούτων ἐπτμνησθῆναι ὧν χωρὶς οὐ δυνατὸν ἐπιβάλ- λειν ταῖς πρὸς τοὺς Χαλδαίους ἀντιρρήσεσιν.
- 5.4.1
Ἐπὶ προυποκειμένῳ τοίνυν τῷ συμπαθεῖν τὰ ἐπίγεια τοῖς οὐρανίοις καὶ κατὰ τὰς ἐκείνων ἀπορροίας ἑκάστοτε ταῦτα νεοχμοῦσθαι (τοῖος γὰρ νόος ἐστὶν ἐπιχθονίων ἀνθρώπων οἷον ἐπʼ ἦμαρ ἄγῃσι πατὴρ ἀνδρῶν τε θεῶν τε)
- 5.5.1
(Hom.σ 136) οἱ περιεργότερον ἀναβλέψαντες εἰς τὸ περι- έχον Χαλδαῖοι δραστικῶν μὲν αἰτιῶν λόγον ἐπέχεινφασὶν εἰς τὸ ἕκαστον τῶν κατὰ τὸν βίον συμβαινόντων ἐκβαίνειν τοὺς ἑπτὰ ἀστέρας, συνεργεῖν δὲ τὰ τοῦ ζῳδιακοῦ μέρη. τὸν μὲν οὖν ζῳδιακὸν κύκλον, ὥσπερ κατηχήμεθα, διαιροῦσιν εἰς δεκαδύο ζῴδια, ἕκαστον δὲ ζῴδιον εἰς μοίρας τριάκοντα (ἔστω γὰρ τοῦτο ἐπὶ τοῦ παρόντος σύμφωνον αὐτοῖς), ἑκάστην δὲ μοῖραν εἰς ἑξήκοντα λεπτά οὕτω γὰρ κα- λοῦσι τὰ ἐλάχιστα καὶ ἀμερῆ.
- 5.6.1
τῶν δὲ ζῳδίων τὰ μέν τινα ἀρρενικὰ καλοῦσι τὰ δὲ θηλυκά, καὶ τὰ μὲν δίσωμα τὰ δὲ οὔ, καὶ τινὰ μὲν τροπικά, τινὰ δὲ στερεά.
- 5.7.1
ἀρρενικὰ μὲν οὖν καὶ θηλυκὰ ἅπερ συνεργὸν ἔχει φύσιν πρὸς ἀρρενογο- νίαν ἢ θηλυγονίαν κριὸς γὰρ ἀρρενικόν ἐστι ζῴδιον, ταῦρος δέ, φασί, θηλυκόν, δίδυμοι ἀρρενικόν, καὶ ἐναλλὰξ τὰ λοιπὰ κατὰ τὴν ὁμοίαν ἀναλογίαν, τὰ μὲν ἀρρενικὰ τὰ δὲ θηλυκά.
- 5.8.1
ἀφʼ ὧν, οἶμαι, καὶ οἱ Πυθαγορικοὶ κινη- θέντες τὴν μὲν μονάδα ἄρρεν προσαγορεύουσι, τὴν δὲ δυάδα θῆλυ, τὴν δὲ τριάδα πάλιν ἄρρεν, καὶ ἀναλόγως [πάλιν ] τοὺς λοιποὺς τῶν τε ἀρτίων καὶ περιττῶν ἀριθ- μῶν.
- 5.9.1
ἔνιοι δὲ καὶ ἕκαστον ζῴδιον εἰς δωδεκατημόριᾳ διελόντες τῇ αὐτῇ σχεδὸν ἐφόδῳ χρῶνται, οἷον ἐπὶ κριοῦ τὸ μὲν πρῶτον δωδεκατημόριον αὐτοῦ κριόν τε καλοῦσι καὶ ἄρρεν, τὸ δὲ δεύτερον ταῦρόν τε καὶ θῆλυ, τὸ δὲ τρί- τον διδύμους τε καὶ ἄρρεν· καὶ ἐπὶ τῶν ἄλλων μοιρῶν ὁ αὐτὸς λόγος.
- 5.10.1
δίσωμα δέ λέγουσιν εἶναι ζῴδια διδύμους τε καὶ τὸν διαμετροῦνται τούτους τοξότην, παρθένον τε καὶ ἰχθύας, οὐ δίσωμα δὲ τὰ λοιπά.
- 5.11.1
καὶ τροπικὰ μέν ἐν οἷς γινόμενος ὁ ἥλιος μεταλλάσσει καὶ ποιεῖ τοῦ περι- έχοντος τροπάς, οἷόν ἐστι ζῴδιον ὅ τε κριὸς καὶ τὸ τόύτου διάμετρον, ὁ ζυγός, αἰγόκερώς τε καὶ καρκίνος· ἐν κριῷ μὲν γὰρ ἐαρινὴ γίνεται τροπή, ἐν αἰγοκέρῳ δὲ χειμερινή, ἐν καρκίνῳ δὲ θερινὴ καὶ ἐν ζυγῷ φθινοπωρινή. στερεὰ δὲ ὑπειλήφασι ταῦρόν τε καὶ τὸ διαμετροῦν, τουτέστι σκορπίον, λέοντά τε καὶ ὑδρηχόον.
- 5.12.1
Οὐ μὴν ἀλλὰ καὶ πάντων τούτων τὰ ἐπὶ ἑκάστης γε- νέσεως κυριεύοντα ζῴδια πρὸς τὴν τῶν ἀποτελεσμάτων ἔκβασιν, καὶ ἀφʼ ὧν μάλιστα τὰς προαγορεύσεις ποιοῦν- ται, τέσσαρά φασιν εἶναι τὸν ἀριθμόν, ἅπερ κοινῷ μὲν ὀνόματι κέντρα καλοῦσιν, ἰδιαίτερον δὲ τὸν μὲν ὡροσκό- πον τὸ δὲ μεσουράνημα τὸ δὲ δῦνον τὸ δὲ ὑπὸ γῆν καὶ ἀντιμεσουράνημα, ὅ καὶ αὐτὸ μεσουράνημά ἐστιν.
- 5.13.1
ὡρο- σκόπος μὲν οὖν ἐστιν ὅπερ ἔτυχεν ἀνίσχειν καθʼ ὅν χρό- νον ἡ γένεσις συνετελεῖτο, μεσουράνημα δὲ τὸ ἀπʼ ἐκείνου τέταρτον ζῴδιον σὺν αὐτῷ ἐκείνῳ, δῦνον δὲ τὸ διαμε- τροῦν τὸν ὡροσκόπον, ὑπὸ γῆν δὲ καὶ ἀντιμεσουράνημα τὸ διαμετροῦν τὸ μεσουράνημα, οἷον (ἔσται γὰρ σαφὲς ἐπὶ παραδείγματος) καρκίνου ὡροσκοποῦντος μεσουρα- νεῖ μὲν κριός, δύνει δὲ αἰγόκερως, ὑπὸ γῆν δέ ἐστι ζυγός.
- 5.14.1
οὐ μὴν ἀλλὰ καὶ ἑκάστου τούτων τῶν κέντρων τὸ μὲν προάγον ζῴδιον ἀπόκλιμα καλοῦσι, τὸ δὲ ἑπόμενον ἐπ- αναφοράν.
- 5.15.1
ἤδη δὲ τὸ μέν προαναφερόμενον τοῦ ὡροσκο- ποῦντος ζῳδίου, ἐν τῷ φανερῷ ὄν, κακοῦ δαίμονός φασιν εἶναι, τὸ δὲ μετὰ τοῦτο, ἑπόμενον δὲ τῷ μεσουρανοῦντι, ἀγαθοῦ δαίμονος, τὸ δὲ προάγον τοῦ μεσουρανοῦντος κά- τω μερίδα καὶ μονομοιρίαν καὶ θεόν, τὸ δὲ ἐρχόμενον ἐπὶ τὴν δύσιν ἀργὸν ζῴδιον καὶ ἀρχὴν θανάτου,
- 5.16.1
τὸ δὲ μετὰ τὴν δύσιν ἐν τῷ ἀφανεῖ ποινὴν καὶ κακὴν τύχην, ὅπερ καὶ διάμετρόν ἐστι τῷ κακῷ δαίμονι, τὸ δὲ ἐρχό- μενον ὑπὸ γῆν ἀγαθὴν τύχην, διάμετρον τῷ ἀγαθῷ δαί- μονι,
- 5.17.1
τὸ δὲ ἀποχωροῦν ἀπὸ τοῦ ἀντιμεσουρανήματος ὡς ἐπʼ ἀνατολὴν θεάν, διάμετρον τῷ θεῷ, τὸ δὲ ἐπιφερόμε- νον τῷ ὡροσκόπῳ ἀργόν, ὅ πάλιν διάμετρόν ἐστι τῷ ἀργῷ.
- 5.18.1
ἤ ἵνα συντομώτερον φῶμεν, τοῦ ὡροσκοποῦντος ζῳδίου τὸ μὲν ἀπόκλιμα καλεῖται κακὸς δαίμων, ἡ δʼ ἐπαναφορὰ ἀργόν· ὡσαύτως τοῦ μεσουρανήματος τὸ μὲν ἀπόκλιμα θεός, ἡ δʼ ἐπαναφορὰ ἀγαθὸς δαίμων·
- 5.19.1
κατὰ τὰ αὐτὰ δὲ καὶ τοῦ ἀντιμεσουρανήματος τὸ μὲν ἀπόκλιμα θεά, ἡ δὲ ἐπαναφορὰ ἀγαθὴ τύχη· ὁμοίως τοῦ δύνοντος τὸ μὲν ἀπόκλιμα κακὴ τύχη, ἡ δὲ ἐπαναφορὰ ἀργόν.
- 5.20.1
ταῦτα δʼ οἴονται οὐ παρέργως ἐξετάζειν οὐ γὰρ τὴν αὐτὴν δύνα- μιν ἔχειν ἡγοῦνται τοὺς ἀστέρας πρὸς τὸ κακοποιεῖν μὴ ἐπί τε τῶν κέντρων θεωρουμένους καὶ ἐπὶ ταῖς ἀναφο- ραῖς ἢ τοῖς ἀποκλίμασιν, ἀλλʼ ὅπου μέν ἐνεργεστέραν ὅπου δὲ ἀπρακτοτέραν.
- 5.21.1
ἦσαν δέ τινες τῶν Χαλδαίων οἱ καὶ ἕκαστον μέρος τοῦ ἀνθρωπείου σώματος ἑκάστῳ τῶν ζῳδίων ἀνατιθέντες ὡς συμπαθοῦν κριὸν μὲν γὰρ κε- φαλὴν ὀνομάζουσι, ταῦρον δὲ τράχηλον, διδύμους δὲ ὤμους, καρκίνον δὲ στέρνον, λέοντα δὲ πλευράς, παρθέ- νον δὲ γλουτούς, ζυγὸν δὲ λαγόνας,
- 5.22.1
σκορπίον αἰδοῖον καὶ μήτραν, τοξότην μηρούς, αἰγόκερων γόνατα, ὑδρηχόον κνήμας, ἰχθύας δὲ πόδας. καὶ ταῦτα πάλιν οὐκ ἀσκόπως, ἀλλʼ ἐπείπερ, ἐὰν ἔν τινι τούτων τῶν ζῳδίων γένηται τῶν κατὰ τὴν γένεσιν κακοποιῶν ἀστέρων τις, πήρωσιν τοῦ ὁμωνυμοῦντος ἀπεργάζεται μέρους.
- 5.23.1
Ταῦτα μὲν οὖν περὶ τῆς φύσεως τῶν ἐν τῷ ζῳδιακῷ κύκλῳ κεφαλαιωδέστερον ὑποδεδείχθω οὐκ ἄτοπον δὲ ἑξῆς διελθεῖν καὶ περὶ τῆς διαιρέσεως αὐτῶν. ἐπιστάσεως γὰρ οὔσης ὡς τῶν ζῳδίων μὴ κατ᾿ ἰδίαν περιγραφὴν θεω- ρουμένων ἀλλὰ ἑπτὰ ἀστέρων διεσπαρμένων παρατηρήσει, ἐπῆλθεν αὐτοῖς εἰς δώδεκα μοίρας τὸν ὅλον καταδιελεῖν κύκλον.
- 5.24.1
ὑποδεικνύντες γὰρ τὴν ἔφοδον, φασίν, ἕνα τινὰ τῶν ἐν τῷ ζῳδιακῷ κύκλῳ λαμπρὸν ἀστέρα παρατηρή- σαντες ἀνατέλλοντα οἱ πάλαι, εἶτα ἀμφορέα τετρημένον πληρώσαντες ὕδατος εἴασαν ῥεῖν εἴς τι ἕτερον ὑποκείμε- νον ἀγγεῖον μέχρι τοῦ τὸν αὐτὸν αὖθις ἀνασχεῖν ἀστέρα, στοχασάμενοί τε ἀπὸ τοῦ αὐτοῦ σημείου ἐπὶ τὸ αὐτὸ ση- μεῖον
- 5.25.1
γεγονέναι τὴν τοῦ κύκλου περιστροφὴν πάλιν ἐλάμ- βανον τὸ δωδέκατον τοῦ ῥυέντος, καὶ ἐσκέπτοντο ἐν πόσῳ τοῦτο ἔρρευσε χρόνῳ· ἐν τοσούτῳ γὰρ ἔλεγον καὶ τὸ δω- δέκατον μέρος ἀνεληλυθέναι τοῦ κύκλου, καὶ τοῦτον ἔχειν τὸν λόγον τὸ ἀνενεχθέν μέρος τοῦ κύκλου πρὸς τὸν ὅλον κύκλον, ὅν ἔχει τὸ ῥυὲν τοῦ ὕδατος μέρος πρὸς τὸ ὅλον ὕδωρ.
- 5.26.1
ἐκ ταύτης τῆς ἀναφορᾶς, φημὶ δὲ τοῦ δωδεκατη- μορίου, τὸ τελευταῖον πέρας ἐσημειοῦντο ἀπὸ ἀστέρος τι- νὸς ἐπιφαν οῦς κατ᾿ αὐτὸ θεωρουμένου ἢ ἀπό τινος τῶν συνανατελλόντων βορειοτέρων ἢ νοτιωτέρων. τὸ δὲ αὐτὸ ἐποίουν καὶ ἐπὶ τῶν ἄλλων δωδεκατημορίων.
- 5.26.2
Ἀλλʼ ἡ μὲν ἔφοδος καθʼ ἥν εἰς τοσαύτας μοίρας τὸν ζῳδιακὸν καταδιαιροῦσι κύκλον,
- 5.27.1
ἐστὶ τοιαύτη· ἀνάλογος δʼ ἔοικεν εἶναι καὶ καθʼ ἣν τὸν ἐφʼ ἑκάστης γενέσεως ὡρο |σκόπον ἀρχικῶς παρατετηρηκέναι λέγουσιν. νύκτωρ μὲν γὰρ ὁ Χαλδαῖος, φασίν, ἐφ᾿ ὑψηλῆς τινος ἀκρωρείας ἐκα- θέζετο ἀστεροσκοπῶν, ἕτερος δὲ παρήδρευε τῇ ὠδινούσῃ μέχρις ἀποτέξαιτο,
- 5.28.1
ἀποτεκούσης δὲ εὐθὺς δίσκῳ διεσήμαινε τῷ ἐπὶ τῆς ἀκρωρείας. ὁ δὲ ἀκούσας καὶ αὐτὸς παρεσημει- οῦτο τὸ ἀνίσχον ζῴδιον ὡς ὡροσκοποῦν, μεθʼ ἡμέραν δὲ τοῖς ὡροσκοπίοις προσεῖχε καὶ ταῖς τοῦ ἡλίου κινήσεσιν.
- 5.29.1
Ἀλλὰ ταῦτα μὲν περὶ ζῳδίων τῶν δὲ ἀστέρων ἐνίους μὲν ἀγαθοποιοὺς εἶναι λέγουσιν ἐνίους δὲ κακοποιοὺς τι- νὰς δὲ καὶ κοινούς, οἷον ἀγαθοποιοὺς μὲν τὸν τοῦ Διὸς καὶ τὸν Ἀφροδίτης, κακοποιοὺς δὲ τὸν τοῦ Ἄρεως καὶ Κρόνου, ἐπίκοινον δὲ τὸν τοῦ Ἑρμοῦ, ἐπείπερ μετὰ μὲν ἀγαθοποιῶν ἀγαθοποιὸς μετὰ δὲ κακοποιῶν κακοποιός.
- 5.30.1
ἄλλοι δὲ τοὺς αὐτοὺς ἀστέρας κατ᾿ ἄλλην καὶ ἄλλην σχέ- σιν ὁτὲ μὲν ἀγαθοποιοὺς ὁτὲ δὲ κακοποιοὺς ὑπάρχειν νο- μίζουσιν. ἢ γὰρ πρὸς τὸ ζῴδιον ἢ πρὸς τοὺς τῶν ἄλλων ἀστέρων συσχηματισμοὺς οὔτε ὁ κακοποιὸς ἀστὴρ πάν- τως κακοποιός ἐστιν οὔτε ὁ ἀγαθοποιὸς πάντως ἀγαθο- ποιός ἐστιν.
- 5.31.1
πλὴν τῶν ἑπτὰ ἡγεῖσθαι μὲν τὸν ἥλιον καὶ τὴν σελήνην οἴονται, ἐλάττονα δὲ τούτων δύναμιν ἔχειν πρὸς τὰς τῶν ἀποτελεσμάτων ἐκβάσεις τοὺς λοιποὺς πέν- τε· παρʼ ἣν αἰτίαν οἱ Αἰγύπτιοι βασιλεῖ μέν καὶ δεξιῷ ὀφθαλμῷ ἀπεικάζουσι τὸν ἥλιον, βασιλίσσῃ δὲ καὶ ἀρι- στερῷ ὀφθαλμιῶ τὴν σελήνην, ῥαβδοφόροις δὲ τοὺς πέντε ἀστέρας, τῷ δὲ λοιπῷ λαῷ τοὺς ἄλλους ἀπλανεῖς.
- 5.32.1
καὶ τῶν πέντε ἡλίῳ μὲν συμφωνεῖν καὶ συνεπικουρεῖν φασι Κρόνον τε καὶ Δία καὶ Ἑρμῆν, οὕς καὶ ἡμιερινοὺς καλεῖ- σθαι διὰ τὸ τὸν ἣλιον, ὧ συνεργοῦσι, τῶν μεθʼ ἡμέραν γεννωμένων ἐπικρατεῖν, 〈σελήνῃ δὲ Ἄρην τε καὶ Ἀφρο- δίτην〉.
- 5.33.1
τοὺς δὲ αὐτοὺς ἀστέρας μεί ζονα μᾶλλον ἴσχειν δύναμιν ἢ παρὰ τὸ ἐν ἰδίοις οἴκοις ὑπάρχειν ἢ ὑψώμασιν ἢ ὁρίοις, ἢ παρὰ τὸ δορυφορεῖσθαί τινας ὑπό τινων, ἤ παρὰ τὸ ἐπιβλέπειν ἀλλήλους καὶ συσχηματίζεσθαι ἀλ- λήλοις, ἢ παρὰ τὸ ἐπὶ κέντροις εἶναι.
- 5.34.1
οἶκος δέ ἐστι κατ᾿ αὐτοὺς ἡλίου μὲν λέων, σελήνης δὲ καρκίνος, Κρόνου δὲ αἰγόκερως καὶ ὑδρηχόος, Διὸς τοξότης καὶ ἰχθύες, Ἄρεως κριὸς καὶ σκορπίος, Ἀφροδίτης ταῦρος καὶ ζυγός, Ἑρμοῦ δίδυμοι καὶ παρθένος.
- 5.35.1
ὑψώματα δὲ καλοῦσιν ἀστέρων, καὶ ταπεινώματα ὡσαύτως, τὰ ἐν οἷς χαίρουσιν ἢ ὀλίγην δύναμιν ἔχουσιν· χαίρουσι μὲν γὰρ ἐν τοῖς ὑψώμασιν, ὀλί- γην δὲ δύναμιν ἔχουσιν ἐν τοῖς ταπεινώμασιν.
- 5.36.1
οἷον ἡλίου μὲν ὕψωμα κριός, καὶ πρὸς ἀκρίβειαν ἡ ἐννεακαιδεκάτη τούτου μοῖρα, ταπείνωμα δὲ τὸ διαμετροῦν ζῴδιον, σελή- νης δὲ πάλιν ὕψωμα μὲν ταῦρος ταπείνωμα δὲ τὸ διαμε- τροῦν, Κρόνου ζυγός, Διὸς καρκίνος, Ἄρεως αἰγόκερως, Ἀφροδίτης ἰχθύες, Ἑρμοῦ παρθένος. καὶ ταπεινώματα τούτων, ὡς ἔφην, τὰ διαμετροῦντα τῶν ὑψωμάτων.
- 5.37.1
ὅρια δὲ ἀστέρων προσαγορεύουσιν ἐν ἑκάστῳ ζῳδίῳ ἐν οἷς ἕκα- στος τῶν ἀστέρων ἀπὸ ποστῆς μοίρας ἐπὶ ποστὴν μοῖραν πλεῖστον δύναται· περὶ ὧν οὐχ ἡ τυχοῦσα παρʼ αὐτοῖς ἐστι καὶ κατὰ τοὺς πίνακας διαφωνία.
- 5.38.1
δορυφορεῖσθαι δὲ ἀστέρας λέγουσιν, . ὅταν μέσοι ὦσιν ἄλλων ἀστέρων ἐν συνεχείᾳ ζῳδίων οἷον ἐὰν τοῦ αὐτοῦ ζῳδίου ὅς μέν τις ἀστὴρ τὰς πρώτας ἐπέχῃ μοίρας ὅς δὲ τὰς τελευταίας ὅς δὲ τὰς ἐν μέσῳ, δορυφορεῖσθαι λέγεται ὁ ἐν μέσῳ ὑπὸ τῶν τὰς ἐπʼ ἄκροις ἐπεχόντων μοίρας.
- 5.39.1
ἐπιβλέπειν δὲ λέγονται ἀλλήλους καὶ συμφωνεῖν ἀλλήλοις ὡς οἱ κατὰ τρίγωνον τετράγωνον φαινόμενοι. κατὰ τρίγωνον μὲν οὖν σχηματίζονται καὶ ἐπιθεωροῦσιν ἀλλήλους ἀστέρες οἱ ἐπὶ τριῶν ζῳδίων ἔχοντες τὸ μεταξὺ διάστημα, κατὰ τετράγωνον δὲ οἱ δυοῖν.
- 5.40.1
| καὶ δοκεῖ κατὰ μὲν τρίγωνον ἀγαθοποιῷ κακοποιὸς συσχηματιζόμενος εὐεργετικὸς εἶ- ναι καὶ πολὺ μᾶλλον ἀγαθοποιός, ἀγαθοποιῷ δὲ ἤπιος αὐτὸ μόνον, καὶ κακοποιὸς κακοποιῷ, κατὰ δὲ τὸ τετρά- γωνον ἀνάπαλιν. ἐπίκεντροι δὲ λέγονται οἱ ἐπί τινος τῶν κέντρων θεωρούμενοι, ἤτοι ἐπὶ τοῦ ὡροσκόπου ἢ τοῦ μεσουρανήματος ἢ δύσεως ἀντιμεσουρανήματος.
- 5.41.1
Ἀλλὰ γὰρ τούτων οὕτως ἡμῖν ὡς ἐν τύπῳ καὶ ὁλο- σχερῶς ἐκκειμένων προληπτέον ὡς ἀπʼ αὐτῶν ὁρμηθέντες οἱ Χαλδαῖοι τὰς προαγορεύσεις ποιοῦνται τῶν ἀποτελε- σμάτων. διαφορὰ δὲ ἔστιν αὐτῶν, ἐπεὶ τὰ μὲν ἁπλούστερα καθειστήκει τὰ δὲ ἀκριβέστερα, καὶ ἁπλούστερα μὲν τὰ κατὰ ζῴδιον ἢ ἁπλῆν ἀστέρος δύναμιν γινόμενα, οἷον ὅτι ὅδε ὁ ἀστὴρ ἐν τῷδε τῷ ζῳδίῳ γενόμενος τοιούτους ποιεῖ, ἀκριβέστερα δὲ τὰ κατὰ συνδρομὴν καὶ,
- 5.42.1
ὡς αὐτοὶ λέγουσι, τὰ κατὰ σύγκρασιν πλειόνων, οἷον ῾ἐὰν ὅδε μὲν ὡροσκοπῇ ὅδε δὲ μεσουρανῇ ὅδε δὲ ἀντιμεσουρανῇ οἱ δὲ ἄλλοι οὕτως ἔχωσι, συμβήσεται τάδεʼ.
- 5.43.1
Ὁ μὲν οὗν χαρακτὴρ τῆς Χαλδαϊκῆς μεθόδου τοιοῦτος ἔοικεν εἶναι· ῥᾴδιον δʼ ἐστὶ λοιπὸν ἐπὶ παραδοθέντι τούτῳ συμπεριφέρεσθαι ταῖς κομιζομέναις ἀντιρρήσεσιν. καὶ δὴ ἔνιοι μὲν ἀγροικότερον πειρῶνται διδάσκειν ὡς οὐ πάν- τως συμπάσχει τοῖς οὐρανίοις τὰ ἐπίγεια·
- 5.44.1
οὐδὲ γὰρ οὕ- τως ἥνωται τὸ περιέχον ὡς τὸ ἀνθρώπινον σῶμα, ἵνα ὅν τρόπον τ κεφαλῇ τὰ ὑποκείμενα μέρη συμπάσχει καὶ τοῖς ὑποκειμένοις ἡ κεφαλή, οὕτω καὶ τοῖς ἐπουρανίοις τὰ ἐπίγεια, ἀλλά τις ἔστι τούτων διαφορὰ καὶ ἀσυμπά- θεια ὡς ἂν μὴ μίαν καὶ τὴν αὐτὴν ἐχόντων ἕνωσιν.
- 5.45.1
ἄλλοι δὲ καὶ τὸν περὶ εἱμαρμένης κινοῦσι λόγον· εἰ γὰρ μὴ πάντα γίνεται κατὰ εἱμαρμένην, οὐκ ἔστι Χαλδαϊκὴ ἡ τοῦτο ἀξιοῦσα [κατὰ εἱμαρμένην εἶναι]. οὐκ ὀλίγοι δὲ ἦσαν |οἱ κἀκεῖνο συνερωτῶντες·
- 5.46.1
ἐπεὶ τῶν γινομένων τὰ μὲν κατ᾿ ἀνάγκην γίνεται τὰ δὲ κατὰ τύχην τὰ δὲ παρʼ ἡμᾶς, πάντως οἱ Χαλδαῖοι, εἰ δυνατῆς ἐφίενται προρρή- σεως, ἤτοι ἐν τοῖς κατ᾿ ἀνάγκην ποιήσονται τὰς προαγο- ρεύσεις ἢ ἐν τοῖς κατὰ τύχην ἐκβαίνουσιν ἐν τοῖς παρʼ ἡμᾶς.
- 5.47.1
καὶ εἰ μὲν ἐν τοῖς κατ᾿ ἀνάγκην, ἀνωφελεῖς εἰσιν ἐν τῷ βίῳ· τὸ γὰρ κατ᾿ ἀνάγκην συμβαῖνον οὐκ ἔστιν ἐκκλῖναι, ἀλλʼ ἐάν τε θέλωμεν ἐάν τε μὴ θέλωμεν, ἐκ- βῆναι δεῖ τὸ τοιοῦτο. τότε δʼ ἄν χρειώδης ἐτύγχανεν ἡ πρόρρησις, εἰ πρὸς τὴν ἔκκλισιν αὐτοῦ τὴν ἀναφορὰν ἐλάμβανεν. εἰ δʼ ἐν τοῖς τυχηροῖς, ἀδύνατόν τι ἐπαγγέλ- λονται· ἄστατα γὰρ τὰ τυχηρῶς γινόμενα, τῶν δέ ἀστά- των καὶ ἄλλοτε ἄλλως ἐκβαινόντων οὐκ ἔστιν ἑστῶσαν ποιεῖσθαι τὴν προαγόρευσιν.
- 5.48.1
λείπεται οὖν ἐν τοῖς παρʼ ἡμᾶς γιγνομένοις αὐτοὺς ποιεῖσθαι τὰς προρρήσεις. ὅ πάλιν ἀμήχανον τὸ γὰρ ἐπʼ ἐμοὶ κείμενον ἐκβῆναι ἢ μή, καὶ τὸ μὴ ἔχον ἀρχῆθεν προκαταβεβλημένην αἰτίαν, οὐκ ἂν δύναιτό τις προλέγειν. οὐκ ἄρα δυνατῆς ἐφίενται προρ- ρήσεως οἱ Χαλδαῖοι.
- 5.49.1
Οἱ μὲν οὖν πλείους διὰ τοιούτων τινῶν ἀκροβολισμῶν πειρῶνται τὴν Χαλδαϊκὴν μέθοδον ἀναιρεῖν· ἡμεῖς δέ κατὰ τὸν ὅμοιον τῆς ἐπιχειρήσεως τρόπον τὰς ἀρχὰς καὶ ὥσπερ στοιχεῖα ταύτης κινήσαντες ἕξομεν 〈σὺν〉 αὐταῖς καὶ τὴν τῶν λοιπῶν θεωρημάτων σύστασιν ἠθετημένην.
- 5.50.1
Ἀρχὴ τοίνυν καὶ ὥσπερ θεμέλιος τῆς Χαλδαϊκῆς ἐστι τὸ στῆναι τὸν ὡροσκόπον ἀπὸ τούτου γὰρ τὰ λοιπὰ τῶν κέντρων λαμβάνεται, τά τε ἀποκλίματα καὶ αἱ ἐπαναφο- ραὶ τά τε τρίγωνα καὶ τὰ τετράγωνα καὶ οἱ κατʼ αὐτὰ σχηματισμοὶ τῶν ἀστέρων, ἀπὸ δὲ πάντων τούτων αἱ προαγορεύσεις.
- 5.51.1
ὅθεν ἀναιρεθέντος τοῦ ὡροσκόπου κατ᾿ ἀνάγκην οὐδὲ τὸ μεσουρανοῦν ἐστιν ἢ δῦνον ἢ ἀντιμεσου- ρανοῦν γνώριμον· τούτων δὲ ἀκαταληπτουμένων συνα- φανίζεται πᾶσα ἡ Χαλδαϊκὴ μέθοδος.
- 5.52.1
ὅτι δὲ ἀνεύρετον αὐτοῖς ἐστι τὸ ὡροσκοποῦν ζῴδιον, ποικίλως ἔνεστι δι- δάσκειν. ἵνα γὰρ τοῦτο καταληφθῇ, δεῖ πρῶτον μὲν τὴν γένεσιν τοῦ πίπτοντος ὑπὸ τὴν ἐπίσκεψιν βεβαίως κατει- λῆφθαι, δεύτερον δὲ τὸ διασημαῖνον ταύτην ὡροσκόπιον ἀπλανὲς ὑπάρχειν, τρίτον δὲ τὴν ἀναφορὰν τοῦ ζωδίου πρὸς ἀκρίβειαν συνῶφθαι.
- 5.53.1
ἐπὶ μὲν γὰρ τῆς ἀποτέξεως ἡ ἀναφορὰ τοῦ κατ᾿ οὐρανὸν ἀνίσχοντος ζωδίου τετήρηται, καθάπερ διακόνῳ πρὸς τὴν τήρησιν τοῦ ὡροσκόπου χρη- σαμένων τῶν Χαλδαίων ἐπὶ δὲ τῇ ἀναφορᾷ ὁ συσχη- ματισμὸς τῶν ἄλλων ἀστέρων, ὅπερ διάθεμα καλοῦσι, καὶ ἐπὶ τῷ διαθέματι αἱ προαγορεύσεις.
- 5.54.1
οὔτε δὲ τὴν γένεσιν τῶν ὑπὸ τὴν ἐπίσκεψιν πιπτόντων λαμβάνειν δυνατόν ἐστιν, ὡς παραστήσομεν, οὔτε τὸ ὡροσκόπιον ἀπλανὲς καθέστηκεν, οὔτε τὸ ἀνίσχον ζώδιον πρὸς ἀκρίβειαν καταλαμβάνεται. τοίνυν ἀσύστατός ἐστιν ἡ τῶν Χαλδαίων μέθοδος.
- 5.55.1
λέγωμεν δὴ περὶ τοῦ πρώτου πρῶτον.
- 5.55.2
Τὴν δὴ γένεσιν τῶν ὑπὸ τὴν ἐπίσκεψιν πεσουμένων ἀρχαϊκώτερον ἤτοι ἀπὸ τῆς τοῦ σπέρματος καταβολῆς καὶ συλλήψεως λαμβάνουσιν ἢ ἀπὸ τὴς ἐκτέξεως. ἀλλʼ ἀπὸ μὲν τῆς τοῦ σπέρματος καταβολῆς καὶ συλλήψεως οὐκ ἄν εἴποιεν· ἀκατάληπτος γάρ ἐστιν ὁ ἀκριβὴς ταύτης χρόνος.
- 5.56.1
καὶ εἰκότως οὐ γὰρ ἔχομεν λέγειν εἴτε ἅμα τῇ θέσει τοῦ σπέρματος γέγονεν ἡ σύλληψις εἴτε καὶ μή. δύναται μὲν γὰρ καὶ ἅμα νοήματι τοῦτο συμβαίνειν, ὧσπερ καὶ τὸ προσαχθὲν τοῖς διαπύροις τῶν κλιβάνων στέαρ (τοῦτο γὰρ εὐθὺς κολλᾶται),
- 5.57.1
δύναται δὲ καὶ μετὰ χρόνον, ἐπείπερ καὶ τὰ εἰς τὴν γῆν καταβαλλόμενα τῶν σπερμά- των οὐκ εὐθὺς ῥιζοβολοῦντα συμπλέκεται ταῖς ὑποκειμέ- ναις βώλοις. καὶ διαστήματος δὲ ὄντος ἀπὸ τοῦ στόματος τῆς μήτρας μέχρι τοῦ πυθμένος, ἔνθα καὶ τὰς συλλήψεις λέγουσι γίνεσθαι ἰατρῶν παῖδες, πάντως ἐν χρόνῳ τινὶ τὸ διάστημα |τοῦτο ἀνύειν πέφυκεν ἡ καταβαλλομένη τοῦ σπέρματος φύσις.
- 5.58.1
οἱ δὲ τούτου ἀγνοοῦντες τὴν ποσό- τητα τοῦ χρόνου κατὰ τὸ ἀκριβὲς, Χαλδαῖοι τὴν σύλληφιν οὐδέποτε καταλήψονται. τοῦ 〈γὰρ〉 σπέρματος ὁτὲ μὲν εὐθυβολουμένου καὶ αὐτοῖς προσπίπτον τος ὑφʼ ἓν τοῖς εὐφυῶς ἔχουσι πρὸς σύλληψιν τῆς μήτρας τόποις, ὁτὲ δὲ πολυσπόρως ἐμπἰπτοντος, ὑπʼ αὐτῆς δὲ τῆς ἐν τῇ μήτρᾳ δυνάμεως εἰς ἕνα τόπον συνάγεσθαι δυναμένου, τῶν ἀγνώ- στων ὑπάρχει τὸ πότε γίγνεται τὸ πρῶτον καὶ πότε τὸ δεύτερον, πόσος τε ὁ εἰς ἐκείνην τὴν σύλληψιν ἀναλισκό- μενος χρόνος καὶ πόσος ὁ εἰς ταύτην.
- 5.59.1
ἀγνοουμένων δὲ τούτων οἴχεται καὶ ἡ πρὸς ἀκρίβειαν τῆς συλλήψεως κατά- ληψις. εἴπερ τε, ὥς τινες τῶν φυσικῶν εἰρήκασιν, ἑψό- μενον πρῶτον καὶ προμεταβαλλόμενον ἐν μήτρᾳ τὸ σπέρμα τότε προσέρχεται τοῖς ἀναστομωθεῖσιν αὐτῆς ἀγγείοις, αὐτόθεν οὐκ εἰδότες τὴν ποσότητα τοῦ τῆς μεταβολῆς χρόνου οὐκ εἴσονται οὐδὲ τὸν τῆς συλλήψεως καιρόν.
- 5.60.1
καὶ μὴν ὥσπερ κατὰ τὰ λοιπὰ μέρη τοῦ σώματος ἐν ταῖς τῶν μερῶν ἐνεργείαις διαφέρουσιν ἀλλήλων αἱ γυναῖκες, οὕτως εἰκὸς αὐτὰς καὶ κατὰ τὴν τῆς μήτρας ἐνέργειαν διαφέρειν, τὰς μὲν θᾶττον συλλαμβανούσας τὰς δὲ βρά- διον. καὶ οὐ παράδοξον, ὅτε καὶ 〈αὐταὶ〉 ἑαυταῖς συγκρι- νόμεναι νυνὶ μὲν εὐσύλληπτοι θεωροῦνται νυνὶ δὲ οὐδα- μῶς.
- 5.61.1
τούτου δὲ οὕτως ἔχοντος τῶν ἀδυνάτων ἐστὶ λέγειν πρὸς ἀκρίβειαν τὸ πότε συνέσχηται τὸ καταβληθὲν σπέρ- μα, ἵνα καὶ ἀπὸ τούτου τοῦ χρόνου στήσωσιν οἱ Χαλδαῖοι τὸν τῆς γενέσεως ὡροσκόπον.
- 5.62.1
καὶ μὴν οὐδὲ ἔνεστι λέγειν ὡς διὰ σημείων τινῶν καταλαμβάνεσθαι πέφυκεν ὁ τῆς συλλήψεως χρόνος, καθάπερ ἐκ τοῦ κατεξηράνθαι μὲν μετὰ τὴν μῖξιν τοὺς γυναικείους κόλπους, μεμυκέναι δέ, εἰ οὕτω τύχοι, τὸ τῆς |μήτρας στόμιον, ἐπεσχῆσθαι δὲ τὴν ἔμμηνον κάθαρσιν, κίσσαν δὲ ἐπιγίγνεσθαι.
- 5.63.1
πρῶτον μὲν γὰρ καὶ ταῦτα κοινοποιεῖται τὰ σημεῖα πρὸς τὰς μὴ συνειληφυίας· εἶτα καὶ εἰ μὴ κοινοποιοῖτο, γενομένην ἤδη κατὰ πλάτος πλειόνων ἡμερῶν διελθουσῶν ούλληψιν δη- λοῖ, καὶ οὐ πρὸς ἀκρίβειαν καὶ ὑπόγυον καὶ ἐν ὡριαίοις κειμένην διαστήμασιν.
- 5.64.1
χρείαν δʼ ἔχονσιν οἱ Χαλδαῖοι πρὸς διάγνωσιν τῶν διαφερόντων βίων οὐ τοῦ ὁλοσχε- ροῦς καὶ ἐν πλάτει χρόνου τῆς συλλήψεως, τοῦ δὲ πρὸς ἀκρίβειαν.
- 5.64.2
Ἀλλὰ γὰρ ἐκ τούτων πρόδηλον ὅτι οὐχ οἷόν τέ ἐστιν ἀπὸ συλλήψεως τὸν ὡροσκόπον ἑστάναι.
- 5.65.1
καὶ μὴν οὐδʼ ἐξ ἀποτέξεως. πρῶτον μὲν γὰρ ἄπορόν ἐστι τὸ πότε ῥητέον ἀπότεξιν εἶναι, ἆρά γε ὁπόταν ἄρχηται προκύπτειν εἰς τὸν ψυχρὸν ἀέρα τὸ ἀποτικτόμενον, ἢ ὅταν ὅλον ἐξίσχῃ, ἢ ὅταν εἰς τὴν γῆν κατενεχθῇ.
- 5.66.1
εἶτα οὐδὲ ἐφʼ ἑκάστου τούτων δυνατόν ἐστι τὸν ἀκριβῆ τῆς ἀποτέξεως χρόνον ὁρίζειν καὶ γὰρ διὰ παράστημα ψυχῆς καὶ διʼ ἐπιτηδειό- τητα σώματος καὶ προδιάθεσιν τῶν τόπων καὶ διʼ ἐμπει- ρίαν μαίας καὶ ἄλλας ἀπείρους προφάσεις οὐχ ὁ αὐτός ἐστι χρόνος καθʼ ὅν προκύπτει τὸ τικτόμενον ῥαγέντων τῶν ὑμένων ἢ ἐκτὸς ὅλον γίνεται ἢ εἰς τὴν γῆν κατα- φέρεται, ἀλλʼ ἄλλος ἐπʼ ὄλλων.
- 5.67.1
ὅν πάλιν μὴ δυνάμενοι ὡρισμένως καὶ ἀκριβῶς σταθμήσασθαι οἱ Χαλδαῖοι ἐκπε- σοῦνται τοῦ δεόντως τὴν τῆς ἀποτέξεως ὥραν ὁρίζειν.
- 5.67.2
Ὅτι μὲν οὖν τὸ ὅσον ἐπὶ τοῖς τῆς ἀποτέξεως χρόνοις ἐπαγγέλλονται μὲν τὸν ὡροσκόπον γινώσκειν Χαλδαῖοι, οὐκ ἴσασι δέ,
- 5.68.1
ἐκ τούτων συμφανές ὅτι δὲ οὐδὲ τὸ ὡρο- σκόπιον ἀπλανές ἐστιν αὐτοῖς, πάρεστι κατὰ τὸν ὅμοιον ἐπιλογίζεσθαι τρόπον. ὅταν γὰρ λέγωσιν ὅτι ὁ παρε- δρεύων τῇ ὠδινούσῃ τὴν ἀπότεξιν δίσκῳ σημαίνει τῷ ἐπὶ τῆς ἀκρωρείας ἀστεροσκοποῦντι Χαλδαίῳ, κἀκεῖνος εἰς οὐρα |νὸν ἀποβλέπων ἐπισημειοῦται τὸ ἀνίσχον ζῴδιον, τὸ μὲν πρῶτον ὑποδείξομεν αὐτοῖς, ὅτι τῆς ἀποτέξεως ἀορίστου τυγχανούσης, καθὼς μικρῷ πρόσθεν παρεστή- σαμεν, οὐδὲ τὸ δίσκᾳ διασημαίνειν ταύτην εὔκολον.
- 5.69.1
εἶτα ἔστω καὶ καταληπτὴν τυγχάνειν τὴν ἀπότεξιν, ἀλλʼ οὔ γε πρὸς ἀκριβῆ χρόνον ταύτην παρεπισημειοῦσθαι δυνα- τόν ἐστιν. τὸν γὰρ τοῦ δίσκου ψόφον ἐν πλείονι χρόνῳ καὶ ἐν συχνῷ πρὸς αἴσθησιν δυναμένῳ μερίζεσθαι κινεῖ- σθαι συμβέβηκεν ἐπὶ τὴν ἀκρώρειαν. τεκμήριον δὲ τὸ ἐπὶ τῶν ἐν τῇ ὀρεινῇ δενδροτομούντων θεωρούμενον· μετὰ γὰρ ἱκανὴν ὥραν τοῦ κατενεχθῆναι τὸν πέλεκυν ἐξακούε- ται ἡ τῆς πληγῆς φωνὴ ὡς ἄν ἐν πλείονι χρόνῳ φθάνουσα ἐπὶ τὸν ἀκούοντα.
- 5.70.1
καὶ διὰ τοῦτο τοίνυν οὐκ ἔστιν ἀκριβῶς τοῖς Χαλδαίοις τὸν χρόνον τοῦ ἀνίσχοντος ζωδίου καὶ κατʼ ἀκρίβειαν ὡροσκοποῦντος λαμβάνειν. καὶ μὴν οὐ μόνον φθάνει πλείων διελθεῖν χρόνος μετὰ τὴν ἀπότεξιν, ἐν ᾧ γίνεται ὁ ἦχος ἀπὸ τοῦ ταῖς τῆς τικτούσης ὠδῖσι παρεδρεύοντος ὡς ἐπὶ τὸν ἀστεροσκοποῦντα ἀλλὰ καὶ ἐν ᾠ οὗτος ἀναβλέπει καὶ περισκοπῶν ἐξετάζει τὸ ἐν τίνι τῶν ζῳδίων ἐστὶν ἡ σελήνη καὶ τῶν λοιπῶν ἀστέρων ἕκαστος, φθάνει ἀλλοῖον γενέσθαι τὸ περὶ τοὺς ἀστέρας διάθεμα, τῆς τοῦ κόσμου κινήσεως ἀλήκτῳ τάχει περι- φερομένης, πρὶν τηρητικῶς παραπλάσασθαι τῇ τοῦ γεν- νηθέντος ὥρᾳ τὰ κατ᾿ οὐρανὸν βλεπόμενα.
- 5.71.1
ἄλλως τε ἡ τοιαύτη παρατήρησις νύκτωρ ἴσως δύναται προκόπτειν τοῖς Χαλδαίοις, ὅτε τά τε ἐν τῷ ζῳδιακῷ βλέπεται κύ- κλῳ καὶ οἱ σχηματισμοὶ τῶν ἀστέρων εἰσὶν ἐμφανεῖς. ἐπεὶ οὖν τινὲς καὶ μεθʼ ἡμέραν γεννῶνται, ὅτε οὐδὲν τῶν προειρημένων δυνατόν ἐστι παρασημειοῦσθαι, μόνας δέ, εἰ καὶ ἄρα, τὰς τοῦ ἡλίου κινήσεις, ῥητέον ἐπὶ τινῶν μὲν δυνατὴν εἶναι |τὴν τῶν Χαλδαίων μέθοδον ἐπὶ τινῶν δὲ ἀδύνατον.
- 5.72.1
ὅρα δὲ μή ποτε καὶ νύκτωρ οὐκ ἰσχύουσιν ἀπλα- νεῖς διὰ παντὸς ποιεῖθαι τὰς τῶν οὐρανίων παρατηρήσεις· πολλάκις γὰρ συννεφεῖς εἰσιν αἱ νύκτες καὶ ἀχλυώδεις, ἀγαπητὸν δὲ ἦν πάσης ἀναιρουμένης τοιαύτης προφάσεως τὸ βέβαιον εὑρεῖν ἐν τῷ μαθήματι, μή τοί γε καὶ κωλύ- ματός τινος ὄντος πρὸς τὴν ἀκριβῆ τῶν οὐρανίων κατά- ληψιν.
- 5.73.1
Ἀθετήσαντες δὴ καὶ τὸ κατὰ τοὺς Χαλδαίους ὡροσκό- πιον, συντόμως τε παραστήσαντες τὸν κατὰ τὴν γένεσιν χρόνον ἄληπτον αὐτοῖς εἶναι, ἐπὶ τὸ λειπόμενον τῆς ὑπο- σχέσεως (§ 52—54) μέρος χωρῶμεν. ἐλείπετο δὲ καὶ πεῥὶ τῆς ἀναφορᾶς τῆς ἐν τῷ ζῳδιακῷ κύκλῳ διελθεῖν, ἀπο- στάντας τῶν ἔμπροσθεν ἐκκειμένων ἡμῖν ἐλέγχων.
- 5.74.1
φαμὲν τοίνυν ὅτι δυσδιόριστοί εἰσιν ἀπʼ ἀλλήλων, μᾶλλον δὲ ἀδυ- νάτως ἔχουσι κατὰ τὸ ἀκριβὲς ὁριcθῆναι αἱ τῶν ζῳδίων μοῖραι, ἀλλʼ εἰκός ἐστιν ἤδη ἀνεσχηκὸς ζῴδιον δοκεῖν μήπω ἀνατεταλκέναι, καὶ ἀνάπαλιν μήπω ἀνατεταλκὸς δοκεῖν ἤδη ἀνεσχηκέναι.
- 5.75.1
οὐδὲ γὰρ ἡ προειρημένη τῶν ὑδριῶν ἔφοδος (§ 24sq.) δύναταί τι τοῖς Χαλδαίοις παρ- επικουρεῖν, ἐπείπερ καὶ παρὰ τὸ ῥέον ὕδωρ καὶ παρὰ τὴν τοῦ ἀέρος κρᾶσιν ἀνώμαλα τὰ τῆς ῥύσεως καὶ τῶν ἀντιπαρηκόντων τῇ ῥύσει χρόνων. τὴν μὲν γὰρ τοῦ ὕδατος φορὰν εἰκός ἐστιν ἀνόμοιον γίνεσθαι κατ᾿ ἀρχάς, ὅτε κα- θαρόν ἐστι τὸ ῥέον, καὶ ἐξ ὑστέρου, ὅτε ἰλυῶδες καὶ δυσρευστότερον·
- 5.76.1
τὴν δὲ τοῦ ἀέρος κρᾶσιν πιθανὸν ἀχλυώ- δους μὲν καὶ παχυτέρου ὄντος ἀντιπίπτειν τῇ ἐκρύσει, τρόπον τινὰ ἐμφράττουσαν αὐτήν, διαυγοῦς δὲ καὶ λεπτο- μεροῦς καθεστῶτος συνεργεῖν μᾶλλον.
- 5.77.1
καὶ αὐτὸς δὲ ὁ ἀμφορεὺς οὐχ ὡσαύτως ῥυήσεται πλήρης καθεστώς, ὡσαύ- τως δὲ ἡμίκενος ἢ πρὸς τῷ κενοῦσθαι τυγχάνων, ἀλλʼ ὁτὲ μὲν ὀξύτερον ὁτὲ δὲ |βραδύτερον ὁτὲ δὲ μέσως, τῆς οὐρανίου φορᾶς ἰσοταχῶς διὰ παντὸς ἐλαυνομένης.
- 5.78.1
τὸ δὲ πάντων κυριώτατον, ἕκαστον τῶν ζῳδίων οὐ συνεχές ἐστι σῶμα, οὐδʼ ὥσπερ ἡρμολογημένον τῷ πρὸ ἑαυτοῦ καὶ τῷ μεθʼ αὑτὸ συνῆπται μηδεμιᾶς μεταξὺ πιπτούσης διαστάσεως, ἀλλʼ ἐκ διεσπαρμένων ἀστέρων συνέστηκε καὶ μεταξύτητάς τινας ἐχόντων καὶ διαλείμματα, τοῦτο μὲν κατὰ τὴν μεσότητα τοῦτο δὲ πρὸς τοῖς πέρασιν.
- 5.79.1
ὅθεν πάντως, ἀριθμητοῖς μορίοις τῶν ἐν τῷ κύκλῳ ζῳδίων περιγραφομένων, πλάνην ἀναγκαῖόν ἐστι γίγνεσθαι τοῖς ἀπὸ τῆς γῆς παρατηροῦσι, λανθάνοντος αὐτοὺς τοῦ προσ- πίπτοντος διαλείμματος, εἴτε τοῦ προηγουμένου ζῳδίου πέρας ἐστὶν εἴτε τοῦ ἐπανιόντος ἀρχή.
- 5.80.1
οἱ δὲ λόφοι ἐφʼ ὧν αἱ ἀστεροσκοπίαι γίνονται, οὐχ οἱ αὐτοὶ πάντοτε δια- μένουσιν, ἀλλὰ κατὰ μοῖραν ἑτεροιουμένου καὶ μεταβάλ- λοντος τοῦ κόσμου ἤτοι κατακλυσμοῖς ἐξ ὄμβρων ἢ σει- σμοῖς γῆς ἢ ἄλλοις τισὶ τοιούτοις καθήμασιν ἐνοχλοῦνται, ὥστε καὶ παρὰ τὴν τούτων ἐξαλλαγὴν μὴ τὰς αὐτὰς τῶν ἀστέρων γίνεσθαι παρατηρήσεις, ἀλλʼ ἑτέραν μὲν τοῖς ἀφʼ ὕψους συμβαίνειν παρατήρησιν, διαφέρουσαν δὲ τοῖς ἀπὸ χθαμαλοῦ βλέπρουσι, καὶ τὸ ἐκείνοις ὀφθὲν μὴ πάν- τως καὶ τοῖς ἄλλοις τεθεωρῆσθαι.
- 5.81.1
συμπαραλάβοι δʼ ἄν τις ἐνταῦθα καὶ τὴν τῶν αἰσθήσεων παραλλαγήν ἄλλοι γὰρ ἄλλων εἰσὶν ὀξυωπέστεροι, καὶ ὅν τρόπον τὸ μηδέπω βλεπόμενον ἡμῖν διὰ ποσὴν ἀπόστασιν, τοῦτο ὡς μέγι- στον κατειλήφασιν ἀετοί τε καὶ ἱέρακες διʼ ὑπερβολὴν ὀξυωπίας, οὕτω τὸ ἀνίσχον ἤδη καὶ ὡροσκοποῦν ζῴδιον ἐκ μακροῦ διαστήματος τῷ μὴ ὀξυωποῦντι Χαλδαίῳ πι- θανόν ἐστιν ὡς μηδέπω ἀνατεταλκὸς δοξάζεσθαι † καὶ κατὰ σύγκρισιν ἀμβλυωποῦντι †.
← Previous · Next → — showing 601–700 of 2,861
First Thousand Years of Greek. CTS URN tlg0544.tlg002.1st1K-grc1. Via the Perseus Digital Library / Open Greek and Latin TEI corpora. Licence: Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License. Source.