Ancient Textssearch the texts themselves, not just their titles

← All works

Adversus mathematicos

First Thousand Years of Greek · First Thousand Years of Greek · 2,861 sections

  1. 7.286.1

    καὶ μὴν οὐδὲ δυνατόν ἐστι παρὰ μέρος ὁτὲ μὲν ὅλον ὑποκεῖσθαι τὸ ζητοῦν, ὁτὲ δὲ ὅλον τὸ ζητούμενον. ὅτε γὰρ ὅλος ὑπόκειται ζητῶν καὶ σὺν τούτῳ νοεῖται ὅλος (σὺν τῷ ζητεῖν ὅλος), οὐδὲν ἀπολειφθήσεται ὃ ζητήσει· καὶ ἀνάπαλιν, ὅτε ὅλος δι’ ὅλου ἐστὶ τὸ ζητούμενον, οὐκ ἔσται τὸ ζητοῦν.

  2. 7.287.1

    λείπεται ἄρα μὴ ὅλον αὐτὸν ἑαυτῷ ἐπιβάλλειν, ἀλλὰ μέρει τινὶ τὴν ἑαυτοῦ κατάληψιν ποιεῖσθαι. ὃ πάλιν ἐστὶ τῶν ἀπόρων. ὁ γὰρ ἄνθρωπος οὐδέν ἐστι παρὰ τὸν ὄγκον καὶ τὰς αἰσθήσεις καὶ τὴν διάνοιαν,

  3. 7.288.1

    ὅθεν εἰ μέλλει τινὶ μέρει ἑαυτὸν καταλαμβάνεσθαι, ἤτοι τῷ σώὅτι ματι τὰς αἰσθήσεις καὶ τὴν διάνοιαν γνωριεῖ, ἢ ἐναλλὰξ ταῖς αἰσθήσεσι καὶ τῇ διανοίᾳ τὸ σῶμα καταλήψεται. τῷ μὲν οὖν σώματι οὐχ οἷόν τέ ἐστι τὰς αἰσθήσεις καὶ τὴν διάνοιαν γνωρίζειν· ἄλογον γάρ ἐστι τοῦτο καὶ κωφὸν τὴν ἀφυὲς πρὸς τὰς τοιουτοτρόπους ζητήσεις.

  4. 7.289.1

    ἄλλως τε, εἰ τὸ σῶμα τῶν αἰσθήσεων καὶ τῆς διανοίας ἀντιληπτικόν ἐστιν, ὀφείλει τὸ] ταύτας καταλαμβάνον ὁμοιοῦσθαι ταύταις, τουτέστιν ὁμοίως διατίθεσθαι καὶ αἴσθησίς τε καὶ διάνοια γίνεσθαι. ὁράσεως γὰρ ἀντιλαμβανόμενον, καθὸ ὁρᾷ, ὅρασις ἔσται, καὶ γεύσεως γευομένης καταληπτικὸν ὑπάρχον γεῦσις γενήσεται, καὶ ἐπὶ τῶν ἄλλων τὸ ἀνάλογον.

  5. 7.290.1

    καθὰ γὰρ τὸ θερμοῦ ἀντιλαμβανόμενον ὧς θερμοῦ θερμαινόμενον ἀντιλαμβάνεται, θερμαινόμενον δὲ εὐθύς ἐστι θερμόν, καὶ ὡς τὸ ψυχροῦ γνῶσιν ποιούμενον ὧς ψυχροῦ ψυχόμενον εὐθέως ἐστὶ ψυχρόν, οὕτω καὶ ὁ σάρκινος ὄγκος εἰ ἀντιλαμβάνεται τῶν αἰσθήσεων ὧς αἰσθήσεων, αἰσθάνεται, αἰσθανόμενος δὲ πάντως αἴσθησις γενήσεται,

  6. 7.291.1

    καὶ ταύτῃ οὐκέτι ὑποκείσεται τὸ ζητοῦν, ἀλλ’ ἔσται τὸ ζητούμενον, σὺν τῷ καὶ τελέως καταγέλαστον εἶναι τὸ μὴ διαφέρειν τὸν ὄγκον τῶν αἰσθήσεων καὶ τῆς διανοίας, πάντων σχεδὸν τῶν δογματικῶς φιλοσοφησάντων τὴν ἐν τούτοις διαφορὰν εἰσηγησαμένων.

  7. 7.292.1

    ὁ δ’ αὐτὸς καὶ ἐπὶ τῆς διανοίας ἐστὶ λόγος· εἰ γὰρ ἀντιλαμβάνεται ταύτης ὁ ὄγκος ὧς διανοίας, τουτέστι νοούσης, ἔσται διάνοια ὁ ὄγκος, διάνοια δὲ ὢν οὐκ ἔσται τὸ ζητοῦν ἀλλὰ τὸ ζητούμενον. οὐ τοίνυν τὸ σῶμα καταληπτικόν ἐστι τοῦ ἀνθρώπου.

  8. 7.293.1

    καὶ μὴν οὐδὲ αἱ αἰσθήσεις. αὗται γὰρ πάσχουσι μόνον καὶ κηροῦ τρόπον τυποῦνται, ἄλλο δ’ ἴσασιν οὐδὲ ἕν, ἐπεί τοι ἐὰν ζήτησίν τινος αὐταῖς νείμωμεν, οὐκέτ’ ἄλογοι γενήσονται ἀλλὰ λογικαὶ δυνάμεις ἔχουσαι φύσιν ζητήσεως. ὅπερ οὐχ οὕτως εἰχεν· εἰ γάρ τὸ λευκαίνεσθαι καὶ μελαίνεσθαι καὶ γλυκάζεσθαι καὶ πικράζεσθαι καὶ εὐωδιάζεσθαι <καὶ> πάσχειν ἴδιόν ἐστιν αὐτῶν, τὸ ζητεῖν ἐνεργητικῶς οὐκ ἔσται ἴδιον αὐτῶν.

  9. 7.294.1

    εἶτα πῶς οἶόν τέ ἐστι διὰ τούτων καταληφθῆναι τὸν ὄγκον οὐκ ἐχουσῶν † τὴν φύσιν †; οἷον εὐθέως ἡ ὅρασις σχήματος μὲν καὶ μεγέθους καὶ χρόας ἐστὶν ἀντιληπτική, οὔτε δὲ σχῆμά ἐστιν οὔτε μέγεθος οὔτε χρῶμα ὁ ὄγκος, ἀλλ’ εἰ καὶ ἄρα, τὸ ᾧ ταῦτα συμβέβηκεν· καὶ διὰ τοῦτο τὸν μὲν ὄγκον οὐ δύναται λαβεῖν ἡ ὅρασις, μόνον δὲ ὁρᾷ τὰ συμβεβηκότα τῷ ὄγκῳ, οἷον τὸ σχῆμα, τὸ μέγεθος, τὴν χρόαν.

  10. 7.295.1

    ναί, φήσει τις, ἀλλὰ τὸ ἐκ τούτων συνηρανισμένον ὁ ὄγκος ἐστίν. ὅπερ ἦν ληρῶδες. πρῶτον μὲν γὰρ ἐδείξαμεν ὅτι οὐδὲ ἡ κοινὴ σύνοδος τῶν τινι συμβεβηκότων ἐκεῖνό ἐστι τὸ ᾧ τινι συμβέβηκεν·

  11. 7.296.1

    εἶτα κἂν τοῦτο οὕτως ἔχῃ, πάλιν τῶν ἀμηχάνων ἐστὶν ὑπὸ τῆς ὄψεως ληφθῆναι τὸ σῶμα. εἰ γὰρ μήτε μῆκος ψιλόν ἐστι τὸ σῶμα μήτε σχῆ μὰ κατ’ ἰδίαν, μήτε χρῶμα χωρίς, τὸ δὲ ἐκ τούτων σύνθετον, δεήσει τὴν ὅρασιν τοῦ σώματος ἀντιλαμβανομένην συντιθέναι ταῦτα καθ’ ἕκαστον παρ’ ἑαυτῇ, καὶ οὕτω τὸν κοινὸν πάντων ἀθροισμὸν σῶμα λέγειν.

  12. 7.297.1

    ἀλλὰ τὸ συντιθέναι τι μετά τινος, καὶ τὸ τοιόνδε μέγεθος μετὰ τοῦ τοιοῦδε σχήματος λαμβάνειν, λογικῆς ἐστι δυνάμεως. ἄλογος δέ γέ ἐστιν ἡ ὅρασις· τοίνυν οὐ ταύτης ἔργον καθέστηκε τὸ ἀντιλαμβάνεσθαι τοῦ σώματος.

  13. 7.298.1

    καίτοι οὐ μόνον τὴν κοινὴν σύνοδον ὧς σῶμα νοεῖν ἐστιν ἀφυής, ἀλλὰ καὶ πρὸς τὴν ἑκάστου τῶν τούτῳ συμβεβηκότων κατάληψιν πεπήρωται. οἷον εὐθέως μήκους· καθ’ ὑπέρθεσίν γὰρ μεγεθῶν τοῦτο λαμβάνεσθαι πέφυκεν, ἀπό τινος ἀρχομένων ἡμῶν καὶ διά τινος καὶ ἐπί τι καταληγόντων, ὅπερ ποιεῖν ἄλογος φύσις οὐ δύναται.

  14. 7.299.1

    εἶτα καὶ βάθους· περὶ αὐτὴν γὰρ πλάζεται τὴν ἐπιφάνειαν ἡ ὅρασις, εἰς βάθος δ’ οὐκ ἐνδύνει. λανθάνει γοῦν αὐτὴν καὶ τὰ περίχρυσα τῶν χαλκῶν. εἴρητο δὲ ὅτι πρὸς χρώματος γνῶσιν ἦν ἀνεπιτήδειος, ὅτε τὴν Κυκαὶ ρηναϊκὴν στάσιν ἀνῃροῦμεν (§ 192). 192).

  15. 7.300.1

    διόπερ εἰ μηδὲ τῶν συμβεβηκότων τῷ σώματι ἡ ὅρασίς ἐστιν ἀντιληπτική, πολὺ πλέον οὐδ’ αὐτοῦ τοῦ σώματος ἔσται θεωρητική. καὶ μὴν οὐδὲ ἀκοῆς ἐστιν ἔργον τὸ τοιοῦτον ἢ ὀσφρήσεως ἢ γεύσεως ἢ ἁφῆς· ἑκάστη γὰρ τούτων τὸ πρὸς ἑαυτὴν μόνον αἰσθητὸν ἐπίσταται, τὸ δὲ οὐκ ἂν εἴη ὁ ὄγκος. ἡ γὰρ ἀκοὴ φωνῆς μόνον ἐστὶν ἀντιληπτική, φωνὴ δὲ οὐκ ἔστιν ὁ ὄγκος. καὶ ἡ ὄσφρησις εὐώδους μόνον ἢ δυσώδους ἐστὶ κριτήριον· ἀλλ’ οὐθεὶς οὕτως ἐστὶν ἄφρων ὧς τὴν ὑπόστασιν τοῦ περὶ ἡμᾶς σώματος ἐν τοῖς εὐώδεσιν ἢ δυσώδεσιν ἀπολείπειν. τὰ δ’ αὐτὰ λεκτέον καὶ περὶ τῶν ἄλλων αἰσθήσεων, ἵνα μὴ μακρολογῶμεν. ὥστε αὗται μὲν τὸν ὄγκον οὐ καταλαμβάνονται. καὶ μὴν οὐδὲ ἑαυτάς.

  16. 7.301.1

    τίς γὰρ ὁράσει τὴν ὅρασιν εἶδεν; ἢ τίς ἀκοῇ τῆς ἀκοῆς ἀκήκοεν; τίς δὲ γεύσει ποτὲ τῆς γεύσεως ἐγεύσατο, ἢ <ὀσφρήσει> ὀσφρήσεως ὠσφρήσατο, ἢ ἁφῆς ἔθιγεν ἀφῇ; ταῦτα γὰρ ἀδιανόητα ἦν. τοίνυν εἰ] μηδ’ ἑαυτῶν ἀντιληπτικὰς λεκτέον εἶναι τὰς αἰσθήσεις· οὑτωσὶ δὲ οὐδὲ ἀλλήλων. ὅρασις γὰρ ἀκούουσαν ἀκοὴν οὐ δύναται ὁρᾶν, καὶ ἀνάπαλιν ἀκοὴ ὁρώσης ὁράσεως οὐ πέφυκεν ἀκούειν, καὶ ἐπὶ τῶν ἄλλων ὁ αὐτὸς τῆς ἐγχειρήσεως τρόπος, ἐπεί τοι κἂν λέγωμεν ὁράσει ληπτὴν εἶναι τὴν ἀκοὴν ὧς ἀκοήν, τουτέστιν ὧς ἀκούουσαν, δώσομεν τὸ ὁμοιοπαθεῖν τὴν ὅρασιν ἐκείνῃ, ὥστε μηκέτι αὐτὴν ὅρασιν εἶναι ἀλλ’ ἀκοήν·

  17. 7.302.1

    πῶς γὰρ δύναται κρῖναι ἀκούουσαν ἀκοὴν αὐτὴ μὴ ἔχουσα φύσιν ἀκουστικήν; καὶ ἀναστρόφως, ἵνα καὶ ἡ ἀκοὴ ὧς ὁρώχαλκείων σὴς ἀντιλάβηται τῆς ὄψεως, δεῖ πολὺ πρότερον αὐτὴν ὅρασιν γενέσθαι. τοῦτο δὲ οὐδεμίαν ὑπερβολὴν ἔοικεν ἀτοπίας ἀπολείπειν. λεκτέον ἄρα μηδὲ τἀς αἰσθήσεις ἢ τοῦ σώματος ἀντιλαμβάνεσθαι ἢ αὑτῶν ἢ ἀλλήλων.

  18. 7.303.1

    Ναί, φασὶν οἱ δογματικοί, ἀλλ’ ἡ διάνοια καὶ τὸν ὄγκον καὶ τὰς αἰσθήσεις καὶ ἑαυτὴν γνωρίζει. ὅπερ καὶ αὐτὸ τῶν ἀπόρων ἐστίν. ὅταν γὰρ ἀξιώσωσι τὴν διάνοιαν ἀντιληπτικὴν γίνεσθαι τοῦ τε ὅλου σώματος καὶ τῶν ἐν αὐτῶ, πευσόμεθα πότερον ὑφ’ ‘ὲν ὅλῳ ἐπιπεσοῦσα τῷ ὄγκῳ τὴν κατάληψιν ποιεῖται, ἢ τοῖς μέρεσιν αὐτοῦ, καὶ ταῦτα συντιθεῖσα τὸ ὅλον καταλαμβάνεται.

  19. 7.304.1

    καὶ τῷ μὲν ὅλῳ οὐκ ἂν θελήσαιεν, ὧς ἔσται συμφανὲς ἐκ τῶν ἐπιφερομένων· τὰ δὲ μέρη εἰ λέγοιεν αὐτὴν συντιθέναι κἀντεῦθεν τὸ ὅλον γνωρίζειν, μείζονι συνειληθήσονται ἀπορίᾳ. τῶν γὰρ τοῦ ὄγκου μερῶν τινά ἐστιν ἄλογα, τὰ δὲ ἄλογα ἀλόγως ἡμᾶς κινεῖ. τοίνυν ἡ διάνοια πρὸς τούτων ἀλόγως κινουμένη ἄλογος γενήσεται, ἄλογος δὲ οὖσα οὐκ ἔσται διάνοια· ὥστε οὐ καταλήψεται τὸν ὄγκον ἡ διάνοια.

  20. 7.305.1

    καὶ μὴν οὐδὲ τὰς αἰσθήσεις δύναται κατὰ τὸν αὐτὸν τρόπον διαγινώσκειν. ὧς γὰρ τὸ σῶμα οὐ δύναται καταλαβεῖν τῷ αὐτὴ μὲν λογικῆς μετέχειν δυνάμεως ἐκεῖνο δὲ ἄλογον εἶναι, οὕτω πάλιν ἀδυνατήσει τἀς αἰσθήσεις καταλαμβάνεσθαι, ἐπείπερ ἐπείπερ εἰσιν καὶ διὰ τοῦτο ἀλόγως τὸ καταλαμβανόμενον αὐτὰς ἐκίνουν. εἶτα τὰς αἰσθήσεις λαμβάνουσα πάντως αὐτὴ αἴσθησις ἔσται. ἴνα γὰρ τἀς αἰσθήσεις ὧς αἰσθήσεις λάβῃ, τουτέστιν αἰσθανομένας, καὶ αὐτὴ γενήσεται ὁμοιοειδὴς ἐκείναις· τὴν γὰρ ὅρασιν ὁρῶσαν καταλαμβανομένη πολύ πρότερον ὅρασις γενήσεται, καὶ τὴν ἀκοὴν ἀκούουσαν κρίνουσα οὐχ ἑτέρα γενήσεται τῆς ἀκοῆς. ὁ δὲ αὐτὸς καὶ ἐπὶ ὀσφρήσεως καὶ γεύσεως καὶ ἁφῆς ἐστι λόγος.

  21. 7.306.1

    ἀλλ’ εἴπερ ἡ γνωρίζουσα τἀς αἰσθήσεις διάνοια εὑρίσκεται εἰς τὴν ἐκείνων μεταβεβηκυῖα φύσιν, οὐδὲν ἔσται ἔτι ὑποκείμενον τὸ ζητοῦν τἀς αἰσθήσεις· ὃ γὰρ ὑπεθέμεθα ζητεῖν, τοῦτο ἀναπέφηνε τὸ αὐτὸ ταῖς ζητουμέναις, διὰ δὲ τοῦτο καὶ χρῆζον τοῦ καταληψομένου.

  22. 7.307.1

    ναί, φασίν, ἀλλὰ ταὐτόν ἐστι διάνοια καὶ αἴσθησις, οὐ κατὰ ταὐτὸ δέ, ἀλλὰ κατ’ ἄλλο μὲν διάνοια, κατ’ ἄλλο δὲ αἴσθησις· καὶ ὃν τρόπον τὸ αὐτὸ ποτήριον κοῖλόν τε καὶ περίκυρτον λέγεται, οὐ κατὰ ταὐτὸ δὲ, ἀλλὰ κατ’ ἄλλο μὲν κοῖλον, οἷον τὸ ἐντὸς μέρος, κατ’ ἄλλο δὲ περίκυρτον, καθάπερ τὸ ἐκτός, καὶ ὧς ἡ αὐτὴ ὁδὸς ἀνάντης τε καὶ κατάντης νοεῖται, ἀνάντης μὲν τοῖς ἀνιοῦσι δι’ αὐτῆς, κατάντης δὲ τοῖς κατιοῦσιν, οὕτως ἡ αὐτὴ δύναμις κατ’ ἄλλο μέν ἐστι νοῦς, κατ’ ἄλλο δὲ αἴσθησις, καὶ οὐκ εἴργεται ἡ αὐτὴ οὖσα τῆς προειρημένης τῶν αἰσθήσεων καταλήψεως.

  23. 7.308.1

    πάνυ δ’ εἰσὶν εὐήθεις, καὶ κενῶς μόνον πρὸς τὰς ἐκκειμένας ἀπορίας ἀντηχοῦσιν. φαμὲν γάρ, εἰ καὶ συγχωρηθῶσιν αἱ διάφοροι αὗται δυνάμεις περὶ τὴν αὐτὴν οὐσίαν ὑποκεῖσθαι, πάλιν μένειν τὸ μικρῷ πρόσθεν ὑπὸ ἡμῶν κινηθὲν ἄπορον.

  24. 7.309.1

    ζητῶ γάρ, τοῦτο τὸ κατ’ ἄλλο μὲν νοῦς εἶναι λεγόμενον κατ’ ἄλλο δὲ αἴσθησις πῶς δύναται τῷ καθ’ ὃ νοῦς ἐστιν ἀντιλαμβάνεσθαι τοῦ καθ’ ὃ αἴσθησίς ἐστιν; λογικὸν γὰρ ὂν καὶ ἀλόγου ποιούμενον κατάληψιν ἀλόγως κινήσεται, ἀλόγως δὲ κινούμενον ἄλογον ἔσται, τοιοῦτον δὲ ὂν οὐκ ἔσται καταλαμβάνον ἀλλὰ καταλαμβανόμενον. ὅπερ πάλιν ἦν ἄτοπον.

  25. 7.310.1

    Διὰ τούτων μὲν δὴ παρεστάσθω, ὅτι ὁ ἄνθρωπος οὔτε διὰ τοῦ σώματος τὰς αἰσθήσεις δύναται λαβεῖν οὔτε ἀνάπαλιν διὰ τούτων τὸ σῶμα, <. . . . .> μηδὲ αὐτὰς ἢ ἀλλήλας. ἔρης δὲ ὑποδεικτέον, ὅτι οὐδ’ ἑαυτῆς ἐπιγνώμων ἐστὶν ἡ διάνοια, καθάπερ ἀξιοῦσιν οἱ δογματικοὶ τῶν φιλοσόφων. εἴπερ γὰρ ὁ νοῦς ἑαυτὸν καταλαμβάνεται, ἤτοι ὅλος ἑαυτὸν καταλήψεται, ἢ ὅλος μὲν οὐδαμῶς, μέρει δέ τινι ἑαυτοῦ πρὸς τοῦτο χρώμενος.

  26. 7.311.1

    καὶ ὅλος μὲν ἑαυτὸν καταλαμβάνεσθαι οὐκ ἂν δυνηθείη. εἰ γὰρ ὅλος ἑαυτὸν καταλαμβάνεται, ὅλος ἔσται κατάληψις καὶ καταλαμβάνων, ὅλου δ’ ὄντ’ ὃς τοῦ καταλαμβάνοντος οὐδὲν ἔτι ἔσται τὸ καταλαμβανόμενον· λαμβανόμενον· τῶν δὲ ἀλογωτάτων ἐστὶ τὸ εἷναι μὲν τὸν καταλαμβάνοντα, μὴ εἶναι δὲ τὸ οὗ ἐστιν ἡ κατάληψις.

  27. 7.312.1

    καὶ μὴν οὐδὲ μέρει τινὶ δύναται πρὸς τοῦτο χρῆσθαι ὁ νοῦς. αὐτὸ γὰρ τὸ μέρος πῶς ἑαυτὸ καταλαμβάνει; εἰ μὲν γὰρ ὅλον, οὐδὲν ἔσται τὸ ζητούμενον· εἰ δὲ μέρει τινί, ἐκεῖνο πάλιν πῶς ἑαυτὸ γνώσεται; καὶ οὕτως εἰς ἄπειρον. ὥστε ἄναρχον εἶναι τὴν κατάληψιν, ἤτοι μηδενὸς εὑρισκομένου πρώτου τοῦ τὴν κατάληψιν ποιησομένου ἢ μηδενὸς ὄντος τοῦ καταληφθησομένου.

  28. 7.313.1

    ἔπειτα εἰ αὐτὸν καταλαμβάνει ὁ νοῦς, καὶ τὸν τόπον ἐν ᾧ ἔστι συγκαταλήψεται· πᾶν γὰρ τὸ καταλαμβανόμενον σύν τινι τόπῳ καταλαμβάνεται. εἰ δὲ καὶ τὸν τόπον ὁ νοῦς τὸν ἐν ᾡ ἔστι συγκαταλαμβάνει ἑαυτῷ, ἐχρῆν μὴ διαφωνεῖσθαι τοῦτον παρὰ τοῖς φιλοσόφοις, τῶν μὲν κεφαλὴν λεγόντων εἶναι τῶν δὲ θώρακα, καὶ ἐπ’ εἴδους τῶν μὲν ἐγκέφαλον τῶν δὲ μήνιγγα, τινῶν δὲ καρδίαν, ἄλλων δὲ ἥπατος πύλας ἤ τι τοιοῦτο μέρος τοῦ σώματος. διαφωνοῦσι δέ γε περὶ τούτου οἱ δογματικοὶ τῶν φιλοσόφων· οὐκ ἄρα καταλαμβάνει ἑαυτὸν ὁ νοῦς.

  29. 7.314.1

    Καὶ δὴ οὕτω κοινότερον ἐπὶ παντὸς ἀνθρώπου δηπορήσθω ἡ περὶ τοῦ κριτηρίου ζήτησις. ἐπειδὴ δὲ φιλαύτως οἱ δογματικοὶ ἄλλοις μὲν οὐ παραχωροῦσι τὴν τῆς ἀληθείας κρίσιν, μόνους δ’ ἑαυτοὺς ταύτην εὑρηκέναι λέγουσιν, φέρε ἐπ’ αὐτῶν στήσαντες τὸν λόγον διδάσκωμεν ὅτι οὐδὲ οὕτως εὑρεθῆναί τι δυνατόν ἐστιν ἀληθείας κριτήριον.

  30. 7.315.1

    ἕκαστος τοίνυν τῶν ἀξιούντων τἀληθὲς εὑρηκέναι ἤτοι φάσει μόνον τοῦτο ἀποφαίνεται ἢ ἀπόδειξιν παραλαμβάνει. ἀλλὰ φάσει μὲν οὐκ ἐρεῖ· τῶν γὰρ ἀντικαθεζομένων νῶν αὐτῷ τις τὴν τοὐναντίον ἀξιοῦσαν προοίσεται φάσιν, καὶ οὕτως οὐ μᾶλλον ἐκεῖνος ἢ οὗτος ἔσται πιστός·

  31. 7.316.1

    Φιλῇ γὰρ φάσει ἴσον φέρεται ψιλὴ φάσις. εἰ δὲ μετ’ ἀποδείξεως κριτήριον αὑτὸν ἀποφαίνηται, πάντως ὑγιοῦς. ἀλλ’ ἴνα μάθωμεν ὅτι ὑγιὴς ἡ ἀπόδειξίς ἐστιν ᾑ προσχρώμενος κριτήριον ἑαυτὸν ἀποφαίνεται, ὀφείλομεν ἔχειν κριτήριον, τήριον, καὶ τοῦτο προωμολογημένον· οὐκ ἔχομεν δέ γε σύμφωνον κριτήριον, ζητεῖται δέ· οὐκ ἄρα δυνατόν ἐστιν εὑρεῖν κριτήριον.

  32. 7.317.1

    πάλιν ἐπεὶ οἱ σφᾶς αὐτοὺς κριτήρια λέγοντες τῆς ἀληθείας ἀπὸ διαφόρων αἱρέσεων ἀνάγονται καὶ παρ’ αὐτὸ τοῦτο διαφωνοῦσιν ἀλλήλοις, δεῖ παρεῖναί τι ἡμῖν κριτήριον ᾧ προσχρώμενοι κρινοῦμεν τὴν διαφωνίαν εἰς τὸ τισὶ μὲν συγκατατίθεσθαι τισὶ δὲ μηδαμῶς.

  33. 7.318.1

    τοῦτο οὖν τὸ κριτήριον ἤτοι πᾶσι διάφωνόν ἐστι τοῖς διαφωνοῦσιν ἢ ἑνὶ μόνον σύμφωνον. ἀλλ’ εἰ μὲν πᾶσι διάφωνον, μοῖρα καὶ αὐτὸ γενήσεται τῆς διαφωνίας, μοῖρα δ’ ὂν ταύτης οὐκ ἂν εἴη κριτήριον ἀλλὰ καὶ αὐτὸ παραπλησίως τῇ ὅλῃ διαφωνίᾳ κρίσεως δεόμενον· τὸ γὰρ αὐτὸ δοκιμάζειν ἅμα καὶ δοκιμάζεσθαι τῶν ἀμηχάνων.

  34. 7.319.1

    εἰ δὲ μὴ πᾶσι διαπεφώνηκεν ἀλλ’ ἑνὶ συμφωνεῖ, <. . . . .> ἐκ τῆς διαφωνίας ὂν χρείαν ἔχει τοῦ δοκιμάσοντος. καὶ διὰ τοῦτο <τὸ> σύμφωνον αὐτῷ κριτήριον μὴ ἕτερον ὂν παρ’ δεήσεται κρίσεως, δεόμενον δὲ κρίσεως οὐκ ἔσται κριτήριον.

  35. 7.320.1

    τὸ δὲ πάντων κυριώτατον, εἴπερ τινὰ τῶν δογματικῶν λέγομεν εἶναι κριτὴν τῆς ἀληθείας καὶ παρ’ αὐτῷ μόνῳ ταύτην ὑπάρχειν, ἤτοι τῇ ἡλικίᾳ αὐτοῦ ἐνατενί- ζοντες τοῦτο ἐροῦμεν, ἢ τῇ ἡλικίᾳ μὲν οὐδαμῶς τῷ πόνῳ δέ, ἢ οὐδὲ τούτῳ ἀλλὰ τῇ συνέσει καὶ τῇ διανοίᾳ, ἢ συνέσει μὲν οὐδαμῶς, μαρτυρίᾳ δὲ τῇ τῶν πολλῶν. οὔτε δὲ ἡλικίᾳ οὔτε φιλοπονίᾳ οὔτ’ ἄλλῳ τινὶ τῶν εἰρημένων προσέχειν οἰκεῖόν ἐστιν ἐν τῇ περὶ τοῦ ἀληθοῦς ζητήσει, ὡς παραστήσομεν· οὐκ ἄρα τινὰ τῶν φιλοσόφων ῥητέον κριτήριον εἶναι τῆς ἀληθείας.

  36. 7.321.1

    καὶ δὴ τῇ ἡλικίᾳ μὲν οὐ προσεκτέον, ἐπείπερ οἱ πλείους τῶν δογματικῶν ὁμήλικες σχεδὸν ἦσαν ὅτε αὑτοὺς ἔλεγον κριτήρια τῆς ἀληθείας· πάντες γὰρ πρεσβῦται γενόμενοι, οἷον Πλάτων’, εἰ τύχοι, καὶ Δημόκριτος καὶ Ἐπίκουρος καὶ Ζήνων, ἑαυτοῖς τὴν εὕρεσιν σιν τῆς ἀληθείας προσεμαρτύρησαν.

  37. 7.322.1

    εἶτ’ οὐκ ἀπέοικεν, ὧς ἐν τῷ βίῳ καὶ τῇ κοινῇ συνηθείᾳ θεωροῦμεν, ὅτι συνετώτεροι πολλάκις τῶν πρεσβυτέρων εἰσὶ νέοι, τὸν αὐτὸν τρόπον κἀν φιλοσοφίᾳ εὐεπηβολωτέρους γεγονέναι παρὰ τοὺς πρεσβύτας τοὺς νέους.

  38. 7.323.1

    ἔνιοι μὲν γάρ, ὧν ἐστὶ καὶ Ἀσκληπιάδης ὁ ἰατρός, διαρρήδην ἔλεξαν πολλῷ λείπεσθαι τῆς περὶ τούς νέους συνέσεως καὶ ἀγχινοίας τοὺς πρεσβύτας, παρὰ δὲ τὴν τῶν πολλῶν καὶ εἰκαιοτέρων ψευδοδοξίαν ἐναντίως ἔχειν ὑπελήφθη τὸ πρᾶγμα. διὰ γὰρ τὸ πολύπειρον τῶν πρεσβυτῶν ἔδοξαν οἱ νεώτεροι λείπεσθαι κατὰ σύνεσιν, τοῦ πράγματος ἐναντίως ἔχοντος· πολυπειρότεροι μὲν γάρ, ὡς ἔφην, εἰσὶν οἱ γεγηρακότες, οὐ συνετώτεροι δὲ παρὰ τοὺς νέους. οὐκοῦν διὰ μὲν ἡλικίαν οὐ λεκτέον κριτήριον εἶναί τινα τῶν δογματικῶν.

  39. 7.324.1

    καὶ μὴν οὐδὲ διὰ φιλοπονίαν. πάντες γὰρ ἐπ’ ἴσης εἰσὶ φιλόπονοι, καὶ οὐδείς ἐστιν ὃς εἰς τὸν τῆς ἀληθείας ἀγῶνα κατελθὼν καὶ ταύτην εὑρηκέναι φήσας ῥαθύμως ἀνέστραπται. πάντων δὲ κατὰ τοῦτο ἰσότητα μαρτυρουμένων, τὸ ἑνὶ μόνον προσκλιθῆναι τῶν ἀδίκων ἐστίν.

  40. 7.325.1

    ὡσαύτως δὲ οὐκ ἄν τις ἄλλον ἄλλου κάλλιον προκρίνειεν ἕνεκα συνέσεως. πρῶτον μὲν γὰρ συνετοὶ πάντες ὑπῆρχον, καὶ οὐχ οἱ μὲν νωθεῖς οἱ δὲ οὐ τοιοῦτοι. εἶτα πολλάκις οἱ συνετοὶ δοκοῦντες ὑπάρχειν οὐ τῆς ἀληθείας τοῦ δὲ ψεύδους εἰσὶ συνήγοροι. τῶν γοῦν ῥητόρων τοὺς μὲν τῷ ψεύδει γενναίως συλλαμβανομένους καὶ εἰς ἴσην αὐτὸ πίστιν ἀνάγοντας τῷ ἀληθεῖ δυνατούς τε καὶ νοεροὺς εἶναί φαμεν, τοὺς δὲ μὴ τοιούτους ἀνάπαλιν βραδεῖς τε καὶ ἀσυνέτους.

  41. 7.326.1

    τάχα τοίνυν κἀν φιλοσοφίᾳ οἱ μὲν περινούστατοι τῶν ζητησάντων τὴν ἀλήθειαν τῷ εὐφυεῖς εἶναι πιθανοὶ καθεστάναι δοκοῦσι, κἂν τῷ ψεύδει συνηγορῶσιν, οἱ δὲ ἀφυεῖς ἀπίθανοι, κἂν τῷ ἀληθεῖ συμμαχῶσιν. οὔτε οὖν διὰ ἡλικίαν οὔτε διὰ φιλοπονίαν οὔτε διὰ σύνεσιν οἰκεῖόν ἐστι τινὰ τινὸς προκρίνειν καὶ τόνδε μὲν λέγειν εὑρηκέναι τἀληθὲς τόνδε δὲ μηδαμῶς.

  42. 7.327.1

    μῶς. καταλείπεται τοίνυν τῷ πλήθει τῶν συμφωνούντων προσέχειν· τάχα γάρ τις τοῦτον ἄριστον κριτὴν εἶναι τῆς ἀληθείας φήσει τὸν ᾧ συμφώνως οἱ πλείους μαρτυροῦσιν. ὅπερ ἐστὶ ληρῶδες καὶ τῶν προδιαβεβλημένων ἡμῖν κριτηρίων χεῖρον. ἔνα γὰρ τἆλλα παρῶμεν, ἴσοι εἰσὶ τοῖς περί τινων συμφωνοῦσιν οἱ τοῖς αὐτοῖς ἀντιφωνοῦντες, οἷον τοῖς Ἀριστοτελικοῖς οἱ Ἐπικούρειοι καὶ τοῖς Ἐπικουρείοις οἱ ἀπὸ τῆς Στοᾶς, καὶ ἐπὶ τῶν ἄλλων ὡσαύτως.

  43. 7.328.1

    εἰ οὖν ἄριστός ἐστιν ὁ συνεωρακὼς τἀληθές, ἐπεὶ ταὐτὸ ἀξιοῦσι πάντες οἱ ἀπὸ αὐτοῦ ὁρμώμενοι, τί μᾶλλον τόνδε ἤ τόνδε ἄριστον εἶναι φήσομεν καὶ κριτήριον ἀληθείας; οἷον <εἰ> Ἐπίκουρον διὰ τὸ πολλοὺς εἶναι τοὺς περὶ αὐτοῦ συμφωνοῦντας ὅτι εὗρε τἀληθές, τί μᾶλλον Ἐπίκουρον ἢ Ἀριστοτέλη; ἢ ὅτι οὐκ] ἐλάσσους εἰσὶν οἱ καὶ τούτῳ συνασπίζονται;

  44. 7.329.1

    οὐ μὴν ἀλλ’ ὧς πάλιν ἐν τοῖς κατὰ τὸν βίον πράγμασιν οὐκ ἀδύνατόν ἐστιν ἕνα συνετὸν ἀμείνονα εἶναι πολλῶν ἀσυνέτων, οὕτ’ ὢ καὶ ἐν φιλοσοφίᾳ οὐκ ἀπέοικεν ἔνα φρόνιμον εἶναι καὶ διὰ τοῦτο πιστόν, πολλοὺς δὲ χηνώδεις καὶ διὰ τοῦτο ἀπ’ ἱστοὺς, κἂν συμφώνως τινὶ προσμαρτυρῶσιν· σπάνιος μὲν γάρ ἐστιν ὁ συνετός, πολὺς δὲ ὁ εἰκαῖος.

  45. 7.330.1

    εἶτα κἂν τῇ συμφωνίᾳ καὶ τῇ τῶν πλειόνων νῶν μαρτυρίᾳ προσέχωμεν, πάλιν εἰς τοὐναντίον τῇ προθέσει περιαγόμεθα· κατ’ ἀνάγκην γὰρ τῶν περί τινος συμφωνούντων πλείους εἰσὶν οἱ περὶ αὐτοῦ διαφωνοῦντες. ὃ δὲ λέγω, σαφέστερον γενήσεται οἰκείου τεθέντος ἡμῖν παραδείγματος.

  46. 7.331.1

    ἔστω γάρ, ὑποθέσεως χάριν, τῶν καθ’ ἑκάστην αἵρεσιν φιλοσοφούντων πλείους εἶναι τοὺς κατὰ τὴν Στωικὴν αἵρεσιν φιλοσοφοῦντας, λεγέτωσάν τε οὗτοι συμφώνως Ζήνωνα μόνον εὑρηκέναι τἀληθές, ἕτερον δὲ μηδένα. οὐκοῦν ἀντιφθέγξονται αὐτοῖς οἱ ἀπὸ Ἐπικούρου, ψεύδεσθαι δὲ αὐτοὺς ἐροῦσιν οἱ ἀπὸ Περιπάτου, ἀντεροῦσι δὲ καὶ οἱ ἀπὸ τῆς Ἀκαδημίας καὶ καθόλου πάντες οἱ ἀπὸ τῶν αἱρέσεων,

  47. 7.332.1

    ὥστε πάλιν τούτους τοὺς συμφώνως Ζήνωνα προκεκρικότας, συγκρινομένους τοῖς συμφώνως λέγουσι μὴ εἶναι Ζήνωνα κριτήριον, κατὰ πολὺ ἐλάσσους εὑρίσκεσθαι. καὶ παρ’ αὐτὸ τοῦτο· εἰ τοῖς συμφώνως περί τινος ἀποφαινομένοις χρὴ πιστεύειν ὅταν ὦσι πολλοί, οὐδένα ῥητέον τἀληθὲς εὑρηκέναι· παντὶ γὰρ τῷ ὑπό τινων ἐπαινουμένῳ πολύς ἐστιν ὁ ἐκ τῶν ἄλλων αἱρέσεων ἀντιφθεγγόμενος.

  48. 7.333.1

    τὸ δὲ πάντων συνεκτικώτατον· οἱ περί τινος ὧς εὑρηκότος τἀληθὲς συμφωνοῦντες ἤτοι διάφορον ἔχουσι διάθεσιν καθ’ ἣν συμφωνοῦσιν, ἢ διάφορον μὲν οὐδαμῶς μίαν δὲ καὶ τὴν αὐτήν. ἀλλὰ διάφορον μὲν οὐδαμῶς ἂν ἔχοιεν, ἐπεὶ πάντως αὐτοὺς δεήσει διαφωνεῖν· μίαν δὲ ἔχοντες εἰς ἰσότητα περιίστανται τῷ τοὐναντίον ἀποφαινομένῳ. ὧς γὰρ ἐκεῖνος μίαν ἔχει διάθεσιν καθ’ ἣν ἀντιπέπτωκεν αὐτοῖς,

  49. 7.334.1

    οὕτω καὶ οὗτοι τὴν ἴσην ἔχουσιν ἐκείνῳ, παρέλκοντος λοιπὸν τοῦ πλήθους αὐτῶν πρὸς πίστιν· καὶ γὰρ εἰ καθ’ ὑπόθεσιν εἰς ἦν ἐξ αὐτῶν ὁ τοῦτο λέγων, ἴσον ἂν ἐδύνατο τοῖς πᾶσιν.

  50. 7.335.1

    Ἀλλ’ εἴπερ ὁ τὴν ἀλήθειαν εὑρηκὼς ἐν φιλοσοφίᾳ ἢ διὰ ἡλικίαν ἤ διὰ φιλοπονίαν ἢ διὰ σύνεσιν ἢ τῷ πολλοὺς ἔχειν τοὺς μαρτυροῦντας εὐστοχηκέναι λέγεται, παρεστήσαμεν δὲ ἡμεῖς, ὅτι δι’ οὐδὲν τούτων ῥητέον κριτήριον αὐτὸν ὑπάρχειν ἀληθείας, φαίνεται ὡς ἀνεύρετόν ἐστι τὸ ἐν φιλοσοφίᾳ κριτήριον.

  51. 7.336.1

    Ἔτι ὁ λέγων αὑτὸν ἀληθείας εἶναι κριτήριον τὸ φαινόμενον αὑτῷ λέγει, καὶ οὐδὲν πλεῖον. τοίνυν ἐπεὶ καὶ ἕκαστος τῶν ἄλλων φιλοσόφων τὸ φαινόμενον αὑτῷ λέγει καὶ ἐναντίον τῷ προενεχθέντι, δῆλον ὡς ἴσου πᾶσιν ὄντος τοῦ τοιούτου οὐ δυνησόμεθα ὡρισμένως τινὰ κριτήριον εἶναι λέγειν. εἰ γὰρ οὗτος πιστός, ὅτι φαίνεται αὐτῷ τὸ εἶναι αὑτὸν κριτήριον, πιστὸς ἔσται καὶ ὁ δεύτερος, ἐπεὶ καὶ αὐτῷ φαίνεται κριτήριον εἶναι αὑτόν, καὶ οὕτως ὁ τρίτος καὶ οἱ λοιποί· ᾧ συνεισάγεται τὸ μηδένα ὡρισμένως κριτήριον ἀληθείας ὑπάρχειν.

  52. 7.337.1

    πρὸς τούτοις ἢ φάσει τις ἑαυτὸν κριτήριον εἶναι λέγει ἢ κριτηρίῳ προσχρώμενος. ἀλλὰ φάσει μὲν φάσει ἐπισχεθήσεται, κριτηρίῳ δὲ προσχρώμενος περιτραπήσεται. ἤτοι γὰρ διάφωνόν ἐστιν αὐτῷ τοῦτο τὸ κριτήριον ἢ σύμφωνον. καὶ εἰ μὲν διάφωνον, ἄπιστον, ἐπείπερ διαπεφώνηκε τῷ οἰομένῳ αὑτὸν κριτήριον ὑπάρχειν·

  53. 7.338.1

    εἰ δὲ σύμφωνον, χρείαν ἑξεῖ τοῦ κρίνοντος. ὥσπερ γὰρ οὗτος ὁ κριτήριον αὑτὸν ἀποφαινόμενος ἄπιστος ἦν, οὕτω καὶ τὸ σύμφωνον αὐτῷ κριτήριον, ἐπεὶ τρόπῳ τινὶ τὴν αὐτὴν ἔσχηκεν ἐκείνῳ δύναμιν, δεήσεται ἑτέρου τινὸς κριτηρίου. καὶ εἰ τοῦτο, οὐ λεκτέον ἕκαστον τῶν φιλοσόφων εἶναι κριτήριον· πᾶν γὰρ τὸ κρίσεως δεόμενον ἐξ αὑτοῦ ἐστιν ἄπιστον.

  54. 7.339.1

    πάλιν ὁ λέγων ἑαυτὸν κριτήριον ἤτοι φάσει τοῦτο ἀξιοῖ ἢ ἀποδείξει. καὶ φάσει μὲν οὐ δύναται δι’ ἃς προεῖπον αἰτίας· εἰ δὲ ἀποδείξει, πάντως ὑγιεῖ· τὸ δὲ ὅτι ἐστὶν ὑγιὴς ἡ τοιαύτη ἀπόδειξις, ἤτοι φάσει λέγεται ἢ ἀποδείξει, καὶ ταῦτ’ εἰς ἄπειρον. τοίνυν καὶ διὰ τοῦτο λεκτέον ἀνεύρετον εἷναι τὸ τῆς ἀληθείας κριτήριον.

  55. 7.340.1

    Ἐρωτᾶται δὲ καὶ οὕτως· οἱ κρίνειν τἀληθὲς ἐπαγγελλόμενοι κριτήριον ἔχειν ὀφείλουσι τοῦ ἀληθοῦς. τοῦτο οὖν τὸ κριτήριον ἤτοι ἀνεπίκριτόν ἐστιν ἢ ἐπικέκριται. καὶ εἰ μὲν ἀνεπίκριτόν ἐστι, πόθεν ὅτι πιστόν; οὐδὲν γὰρ τῶν ἀμφισβητουμένων χωρὶς κρίσεως ἐστι πιστόν. εἰ δὲ ἐπικέκριται, πάλιν τὸ κρῖναν αὐτὸ ἤτοι ἀνεπίκριτόν ἐστιν ἤ ἐπικέκριται. καὶ εἰ μὲν ἀνεπίκριτον, ἄπιστον· εἰ δὲ ἐπικέκριται, πάλιν τὸ ἐπικρῖναν αὐτὸ ἤτοι ἐπικέκριται ἢ οὐκ ἐπικέκριται, καὶ οὕτως εἰς ἄπειρον.

  56. 7.341.1

    πάλιν τὸ κριτήριον ἀμφισβητούμενον καθεστὼς δεῖταί τινος ἀποδείξεως. ἀλλ’ ἐπεὶ τῶν ἀποδείξεων αἱ μέν εἰσιν ἀληθεῖς αἱ δὲ ψευδεῖς, ὀφείλει καὶ ἡ εἰς πίστιν τοῦ κριτηρίου παραλαμβανομένη ἀπόδειξις διά τινος κριτηρίου βεβαιοῦσθαι, ὥστε εἰς τὸν δι’ ἀλλήλων ἐμπίπτειν τρόπον, τοῦ μὲν κριτηρίου τὴν διὰ τῆς ἀποδείξεως πίστιν περιμένοντος, τῆς δὲ ἀποδείξεως τὴν ἀπὸ τοῦ κριτηρίου βεβαίωσιν ἀναμενούσης,

  57. 7.342.1

    μηδετέρου δὲ αὐτῶν διὰ θατέρου πεπιστῶσθαι δυναμένου. καὶ ἄλλως γίνεται τὸ αὐτὸ πιστόν τε καὶ ἄπιστον. πιστὸν μὲν τὸ κριτήριον, ὅτι κρίνει τὴν ἀπόδειξιν, καὶ ἡ ἀπόδειξις, ὅτι ἀποδείκνυσι τὸ κριτήριον· ἄπιστον δὲ τὸ μὲν κριτήριον, ὅτι ἀποδείκνυται πρὸς τῆς ἀποδείξεως, ἡ δὲ ἀπόδειξις, ὅτι κρίνεται πρὸς τοῦ κριτηρίου.

  58. 7.343.1

    Ἀλλ’ ἡ μὲν τοῦ πρώτου κριτηρίου ἀγνωσία, τουτέστι τοῦ ὑφ’ οὗ, διὰ τοσούτων παρὰ τοῖς σκεπτικοῖς ἀπορεῖται· εὐαπόδοτος δέ ἐστι καὶ ὁ περὶ τοῦ δευτέρου λόγος, φημὶ δὲ τοῦ δι’ οὗ. εἰ γὰρ εὑρίσκει τἀληθὲς ὁ ἄνθρωπος, ἤτοι ταῖς αἰσθήσεσι μόνον προσχρώμενος τοῦτο εὑρίσκει ἢ τῇ διανοίᾳ ἢ τῷ συναμφοτέρῳ, ταῖς τε αἰσθήσεσι καὶ τῇ δια- νοίᾳ· οὔτε δὲ μόνον ταῖς αἰσθήσεσι προσχρώμενος δύναται τἀληθὲς εὑρεῖν οὔτε καθ’ αὑτὴν τῇ διανοίᾳ οὔτε κοινῶς ταῖς τε αἰσθήσεσι καὶ τῇ διανοίᾳ, ὡς παραστήσομεν·

  59. 7.344.1

    οὐκ ἄρα εὑρίσκειν τἀληθὲς ὁ ἄνθρωπος πέφυκεν. αἰσθήσεσι μὲν οὖν μόναις λαβεῖν τἀληθὲς οὐ δύναται, καθὼς ἔμπροσθεν ἐπεδείξαμεν (§ 293 sqq.), καὶ νῦν δὲ ἐΝ γον παραμυθησόμεθα. φύσει γάρ εἰσιν ἄλογοι, καὶ πλέον τοῦ τυποῦσθαι πρὸς τῶν φανταστῶν μὴ δυνάμεναι παντελῶς ἄθετοι καθεστᾶσι πρὸς εὕρεσιν τἀληθοῦς. οὐ γὰρ μόνον λευκαντικῶς ἢ γλυκαντικῶς δεῖ κινεῖσθαι τὸ ληψόμενον τἀληθὲς ἐν τοῖς ὑποκειμένοις, ἀλλὰ καὶ εἰς φαντασίαν ἀχθῆναι τοῦ τοιούτου πράγματος “τοῦτο λευκόν ἐστι” καὶ “τοῦτο γλυκύ ἐστιν’. καὶ ἐπὶ τῶν ἄλλων τὸ παραπλήσιον.

  60. 7.345.1

    τῷ δὲ τοιούτῳ πράγματι οὐκέτι τῆς αἰσθήσεως ἔργον ἐστὶν ἐπιβάλλειν· χρῶμα γὰρ μόνον καὶ χυμὸν καὶ φωνὴν λαμβάνειν πέφυκε, τὸ δὲ “τοῦτο λευκόν ἐστιν” ἢ “τοῦτο γλυκύ ἐστιν” οὔτε χρῶμα οὔτε χυμὸς τυγχάνον ἐστιν αἰσθήσει. ψεύδονταί τε ἐν πολλοῖς αἱ αἰσθήσεις καὶ διαφωνοῦσιν ἀλλήλαις, καθάπερ ἐδείξαμεν τοὺς παρὰ τῷ Αἰνησιδήμῳ δέκα τρόπους ἐπιόντες (Hyp. I 90—99).

  61. 7.346.1

    τὸ δὲ διάφωνον καὶ ἐστασιασμένον οὐκ ἔστι κριτήριον, ἀλλὰ τοῦ κρίνοντος αὐτὸ δεόμενον. τοίνυν οὐ δύνανται καθ’ αὑτὰς αἱ αἰσθήσεις κρίνειν τἀληθές. συνθέσεώς τε δεῖ καὶ μνήμης πρὸς ἀντίληψιν τῶν ὑποκειμένων, οἶον ἀνθρώπου, φυτοῦ, τῶν ἐοικότων. χρώματος γὰρ μετὰ μεγέθους καὶ σχήματος καὶ ἄλλων τινῶν ἰδιωμάτων σύνθεσίς ἐστιν ὁ ἄνθρωπος,

  62. 7.347.1

    συνθεῖναι δέ τι μνημονικῶς οὐ δύναται ἡ αἴσθησις διὰ τὸ μήτε χρῶμα μήτε χυμὸν μήτε φωνὴν εἶναι τὴν ἐπισύνθεσιν, ὧν μόνον ἀντιληπτική ἐστιν ἡ αἴσθησις.

  63. 7.348.1

    Καὶ μὴν οὐδὲ ἡ διάνοια. εἴπερ γὰρ ἐπιγνώμων ἐστὶ τἀληθοῦς ἡ διάνοια, πρότερον ὤφειλεν ἑαυτὴν ἐπιγινώσκειν· καὶ ὧς ὁ ἀρχιτέκτων κρίνει τό τε εὐθὺ καὶ στρεβλὸν καὶ χωρὶς τοῦ ἐπιβάλλειν τῇ κατασκευῇ τῶν κριτηρίων, οἷον τῇ τοῦ κανόνος καὶ τῇ τοῦ διαβήτου, οὕτως ἐχρῆν καὶ τὴν διάνοιαν, εἴπερ διακριτική ἐστι τοῦ ἀληθοῦς καὶ τοῦ ψεύδους, πολλῷ πρότερον τῇ ἑαυτῆς φύσει συνεπιβάλλειν δι’ ἥν, οὐσίᾳ τῇ ἐξ ἧς ἐστι, τόπῳ τῷ ἐν ᾧ πέφυκε, τοῖς ἄλλοις ἅπασιν.

  64. 7.349.1

    οὐ πάνυ δέ γε τὰ τοιαῦτα συνορᾶν δύναται, εἴγε οἱ μὲν μηδέν φασιν εἶναι αὐτὴν παρὰ τὸ πῶς ἔχον σῶμα, καθάπερ ὁ Δικαίαρχος, οἱ δὲ εἶναι μὲν ἔλεξαν, οὐκ ἐν τῷ αὐτῷ δὲ τόπῳ περιέχεσθαι, ἀλλ’ οἱ μὲν ἐκτὸς τοῦ σώματος, ὧς Αἰνησίδημος Ἡράκλειτον, οἱ δὲ ἐν ὅλῳ τῷ σώματι, καθάπερ τινὲς κατὰ Δημόκριτον, οἱ δὲ ἐν μέρει τοῦ σώματος, ὣν πάλιν πολυσχιδεῖς εἰσιν αἱ γνῶμαι.

  65. 7.350.1

    καὶ οἱ μὲν διαφέρειν αὐτὴν τῶν αἰσθήσεων, ὡς οἱ πλείους, οἱ δὲ αὐτὴν εἶναι τὰς αἰσθήσεις, καθάπερ διά τινων ὀπῶν τῶν αἰσθητηρίων προκύπτουσαν, ἧς στάσεως ἦρξε Στράτων τε ὁ φυσικὸς καὶ Αἰνησίδημος.

  66. 7.351.1

    οὐκ ἄρα κριτήριόν ἐστιν ἡ διάνοια. πλείους τέ εἰσιν αἱ διάνοιαι, πλείους δὲ οὖσαι διάφωνοι καθεστᾶσιν, διαφωνοῦσαι δὲ χρείαν ἔχουσι τοῦ ἐπικρίνοντος αὐτάς. τοῦτ’ οὖν ἤτοι διάνοια πάλιν ἐστὶν ἤ ἕτερόν τι παρ’ αὐτήν. καὶ διάνοια μὲν οὐκ ἂν εἴη· μέρος γὰρ τῆς διαφωνίας γενόμενον κρίσεως δεήσεται καὶ οὐκέτι κριτήριον γενήσεται· ἕτερον δὲ παρ’ αὐτὴν ὑπάρχον τὸ μὴ εἶναι διάνοιαν κριτήριον παρίστησιν.

  67. 7.352.1

    ἐξέσται δὲ καὶ τοῖς ὑπὸ τῶν ἀνδρῶν εἰρημένοις ἐπιλογισμοῖς τὰ νῦν χρῆσθαι· ἡμῖν γὰρ οὐκ ἀνάγκη ταυτολογεῖν. πρὸς τούτοις ἐπεὶ οὐ μόνον ἔστιν ἐν ἡμῖν διανοητικὸν κατὰ τοὺς πλείστους τῶν φιλοσόφων, ἀλλά σὺν τούτῳ καὶ αἰσθητικόν, ὅπερ πρόκειται τοῦ διανοητικοῦ, ἐξ ἀνάγκης τοῦτο αὐτοῦ προκείμενον οὐκ ἐάσει τὴν διάνοιαν τῶν ἐκτὸς ἀντιλαμβάνεσθαι.

  68. 7.353.1

    ὥσπερ γὰρ τὸ μεταξὺ τῆς ὄψεως καὶ τοῦ ὁρατοῦ πεπτωκὸς σῶμα οὐκ ἐᾶ τὴν ὄψιν ἀντιλαμβάνεσθαι τοῦ ὁρατοῦ, οὕτως εἰ μεταξὺ τῆς διανοίας καὶ τοῦ ἐκτὸς ὁρατοῦ κεῖται ἡ ὅρασις ἄλογος οὖσα, οὐκ ἐάσει τὴν διάνοιαν ἡ ὅρασις τοῦ ἐκτὸς ὁρατοῦ ἀντιλαμβάνεσθαι, καὶ εἰ μεταξὺ τῆς διανοίας καὶ τοῦ ἐκτὸς ἀκουστοῦ ἐστιν ἡ ἀκοή, οὐ συγχωρήσει τὴν διάνοιαν τοῦ ἀκουστοῦ ἐπιγνώμονα γίνεσθαι, καὶ ἐπὶ τῶν ἄλλων αἰσθήσεων τὸ παραπλήσιον. ἔνδον οὖν ἀποκεκλεισμένη ἡ διάνοια, καὶ ταῖς αἰσθήσεσιν ἐπισκοτουμένη, οὐδενὸς ἔσται τῶν ἐκτὸς ἀντιληπτική. οὐδὲ ταύτην τοίνυν ῥητέον καθ’ αὑτὴν εἶναι κριτήριον.

  69. 7.354.1

    Λείπεται ἄρα λέγειν ἀμφότερα, τουτέστι τὴν διάνοιαν ὧς ὑπουργῷ χρωμένην τῇ αἰσθήσει λαμβάνειν τὰ ἐκτός. ὃ πάλιν ἐστὶν ἀδύνατον· ἡ γὰρ αἴσθησις οὐ τὰ ἐκτὸς παρίστησι τῇ διανοίᾳ, τὸ δὲ ἴδιον ἀγγέλλει πάθος, οἶον ἡ ἁφὴ ἀπὸ πυρὸς θαλπομένη οὐ τὸ ἐκτὸς καὶ καῖον πῦρ ἀναδίδωσι τῇ διανοίᾳ, τὴν δὲ ἀπ’ αὐτοῦ θάλψιν, τουτέστι τὸ ἴδιον αὑτῆς πάθος. καίτοι οὐδὲ τοῦτο.

  70. 7.355.1

    εἰ γὰρ λήφεται ἡ νόησις τὸ τῆς αἰσθήσεως πάθος, αἴσθησις ἔσται. τὸ γὰρ ὁρατικοῦ πάθους ἀναδεκτικὸν ὁρατικῶς κινεῖται, τὸ δὲ ὁρατικῶς κινούμενον ὅρασίς ἐστιν· καὶ τὸ ἀκουστικοῦ πάθους ἀναδεκτικὸν ἀκουστικῶς κινεῖται, ὃ δὲ ἀκουστικῶς κινεῖται, ἀκοή ἐστιν· καὶ ἐπὶ τῶν ἄλλων αἰσθήσεων τὸ παραπλήσιον.

  71. 7.356.1

    διόπερ καὶ ἡ διάνοια, εἰ τὸ ἑκάστης αἰσθήσεως ἀναλαμβάνει πάθος, αἰσθητικῶς κινεῖται, αἰσθητικῶς δὲ κινουμένη αἴσθησίς ἐστιν, αἴσθησις δὲ οὖσα ἄλογός ἐστιν, ἄλογος δὲ γενομένη ἐκπεσεῖται τοῦ ἔτι νόησις ὑπάρχειν, μὴ οὖσα δὲ νόησις οὐ λήψεται τὸ τῆς αἰσθήσεως πάθος ὡς νόησις.

  72. 7.357.1

    κἂν λάβῃ δὲ τὸ τῶν αἰσθήσεων πάθος, οὐκ εἴσεται τὰ ἐκτός. ἀνόμοια γάρ ἐστι τὰ ἐκτὸς τοῖς περὶ ἡμὰς πάθεσιν, καὶ μακρῷ διαφέρει ἡ φαντασία τοῦ φανταστοῦ, οἷον ἡ ἀπὸ πυρὸς φαντασία τοῦ πυρός· τὸ μὲν γὰρ καίει, ἡ δ’ οὔκ ἐστι καυστική. ἄλλως τε, κἂν ὅμοια δῶμεν εἶναι τοῖς περὶ ἡμᾶς πάθεσι τὰ ἐκτός, οὐ πάντως τὰ περὶ ἡμᾶς πάθη λαμβάνουσα ἡ διάνοια καταλήψεται τὰ ἐκτός. τὰ γὰρ ὅμοιά τισιν ἕτερά ἐστιν ἐκείνων τῶν οἷς ὅμοιά ἐστιν.

  73. 7.358.1

    διόπερ εἰ τὰ ὅμοια τοῖς ἐκτὸς ἡ διάνοια γνωρίζει, οὐ τὰ ἐκτὸς γνωρίζει ἀλλὰ τὰ ὅμοια ἐκείνοις. καὶ ὃν τρόπον ὁ τὸν Σωκράτην ἀγνοῶν τὴν δὲ Σωκράτους εἰκόνα βλέπων οὐκ οἶδεν εἰ ὅμοιός ἰός ἐστι τῇ φαινομένῃ εἰκόνι ὁ Σωκράτης, οὕτως ἡ διάνοια τοῖς πάθεσιν ἐπιβάλλουσα, τὰ <δὲ> ἐκτὸς μὴ θεασαμένη, οὔτε ἐστι ταῦτα εἴσεται, οὔθ’ ὅτι ὅμοιά ἐστι τοῖς πάθεσιν. μὴ γινώσκουσα δὲ τὰ φαινόμενα οὐδὲ τὰ κατὰ τὴν ἀπὸ τούτων μετάβασιν ἀξιούμενα γνωρίζεσθαι ἄδηλα συνήσει, οὑτωσὶ δὲ οὐδὲ κριτήριον ἔσται τῆς ἀληθείας.

  74. 7.359.1

    Ἀλλ’ ἔνιοι τῶν δογματικῶν τὴν ἀνώτερον εἰρημένην ὑπότευξιν (§ 307) καὶ ἐπὶ τοῦ παρόντος θρυλοῦσι, μὴ κεχωρίσθαι τὰ διαφέροντα ταῦτα τῆς ψυχῆς μέρη, τουτέστι τὸ λογικὸν καὶ ἄλογον, ἀλλ’ ὡς τὸ μέλι ὅλον δι’ ὅλου ὑγρὸν ἅμα καὶ γλυκύ ἐστιν, οὕτω καὶ ἡ ψυχὴ ὅλη δι’ ὅλου δύο ἔχει τὰς ἀντιπαρηκούσας ἀλλήλαις δυνάμεις, ὧν ἡ μέν ἐστι λογικὴ ἡ δὲ ἄλογος·

  75. 7.360.1

    καὶ κινεῖσθαι τὴν μὲν λογικὴν ὑπὸ τῶν νοητῶν, τὴν δὲ ἄλογον ἀντιληπτικὴν γίνεσθαι τῶν αἰσθητῶν. ὅθεν καὶ μάταιον εἶναι τὸ λέγειν τὴν διάνοιαν ἢ κοινῶς τὴν ψυχὴν μὴ δύνασθαι τῆς ἑτέρας τούτων τῶν πραγμάτων διαφορᾶς ἀντιλαμβάνεσθαι· διάφορον γὰρ ἔχουσα τὴν κατασκευὴν εὐθὺς καὶ ἀμφοτέρων ἔσται ἀντιληπτική. πάνυ δέ εἰσιν εὐήθεις.

  76. 7.361.1

    αὗται γὰρ αἱ δυνάμεις, καὶ εἰ τὰ μάλιστα δοκοῦσι περὶ τὴν αὐτὴν οὐσωκράτη σίαν συνίστασθαι καὶ ἀντιπαρήκειν ἀλλήλαις δι’ ὅλης τε πεφοιτηκέναι τῆς ψυχῆς, οὐδὲν ἡσσον ἑτερογενῶς διαφέρουσιν ἀλλήλων, καὶ ἄλλο μέν τί ἐστιν ἥδε ἄλλο δὲ ἥδε. καὶ τοῦτο πάρεστι μαθεῖν ἀπὸ τῶν προδηλοτέρων εἷναι δοκούντων·

  77. 7.362.1

    συχνὰ γὰρ ἦν ἃ περὶ μὲν τὴν αὐτὴν ὕλην θεωρεῖται, οὐ τὴν αὐτὴν δὲ εἶχε φύσιν. βάρος γοῦν καὶ χρῶμα περὶ μὲν τὸ αὐτὸ σῶμα ἀμφότερά ἐστιν, διενήνοχε δὲ ἀλλήλων· καὶ πάλιν σχῆμα καὶ μέγεθος τῆς μὲν αὐτῆς οὐσίας ἐστὶ συμβεβηκότα, κεχωρισμένην δὲ εἶχε τὴν φύσιν, ἄλλου μὲν τοῦ μεγέθους ἄλλου δὲ τοῦ σχήματος νοουμένου. οὕτω τοίνυν καὶ ἡ προειρημένη λογικὴ δύναμις, κἂν ἀναμὶξ ὑποκέηται τῇ ἀλόγῳ δυνάμει, πάλιν αὐτῆς διοίσει.

  78. 7.363.1

    ᾧ λοιπὸν συνεισέρχεται τὸ μὴ δύνασθαι τὴν ἑτέραν ὡσαύτως τῇ ἑτέρᾳ κινεῖσθαι καὶ ὁμοιοπαθεῖν διὰ τἀς προκατηριθμημένας αἰτίας, ἐπεὶ δεήσει μίαν ἀμφοτέρας γίνεσθαι, τὴν μὲν λογικὴν ἄλογον, ἐὰν ἀλόγως πάσχῃ, τὴν δὲ ἄλογον λογικήν, ἐὰν λογικῶς κινηθῇ.

  79. 7.364.1

    κἂν ὑποθώμεθα δὲ τὴν διάνοιαν διὰ τῶν αἰσθητικῶν πόρων ὥσπερ τινῶν ὀπῶν προκύπτουσαν καὶ χωρὶς τῶν προκειμένων αὐτῆς αἰσθήσεων τοῖς ἐκτὸς πράγμασι προσβάλλουσαν, ἄπορος οὐδὲν ἧσσον καὶ κατὰ τοῦτο ἡ ὑπόθεσις εὑρεθήσεται. δεῖ γὰρ τὴν οὕτω τῶν ὑποκειμένων ἀντιλαμβανομένην διάνοιαν ὡς ἐναργῶν τῶν ὑποκειμένων ἀντιλμβάνεσθαι, οὐδὲν δέ ἐστιν ἐναργές, ὧς παραστήσομεν· οὐκ ἄρα δυνατόν ἐστι τὸ ἐν τοῖς ὑποκειμένοις ἀληθὲς λαβεῖν. ἐναργὲς γὰρ ἀξιοῦται τυγχάνειν ὑπὸ τῶν ἐναντίων τὸ ἐξ ἑαυτοῦ λαμβανόμενον καὶ μηδενὸς ἑτέρου χρῇζον εἰς παράστασιν.

  80. 7.365.1

    οὐδὲν δὲ ἐξ ἑαυτοῦ πέφυκε λαμβάνεσθαι, ἀλλὰ πάντα ἐκ πάθους, ὅπερ ἕτερον ἦν τοῦ ποιοῦντος αὐτὸ φανταστοῦ· γλυκανθεὶς γὰρ μέλιτος προσαχθέντος στοχάζομαι, ὅτι γλυκύ ἐστι τὸ ἐκτὸς ὑποκείμενον μέλι, καὶ ἀλεανθεὶς πυρὸς προσαχθέντος σημειοῦμαι ἐκ τῆς ἐμὲ διαθέσεως, ὅτι τὸ ἐκτὸς ὑποκείμενον πῦρ ἀλεεινόν ἐστι, καὶ ἐπὶ τῶν ἄλλων αἰσθητῶν ὁ αὐτὸς λόγος.

  81. 7.366.1

    ἐπεὶ οὖν τὸ ἐξ ἑτέρου ληπτὸν συμφώνως κατὰ πάντας ἄδηλόν ἐστι, πάντα δὲ ἐκ παθῶν ἡμετέρων ἕτερα ὄντα τούτων λαμβάνεται, πάντα ἐστὶ τὰ ἐκτὸς ἄδηλα καὶ διὰ τοῦτο ἡμῖν ἄγνωστα· δεῖ γὰρ εἰς τὴν τῶν ἀφανῶν γνῶσιν ἐναργές τι παρεῖναι, καὶ τούτου μὴ παρόντος οἴχεται καὶ ἡ ἐκείνων κατάληψις.

  82. 7.367.1

    οὐδὲ γὰρ ἔνεστι λέγειν, ὡς ἐκεῖνα μέν ἐστιν ὅσον ἐπὶ τούτῳ ἄδηλα, καταλαμβάνεται δὲ ὑφ᾿ ἡμῶν διὰ τὸ βέβαιον εἶναι τὴν ἐκ τῶν παθῶν σημείωσιν. οὐ γὰρ εἰ γλυκαντικῶς διατίθεμαί μέλιτος τῇ γεύσει προσαχθέντος, γλυκὺ πάντως ἐστὶ τὸ μέλι, οὐδὲ εἰ πικραντικῶς ἀψινθίου, πικρόν ἐστι τὸ ἀψίνθιον, ὡς ἂν ἐξ ἀνάγκης τῶν περὶ ἡμᾶς συμβαινόντων παθῶν καὶ τοῖς ποιοῦσιν αὐτὰ αἰτίοις ὀφειλόντων συμβεβηκέναι.

  83. 7.368.1

    καθὰ γὰρ ἡ προσπεσοῦσα τῇ σαρκὶ μάστιξ ἀλγύνει μὲν τὴν σάρκα, οὐχὶ δὲ καὶ ἀλγηδών ἐστιν, καὶ ὡς τὸ σιτίον ἢ τὸ ποτὸν ἥδει μὲν τὸν φαγόντα ἢ πιόντα, οὐκ ἔστι δὲ ἡδονή, οὕτω καὶ τὸ πῦρ θερμαίνειν μὲν δύναται, οὐχὶ δέ γε καὶ ἐξ ἀνάγκης θερμὸν εἶναι, καὶ τὸ μέλι γλυκάζειν μέν, οὐχὶ δὲ καὶ γλυκὺ τυγχάνειν· καὶ ἐπὶ τῶν ἄλλων αἰσθητῶν ὁ αὐτὸς λόγος. ἀλλ’ εἴπερ, ἴνα γνῶμεν τἀληθές, δεῖ τι εἶναι ἐναργές, δέδεικται δὲ πάντα ἄδηλα, ὁμολογητέον ἄγνωστον εἶναι τἀληθές.

  84. 7.369.1

    Πῶς δὲ οὐχὶ καὶ ἡ περὶ τῶν ἀνωτάτω πραγμάτων διάστασις παρὰ τοῖς φιλοσόφοις ἀφαιρεῖται τὴν τῆς ἀληθείας γνῶσιν; εἰ γὰρ τῶν φυσικῶν οἱ μὲν πάντα ἀνῃρήκασι κάσι τὰ φαινόμενα, ὡς οἱ περὶ Δημόκριτον, οἱ δὲ πάντα ἔθεσαν, ὧς οἱ περὶ τὸν Ἐπίκουρον καὶ Πρωταγόραν, οἱ δὲ τινὰ μὲν ἀνεῖλον τινὰ δὲ ἔθεσαν, ὡς οἱ ἀπὸ τῆς Στοᾶς καὶ τοῦ Περιπάτου, πάντῃ τε καὶ πάντως, ἐάν τε τὴν διάνοιαν ἐάν τε τὴν αἴσθησιν ἐάν τε τὸ συναμφότερον ὑπόθηταί θῆταί τις κριτήριον, δεῖ πρῶτον εἰς τὴν τούτων κρίσιν ἤτοι φαινόμενόν τι παραληφθῆναι ἢ ἄδηλον. ἀλλὰ φαινόμενον μὲν οὐχ οἷόν τε· ἐκ γὰρ τῆς ἀμφισβητουμένης Ὕλης ὑπάρχον ἀμφισβητήσιμον ἔσται καὶ διὰ τοῦτο οὐ κριτήριον. εἰ δὲ ἄδηλον, ἀνέστραπται τὰ πράγματα, μάτα, εἰ ἐκ τοῦ μὴ γιγνωσκομένου βεβαιοῦται τὸ δοκοῦν γιγνώσκεσθαι· ὅπερ ἄτοπον.

  85. 7.370.1

    Πλὴν συγκεχωρήσθω γε ἡ τἀνθρώπου καὶ τῶν αἰσθήσεων καὶ τῆς διανοίας ὑπόστασις εἰς τὸ προβαίνειν τὴν τῶν δογματικῶν ἀξίωσιν. ἀλλ’ ἴνα καὶ διὰ τούτων τι γνωσθῇ, δεῖ τὸ τρίτον ὁμολογῆσαι κριτήριον, τουτέστι φαντασίαν· οὔτε γὰρ ἡ αἴσθησις οὔτε ὁ νοῦς δίχα τοῦ φανταστικῶς ἑτεροιοῦσθαι δύναταί τισιν ἐπιβάλλειν.

  86. 7.371.1

    καὶ τοῦτο δὲ τὸ κριτήριον πολλῆς ἀπορίας ἐστὶ πλῆρες, ὧς πάρεστι σκοπεῖν τάξει τὴν ἀρχὴν τῶν λόγων ἄνωθεν ποιησαμένοις. ἐπεὶ γὰρ τῶν τῇ φαντασίᾳ τὰ πράγματα κανονιζόντων οἱ μὲν τῇ καταληπτικῇ προσέσχον οἱ δὲ τῇ πιθανῇ, τὸ κοινὸν ἀμφοτέρων γένος ἡμεῖς ἐκλαβόντες, τουτέστιν αὐτὴν τὴν φαντασίαν, ἀναιρῶμεν·

  87. 7.372.1

    ταύτης γὰρ ἀναιρεθείσης συναναιροῦνται καὶ αἱ ἐπ’ εἴδους διαφοραὶ τῶν φαντασιῶν, καὶ ὧς μὴ ὄντος ζῴου οὐδὲ ἄνθρωπος ἔστιν, οὕτω μὴ οὔσης φαντασίας οὐδὲ καταληπτικὴ ἢ πιθανή τις ὑφέστηκε φαντασία. εἰ γὰρ τύπωσίς ἐστιν ἐν ψυχῇ ἡ φαντασία, ἤτοι κατ’ ἐξοχὴν καὶ εἰσοχὴν τύπωσίς ἐστιν, ὧς οἱ περὶ τὸν Κλεάνθην (fr. 484 Arn.) νομίζουσιν, ἢ κατὰ ψιλὴν ἑτεροίωσιν γίνεται, καθάπερ οἱ περὶ τὸν Χρύσιππον (fr. 56 Arn.) ἐδόξασαν.

  88. 7.373.1

    καὶ εἰ μὲν κατ’ ἐξοχὴν καὶ εἰσοχὴν ὑφίσταται, ταῦτα ἀκολουθήσει τὰ ἄτοπα ἅπερ φασὶν οἱ περὶ τὸν Χρύσιππον. εἰ γὰρ κηροῦ τρόπον τυποῦται ἡ ψυχὴ φανταστικῶς πάσχουσα, ἀεὶ τὸ ἔσχατον κίνημα ἐπισκοτήσει τῇ προτέρᾳ φαντασίᾳ, ὥσπερ καὶ ὁ τῆς δευτέρας σφραγῖδος τύπος ἐξαλειπτικός ἐστι τοῦ προτέρου. ἀλλ’ εἰ τοῦτο, ἀναιρεῖται μὲν μνήμη, θησαυρισμὸς οὖσα φαντασιῶν (Stoic. fr. I 64 Arn.), ἀναιρεῖται δὲ πᾶσα τέχνη· σύστημα γὰρ ἦν καὶ ἄθροισμα καταλήψεων, πλείονας δὲ φαντασίας καὶ διαφόρους οὐ δυνατὸν ὑποστῆναι περὶ τὸ ἡγεμονικόν, ἄλλοτε ἄλλων νοουμένων τῶν περὶ αὐτὸ τύπων. οὐ τοίνυν ἡ κυρίως νοουμένη τύπωσίς ἐστι φαντασία.

  89. 7.374.1

    ἄλλως τε, εἰ ὄψις ἐστὶ τῶν ἀδήλων τὰ φαινόμενα, θεωροῦμεν δὲ τὰ πολὺ παχυμερέστερα τοῦ πνεύματος τῶν φαινομένων σώματα μηδ’ ὁντινοῦν περὶ αὑτοῖς τύπον δυνάμενα τηρεῖν, εὔλογόν ἐστι μηδὲ τὸ πνεῦμα ἕνα μόνον τινὰ <περὶ> αὐτῷ φαντασίας τύπον φυλάττειν. καὶ μὴν τὸ ὕδωρ παχυμερέστερόν ἐστι πνεύματος· ἀλλ’ οὐδέποτε δακτύλου ἐπερεισθέντος αὐτῷ πέφηνε τὸν ἀπὸ τῆς ἐπερείσεως τύπον φυλάττον.

  90. 7.375.1

    καίτοι τί λέγω τὸ ὕδωρ, ὅτε καὶ ὁ μαλακώταος κηρός, στερρὸς ἤδη κατὰ σύγκρισιν ὑπάρχων, τυποῦται μὲν ὑπό τινος ἅμα νοήματι διὰ τὴν ὑγρότητα, οὐ συνέχει δὲ τὸν τύπον; εἰ οὖν τὸ αὐτὸ κατὰ σύμβλησιν πεπηγὸς παρὰ τὸ ὕδωρ σῶμα καθεστὼς σφόδρα ἀδυνάτως ἔχει τύπους τινὰς περὶ αὑτῷ φυλάττειν, φανερὸν δήπουθεν, ὅτι οὐδὲ τὸ πνεῦμα φύσιν ἔχει πρὸς τοῦτο ἐπιτήδειον, λεπτομερέστερον καὶ εὔρουν παρὰ τὰ τοιαῦτα τῶν σωμάτων ὑπάρχον.

  91. 7.376.1

    Ναί, ἀλλ’ οὐ κυρίως τύπωσίς ἐστιν ἡ φαντασία, ψιλὴ δὲ ἑτεροίωσις τῆς διανοίας. ὃ πάλιν τοῦ προτέρου χεῖρον ἦν. τῶν γὰρ ἑτεροιώσεων ἡ μέν τίς ἐστι κατὰ πάθος, ἡ δὲ ὧς ἀλλαγὴ τοῦ ὑποκειμένου, καὶ κατὰ πάθος μὲν οἶον εἰ ὁ αὐτὸς κατ’ οὐσίαν καὶ μορφὴν ὑποκείμενος ἀνδριὰς παρὰ μέρος ὁτὲ μὲν θερμαίνοιτο τοῦ ἡλίου προσλάμψαντος, ὁτὲ δὲ ψύχοιτο νυκτὸς δρόσου καταπιπτούσης, ὧς ἀλλαγὴ δὲ τοῦ ὑποκειμένου, καθάπερ εἰ χωνευθεὶς οὗτος ὁ ἀνδριὰς σφαῖρα χάλκειος γένοιτο.

  92. 7.377.1

    εἰ οὖν ἑτεροίωσις τῆς ψυχῆς ἐστιν ἡ φαντασία, ἤτοι κατὰ πάθος ψιλῶς ἐστιν ἑτεροίωσις ἢ κατὰ ἀλλαγὴν τοῦ ὑποκειμένου. καὶ εἰ μὲν κατὰ πάθος, ἐπεὶ κατὰ τὰς διαφόρους φαντασίας πάθος διάφορόν ἐστι, τὸ νέον πάθος ἀλλάσσει τὸ ἀρχαιότερον, καὶ οὕτως οὐκ ἔσται κατοχή τινος πράγματος περὶ τὴν διάνοιαν, ὅπερ ἄτοπον· εἰ δὲ ὧς ἀλλαγὴ τοῦ ὑποκειμένου, ἅμα τῷ φαντασίαν τινὸς λαβεῖν ἡ ψυχὴ ὑποκειμένου, ἐκβήσεται τοῦ ψυχὴ τυγχάνειν καὶ φθαρήσεται, καθάπερ καὶ ὁ εἰς σφαῖραν χωνευθεὶς ἀνδριὰς ἐξέβαινε τότε τοῦ ἀνδριὰς ὑπάρχειν. οὐκ ἄρα οὐδὲ ἑτεροίωσις ψυχῆς ἐστιν ἡ φαντασία,

  93. 7.378.1

    σὺν τῷ καὶ τὴν περὶ μεταβολῆς ἀπορίαν αὐτοὺς θλίβειν. εἰ γὰρ μεταβάλλει τι καὶ ἑτεροιοῦται, ἤτοι τὸ μένον μεταβάλλει τε καὶ ἑτεροιοῦται ἢ τὸ μὴ μένον. οὔτε δὲ τὸ μένον ἑτεροιοῦται καὶ μεταβάλλει, μένει γὰρ ἐν τῷ εἶναι οἷον ἦν, οὔτε τὸ μὴ μένον· ἔφθαρται γὰρ καὶ μεταβέβληται, ἀλλ’ οὐ μεταβάλλει. οἷον εἰ μεταβάλλει τὸ λευκόν, ἤτοι μένον λευκὸν μεταβάλλει ἢ μὴ μένον.

  94. 7.379.1

    οὔτε δὲ μένον λευκὸν μεταβάλλει, μένει γὰρ λευκόν, καὶ ἐφ’ ὅσον ἐστὶ λευκόν, οὐ μεταβάλλει· οὔτε μὴ μένον, ἔφθαρται γὰρ καὶ μεταβέβληται, ἀλλ’ οὐ μεταβάλλει. οὐκ ἄρα μεταβάλλει τὸ λευκόν. διὸ καὶ ἡ φαντασία εἰ μεταβολή τίς ἐστι καὶ ἑτεροίωσις τῆς ψυχῆς, ἀνυπόστατός ἐστιν.

  95. 7.380.1

    Διδομένης τε τῆς ἑτεροιώσεως οὐκ εὐθὺς καὶ ἡ τῆς φαντασίας ὑπόστασις συγχωρηθήσεται. ἐλέγετο γὰρ τύπωσις εἶναι ἡγεμονικοῦ, τοῦτο δὲ εἰ ἔστι τὸ ἡγεμονικόν, καὶ ἐν τίνι τόπῳ ἔστιν, οὐχ ὡμολόγηται, ἄλλων μὲν οὐδ’ ὅλως ὑπάρχειν τι λεγόντων ἡγεμονικόν, ὧς τῶν περὶ τὸν Ἀσκληπιάδην, τινῶν δὲ εἶναι μὲν νομιζόντων, οὐ συμφωνούντων δὲ περὶ τοῦ περιέχοντος αὐτὸ τόπου. διόπερ ἐφ’ ὅσον ἀνεπίκριτός ἐστιν ἡ τοιαύτη διαφωνία, μένειν ἐν ἐποχῇ δεῖ ὧς ἀσυγχώρητον τὸ τὴν φαντασίαν ἡγεμονικοῦ τύπωσιν εἶναι.

  96. 7.381.1

    Δεδόσθω δὲ καὶ τὸ τύπωσιν ὑπάρχειν τοῦ ἡγεμονικοῦ ταύτην· ἀλλ’ ἐπεὶ οὐκ ἄλλως ἀναγγέλλεται ἡ τοιαύτη τύπωσις τῷ ἡγεμονικῷ εἰ μὴ διὰ τῆς αἰσθήσεως, οἷον ὁράσεως ἀκοῆς ἢ ἄλλης τινὸς τοιαύτης δυνάμεως, ζητῶ, πότερον, οἵα ἐστὶν ἡ περὶ τὴν αἴσθησιν ἑτεροίωσις, τοιαύτη γίνεται καὶ ἡ περὶ τῷ ἡγεμονικῷ, ἢ διάφορος. καὶ εἰ μὲν ἡ αὐτή, ἐπεὶ ἑκάστη τῶν αἰσθήσεων ἄλογός ἐστι, καὶ τὸ <ἡγεμονικὸν> ἑτεροιούμενον ἄλογον ἔσται καὶ οὐ διαφέρον τῆς αἰσθήσεως·

  97. 7.382.1

    εἰ δὲ διάφορος, οὐ τοιοῦτον λήψεται τὸ φανταστὸν ὁποῖον ὑπόκειται, ἀλλ’ ἕτερον μὲν ἔσται τὸ ὑποκείμενον, διαφέρουσα δὲ ἡ περὶ τῷ ἡγεμονικῷ συνισταμένη φαντασία. ὃ πάλιν ἐστὶν ἄτοπον. οὐδὲ ταύτῃ τοίνυν τύπωσιν εἶναι ῥητέον ἡγεμονικοῦ καὶ ἑτεροίωσιν τὴν φαντασίαν.

  98. 7.383.1

    Πρὸς τούτοις ἡ φαντασία ἀποτέλεσμά ἐστι τοῦ φανταστοῦ, καὶ τὸ φανταστὸν αἴτιόν ἐστι τῆς φαντασίας καὶ τυπωτικὸν καθειστήκει τῆς αἰσθητικῆς δυνάμεως, διενήνοχέ τε τὸ ἀποτέλεσμα τοῦ ποιοῦντος αὐτὸ αἰτίου. ὅθεν ἐπεὶ ταῖς φαντασίαις ἐπιβάλλει ὁ νοῦς, λήψεται τὰ ἀποτελέσματα τῶν φανταστῶν, ἀλλ’ οὐ τὰ ἐκτὸς φανταστά.

  99. 7.384.1

    καὶ εἰ λέγοι τις ἐκ τῶν περὶ αὐτῷ πείσεων καὶ παθῶν τοῖς ἐκτὸς ἐπιβάλλειν αὐτόν, τὰς ἀνώτερον (§ 357sq.) εἰρημένας μετοίσομεν ἀπορίας. ἤτοι γὰρ τὰ αὐτά ἐστι ταῖς ἡμετέραις φαντασίαις τὰ ἐκτός, ἢ τὰ αὐτὰ μὲν οὐκ ἂν εἴη, ὅμοια δέ. πῶς γὰρ δύναται τὸ αὐτὸ αἴτιόν τε καὶ ἀποτέλεσμα ἑαυτοῦ νοεῖσθαι;

  100. 7.385.1

    εἰ δ’ ὅμοια, ἐπεὶ τό τινι ὅμοιον ἕτερόν ἐστιν ἐκείνου τοῦ ᾦ ὅμοιόν ἐστιν, ἡ διάνοια τὰ ὅμοια τοῖς φανταστοῖς ἀλλ’ οὐ τὰ φανταστὰ εἴσεται, σὺν τῷ καὶ τοῦτο ἄπορον εἶναι. πῶς γὰρ εἴσεται ἡ διάνοια, ὅτι ὅμοιά ἐστι ταῖς φαντασίαις τά φανταστά; ἤτοι γὰρ χωρὶς φαντασίας τοῦτο αὐτὸ γνώσεται ἢ φαντασίᾳ τινί. καὶ χωρὶς μὲν φαντασίας ἀμήχανον· οὐδὲν γὰρ ἡ διάνοια μὴ φαντασιουμένη πέφυκε λαμβάνειν.

← Previous · Next → — showing 11011200 of 2,861

First Thousand Years of Greek. CTS URN tlg0544.tlg002.1st1K-grc1. Via the Perseus Digital Library / Open Greek and Latin TEI corpora. Licence: Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License. Source.