Ancient Textssearch the texts themselves, not just their titles

← All works

Adversus mathematicos

First Thousand Years of Greek · First Thousand Years of Greek · 2,861 sections

  1. 5.82.1

    προσθετέον δὲ τούτοις ὡς ἐναργέστατον τῆς Χαλδαϊκῆς ἔλεγχον καὶ τὴν περὶ τῷ ὁρίζοντι τοῦ ἀέρος διαφοράν· εἰκὸς γὰρ παχυμεροῦς αὐτοῦ καθεστῶτος κατὰ ἀνάκλασιν τῆς ἄψεως τὸ ὑπὸ γῆν ἔτι καθεστὼς ζῴδιον δοκεῖν ἤδη ὑπέρ γῆν τυγχάνειν, ὁποῖόν τι καὶ ἐπὶ τῆς ἐφʼ ὕδατος ἀντανακλωμένης ἡλια- κῆς ἀκτῖνος γίνεται· μὴ βλέποντες γὰρ τὸν ἥλιον αὐτὸν 〈ταύτην〉 πολλάκις ὡς ἥλιον δοξάζομεν.

  2. 5.83.1

    τὸ δὲ πάντων συνεκτικώτατον, εἰ μὲν πᾶσι τοῖς κατὰ τὴν οἰκουμένην τὰ οὐράνια παρατηροῦσιν ἕκαστον τοῦ ζῳδιακοῦ δωδεκα- τημόριον ἰσοχρόνως ἐφαίνετο καὶ κατὰ τὴν αὐτὴν εὐ- θεῖαν ἐθεωρεῖτο, τάχʼ ἴσως ἂν ἐδύναντο Χαλδαίων παῖ- δες παγίως λαβεῖν τὸ περὶ τὸν ὁρίζοντα ἀνίσχον ζῴδιον.

  3. 5.84.1

    νυνὶ δὲ ἐπεὶ οὐ παρὰ πᾶσιν ἰσοχρόνως ἀναφαίνεται ἀλλὰ τοῖς μὲν θᾶττον τοῖς δὲ βράδιον καὶ τισὶ μὲν πλάγιον τισὶ δὲ ὀρθόν, ἐπακολουθεῖ τὸ μὴ πᾶσι τὸ αὐτὸ δοκεῖν ὡροσκοπεῖν ζῴδιον, ἀλλὰ τὸ τούτοις ἤδη δοκοῦν ἀνατε- ταλκέναι, τοῦτʼ ἄλλοις ἀκμὴν ὑπόγειον ὑπάρχειν, καὶ τὸ ἑτέροις αινόμενον ἐν ἀποκλίματι τοῦ ὡροσκοποῦντος ζῳ- δίου, τοῦτο ἑτέροις θεωρεῖσθαι ὡροσκοποῦν.

  4. 5.85.1

    καὶ ὅτι ταῦθʼ οὕτως ἔχει, πρόδηλον ἐκ τοῦ καὶ τοὺς ἀπλανεῖς ἀστέρας, καθάπερ ἀρκτοῦρον καὶ κύνα, μὴ κατὰ τὸν αὐ- τὸν χρόνον τοῖς ἐν παντὶ κλίματι κατοικοῦσι φαίνεσθαι ἀλλ᾿ ἄλλοις κατ᾿ ἄλλον.

  5. 5.85.2

    Ὅτι μὲν οὖν οὐκ ἐνδέχεται κατ᾿ ἀκρίβειαν τὸ ὡροσκο- ποῦν ζῴδιον λαβεῖν, διὰ δὲ τοῦτο οὐδὲ τῶν ἄλλων τι κέντρων, ἀφʼ ὧν αἱ προαγορεύσεις γίνονται τοῖς Χαλ- δαίοις, αὐτάρκως παρεστήσαμεν.

  6. 5.86.1

    ἐκ περιουσίας δὲ λεκτέον ὅτι κἂν καταληπτὸς ᾖ ὁ ἀκριβὴς τῆς τούτων ἐπαναφορᾶς χρόνος, ἐκεῖνο μὲν συμφανὲς ὅτι οὐθεὶς τῶν παραγινομέ- νων πρὸς τοὺς Χαλδαίους ἰδιωτῶν τετηρηκὼς ἐφʼ ἑαυτοῦ τὸν ἀκριβῆ χρόνον παραγίνεται· πολλῆς γὰρ ἦν τεχνι- τείας τὸ πρᾶγμα, ὡς πρότερον (§ 27 sqq.) ἐδείκνυμεν, καὶ πλέον ἢ κατ᾿ ἰδιώτην ὁ λόγος ὑπέφαινεν.

  7. 5.87.1

    ἐπεὶ οὖν ὁ Χαλδαῖος οὐκ ἐτή |ρησε τὸν ἀκριβῆ τῆς γενέσεως χρόνον ἐπὶ τοῦδε τοῦ ἰδιώτου ἀλλὰ παρʼ αὐτοῦ τοῦτον ἀκούει, οὑτοσὶ δὲ ὁ ἰδιώτης τὰ μὲν διʼ ἀπειρίαν τὰ δὲ καὶ διὰ τὸ μὴ πάνυ τι ἐσπουδακέναι περὶ τὸ πρᾶγμα πάλιν οὐκ οἶδε τὸν ἀκριβῆ χρόνον, καταλείπεται ἄρα πρόρρησιν μὲν μηδʼ ἡντινοῦν βεβαίαν, πλάνην δὲ καὶ φενακισμὸν ἀπὸ Χαλδαϊκῆς τοῖς ἀνθρώποις περιγίνεσθαι.

  8. 5.88.1

    Εἰ δὲ ἀναστρέψαντες λέγοιεν μὴ τὸν ἀκριβῆ χρόνον λαμβάνεσθαι ἀλλὰ τὸν ὁλοσχερῆ καὶ ἐν πλάτει, ὑπʼ αὐ- τῶν σχεδὸν ἐλεγχθήσονται τῶν ἀποτελεσμάτων· οἱ γὰρ ἐν τῷ αὐτῷ καθʼ ὁλοσχέρειαν χρόνῳ γεννηθέντες οὐ τὸν αὐτὸν ἔζησαν βίον, ἀλλʼ οἱ μὲν λόγου χάριν ἐβασίλευσαν οἱ δὲ ἐν πέδαις κατεγήρασαν.

  9. 5.89.1

    οὐθεὶς γοῦν Ἀλεξάνδρῳ τῷ Μακεδόνι γέγονεν ἴσος, πολλῶν κατὰ τὴν οἰκουμένην συναποτεχθέντων αὐτῷ, cὐδὲ Πλάτωνι τῷ φιλοσόφῳ. ὥστε εἰ τὸν ἐν πλάτει τῆς γενέσεως χρόνον ὁ Χαλδαῖος ἐπισκέπτεται, οὐ δυνήσεται παγίως λέγειν ὅτι ὁ κατὰ τὸν αὐτὸν χρόνον γεννηθεὶς εὐτυχήσει, πολλοὶ γὰρ κατὰ τὸν αὐτὸν χρόνον τούτῳ γεννηθέντες ἐδυστύχησαν, καὶ ἀνάπαλιν ὅτι ὅδε τις ἀπορήσει· οὐκ ὀλίγοι γὰρ τῶν τὸ αὐτὸ διάθεμα ἐσχηκότων εὐπορώτατοι κατεγήρα- σαν.

  10. 5.90.1

    καὶ μὴν οὐδὲ μετρίως ἐλέγχειν φαίνεται τοὺς Χαλ- δαίους καὶ ὁ ἀναστρέφων πρὸς τὴν εἰρημένην ἐπιχεί- ρησιν λόγος. εἰ γὰρ οἱ τὸ αὐτὸ διάθεμα τῆς γενέσεως ἔχοντες τοῖς αὐτοῖς ἀποτελέσμασιν ἐν τῷ βίῳ περιπί- πτουσι, πάντως καὶ οἱ διαφόρους ἔχοντες γενέσεις διά- φοροι γίνονται.

  11. 5.91.1

    ὅπερ ἐστὶ ψεῦδος· ὁρῶμεν γὰρ πολλοὺς κατά τε ἡλικίας διαφέροντας καὶ κατὰ μορφὰς σωμιάτων καὶ κατὰ ἄλλας παμπληθεῖς παθῶν ἰδιότητας τῷ ὁμοίῳ τέλει περιπεπτωκότας καὶ ἤτοι ἐν πολέμῳ ἀπολομένους ἢ ἐν συμπτώσεσιν οἰκιῶν ἀπολη |φθέντας ἢ ναυαγίοις κατα- ποντισθέντας· οἷς, εἴπερ ἔζων, πῶς ἂν ὁ Χαλδαῖος προει- ρήκει τὴν ἐσομένην τοῦ βίου καταστροφήν, ἄξιον διαπο- ρεῖν.

  12. 5.92.1

    εἰ γὰρ ὁ μὲν ἐν τῇ ἀκίδι τοῦ τοξότου γεννηθεὶς κατὰ τὸν μαθηματικὸν σφαγήσεται λόγον, πῶς αἱ τοσαῦ- ται μυριάδες τῶν βαρβάρων ἀνταγωνιζόμεναι πρὸς τοὺς Ἕλληνας ἐν Μαραθῶνι ὑφʼ ἓν κατεσφάγησαν; οὐ γὰρ δή γε ἐπὶ πάντων ὁ αὐτὸς ἦν ὡροσκόπος. καὶ πάλιν 〈εἰ〉 ὁ ἐν τῇ κάλπιδι τοῦ ὑδροχόου γεννηθεὶς ναυαγήσει, πῶς οἱ ἀπὸ Τροίας ἀνακομιζόμενοι τῶν Ἐλλήνων περὶ τὰ κοῖλα τῆς Εὐβοίας συγκατεποντίσθησαν;

  13. 5.93.1

    ἀμήχανον γὰρ πάντας μακρῷ διαφέροντας ἀλλήλων ἐν τῇ κάλπιδι τοῦ ὑδροχόου γεγεννῆσθαι. καὶ μὴν οὐδέ ἔνεστι λέγειν ὅτι διʼ ἕνα πολλάκις, ᾧ εἵμαρται κατὰ πέλαγος φθαρῆναι, πάν- τες οἱ ἐν τῇ νηὶ συναπόλλυνται διὰ τί γὰρ ἡ τούτου εἱ- μαρμένη τὰς πάντων νικᾷ, ἀλλʼ οὐχὶ διὰ τὸν ἕνα ᾧ εἵμαρται ἐπὶ γῆς θανεῖν πάντες περισῴζονται;

  14. 5.94.1

    ἄλλος δέ τις ἀπορήσει καὶ περὶ τῶν ἀλόγων ζῴων. εἰ γὰρ παρὰ τούς συσχηματισμοὺς τῶν ἀστέρων τὰ κατὰ τὸν βίον ἀποτελέσματα πέφυκεν ἐκβαίνειν, ἐχρῆν ἐν τῷ αὐτῷ τούτῳ τοῦ ζῳδίου μορίῳ κάνθωνος ἅμα καὶ ἀνθρώπου γεννηθέντων τὴν αὐτὴν ἐν ἀμφοτέροις ἀκολουθεῖν τῶν βίων ἔκβασιν, καὶ μὴ τὸν μέν ἄνθρωπον πολλάκις ἐπι- φανῶς πολιτευσάμενον περισπούδαστον εἶναι τοῖς δήμοις, τὸν δέ κάνθωνα διὰ παντὸς ἀχθοφορεῖν ἢ εἰς μύλωνας ἀπάγεσθαι.

  15. 5.95.1

    τοίνυν οὐκ ἐστιν εὔλογον πρὸς τὰς τῶν ἀ- στέρων κινήσεις διοικεῖσθαι τὸν βίον ἢ εἴπερ ἐστὶν εὔ- λογον, ἡμῖν πάντως ἀκατάληπτον.

  16. 5.95.2

    Ἀπὸ δὲ τῆς αὐτῆς ὁρμώμενοι δυνάμεως δυσωπήσομεν αὐτοὺς καὶ ἐν οἷς συνοικειοῦν θέλουσι τοῖς τῶν ζῳδίων τύποις τάς τε μορφὰς καὶ τὰ ἤθη τῶν ἀνθρώπων, οἷον ὅταν λέγωσιν, ὁ ἐν λέοντι γεννηθεὶς ἀνδρεῖος ἔσται, ὁ δέ ἐν παρθένῳ τετανόθριξ χαροπὸς λευκόχρως ἄπαις αἰδήμιων.

  17. 5.96.1

    ταῦτα γὰρ καὶ τὰ τούτοις ὅμοια γέλωτος μᾶλ- λον ἢ σπουδῆς ἐστιν ἄξια. πρῶτον μέν γάρ, εἰ ὅτι ἄλκι- μον καὶ ἀρρενωπόν ἐστιν ὁ λέων, φασὶ τὸν ἐν αὐτῷ γεν- νώμενον ἀνδρεῖον τυγχάνειν, πῶς τὸν ταῦρον ἀναλογοῦντα τούτῳ θῆλυ νομίζουσι ζῷον;

  18. 5.97.1

    εἶτα μάταιον τὸ οἴεσθαι ζῴδιον κάλλιστον τὸν λέοντα τὸν ἐν οὐρανῷ ἀναλογίαν ἔχειν τῷ ἐπὶ γῆς· εἰκὸς γὰρ τοὺς παλαιούς τὰ τοιαῦτα τῶν ὀνομάτων τίθεσθαι κατὰ ψιλὴν τὴν τοῦ χαρακτῆρος ἐμφέρειαν, τάχα δέ οὐδὲ κατ᾿ αὐτὴν ἀλλʼ εὐσήμου χάριν διδασκαλίας.

  19. 5.98.1

    τί γὰρ ἔχουσιν ὅμοιον ἄρκτῳ οἱ ἑπτὰ ἀστέ- ρες, 〈τοσοῦτον〉 διεστῶτες ἀπʼ ἀλλήλων; ἢ δράκοντος κεφαλῇ οἱ πέντε, ἐφʼ ὧν φησιν ὁ Ἄρατος (phaen. 56) ἀλλο δύο κροτάφους, δύο δʼ ὄμματα, εἰς δʼ ὑπένερθεν ἐσχατιὴν ἐπέχει γένυος δεινοῖο πελώρου.

  20. 5.99.1

    οὐ μὴν ἀλλὰ καὶ ὡς ἀνώτερον (§ 88 sq.) ἐλέγομεν, τῶν ἐν τούτῳ τῷ ζῳδιῳ γεννωμένων οὔθʼ αἱ μορφαί εἰσιν αἱ αὐταὶ οὔτε τὰ ἤθη ἐστὶν ὅμοια, ἐκτὸς εἰ μὴ τὰς μοίρας εἰς ἃς ἕκαστον διαιρεῖται ζῴδιον καὶ τὰ λεπτὰ φήσουσι τῆς τοιαύτης διαφορᾶς ἑἶναι ποιητικά. ὃ πάλιν ἐστὶν ἀδύ- νατον ἐδείξαμεν γὰρ τὴν ἐν αὐτοῖς τοῖς χρόνοις τῆς ἀπο- τέξεως καὶ ὡροσκοπήσεως ἀκρίβειαν ἀσύστατον.

  21. 5.100.1

    δυοῖν τε θάτερον· ἢ γὰρ ὅτι λέων λέγεται τὸ ζώδιον, καὶ ὁ γεννηθεὶς ἀνδρεῖος. γίνεται, ἢ ὅτι τραπέντος τοῦ ἀέρος ὑπὸ τοῦ κατ’ οὐρανὸν λέοντος τοιαῦται συμβαίνουσι καὶ περὶ τὸν ἀποτικτόμενον ἄνθρωπον διαθέσεις. ἀλλὰ διὰ μέν τὸ λέοντα καλεῖσθαι τὸ ὡροσκοποῦν ζώδιον οὐ πι- θανὸν ἀνδρεῖον γίνεσθαι τούτῳ γὰρ τῷ λόγῳ ἐχρῆν καὶ τοὺς τῷ ἐπιγείῳ λέοντι συναποτεχθέντας ἢ συνανατρα- φέντας ἀνδρείους ὑπάρχειν παρόσον λέων λέγεται τὸ ᾧ συνανετράφησαν ζῷον.

  22. 5.101.1

    εἰ | δὲ διὰ τὴν τοῦ ἀέρος τροπήν, τί τοῦτο πρὸς τὴν τοῦ βίου διαφοράν; εἰς μὲν γὰρ τὸ ἰσχυρὸν τῷ σώματι γίυσθαι τὸ γεννώμενον καὶ θηριῶ- δες τοῖς ἤθεσιν τάχα συμβάλλεται ἡ ποιὰ τοῦ ἀέρος κρᾶσις, εἰς δὲ τὸ δανείοις καταχρέων γενέσθαι τὸ γεν- νώμενον ἢ βασιλεύειν ἢ δεσμευθῆναι ἢ σπανότεκνον ἢ σπανάδελφον ὑπάρχειν οὐδʼ ὁτιοῦν φαίνεται συνεργεῖν ὁ ἀήρ.

  23. 5.102.1

    καὶ πάλιν εἰ ὁ παρθένου ὡροσκοπούσης τετανόθριξ χαροπὸς λευκόχρως, δεήσει μηδένα τῶν Αἰθιόπων παρθένον ἔχειν ὡροσκοποῦσαν, ἐπεὶ δώσουσιν Αἰθίοπα 〈μηδαμῶς〉 λευκὸν εἶναι καὶ χαροπὸν καὶ τετανότριχα· ὃ πάντων ἐστὶν ἀτοπώτατον.

  24. 5.103.1

    καθόλου δέ, ἐπεὶ οὐδʼ ἐνδείκνυσθαι λέγου- σιν αὐτοῖς τοὺς ἀστέρας τὰς τῶν ἀνθρωπίων βίων δια- φοράς, ἀλλʼ αὐτοὶ ταύτας συμπαρατετηρηκέναι ταῖς τῶν ἀστέρων σχέσεσι, φημὶ ὅτι εἰ μελλήσει βέβαιος πρόρρησις γίνεσθαι, δεῖ τὴν αὐτὴν τῶν ἀστέρων σχέσιν μὴ ἅπαξ συμπαρατετηρηκέναι τῷ ἑνὸς τινὸς βίῳ ἀλλὰ καὶ δεύτε- ρον δευτέρου καὶ τρίτον τρίτου, ἵνα ἐκ τοῦ διομιαλίζειν ἐπὶ πάντων τὰς τῶν ἀποτελεσμάτων ἐκβάσεις μάθωμεν, ὅτι τῶν ἀστέρων τοιοῦτον ἀναδεξαμένων τὸν σχηματισ- μὸν τόδε πάντως ἔσται τὸ ἀποβησόμενον·

  25. 5.104.1

    καὶ ὃν τρόπον ἐν τῇ ἰατρικῇ ἐτηρήσαμεν ὅτι ἡ τῆς καρδίας περέψυξίς ἐστι θάνατος, οὐ τὴν Δίωνος μόνον τελευτὴν αὐτῇ συμ- παρατηρήσαντες ἀλλὰ καὶ Θέωνος καὶ Σωκράτους καὶ ἄλλων πολλῶν, οὕτω καὶ ἐν μαθηματικῇ εἰ πιστόν ἐστιν ὅτι ὅδε ὁ σχηματισμὸς τῶν ἀστέρων τοιούτου βίου μη- νυτικὸς καθέστηκεν, πάντως οὐχ ἅπαξ ἐφʼ ἑνὸς ἀλλὰ πολλάκις ἂν ἐπὶ πολλῶν παρετηρήθη.

  26. 5.105.1

    ἐπεὶ οὖν ὁ αὐτὸς τῶν ἀστέρων σχηματισμὸς διὰ μακρῶν, ὥς φασι, χρόνων θεω- ρεῖται, ἀποκαταστάσεως γινομένης τοῦ μεγάλου ἐνιαυτοῦ διʼ ἐννεακισχιλίων ἐννακοσίων καὶ ἑβδομήκοντα | καὶ ἑπτὰ ἐτῶν, οὐ φθάσει ἀνθρωπίνη τήρησις τοῖς τοσούτοις αἰῶσι συνδραμεῖν ἐπὶ μιᾶς γενέσεως, καὶ ταῦτα οὐχ ἅπαξ ἀλλὰ πολλάκις, ἤτοι τοῦ κόσμου φθορᾶς, εἰρήκασιν ὡς τινες, μεσολαβούσης αὐτήν, ἢ πάντως γε τῆς κατὰ μέρος μεταβολῆς ἐξαφανιζούσης τὸ συνεχές τῆς ἱστορι- κῆς παραδόσεως.

  27. 5.106.1

    Τοσαῦτα μέν οὖν ἐστι καὶ τὰ πραγματικῶς δυνάμενα λέγεσθαι πρὸς τούς Χαλδαίους. μεθʼ ἃ πάλιν ἀπʼ ἄλλης ἀρχῆς σύντομον οὖσαν καὶ τὴν πρὸς τοὺς μουσικοὺς ἀν- τίρρησιν ἀποδώσομεν.

  28. 6.1.1

    Ἡ μουσικὴ λέγεται τριχῶς, καθʼ ἕνα μέν τρόπον ἐπι- στήμη τις περὶ μελῳδίας καὶ φθόγγους καὶ ῥυθμοποιίας καὶ τὰ παραπλήσια καταγιγνομένη πράγματα, καθὸ καὶ Ἀλριστόξενον τὸν Σπινθάρου λέγομεν εἶναι μουσικόν, καθʼ ἕτερον δὲ ἡ περὶ ὀργανικὴν ἐμπειρία, ὡς ὅταν τοὺς μέν αὐλοῖς καὶ ψαλτηρίοις χρωμένους μουσικοὺς ὀνομάζωμεν, τὰς δέ ψαλτρίας μουσικάς. ἀλλὰ κυρίως κατ᾿ αὐτὰ τὰ σημαινόμενα καὶ παρὰ πολλοῖς λέγεται μουσική·

  29. 6.2.1

    κατα- χρηστικώτερον δὲ ἐνίοτε προσαγορεύειν εἰώθαμεν τῷ αὐτῷ ὀνόματι καὶ τὴν ἔν τινι πράγματι κατόρθωσιν. οὕτω γοῦν μεμουσωμένον τι ἔργον φαμέν, κἂν ζωγραφίας μέρος ὑπάρχῃ, καὶ μεμουσῶσθαι τὸν ἐν τούτῳ κατορθώσαντα ζωγράφον.

  30. 6.3.1

    ἀλλὰ δὴ κατὰ τοσούτους τρόπους νοουμένης τῆς μουσικῆς, πρόκειται νῦν ποιεῖσθαι τὴν ἀντίρρησιν οὐ μὰ Δία πρὸς ἄλλην τινὰ ἢ πρὸς τὴν κατὰ τὸ πρῶτον νοουμένην σημαινόμενον αὕτη γὰρ καὶ ἐντελεστάτη παρὰ τὰς ἄλλας μουσικὰς δοκεῖ καθεστηκέναι.

  31. 6.4.1

    τῆς δὲ ἀντιρ- ῥήσεως, καθάπερ καὶ ἐπὶ γραμματικῆς, διττόν ἐστι | τὸ εἶδος. οἱ μέν οὖν δογματικώτερον ἐπεχείρησαν διδάσκειν ὅτι οὐκ ἀναγκαῖόν ἐστι μάθημα πρὸς εὐδαιμονίαν μου- σική, ἀλλὰ βλαπτικὸν μᾶλλον, καὶ τοῦτο δείκνυσθαι ἔκ τε τοῦ διαβάλλεσθαι τὰ πρὸς τῶν μουσικῶν λεγόμενα καὶ ἐκ τοῦ τοὺς προηγουμένους λόγους ἀνασκευῆς ἀξιοῦ- σθαι·

  32. 6.5.1

    οἱ δὲ ἀπορητικώτερον πάσης ἀποστάντες τῆς τοι- αύτης ἀντιρρήσεως ἐν τῷ σαλεύειν τὰς ἀρχικὰς ὑποθέ- σεις τῶν μουσικῶν ᾠήθησαν καὶ τὴν ὅλην ἀνῃρῆσθαι μουσικήν.

  33. 6.6.1

    ὅθεν καὶ ἡμεῖς ὑπέρ τοῦ μὴ δοκεῖν τι τῆς δι- δασκαλίας χρεωκοπτεῖν, τὸν ἑκατέρου δόγματος ἀπορήμα- τος χαρακτῆρα κεφαλαιωδέστερον ἐφοδεύσομεν (§§ 19 — 37 et 38— 67), μήτε ἐν τοῖς παρέλκουσιν ὑπερεκπίπτον- τες εἰς μακρὰς διεξόδους μήτε ἐν τοῖς ἀναγκαμιοτέροις ὑστεροῦντες πρὸς τὴν τῶν ἐπειγόντων ἔκθεσιν, ἀλλὰ μέ- σην καὶ μεμετρημένην κατὰ τὸ δυνατὸν ποιούμενοι τὴν διδασκαλίαν.

  34. 6.7.1

    Τάξει δὲ ἀρχέτω πρῶτον τὰ ὑπέρ μουσικῆς παρὰ τοῖς πολλοῖς εἰωθότα θρυλεῖσθαι. εἴπερ τοίνυν, φασί, φιλοσο- φίαν ἀποδεχόμεθα σωφρονίζουσαν τὸν ἀνθρώπινον βίον καὶ τὰ ψυχικὰ πάθη καταστέλλουσαν, πολλῷ μᾶλλον ἀπο- δεχόμεθα τὴν μουσικήν, ὅτι οὐ βιαστικώτερον ἐπιτάτ- τουσα ἡμῖν ἀλλὰ μετὰ θελγούσης τινὸς πειθοῦς τῶν αὐ- τῶν ἀποτελεσμάτων περιγίνεται ὧνπερ καὶ ἡ φιλοσοφία.

  35. 6.8.1

    ὁ γοῦν Πυθαγόρας μειράκια ὑπὸ μέθης ἐκβεβακχευμένα ποτέ θεασάμενος ὡς μηδὲν τῶν μεμηνότων διαφέρειν, παρ- ῄνεσε τῷ συνεπικωμάζοντι τούτοις αὐλητῇ τὸ σπονδεῖον αὐτοῖς ἐπαυλῆσαι μέλος τοῦ δέ τὸ προσταχθὲν ποιή- σαντος οὕτως αἰφνίδιον μεταβαλεῖν σωυφρονισθέντας ὡς εἰ καὶ τὴν ἀρχὴν ἔνηφον.

  36. 6.9.1

    οἵ τε τῆς Ἑλλάδος ἡγούμενοι καὶ ἐπʼ ἀνδρείᾳ διαβόητοι Σπαρτιᾶται μουσικῆς ἀεί ποτε στρατηγούσης αὐτῶν ἐπολέμουν. καὶ οἱ ταῖς Σόλωνος χράμενοι παραινέσεσι πρὸς αὐλὸν καὶ λύραν παρε τάσ- σοντο, ἔνρυθμον ποιούμενοι τὴν ἐνόπλιον κίνησιν.

  37. 6.10.1

    καὶ μὴν ὥσπερ σωφρονίζει μέν τούς ἄφρονας ἡ μουσική, εἰς ἀνδρείαν δέ προτρέπει τοὺς δειλοτέρους, οὕτω καὶ παρη- γορεῖ τούς ὑπʼ ὀργῆς ἐκκαιομένους. ὁρῶμεν γοῦν ὡς καὶ ὁ παρὰ τῷ ποιητῇ μηνίων Ἀχιλλεὺς καταλαμβάνεται ὑπὸ τῶν ἐξαποσταλέντων πρεσβευτῶν (l 186) φρένα τερπόμενος φόρμιγγι λιγείῃ καλῇ δαιδαλέῃ ἐπὶ δʼ ἀργύρεον ζυγὸν ἦεν. τὴν ἕλετʼ ἐξ ἐνάρων, πόλιν Ἠετίωνος ὀλέσσας. τῇ ὅ γε θυμὸν ἔτερπεν, ὡς ἂν σαφῶς γινώσκων τὴν· μουσικὴν πραγματείαν μάλι- στα δυναμένην περιγίνεσθαι τῆς περὶ αὐτὸν διαθέσεως. καὶ μὴν διʼ ἔθους ἦν καὶ τοῖς ἄλλοις ἥρωσιν,

  38. 6.11.1

    εἴ ποτε ἀποδημοῖεν καὶ μακρὸν πλοῦν στέλλοιντο, ὡς πιστοτάτους φύλακας καὶ σωφρονιστῆρας τῶν γυναικῶν αὑτῶν ἀπο- λείπειν τοὺς μουσικούς. Κλυταιμνήστρᾳ γέ τοι παρῆν ἀοιδός, ᾧ πολλὰ ἐπέτελλεν Ἀγαμέμνων περὶ τῆς κατὰ ταύτην σωφροσύνης.

  39. 6.12.1

    ἀλλʼ ὁ Αἴγισθος πανοῦργος ὢν αὐ- τίκα τὸν ἀοιδὸν τοῦτον (γ 270) ἄγων εἰς νῆσον ἐρήμην κάλλιπεν οἰωνοῖσιν ἕλωρ καὶ κῦρμα γενέσθαι εἶθ᾿ οὕτως ἀφύλακτον λαβὼν τὴν Κλυταιμνήστραν διέ- φθειρεν, προτρεψάμενος αὐτὴν ἐπιθέσθαι τῇ ἀρχῇ τοῦ Ἀγαμέμνονος.

  40. 6.13.1

    οἵ τε μέγα δυνηθέντες ἐν φιλοσοφίᾳ, κα- θάπερ καὶ Πλάτων, τὸν σοφὸν ὅμοιόν φασιν εἶναι τῷ μουσικῷ, τὴν ψυχὴν ἡρμοσμένην ἔχοντα. καθὸ καὶ Σω- κράτης καίπερ βαθυγήρως ἤδη γεγονὼς οὐκ ᾐδεῖτο πρὸς Λάμπωνα τὸν κιθαριστὴν φοιτῶν, καὶ πρὸς τὸν ἐπὶ τού- τῳ ὀνειδίσαντα λέγειν ὅτι κρεῖττόν ἐστιν ἀψιμαθῆ μᾶλλον | ἢ ἀμαθῆ διαβάλλεσθαι.

  41. 6.14.1

    οὐ χρὴ μέντοι, φασίν, ἀπὸ τῆς νῦν ἐπιτρίπτου καὶ κατεαγυίας μουσικῆς τὴν πα- λαιὰν διασύρειν, ὅτε καὶ Ἀθηναῖοι πολλὴν πρόνοιαν σω- ψροσύνης ποιούμενοι καὶ τὴν σεμνότητα τῆς γε μουσικῆς κατειληφότες ὡς ἀναγκαιότατον αὐτὴν μάθημα τοῖς ἐκ- γόνοις παρεδίδοσαν.

  42. 6.15.1

    καὶ τούτου μάρτυς ὁ τῆς ἀρχαίας κωμῳδίας ποιητής, λέγων (Teleclid. f. 1 Kock et Ari- stoph. nub. 963) λέξω τοίνυν βίον ἐξ ἀρχῆς ὃν ἐγὼ θνητοῖσι παρεῖχον. πρότερον γὰρ ἔδει παιδὸς φωνὴν γρύσαντος μηδένʼ ἀκοῦσαι, εἶτα βαδίζειν ἐν ταῖσιν ὁδοῖς εὐτάκτως ἐς κιθαριστοῦ. ὅθεν εἰ καὶ κεκλασμένοις τισὶ μέλεσι νῦν καὶ γυναικώδεσι ῥυθμοῖς θηλύνει τὸν νοῦν ἡ μουσική, οὐδὲν τοῦτο πρὸς τὴν ἀρχαίαν καὶ ἔπανδρον μουσικήν.

  43. 6.16.1

    εἴπερ τε ἡ ποιητικὴ βιωφελής ἐστι, ταύτην δέ φαίνεται κοσμεῖν ἡ μουσικὴ μερίζουσα καὶ ἐπῳδὸν παρέχουσα, χρειώδης γε- νήσεται ἡ μουσική. ἀμέλει γέ τοι καὶ οἱ ποιηταὶ μελο- ποιοὶ λέγονται, καὶ τὰ Ὁμήρου ἔπη τὸ πάλαι πρὸς λύραν ᾔδετο.

  44. 6.17.1

    ὡσαύτως δέ καὶ τὰ παρὰ τοῖς τραγικοῖς μέλη καὶ στάσιμα, φυσικόν τινα ἐπέχοντα λόγον, ὁποῖά ἐστι τὰ οὕτω λεγόμενα· (Eurip. fr. 839 Nauck) γαῖα μεγίστη καὶ Διὸς αἰθήρ, ὁ μὲν ἀνθρώπων καὶ θεῶν γενέτωρ, ἡ δʼ ὑγροβόλους σταγόνας νοτίας παραδεξαμένη τίκτει θνατούς, τίκτει δὲ βορὰν φῦλά τε θηρῶν, ὅθεν οὐκ ἀδίκως μήτηρ πάντων νενόμισται.

  45. 6.18.1

    καθόλου γὰρ οὐ μόνον χαιρόντων ἐστὶν ἄκουσμα, ἀλλʼ ἐν ὕμνοις καὶ εὐχαῖς καὶ θεῶν θυσίαις ἡ μουσική διὰ δὲ τοῦτο καὶ ἐπὶ τὸν τῶν ἀγαθῶν ζῆλον τὴν διάνοιαν | προ- τρέπεται. ἀλλὰ καὶ λυπουμένων παρηγόρημα· ὅθεν καὶ τοῖς πενθοῦσιν αὐλοῖς μελῳδοῦσιν οἱ τὴν λύπην αὐτῶν ἐπικουφίζοντες.

  46. 6.19.1

    Τοιαῦτα μέν ὑπέρ μουσικῆς λέγεται δὲ πρὸς ταῦτα τὸ μέν πρῶτον ὅτι οὐκ ἔστιν ἐκ προχείρου διδόμενον τὸ φύσει τῶν μελῶν τὰ μὲν εἶναι διεγερτικὰ τῆς ψυχῆς τὰ δὲ κατασταλτικά. παρὰ γὰρ τὴν ἡμετέραν δόξαν τὸ τοι- οῦτο γίνεται. ὥσπερ γὰρ ὁ τῆς βροντῆς κτύπος, καθὰ φασιν Ἐπικουρείων παῖδες, οὐ θεοῦ τινος ἐπιφάνειαν ση- μαίνει ἀλλὰ τοῖς ἰδιώταις καὶ δεισιδαίμοσι τοιοῦτος εἶναι δοξάζεται,

  47. 6.20.1

    ἐπεὶ καὶ ἄλλων σωμάτων ἐπʼ ἴσης ἀλλήλοις προσκρουσάντων ὅμοιος ἀποτελεῖται κτύπος, ὥσπερ καὶ μύλου περιαγομένου ἢ χειρῶν συμπαταγουσῶν, τὸν αὐτὸν τρόπον καὶ τῶν κατὰ μουσικὴν μελῶν οὐ φύσει τὰ μέν τοῖά ἐστι τὰ δέ τοῖα, ἀλλʼ ὑφʼ ἡμῶν προσδοξάζεται. τὸ αὐτὸ γοῦν μέλος τῶν μὲν ἵππων διεγερτικόν ἐστι, τῶν δὲ ἀνθρώπων ἐν θεάτροις ἀκουόντων οὐδαμῶς. καὶ τῶν ἵππων δέ τάχα οὐ διεγερτικόν ἐστιν ἀλλὰ ταρακτικόν. εἶτα κἂν τοιαῦτα ᾖ τὰ τῆς μουσικῆς μέλη,

  48. 6.21.1

    οὐ διὰ τοῦτο καὶ ἡ μουσικὴ βιωφελὴς καθέστηκεν. οὐ γὰρ ὅτι δύναμιν ἔχει σωφρονιστικήν, καταστέλλει τὴν διάνοιαν, ἀλλὰ ᾗ περισπαστικήν παρὸ καὶ ἡσυχασθέντων πως τῶν τοιού- των μελῶν πάλιν ὁ νοῦς, ὡς ἂν μὴ θεραπευθεὶς ὑπʼ αὐ- τῶν, ἐπὶ τὴν ἀρχῆθεν ἀνακάμπτει διάνοιαν.

  49. 6.22.1

    ὅνπερ οὖν τρόπον ὁ ὕπνος ἢ ὁ οἶνος οὐ λύει τὴν λύπην ἀλλʼ ὑπερ- τίθεται, κάρον ἐμποιῶν καὶ ἔκλυσιν καὶ λήθην, οὕτω τὸ ποιὸν μέλος οὐ καταστέλλει λυπουμέ ην ψυχὴν ἢ περὶ ὀργὴν σεσοβημένην τὴν διάνοιαν, ἀλλʼ εἴπερ, περισπᾷ.

  50. 6.23.1

    ὅ τε Πυθαγόρας τὸ μὲν πρῶτον μάταιος ἦν, τοὺς μεθύον- τας ἀκαίρως σωφρονίζειν βουλόμενος ἀλλὰ μὴ ἐκκλίνων· εἶτα καὶ τούτῳ τῷ τρόπῳ ἐπανορθούμενος αὐτοὺς ὁμο- λογεῖ πλεῖόν τι δύνασθαι τῶν φιλοσόφων πρὸς ἐπανόρθω- |σιν ἠθῶν τούς αὐλητάς.

  51. 6.24.1

    τό τε τούς Σπαρτιάτας πρὸς αὐλὸν καὶ λύραν πολεμεῖν τοῦ μικρῷ πρότερον εἰρημένου τεκμήριόν ἐστιν, ἀλλ οὐχὶ τοῦ βιωφελῆ τυγχάνειν τὴν μουσικήν. καθάπερ δ᾿ οἱ ἀχθοφοροῦντες ἢ ἐρέσσοντες ἢ ἄλλο τι τῶν ἐπιπόνων δρῶντες ἔργων κελεύουσιν εἰς τὸ ἀνθέλκειν τὸν νοῦν ἀπὸ τῆς κατὰ τὸ ἔργον βασάνου, οὕτω καὶ 〈οἱ〉 αὐλοῖς σάλπιγξιν ἐν πολέμοις χρώμενοι οὐ διὰ τὸ ἔχειν τι τῆς διανοίας ἐπεγερτικὸν τὸ μέλος καὶ ἀνδρι- κοῦ λήματος αἴτιον ὑπάρχειν τοῦτο ἐμηχανήσαντο, ἀλλʼ ἀπὸ τῆς ἀγωνίας καὶ ταραχῆς ἀνθέλκειν ἑαυτούς σπου- δάσαντες, εἴγε καὶ στρόμβοις τινές τῶν βαρβάρων βουκι- νίζοντες καὶ τυμπάνοις κτυποῦντες πολεμοῦσιν ἀλλʼ οὐδὲν τούτων ἐπʼ ἀνδρείαν προτρέπεται.

  52. 6.25.1

    τὰ δέ αὐτὰ λεκτέον καὶ ἐπὶ τοῦ μηνίοντος Ἀχιλλέως· καίτοι ἐρωτικοῦ ὄντος καὶ ἀκρατοῦς οὐ παράδοξον τὴν μουσικὴν σπουδάζεσθαι.

  53. 6.26.1

    νὴ Δίʼ, ἀλλὰ καὶ οἱ ἥρωες τὰς ἑαυτῶν γυναῖκας ᾠδοῖς τισὶν ὡς σώφροσι φύλαξι παρακατετίθεντο, καθάπερ ὁ Ἀγα- μέμνων τὴν Κλυταιμνήστραν. ταῦτα δὲ ἤδη μυθολογούν- των ἐστὶν ἀνδρῶν, εἶτα καὶ παρὰ πόδας αὑτοὺς διε- λεγχόντων· πῶς γάρ, εἴπερ μουσικὴ περὶ τῆς τῶν παθῶν ἐπανορθώσεως ἐπιστεύετο, τὸν μὲν Ἀγαμέμνονα ἡ Κλυ- ταιμνήστρα ἐπὶ τῆς ἰδίας ἑστίας κατέκτανεν ὥσπερ βοῦν ἐπὶ φάτνῃ (Hom. λ 41 1), εἰς δέ τούς Ὀδυσσέως οἴκους ἡ Πηνελόπη ὄχλον ἄσωτον ἐπιδέχεται μειρακίων, ἀεὶ δέ τὰς ἐπιθυμίας αὐτῶν ἐλπιδοκοποῦσα καὶ παρούξουσα μοχθηρότερον καὶ χαλεπώτερον τῆς ἐπὶ Ἴλιον στρατείας τὸν ἐν Ἰθάκῃ πόλεμον ἤγειρε τῷ γήμαντι;

  54. 6.27.1

    καὶ μὴν 〈οὐκ〉 εἰ [οὔτε] οἱ περὶ τὸν Πλάτωνα μουσικὴν ἀπεδέξαντο, ῥη- τέον [οὐ] πρὸς εὐδαιμονίαν αὐτὴν συντείνειν, ἐπεὶ καὶ ἄλ- λοι μὴ λειπόμενοι τῆς τούτων ἀξιοπιστίας, καθάπερ οἱ περὶ τὸν Ἐπίκουρον, ἠρνήσαντο ταύ |την τὴν ἀντιποίησιν, λέγοντες τοὐναντίον αὐτὴν ἀσύμφορον εἶναι καὶ (Eurip. fr. 184 Nauck) ἀργήν, φίλοινον, χρημάτων ἀτημελῆ.

  55. 6.28.1

    εὐήθεις δέ εἰσι καὶ οἱ τὴν ἀπὸ ποιητικῆς χρείαν συμπλέ- κοντες αὐτῇ πρὸς εὐχρηστίαν, ἐπείπερ δύναται μέν τις, ὡς καὶ ἐν τῷ πρὸς τοὺς γραμματικοὺς (M I 277 sq. 298) ἐλέγομεν, ἀνωφελῆ διδάσκειν τὴν ποιητικήν, οὐδὲν δὲ ἔλαττον κἀκεῖνο δεικνύναι ὅτι ἡ μὲν μουσικὴ περὶ μέλος καταγινομένη μόνον τέρπειν πέφυκεν, ἡ δέ ποιητικὴ καὶ περὶ διάνοιαν καταγίνομένη δύναται συνωφελεῖν τε καὶ σωφρονίζειν.

  56. 6.29.1

    Ἀλλʼ ὁ μὲν πρὸς τὰ ἐγκεχειρημένα λόγος ἐστὶ τοιοῦτος· προηγουμένως δέ λέγεται [καὶ] κατὰ μουσικῆς ὡς εἴπερ ἐστὶ χρειώδης, ἤτοι κατὰ τοῦτο λέγεται χρειοῦν παρόσον 〈ὁ〉 μουσικευσάμενος πλεῖον παρὰ τοὺς ἰδιώτας τέρπεται πρὸς μουσικῶν ἀκροαμάτων, ἢ παρόσον οὐκ ἔστιν ἀγα- θούς γενέσθαι μὴ προπαιδευθέντας ὑπʼ αὐτῶν,

  57. 6.30.1

    ἢ τῷ τὰ αὐτὰ στοιχεῖα τυγχάνειν τῆς μουσικῆς καὶ 〈τῆς〉 τῶν κατὰ φιλοσοφίαν πραγμάτων εἰδήσεως, ὁποῖόν τι καὶ περὶ γραμ- ματικῆς ἀνώτερον (M I 300?) ἐλέγομεν· ἢ τῷ κατὰ ἁρμο- νίαν διοικεῖσθαι τὸν κόσμον, καθὼς φάσκουσι Πυθαγο- ρικῶν παῖδες, δέεσθαί τε ἡμᾶς τῶν μουσικῶν θεωρημά- των πρὸς τὴν τῶν ὅλων εἴδησιν, ἢ τῷ τὰ ποιὰ μέλη ἠθοποιεῖν τὴν ψυχήν.

  58. 6.31.1

    οὔτε δὲ τῷ τοὺς μουσικοὺς πλέον τέρπεσθαι παρὰ τοὺς ἰδιώτας ἀπὸ τῶν ἀκροαμάτων λέ- γοιτ᾿ ἂν χρειοῦν ἡ μουσική. πρῶτον μέν γὰρ οὐκ ἀναγ- καία ἰδιώταις ἡ τέρψις καθάπερ αἱ ἐπὶ λιμῷ ἢ δέψει ἢ κρύει γινόμεναι ὑπὸ πόματος ἢ ἀλέας·

  59. 6.32.1

    εἶτα κἂν τῶν ἀναγκαίων ὑπάρχωσι, δυνάμεθα χωρὶς μουσικῆς ἐμπει- ρίας αὐτῶν ἀπολαύειν. νήπια γοῦν ἐμμελοῦς μινυρίσματος κατακούοντα κοιμίζεται, καὶ τὰ ἄλογα τῶν ζῴων ὑπὸ αὐλοῦ καὶ σύριγγος κη |λεῖται, οἵ τε δελφῖνες, ὡς λόγος, αὐλῶν μελῳδίαις τερπόμενοι προσνήχονται τοῖς ἐρεσσο- μένοις σκάφεσιν ὧν οὐδὲ ὁπότερον ἔοικε μουσικῆς ἔχειν ἐμπειρίαν ἢ ἔννοιαν.

  60. 6.33.1

    καὶ διὰ τοῦτο μή ποτε, ὃν τρόπον χωρὶς ἀψαρτυτικῆς καὶ οἰνογευστικῆς ἡδόμεθα ὄψου ἢ οἴνου γευσάμενοι, ὧδε καὶ χωρὶς μουσικῆς ἡσθείημεν ἂν τερπνοῦ μέλους ἀκούσαντες, τοῦ μὲν ὅτι τεχνικῶς γίνεται 〈τοῦ τεχνίτου〉 μᾶλλον παρὰ τὸν ἰδιώτην ἀντιλαμβανομέ- νου, τοῦ δέ ἡστικοῦ πάθους μηδὲν πλείω κερδαίνοντος.

  61. 6.34.1

    ὥστε οὐχ αἱρετὸν μουσικὴ παρόσον τοὺς εἰδήμονας αὐτῆς ἐπὶ πλεῖον τέρπεσθαι συμβέβηκεν. καὶ μὴν οὐδὲ τῷ προ- οδοποιεῖν τὴν ψυχὴν εἰς σοφίαν· ἀνάπαλιν γὰρ ἀντικόπτει καὶ ἀντιβαίνει πρὸς τὸ τῆς ἀρετῆς ἐφίεσθαι, εὐαγώγους εἰς ἀκολασίαν καὶ λαγνείαν παρασκευάζουσα τοὺς νέους,

  62. 6.35.1

    ἐπείπερ ὁ μουσικευσάμενος (Eurip. fr. 187 Nauck) μολπαῖσιν ἡσθεὶς τοῦτ᾿ ἀεὶ θηρεύεται· ἀργὸς μὲν οἴκοις καὶ πόλει γενήσεται, φίλοισι τ᾿ οὐθείς, ἀλλʼ ἄφαντος οἴχεται, ὅταν γλυκείας ἡδονῆς ἥσσων τις ᾖ.

  63. 6.36.1

    κατὰ ταὐτὰ δὲ οὐδὲ 〈ἐκ τοῦ〉 ἀπὸ τῶν αὐτῶν στοιχείων ὁρμᾶσθαι ταύτην τε καὶ φιλοσοφίαν εἰσακτέον τὸ κατʼ αὐτὴν χρειῶδες, ὡς αὐτόθεν ἐστὶ συμφανές. λείπεται ἄρα τῷ καθʼ ἁρμονίαν τὸν κόσμον διοικεῖσθαι ἢ τῷ ἠθο- ποιοῖς μέλεσι κεχρῆσθαι χρειώδη πρὸς εὐδαιμονίαν λέ- γειν αὐτὴν τυγχάνειν. ὧν τὸ μέν τελευταῖον ἤδη (§ 28) διαβέβληται ὡς οὐχ ὑπάρχον ἀληθές,

  64. 6.37.1

    τὸ δὲ κατὰ ἁρμο- νίαν διοικεῖσθαι τὸν κόσμον ποικίλως δείκνυται ψεῦδος, εἶτα καὶ ἂν ἀληθὲς ὑπάρχῃ, οὐδὲν τοιοῦτο δύναται πρὸς μακαριότητα, καθάπερ οὐδὲ ἡ ἐν τοῖς ὀργάνοις ἁρμονία.

  65. 6.37.2

    Ἀλλὰ τὸ μέν πρῶτον εἶδος τῆς πρὸς τοὺς μουσικοὺς ἀντιρρήσεως τοιουτότροπόν ἐστιν,

  66. 6.38.1

    τὸ δὲ δεύτερον καὶ τῶν |τῆς μουσικῆς ἀρχῶν καθαπτόμενον πραγματικωτέρας μᾶλλον ἔχεται ζητήσεως. οἷον ἐπεὶ ἡ μουσικὴ ἐπιστήμη τίς ἐστιν ἐμμελῶν τε καὶ ἐκμελῶν ἐνρύθμων τε καὶ ἐκ- ρύθμων, πάντως ἐὰν δείξωμεν ὅτι οὔτε τὰ μέλη ὑποστατά ἐστιν οὔτε οἱ ῥυθμοὶ τῶν ὑπαρκτῶν πραγμάτων τυγχά- νουσιν, ἐσόμεθα παρεστακότες καὶ τὴν μουσικὴν ἀνυπό- στατον. λέγωμεν δέ πρῶτον περὶ μελῶν καὶ τῆς τούτων ὑποστάσεως, μικρὸν ἄνωθεν κσταρξάμενοι.

  67. 6.39.1

    Φωνὴ τοίνυν ἐστίν, ὡς ἄν τις ἀναμφισβητήτως ἀπο- δοίη, τὸ ἴδιον αἰσθητὸν ἀκοῆς καθάπερ γὰρ μόνης ὁρά- σεως ἔργον ἐστὶ τὸ χρωμάτων ἀντιλαμβάνεσθαι καὶ μό- νης ὀσφρήσεως τὸ εὐωδῶν καὶ δυσωδῶν ἀντιποιεῖσθαι καὶ ἤδη γεύσεως τὸ γλυκέων ἢ πικρῶν αἰσθάνεσθαι, οὕτω γένοιτʼ ἂν ἴδιον αἰσθητὸν ἀκοῆς ἡ φωνή.

  68. 6.40.1

    τῆς δὲ φωνῆς ἡ μέν τίς ἐστιν ὀξεῖα ἡ δὲ βαρεῖα, μεταφορικώ- τερον ἀπὸ τῶν περὶ τὴν ἁφὴν αἰσθητῶν ἑκατέρου τούτων λαμβάνοντος τὴν προσηγορίαν καθάπερ γὰρ τὸ κεντοῦν καὶ τέμνον τὴν ἁφὴν ὀξὺ προσηγόρευσεν ὁ βίος καὶ τὸ θλάσιν ἐμποιοῦν καὶ πιέζον βαρύ, τὸν αὐτὸν τρόπον καὶ τῆς φωνῆς τὴν μέν οἱονεὶ τέμνουσαν τὴν ἀκοὴν ὀξεῖαν, τὴν δὲ ὥσπερ θλῶσαν βαρεῖαν.

  69. 6.41.1

    καὶ οὐ ξένον 〈εἰ〉 ὥσπερ φαιάν τινα καὶ μέλαιναν καὶ λευκὴν φωνὴν ἀπὸ τῶν πρὸς τὴν ὅρασιν αἰσθητῶν κεκλήκαμεν, ὧδε καὶ ἀπὸ τῶν πρὸς τὴν ἁφὴν ἐχρησάμεθά τισι μεταφοραῖς. ὅταν μὲν οὖν ἐπʼ ἴσης ἐκφέρηται ἡ φωνὴ καὶ ὑπὸ μίαν τάσιν, ὡς μηδένα περισπασμὸν γίνεσθαι τῆς αἰσθήσεως ἤτοι ἐπὶ τὸ βαρύ- τερον ἢ τὸ ὀξύτερον, τότε ὁ τοιοῦτος ἦχος φθόγγος κα- λεῖται, παρὸ καὶ οἱ μουσικοὶ ὑπογράφοντές φασι

  70. 6.42.1

    ‘φθόγγος ἐστὶν ἐμμελοῦς φωνῆς πτῶσις ὑπὸ μίαν τάσιν.’ τῶν δέ φθόγγων οἱ μέν εἰσιν ὁμόφωνοι οἱ δέ οὐχ ὁμό- φωνοι, καὶ ὁμόφωνοι μέν οἱ μὴ διαφέροντες ἀλλήλων κατ᾿ ὀξύτητα καὶ βαρύτητα, οὐχ ὁμόφωνοι δέ οἱ μὴ οὕτως ἔχοντες.

  71. 6.43.1

    |τῶν δέ ὁμοφώνων, ὡς καὶ τῶν οὐχ ὁμοφώνων, τινές μέν ὀξεῖς τινές δέ βαρεῖς καλοῦνται, καὶ πάλιν τῶν οὐχ ὁμοφώνων οἱ μὲν διάφωνοι προσαγορεύονται οἱ δὲ σύμφωνοι, καὶ διάφωνοι μέν οἱ ἀνωμάλως καὶ διεσπασμέ- νως τὴν ἀκοὴν κινοῦντες, σύμφωνοι δέ οἱ ὁμαλώτερον καὶ ἀμερίστως.

  72. 6.44.1

    σαφέστερον δέ μᾶλλον ἔσται τὸ ἑκατέρου γέ- νους ἰδίωμα τῇ ἀπὸ τῶν πρὸς γεῦσιν ποιοτήτων μετα- βάσει χρησαμένων ἡμῶν. ὥσπερ τοίνυν τῶν γευστῶν τὰ μὲν τοιαύτην ἔχει κρᾶσιν ὥστε μονοειδῶς καὶ λείως κι- νεῖν τὴν αἴσθησιν, ὁποῖον τὸ οἰνόμελι καὶ ὑδρόμελι, τὰ δέ οὐχ ὡσαύτως οὐδὲ ὁμοίως, καθάπερ τὸ ὀξύμελι (ἑκά- τερον γὰρ τούτων τῶν μιγμάτων τὴν ἴδιον ἐντυποῖ ποιό- τητα τῇ γεύσει), οὕτω τῶν φθόγγων διάφωνοι μέν εἰσιν οἱ ἀνωμάλως τὴν ἀκοὴν καὶ διεσπασμένως κινοῦντες, σύμφωνοι δὲ οἱ ὁμαλώτεροι. ἀλλὰ γὰρ ἡ μὲν διαφορὰ τῶν φθόγγων τοιαύτη τίς ἐστι παρὰ μουσικοῖς·

  73. 6.45.1

    περιγράφεται δέ τινα πρὸς τούτων διαστήματα, καθʼ ὁ καὶ ἡ φωνὴ κινεῖται ἤτοι ἐπὶ τὸ ὀξύτερον ἀναβαίνουσα ἤ ἐπὶ τὸ βα- ρύτερον ἀνιεμένη. παρʼ ἣν αἰτίαν κατὰ τὸ ἀνάλογον τῶν διαστημάτων τούτων τὰ μέν σύμφωνα τὰ δὲ διάφωνα προσηγόρευται,

  74. 6.46.1

    καὶ σύμφωνα μὲν ὁπόσα ὑπὸ συμφώνων φθόγγων περιέχεται, διάφωνα δὲ ὁπόσα ὑπὸ διαφώνων. τῶν δέ συμφώνων διαστημάτων τὸ μὲν πρῶτον καὶ ἐλά- χιστον διὰ τεσσάρων οἱ μουσικοὶ προσαγορεύουσι, τὸ δὲ μετὰ τοῦτο μεῖζον διὰ πέντε, καὶ τοῦ διὰ πέντε μεῖζον τὸ διὰ πασῶν.

  75. 6.47.1

    πάλιν τε τῶν διαφώνων διαστημάτων ἐλά- χιστον μέν ἐστι καὶ πρῶτον παρʼ αὐτοῖς ἡ καλουμένη δίεσις, δεύτερον δὲ τὸ ἡμιτόνιον, ὅ ἐστι διπλοῦν τῆς διέ- σεως, τρίτον ὁ τόνος, ὅς ἐστι διπλασίων τοῦ ἡμιτονίου.

  76. 6.48.1

    οὐ μὴν ἀλλʼ ὃν τρόπον ἅπαν διάστημα κατὰ μουσικὴν ἐν φθόγγοις ἔχει τὴν ὑπόστασιν, οὕτω καὶ πᾶν ἦθος. τὸ δʼ ἔστι τι γένος μελῳδίας. καθὰ γὰρ τῶν ἀνθρωπίνων ἦθῶν |τινὰ μέν ἐστι σκυθρωπὰ καὶ στιβαρώτερα, ὁποῖα τὰ τῶν ἀρχαίων ἱστοροῦσιν, τὰ δὲ εὐένδοτα πρὸς ἔρωτας καὶ οἰνοφλυγίας καὶ ὀδυρμοὺς καὶ οἰμωγάς, οὕτω τὶς μέν με- λῳδία σεμνά τινα καὶ ἀστεῖα ἐμποιεῖ τῇ ψυχῇ κινήματα, τὶς δέ ταπτεινότερα καὶ ἀγεννῆ.

  77. 6.49.1

    καλεῖται δὲ κατὰ κοινὸν ἡ τοιουτότροπος μελῳδία τοῖς μουσικοῖς ἦθος ἀπὸ τοῦ ἤθους εἶναι ποιητική, καθάπερ καὶ τὸ χλωρὸν δέος τὸ χλωροποιόν, καὶ τὸ ‘νότοι βαρυήκοοι ἀχλυώδεις καρη- βαρικοὶ νωθροὶ διαλυτικοί’ ἀντὶ τοῦ τούτων δραστικοί.

  78. 6.50.1

    τῆς δέ κοινῆς μελῳδίας ταύτης τὸ μέν τι χρῶμα λέγεται τὸ δὲ ἁρμονία τὸ δὲ διάτονον, ὧν ἡ μὲν ἁρμονία αὐστηροῦ τινος ἤθους καὶ σεμνότητος κατασκευαστική πως ὑπ- ῆρχεν, τὸ δὲ χρῶμα λιγυρόν τί ἐστι καὶ θρηνῶδες, τὸ δέ διάτονον ἔντραχυ καὶ ὑπάγροικον.

  79. 6.51.1

    ἀλλὰ δὴ πάλιν τὸ μὲν ἁρμονικὸν μέλος τῶν μελῳδουμένων ἀδιαίρετόν ἐστι, τὸ δὲ διάτονον καὶ τὸ χρῶμα εἰδικωτέρας τινὰς εἰχε διαφο- ράς, δύο μὲν τὸ διάτονον, τήν τε τοῦ μαλακοῦ διατόνου κα- λουμένην καὶ τὴν τοῦ συντόνου, τρεῖς δέ τὸ χρῶμα· τὸ μὲν γάρ τι αὐτοῦ τονικὸν καλεῖται τὸ δὲ ἡμιτόνιον τὸ δὲ μαλακόν.

  80. 6.52.1

    Πλὴν ἐκ τούτων συμφανές ὅτι πᾶσα ἡ κατὰ μελῳδίας θεωρία παρὰ τοῖς μουσικοῖς οὐκ ἐν ἄλλῳ τινὶ τὴν ὑπό- στασιν εἶχεν εἰ μὴ ἐν τοῖς φθόγγοις. καὶ διὰ τοῦτο ἀναι- ρουμένων αὐτῶν τὸ μηδὲν ἔσται ἡ μουσική. πῶς οὖν καὶ ἐρεῖ τις ὅτι οὐκ εἰσὶ φθόγγοι; ἐκ τοῦ φωνὴν αὐτοὺς κατὰ γένος ὑπάρχειν, φήσομεν, καὶ τὴν φωνὴν ἀνύπαρκτον ἡμῖν ἐν τοῖς σκεπτικοῖς ὑπομνήμασι δεδεῖχθαι ἀπὸ τῆς τῶν δογματικῶν μαρτυρίας.

  81. 6.53.1

    οἵ τε γὰρ ἀπὸ τῆς Κυρήνης φιλόσοφοι μόνα φασὶν ὑπάρχειν τὰ πάθη, ἄλλο δέ οὐδέν· ὅθεν καὶ τὴν φωνὴν μὴ οὖσαν πάθος, ἀλλὰ πάθους ποιη- τικήν, μὴ γίγνεσθαι τῶν ὑπαρκτῶν. οἵ |γέ τοι περὶ τὸν Δημόκριτον καὶ Πλάτωνα πᾶν αἰσθητὸν ἀναιροῦντες συν- αναιροῦσι καὶ τὴν φωνήν, αἰσθητόν τι δοκοῦσαν πρᾶγμα ὑπάρχειν.

  82. 6.54.1

    καὶ γὰρ ἄλλως, εἰ ἔστι φωνή, ἤτοι σῶμά ἐστιν ἢ ἀσώματον οὔτε δὲ σῶμά ἐστιν, ὡς οἱ Περιπατητικοὶ διὰ πολλῶν διδάσκουσιν, οὔτε ἀσώματος, ὡς οἱ ἀπὸ τῆς Στοᾶς οὐκ ἄρα ἔστι φωνή.

  83. 6.55.1

    ἄλλος δέ τις κἂν ἐκείνως ἐπιχειρήσειε λέγειν, ὡς εἰ μὴ ἔστι ψυχή, οὐδὲ αἰσθήσεις· μέρη γὰρ ταύτης ὑπῆρχον. εἰ δέ μή εἰσιν αἱ αἰσθήσεις, οὐδὲ τὰ αἰσθητά· πρὸς αἰσθήσει γὰρ ἡ τούτων ὑπόστα- σις νοεῖται. εἰ δὲ μὴ αἰσθητά, οὐδὲ φωνή εἶδος γάρ τι τῶν αἰσθητῶν ὑπῆρχεν. ἀλλὰ μὴν οὐδέν ἐστι ψυχή, καθ- ὼς ἐν τοῖς περὶ αὐτῆς ὑπομνήμασιν ἐδείκνυμεν· οὐκ ἄρα ἔστι φωνή.

  84. 6.56.1

    καὶ μὴν εἰ μήτε βραχεῖά ἐστι φωνὴ μήτε μακρά, οὐκ ἔστι φωνή· οὔτε δὲ βραχεῖά ἐστιν οὔτε μακρὰ φωνή, ὡς ἐν τοῖς πρὸς τοὺς γραμματικούς (M I 124) ὑπεμνήσαμεν, περὶ συλλαβῆς καὶ λέξεως ζητοῦντες πρὸς τούτους· οὐκ ἄρα ἔστι φωνή.

  85. 6.57.1

    πρὸς τούτοις ἡ φωνὴ οὔτε ἐν ἀποτελέσματι οὔτε ἐν ὑποστάσει νοεῖται, ἀλλʼ ἐν γε- νέσει καὶ χρονικῇ παρεκτάσει· τὸ δὲ ἐν γενέσει νοούμε- νον γίνεται, οὐδέπω δʼ ἔστιν, ὥσπερ οὐδὲ οἰκία γινομένη ἢ ναῦς καὶ ἄλλα παμπληθῆ εἶναι λέγεται. τοίνυν οὐθέν ἐστι φωνή.

  86. 6.58.1

    καὶ ἄλλοις δὲ συχνοῖς εἰς τοῦτο ἔνεστι λόγοις χρῆσθαι, περὶ ὧν, ὡς ἔφην, ἐν τοῖς Πυρρωνείοις ὑπο- μνηματιζόμενοι διεξῄειμεν. νυνὶ δὲ φωνῆς μὴ οὔσης οὐδὲ φθόγγος ἔστιν, ὃς ἐλέγετο (§ 42) φωνῆς πτῶσις ὑπὸ μίαν τάσιν· φθόγγου δέ μὴ ὄντος οὐδὲ διάστημα μουσι- κὸν καθέστηκεν, οὐ συμφωνία, οὐ μελῳδία, οὐ τὰ ἐκ τούτων γένη. διὰ τοῦτο οὐδέ μουσική· ἐπιστήμη γὰρ ἐλέγετο ἐμμελῶν τε καὶ ἐκμελῶν.

  87. 6.59.1

    Ὅθεν ἀπʼ ἄλλης ἀρχῆς ὑποδεικτέον ὅτι κἂν τούτων ἀποστῶμεν, διὰ τὴν ἐγχειρηθησομένην ἐπὶ τῆς ῥυθμο- ποιίας ἀπορίαν ἀνυπόστατος καθέστηκεν ἡ μουσική. εἰ |γὰρ μηδέν ἐστι ῥυθμός, οὐδὲ ἐπιστήμη τις ἔσται περὶ ῥυθμοῦ ἀλλὰ μὴν οὐδέν ἐστι ῥυθμός, ὡς παραστήσομεν· οὐκ ἄρα ἔστι τις ἐπιστήμη περὶ ῥυθμοῦ.

  88. 6.60.1

    ὡς γὰρ πολ- λάκις εἰρήκαμεν, ῥυθμὸς σύστημά ἐστιν ἐκ ποδῶν, ὁ δέ ποῦς τὸ συνεστὼς ἐξ ἄρσεως καὶ θέσεως· ἡ δὲ ἆρσις καὶ ἡ θέσις ἐν ποσότητι χρόνου θεωρεῖται, ὧν τινὰς μέν ἐπεῖχεν ἡ θέσις τινὰς δὲ ἡ ἆρσις χρόνους. καθάπερ 〈γὰρ〉 ἐκ μὲν στοιχείων συλλαβαὶ ἐκ δὲ συλλαβῶν λέξεις συντίθενται, οὕτως ἐκ μέν τῶν χρόνων οἱ πόδες ἐκ δέ τῶν ποδῶν οἱ ῥυθμοὶ γίνονται [ἐξ ἐκείνων τὴν σύστασιν λαμβάνοντες].

  89. 6.61.1

    ἐὰν οὖν δείξωμεν ὅτι οὐδέν ἐστι χρόνος, ἕξομεν συναποδεδειγμένον ὅτι οὐδέ πόδες ὑπάρξουσιν, διὰ δέ τοῦτο οὐδὲ οἱ ῥυθμοί, ἐξ ἐκείνων τὴν σύστασιν λαμβά- νοντες. ᾧ ἀκολουθήσει τὸ μηδὲ ἐπιστήμην εἶναί τινα περὶ ῥυθμούς. πῶς οὖν; ὅτι οὐδέν ἐστι χρόνος, ἤδη μὲν παρε- στήσαμεν ἐν τοῖς Πυρρωνείοις, οὐδὲν δέ ἧττον καὶ τὰ νῦν παραστήσομεν ἐπὶ ποσόν.

  90. 6.62.1

    εἰ γὰρ ἔστι τι χρόνος, ἤτοι πεπέρασται ἢ ἄπειρός ἐστιν. οὔτε δέ πεπέρασται, ἐπεὶ ἐροῦμέν ποτε γεγονέναι χρόνον ὅτε χρόνος οὐκ ἧν, καὶ ἔσεσθαί ποτε χρόνον ὅτε χρόνος οὐκ ἔσται· οὔτε ἄπειρος καθέστηκεν, ἔστι γάρ τι αὐτοῦ παρῳχηκὸς [καὶ ἐνεστὼς] καὶ μέλλον, ὧν ἑκάτερον εἰ μέν οὐκ ἔστιν, πεπέρασται ὁ χρόνος, εἰ δʼ ἔστιν, ἔσται ἐν τῷ παρόντι καὶ ὁ παρῳχηκὼς καὶ ὁ μέλλων, ὅπερ ἄτοπον. οὐκ ἄρα ἔστι χρόνος.

  91. 6.63.1

    τό γε μὴν ἐξ ἀνυπάρκτων συνεστὼς ἀνύπ- αρκτόν ἐστιν ὁ δέ χρόνος ἔκ τε τοῦ παρῳχημένου καὶ μηκέτʼ ὄντος καὶ ἐκ τοῦ μέλλοντος μηδέπω δέ ὄντος συν- εστὼς ἀνύπαρκτος ἔσται.

  92. 6.64.1

    ἄλλως τε, εἰ μὲν ἀμερής ἐστιν ὁ χρόνος, πῶς τὸ μέν τι αὐτοῦ παρῳχημένον τὸ δέ ἐν- εστὼς τὸ δὲ μέλλον λέγομεν ; εἰ δέ μεριστός ἐστιν, ἐπεὶ πᾶν τὸ μεριστὸν ὑπό τινος αὐτοῦ μέρους καταμετρεῖται, ὡς πῆχυς μέν ὑπὸ παλαιστοῦ, ὁ παλαιστὴς δὲ ὑπὸ δακ- τύ |λοῦ, δεήσει καὶ αὐτὸν ὑπό τινος τῶν αὐτοῦ μερῶν καταμετρεῖσθαι.

  93. 6.65.1

    οὔτε δέ τῷ ἐνεστῶτι δυνατὸν καταμε- τρεῖν τούς ἄλλους χρόνους, ἐπείπερ [ὁ] γινόμενος 〈κατ᾿ αὐ- τούς〉 [καὶ] ὁ ἐνεστὼς χρόνος ὁ αὐτὸς ἕσται [κατ᾿ αὐτοὺς] παρῳχημένος καὶ μέλλων, παρῳχημένος μὲν ὅτι τὸν παρῳχημένον καταμετρεῖ χρόνον, μέλλων δὲ ὅτι τὸν μέλ- λοντα· ὅπερ ἄτοπον. οὔτε τοίνυν τινὶ τῶν λειπομένων δυοῖν τὸν ἐνεστῶτα καταμετρητέον. διʼ ἣν αἰτίαν οὐδέ ταύτῃ λεκτέον εἶναί τινα χρόνον.

  94. 6.66.1

    πρὸς τούτοις ὁ χρόνος τριμερής ἐστι, καὶ τὸ μὲν ἔχει παρῳχηκὸς τὸ δὲ ἐνεστὼς τὸ δὲ μέλλον, ὧν τὸ μὲν παρῳχημένον οὐκέτι ἔστιν, τὸ δὲ μέλλον οὔπω ἔστιν, τὸ δὲ ἐνεστὼς ἤτοι ἀμερές ἐστιν ἢ μεριστόν. ἀλλʼ ἀμερές μὲν οὐκ ἂν εἴη ἐν ἀμερεῖ μὲν γὰρ οὐδὲν δύναται γίνεσθαι μεριστόν, ὥς φησι Τίμιων (fr. B 76 Diels PPF), οἷον τὸ γίνεσθαι, τὸ φθείρεσθαι. καὶ ἄλλως,

  95. 6.67.1

    εἴπερ ἀμερές ἐστι τὸ ἐνεστὼς τοῦ χρόνου, οὔτε ἀρχὴν ἔχει ἀφʼ ἧς ἄρχεται, οὔτε πέρας ἐφʼ ὃ κατα- λήγει, διὰ δὲ τοῦτο οὐδὲ μέσον· καὶ οὕτως οὐκ ἔσται ὁ ἐνεστὼς χρόνος. εἰ δὲ μεριστός ἐστιν, εἰ μὲν εἰς τοὺς μὴ ὄντας χρόνους μερίζεται, οὐκ ἔσται χρόνος, εἰ δʼ εἰς τοὺς ὄντας χρόνους, οὐκ ἔσται ὅλος ὁ χρόνος, ἀλλὰ τῶν μερῶν αὐτοῦ τινὰ μὲν ἔσται τινὰ δὲ οὐκ ἔσται. τοίνυν οὐδέν ἐστι χρόνος, διὰ δὲ τοῦτο οὐδὲ πόδες, οὐδὲ ῥυθμοί, οὐδʼ ἡ περὶ τούς ῥυθμούς ἐπιστήμη.

  96. 6.68.1

    Τοσαῦτα πραγματικῶς καὶ πρὸς τὰς τῆς μουσικῆς εἰπόντες ἀρχὰς ἐν τοσούτοις τὴν πρὸς τὰ μαθήματα δι- έξοδον ἀπαρτίζομεν.

  97. 7.1.1

    ‘O μὲν καθόλου τῆς σκεπτικῆς δυνάμεως χαρακτὴρ μετὰ τῆς προσηκούσης ἐξεργασίας ὑποδέδεικται, τὰ μὲν προηγου- μένως τὰ δὲ καὶ κατὰ διορισμὸν τῶν παρακειμένων φιλοσοφιῶν ἐκτυπωθείς (Hyp. I 210 sqq.) · ἀπολείπεται δὲ ἑξῆς καὶ τὴν ἐπὶ τῶν κατὰ μέρος αὐτοῦ χρῆσιν διδάσκειν εἰς τὸ μήτε ἰδίᾳ περὶ τῶν πραγμάτων σκεπτομένους μήτε τοῖς δογματικοῖς ἀνταίροντας ῥᾳδίως προπίπτειν.

  98. 7.2.1

    ἀλλ’ ἐπεὶ ποικίλον τι χρῆμα φιλοσοφία, δεήσει πρὸς τὸ κατὰ τάξιν καὶ ὁδῷ ζητεῖν ἕκαστον ὀλίγα περὶ τῶν ταύτης μερῶν διαλαβεῖν. αὐτίκα γὰρ οἱ μὲν μονομερῆ δοκοῦσιν αὐτὴν ὑποτεθεῖσθαι, οἱ δὲ διμερῆ, τινὲς δὲ τριμερῆ, καὶ τῶν ‘ὲν μέρος ὐποστησαμένων οἱ μὲν τὸ φυσικόν, οἱ δὲ τὸ ἠθικόν, ἄλλοι δὲ τὸ λογικὸν ὑπεστήσαντο,

  99. 7.3.1

    καὶ ὡσαύτως τῶν κατὰ δυάδα διαιρούντων οἱ μὲν εἰς τὸ φυσικὸν καὶ τὸ λογικὸν διεῖλον, οἱ δὲ εἰς τὸ φυσικὸν καὶ ἠθικόν, οἱ δὲ εἰς τὸ λογικὸν καὶ ἠθικόν·

  100. 7.4.1

    οἱ μὲν γὰρ εἰς τρία διαιροῦντες συμφώνως εἰς τὸ φυσικὸν καὶ λογικὸν καὶ ἠθικὸν διῃρήκασιν.

← Previous · Next → — showing 701800 of 2,861

First Thousand Years of Greek. CTS URN tlg0544.tlg002.1st1K-grc1. Via the Perseus Digital Library / Open Greek and Latin TEI corpora. Licence: Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License. Source.