Ancient Textssearch the texts themselves, not just their titles

← All works

Adversus mathematicos

First Thousand Years of Greek · First Thousand Years of Greek · 2,861 sections

  1. 7.97.1

    ἡμιόλιος ὤν, ᾗ ἐκεῖνόν τε περιέσχηκε καὶ τὸ ἥμισυ αὐτοῦ , ἐμφαίνει τὴν διὰ πέντε συμφωνίαν· ὁ δὲ τέσσαρα τοῦ δύο καὶ ὁ δύο τῆς μονάδος διπλασίων καθεστὼς περιληπτικός ἐστι τῆς διὰ πασῶν.

  2. 7.98.1

    ἐπεὶ οὖν ἡ τετρακτὺς ἀναλογίαν τῶν λεχθεισῶν συμφωνιῶν ὑποβάλλει, αἱ δὲ συμφωνίαι τῆς τελείου ἁρμονίας εἰσὶ συμπληρωτικαί, κατὰ δὲ τὴν τέλειον ἁρμονίαν πάντα διοικεῖται, τοῦδε χάριν πηγὴν ἀενάου φύσεως ῥιζώματ’ ἔχουσαν εἰρήκασιν αὐτήν.

  3. 7.99.1

    καὶ ἄλλως, ἐπεὶ κατὰ τοὺς λόγους τῶν τεσσάρων τούτων ἀριθμῶν τό τε σῶμα καὶ τὸ ἀσώματον νοεῖται, ἐξ ὧν τὰ πάντα (στιγμῆς γὰρ ῥυείσης γραμμὴν φαντασιούμεθα, ἥτις ἐστὶ μῆκος ἀπλατές, γραμμῆς δὲ ῥυείσης πλάτος ἐποιήσαμεν, ὅπερ ἐστὶν ἐπιφάνειά τις ἀβαθής, ἐπιφανείας δὲ ῥυείσης στερεὸν ἐγένετο σῶμα.

  4. 7.100.1

    ἀλλ’ ἦν γε ἐπὶ μὲν τῆς στιγμῆς ἡ μονὰς ἀδιαίρετος οὖσα, καθὼς καὶ ἡ στιγμή, ἐπὶ δὲ τῆς γραμμῆς ὁ δύο ἀριθμός, <ἐπὶ δὲ τῆς ἐπιφανείας ὁ τρία ἀριθμός>· γάρ <ποῦ> πάρεστιν ἡ γραμμή, τουτέστιν ἀπὸ σημείου σημεῖον καὶ πάλιν ἀπὸ τούτου ἐπὶ ἄλλο σημεῖον· ἐπὶ δὲ τοῦ στερεοῦ σώματος ὁ τέσσαρα· ἐὰν γὰρ τρισὶ σημείοις τέταρτον ἐπαιωρήσωμεν σημεῖον, πυραμὶς γίνεται, ὅπερ δὴ πρῶτόν ἐστι στερεοῦ σώματος σχῆμα), κατὰ λόγον οὖν ἡ τετρακτὺς πηγὴ τῆς τῶν ὅλων φύσεως ἐστίν.

  5. 7.101.1

    καὶ ἄλλως· πᾶν τὸ καταλαμβανόμεδὲ ἀνθρώπῳ, φασίν, ἤτοι σῶμά ἐστιν ἢ ἀσώματον· ἐάν τε δὲ σῶμα ἐὰν τε καὶ ἀσώματον, οὐ χωρὶς τῆς τῶν ἀριθμῶν θμῶν ἐννοίας καταλαμβάνεται, τὸ μὲν σῶμα, ἐπεὶ τριχῆ διαστατὸν καθεστὼς τὸν τρία ἀριθμὸν ὑπαγορεύει.

  6. 7.102.1

    ἐπεὶ δὲ τῶν σωμάτων τὰ μέν ἐστιν ἐκ συναπτομένων ὡς πλοῖα καὶ ἀλύσεις καὶ πυργίσκοι, τὰ δὲ ἐξ ἡνωμένων, ἅπερ ὑπὸ μιᾶς ἕξεως συνέχεται, ὧς φυτὰ καὶ ζῷα, τὰ δὲ ἐκ διεστώτων ὡς χοροὶ καὶ στρατιαὶ καὶ ποῖμναι· — ἀλλ’ ἐάν τε ἐκ συναπτομένων ἐάν τε ἐξ ἡνωμένων ἐάν τε ἐκ διεστώτων, ἀριθμοὺς ἔχει παρόσον ἐκ πλειόνων συνέστηκεν.

  7. 7.103.1

    ἔτι τῶν σωμάτων τά μὲν ἐν ἁπλαῖς κεῖται ποιότησι τὰ δὲ ἐν ἀθρόαις, καθάπερ τὸ μῆλον· καὶ γὰρ ποιὸν ἔχει χρῶμα πρὸς ὅρασιν καὶ χυλὸν πρὸς γεῦσιν καὶ ὀσμὴν πρὸς ὅσφρησιν καὶ λειότητα πρὸς ἁφήν· ἃ δὴ τῆς τῶν ἀριθμῶν ἐστὶ φύσεως.

  8. 7.104.1

    ὁ δ’ αὐτὸς καὶ ἐπὶ τῶν ἀσωμάτων ἐστὶ λόγος, εἴγε καὶ χρόνος ἀσώματος ὢν ἀριθμῷ λαμβάνεται, ὥς ἐστι συμφανὲς ἀπὸ ἐνιαυτῶν τε καὶ μηνῶν καὶ ἡμερῶν καὶ ὡρῶν. ὡσαύτως δὲ καὶ ἡ στιγμὴ καὶ γραμμὴ καὶ ἐπιφάνεια, καὶ τἄλλα περὶ ὧν καὶ μικρῷ πρότερον διελέχθημεν, ἀνάγοντες καὶ τὰς τούτων νοήσεις εἰς ἀριθμούς.

  9. 7.105.1

    συνᾴδειν δὲ τοῖς εἰρημένοις φασὶ καὶ τὰ κατὰ τὸν βίον, ἔτι δὲ τὰ κατὰ τὰς τέχνας πράγματα. ὅ τε γὰρ βίος ἕκαστον κρίνει κριτηρίοις ἅπερ ἐστὶν ἀριθμοῦ μέτρα. ἐὰν γοῦν ἀνέλωμεν τὸν ἀριθμόν, ἀναιρεθήσεται <μὲν> ἐκ δυεῖν ἡμιπηχείων καὶ παλαιστῶν ἐξ καὶ δακτύλων εἰκοσιτεσσάρων συγκείμενος, ἀναιρεθήσεται δὲ μέδιμνος καὶ τάλαντον καὶ τὰ λοιπὰ τῶν κριτηρίων· ταῦτα γὰρ πάντα ἐκ πλειόνων συνεστῶτα εὐθὺς ἀριθμοῦ ἐστιν εἴδη.

  10. 7.106.1

    ὅθεν καὶ τὰ λοιπὰ τούτῳ συνέχεται, δάνεια μαρτυρίαι ψῆφοι συγγραφαὶ χρόνοι περίοδοι. καὶ καθόλου τῶν ἀμηχάνων ἐστὶν εὑρεῖν τι κατὰ τὸν βίον ἀμοιροῦν τούτου. πᾶσά γε μὴν τέχνη οὐ χωρὶς ἀναλογίας συνέστη, ἀναλογία δ᾿ ἐν ἀριθμῷ κεῖται· πᾶσα ἄρα τέχνη δι᾿ ἀριθμοῦ συνέστη.

  11. 7.107.1

    Ῥόδιοι γοῦν, ὡς φασίν, ἐπύθοντο Χάρητος τοῦ ἀρχιτἐκτονος πόσον δαπανηθήσεται χρῆμα πρὸς κατασκευὴν τοῦ κολοσσοῦ. ὁρίσαντος δὲ αὐτοῦ τι, πάλιν ἐπηρώτων πόσον δέ, εἰ θέλοιεν διπλασίονα κατὰ μέγεθος αὐτὸν κατασκευἀσαι. τοῦ δὲ τὸ διπλάσιον αἰτήσαντος οἱ μὲν ἔδοσαν, ὁ δ᾿ εἰς τὰς ἀρχὰς καὶ τὰ προκεντήματα δαπανήσας τὸ δοθὲν ἑαυτὸν ἀνεῖλεν.

  12. 7.108.1

    θανόντος δὲ αὐτοῦ συνεῖδον οἱ τεχνῖται ὡς οὐ διπλάσιον ἐχρῆν ἀλλ᾿ ὀκταπλάσιον αἰτῆσαι· οὐ γὰρ μῆκος μόνον ἀλλὰ πᾶσαν διάστασιν ὤφειλε μεγεθοποιεῖν τοῦ δημιουργήματος. ὥστε ἀναλογία τις ἔστιν ἐν πλαστικῇ, ὁμοίως δὲ καὶ ἐν ζωγραφίᾳ, δι᾿ ἣν ὁμοιότης κατ᾿ ἀπαραλλαξίαν κατορθοῦται.

  13. 7.109.1

    κοινῷ τε λόγῳ πᾶσα τέχνη ἐστὶ σύστημα ἐκ καταλήψεων (Stoic. fr. I 73 Arn.), τὸ δὲ σύστημα ἀριθμός. τοίνυν ὑγιὲς τὸ ἀριθμῷ δέ τε πάντ᾿ ἐπέοικεν, τουτέστι τῷ κρίνοντι λόγῳ καὶ ὁμοιογενεῖ τοῖς τὰ πάντα συνεστακόσιν ἀριθμοῖς.

  14. 7.110.1

    Ταῦτα μὲν οἱ Πυθαγορικοί· Ξενοφάνης δὲ κατὰ τοὺς ὡς ἑτέρως αὐτὸν ἐξηγουμένους, ὅταν λέγη (B 34 Diels) καὶ τὸ μὲν οὖν σαφὲς οὔ τις ἀνὴρ ἴδεν, οὐδέ τις ἔσται εἰδὼς ἀμφὶ θεῶν τε καὶ ἅσσα λέγω περὶ πάντων· εἰ γὰρ καὶ τὰ μάλιστα τύχοι τετελεσμένον εἰπών, αὐτὸς ὅμως οὐκ οἶδε, δόκος δ᾿ ἐπὶ πᾶσι τέτυκται, φαίνεται μὴ πᾶσαν κατάληψιν ἀναιρεῖν ἀλλὰ τὴν ἐπιστημονικὴν καὶ ἀδιάπτωτον, ἀπολείπειν δὲ τὴν δοξαστήν· τοῦτο γὰρ ἐμφαίνει τὸ “δόκος δ᾿ ἐπὶ πᾶσι τέτυκται”. ὥστε κριτήριον γίνεσθαι κατὰ τοῦτον τὸν δοξαστὸν λόγον, τουτέστι τὸν τοῦ εἰκότος ἀλλὰ μὴ τὸν τοῦ παγίου ἐχόμενον.

  15. 7.111.1

    ὁ δὲ γνώριμος αὐτοῦ Παρμενίδης τοῦ μὲν δοξαστοῦ λόγου κατέγνω, φημὶ δὲ τοῦ ἀσθενεῖς ἔχοντος ὑπολήψεις, τὸν δ’ ἐπιστημονικόν, τουτέστι τὸν ἀδιάπτωτον, ὑπέθετο κριτήριον, ἀποστὰς καὶ <αὐτὸς> τῆς τῶν αἰσθήσεων πίστεως. ἐναρχόμενος γοῦν τοῦ Περὶ φύσεως (B 1 Diels) γράφει τοῦτον τὸν τρόπον· ἵπποι ταί με φέρουσιν, ὅσον τ’ ἐπὶ θυμὸς ἱκάνοι, πέμπον, ἐπεί μ’ ἐς ὁδὸν βῆσαν πολύφημον ἄγουσαι δαίμονος, ἣ κατὰ πάντ’ ἄστη φέρει εἰδότα φῶτα· τῇ φερόμην· τῇ γάρ με πολύφραστοι φέρον ἵπποι ἅρμα τιταίνουσαι, κοῦραι δ’ ὁδὸν ἡγεμόνευον. ἄξων δ’ ἐν χνοίῃσιν ἵ<ει> σύριγγος αἰθόμενος δοιοῖς γὰρ ἐπείγετο δινωτοῖσιν κύκλοις ἀμφοτέρωθεν), ὅτε σπερχοίατο πέμπειν Ηλιάδες κοῦραι, προλιποῦσαι δώματα Νυκτός, εἰς φάος, ὠσάμεναι κράτων ἄπο χερσὶ καλύπτρας. ἔνθα πύλαι Νυκτός τε καὶ Ἥματός εἰσι κελεύθων, καί σφας ὐπέρθυρον ἀμφὶς ἔχει καὶ λάινος οὐδός· αὐταὶ δ’ αἰθέριαι πλῆνται μεγάλοισι θυρέτροις· τῶν δὲ Δίκη πολύποινος ἔχει κληῖδας ἀμοιβούς. τὴν δὴ παρφάμεναι κοῦραι μαλακοῖσι λόγοισιν πεῖσαν ἐπιφραδέως, ὥς σφιν βαλανωτὸν ὀχῆα ἀπτερέως ὤσειε πυλέων ἄπο. ταὶ δὲ θυρέτρων χάσμ’ ἀχανὲς ποίησαν ἀναπτάμεναι, πολυχάλκους ἄξονας ἐν σύριγξιν εἰλίξασαι, εἱλίξασαι, γόμφοις καὶ περόνῃσιν ἀρηρότε· τῇ ῥα δι’ αὐτέων ἰθὺς ἔχον κοῦραι κατ’ ἀμαξιτὸν ἅρμα καὶ ἵππους. καί με θεὰ πρόφρων ὑπεδέξατο, χεῖρα δὲ χειρί δεξιτερὴν ἕλεν, ὧδε δ’ ἔπος φάτο καί με προσηύδα· ὦ κοῦρ’ ἀθανάτοισι συνάορος ἡνιόχοισιν, ἵπποις ταί σε φέρουσιν ἱκάνων ἡμέτερον δῶ, χαῖρ’, ἐπεὶ οὔτι σε μοῖρα κακὴ προὔπεμπε νέεσθαι τήνδ’ ὁδόν ἦ γὰρ ἀπ’ ἀνθρώπων ἐκτὸς πάτου ἐστίν), ἀλλὰ θέμις τε δίκη τε. χρεὼ δέ σε πάντα πυθέσθαι ἠμὲν Ἀληθείης εὐπειθέος ἀτρεμὲς ἦτορ ἠδὲ βροτῶν δόξας, ταῖς οὐκ ἔνι πίστις ἀληθής. ἀλλὰ σὺ τῆσδ’ ἀφ’ ὁδοῦ διζήσιος εἶργε νόημα, μηδέ σ’ ἔθος πολύπειρον ὁδὸν κάτα τήνδε βιάσθω νωμᾶν ἄσκοπον ὄμμα καὶ ἠχήεσσαν ἀκουήν καὶ γλῶσσαν, κρῖναι δὲ λόγῳ πολύπειρον ἔλεγχον ἐξ ἐμέθεν ῥηθέντα. μόνος δ’ ἔτι θυμὸς ὁδοῖο λείπεται.

  16. 7.112.1

    ἐν τούτοις γὰρ ὁ Παρμενίδης ἵππους μέν φησιν αὐτὸν φέρειν τἀς ἀλόγους τῆς ψυχῆς ὁρμάς τε καὶ ὀρέξεις, κατὰ δὲ τὴν πολύφημον ὁδὸν τοῦ δαίμονος πορεύεσθαι τὴν κατὰ τὸν φιλόσοφον λόγον θεωρίαν, ὃς λόγος προπομποῦ δαίμονος τρόπον ἐπὶ τὴν ἁπάντων ὁδηγεῖ γνῶσιν. κούρας δ’ αὐτοῦ προάγειν τὰς αἰσθήσεις, ὧν τὰς μὲν ἀκοὰς αἰνίττεται ἐν τῷ λέγειν ‘‘δοιοῖς γὰρ ἐπείγετο δινωτοῖσι κύκλοις”, τουτέστι τοῖς τῶν ὤτων, τὴν φωνὴν δι’ ὧν καταδέχονται, τὰς δὲ ὁράσεις Ἡλιάδας κούρας κέκληκε,

  17. 7.113.1

    δώματα μὲν Νυκτὸς ἀπολιπούσας, ”ἐς φάος <δὲ> ὠσαμένας’’ διὰ τὸ μὴ χω- ρὶς φωτὸς γίνεσθαι τὴν χρῆσιν αὐτῶν. ἐπὶ δὲ τὴν ‘‘πολὐ- ποινον” ἐλθεῖν Δίκην καὶ ἔχουσαν ‘‘κληῖδας ἀμοιβούς’’, τὴν διάνοιαν ἀσφαλεῖς ἔχουσαν τὰς τῶν πραγμάτων καταλή- ψεῖς.

  18. 7.114.1

    ἥτις αὐτὸν ὑποδεξαμένη ἐπαγγέλλεται δύο ταῦτα διδάξειν, ‘‘ἠμὲν Ἀληθείης εὐπειθέος ἀτρεμὲς ἦτορ”, ὅπερ ἐστὶ τὸ τῆς ἐπιστήμης ἀμετακίνητον βῆμα, ἕτερον δὲ ‘‘βροτῶν δόξας, ταῖς οὐκ ἔνι πίστις ἀληθής”, τουτέστι τὸ ἐν δόξῃ κείμενον πᾶν, ὅτι ἦν ἀβέβαιον. καὶ ἐπὶ τέλει προσ- διασαφεῖ τὸ μὴ δεῖν ταῖς αἰσθήσεσι προσέχειν ἀλλὰ τῷ λόγῳ· μὴ γάρ σε, φησίν, ‘‘ἔθος πολύπειρον ὁδὸν κάτα τήνδε βιάσθω νωμᾶν ἄσκοπον ὄμμα καὶ ἠχήεσσαν ἀκουὴν καὶ γλῶσσαν, κρῖναι δὲ λόγῳ πολύπειρον ἔλεγχον ἐξ ἐμέθεν ῤηθέντα”.

  19. 7.114.2

    Ἀλλ’ οὗτος μὲν καὶ αὐτός, ὧς ἐκ τῶν εἰρημένων συμ- φανές, τὸν ἐπιστημονικὸν λόγον κανόνα τῆς ἐν τοῖς οὖσιν ἀληθείας ἀναγορεύσας ἀπέστη τῆς τῶν αἰσθήσεων ἐπιστάσεως·

  20. 7.115.1

    Ἐμπεδοκλῆς δὲ ὁ Ἀκραγαντῖνος κατὰ μὲν τοὺς ἁπλούστερον δοκοῦντας αὐτὸν ἐξηγεῖσθαι ἐξ κριτήρια τῆς ἀληθείας παραδίδωσιν. δύο γὰρ δραστηρίους τῶν ὅλων ἀρχὰς ὑποθέμενος, φιλίαν καὶ νεῖκος, ἅμα τε τῶν τεσσάρων μνησθεὶς ὧς ὑλικῶν, γῆς τε ὕδατος ἀέρος καὶ πυρός, πάντων ταῦτα ἔφη κριτή- ῥία τυγχάνειν.

  21. 7.116.1

    παλαιὰ γάρ τις, ὧς προεῖπον, ἄνωθεν παρὰ τοῖς φυσικοῖς κυλίεται δόξα περὶ τοῦ τὰ ὅμοια τῶν ὁμοίων εἶναι γνωριστικά· καὶ ταύτης ἔδοξε μὲν καὶ Δημόκριτος κεκομικέναι τὴν παραμυθίαν , ἔδοξε δὲ καὶ Πλάτων’ αὐτῆς ἐν τῷ Τιμαίῳ παρεψαυκέναι.

  22. 7.117.1

    ἀλλ’ ὁ μὲν Δημόκριτος (B 164 Diels) ἐπί τε τῶν ἐμψύχων καὶ ἀψύχων ἵστησι τὸν λόγον. καὶ γὰρ ζῷα, φησίν, ὁμογενέσι ζῴοις συνα- γελάξεται, ὧς περιστεραὶ περιστεραῖς καὶ γέρανοι γεράνοις, καὶ ἐπὶ τῶν ἄλλων ἀλόγων· ὡσαύτως δὲ καὶ ἐπὶ τῶν ἀψύχων, καθάπερ ὁρᾶν πάρεστιν ἐπί τε τῶν κοσκινευομένων σπερμάτων καὶ ἐπὶ τῶν παρὰ ταῖς κυματωγαῖς ψηφίδων· ὅπου μὲν γὰρ κατὰ τὸν τοῦ κοσκίνου δῖνον διακριτικῶς φακοὶ μετὰ φακῶν τάσσονται καὶ κριθαὶ μετὰ κριθῶν καὶ πυροὶ μετὰ πυρῶν,

  23. 7.118.1

    ὅπου δὲ κατὰ τὴν τοῦ κύματος κίνησιν αἱ μὲν ἐπιμήκεις ψηφῖδες εἰς τὸν αὐτὸν τόπον ταῖς ἐπιμήκεσιν ὠθοῦνται, αἱ δὲ περιφερεῖς ταῖς περιφερέσιν, ὡς ἂν συναγωγόν τι ἐχούσης τῶν πραγμάτων τῆς ἐν τούτοις ὁμοιότητος. ἀλλ’ ὁ μὲν Δημόκριτος οὕτως,

  24. 7.119.1

    Πλάτων’ δὲ ἐν τῷ Τιμαίῳ (45 B) πρὸς παράστασιν τοῦ ἀσώματον εἶναι τὴν ψυχὴν τῷ αὐτῷ γένει τῆς ἀποδείξεως κέχρηται. εἰ γὰρ ἡ μὲν ὅρασις, φησί, φωτὸς ἀντιλαμβανομένη εὐθύς ἐστι φωτοειδής, ἡ δὲ ἀκοὴ ἀέρα πεπληγμένον κρίνουσα, ὅπερ ἐστὶ τὴν φωνήν, εὐθὺς ἀεροειδὴς θεωρεῖται, ἡ δὲ ὅσφρησις ἀτμοὺς γνωρίζουσα πάντως ἐστὶν ἀτμοειδὴς καὶ ἡ γεῦσις χυλοὺς χυλοειδής, κατ’ ἀνάγκην καὶ ἡ ψυχὴ τὰς ἀσωμάτους ἰδέας λαμβάνουσα, καθάπερ τἀς ἐν ἀριθμοῖς καὶ τἀς ἐν τοῖς πέρασι τῶν σωμάτων, γίνεταί τις ἀσώματος.

  25. 7.120.1

    τοιαύτης δ’ οὔσης παρὰ τοῖς προγενεστέροις δόξης, ἔοικε καὶ ὁ Ἐμπεδοκλῆς ταύτῃ συμπεριφέρεσθαι, ἕξ τε οὐσῶν τῶν τὰ πάντα συνεστακυιῶν ἀρχῶν λέγειν ἰσάριθμα ταύταις ὑπάρχειν τὰ κριτήρια, δι’ ὧν γέγραφε (B 109 Diels)

  26. 7.121.1

    γαίῃ μὲν γὰρ γαίαν ὀπώπαμεν, ὕδατι δ’ ὕδωρ, αἰθέρι δ’ αἰθέρα δῖον, ἀτὰρ πυρὶ πῦρ ἀίδηλον, στοργὴν δὲ στοργῇ, νεῖκος δέ τε νείκει· λυγρῷ, ἐμφαίνων ὧς γῆν μὲν καταλαμβανόμεθα μετουσίᾳ γῆς, ὕδωρ δὲ κατὰ μετοχὴν ὕδατος, ἀέρα δὲ μετουσίᾳ τοῦ ἀέρος, καὶ ἐπὶ πυρὸς τὸ ἀνάλογον.

  27. 7.122.1

    ἄλλοι δὲ ἦσαν οἱ λέγοντες κατὰ τὸν Ἐμπεδοκλέα κριτήριον εἷναι τῆς ἀληθείας οὐ τἀς αἰσθήσεις ἀλλὰ τὸν ὀρθὸν λόγον, τοῦ δὲ ὀρθοῦ λόγου τὸν μέν τινα θεῖον ὑπάρχειν τὸν δὲ ἀνθρώπινον· ὧν τὸν μὲν θεῖον ἀνέξοιστον εἶναι, τὸν δὲ ἀνθρώπινον ἐξοιστόν.

  28. 7.123.1

    λέγει δὲ περὶ μὲν τοῦ μὴ ἐν ταῖς αἰσθήσεσι τὴν κρίσιν τἀληθοῦς ὑπάρχειν οὕτως (B 2 Diels)· στεινωποὶ μὲν γὰρ παλάμαι κατὰ γυῖα κέχυνται, πολλὰ δὲ δείλ’ ἔμπαια, τά τ’ ἀμβλύνουσι μερίμνας. παῦρον δὲ ζωῆς ἰδίου μέρος ἀθρήσαντες ὠκύμοροι καπνοῖο δίκην ἀρθέντες ἀπέπταν αὐτὸ μόνον πεισθέντες, ὅτῳ προσέκυρσεν ἕκαστος πάντοσ’ ἐλαυνόμενοι, τὸ δ’ ὅλον <πᾶς> ; εὔχεται οὕτως οὔτ’ ἐπιδερκτὰ τάδ’ ἀνδράσιν οὔτ’ ἐπακουστά οὔτε νόῳ περιληπτά. περὶ δὲ τοῦ μὴ εἰς τὸ παντελὲς ἄληπτον εἶναι τὴν ἀλήθειαν,

  29. 7.124.1

    ἀλλ’ ἐφ’ ὅσον ἱκνεῖται ὁ ἀνθρώπινος λόγος ληπτὴν ὑπάρχειν, διασαφεῖ τοῖς προκειμένοις ἐπιφέρων σὺ <δ᾿> οὖν ἐπεὶ ὧδ’ πεύσεαι, οὐ πλέον ἠὲ βροτείη μῆτις ὄρωρεν. καὶ διὰ τῶν ἑξῆς ἐπιπλήξας τοῖς πλέον ἐπαγγελλομένοις γιγνώσκειν παρίστησιν, ὅτι τὸ δι’ ἑκάστης αἰσθήσεως λαμβανόμενον πιστόν ἐστι, τοῦ λόγου τούτων ἐπιστατοῦντος, καίπερ πρότερον καταδραμὼν τῆς ἀπ’ αὐτῶν πίστεως.

  30. 7.125.1

    φησὶ γὰρ (B 4 Diels) ἀλλὰ θεοὶ τῶν μὲν μανίην ἀποτρέψατε γλώσσης, ἐκ δ’ ὁσίων στομάτων καθαρὴν ὀχετεύσατε πηγήν. καὶ σέ, πολυμνήστη λευκώλενε παρθένε Μοῦσα, ἄντομαι, ὧν θέμις ἐστὶν ἐφημερίοισιν ἀκούειν, πέμπε παρ’ Εὐσεβίης ἐλάουσ’ εὐήνιον ἄρμα· μηδέ σέ γ’ εὐδόξοιο βιήσεται ἄνθεα τιμῆς πρὸς θνατῶν ἀνελέσθαι ἐφ’ ᾧ θ’ ὁσίης πλέον εἰπεῖν δάρσεϊ καὶ τότε δὴ σοφίης ἐπ’ ἄκροισι θοάζειν. ἀλλ’ ἄγ’ ἄθρει πάσῃ παλάμῃ, πῇ δῆλον ἕκαστον, μήτε τιν’ ὄψιν ἔχων πίστει πλέον ἢ κατ’ ἀκουήν ἢ ἀκοὴν ἐρίδουπον ὑπὲρ τρανώματα γλώσσης, μήτε τι τῶν ἄλλων, ὁπόσῃ πόρος ἐστὶ νοῆσαι, γυίων πίστιν ἔρυκε, νόει θ’ ᾗ δῆλον ἕκαστον.

  31. 7.126.1

    Τοιαῦτα μὲν καὶ ὁ Ἐμπεδοκλῆς· ὁ δἐ Ἡράκλειτος (A16 Diels), ἐπεὶ πάλιν ἐδόκει δυσὶν ὠργανῶσθαι ὁ ἄνθρωπος πρὸς τὴν τῆς ἀληθείας γνῶσιν, αἰσθήσει τε καὶ λόγῳ, τούτων τὴν <μὲν> αἴσθησιν παραπλησίως τοῖς προειρημένοις ἄπιστον εἶναι νενόμικεν, τὸν δὲ λόγον ὑποτίθεται κριτήριον. ἀλλὰ τὴν μὲν αἴσθησιν ἐλέγχει λέγων κατὰ λέξιν ‘‘κακοὶ μάρτυρες ἀνθρώποισιν ὀφθαλμοὶ καὶ ὦτα βαρβάρους ψυχὰς ἐχόντων”, ὅπερ ἴσον ἦν τῷ βαρβάρων ἐστὶ ψυχῶν ταῖς ἀλόγοις αἰσθήσεσι πιστεύειν.

  32. 7.127.1

    τὸν δὲ λόγον κριτὴν τῆς ἀληθείας ἀποφαίνεται οὐ τὸν ὁποιονδήποτε, ἀλλὰ τὸν κοινὸν καὶ θεῖον. τίς δ’ ἐστὶν οὗτος, συντόμως ὑποδεικτέον. ἀρέσκει γὰρ τῷ φυσικῷ τὸ περιέχον ἡμᾶς λογικὸν τε ὂν καὶ φρενῆρες.

  33. 7.128.1

    ἐμφαίνει δὲ τὸ τοιοῦτο πολύ πρόσθεν Ὅμηρος (σ 163) εἰπών· τοῖος γὰρ νόος ἐστὶν ἐπιχθονίων ἀνθρώπων, οἷον ἐπ’ ἦμαρ ἄγῃσι πατὴρ ἀνδρῶν τε θεῶν τε. καὶ Ἀρχίλοχος δέ φησι τοὺς ἀνθρώπους τοιαῦτα φρονεῖν (fr. 70 Bergk) ὁποίην Ζεὺς ἐφ’ ἡμέρην ἄγει. εἴρηται δὲ καὶ τῷ Εὐριπίδῃ (Troad. 885) τὸ αὐτό· ὅστις <ποτ᾿> εἶ σὺ δυστόπαστος εἰσιδεῖν Ζεύς, εἴτ’ ἀνάγκη φύσεος εἴτε νοῦς βροτῶν, ἐπευξάμην σε.

  34. 7.129.1

    τοῦτον οὖν τὸν θεῖον λόγον καθ’ Ἡράκλειτον δι’ ἀναπνοῆς σπάσαντες νοεροὶ γινόμεθα, καὶ ἐν μὲν ὕπνοις ληθαῖοι, κατὰ δὲ ἔγερσιν πάλιν ἔμφρονες. ἐν γὰρ τοῖς ὕπνοις μυσάντων τῶν αἰσθητικῶν πόρων χωρίζεται τῆς πρὸς τὸ περιέχον συμφυίας ὁ ἐν ἡμῖν νοῦς, μόνης τῆς κατὰ ἀναπνοὴν προσφύσεως σῳζομένης οἱονεί τινος ῥίζης, χωρισθείς τε ἀποβάλλει ἣν πρότερον εἶχε μνημονικὴν δύναμιν·

  35. 7.130.1

    ἐν δὲ ἐγρηγόρσει πάλιν διὰ τῶν αἰσθητικῶν πόρων ὥσπερ διά τινων θυρίδων προκύψας καὶ τῷ περιέχοντι συμβαλὼν λογικὴν ἐνδύεται δύναμιν. ὅνπερ οὖν τρόπον οἱ ἄνθρακες πλησιάσαντες τῷ πυρὶ κατ’ ἀλλοίωσιν διάπυροι γίνονται, χωρισθέντες δὲ σβέννυνται, οὕτω καὶ ἡ ἐπιξενωθεῖσα τοῖς ἡμετέροις σώμασιν ἀπὸ τοῦ περιέχοντος μοῖρα κατὰ μὲν τὸν χωρισμὸν σχεδὸν ἄλογος γίνεται, κατὰ δὲ τὴν διὰ τῶν πλείστων πόρων σύμφυσιν ὁμοιοειδὴς τῷ ὅλῳ καθίσταται.

  36. 7.131.1

    τοῦτον δὴ τὸν κοινὸν λόγον καὶ θεῖον, καὶ οὗ κατὰ μετοχὴν γινόμεθα λογικοί, κριτήριον ἀληθείας φησὶν ὁ Ἡράκλειτος. ὅθεν τὸ μὲν κοινῇ πᾶσι φαινόμενον, τοῦτ’ εἶναι πιστόν τῷ κοινῷ γὰρ καὶ θείῳ λόγῳ λαμβάνεται), τὸ δέ τινι μόνῳ προσπῖπτον ἄπιστον ὑπάρχειν διὰ τὴν ἐναντίαν αἰτίαν.

  37. 7.132.1

    ἐναρχόμενος γοῦν τῶν Περὶ φύσεως ’ς (B 1 Diels) ὁ προειρημένος ἀνήρ, καὶ τρόπον τινὰ δεικνὺς τὸ περιέχον, φησί· ‘‘λόγου τοῦδε ἐόντος ἀξύνετοι γίνονται ἄνθρωποι, καὶ πρόσθεν ἢ ἀκοῦσαι, καὶ ἀκούσαντες τὸ πρῶτον· γινομένων γὰρ κατὰ τὸν λόγον τόνδε ἀπείροισιν ἐοίκασι, πειρώμενοι ἐπέων καὶ ἔργων τοιούτων, ὁκοίων ἐγὼ δ’ διηγεῦμαι, κατὰ φύσιν διαιρέων ἕκαστον καὶ φράζων ὅκως ἔχει. τοὺς δὲ ἄλλους ἀνθρώπους λανθάνει ὁκόσα ἐγερθέντες ποιοῦσιν, ὅκωσπερ ὁκόσα εὕδοντες ἐπιλανθάνονται.”

  38. 7.133.1

    διὰ τούτων γὰρ ῥητῶς παραστήσας, ὅτι κατὰ μετοχὴν τοῦ θείου λόγου πάντα πράττομέν τε καὶ νοοῦμεν, ὀλίγα προδιελθὼν ἐπιφέρει (B 2 Diels) “διὸ δεῖ ἕπεσθαι τῷ <ξυνῷ, τουτέστι τῷ> κοινῷ·” (ξυνὸς γὰρ ὁ κοινός). “τοῦ λόγου δ’ ἐόντος ξυνοῦ ζώουσιν οἱ πολλοὶ ὧς ἰδίαν ἔχοντες φρόνησιν.” ἡ δ’ ἔστιν οὐκ ἄλλο τι ἀλλ’ ἐξήγησις 9a τοῦ τρόπου τῆς τοῦ παντὸς διοικήσεως. διὸ καθ’ ὅ τι ἂν αὐτοῦ τῆς μνήμης κοινωνήσωμεν, ἀληθεύομεν, ἃ δὲ ἂν ἰδιάσωμεν, ψευδόμεθα.

  39. 7.134.1

    νῦν γὰρ ῥητότατα καὶ ἐν τούτοις τὸν κοινὸν λόγον κριτήριον ἀποφαίνεται, καὶ τὰ μὲν κοινῇ φησι φαινόμενα πιστὰ ὧς ἂν τῷ κοινῷ κρινόμενα λόγῳ, τὰ δὲ κατ’ ἰδίαν ἑκάστῳ ψευδῆ.

  40. 7.135.1

    Τοιόσδε μὲν καὶ ὁ Ἡράκλειτος· Δημόκριτος δὲ ὁτὲ μὲν ἀναιρεῖ τὰ φαινόμενα ταῖς αἰσθήσεσι καὶ τούτων λέγει μηδὲν φαίνεσθαι κατ’ ἀλήθειαν, ἀλλὰ μόνον κατὰ δόξαν, ἀληθὲς δὲ ἐν τοῖς οὖσιν ὑπάρχειν τὸ ἀτόμους εἶναι καὶ κενόν· ‘‘νόμῳ” γάρ φησι (B 9 Diels) “γλυκὺ καὶ νόμῳ πικρόν, νόμῳ θερμόν, νόμῳ ψυχρόν, νόμῳ χροιή· ἐτεῇ δὲ ἄτομα καὶ κενόν.” (ὅπερ <ἔστι>· μὲν εἶναι καὶ δοξάζεται τὰ αἰσθητά, οὐκ ἔστι δὲ κατ’ ἀλήθειαν ταῦτα, ἀλλὰ τὰ ἄτομα μόνον καὶ τὸ κενόν).

  41. 7.136.1

    ἐν δὲ τοῖς Κρατυντηρίοις, καίπερ ὑπεσχημένος ταῖς αἰσθήσεσι τὸ κράτος τῆς πίστεως ἀναθεῖναι, οὐδὲν ἧττον εὑρίσκεται τούτων καταδικάζων. φησὶ γάρ· “ἡμεῖς δὲ τῷ μὲν ἐόντι οὐδὲν ἀτρεκὲς συνίεμεν, μεταπῖπτον δὲ κατά τε σώματος διαθήκην καὶ τῶν έπεισιόντων καὶ τῶν καὶ τῶν ἀνἀπείροισιν τισηριζόντων.” καὶ πάλιν φησίν (B 10 Diels)· μέν νυν ὅτι οἷον ἕκαστον ἔστιν <ἢ> οὐκ ἔστιν οὐ συνίεμεν, πολλαχῇ δεδήλωται.”

  42. 7.137.1

    ἐν δὲ τῷ Περὶ ἰδεῶν (B 6 Diels)· ‘‘γιγνώσκειν τε χρή” φησίν, τῷδε τῷ κανόνι, ὅτι ἐτεῆς ἀπήλλακται,“ καὶ πάλιν (B 7 Diels)· “δηλοῖ μὲν δὴ καὶ οὗτος ὁ λόγος, ὅτι ἐτεῇ οὐδὲν ἴσμεν περὶ οὐδενός, ἀλλ’ ἐπιρυσμίη ἑκάστοισιν ἡ δόξις,” καὶ ἔτι (B8 Diels)· ‘‘καίτοι δῆλον ἔσται, ὅτι ἐτεῇ οἶον ἕκαστον γιγνώσκειν ἐν ἀπόρῳ ἐστί.” καὶ δὴ ἐν μὲν τούτοις πᾶσαν σχεδὸν κινεῖ κατάληψιν, καὶ μόνον ἐξαιρέτως καθάπτεται τῶν αἰσθήσεων·

  43. 7.138.1

    ἐν δὲ τοῖς Κανόσι (B 11 Diels) δύο φησὶν εἶναι γνώσεις, τὴν μὲν διὰ τῶν αἰσθήσεων τὴν δὲ διὰ τῆς διανοίας, ὧν τὴν μὲν διὰ τῆς διανοίας γνησίην καλεῖ, προσμαρτυρῶν αὐτῇ τὸ πιστὸν εἰς ἀληθείας κρίσιν, τὴν δὲ διὰ τῶν αἰσθήσεων σκοτίην ὀνομάζει, ἀφαιρούμενος αὐτῆς τὸ πρὸς διάγνωσιν τοῦ ἀληθοῦς ἀπλανές.

  44. 7.139.1

    λέγει δὲ κατὰ λέξιν· ‘‘γνώμης δὲδύο εἰσὶν ἡ μὲν γνησίη, ἡ δὲ σκοτίη· καὶ σκοτίης μὲν τάδε σύμπαντα, ὄψις ἀκοὴ ὀδμὴ γεῦσις ψαῦσις· ἡ δὲ γνησίη, ἀποκεκριμένη δὲ ταύτης.” εἶτα προκρίνων τῆς σκοτίης τὴν γνησίην ἐπιφέρει λέγων· ‘‘ὅταν ἡ σκοτίη μηκέτι δύνηται μήτε ὁρῆν ἐπ’ ἔλαττον μήτε ἀκούειν μήτε ὀδμᾶσθαι μήτε γεύεσθαι μήτε ἐν τῇ ψαύσει αἰσθάνεσθαι, ἀλλ’ ἐπὶ λεπτότερον<. . . .>.” οὐκοῦν καὶ κατὰ τοῦ- τον ὁ λόγος ἐστὶ κριτήριον, ὃν γνησίην γνώμην καλεῖ.

  45. 7.140.1

    Διότιμος (3 Diels) δὲ τρία κατ’ αὐτὸν ἔλεγεν εἶναι κριτήρια, τῆς μὲν τῶν ἀδήλων καταλήψεως τὰ φαινόμενα — ὄψις γὰρ τῶν ἀδήλων τὰ φαινόμενα, ὥς φησιν Ἀναξαγόρας (B 21a Diels), ὃν ἐπὶ τούτῳ Δημόκριτος ἐπαινεῖ —, ξητήσεως δὲ τὴν ἔννοιαν — περὶ παντὸς γάρ, ὠ παῖ, μία ἀρχὴ τὸ εἰδέναι περὶ ὅτου ἔστιν ἡ ζήτησις (Plat. Phaedr. 237B) —, αἱρέσεως δὲ καὶ φυγῆς τὰ πάθη· τὸ μὲν γὰρ ᾧ προσοικειούμεθα, τοῦτο αἱρετόν ἐστιν, τὸ δὲ ᾧ προσαλλοτριούμεθα, τοῦτο φευκτόν ἐστιν.

  46. 7.140.2

    Ἡ μὲν οὖν τῶν παλαιῶν περὶ τοῦ κριτηρίου τῆς ἀληθείας ἱστορία τοιαύτη τις ἦν·

  47. 7.141.1

    ἁπτώμεθα δὲ ἑξῆς καὶ τῶν μετὰ τοὺς φυσικοὺς αἱρέσεων.

  48. 7.141.2

    Πλάτων’ τοίνυν ἐν τῷ Τιμαίῳ διελόμενος τὰ πράγματα εἴς τε τὰ νοητά καὶ αἰσθητά, καὶ εἰπὼν περιληπτὰ μὲν λόγῳ εἶναι τὰ νοητὰ, δοξαστὰ δὲ τυγχάνειν τὰ αἰσθητά, προδήλως κριτήριον ὥρισε τῆς τῶν πραγμάτων γνώσεως τὸν λόγον, συμπεριλαβὼν αὐτῷ καὶ τὴν διὰ τῆς αἰσθήσεως ἐνάργειαν.

  49. 7.142.1

    λέγει δὲ οὕτως (Tim. 27 D)· “τί τὸ ὂν ἀεί, γένεσιν δὲ οὐκ ἔχον, καὶ τί τὸ γινόμενον μέν, ὂν δὲ οὐδέποτε; τὸ μὲν δὴ νοήσει μετὰ λόγου περιληπτόν, τὸ δὲ δόξῃ μετὰ αἰσθήσεως.”

  50. 7.143.1

    περιληπτικὸν δὲ καλεῖσθαί φασι λόγον παρ’ αὐτῷ οἱ Πλατωνικοὶ τὸν κοινὸν τῆς ἐναργείας καὶ τῆς ἀληθείας. δεῖ γὰρ τὸν λόγον ἐν τῷ κρίνειν τὴν ἀλήθειαν ἀπὸ τῆς ἐναργείας ὁρμᾶσθαι, εἴπερ δι ἐναργῶν ἡ κρίσις γίνεται τῶν ἀληθῶν. ἀλλ’ ἥ τε ἐνάργεια οὐκ ἔστιν αὐτάρκης πρὸς γνῶσιν ἀληθοῦς· οὐ γὰρ εἴ τι κατ’ ἐνάργειαν φαίνεται, τοῦτο καὶ κατ’ ἀλήθειαν ὑπάρχει· ἀλλὰ δεῖ παρεῖναι τὸ κρῖνον τί τε φαίνεται μόνον καὶ τί σύν τῷ φαίνεσθαι ἔτι καὶ κατ’ ἀλήθειαν ὑπόκειται, τουτέστι τὸν λόγον.

  51. 7.144.1

    ἀμφότερα τοίνυν συνελθεῖν δεήσει, τήν τε ἐνάργειαν ὧς ἂν ἀφετήριον οὖσαν τῷ λόγῳ πρὸς τὴν κρίσιν τῆς ἀληθείας, καὶ αὐτὸν τὸν λόγον πρὸς διάκρισιν τῆς ἐναργείας. εἰς μέντοι τὸ ἐπιβάλλειν τῇ ἐναργείᾳ καὶ τὸ ἐν ταύτῃ ἀληθὲς διακρίνειν πάλιν συνεργοῦ δεῖται ὁ λόγος τῆς αἰσθήσεως· διὰ ταύτης γὰρ τὴν φαντασίαν παραδεχόμενος ποιεῖται τὴν νόησιν καὶ τὴν ἐπιστήμην τἀληθοῦς, ὥστε περιληπτικὸν αὐτὸν ὑπάρχειν τῆς τε ἐναργείας καὶ τῆς ἀληθείας, ὅπερ ἴσον ἐστὶ τῷ καταληπτικόν.

  52. 7.145.1

    Ὧδε μὲν καὶ ὁ Πλάτων’· Σπεύσιππος (fr. 29 Lang) δέ, ἐπεὶ τῶν πραγμάτων τὰ μέν ἐστιν αἰσθητά, τὰ δὲ νοητά, τῶν μὲν νοητῶν κριτήριον ἔλεξεν εἶναι τὸν ἐπιστημονικὸν λόγον, τῶν δὲ αἰσθητῶν τὴν ἐπιστημονικὴν αἴσθησιν. ἐπιστημονικὴν δὲ αἴσθησιν ὑπείληφε καθεστάναι τὴν μεταλαμβάνουσαν τῆς κατὰ τὸν λόγον ἀληθείας.

  53. 7.146.1

    ὥσπερ γὰρ οἱ τοῦ αὐλητοῦ ἢ τοῦ ψάλτου δάκτυλοι τεχνικὴν μὲν εἶχον ἐνέργειαν, οὐκ ἐν αὐτοῖς δὲ προηγουμένως τελειουμένην, ἀλλ’ ἐκ τῆς πρὸς τὸν λογισμὸν συνασκήσεως ἀπαρτιζομένην, καὶ ὧς ἡ τοῦ μουσικοῦ αἴσθησις ἐνέργειαν μὲν εἶχεν ἀντιληπτικὴν τοῦ τε ἡρμοσμένου καὶ τοῦ ἀναρμόστου, ταύτην δὲ οὐκ αὐτοφυῆ, ἀλλ’ ἐκ λογισμοῦ περιγεγονυῖαν, οὕτω καὶ ἡ ἐπιστημονικὴ αἴσθησις φυσικῶς παρὰ τοῦ λόγου τῆς ἐπιστημονικῆς μεταλαμβάνει τριβῆς πρὸς ἀπλανῆ τῶν ὑποκειμένων διάγνωσιν.

  54. 7.147.1

    Ξενοκράτης (fr. 5 Heinze) δὲ τρεῖς φησιν οὐσίας εἶναι, τὴν μὲν αἰσθητὴν τὴν δὲ νοητὴν τὴν δὲ σύνθετον καὶ δοξαστήν, ὧν αἰσθητὴν μὲν εἶναι τὴν ἐντὸς οὐρανοῦ, νοητὴν δὲ <τὴν> πάντων τῶν οὐρανοῦ, δοξαστὴν δὲ καὶ σύνθετον τὴν αὐτοῦ τοῦ οὐρανοῦ· ὁρατὴ μὲν γάρ ἐστι τῇ αἰσθήσει, νοητὴ δὲ δι’ ἀστρολογίας.

  55. 7.148.1

    τούτων μέντοι τοῦτον ἐχόντων τὸν τρόπον, τῆς μὲν ἐκτὸς οὐρανοῦ καὶ νοητῆς οὐσίας κριτήριον ἀπεφαίνετο τὴν ἐπιστήμην, τῆς δὲ ἐντὸς οὐρανοῦ καὶ αἰσθητῆς <τὴν> αἴσθησιν, τῆς δὲ κτῆς τὴν δόξαν· καὶ τούτων κοινῶς τὸ μὲν διὰ τοῦ ἐπιστημονικοῦ λόγου κριτήριον βέβαιόν τε ὑπάρχειν καὶ ἀληθές, τὸ δὲ διὰ τῆς αἰσθήσεως ἀληθὲς μέν, οὐχ οὕτω δὲ ὡς τὸ διὰ τοῦ ἐπιστημονικοῦ λόγου, τὸ δὲ σύνθετον κοινὸν ἀληθοῦς τε καὶ ψευδοῦς ὑπάρχειν·

  56. 7.149.1

    τῆς γὰρ δόξης τὴν μέν τινα ἀληθῆ εἶναι τὴν δὲ ψευδῆ. ὅθεν καὶ τρεῖς Μοίρας παραδεδόσθαι, Ἄτροπον μὲν τὴν τῶν νοητῶν, ἀμετάθετον τον οὖσαν, Κλωθὼ δὲ τὴν τῶν αἰσθητῶν, Λάχεσιν δὲ τὴν τῶν δοξαστῶν.

  57. 7.150.1

    Οἱ δὲ περὶ τὸν Ἀρκεσίλαον προηγουμένως μὲν οὐδὲν ὥρισαν κριτήριον, οἱ δὲ καὶ ὡρικέναι δοκοῦντες τοῦτο κατὰ ἀντιπαρεξαγωγὴν τὴν ὡς πρὸς τοὺς Στωικοὺς ἀπέδοσαν.

  58. 7.151.1

    τρία γὰρ εἶναί φασιν ἐκεῖνοι (Stoic.fr. I 67. 69 Arn.) τὰ συζυγοῦντα ἀλλήλοις, ἐπιστήμην καὶ δόξαν καὶ τὴν ἐν μεθορίῳ τούτων τεταγμένην κατάληψιν, ὡν ἐπιστήμην μὲν εἶναι τὴν ἀσφαλῆ καὶ βεβαίαν καὶ ἀμετάθετον ὑπὸ λόγου κατάληψιν, δὲ τὴν ἀσθενῆ καὶψευδῆ συγκατάθεσιν, κατάληψιν δὲ τὴν μεταξὺ τούτων, ἥτις ἐστὶ καταληπτικῆς φαντασίας συγκατάθεσις·

  59. 7.152.1

    καταληπτικὴ δὲ φαντασία κατὰ τούτους ἐτύγχανεν ἡ ἀληθὴς καὶ τοιαύτη οἴα οὐκ ἂν γένοιτο ψευδής. ὧν τὴν <μὲν> ἐπιστήμην ἐν ὑφίστασθαι λέγουσι τοῖς σοφοῖς, τὴν δὲ δόξαν ἐν μόνοις τοῖς φαύλοις, τὴν δὲ κατάληψιν κοινὴν ἀμφοτέρων εἶναι, καὶ ταύτην κριτήριον ἀληθείας καθεστάναι.

  60. 7.153.1

    ταῦτα δὴ λεγόντων τῶν ἀπὸ τῆς Στοὰς ὁ Ἀρκεσίλαος λᾶος ἀντικαθίστατο, δεικνὺς ὅτι οὐδέν ἐστι μεταξὺ ἐπιστήμης καὶ δόξης κριτήριον ἡ κατάληψις. αὕτη γὰρ ἥν φασι κατάληψιν καὶ καταληπτικῆς φαντασίας συγκατάθεσιν, ἤτοι ἐν σοφῷ ἢ ἐν φαύλῳ γίνεται. ἀλλ’ ἐάν τε ἐν σοφῷ γένηται, ἐπιστήμη ἐστίν, ἐάν τε ἐν φαύλῳ, δόξα, καὶ οὐδὲν ἄλλο παρὰ ταῦτα ἢ μόνον ὄνομα μετείληπται.

  61. 7.154.1

    εἴπερ τε ἡ κατάληψις καταληπτικῆς φαντασίας συγκατάθεσίς ἐστιν, ἀνύπαρκτός ἐστι, πρῶτον μὲν ὅτι ἡ συγκατάθεσις οὐ πρὸς φαντασίαν γίνεται ἀλλὰ πρὸς λόγον (τῶν γὰρ ἀξιωμάτων εἰσὶν αἱ συγκαταθέσεις), δεύτερον ὅτι οὐδεμία τοιαύτη ἀληθὴς φαντασία εὑρίσκεται οἴα οὐκ ἂν γένοιτο ψευδής, ὧς διὰ πολλῶν καὶ ποικίλων παρίσταται.

  62. 7.155.1

    μὴ οὔσης δὲ καταληπτικῆς φαντασίας οὐδὲ κατάληψις γενήσεται· ἦν γὰρ αὕτη καταληπτικῇ φαντασίᾳ συγκατάθεσις. μὴ οὔσης δὲ καταλήψεως ἕως πάντ’ ἔσται ἀκατάληπτα. πάντων δὲ ὄντων ἀκαταλήπτων ἀκολουθήσει καὶ κατὰ τοὺς Στωικοὺς ἐπέχειν τὸν σοφόν. σκοπῶμεν δὲ οὑτωσί.

  63. 7.156.1

    πάντων ὄντων ἀκαταλήπτων διὰ τὴν ἀνυπαρξίαν τοῦ Στωικοῦ κριτηρίου, εἰ συγκαταθήσεται ὁ σοφός, δοξάσει ὁ σοφός· μηδενὸς γὰρ ὄντος καταληπτοῦ εἰ συγκατατίθεταί τινι, τῷ ἀκαταλήπτῳ συγκαταθήσεται, ἡ δὲ τῷ ἀκαταλήπτῳ συγκατάθεσις δόξα ἐστίν.

  64. 7.157.1

    ὥστε εἰ τῶν συγκατατιθεμένων ἐστὶν ὁ σοφός, τῶν δοξαστικῶν ἔσται ὁ σοφός. οὐχὶ δέ γε τῶν δοξαστικῶν ἐστιν ὁ σοφός τοῦτο γὰρ ἀφροσύνης ἦν κατ’ αὐτούς, καὶ τῶν ἁμαρτημάτων αἴτιον)· οὐκ ἄρα τῶν συγκατατιθεμένων ἐστὶν ὁ σοφός. εἰ δὲ τοῦτο, περὶ πάντων αὐτὸν δεήσει ἀσυγκαταθετεῖν. τὸ δὲ ἀσυγκαταθετεῖν οὐδὲν ἕτερόν ἐστιν ἢ τὸ ἐπέχειν· ἐφέξει ἄρα περὶ πάντων ὁ σοφός.

  65. 7.158.1

    ἀλλ’ ἐπεὶ μετὰ τοῦτο ἔδει καὶ περὶ τῆς τοῦ βίου διεξαγωγῆς ζητεῖν, ἥτις οὐ χωρὶς κριτηρίου πέφυκεν ἀποδίδοσθαι, ἀφ’ οὗ καὶ ἡ εὐδαιμονία, τουτέστι τὸ τοῦ βίου τέλος, ἠρτημένην ἔχει τὴν πίστιν, φησὶν ὁ Ἀρκεσίλαος, ὅτι ὁ περὶ πάντων ἐπέχων κανονιεῖ τἀς αἱρέσεις καὶ φυγὰς καὶ κοινῶς τἀς πράξεις τῷ εὐλόγῳ, κατὰ τοῦτό τε προερχόμενος τὸ κριτήριον κατορθώσει· τὴν μὲν γὰρ εὐδαιμονίαν περιγίνεσθαι διὰ τῆς φρονήσεως, τὴν δὲ φρόνησιν κεῖσθαι ἐν τοῖς κατορθώμασιν, τὸ δὲ κατόρθωμα εἶναι ὅπερ πραχθὲν εὔλογον ἔχει τὴν ἀπολογίαν. ὁ προσέχων οὖν τῷ εὐλόγῳ κατορθώσει καὶ εὐδαιμονήσει.

  66. 7.159.1

    Ταῦτα καὶ ὁ Ἀρκεσίλαος· ὁ δὲ Καρνεάδης οὐ μόνον τοῖς Στωικοῖς ἀλλὰ καὶ πᾶσι τοῖς πρὸ αὐτοῦ ἀντιδιετάσσετο περὶ τοῦ κριτηρίου. καὶ δὴ πρῶτος μὲν αὐτῷ καὶ κοινὸς πρὸς πάντας ἐστὶ λόγος καθ’ ὃν παρίσταται ὅτι οὐδέν ἐστιν ἀπλῶς ἀληθείας κριτήριον, οὐ λόγος, οὐκ αἴσθησις, οὐ φαντασία, οὐκ ἄλλο τι τῶν ὄντων· πάντα γὰρ ταῦτα συλλήβδην διαψεύδεται ἡμᾶς.

  67. 7.160.1

    δεύτερον δὲ καθ’ ὃ δείκνυσιν, ὅτι καὶ εἰ ἐστι τὶ κριτήριον, τοῦτο οὐ χωρὶς τοῦ ἀπὸ τῆς ἐναργείας πάθους ὑφίσταται. ἐπεὶ γὰρ αἰσθητικῇ δυνάμει διαφέρει τὸ ζῷον τῶν ἀψύχων, πάντως διὰ ταύτης ἑαυτοῦ τε καὶ τῶν ἐκτὸς ἀντιληπτικὸν γενήσεται. ἡ δέ γε αἴσθησις ἀκίνητος μὲν οὖσα καὶ ἀπαθὴς καὶ ἄτρεπτος οὔτε αἴσθησίς ἐστιν οὔτε ἀντιληπτική τινος,

  68. 7.161.1

    τραπεῖσα δὲ καί πως παθοῦσα κατὰ τὴν τῶν ἐναργῶν ὑπόπτωσιν, τότε ἐνδεικνύει τὰ πράγματα. ἐν ἄρα τῷ ἀπὸ τῆς ἐναργείας πάθει τῆς ψυχῆς ζητητέον ἐστὶ τὸ κριτήριον. τοῦτο δὲ τὸ πάθος αὐτοῦ <τε> ἐνδεικτικὸν τυγχάνειν καὶ τοῦ ἐμποιήσαντος αὐτὸ φαινομένου, ὅπερ πάθος ἐστὶν οὐχ ἕτερον τῆς φαντασίας.

  69. 7.162.1

    ὅθεν καὶ φαντασίαν ῥητέον εἶναι πάθος τι περὶ τὸ ζῷον ἑαυτοῦ τε καὶ τοῦ ἑτέρου παραστατικόν. οἶον προσβλέψαντές τινι, φησίν ὁ Ἀντίοχος, διατιθέμεθά πως τὴν ὄψιν, καὶ οὐχ οὕτως αὐτὴν διακειμένην ἴσχομεν ὧς πρὶν τοῦ βλέψαι διακειμένην εἴχομεν· κατὰ μέντοι τὴν τοιαύτην ἀλλοίωσιν δυεῖν ἀντιλαμβανόμεθα, ἑνὸς μὲν αὐτῆς τῆς ἀλλοιώσεως, τουτέστι τῆς φαντασίας, δευτέρου δὲ τοῦ τὴν ἀλλοίωσιν ἐμποιήσαντος, τουτέστι τοῦ ὁρατοῦ. καὶ ἐπὶ τῶν ἄλλων αἰσθήσεων τὸ παραπλήσιον.

  70. 7.163.1

    ὥσπερ οὖν τὸ φῶς ἑαυτό τε δείκνυσι καὶ πάντα τὰ ἐν αὐτῷ, οὕτω καὶ ἡ φαντασία, ἀρχηγὸς οὖσα τῆς περὶ τὸ ζῷον εἰδήσεως, φωτὸς δίκην ἑαυτήν τε ἐμφανίζειν ὀφείλει καὶ τοῦ ποιήσαντος αὐτὴν ἐναργοῦς ἐνδεικτικὴ καθεστάναι. ἀλλ’ ἐπεὶ οὐ τὸ κατ’ ἀλήθειαν θείαν ἀεί ποτε ἐνδείκνυται, πολλάκις δὲ διαψεύδεται καὶ διαφωνεῖ τοῖς ἀναπέμψασιν αὐτὴν πράγμασιν ὧς οἱ μοχθηροὶ τῶν ἀγγέλων, κατ’ ἀνάγκην ἠκολούθησε τὸ μὴ πᾶσαν φαντασίαν δύνασθαι κριτήριον ἀπολείπειν ἀληθείας, ἀλλὰ μόνην, εἰ καὶ ἄρα, τὴν ἀληθῆ.

  71. 7.164.1

    πάλιν οὖν ἐπεὶ οὐδεμία ἐστὶν ἀληθὴς τοιαύτη οἴα οὐκ ἂν γένοιτο ψευδής, ἀλλὰ πάσῃ τῇ δοκούσῃ ἀληθεῖ καθεστάναι εὑρίσκεταί τις ἀπαράλλακτος ψευδής, γενήσεται τὸ κριτήριον ἐν κοινῇ φαντασίᾳ τοῦ τε ἀληθοῦς καὶ ψεύδους. ἡ δὲ κοινὴ τούτων φαντασία οὔκ ἐστι καταληπτική, μὴ οὖσα δὲ καταληπτικὴ οὐδὲ κριτήριον ἔσται.

  72. 7.165.1

    μηδεμιᾶς δὲ οὔσης φαντασίας κριτικῆς οὐδὲ λόγος ἂν εἴη κριτήριον· ἀπὸ φαντασίας γὰρ οὗτος ἀνάγεται. καὶ εἰκότως· πρῶτον μὲν γὰρ δεῖ φανῆναι αὐτῷ τὸ κρινόμενον, φανῆναι δὲ οὐδὲν δύναται χωρὶς τῆς ἀλόγου αἰσθήσεως. οὔτε οὖν ἡ ἄλογος αἴσθησις οὔτε ὁ λόγος ἦν κριτήριον.

  73. 7.166.1

    Ταῦτα μὲν ἀντιπαρεξάγων τοῖς ἄλλοις φιλοσόφοις ὁ Καρνεάδης εἰς τὴν ἀνυπαρξίαν τοῦ κριτηρίου διεξήρχετο· ήρχετο· ἀπαιτούμενος δὲ καὶ αὐτός τι κριτήριον πρός τε τὴν τοῦ βίου διεξαγωγὴν καὶ πρὸς τὴν τῆς εὐδαιμονίας περίκτησιν, δυνάμει ἐπαναγκάζεται καὶ καθ’ αὐτὸν περὶ τούτου διατάττεσθαι, προσλαμβάνων τήν τε πιθανὴν φαντασίαν καὶ τὴν πιθανὴν ἅμα καὶ ἀπερίσπαστον καὶ διεξωδευμένην.

  74. 7.167.1

    τίς δέ ἐστιν ἡ τούτων διαφορά, συντόμως ὑποδεικτέον. ἡ τοίνυν φαντασία τινὸς φαντασία ἐστίν, οἶον τοῦ τε ἀφ’ οὗ γίνεται καὶ τοῦ ἐν ᾧ γίνεται, καὶ <τοῦ> ἀφ’ οὗ μὲν γίνεται ὧς τοῦ ἐκτὸς ὑποκειμένου τοῦ ἐν ᾧ δὲ γίνεται καθάπερ ἀνθρώπου.

  75. 7.168.1

    τοιαύτη δὲ οὖσα δύο ἂν ἔχοι σχέσεις, μίαν μὲν ὡς πρὸς τὸ φανταστόν, δευτέραν δὲ ὧς πρὸς τὸν φαντασιούμενοι. κατὰ μὲν οὖν τὴν πρὸς τὸ φανταστὸν σχέσιν ἢ ἀληθὴς γίνεται ἢ Ψευδής, καὶ ἀληθὴς μὲν ὅταν σύμφωνος ᾖ τῷ ψευδὴς δὲ ὅταν διάφωνος.

  76. 7.169.1

    κατὰ δὲ τὴν πρὸς τὸν φαντασιούμενον σχέσιν ἡ μέν ἐστι φαινομένη ἀληθὴς ἡ δὲ οὐ φαινομένη ἀληθής, ὧν ἡ μὲν φαινομένη ἀληθὴς ἔμφασις καλεῖται παρὰ τοῖς Ἀκαδημαϊκοῖς καὶ πιθανότης καὶ πιθανὴ φαντασία, ἡ δ’ οὐ φαινομένη ἀληθὴς ἀπέμφασίς τε προσαγορεύεται καὶ ἀπειθὴς καὶ ἀπίθανος φαντασία· οὔτε γὰρ τὸ αὐτόθεν φαινόμενον ψευδὲς οὔτε τὸ ἀληθὲς μέν, μὴ φαινόμενον δὲ ἡμῖν πείθειν ἡμᾶς πέφυκεν.

  77. 7.170.1

    τούτων δὲ τῶν φαντασιῶν ἡ μὲν φανερῶς ψευδὴς καὶ μὴ φαινομένη ἀληθὴς παραγράψιμός ἐστι καὶ οὐ κριτήριον, ἐάν τε <. . . .> ἀπὸ ὑπάρχοντος μέν, διαφώνως δὲ τῷ ὑπάρχοντι καὶ μὴ κατ’ αὐτὸ τὸ ὑπάρχον, ὁποία ἦν ἡ ἀπὸ Ἠλέκτρας προσπεσοῦσα τῷ Ὀρέστῃ, μίαν τῶν Ἐρινύων αὐτὴν δοξάζοντι καὶ κεκραγότι (Euripid. Orest. 264) μέθες· μέ οὖσα τῶν ἐμῶν Ἐρινύων. τῆς δὲ φαινομένης ἀληθοῦς ἡ μέν τίς ἐστιν ἀμυδρά,

  78. 7.171.1

    ὧς ἡ ἐπὶ τῶν παρὰ μικρότητα τοῦ θεωρουμένου ἢ παρὰ ἱκανὸν διάστημα ἢ καὶ παρὰ ἀσθένειαν τῆς ὄψεως συγκεχυμένως καὶ οὐκ ἐκτύπως τι λαμβανόντων, ἡ δέ τις ἦν σύν τῷ φαίνεσθαι ἀληθὴς ἔτι καὶ σφοδρὸν ἔχουσα τὸ φαίνεσθαι αὐτὴν ἀληθῆ.

  79. 7.172.1

    ὧν πάλιν ἡ μὲν ἀμυδρὰ καὶ ἔκλυτος φαντασία οὐκ ἂν εἴη κριτήριον· τῷ γὰρ μήτε αὑτὴν μήτε τὸ ποιῆσαν αὐτὴν τρανῶς ἐνδείκνυσθαι οὐ πέφυκεν ἡμᾶς πείθειν οὐδ’ εἰς συγκατάθεσιν ἐπισπᾶσθαι.

  80. 7.173.1

    ἡ δὲ φαινομένη ἀληθὴς καὶ ἱκανῶς ἐμφαινομένη κριτήριόν ἐστι τῆς ἀληθείας κατὰ τοὺς περὶ τὸν Καρνεάδην. κριτήριον δὲ οὖσα πλάτος εἶχεν ἱκανόν, καὶ ἐπιτεινομένης αὐτῆς ἄλλη ἄλλης ἐν εἴδει πιθανωτέραν τε καὶ πληκτικωτέραν ἴσχει φαντασίαν.

  81. 7.174.1

    τὸ δὲ πιθανὸν ὧς πρὸς τὸ παρὸν λέγεται τριχῶς, καθ’ ἕνα μὲν τρόπον τὸ ἀληθές τε ὂν καὶ φαινόμενον ἀληθές, καθ’ ἕτερον δὲ τὸ ψευδὲς μὲν καθεστὼς φαινόμενον δὲ ἀληθές, κατὰ δὲ τρίτον τὸ ἀληθὲς] κοινὸν ἀμφοτέρων. ὅθεν τὸ κριτήριον ἔσται μὲν ἡ φαινομένη ἀληθὴς φαντασία, ἣν καὶ πιθανὴν προσηγόρευον οἱ ἀπὸ τῆς Ἀκαδημίας, ἐμπίπτει δὲ ἔσθ’ ὅτε καὶ ψευδής,

  82. 7.175.1

    ὥστε ἀνάγκην ἔχειν καὶ τῇ κοινῇ ποτὲ τοῦ ἀληθοῦς καὶ ψευδοῦς φαντασίᾳ χρῆσθαι. οὐ μέντοι διὰ τὴν σπάνιον ταύτης παρέμπτωσιν, λέγω δὲ τῆς μιμουμένης τὸ ἀληθές, ἀπιστητέον ἐστὶ τῇ ὧς <ἐπὶ> τὸ πολύ ἀληθευούσῃ· τῷ γὰρ ἐπὶ τὸ πολὺ τἀς τε κρίσεις καὶ τὰς πράξεις κανονίζεσθαι συμβέβηκεν.

  83. 7.175.2

    Τὸ μὲν οὖν πρῶτον καὶ κοινὸν κριτήριον κατὰ τοὺς περὶ τὸν Καρνεάδην ἐστὶ τοιοῦτον·

  84. 7.176.1

    ἐπεὶ δὲ οὐδέποτε φαντασία μονοειδὴς ὑφίσταται ἀλλ’ ἀλύσεως τρόπον ἄλλη ἐξ ἄλλης ἤρτηται, δεύτερον προσγενήσεται κριτήριον ἡ πιθανὴ ἅμα καὶ ἀπερίσπαστος φαντασία. οἶον ὁ ἀνθρώπου σπῶν φαντασίαν ἐξ ἀνάγκης καὶ τῶν περὶ αὐτὸν λαμβάνει φαντασίαν καὶ τῶν ἐκτός,

  85. 7.177.1

    τῶν μὲν περὶ αὐτὸν <ὡς> μεγέθους σχήματος κινήσεως λαλιᾶς ἐσθῆτος ὑποδέσεως, τῶν δὲ ἐκτὸς ὡς ἀέρος φωτὸς ἡμέρας οὐρανοῦ γῆς φίλων, τῶν ἄλλων ἀπάντων. ὅταν οὖν μηδεμία τούτων τῶν φαντασιῶν περιέλκῃ ἡμάς τῷ φαίνεσθαι ψευδής, ἀλλὰ πᾶσαι συμφώνως φαίνωνται ἀληθεῖς, μᾶλλον πιστεύομεν.

  86. 7.178.1

    ὅτι γὰρ οὗτός ἐστι Σωκράτης, πιστεύομεν ἐκ τοῦ πάντα αὐτῷ προσεῖναι τὰ εἰωθότα, χρῶμα μέγεθος σχῆμα διάληψιν τρίβωνα, τὸ ἐνθάδε εἶναι ὅπου οὐθείς ἐστιν αὐτῷ ἀπαράλλακτος.

  87. 7.179.1

    καὶ ὃν τρόπον τινὲς τῶν ἰατρῶν τὸν κατ’ ἀλήθειαν πυρέσσοντα οὐκ ἐξ ἑνὸς λαμβάνουσι συμπτώματος, καθάπερ σφυγμοῦ σφοδρότητος ἢ δαψιλοῦς θερμασίας, ἀλλ’ ἐκ συνδρομῆς, οἷον θερμασίας ἅμα καὶ σφυγμοῦ καὶ ἑλκώδους ἁφῆς καὶ ἐρυθήματος καὶ δίψους καὶ τῶν ἀνάλογον, οὕτω καὶ ὁ Ἀκαδημαϊκὸς τῇ συνδρομῇ τῶν φαντασιῶν ποιεῖται τὴν κρίσιν τῆς ἀληθείας, μηδεμιᾶς τε τῶν ἐν τῇ συνδρομῇ φαντασιῶν περισπώσης αὐτὸν ὡς ψευδοῦς λέγει ἀληθὲς εἶναι τὸ προσπῖπτον.

  88. 7.180.1

    καὶ ὅτι ἡ ἀπερίσπαστός ἐστι συνδρομὴ τοῦ πίστιν ἐμποιεῖν, φανερὸν ἀπὸ Μενελάου· καταλιπὼν γὰρ ἐν τῇ νηὶ τὸ εἴδωλον τῆς Ἑλένης, ὅπερ ἀπὸ Τροίας ἐπήγετο ὡς Ἑλένην, καὶ ἐπιβὰς τῆς Φάρου νήσου ὁρᾷ τὴν ἀληθῆ Ἑλένην, σπῶν τε ἀπ’ αὐτῆς ἀληθῆ φαντασίαν ὅμως οὐ πιστεύει τῇ τὸ τοιαύτῃ φαντασίᾳ διὰ τὸ ὐπ’ ἄλλης περισπᾶσθαι, καθ’ ἣν ᾔδει ἀπολελοιπὼς ἐν τῇ νηὶ τὴν Ἑλένην.

  89. 7.181.1

    τοιαύτη γοῦν ἐστὶ καὶ ἡ ἀπερίσπαστος φαντασία· ἥτις καὶ αὐτὴ πλάτος ἔχειν ἔοικε διὰ τὸ ἄλλην ἄλλης μᾶλλον ἀπερίσπαστον εὑρίσκεσθαι.

  90. 7.181.2

    Τῆς δὲ ἀπερισπάστου φαντασίας πιστοτέρα μᾶλλόν ἐστι καὶ τελειοτάτη ἡ ποιοῦσα τὴν κρίσιν, ἣ σὺν τῷ ἀπερίσπαστος εἶναι ἔτι καὶ διεξωδευμένη καθέστηκεν.

  91. 7.182.1

    τίς δέ ἐστι καὶ ὁ ταύτης χαρακτήρ, παρακειμένως ὑποδεικτέον. ἐπὶ μὲν γὰρ τῆς ἀπερισπάστου ψιλὸν ζητεῖται τὸ μηδεμίαν τῶν ἐν τῇ συνδρομῇ φαντασιῶν ὡς ψευδῆ ἡμὰς περισπᾶν, πάσας δὲ εἶναι ἀληθεὶς τε καὶ φαινομένας καὶ μὴ ἀπιθάνους· ἐπὶ δὲ τῆς κατὰ τὴν περιωδευμένην συνδρομῆς ἑκάστην τῶν ἐν τῇ συνδρομῇ ἐπιστατικῶς δοκιμάζομεν, ὁποῖόν τι γίνεται καὶ ἐν ταῖς ἐκκλησίαις, ὅταν ὁ δῆμος ἕκαστον τῶν μελλόντων ἄρχειν ἢ δικάζειν ἐξετάζῃ εἰ ἄξιός ἐστι τοῦ πιστευθῆναι τὴν ἀρχὴν <ἢ>

  92. 7.183.1

    κρίσιν. οἶον ὄντων κατὰ τὸν τῆς κρίσεως τόπον τοῦ τε κρίνοντος καὶ τοῦ κρινομένου καὶ τοῦ δι’ οὗ ἡ κρίσις, ἀποστήματός τε καὶ διαστήματος, τόπου χρόνου τρόπου διαθέσεως ἐνεργείας, ἕκαστον τῶν τοιούτων ὁποῖόν ἐστι φυλοκρινοῦμεν, τὸ μὲν κρῖνον, μὴ ἡ ὄψις ἤμβλυται (τοιαύτη γὰρ οὖσα ἄθετός ἐστι πρὸς τὴν κρίσιν), τὸ δὲ κρινόμενον, μὴ μικρὸν ἄγαν καθέστηκε, τὸ δὲ δι’ οὗ ἡ κρίσις, μὴ ὁ ἀὴρ ζοφερὸς ὑπάρχει, τὸ δὲ ἀπόστημα, μὴ μέγα λίαν ὑπόκειται, τὸ δὲ διάστημα, μὴ συγκέχυται, τὸν δὲ τόπον, μὴ ἀχανής ἐστι, τὸν δὲ χρόνον, μὴ ταχύς ἐστι, τὴν δὲ διάθεσιν, μὴ μανιώδης θεωρεῖται, τὴν δὲ ἐνέργειαν, μὴ ἀπρόσδεκτός ἐστιν.

  93. 7.184.1

    ταῦτα γὰρ πάντα καθ’ ἓν γίνεται κριτήριον, ἥ τε πιθανὴ φαντασία καὶ ἡ πιθανὴ ἅμα καὶ ἀπερίσπαστος, πρὸς δὲ τούτοις ἡ πιθανὴ ἅμα καὶ ἀπερίσπαστος καὶ διεξωδευμένη. παρ’ ἣν αἰτίαν ὃν τρόπον ἐν τῷ βίῳ, ὅταν μὲν περὶ μικροῦ πράγματος ζητῶμεν, ἔνα μάρτυρα ἀνακρίνομεν, ὅταν δὲ περὶ μείζονος, πλείονας, ὅταν δ’ ἔτι μᾶλλον περὶ ἀναγκαιοτέρου, καὶ ἕκαστον τῶν μαρτυρούντων ἐξετάζομεν ἐκ τῆς τῶν ἄλλων ἀνθομολογήσεως, οὕτως, φασὶν οἱ περὶ τὸν Καρνεάδην, ἐν μὲν τοῖς τυχοῦσι πράγμασι τῇ πιθανῇ μόνον φαντασίᾳ κριτηρίῳ χρώμεθα, ἐν δὲ τοῖς διαφέρουσι τῇ ἀπερισπάστῳ, ἐν δὲ τοῖς πρὸς εὐδαιμονίαν συντείνουσι τῇ περιωδευμένῃ.

  94. 7.185.1

    οὐ μὴν ἀλλ’ ὥσπερ ἐπὶ τῶν διαφερόντων πραγμάτων τὴν διάφορόν φασι παραλαμβάνειν φαντασίαν, οὕτω καὶ κατὰ τὰς διαφόρους περιστάσεις μὴ τῇ αὐτῇ κατακολουθεῖν. τῇ μὲν γὰρ αὐτὸ μόνον πιθανῇ προσέχειν λέγουσιν ἐφ’ ὧν οὐ δίδωσιν ἡμῖν καιρὸν ἡ περίστασις <πρὸς> ἀκριβῆ πράγματος ἀναθεώρησιν.

  95. 7.186.1

    οἷον διώκεταί τις ὑπὸ πολεμίων, καὶ ἐλθὼν εἰς τάφρον τινὰ φαντασίαν σπᾷ ὧς κἀνταῦθα πολεμίων αὐτὸν λοχώντων· εἶθ’ ὑπὸ ταύτης τῆς φαντασίας ὡς πιθανῆς συναρπασθεὶς ἐκκλίνεται καὶ φεύγει τὴν τάφρον, ἑπόμενος τῇ περὶ τὴν φαντασίαν πιθανότητι, πρὶν ἀκριβῶς ἐπιστῆσαι, πότερον τῷ ὄντι λόχος ἔστι πολεμίων κατὰ τὸν τόπον ἢ οὐδαμῶς.

  96. 7.187.1

    τῇ δὲ πιθανῇ καὶ περιωδευμένῃ ἕπονται ἐφ’ ὧν χρόνος δίδοται εἰς τὸ μετὰ ἐπιστάσεως καὶ διεξόδου χρῆσθαι τῇ κρίσει τοῦ προσπίπτοντος πράγματος. οἶον ἐν ἀλαμπεῖ οἰκήματι εἵλημα σχοινίου θεασάμενός τις παραυτίκα μὲν ὄφιν ὑπολαβὼν τυγχάνειν ὑπερήλατο, τὸ δὲ μετὰ τοῦτο ὑποστρέψας ἐξετάζει τἀληθές, καὶ εὑρὼν ἀκίνητον ἤδη μὲν εἰς τὸ μὴ εἶναι ὄφιν ῥοπὴν ἴσχει κατὰ τὴν διάνοιαν,

  97. 7.188.1

    ὅμως δὲ λογιζόμενος ὅτι καὶ ὄφεις ποτὲ ἀκινητοῦσι χειμερινῷ κρύει παγέντες, βακτηρίᾳ καθικνεῖται τοῦ σπειράματος, καὶ τότε οὕτως ἐκπεριοδεύσας τὴν προσπίπτουσαν φαντασίαν συγκατατίθεται τῷ ψεῦδος εἶναι τὸ ὄφιν ὑπάρχειν τὸ φαντασθὲν αὐτῷ σῶμα. καὶ πάλιν, ὧς προεῖπον, ὁρῶντές τι περιφανῶς συγκατατιθέμεθα ὅτι τοῦτο ἀληθές ἐστι, προδιεξοδεύσαντες ὅτι ἀρτίους μὲν ἔχομεν τἀς αἰσθήσεις, ὕπαρ δὲ καὶ οὐ καθ’ ὕπνους βλέπομεν, συμπάρεστι δὲ καὶ διαυγὴς ἀὴρ καὶ ἀπόστημα σύμμετρον καὶ ἀκινησία τοῦ προσπίπτοντος,

  98. 7.189.1

    ὥστε διὰ ταῦτα πιστὴν εἶναι τὴν φαντασίαν, χρόνον ἡμῶν ἐσχηκότων αὐτάρκη πρὸς διέξοδον τῶν κατὰ τὸν τόπον αὐτῆς θεωρουμένων. ὁ δ’ αὐτὸς λόγος ἐστὶ καὶ περὶ τῆς ἀπερισπάστου· προσίενται γὰρ αὐτὴν ὅταν μηδὲν ᾖ τὸ ἀπερισπάστου· δυνάμενον, ὧς ἐπὶ Μενελάου προείρηται.

  99. 7.190.1

    Ἀλλὰ καὶ τῆς Ἀκαδημαϊκῆς ἱστορίας ἄνωθεν ἀπὸ Πλάτωνος ἀποδοθείσης, οὐκ ἔστιν ἀλλότριόν που καὶ τὴν τῶν Κυρηναϊκῶν στάσιν ἐπελθεῖν· δοκεῖ γὰρ καὶ τῶν ἀνδρῶν τούτων ἡ αἵρεσις ἀπὸ τῆς Σωκράτους ἀνεσχηκέναι διατριβῆς, ἀφ’ ἧσπερ ἀνέσχε καὶ ἡ τῶν περὶ Πλάτωνα διαδοχή.

  100. 7.191.1

    φασὶν οὖν οἱ Κυρηναικοὶ κριτήρια εἷναι τὰ πάθη καὶ μόνα καταλαμβάνεσθαι καὶ ἀδιάψευστα τυγχάνειν, τῶν δὲ πεποιηκότων τὰ πάθη μηδὲν εἷναι καταληπτὸν μηδὲ ἀδιάψευστον. ὅτι μὲν γὰρ λευκαινόμεθα, φασί, καὶ γλυκαζόμεθα, δυνατὸν λέγειν ἀδιαψεύστως καὶ ἀληθῶς καὶ βεβαίως <καὶ> ἀνεξελέγκτως· ὅτι δὲ τὸ ἐμποιητικὸν τοῦ λευκόν ἐστιν ἢ γλυκύ ἐστιν, οὐχ οἷόν τ’ ἀποφαίνεσθαι.

← Previous · Next → — showing 9011000 of 2,861

First Thousand Years of Greek. CTS URN tlg0544.tlg002.1st1K-grc1. Via the Perseus Digital Library / Open Greek and Latin TEI corpora. Licence: Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License. Source.