Ancient Textssearch the texts themselves, not just their titles

← All works

Adversus mathematicos

First Thousand Years of Greek · First Thousand Years of Greek · 2,861 sections

  1. 7.192.1

    εἰκὸς γάρ ἐστι καὶ ὑπὸ μὴ λευκοῦ τινα λευκαντικῶς διατεθῆναι καὶ ὑπὸ μὴ γλυκέος γλυκανθῆναι. καθὰ γὰρ ὁ μὲν σκοτωθεὶς καὶ ἰκτεριῶν ὠχραντικῶς ὑπὸ πάντων κινεῖται, ὁ δὲ ὀφθαλμιῶν ἐρυθαίνεται, ὁ δὲ παραπιέσας τὸν ὀφθαλμὸν ὧς ὑπὸ δυεῖν κινεῖται, ὁ δὲ μεμηνὼς δισσὰς ὁρᾷ τἀς Θήβας καὶ δισσὸν φαντάζεται τὸν ἥλιον (Euripid. Bacch. 918/9), ἐπὶ πάντων δὲ τούτων τὸ μὲν ὅτι τόδε τι πάσχουσιν,

  2. 7.193.1

    οἷον ὠχραίνοται ἢ ἐρυθαίνονται ἢ δυάζονται, ἀληθές, τὸ δὲ ὅτι ὠχρόν ἐστι τὸ κινοῦν αὐτοὺς ἢ ἐνερευθὲς ἢ διπλοῦν ψεῦδος εἶναι νενόμισται, οὕτω καὶ ἡμᾶς εὐλογώτατόν ἐστι πλέον τῶν οἰκείων παθῶν μηδὲν λαμβάνειν δύνασθαι. ὅθεν ἤτοι τὰ πάθη φαινόμενα θετέον ἢ τὰ ποιητικὰ τῶν παθῶν.

  3. 7.194.1

    καὶ εἰ μὲν τὰ πάθη φαμὲν εἶναι φαινόμενα, πάντα τὰ φαινόμενα λεκτέον ἀληθῆ καὶ καταληπτὰ· εἰ δὲ τὰ ποιητικὰ τῶν παθῶν προσαγορεύομεν φαινόμενα, πάντα ἐστὶ τὰ φαινόμενα ψευδῆ καὶ πάντα ἀκατάληπτα. τὸ γὰρ περὶ ἡμᾶς συμβαῖνον πάθος ἑαυτοῦ πλέον οὐδὲν ἡμῖν ἐνδείκνυται. ἔνθεν καὶ (εἰ χρὴ τἀληθὲς λέγειν) μόνον τὸ πάθος ἡμῖν ἐστι φαινόμενον· τὸ δ’ ἐκτὸς καὶ τοῦ πάθους ποιητικὸν τάχα μέν ἐστιν ὄν, οὐ φαινόμενον δὲ ἡμῖν.

  4. 7.195.1

    καὶ ταύτῃ περὶ μὲν τὰ πάθη τά γε οἰκεῖα πάντες ἐσμὲν ἀπλανεῖς, περὶ δὲ τὸ ἐκτὸς ὑποκείμενον πάντες πλανώμεθα· κἀκεῖνα μέν ἐστι καταληπτά, τοῦτο δὲ ἀκατάληπτον, τῆς ψυχῆς πάνυ ἀσθενοῦς καθεστώσης πρὸς διάγνωσιν αὐτοῦ παρὰ τοὺς τόπους, παρὰ τὰ διαστήματα, παρὰ τὰς κινήσεις, παρὰ τἀς μεταβολάς, παρὰ ἄλλας παμπληθεῖς αἰτίας. ἔνθεν οὐδὲ κριτήριόν φασιν εἶναι κοινὸν ἀνθρώπων, ὀνόματα δὲ κοινὰ τίθεσθαι τοῖς συγκρίμασιν.

  5. 7.196.1

    λευκὸν μὲν γάρ τι καὶ γλυκὺ καλοῦσι κοινῶς πάντες, κοινὸν δέ τι λευκὸν ἢ γλυκὺ οὐκ ἔχουσιν. ἕκαστος γὰρ τοῦ ἰδίου πάθους ἀντιλαμβάνεται, τὸ δὲ εἰ τοῦτο τὸ πάθος ἀπὸ λευκοῦ ἐγγίνεται αὐτῷ καὶ τῷ πέλας, οὔτ’ αὐτὸς δύναται λέγειν μὴ ἀναδεχόμενος τὸ τοῦ πέλας πάθος, οὔτε ὁ πέλας μὴ ἀναδεχόμενος τὸ ἐκείνου.

  6. 7.197.1

    μηδενὸς δὲ κοινοῦ πάθους περὶ ἡμᾶς γινομένου προπετές ἐστι τὸ λέγειν ὅτι τὸ ἐμοὶ τοῖον φαινόμενον τοῖον καὶ τῷ παρεστῶτι φαίνεται. τάχα γὰρ ἐγὼ μὲν οὕτω συγκέκριμαι ὧς λευκαίνεσθαι ὑπὸ τοῦ ἔξωθεν προσπίπτοντος, ἕτερος δὲ οὕτω κατεσκευασμένην ἔχει τὴν αἴσθησιν ὥστε ἑτέρως διατεθῆναι. οὐ πάντως οὖν κοινόν ἐστι τὸ φαινόμενον ἡμῖν.

  7. 7.198.1

    καὶ ὅτι τῷ ὄντι παρὰ τὰς διαφόρους τῆς αἰσθήσεως κατασκευὰς οὐχ ὡσαύτως κινούμεθα, πρόδηλον ἐπί τε τῶν ἰκτεριώντων καὶ ὀφθαλμιώντων καὶ τῶν κατὰ φύσιν διακειμένων· ὧς γὰρ ἀπὸ τοῦ αὐτοῦ οἱ μὲν ὠχραντικῶς οἱ δὲ φοινικτικῶς οἱ δὲ λευκαντικῶς πάσχουσιν, οὕτως εἰκός ἐστι καὶ τοὺς κατὰ φύσιν διακειμένους παρὰ τὴν διάφορον τῶν αἰσθήσεων κατασκευὴν μὴ ὡσαύτως ἀπὸ τῶν αὐτῶν κινεῖσθαι, ἀλλ’ ἑτέρως μὲν τὸν λευκόν, ἑτέρως δὲ τὸν χαροπόν, μὴ ὡσαύτως δὲ τὸν μελανόφθαλμον. ὥστε κοινὰ μὲν ἡμᾶς ὀνόματα τιθέναι τοῖς πράγμασιν, πάθη δέ γε ἔχειν ἴδια.

  8. 7.199.1

    Ἀνάλογα δὲ εἶναι δοκεῖ τοῖς περὶ κριτηρίων λεγομένοις κατὰ τούτους τοὺς ἄνδρας καὶ τὰ περὶ τελῶν λεγόσυγκρίμασιν μένα. διήκει γὰρ τὰ πάθη καὶ ἐπὶ τὰ τέλη. τῶν γὰρ παθῶν τὰ μέν ἐστιν ἡδέα τὰ δὲ ἀλγεινὰ τὰ δὲ μεταξύ· καὶ τὰ μὲν ἀλγεινὰ κακά φασιν εἶναι, ὧν τέλος ἀλγηδών, τὰ δὲ ἡδέα ἀγαθά, ὧν τέλος ἐστὶν ἀδιάψευστον ἡδονή, τὰ δὲ μεταξὺ οὔτε ἀγαθὰ οὔτε κακά, ὧν τέλος τὸ οὔτε ἀγαθὸν οὔτε κακόν, ὅπερ πάθος ἐστὶ μεταξὺ ἡδονῆς καὶ ἀλγηδόνος.

  9. 7.200.1

    πάντων οὖν τῶν ὄντων τὰ πάθη κριτήριά ἐστι καὶ τέλη, ζῶμέν τε, φασίν, ἑπόμενοι τούτοις, ἐναργείᾳ τε καὶ εὐδοκήσει προσέχοντες, ἐναργείᾳ μὲν κατὰ τὰ ἄλλα πάθη, εὐδοκήσει δὲ κατὰ τὴν ἡδονήν.

  10. 7.200.2

    Τοιαῦτα μὲν καὶ οἱ Κυρηναϊκοί, συστέλλοντες μᾶλλον τὸ κριτήριον παρὰ τοὺς περὶ τὸν Πλάτωνα· ἐκεῖνοι μὲν γὰρ σύνθετον αὐτὸ ἐποίουν ἔκ τε <τῆς> ἐναργείας καὶ τοῦ οὗτοι δὲ ἐν μόναις αὐτὸ ταῖς ἐναργείαις καὶ τοῖς πάθεσιν ὁρίζουσιν.

  11. 7.201.1

    Oὐκ ἄποθεν δὲ τῆς τούτων δόξης ἐοίκασιν εἶναι καὶ οἱ ἀποφαινόμενοι κριτήριον ὑπάρχειν τῆς ἀληθείας τἀς αἰσθήσεις. ὅτι γὰρ ἐγένοντό τινες τὸ τοιοῦτο ἀξιοῦντες, προῦπτον πεποίηκεν Ἀντίοχος ὁ ἀπὸ τῆς Ἀκαδημίας, ἐν δευτέρῳ τῶν Κανονικῶν ῥητῶς γράψας ταῦτα “ἄλλος δέ τις, ἐν ἰατρικῇ μὲν οὐδενὸς δεύτερος, ἁπτόμενος δὲ καὶ φιλοσοφίας, ἐπείθετο τὰς μὲν αἰσθήσεις ὄντως καὶ ἀληθῶς ἀντιλήψεις εἶναι, λόγῳ δὲ μηδὲν ὅλως ἡμᾶς καταλαμβάνειν”.

  12. 7.202.1

    ἔοικε γὰρ διὰ τούτων ὁ Ἀντίοχος τὴν προειρημένην τιθέναι στάσιν καὶ Ἀσκληπιάδην τὸν ἰατρὸν αἰνίττεσθαι, ἀναιροῦντα μὲν τὸ ἡγεμονικόν, κατὰ δὲ τὸν αὐτὸν χρόνον αὐτῷ γενόμενον. ἀλλὰ 9a περὶ μὲν τῆς τούτου φορᾶς ποικιλώτερον καὶ κατ’ ἰδίαν ἐν τοῖς ἰατρικοῖς ὑπομνήμασι διεξήλθομεν, ὥστε μὴ ἔχειν ἀνάγκην παλινῳδεῖν.

  13. 7.203.1

    Ἐπίκουρος (fr. 247 Us.) δὲ δυεῖν ὄντων τῶν συζυγούντων ἀλλήλοις πραγμάτων, φαντασίας καὶ τῆς] δόξης, τούτων τὴν φαντασίαν, ἣν καὶ ἐνάργειαν καλεῖ, διὰ παντὸς ἀληθῆ φησιν ὑπάρχειν. ὧς γὰρ τὰ πρῶτα πάθη, τουτέστιν ἡδονὴ καὶ πόνος, ἀπὸ ποιητικῶν τινων καὶ κατ’ αὐτὰ τὰ ποιητικὰ συνίσταται, οἷον ἡ μὲν ἡδονὴ ἀπὸ τῶν ἡδ’ ἔων ἡ δὲ ἀλγηδὼν ἀπὸ τῶν ἀλγεινῶν, καὶ οὔτε τὸ τῆς ἡδονῆς ποιητικὸν ἐνδέχεταί ποτε μὴ εἶναι ἡδὺ οὔτε τὸ τῆς ἀλγηδόνος παρεκτικὸν μὴ ὑπάρχειν ἀλγεινόν, ἀλλ’ ἀνάγκη καὶ τὸ ἦδον ἡδὺ καὶ τὸ ἀλγῦνον ἀλγεινὸν τὴν φύσιν ὑποκεῖσθαι, οὕτω καὶ ἐπὶ τῶν φαντασιῶν, παθῶν περὶ ἡμᾶς οὐσῶν, τὸ ποιητικὸν ἑκάστης αὐτῶν πάντῃ τε καὶ πάντως φανταστόν ἐστιν, ὃ οὐκ ἐνδέχεται, ὂν φανταστόν, μὴ ὑπάρχειν κατ’ ἀλήθειαν τοιοῦτον οἷον φαίνεται,<. . . . .> φαντασίας καθεστάναι.

  14. 7.204.1

    καὶ ἐπὶ τῶν κατὰ μέρος τὸ παραπλήσιον χρὴ λογίζεσθαι. τὸ γὰρ ὁρατὸν οὐ μόνον φαίνεται ὁρατόν, ἀλλὰ καὶ ἔστι τοιοῦτον ὁποῖον φαίνεται· καὶ τὸ ἀκουστὸν ὢ οὐ μόνον φαίνεται ἀκουστόν, ἀλλὰ καὶ ταῖς ἀληθείαις τοιοῦτον ὑπῆρχεν, καὶ ἐπὶ τῶν ἄλλων ὡσαύτως. γίνονται οὖν πᾶσαι αἱ φαντασίαι ἀληθεῖς. καὶ κατὰ λόγον·

  15. 7.205.1

    εἰ γὰρ ἀληθὴς λέγεται φαντασία, φασὶν οἱ Ἐπικούρειοι, ὅταν ἀπὸ ὑπάρχοντός τε καὶ κατ’ αὐτὸ τὸ ὑπάρχον γίνηται, πᾶσα δὲ φαντασία ἀπὸ ὑπάρχοντος τοῦ φανταστοῦ καὶ κατ’ αὐτὸ τὸ φανταστὸν συνίσταται, πᾶσα κατ’ ἀνάγκην φαντασία ἐστὶν ἀληθής.

  16. 7.206.1

    ἐξαπατᾷ δὲ ἐνίους ἡ διαφορὰ φορὰ τῶν ἀπὸ τοῦ αὐτοῦ αἰσθητοῦ, οἷον ὁρατοῦ, δοκουσῶν προσπίπτειν φαντασιῶν, καθ’ ἣν ἢ ἀλλοιόχρουν ἢ ἀλλοιόσχημον ἢ ἄλλως πως ἐξηλλαγμένον φαίνεται τὸ ὑποκείμενον. ὑπενόησαν γὰρ ὅτι τῶν οὕτω διαφερουσῶν καὶ μαχομένων φαντασιῶν δεῖ τὴν μέν τινα ἀληθῆ εἶναι, τὴν δ’ ἐκ τῶν ἐναντίων ψευδῆ τυγχάνειν. ὅπερ ἐστὶν εὔηθες καὶ ἀνδρῶν μὴ συνορώντων τὴν ἐν τοῖς οὖσι φύσιν.

  17. 7.207.1

    οὐ γὰρ ὅλον ὁρᾶται τὸ στερέμνιον, ἴνα ἐπὶ τῶν ὁρατῶν ποιώκατ᾿ μέθᾳ τὸν λόγον, ἀλλὰ τὸ χρῶμα τοῦ στερεμνίου. τοῦ δὲ χρώματος τὸ μέν ἐστιν ἐΝ αὐτοῦ τοῦ στερεμνίου, καθάπερ ἐπὶ τῶν σύνεγγυς καὶ ἐκ τοῦ] μετρίου διαστήματος βλεπομένων, τὸ δ’ ἐκτὸς τοῦ στερεμνίου κἀν τοῖς ἐφεξῆς τόποις ὑποκείμενον, καθάπερ ἐπὶ τῶν ἐκ μακροῦ διαστήματος θεωρουμένων. τοῦτο δὲ ἐν τῷ μεταξὺ ἐξαλλαττόμενον καὶ ἴδιον ἀναδεχόμενον σχῆμα τοιαύτην ἀναδίδωσι φαντασίαν, ὁποῖον καὶ αὐτὸ κατ’ ἀλήθειαν ὑπόκειται.

  18. 7.208.1

    ὅνπερ οὖν τρόπον οὔτε ἡ ἐν τῷ κρουομένῳ χαλκώματι φωνὴ ἐξακούεται οὔτε ἡ ἐν τῷ στόματι τοῦ κεκραγότος, ἀλλ’ ἡ προσπίπτουσα τῇ ἡμετέρᾳ αἰσθήσει, καὶ ὧς οὐθείς φησι τὸν ἐξ ἀποστήματος μικρᾶς ἀκούοντα φωνῆς ψευδῶς ἀκούειν, ἐπείπερ σύνεγγυς ἐλθὼν ὡς μείζονος ταύτης ἀντιλαμβάνεται, οὕτως οὐκ ἂν εἴποιμι ψεύδεσθαι τὴν ὄψιν, ὅτι ἐκ μακροῦ μὲν διαστήματος μικρὸν ὁρᾷ τὸν πύργον καὶ στρογγύλον, ἐκ δὲ τοῦ σύνεγγυς μείζονα καὶ τετράγωνον, ἀλλά μᾶλλον ἀληθεύειν, ὅτι καὶ ὅτε φαίνεται μικρὸν αὐτῇ

  19. 7.209.1

    τὸ αἰσθητὸν καὶ τοιουτόσχημον, ὄντως ἐστὶ μικρὸν καὶ τοιουτόσχημον, τῇ διὰ τοῦ ἀέρος φορᾷ ἀποθραυομένων τῶν κατὰ τὰ εἴδωλα περάτων, καὶ ὅτε μέγα πάλιν καὶ ἀλλοιόσχημον, πάλιν ὁμοίως μέγα καὶ ἀλλοιόσχημον, ἤδη μέντοι οὐ τὸ αὐτὸ ἀμφότερα καθεστώς. τοῦτο γὰρ τῆς διαστρόφου λοιπόν ἐστι δόξης οἴεσθαι, ὅτι τὸ αὐτὸ ἦν τό τε ἐκ τοῦ σύνεγγυς καὶ τὸ πόρρωθεν θεωρούμενον φανταστόν.

  20. 7.210.1

    αἰσθήσεως δὲ ἴδιον ὑπῆρχε <τὸ> τοῦ παρόντος καὶ κινοῦντος αὐτὴν ἀντιλαμβάνεσθαι, οἷον χρώματος, οὐχὶ δὲ τὸ διακρίνειν ὅτι ἄλλο μέν ἐστι τὸ ἐνθάδε ἄλλο δὲ τὸ ἐνθάδε ὑποκείμενον. διόπερ αἱ μὲν φαντασίαι διὰ ταῦτα πᾶσαί εἰσιν ἀληθεῖς, <αἱ δὲ δόξαι οὐ πᾶσαι ἦσαν ἀληθεῖς> ἀλλ’ εἶχόν τινα διαφοράν. τούτων γὰρ αἱ μὲν ἦσαν ἀληθεῖς αἱ δὲ ψευδεῖς, ἐπείπερ κρίσεις καθεστᾶσιν ἡμῶν ἐπὶ ταῖς φαντασίαις, κρίνομεν δὲ τὰ μὲν ὀρθῶς, τὰ δὲ μοχθηρῶς ἤτοι παρὰ τὸ προστιθέναι τι καὶ προσνέμειν ταῖς φαντασίαις ἢ παρὰ τὸ ἀφαιρεῖν τι τούτων καὶ κοινῶς καταψεύδεσθαι τῆς αἰσθήσεως.

  21. 7.211.1

    οὐκοῦν τῶν δοξῶν κατὰ καταψεύδεσθαι αἱ μὲν ἀληθεῖς εἰσιν αἱ δὲ ψευδεῖς, ἀληθεὶς μὲν αἱ τε ἐπιμαρτυρούμεναι καὶ οὐκ ἀντιμαρτυρούμεναι πρὸς τῆς ἐναργείας, ψευδεῖς δὲ αἱ τε ἀντιμαρτυρούμεναι καὶ οὐκ ἐπιμαρτυρούμεναι πρὸς τῆς ἐναργείας.

  22. 7.212.1

    ἔστι δὲ ἐπιμαρτύρησις μὲν κατάληψις δι’ ἐναργείας τοῦ τὸ δοξαζόμενον τοιοῦτον εἶναι ὁποῖόν ποτε ἐδοξάζετο, οἷον Πλάτωνος μακρόθεν κρόθεν προσιόντος εἰκάζω μὲν καὶ δοξάζω παρὰ τὸ διάστημα στῆμα ὅτι Πλάτων’ ἐστί, προσπελάσαντος δὲ αὐτοῦ προσεμαρτυρήθη μαρτυρήθη ὅτι ὁ Πλάτων’ ἐστί, συναιρεθέντος τοῦ καὶ ἐπεμαρτυρήθη δι’ αὐτῆς τῆς ἐναργείας.

  23. 7.213.1

    οὐκ ἀντιμαρτύρησις δέ ἐστιν ἀκολουθία τοῦ ὑποσταθέντος καὶ δοξασθέντος ἀδήλου τῷ φαινομένῳ, οἷον ὁ Ἐπίκουρος λέγων εἶναι κενόν, ὅπερ ἐστὶν ἄδηλον, πιστοῦται δι’ ἐναργοῦς γοῦς πράγματος τοῦτο, τῆς κινήσεως· μὴ οὐδὲ κίνησις ὤφειλεν εἶναι, τόπον μὴ ἔχοντος τοῦ κινουμένου σώματος εἰς ὃν περιστήσεται διὰ τὸ πάντα εἷναι πλήρη καὶ ναστά,

  24. 7.214.1

    ὥστε τῷ δοξασθέντι ἀδήλῳ μὴ ἀντιμαρτυρεῖν τὸ φαινόμενον κινήσεως οὔσης. ἡ μέντοι ἀντιμαρτύρησις μαχόμενόν τί ἐστι τῇ οὐκ ἀντιμαρτυρήσει· ἦν γὰρ συνανασκευὴ τοῦ φαινομένου τῷ ὑποσταθέντι ἀδήλῳ, οἶον ὁ Στωικὸς λέγει μὴ εἶναι κενόν, ἄδηλόν τι ἀξιῶν, τούτῳ δὲ οὕτως ὑποσταθέντι ὀφείλει τὸ φαινόμενον συνανασκευάζεσθαι, φημὶ δ’ ἡ κίνησις· μὴ ὄντος γὰρ κενοῦ κατ’ ἀνάγκην οὐδὲ κίνησις γίγνεται κατὰ τὸν ἤδη προδεδηλωμένον ἡμῖν τρόπον.

  25. 7.215.1

    ὡσαύτως δὲ καὶ ἡ οὐκ ἐπιμαρτύρησις ἀντίξους ἐστὶ τῇ ἐπιμαρτυρήσει· ἦν γὰρ ὑπόπτωσις δι’ ἐναργείας τοῦ τὸ δοξαζόμενον μὴ εἶναι τοιοῦτον ὁποῖόν περ ἐδοξάζετο, οἶον πόρρωθέν τινος προσιόντος εἰκάξοἐναργείας μὲν παρὰ τὸ διάστημα Πλάτωνα εἶναι, ἀλλὰ συναιρεθέντος τοῦ διαστήματος ἔγνωμεν δι’ ἐναργείας ὅτι οὐκ ἔστι Πλάτων’. καὶ γέγονε τὸ τοιοῦτον οὐκ ἐπιμαρτύρησις· οὐ γὰρ ἐπεμαρτυρήθη τῷ φαινομένῳ τὸ δοξαζόμενον.

  26. 7.216.1

    ὅθεν ἡ μὲν ἐπιμαρτύρησις καὶ οὐκ ἀντιμαρτύρησις τοῦ ἀληθὲς εἶναί τι ἐστὶ κριτήριον, ἡ δὲ οὐκ ἐπιμαρτύρησις καὶ ἀντιμαρτύρησις τοῦ ψεῦδος εἶναι. πάντων δὲ κρηπὶς καὶ θε\μέλιος ἡ ἐνάργεια.

  27. 7.216.2

    Τοιοῦτο μὲν καὶ κατὰ τὸν Ἐπίκουρόν ἐστι κριτήριον· οἱ δὲ περὶ τὸν Ἀριστοτέλη καὶ Θεόφραστον καὶ κοινῶς οἱ Περιπατητικοί,

  28. 7.217.1

    διττῆς οὔσης κατὰ τὸ ἀνωτάτω τῆς τῶν πραγμάτων φύσεως, ἐπεὶ τὰ μέν, καθὼς προεῖπον, αἰσθητά ἐστι τὰ δὲ νοητά, διττὸν καὶ αὐτοὶ τὸ κριτήριον ἀπολείπουσιν, αἴσθησιν μὲν τῶν αἰσθητῶν, νόησιν δὲ τῶν νοητῶν, κοινὸν δὲ ἀμφοτέρων, ὧς ἔλεγεν ὁ Θεόφραστος,

  29. 7.218.1

    τὸ ἐναργές. τάξει μὲν οὖν πρῶτόν ἐστι τὸ ἄλογον καὶ ἀναπόδεικτον κριτήριον, <ἡ> αἴσθησις, δυνάμει δὲ ὁ νοῦς, εἰ καὶ τῇ τάξει δευτερεύειν δοκεῖ παρὰ τὴν αἴσθησιν.

  30. 7.219.1

    ἀπὸ μὲν γὰρ τῶν αἰσθητῶν κινεῖται ἡ αἴσθησις, ἀπὸ δὲ τῆς κατὰ ἐνάργειαν περὶ τὴν αἴσθησιν κινήσεως ἐπιγίνεταί τι κατὰ ψυχὴν κίνημα τοῖς κρείττοσι καὶ βελτίοσι καὶ ἐξ αὑτῶν δυναμένοις κινεῖσθαι ζῴοις· ὅπερ μνήμη τε καὶ φαντασία καλεῖται παρ’ αὐτοῖς, μνήμη μὲν τοῦ περὶ τὴν αἴσθησιν πάθους, φαντασία δὲ τοῦ ἐμποιήσαντος τῇ αἰσθήσει τὸ πάθος αἰσθητοῦ.

  31. 7.220.1

    διόπερ ἴχνει τὸ τοιοῦτον ἀναλογεῖν κίνημα φασίν· καὶ ὅν τρόπον ἐκεῖνο, φημὶ δὲ τὸ ἴχνος, ὑπό τινός τε γίνεται καὶ ἀπό τινος, ὑπό τινος μὲν οἷον τῆς τοῦ ποδὸς ἐπερείσεως, ἀπό τινος δὲ ὥσπερ τοῦ Δίωνος, οὕτω καἲ τὸ προειρημένον τῆς ψυχῆς κίνημα ὑφ’ οὗ μὲν γίνεται ὥσπερ τοῦ περὶ τὴν αἴσθησιν πάθους, ἀφ’ οὗ δὲ καθάπερ τοῦ αἰσθητοῦ, πρὸς ὃ καὶ ὁμοιότητά τινα σῴζει.

  32. 7.221.1

    τοῦτο δὲ πάλιν τὸ κίνημα, ὅπερ μνήμη τε καὶ φαντασία καλεῖται, εἶχεν ἐν ἑαυτῷ τρίτον ἐπιγινόμενον ἄλλο κίνημα τὸ τῆς λογικῆς φαντασίας, κατὰ κρίσιν λοιπὸν καὶ προαίρεσιν τὴν ἡμετέραν συμβαῖνον, ὅπερ κίνημα διάνοιά τε καὶ νοῦς προσαγορεύεται, οἶον ὅταν τις προσπεσόντος κατ’ ἐνάργειαν Δίωνος πάθη πως τὴν αἴσθησιν καὶ τραπῇ, ὑπὸ δὲ τοῦ περὶ τὴν αἴσθησιν πάθους ἐγγένηταί τις αὐτοῦ τῇ ψυχῇ φαντασία, ἣν καὶ μνήμην πρότερον ἐλέγομεν καὶ ἴχνει παραπλήσιον ὑπάρχειν,

  33. 7.222.1

    ἀπὸ δὲ ταύτης τῆς φαντασίας ἑκουσίως ἀναζωγραφῇ αὐτῷ καὶ ἀναπλάσσῃ φάντασμα, καθάπερ τὸν γενικὸν ἄνθρωπον. τὸ γὰρ δὴ τοιοῦτο κίνημα τῆς ψυχῆς κατὰ διαφόρους ἐπιβολὰς οἱ Περιπατητικοὶ τῶν φιλοσόφων διάνοιάν τε καὶ νοῦν ὀνομάζουσι, κατὰ μὲν τὸ δύνασθαι διάνοιαν, κατὰ δὲ ἐνέργειαν νοῦν·

  34. 7.223.1

    ὅταν μὲν γὰρ δύνηται τοῦτον ποιεῖσθαι τὸν ἀναπλασμὸν ψυχή, τουτέστιν ὅταν πεφύκῃ, διάνοια καλεῖται, ὅταν δὲ ἐνεργητικῶς ἤδη ποιῇ, νοῦς ὀνομάζεται. ἀπὸ μέντοι τοῦ νοῦ καὶ τῆς διανοήσεως συνίσταται ἥ τε ἔννοια καὶ ἐπιστήμη καὶ τέχνη. διανόησις μὲν γὰρ γίνεται ὁτὲ μὲν τῶν κατὰ μέρος εἰδῶν ὁτὲ δὲ τῶν τε εἰδῶν καὶ τῶν γενῶν·

  35. 7.224.1

    ἀλλ’ ὁ μὲν ἀθροισμὸς τῶν τοιούτων τοῦ νοῦ φαντασμάτω καὶ ἡ συγκεφαλαίωσις τῶν ἐπὶ μέρους εἰς τὸ καθόλου ἔννοια καλεῖται, ἐν δὲ τῷ ἀθροισμῷ τούτῳ καὶ τῇ συγκεφαλαιώσει τελευταῖον ὑφίσταται ἥ τε ἐπιστήμη καὶ τέχνη, ἐπιστήμη μὲν <ἡ> καὶ ἀδιάπτωτον ἔχουσα, τέχνη δὲ ἡ μὴ πάντως τοιαύτη.

  36. 7.225.1

    ὥσπερ δὲ ἡ τῶν ἐπιστημῶν καὶ τεχνῶν φύσις ἐστὶν ὑστερογενής, οὕτω καὶ ἡ καλουμένη δόξα· ὅταν γὰρ εἴξῃ ἡ ψυχὴ τῇ ἀπὸ τῆς αἰσθήσεως ἐγγενομένῃ φαντασίᾳ καὶ τῷ φανέντι πρόσθηται καὶ συγκατάθηται, λέγεται δόξα.

  37. 7.226.1

    φαίνεται οὖν ἐκ τῶν εἰρημένων πρῶτα κριτήρια τῆς τῶν πραγμάτων γνῶσ’ ἕως ἥ τε αἴσθησις καὶ ὁ νοῦς, ἡ μὲν ὀργάνου τρόπον ἔχουσα ὁ δὲ τεχνίτου. ὥσπερ γὰρ ἡμεῖς οὐ δυνάμεθα χωρὶς ζυγοῦ τὴν τῶν βαρέων καὶ κούφων ἐξέἐγγένηται τάσιν ποιεῖσθαι, οὐδὲ ἄτερ κανόνος τὴν τῶν εὐθέων καὶ στρεβλῶν διαφορὰν λαβεῖν, οὕτως οὐδὲ ὁ νοῦς χωρὶς σἰσθήσεως δοκιμάσαι πέφυκε τὰ πράγματα.

  38. 7.226.2

    Τοιοῦτοι μὲν οὖν ὧς ἐν κεφαλαίοις εἰσὶ καὶ οἱ ἀπὸ τοῦ Περιπάτου·

  39. 7.227.1

    ἀπολειπομένης δ’ ἔτι τῆς Στωικῆς δόξης (fr. II 56 Arn.) παρακειμένως καὶ περὶ ταύτης λέγωμεν. τοίνυν φασὶν ἀληθείας εἷναι οἱ ἄνδρες οὗτοι τὴν καταληπτικὴν φαντασίαν. ταύτην δ’ εἰσόμεθα πρότερον γνόντες, τί ποτέ ἐστι κατ’ αὐτοὺς ἡ φαντασία καὶ τίνες ἐπ’ εἴδους ταύτης διαφοραί.

  40. 7.228.1

    φαντασία οὖν ἐστι κατ’ αὐτοὺς τύπωσις ἐν ψυχῇ. περὶ ἧς εὐθὺς καὶ διέστησαν· Κλεάνθης (fr. 484 Arn.) μὲν γὰρ ἤκουσε τὴν τύπωσιν κατὰ εἰσοχήν τε καὶ ἐξοχήν, ὥσπερ καὶ <τὴν> διὰ τῶν δακτυλίων γινομένην τοῦ κηροῦ τύπωσιν, Χρύσιππος δὲ ἄτοπον ἡγεῖτο τὸ τοιοῦτον.

  41. 7.229.1

    πρῶτον μὲν γάρ, φησί, δεήσει τῆς διανοίας ὑφ’ ἔν ποτε τρίγωνόν τι καὶ τετράγωνον φαντασιουμένης τὸ αὐτὸ σῶμα κατὰ τὸν αὐτὸν χρόνον διαφέροντα ἔχειν περὶ αὐτῷ σχήματα ἅμα τε τρίγωνον καὶ τετράγωνον γίνεσθαι ἢ καὶ περιφερές, ὅπερ ἐστὶν ἄτοπον· εἶτα, πολλῶν ἅμα φαντασιῶν ὑφισταμένων ἐν ἡμῖν, παμπληθεῖς καὶ τοὺς σχηματισμοὺς ἕξειν τὴν ψυχήν, ὃ τοῦ προτέρου χεῖρόν ἐστιν.

  42. 7.230.1

    αὐτὸς οὖν τὴν τύπωσιν εἰρῆσθαι ὑπὸ τοῦ Ζήνωνος (fr. 58 Arn.) ὑπενόει ἀντὶ τῆς ἑτεροιώσεως, ὥστ’ εἶναι τοιοῦτον τὸν λόγον ‘‘φαντασία ἐστὶν ἑτεροίωσις ψυχῆς”, μηκέτι ἀτόπου ὄντος <τοῦ> τὸ αὐτὸ σῶμα, ὑφ’ ὲν [κατὰ τὸν αὐτὸν χρόνον] πολλῶν λῶν περὶ ἡμᾶς συνισταμένων φαντασιῶν, παμπληθεῖς ἀναδέχεσθαι ἑτεροιώσεις·

  43. 7.231.1

    ὥσπερ γὰρ ὁ ἀήρ, ὅταν ἅμα πολλοὶ φωνῶσιν, ἀμυθήτους ὑπὸ ‘ὲν καὶ διαφερούσας ἀναδεχόμενος πληγὰς εὐθὺς πολλὰς ἴσχει καὶ τἀς ἑτεροιώσεις, οὕτω καὶ τὸ ἡγεμονικὸν ποικίλως φαντασιούμενον ἀνάλογόν τι τούτῳ πείσεται.

  44. 7.232.1

    ἄλλοι δὲ οὐδὲ τὸν κατὰ διόρθωσιν ἐκείνου ἐξενεχθέντα ὅρον ὀρθῶς ἔχειν φασίν. εἰ μὲν γὰρ ἔστι τις φαντασία, αὕτη τύπωσις καὶ ἑτεροίωσις τῆς ψυχῆς καθέστηκεν· εἰ δέ τις ἐστὶ τύπωσις τῆς ψυχῆς, ἐκείνη οὐ πάντως ἐστὶ φαντασία. καὶ γὰρ προδπταίσματος μάτος γενομένου περὶ τὸν δάκτυλον ἢ κνησμοῦ περὶ τὴν χεῖρα συμβάντος τύπωσις μὲν καὶ ἑτεκνησμοῦ τῆς ψυχῆς ἀποτελεῖται, οὐχὶ δὲ καὶ φαντασία, ἐπείπερ οὐδὲ περὶ τῷ τυχόντι μέρει τῆς ψυχῆς γίνεσθαι ταύτην συμβέβηκεν, ἀλλὰ περὶ τῇ διανοίᾳ μόνον καὶ τῷ ἡγεμονικῷ.

  45. 7.233.1

    πρὸς οὓς ἀπαντῶντες οἱ ἀπὸ τῆς Στοᾶς συνεμφαίνεσθαί φασι τῇ τυπώσει τῆς ψυχῆς τὸ ὧς ἂν ἐν ψυχῇ, ὥστε εἶναι τὸ πλῆρες τοιοῦτον ‘‘φαντασία ἐστὶ τύπωσις ἐν ψυχῇ ὡς ἂν ἐν ψυχῇ” καθὰ γὰρ ἡ ἐφηλότης λέγεται λευκότης ἐν ὀφθαλμῷ συνεμφαινόντων ἡμῶν τὸ ὧς ἐν ὀφθαλμῷ, τουτέστι τὸ κατὰ ποιὸν μέρος τοῦ ὀφθαλμοῦ, τὴν λευκότητα εἶναι, ἴνα μὴ πάντες ἄνθρωποι ἐφηλότητα ἔχωμεν ὧς ἂν πάντες ἐκ φύσεως ἔχοντες λευκότητα ἐν ὀφθαλμῷ, οὕτως ὅταν λέγωμεν τὴν φαντασίαν τύπωσιν ἐν ψυχῇ, συνεμφαίνομεν καὶ τὸ περὶ ποιὸν μέρος γίνεσθαι τῆς ψυχῆς τὴν τύπωσιν, τουτέστι τὸ ἡγεμονικόν, ὥστε ἐξαπλούμενον γίνεσθαι τὸν ὅρον τοιοῦτον ‘‘φαντασία ἐστὶν ἑτεροίωσις ἐν ἡγεμονικῷ”.

  46. 7.234.1

    ἄλλοι δὲ ἀπὸ τῆς αὐτῆς ὁρμώμενοι δυνάμεως γλαφυρώτερον ἀπελογήσαντο. φασὶ γὰρ ψυχὴν λέγεσθαι διχῶς, τό τε συνέχον τὴν ὅλην σύγκρισιν καὶ κατ’ ἰδίαν τὸ ἡγεμονικόν. ὅταν γὰρ εἴπωμεν συνεστάναι τὸν ἄνθρωπον ἐκ ψυχῆς καὶ σώματος, ἤ τὸν θάνατον εἶναι χωρισμὸν ψυχῆς ἀπὸ σώματος, ἰδίως καλοῦμεν τὸ ἡγεμονικόν.

  47. 7.235.1

    ὡσαύτως δὲ καὶ ὅταν διαιρούμενοι φάσκωμεν ἀγαθῶν τὰ μὲν εἶναι περὶ ψυχὴν τὰ δὲ περὶ σῶμα τὰ δ’ ἐκτός, οὐ τὴν ὅλην ψυχὴν ἐμφαίνομεν ἀλλὰ τὸ ἡγεμονικὸν ταύτης μόριον· περὶ τούτῳ γὰρ τὰ πάθη καὶ τὰ ἀγαθὰ συνίσταται.

  48. 7.236.1

    διόπερ καὶ ὅταν λέγῃ ὁ Ζήνων (fr. 58 Arn.) φαντασίαν εἶναι τύπωσιν ἐν ψυχῇ, ἀκουστέον ψυχὴν οὐ τὴν ὅλην ἀλλὰ τὸ μόριον αὐτῆς, ἵνα ᾖ τὸ λεγόμενον οὕτως ἔχον ‘‘φαντασία ἐστὶν ἑτεροίωσις περὶ τὸ ἡγεμονικόν” ἀλλὰ κἂν οὕτως ἔχῃ, φασί τινες, πάλιν ἡμάρτηται.

  49. 7.237.1

    καὶ γὰρ ἡ ὁρμὴ καὶ ἡ συγκατάθεσις καὶ ἡ κατάληψις ἑτεροιώσεις μέν εἰσι τοῦ ἡγεμονικοῦ, διαφέρουσι δὲ τῆς φαντασίας· ἡ μὲν γὰρ πεῖσίς τις ἦν ἡμετέρα καὶ διάθεσις, αὗται δὲ πολὺ μᾶλλον ἢ ὁρμαὶ] ἐνέργειαί τινες ἡμῶν ὑπῆρχον. μοχθηρὸς ἄρα ἐστὶν <ὁ> ὅρος πολλοῖς καὶ πράγμασιν ἐφαρμοζόμενος·

  50. 7.238.1

    καὶ ὃν τρόπον ὁ τὸν ἄνθρωπον ὁρισάμενος καὶ εἰπὼν ὅτι ἄνθρωπός ἐστι ζῷον λογικόν, οὐχ ὑγιῶς τὴν ἔννοιαν τοῦ ἀνθρώπου ὑπέραψε διὰ τὸ καὶ τὸν θεὸν ζῷον εἶναι λογικόν, οὕτω καὶ ὁ τὴν φαντασίαν ἀποφηνάμενος ἑτεροίωσιν ἡγεμονικοῦ διέπεσεν· οὐ μᾶλλον γὰρ ταύτης ἢ ἑκάστης τῶν κατηριθμημένων κινήσεων ἐστιν ἀπόδοσις.

  51. 7.239.1

    τοιαύτης δ’ οὔσης καὶ τῆσδε τῆς ἐνστάσεως πάλιν ἐπὶ τὰς συνεμφάσεις οἱ Στωικοὶ ἀνατρέχουσι, λέγοντες τῷ ὅρῳ δεῖν τῆς φαντασίας συνακούειν τὸ κατὰ πεῖσιν· ὧς γὰρ ὁ λέγων τὸν ἔρωτα ἐπιβολὴν εἶναι φιλοποιίας συνεμφαίνει τὸ νέων ὡραίων, καὶ εἰ μὴ κατὰ τὸ ῥητὸν τοῦτο ἐκφέρῃ (οὐθεὶς γὰρ γερόντων καὶ ἀκμῆς ὥραν μὴ ἐχόντων ἐρᾷ), οὕτως ὅταν λέγωμεν, φασί, τὴν φαντασίαν ἑτεροίωσιν ἡγεμονικοῦ, συνεμφαίνομεν τὸ κατὰ πεῖσιν ἀλλὰ μὴ τὸ κατὰ ἐνέργειαν γίνεσθαι τὴν ἑτεροίωσιν.

  52. 7.240.1

    δοκοῦσι δὲ μηδ’ οὕτως ἐκπεφευγέναι τὸ ἔγκλημα· ὅτε γὰρ τρέφεται τὸ ἡγεμονικὸν καὶ νὴ Δία γε αὔξεται, ἑτεροιοῦται μὲν κατὰ πεῖσιν, οὐκ ἔστι δὲ ἡ τοιαύτη ἐτεροίωσις αὐτοῦ, καίπερ κατὰ πεῖσιν οὖσα καὶ διάθεσιν, φαντασία, ἐκτὸς εἰ μή τι πάλιν λέγοιεν ἰδίωμα πείσεως εἶναι τὴν φαντασίαν, ὅπερ διενήνοχε τῶν τοιούτων διαθέσεων, ἢ ἐκεῖνό γε,

  53. 7.241.1

    ἐπεὶ ἡ φαντασία γίνεται ἤτοι τῶν ἐκτὸς ἢ τῶν ἐν ἡμῖν παθῶν ὃ δὴ κυριώτερον διάκενος ἑλκυσμὸς παρ’ αὐτοῖς καλεῖται), πάντως ἐν τῷ λόγῳ τῆς φαντασίας συνεμφαίνεσθαι τὸ τὴν πεῖσιν γίνεσθαι ἤτοι κατὰ τὴν ἐκτὸς προσβολὴν ἢ κατὰ τὰ ἐν ἡμῖν πάθη, ὅπερ οὐκέτ’ ἔστιν ἐπὶ τῆς κατὰ τὰς αὐξήσεις ἢ θρέψεις ἑτεροιώσεως συνεξακούειν.

  54. 7.241.2

    Ἀλλ’ ἡ μὲν φαντασία κατὰ τοὺς ἀπὸ τῆς Στοᾶς οὕτω δυσαπόδοτός ἐστι· τῶν δὲ φαντασιῶν πολλαὶ μὲν καὶ ἄλλαι εἰσὶ διαφοραί, ἀπαρκέσουσι δὲ αἱ λεχθησόμεναι.

  55. 7.242.1

    τούτων γὰρ αἱ μέν εἰσι πιθαναί, αἱ δὲ ἀπίθανοι, αἱ δὲ πιθαναὶ ἄμα καὶ ἀπίθανοι, αἱ δὲ οὔτε πιθαναὶ οὔτε ἀπίθανοι. πιθαναὶ μὲν οὖν εἰσιν αἱ λεῖον κίνημα περὶ ψυχὴν ἐργαζόμεναι, ὥσπερ νῦν τὸ “ἡμέραν εἶναι” καὶ τὸ ‘‘ἐμὲ διαλέγεσθαι” καὶ πᾶν ὃ τῆς ὁμοίας ἔχεται περιφανείας, ἀπίθανοι δὲ αἱ μὴ τοιαῦται ἀλλ’ ἀποστρέφουσαι ἡμᾶς τῆς συγκαταθέσεως, οἷον “εἰ ἡμέρα ἐστίν,

  56. 7.243.1

    οὐκ ἔστιν ἥλιος ὑπὲρ γῆς· εἰ σκότος ἐστίν, ἡμέρα ἐστίν.“ πιθαναὶ δὲ καὶ ἀπίθανοι καθεστᾶσιν αἱ κατὰ τὴν πρός τι σχέσιν ὁτὲ μὲν γινόμεναι γινόμεναι ὁτὲ δὲ τοῖαι, οἶον αἱ τῶν ἀπόρων λόγων, οὔτε δὲ πιθαναὶ οὔτε ἀπίθανοι καθάπερ αἱ τῶν τοιούτων πραγμάτων ‘‘ἄρτιοί εἰσιν οἱ ἀστέρες· περισσοί εἰσιν οἱ ἀστέρες.” τῶν δὲ πιθανῶν ἢ ἀπιθάνων] φαντασιῶν αἱ μέν εἰσιν ἀληθεῖς, αἱ δὲ ψευδεῖς,

  57. 7.244.1

    αἱ δὲ ἀληθεῖς καὶ ψευδεῖς, αἱ δὲ οὔτε ἀληθεῖς οὔτε ψευδεῖς. ἀληθεῖς μὲν οὖν εἰσιν ὧν ἔστιν ἀληθῆ κατηγορίαν ποιήσασθαι, ὧς τοῦ ‘‘ἡμέρα ἐσιτίν” ἐπὶ τοῦ παρόντος ἢ τοῦ “φῶς ἐστι,” ψευδεῖς δεῖς δὲ ὧν ἔστι ψευδῆ κατηγορίαν ποιήσασθαι, ὧς τοῦ κεκλάσθαι τὴν κατὰ βυθοῦ κώπην ἢ μείουρον εἶναι τὴν στοάν, ἀληθεῖς δὲ καὶ ψευδεῖς, ὁποία προσέπιπτεν Ὀρέστῃ κατὰ μανίαν ἀπὸ τῆς Ἠλέκτρας

  58. 7.245.1

    (καθὸ μὲν γὰρ ὧς ἀπὸ ὑπάρχοντός τινος προσέπιπτεν, ἦν ἀληθής, ὑπῆρχε γὰρ Ἠλέκτρα, καθὸ δ’ ὧς ἀπὸ Ἐρινύος, ψευδής, οὐκ ἦν γὰρ Ἐρινύς) 5 καὶ πάλιν εἰ τις ἀπὸ Δίωνος ζῶντος κατὰ τούς ὕπνους ὧς ἀπὸ παρεστῶτος ὀνειροπολεῖται ψευδῆ καὶ διάκενον κενὸν ἑλκυσμόν.

  59. 7.246.1

    οὔτε δὲ ἀληθεῖς οὔτε ψευδεῖς ἦσαν αἱ γενικαί· ὣ ’ν γὰρ τὰ εἴδη τοῖα ἢ τοῖα, τούτων τὰ γένη οὔτε τοῖα οὔτε τοῖα, οἷον τῶν ἀνθρώπων οἱ μέν εἰσιν Ἕλληνες οἱ δὲ βάρβαροι, ἀλλ’ ὁ γενικὸς ἄνθρωπος οὔτε Ἕλλην ἐστίν, ἐπεὶ πάντες ἂν οἱ ἐπ’ εἴδους ἦσαν Ἕλληνες, οὔτε βάρβαρος διὰ τὴν αὐτὴν αἰτίαν.

  60. 7.247.1

    τῶν δὲ ἀληθῶν αἱ μέν εἰσι καταληπτικαὶ αἱ δὲ οὔ, οὐ καταληπτικαὶ μὲν αἱ προσπίπτουσαί τισι κατὰ πάθος· μυρίοι γὰρ φρενιτίζοντες καὶ μελαγχολῶντες ἀληθῆ μὲν ἕλκουσι φαντασίαν, οὐ καταληπτικὴν δὲ ἀλλ’ ἔξωθεν καὶ ἐκ τύχης οὕτω στνοεσιπτσαβμ σοῦσαν, ὅθεν οὐδὲ διαβεβαιοῦνται περὶ αὐτῆς πολλάκις, οὐδὲ συγκατατίθενται αὐτῇ.

  61. 7.248.1

    καταληπτικὴ δέ ἐστιν ἡ ἀπὸ ὑπάρχοντος καὶ κατ’ αὐτὸ τὸ ὑπάρχον ἐναπομεμαγμένη καὶ ἐναπεσφραγισμένη, ὁποία οὐκ ἂν γένοιτο ἀπὸ μὴ ὑπάρχοντος (Stoic. fr. I 59 Arn.). ἄκρως γὰρ πιστούμενοι πιστούμενοι ἀντιληπτικὴν εἶναι τῶν ὑποκειμένων τήνδε τὴν φαντασίαν καὶ πάντα τεχνικῶς τὰ περὶ αὐτοῖς ἰδιώματα ἀναμεμαγμένην, ἕκαστον τούτων φασὶν ἔχειν συμβεβηκός.

  62. 7.249.1

    ὧν πρῶτον μὲν τὸ ἀπὸ ὑπάρχοντος γίνεσθαι· πολλαὶ γὰρ τῶν φαντασιῶν προσπίπτουσιν ἀπὸ μὴ ὑπάρχοντος ὥσπερ ἐπὶ μεμηνότων, αἵτινες οὐκ ἂν εἶεν καταληπτικαί. δεύτερον δὲ τὸ καὶ ἀπὸ ὑπάρχοντος εἶναι καὶ κατ’ αὐτὸ τὸ ὑπάρχον· ἔνιαι γὰρ πάλιν ἀπὸ ὑπάρχονητος μέν εἰσιν, οὐκ αὐτὸ δὲ τὸ ὑπάρχον ἰνδάλλονται, ὧς ἐπὶ τοῦ μεμηνότ’ ὃς Ὀρέστου μικρῷ πρότερον ἐδείκνυμεν. εἷλκε μὲν γὰρ φαντασίαν ἀπὸ ὑπάρχοντος τῆς Ἠλέκτρας, οὐ κατ’ αὐτὸ δὲ τὸ ὑπάρχον· μίαν γὰρ τῶν Ἐρινύων ὑπελάμβανεν αὐτὴν εἷναι, καθὸ καὶ προσιοῦσαν καὶ τημελεῖν αὐτὸν σπουδάζουσαν ἀπωθεῖται λέγων (Εurip. Orest. 264) μέθες· μί’ οὖσα τῶν ἐμῶν Ἐρινύων. καὶ ὁ Ἡρακλῆς ἀπὸ ὑπάρχοντος μὲν ἐκινεῖτο τῶν Θηβῶν. οὐ κατ’ αὐτὸ δὲ τὸ ὑπάρχον· καὶ γὰρ κατ’ αὐτὸ τὸ ὑπάρχον δεῖ γίνεσθαι τὴν καταληπτικὴν φαντασίαν.

  63. 7.250.1

    οὐ μὴν ἀλλὰ καὶ ἐναπομεμαγμένην καὶ ἐναπεσφραγισμένην τυγχάνειν, ἵνα πάντα τεχνικῶς τὰ ἰδιώματα τῶν φανταστῶν ἀναμάττηται.

  64. 7.251.1

    ὧς γὰρ οἱ γλυφεῖς πᾶσι τοῖς μέρεσι συμβάλλουσι βάλλουσι τῶν τελουμένων, καὶ ὃν τρόπον αἱ διὰ τῶν δακτυλίων σφραγῖδες ἀεὶ πάντας ἐπ’ ἀκριβὲς τοὺς χαρακτῆρας ἐναπομάττονται τῷ κηρῷ, οὕτω καὶ οἱ κατάληψιν ποιούμενοι τῶν ὑποκειμένων πᾶσιν ὀφείλουσιν αὐτῶν τοῖς ἰδιώμασιν μασιν ἐπιβάλλειν.

  65. 7.252.1

    τὸ δὲ ‘‘οἴα οὐκ ἂν γένοιτο ἀπὸ μὴ ὑπάρχοντος” προσέθεσαν, ἐπεὶ οὐχ ὥσπερ οἱ ἀπὸ τῆς Στοᾶς ἀδύνατον ὑπειλήφασι κατὰ πάντα ἀπαράλλακτόν τινα εὑδύνατον οὕτω καὶ οἱ ἀπὸ τῆς Ἀκαδημίας. ἐκεῖνοι μὲν γάρ φασιν ὅτι ὁ ἔχων τὴν καταληπτικὴν φαντασίαν τεχνικῶς προσβάλλει τῇ ὑπούσῃ τῶν πραγμάτων διαφορᾷ, ἐπείπερ καὶ εἶχέ τι τοιοῦτον ἰδίωμα ἡ τοιαύτη φαντασία παρὰ τὰς ἄλλας φαντασίας καθάπερ οἱ κεράσται παρὰ τοὺς ἄλλους ὄφεις· οἱ δὲ ἀπὸ τῆς Ἀκαδημίας τοὐναντίον φασὶ δύνασθαι τῇ καταληπτικῇ φαντασίᾳ ἀπαράσσακτον εὑρεθήσεσθαι ψεῦδος.

  66. 7.253.1

    Ἀλλὰ γὰρ οἱ μὲν ἀρχαιότεροι τῶν Στωικῶν κριτήριόν φασιν εἶναι τῆς ἀληθείας τὴν καταληπτικὴν ταύτην φαντασίαν, οἱ δὲ νεώτεροι προσετίθεσαν καὶ τὸ μηδὲν ἔχουσαν ἔνστημα.

  67. 7.254.1

    ἔσθ’ ὅτε γὰρ καταληπτικὴ μὲν προσπίπτει φαντασία, ἄπιστος δὲ διὰ τὴν ἔξωθεν περίστασιν. οἷον ὅτε Ἀδμήτῳ ὁ Ἡρακλῆς τὴν Ἄλκηστιν γῆθεν ἀναγαγὼν παρέστησε, τότε ὁ Ἄδμητος ἔσπασε μὲν καταληπτικὴν φαντασίαν ἀπὸ τῆς Ἀλκήστιδος, ἠπίστει δ’ αὐτῇ·

  68. 7.255.1

    καὶ ὅτε ἀπὸ Τροίας ὁ Μενέλαος ἀνακομισθεὶς ἑώρα τὴν ἀληοὐκ θῆ Ἑλένην παρὰ τῷ Πρωτεῖ, καὶ] καταλιπὼν ἐπὶ τῆς νεὼς τὸ ἐκείνης εἴδωλον, περὶ οὗ δεκαετὴς συνέστη πόλεμος, ἀπὸ ὑπάρχοντος μὲν καὶ κατ’ αὐτὸ τὸ ὑπάρχον καὶ ἐναπομεμαγμένην καὶ ἐναπεσφραγισμένην ἐλάμβανε φαντασίαν, οὐκ εἶχε δὲ αὐτήν <. . .

  69. 7.256.1

    .> ὥσθ’ ἡ μὲν καταληπτικὴ φαντασία κριτήριόν ἐστι μηδὲν ἔχουσα ἔνστημα, αὗται δὲ καταληπτικαὶ μὲν ἦσαν, εἶχον δὲ ἐνστάσεις· ὅ τε γὰρ Ἄδμητος ἐλογίζετο ὅτι τέθνηκεν ἡ Ἄλκηστις καὶ ὅτι ὁ ἀποθανὼν οὐκέτι ἀνίσταται, ἀλλὰ δαιμόνιά τινά ποτε ἐπιφοιτᾷ· ὅ τε Μενέλαος συνεώρα ὅτι ἀπολέλοιπεν ἐν τῇ νηὶ φυλαττομένην τὴν Ἑλένην, καὶ οὐκ ἀπίθανον μέν ἐστιν Ἑλένην μὴ εἶναι τὴν ἐπὶ τῆς Φάρου εὑρεθεῖσαν, φάντασμα δέ τι καὶ δαιμόνιον.

  70. 7.257.1

    ἐνθένδε οὐχ ἀπλῶς κριτήριον γίνεται τῆς ἀληθείας ἡ καταληπτικὴ φαντασία, ἀλλ’ ὅταν μηδὲν ἔνστημα ἔχῃ. αὕτη γὰρ ἐναργὴς οὖσα καὶ πληκτικὴ μόνον οὐχὶ τῶν τριχῶν, φασί, λαμβάνεται, κατασπῶσα ἡμᾶς εἰς συγκατάθεσιν, καὶ ἄλλου μηδενὸς δεομένη εἰς τὸ τοιαύτη προσπίπτειν ἢ εἰς τὸ τὴν πρὸς τἀς ἄλλας διαφορὰν ὑποβάλλειν.

  71. 7.258.1

    διὸ δὴ καὶ πᾶς ἄνθρωπος, ὅταν τι σπουδάζῃ μετὰ ἀκριβείας καταλαμβάνεσθαι, τὴν τοιαύτην φαντασίαν ἐξ ἑαυτοῦ μεταδιώκειν φαίνεται, οἶον ἐπὶ τῶν ὁρατῶν, ὅταν ἀμυδρὰν λαμβάνῃ τοῦ ὑποκειμένου φαντασίαν. σίαν. ἐντείνει γὰρ τὴν ὄψιν καὶ σύνεγγυς ἔρχεται τοῦ ὁρωμένου ὧς τέλεον μὴ πλανᾶσθαι, παρατρίβει τε τοὺς ὀφθαλμοὺς καὶ καθόλου πάντα ποιεῖ, μέχρις ἂν τρανὴν καὶ πληκτικὴν σπάσῃ τοῦ κρινομένου φαντασίαν, ὧς ἐν ταύτῃ κειμένην θεωρῶν τὴν τῆς καταλήψεως πίστιν.

  72. 7.259.1

    καὶ γὰρ ἄλλως τοὐναντίον ἀδύνατόν ἐστι λέγειν, καὶ ἀνάγκη τὸν ἀφιστάμενον τοῦ ἀξιοῦν ὅτι φαντασία κριτήριόν ἐστι, καθ’ ἑτέρας φαντασίας ὑπόστασιν τοῦτο πάσχοντα βεβαιοῦν τὸ φαντασίαν εἶναι κριτήριον, τῆς φύσεως οἱονεὶ φέγγος ἡμῖν πρὸς ἐπίγνωσιν τῆς ἀληθείας τὴν αἰσθητικὴν δύναμιν ἀναδούσης καὶ τὴν δι’ αὐτῆς γινομένην φαντασίαν.

  73. 7.260.1

    ἄτοπον οὖν ἐστι τοσαύτην δύναμιν ἀθετεῖν καὶ τὸ ὥσπερ φῶς αὐτῶν ἀφαιρεῖσθαι. ὃν γὰρ τρόπον ὁ χρώματα μὲν ἀπολείπων καὶ τἀς ἐν τούτοις διαφοράς, τὴν δὲ ὅρασιν ἀναιρῶν ὧς ἀνύπαρκτον ἢ ἄπιστον, καὶ φωνὰς μὲν εἶναι λέγων, ἀκοὴν δὲ μὴ ὑπάρχειν ἀξιῶν, σφόδρα ἐστὶν ἄτοπος (δι᾿ ὧν γὰρ ἐνοήσαμεν χρώματα καὶ φωνάς, ἐκείνων ἀπόντων οὐδὲ χρῆσθαι δυνατοὶ χρώμασιν ἢ φωναῖς), οὕτω καὶ ὁ τὰ πράγματα μὲν ὁμολογῶν, τὴν δὲ φαντασίαν τῆς αἰσθήσεως, σεως, δι’ ἦς τῶν πραγμάτων ἀντιλαμβάνεται, διαβάλλων τελέως ἐστὶν ἐμβρόντητος, καὶ τοῖς ἀψύχοις ἴσον αὐτὸν ποιῶν.

  74. 7.261.1

    Τοιοῦτο μὲν καὶ τὸ τῶν Στωικῶν ἐστὶ δόγμα· πάσης δὲ σχεδὸν τῆς περὶ κριτηρίου διαφωνίας ὐπ’ ὄψιν κειμένης, καιρὸς ἂν εἴη τῆς ἀντιρρήσεως ἐφάπτεσθαι καὶ ἐπὶ τὸ κριτήριον ἐπανάγειν. καθὼς οὖν προεῖπον (§ 47 sqq.), οἱ ἐν τῷ λόγῳ οἱ δὲ ἐν ταῖς ἀλόγοις αἰσθήσεσιν οἱ δὲ ἐν ἀμφοτέροις τοῦτο ἀπέλιπον, καὶ οἱ μὲν τὸ ὑφ’ οὖ ὧς τὸν ἄνθρωπον, θρωπον, οἱ δὲ τὸ δι’ οὗ ὧς τὴν αἴσθησιν καὶ διάνοιαν, οἱ δὲ τὸ ὧς προσβολὴν καθάπερ τὴν φαντασίαν.

  75. 7.262.1

    πειρασόμεθα <οὖν> κατὰ τὸ δυνατὸν ἑκάστῃ τῶν τοιούτων τἀς ἀπορίας ἐφαρμόττειν, ἵνα μὴ κατ’ ἄνδρα πάντας τοὺς κατηριθμημένους φιλοσόφους ἐπιόντες ταυτολογεῖν ἀναγκαζώμεθα.

  76. 7.262.2

    Περὶ ἀνθρώπου

  77. 7.263.1

    Τάξει τοίνουν πρῶτον σκοπῶμεν τὸ ὑφ’ οὗ, τουτέστι τὸν ἄνθρωπον· οἶμαι γὰρ ὧς τούτου προαπορηθέντος οὐδὲν ἔτι δεήσει περιττότερον περὶ τῶν ἄλλων κριτηρίων λέγειν· ταῦτα γὰρ ἢ μέρη ἐστὶν ἀνθρώπου ἢ ἐνεργήματα ἢ πάθη. εἴπερ οὖν καταληπτόν ἐστι τουτὶ τὸ κριτήριον, πολὺ πρότερον ὀφείλει ἐπινοεῖσθαι, παρόσον πάσης καταλήψεως ἐπίνοια προηγεῖται. μέχρι δὲ τοῦ δεῦρο ἀνεπινόητον εἶναι συμβέβηκε τὸν ἄνθρωπον, ὧς παραστήσομεν·

  78. 7.264.1

    οὐκ ἄρα καταληπτὸς πάντως ἐστὶν ὁ ἄνθρωπος· ᾧ ἕπεται τὴν τῆς ἀληθείας γνῶσιν ἀνεύρετον ὑπάρχειν. τοῦ γνωρίζοντος αὐτὴν ἀκαταλήπτου καθεστῶτος. εὐθέως γὰρ τῶν περὶ τῆς ἐπινοίας ζητησάντων Σωκράτης μὲν ἠπόρησε μείνας ἐν τῇ σκέψει καὶ εἰπὼν αὐτὸν ἀγνοεῖν τί τ’ ἔστι καὶ πῶς ἔχει πρὸς τὸ σύμπαν· ‘‘ἐγὼ γὰρ οὐκ οἶδα”, φησίν (Plat. Phaedr. 230 A), ‘‘εἴτε ἄνθρωπός εἰμι εἴτε καὶ ἄλλο τι θηρίον Τυφῶνος πολυπλοκώτερον.”

  79. 7.265.1

    Δημόκριτος (B 165 Diels) δὲ ὁ τῇ Δῖός φωνῇ παρεικαζόμενος, καὶ λέγων τάδε περὶ τῶν ξυμπάντων, ἐπεχείρησε μὲν τὴν ἐπίνοιαν ἐκθέσθαι, πλεῖον δὲ ἰδιωτικῆς ἀποφάσεως φάσεως οὐδὲν ἴσχυσεν, εἰπών. “ἄνθρωπός ἐστιν ὅ πάντες ἴδμεν.”

  80. 7.266.1

    πρῶτον μὲν γὰρ καὶ κύνα πάντες ἴσμεν, ἀλλ’ οὐκ ἔστιν ὁ κύων ἄνθρωπος· καὶ ἵππον πάντες ἴσμεν καὶ φυτόν, ἀλλ’ οὐδὲν τούτων ἦν ἄνθρωπος. εἶτα καὶ τὸ ζητούμενον συνήρπασεν· οὐδεὶς γὰρ ἐκ προχείρου δώσει γινώσκεσθαι τὸν ἄνθρωπον ὁποῖός ἐστιν, εἴγε ὁ Πύθιος ὧς μέγιστον ζήτημα προύθηκεν αὐτῷ τὸ “ γνῶθι σαυτόν”. εἰ δὲ καὶ δοίη, οὐ πᾶσιν ἀλλὰ τοῖς ἀκριβεστάτοις τῶν φιλοσόφων ἐπιτρέψει μόνον τοῦτον ἐπίστασθαι.

  81. 7.267.1

    οἱ δὲ περὶ τὸν Ἐπίκουρον (fr. 310 Us.) καὶ δεικτικῶς ᾠήθησαν δύ- νᾶσθαι τὴν ἐπίνοιαν τοῦ ἀνθρώπου παρίστασθαι, λέγοντες· “ ἄνθρωπός ἄνθρωπός ἐστι τοιουτονὶ μόρφωμα μετ’ ἐμψυχίας.” οὐκ ἔγνωσαν δ’ ὅτι εἰ τὸ δεικνύμενόν ἐστιν ἄνθρωπος, τὸ μὴ δεικνύμενον οὐκ ἔστιν ἄνθρωπος. καὶ πάλιν ἡ τοιαύτη δεῖξις ἤτοι ἐπ’ ἀνδρὸς ἐκφέρεται ἢ γυναικός, ἢ πρεσβύτου ἢ μειρακίου, σιμοῦ γρυποῦ, τετανότριχος οὐλοκόμου, τῶν ἄλλων διαφόρων·

  82. 7.268.1

    καὶ εἰ μὲν ἐπ’ ἀνδρὸς ἐκφέροιτο, ἡ γυνὴ οὐκ ἔσται ἄνθρωπος, εἰ δ’ ἐπὶ γυναικός, περιγραφήσεται τὸ ἄρρεν, καὶ εἰ ἐπὶ νέου, αἱ λοιπαὶ τῶν ἡλικιῶν ἐκπεσοῦνται τῆς ἀνθρωπότητος.

  83. 7.269.1

    Ἠσαν δέ τινες τῶν φιλοσόφων οἱ τὸν γενικὸν ἄνθρωπον διὰ λόγου διδάσκοντες, κἀντεῦθεν οἰόμενοι τὴν ἐπίνοιαν δύνασθαι τῶν ἐπὶ μέρους ἀνθρώπων ἀνακύψειν. τούτων δὲ οἱ μὲν οὕτως ἀπέδοσαν (cf. Aristot. Top. 133 b2) “ἄνθρωπός ἐστι ζῷον λογικὸν θνητόν, νοῦ καὶ ἐπιστήμης δεκτικόν.” οἳ καὶ αὐτοὶ οὐ τὸν ἄνθρωπον ἀλλὰ τὰ συμβεβηκότα τῷ ἀνθρώπῳ παρέδοσαν.

  84. 7.270.1

    διαφέρει δὲ τὸ τινὶ συμβεβηκὸς ἐκείνου τοῦ ᾧ συμβέβηκεν, ἐπεί τοι εἰ μὴ διαφέρει, οὐκ ἂν ἦν συμβεβηκὸς ἀλλ’ αὐτὸ ἐκεῖνο. ἀμέλει γοῦν τῶν συμβεβηκότων τὰ μὲν ἀχώριστά ἐστί τῶν οἷς συμβέβηκεν, ὧς μῆκος καὶ πλάτος καὶ βάθος σώμασι (δίχα γὰρ τῆς τούτων παρουσίας ἀμήχανόν ἐστιν ἐπινοῆσαι σῶμα),

  85. 7.271.1

    τὰ δὲ χωρίζεται ζεται τοῦ ᾧ συμβέβηκεν καὶ ἀπαλλασσομένων μένει ἐκεῖνο, οἶον τρέχειν διαλέγεσθαι ὑπνοῦν ἐγρηγορέναι τῷ ἀνθρώπῳ· πάντα γὰρ ταῦτα συμβέβηκε μὲν ἡμῖν, οὐ διὰ παντὸς δέ· καὶ γὰρ μὴ τρέχοντες μένομεν οἱ αὐτοὶ καὶ ἡσυχάζοντες, καὶ ἐπὶ τῶν ἄλλων ὡσαύτως. διττῆς οὖν οὔσης τῶν συμβεβηκότων διαφορᾶς οὐδετέραν εὑρήσομεν τὴν αὐτὴν τῷ ὑποκειμένῳ πράγματι, ἀλλ’ ἀεὶ διαφέρουσαν.

  86. 7.272.1

    μάταιοι τοίνυν εἰσὶ καὶ οἱ τὸν ἄνθρωπον ζῷον λέγοντες λογικὸν θνητὸν καὶ τὰ ἑξῆς· οὐ γὰρ τὸν ἄνθρωπον ἀπέδοσαν, ἀλλὰ τὰ συμβεβηκότα τούτῳ κατηρίθμησαν. ὧν τὸ μὲν ζῷον τῶν διὰ παντὸς αὐτῷ συμβεβηκότων ἐστίν· ἀδύνατον γὰρ μὴ ζῶον ὄντα ἄνθρωπον εἶναι· τὸ δὲ “θνητὸν” οὐδὲ συμβεβηκός ἐστιν, ἀλλ’ ἐπιγινόμενόν τι τῷ ἀνθρώπῳ· ὅτε γὰρ ἐσμὲν ἄνθρωποι, ζῶμεν καὶ οὐ τεθνήκαμεν.

  87. 7.273.1

    τὸ δὲ ‘‘λογίζεσθαι καὶ ἐπιστήμην ἔχειν” συμβέβηκε μέν, οὐ διὰ παντὸς δέ· καὶ γὰρ μὴ λογιζόμενοί τινες ἄνθρωποί εἰσιν, ὥσπερ οἱ νηδύμῳ κατασχεθέντες ὕπνῳ, καὶ ἐπιστήμην μὴ ἔχοντες, <οἳ> οὐκ ἐκπεπτώκασι τῆς ἀνθρωπότητος, ὥσπερ οἱ μεμηνότες. ἕτερον οὖν ζητούντων ἡμῶν ἕτερον παρεστάκασιν.

  88. 7.274.1

    ἔτι τὸ μὲν “ζῷον” οὐκ ἔστιν ἄνθρωπος, θρωπος, ἐπεὶ πᾶν ζῷον ἔσται ἄνθρωπος. τὸ δὲ “λογικὸν” εἰ μὲν ἀντὶ τοῦ λογίζεσθαι τάττοιτο, καὶ οἱ θεοὶ λογιζόμενοι ἄνθρωποι γενήσονται, τάχα δὲ καί τινα τῶν ἄλλων ζῴων· εἰ δὲ ἀντὶ τοῦ σημαντικὰς προφέρεσθαι φωνάς, <καὶ> τοὺς καὶ ψιττακούς καὶ τὰ τοιαῦτα ἀνθρώπους εἶναι λέξομεν, ὅπερ ἄτοπον.

  89. 7.275.1

    καὶ μὴν εἰ τὸ ‘‘θνητὸν” φαίη τις ἄνθρωπον εἶναι, ἀκολουθήσει τὸ καὶ τὰ ἄλογα τῶν ζῴων θνητὰ ὄντα ἀνθρώπους ὑπάρχειν. τὸ δὲ ὅμοιον καὶ περὶ τοῦ “λογίζεσθαί τε καὶ ἐπιστήμης δεκτικὸν εἶναι” χρὴ φρονεῖν. πρῶτον μὲν γὰρ καὶ εἰς θεοὺς πίπτει τὰ τοιαῦτα· δεύτερον δέ, εἴπερ ἐπιδεκτικόν ἐστι τούτων ὁ ἄνθρωπος, οὐκ ἔστι ταῦτα ὁ ἄνθρωπος, ἀλλ’ ἐκεῖνος τούτων ἐπιδεκτικὸς οὗ τὴν φύσιν οὐ παρέστησαν.

  90. 7.276.1

    καίτοι τινὲς τῶν συνετῶν εἶναι δοκούντων κατὰ τὴν δογματικὴν αἵρεσιν πρὸς τοῦτο ὑπαντῶντες φασὶν ὅτι ἕκαστον μὲν τῶν κατηριθμημένων οὐκ ἔστιν ἄνθρωπος, πάντα δὲ εἰς τὸ αὐτὸ συναχθέντα ποιεῖ τοῦτον, οἷόν τι καὶ ἐπὶ μερῶν καὶ ὅλου θεωροῦμεν γινόμενον·

  91. 7.277.1

    ὧς γὰρ χεὶρ κατ’ ἰδίαν οὐκ ἔστιν ἄνθρωπος, οὐδὲ κεφαλή, οὐδὲ πούς, οὐδὲ ἄλλο τι τῶν τοιούτων, ἀλλὰ τὸ ἐξ αὐτῶν σύνθετον ὅλον νοεῖται, οὕτω καὶ ὁ ἄνθρωπος οὔτε ζῷόν ἐστι ψιλῶς οὔτε λογικὸν κατ’ ἰδίαν οὔτε θνητὸν κατὰ περιγραφήν, ἀλλὰ τὸ ἐξ ἁπάντων ἄθροισμα, τουτέστι ζῷον ἅμα καὶ θνητὸν καὶ λογικόν.

  92. 7.278.1

    πρόχειρος δ’ ἐστὶ καὶ <ἡ> πρὸς τοῦτο ὑπάντησις. πρῶτον μὲν γὰρ εἰ κατ’ ἰδίαν ἕκαστον οὐκ ἔστι ταῦτα ἄνθρωπος, δύναται εἰς ταὐτὸ συναχθέντα ἄνθρωπον ποιεῖν, μήτε πλεονάσαντα παρὸ ἔστι, μήτε ἐλλιπόντα παρὸ ὑπόκειται, μήτε ἄλλως πως τραπέντα; εἶτ’ οὐδὲ τὴν ἀρχὴν δύναται εἰς ταὐτὸ πάντα συνδραμεῖν, ἴνα καὶ τὸ ἐξ ἁπάντων ἄνθρωπος γένηται.

  93. 7.279.1

    τὸ γοῦν θνητὸν εὐθέως, ὅτ’ ἐσμὲν ἄνθρωποι, οὐ συμβέβηκεν ἡμῖν, ἀλλὰ κατὰ συμμνημόνευσιν λαμβάνεται. θεωροῦντες γὰρ Δίωνα καὶ Θέωνα καὶ Σωκράτη καὶ κοινῶς τοὺς κατὰ μέρος ἡμῖν ὁμοίους τετελευτηκέναι λογιζόμεθα ὅτι καὶ ἡμεῖς ἐσμεν θνητοί, καὶ μηδέπω τοῦ θανεῖν παρόντος ἡμῖν· ζῶμεν γὰρ δήπουθεν.

  94. 7.280.1

    καὶ μὴν τὸ λογίζεσθαι ὁτὲ μὲν πάρεστιν ἡμῖν, ὁτὲ δὲ οὐ πάρεστι, καὶ τὸ ἐπιστήμην ἔχειν πάλιν οὐ τῶν διὰ παντὸς συμβεβηκότων τῷ ἀνθρώπῳ καθέστηκεν, ὡς ἤδη παρεστήσαμεν. λεκτέον οὖν μηδὲ τὴν κοινὴν τούτων σύνοδον ἄνθρωπον εἶναι.

  95. 7.281.1

    Πλάτων’ ([Plato] Def. p. 415 a) δὲ χεῖρον παρὰ τοὺς ἄλλους ὁρίζεται τὸν ἄνθρωπον, λέγων “ἄνθρωπός ἐστι ζῷον ἄπτερον δίπουν πλατυώνυχον, ἐπιστήμης πολιτικῆς δεκτικόν.” ὅθεν καὶ προῦπτά ἐστι τὰ ὀφείλοντα πρὸς αὐτὸν λέγεσθαι. πάλιν γὰρ οὐ τὸν ἄνθρωπον ἐκτέθειται, ἀλλὰ τὰ συμβεβηκότα καὶ ἀποσυμβεβηκότα τούτῳ κατηρίθμηται·

  96. 7.282.1

    τὸ μὲν γὰρ “ἄπτερον” ἀποσυμβέβηκεν αὐτῷ, τὸ δὲ “ζῷον” καὶ τὸ “δίπουν” καὶ τὸ “πλατυώνυχον” συμβέβηκεν, τὸ δὲ ‘‘ἐπιστήμης πολιτικῆς δεκτικὸν” ποτὲ μὲν συμβέβηκεν, ποτὲ δὲ ἀποσυμβέβηκεν. ὥστε ἡμῶν ἕτερόν τι μαθεῖν ζητούντων αὐτὸς ἕτερόν τι παρέστησεν.

  97. 7.282.2

    Ἀλλὰ γὰρ οὕτως ἀποδεδείχθω τὸ μὴ δύνασθαι ἄνθρωπον <ἑαυτὸν> ἐκ προχείρου νοεῖν.

  98. 7.283.1

    παρακειμένως δὲ λεκτέον, ὅτι καὶ ἡ κατάληψις αὐτοῦ τῶν ἀπόρων ἐστί, καὶ μάλιστα ὅτι ἀπὸ μέρους ἤδη τοῦτο συμβεβίβασται (τὸ γὰρ μὴ ἐπινοούμενον οὐδὲ καταληφθῆναι πέφυκεν· ἀνεπινόητος δέ γε ὁ ἄνθρωπος δέδεικται τὸ ὅσον ἐπὶ ταῖς τῶν δογματικῶν κῶν ἐννοίαις, τοίνυν καὶ ἀκατάληπτος).

  99. 7.284.1

    ὅμως δ’ οὖν καὶ καθ’ ἕτερον τρόπον ἐνέσται τὸ τοιοῦτο κατασκευάζειν· εἴπερ καταληπτόν ἐστιν ὁ ἄνθρωπος, ἤτοι ὅλος δι’ ὅλου ἑαυτὸν ζητεῖ τε καὶ καταλαμβάνει, ἢ ὅλος ἐστὶ τὸ ζητούμενον καὶ ὑπὸ τὴν κατάληψιν πίπτον <. . . .> ὥσπερ εἰ καὶ τὴν ὅρασιν ὑπόθοιτό τις ἑαυτὴν ὁρῶσαν· ἤ γὰρ ὅλη ἔσται ὁρῶσα ἢ ὁρωμένη ἢ μέρει μὲν ἑαυτὴν ὁρῶσα, μέρει δὲ ὑφ᾿ ἑαυτῆς ὁρωμένη.

  100. 7.285.1

    ἀλλ’ εἰ μὲν ὅλος δι’ ὅλου ὁ ἄνθρωπος ἑαυτὸν ζητοίη καὶ σὺν τούτῳ νοοῖτο (σὺν τῷ δι’ ὅλου ἑαυτὸν νοεῖν), οὐδὲν ἔτι ἔσται τὸ καταλαμβανόμενον, ὅπερ ἄτοπον. εἰ δὲ ὅλος εἴη τὸ ζητούμενον καὶ σὺν τούτῳ νοοῖτο ὅλος (σὺν τῷ ζητεῖσθαι), πάλιν οὐδὲν ἀπολειφθήσεται τὸ ζητοῦν καὶ τὸ τὴν κατάληψιν ποιησόμενον.

← Previous · Next → — showing 10011100 of 2,861

First Thousand Years of Greek. CTS URN tlg0544.tlg002.1st1K-grc1. Via the Perseus Digital Library / Open Greek and Latin TEI corpora. Licence: Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License. Source.