Apotelesmatica (= Tetrabiblos)
- 3.12.14.1
ὁμοίως δὲ ὡς ἡ μὲν Παρθένος καὶ αἱ χηλαί καὶ ὁ Τοξότης ἐπὶ τὸ σύμμετρον καὶ εὔρυθμον, ὁ δὲ Σκορπίος καὶ οἱ Ἰχθύες καὶ ὁ Ταῦρος ἐπὶ τὸ ἄρρυθμον καὶ ἀσύμμετρον καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως, ἅπερ ἅπαντα συνεφορῶντας καὶ συνεπικίρναντας προσήκει τὴν ἐκ τῆς κράσεως συναγομένην ἰδιοτροπίαν περί τε τὰς μορφώσεις καὶ τὰς κράσεις τὼν σωμάτων καταστοχάζεσθαι.
- 3.13.1.1
Ἑπομένου δὲ τούτοις τοῦ περὶ τὰ σωματικὰ σίνη τε καὶ πάθη λόγου συνάψομεν αὐτοῖς κατὰ τὸ ἑξῆς τὴν κατὰ τοῦτο τὸ εἶδος συνισταμένην ἐπίσκεψιν ἔχουσαν οὕτως· καὶ ἐνταῦθα γὰρ πρὸς μὲν τὴν καθόλου διάληψιν ἀπο βλέπειν δεῖ πρὸς τὰ τοῦ ὁρίζοντος δύο κέντρα, τουτέστι τό τε ἀνατέλλον καὶ τὸ δύνον, μάλιστα δὲ πρός τε τὸ δύνον αὐτὸ καὶ πρὸς τὸ προδύνον, ὅ ἐστιν ἀσύνδετον τῷ ἀνατολικῷ κέντρῳ, καὶ παρατηρεῖν τοὺς κακωτικοὺς τῶν ἀστέρων, πῶς ἐσχηματισμένοι πρὸς αὐτὰ τυγχάνουσιν·
- 3.13.2.1
ἐὰν γὰρ πρὸς τὰς ἐπαναφερομένας μοίρας τῶν εἰρημένων τόπων ὦσιν ἑστῶτες ἤτοι σωματικῶς ἢ τετραγωνικῶς ἢ καὶ κατὰ διάμετρον ἤτοι ὁπότερος αὐτῶν ἢ καὶ ἀμφότεροι, σίνη καὶ πάθη σωματικὰ περὶ τοὺς γεννω. μένους ἕξειν ὑπονοητέον, μάλιστα δ’ ἂν καὶ τῶν φώτων ἤτοι τὸ ἕτερον ἢ ἀμφότερα κεκεντρωμένοι, καθ’ ὃν εἰρήκαμεν τρόπον, τυγχάνῃ ἢ ἅμα ἢ κατὰ διάμετρον.
- 3.13.3.1
τότε γὰρ οὐ μόνον, ἐὰν ἐπαναφέρηταί τις τῶν κακοποιῶν, ἀλλὰ κἂν προαναφέρηται τῶν φώτων αὐτὸς κεκεντρωμένος, ἱκανός ἐστι διαθεῖναί τι τῶν ἐκκειμένων, ὁποῖον ἂν οἵτε τοῦ ὁρίζοντος τόποι καὶ οἱ τῶν ζῳδίων ὑποφαίνωσι σίνος ἢ πάθος καὶ αἱ τῶν ἀστέρων φύσεις τῶν τε κακούντων καὶ τῶν κακουμένων καὶ ἔτι τῶν συσχηματιζομένων ματιζομένων αὐτοῖς.
- 3.13.4.1
τά τε γὰρ μέρη τῶν ζῳδίων ἑκάστου τὰ περιέχοντα τὸ ἀδικούμενον μέρος τοῦ ὁρίζοντος δηλώσει τὸ μέρος τοῦ σώματος, περὶ ὃ ἔσται τὸ αἴτιον, καὶ πότερον σίνος πάθος ἢ καὶ ἀμφότερα τὸ δηλούμενον μέρος ἐπιδείξασθαι δύναται, αἴ τε τῶν ἀστέρων φύσεις τὰ εἴδη καὶ τὰς αἰτίας τῶν συμπτωμάτων ποιοῦσιν,
- 3.13.5.1
ἐπειδὴ τῶν κυριωτάτων τοῦ ἀνθρώπου μερῶν ὁ μὲν τοῦ Κρόνου κύριός ἐστιν ἀκοῶν τε δεξιῶν καὶ σπληνὸς καὶ κύστεως καὶ φλέγματος καὶ ὀστέων, ὁ δὲ τοῦ Διὸς ἁφῆς τε καὶ πνεύμονος καὶ ἀρτηριῶν καὶ σπέρματος, ὁ δὲ τοῦ Ἄρεως ἀκοῶν εὐωνύμων καὶ νεφρῶν καὶ φλεβῶν καὶ μορίων, ὁ δὲ ἥλιος ὁράσεως καὶ ἐγκεφάλου καὶ καρδίας καὶ νεύρων καὶ τῶν δεξιῶν πάντων, ὁ δὲ τῆς Ἀφροδίτης ὀσφρήσεως τε καὶ ἣπατος καὶ σαρκῶν, ὁ δὲ τοῦ Ἑρμοῦ λόγου καὶ διανοίας καὶ γλώσσης καὶ χολῆς καὶ ἕδρας, ἡ δὲ σελήνη γεύσεως τε καὶ καταπόσεως καὶ στομάχου καὶ κοιλίας καὶ μήτρας καὶ τῶν εὐωνύμων πάντων.
- 3.13.6.1
ἔστι δὲ τῶν καθόλου καὶ τὰ σίνη μὲν ὡς ἐπὶ τὸ πολὺ συμπίπτειν ἀνατολικῶν ὄντων τῶν τὸ αἴτιον ποιούντων κακοποιῶν,
- 3.13.7.1
πάθη δὲ τοὐναντίον δυτικῶν αὐτῶν ὑπαρχόντων, ἐπειδήπερ καὶ διώρισται τούτων ἑκάτερον τῷ τὸ μὲν σίνος ἅπαξ διατιθέναι καὶ μὴ διατείνουσαν ἔχειν τὴν ἀλγηδόνα, τὸ δὲ πάθος ἤτοι συνεχῶς ἢ ἐπιληπτικῶς τοῖς πάσχουσιν ἐπισκήπτειν.
- 3.13.8.1
πρὸς δὲ τὴν κατὰ μέρος ἐπιβολὴν ἤδη τινὰ παρατηρήσεως ἔτυχεν ἐξαιρέτου σινωτικά τε καὶ παθητικὰ σχήματα διὰ τῶν ὡς ἐπίπαν κατὰ τὰς ὁμοιοσχήμονας θέσεις παρακολου- θούντων συμπτωμάτων· πηρώσεις γὰρ ὄψεως ἀποτελοῦνται κατὰ μὲν τὸν ἕτερον τῶν ὀφθαλμῶν, ὅταν τε ἡ σελήνη καθ’ αὑτὴν ἐπὶ τῶν προειρημένων οὖσα κέντρων ἢ συνοδεύουσα ἢ πανσεληνιάζουσα τύχῃ,
- 3.13.9.1
καὶ ὅταν ἐφ’ ἑκατέρου μὲν τῶν πρὸς τὸν ἥλιον σχήματος λόγον ἐχόντων, συνάπτῃ δέ τινι τῶν νεφελοειδῶν ἐν τῷ ζῳδιακῷ συστροφῶν, ὡς τῷ νεφελίῳ τοῦ Καρκίνου καὶ τῇ πλειάδι τοῦ Ταύρου καὶ τῇ ἀκίδι τοῦ Τοξότου καὶ τῷ κέντρῳ τοῦ Σκορπίου καὶ τοῖς περὶ τὸν πλόκαμον μέρεσι τοῦ Λέοντος τῇ κάλπιδι τοῦ Ὑδροχόου, καὶ ὅταν ὁ τοῦ Ἄρεως ἢ καὶ ὁ τοῦ Κρόνου ἐπικέντρῳ οὔσῃ αὐτῇ καὶ ἀποκρουστικῇ ἀνατολικοὶ αὐτοὶ ὄντες ἐπιφέρωνται ἢ πάλιν τοῦ ἡλίου ἐπικέντρου ὄντος προαναφέρωνται.
- 3.13.10.1
ἐὰν δὲ ἀμφοτέροις ἅμα τοῖς φωσὶν ἤτοι κατὰ τὸ αὐτὸ ζῴδιον ἢ καὶ κατὰ διάμετρον, ὡς εἴπομεν, συσχηματισθῶσιν, ἑῷοι μὲν τᾷ ἡλίῳ ὄντες, τῇ δὲ σελήνῃ ἑσπέριοι, περὶ ἀμφοτέρους τοὺς ὀφθαλμοὺς τὸ αἴτιον ποιήσουσιν· ὁ μὲν γὰρ τοῦ Ἄρεως ἀπὸ πληγῆς κρούσματος ἢ σιδήρου ἢ κατακαύματος ποιεῖ τὰς πηρώσεις, μετὰ δὲ Ἑρμοῦ συσχηματισθεὶς ἐν παλαίστραις γυμνασίοις ἢ κακούργων ἐφόδοις, ὁ δὲ τοῦ Κρόνου δί ὑποχύσεων ἢ ψύξεων ἢ ἀπογλαυκώσεων καὶ τῶν τοιούτων.
- 3.13.11.1
πάλιν ἐπὰν ὁ τῆς Ἀφροδίτης ἐπί τινος ᾗ τῶν προειρημένων κέντρων, μάλιστα δὲ ἐπὶ τοῦ δύνοντος τῷ μὲν τοῦ Κρόνου συνὼν ἢ συσχηματιζόμενος ἢ ἐνηλλαχὼς τοὺς τόπους, ὑπὸ δὲ τοῦ Ἄρεως καθυπερτερούμενος διαμετρούμενος, οἱ μὲν ἄνδρες ἄγονοι γίνονται, αἱ δὲ γυναῖκες ἐκτρωσμοῖς ἢ ὠμοτοκίαις ἢ καὶ ἐμβρυοτομίαις περικυλίονται, μάλιστα δὲ ἐν Καρκίνῳ καὶ Παρθένῳ καὶ Αἰγοκέρωτι, κἂν ἡ σελήνη ἀπὸ ἀνατολῆς τῷ τοῦ Ἄρεως συνάπτῃ. ἐὰν δὲ καὶ τῷ τοῦ Ἑρμοῦ κατὰ τὸ αὐτὸ συσχηματισθῇ σὺν τῷ τοῦ Κρόνου, τοῦ τοῦ Ἄρεως πάλιν καθυπερτεροῦντος ἢ διαμετροῦντος, εὐνοῦχοι ἢ ἑρμαφρόδιτοι ἢ ἄτρωγλοι καὶ ἄτρητοι γίγνονται.
- 3.13.12.1
τούτων δὲ οὕτως ἐχόντων, ἐπὰν καὶ ὁ ἥλιος συσχηματισθῇ τῶν μὲν φώτων καὶ τοῦ τῆς Ἀφροδίτης ἠρρενωμένων, ἀποκρουστικῆς δὲ τῆς σελήνης οὔσης καὶ τῶν κακοποιῶν ταῖς ἐπαναφερομέναις μοίραις ἐπαναφερομένων, οἱ μὲν ἄνδρες ἀπόκοποι ἢ τὰ μόρια σεσινωμένοι γίνονται καὶ μάλιστα ἐν Κριῷ καὶ Λέοντι καὶ Σκορπίῳ καὶ Αἰγοκέρωτι καὶ Υδροχόῳ, αἱ δὲ γυναῖκες ἄτοκοι καὶ στεῖραι. ἐνίοτε δὲ οὐδὲ ἀσινεῖς ταῖς ὄψεσιν οἱ τοιοῦτοι διαμένουσιν, ἐμποδίζονται δὲ τὴν γλῶτταν καὶ γίνονται τραυλοὶ ἢ μογγιλάλοι, ὅσοι τὸν τοῦ Κρόνου καὶ τὸν τοῦ Ἑρμοῦ συνόντας ἐπὶ τῶν εἰρημένων κέντρων ἔχουσι τῷ ἡλίῳ, μάλιστα δὲ ὅταν καὶ δυτικὸς ὁ τοῦ Ἑρμοῦ, καὶ συσχηματίζωνται ἀμφότεροι τῇ σελήνῃ. σελήνῃ. τούτοις δ’ ὁ τοῦ Ἄρεως παρατυχὼν λύειν εἴωθεν ὡς ἐπὶ τὸ πολὺ τὸ τῆς γλώττης ἐμπόδιον, ἀφ’ οὗ ἂν ἡ σελήνη τὴν πρὸς αὐτὸν συνάντησιν ποιήσηται.
- 3.13.13.1
πάλιν ἐὰν ἤτοι τὰ φῶτα ἐπικέντροις τοῖς κακοποιοῖς ἐπιφέρηται ἅμα ἢ κατὰ διάμετρον, ἢ ἐὰν τοῖς φωσὶν οἱ κακοποιοὶ καὶ μάλιστα τῆς σελήνης ἐπὶ συνδέσμων ἢ ἐπὶ καμπίων οὔσης ἢ ἐπὶ τῶν ἐπαιτίων ζῳδίων, οἷον Κριοῦ, Ταύρου, Καρκίνου, Σκορπίου, Αἰγοκέρωτος, γίνονται λωβήσεις τοῦ σώματος κυρτώσεων ἢ κυλλώσεων ἢ χωλώσεων ἢ παραλύσεων, ἐὰν μὲν σὺν τοῖς φωσὶν ὦσιν οἱ κακοποιοί, ἀπὸ τῆς γενήσεως αὐτῆς, ἐὰν δὲ ἐν τοῖς μεσουρανήμασι καθυπερτεροῦντες τὰ φῶτα ἢ διαμηκίζοντες ἀλλήλους ὦσιν, ἀπὸ κινδύνων μεγάλων ὡς τῶν ἀποκρημνισμῶν ἢ συμπτώσεων ἢ λῃστηρίων ἢ τετραπόδων, Ἄρεως μὲν γὰρ ἐπικρατοῦντος τῶν διὰ πυρὸς ἢ τραυμάτων ἢ ὀχλικῶν ἢ λῃστηρίων, Κρόνου δὲ τῶν διὰ συμπτώσεων ἢ ναυαγίων ἢ σπασμῶν.
- 3.13.14.1
ὡς ἐπὶ τὸ πολὺ δὲ γίνεται σίνη καὶ περὶ τὰ τροπικὰ καὶ ἰσημερινὰ σημεῖα τῆς σελήνης οὔσης, μάλιστα δὲ περὶ μὲν τὸ ἐαρινὸν τὰ δι’ ἀλφῶν, περὶ δὲ τὸ θερινὸν τὰ διὰ λειχήνων, περὶ δὲ τὸ μετοπωρινὸν τὰ διὰ λεπρῶν, περὶ δὲ τὸ χειμερινὸν τὰ διὰ φακῶν καὶ τῶν ὁμοίων.
- 3.13.15.1
πάθη δὲ συμβαίνειν εἴωθεν, ὅταν ἐπὶ τῶν προκειμένων στάσεων οἱ κακοποιοὶ συσχηματισθῶσι, κατὰ τὸ ἐναντίον μέντοι, τουτέστιν ἑσπέριοι μὲν τῷ ἡλίῳ τῇ δὲ σελήνῃ ἑῷοι.
- 3.13.16.1
καθόλου γὰρ ὁ μὲν τοῦ Κρόνου ψυχροκοιλίους ποιεῖ καὶ πολυφλεγμάτους καὶ ῥευματώδεις κατίσχνους τε καὶ ἀσθενικοὺς καὶ ἰκτερικοὺς καὶ δυσεντερικοὺς καὶ βηχικοὺς καὶ ἀναφορικοὺς καὶ κωλικοὺς καὶ ἐλεφαντιῶντας, τὰς δὲ γυναῖκας ἔτι καὶ ὑστερικάς· ὁ δὲ τοῦ Ἄρεως αἱμοπτυϊκούς, μελαγχολικούς, πνευμονικούς, ψωριῶντας ἔτι τε τοὺς διὰ τομῶν ἢ καύσεων κρυπτῶν τόπων συνεχῶς ἐνοχλουμένους συρίγγων ἕνεκεν ἢ αἱμορροίδων ἢ κονδυλωμάτων ἢ καὶ τῶν πυρωδῶν ἑλκώσεων ἢ νομῶν, τὰς δὲ γυναῖκας ἔτι καὶ ἐκτρωσμοῖς ἢ ἐμβρυοτομίαις ἢ ἀναβρώσεσιν εἴωθε περικυλίειν.
- 3.13.17.1
ἰδίως δὲ καὶ παρὰ τὰς προειρημένας τῶν συσχηματιζομένων ἀστέρων φύσεις πρὸς τὰ μέρη τοῦ σώματος τὰ ἰδιώματα ποιοῦσι τῶν παθῶν, συνεργεῖ δὲ αὐτοῖς μάλιστα πρὸς τὰς ἐπιτάσεις τῶν φαύλων ὁ τοῦ Ἑρμοῦ ἀστὴρ τῷ μὲν τοῦ Κρόνου πρὸς τὸ ψυχρὸν συνοικειούμενος καὶ μᾶλλον ἐν κινήσει συνεχεῖ ποιῶν τοὺς ῥευματισμοὺς καὶ τὰς τῶν ὑγρῶν ὀχλήσεις, ἐξαιρέτως δὲ τῶν περὶ θώρακα καὶ στόμαχον καὶ φάρυγγα, τῷ δὲ τοῦ Ἄρεως πρὸς τὸ ξηραντικώτερον συνεπισχύων ὡς ἐπί τε τῶν ἑλκωδῶν ψιλώσεων καὶ ἐσχαρῶν καὶ ἀποστημάτων καὶ ἐρυσιπελάτων καὶ λειχήνων ἀγρίων καὶ μελαίνης χολῆς ἢ μανίας ἢ νόσου ἱερᾶς ἢ τῶν τοιούτων.
- 3.13.18.1
καὶ παρὰ τὰς τῶν ζῳδίων δὲ ἐναλλαγὰς τῶν τοὺς προειρημένους ἐπὶ τῶν δύο κέντρων συσχηματισμοὺς περιεχόντων γίνονταί τινες ποιότητες παθῶν. ἰδίως γὰρ ὁ μὲν Καρκίνος καὶ ὁ Αἰγόκερως καὶ οἱ Ἰχθύες καὶ ὅλως τὰ χερσαῖα καὶ τὰ ἰχθυϊκά ζῴδια τὰ διὰ τῶν νομῶν πάθη ποιεῖ καὶ λειχήνων ἢ λεπίδων ἢ χοιράδων ἢ συρίγγων ἡ ἐλεφαντιάσεων καὶ τῶν τοιούτων, ὁ δὲ Τοξότης καὶ οἱ Δίδυμοι τὰ διὰ πτωματισμῶν ἢ ἐπιλήψεων. καὶ ἐν ταῖς ἐσχάταις δὲ μοίραις παρατυγχάνοντες οἱ ἀστέρες τῶν Λωδεκατημορίων περὶ τὰ ἄκρα μάλιστα τὰ πάθη καὶ τὰ σίνη ποιοῦσι διὰ λωβήσεων ἢ ῥευματισμῶν, ἀφ’ ὧν ἐλεφαντιάσεις τε καὶ ὡς ἐπίπαν χειράγραι καὶ ποδάγραι συμβαίνουσι.
- 3.13.19.1
τούτων δὲ οὕτως ἐχόντων, ἐὰν μὲν μηδεὶς τῶν ἀγαθοποιῶν συσχηματίζηται τοῖς τὰ αἴτια ποιοῦσι κακοποιοῖς ἢ τοῖς κεκεντρωμένοις φωσίν, ἀνίατα καὶ ἐπαχθῆ τά τε σίνη καὶ τὰ πάθη γενήσεται, ὡσαύτως δέ, κἂν συσχηματίζωνται μέν, καθυπερτερῶνται δὲ ὑπὸ τῶν κακοποιῶν ἐν δυνάμει ὄντων· ἐὰν δὲ καὶ αὐτοὶ κατὰ κυρίων ὄντες σχημάτων καθυπερτερῶσι τοὺς τὸ αἴτιον ἐμποιοῦντας κακοποιούς, τότε τὰ σίνη εὐσχήμονα καὶ οὐκ ἐπονείδιστα γίνεται καὶ τὰ πάθη μέτρια καὶ εὐπαρηγόρητα, ἔσθ᾿ ὅτε δὲ καὶ εὐαπάλλακτα ἀνατολικῶν ὄντων τῶν ἀγαθοποιῶν.
- 3.13.20.1
ὁ μὲν γὰρ τοῦ Διὸς βοηθείαις ἀνθρωπίναις διὰ πλούτων ἀξιωμάτων τά τε σίνη κρύπτειν εἴωθε καὶ τὰ πάθη παρηγορεῖν, σὺν δὲ τῷ τοῦ Ἑρμοῦ καὶ φαρμακείαις ἢ ἰατρῶν ἀγαθῶν ἐπικουρίαις, ὁ δὲ τῆς Ἀφροδίτης διὰ προφάσεως θεῶν καὶ χρησμῶν τὰ μὲν σίνη τρόπον τινὰ εὔμορφα καὶ ἐπιχάριτα κατασκευάζει, τὰ δὲ πάθη ταῖς ἀπὸ θεῶν ἰατρείαις εὐπαρηγόρητα, τοῦ μέντοι· τοῦ Κρόνου προσόντος μετὰ παραδειγματισμῶν καὶ ἐξαγοριῶν καὶ τῶν τοιούτων, τοῦ δὲ τοῦ Ἑρμοῦ μετ’ ἐπικουρίας καὶ πορισμοῦ τινος ἢ δι’ αὐτῶν τῶν σινῶν ἢ καὶ παθῶν τοῖς ἔχουσι περιγενομένου.
- 3.14.1.1
Περὶ μὲν οὖν τῶν σωματικῶν συμπτωμάτων ὁ τύπος τῆς ἐπισκέψεως τοιοῦτος ἄν τις εἴη· τῶν δὲ ψυχικῶν ποιοτήτων αἱ μὲν περὶ τὸ λογικὸν καὶ νοερὸν μέρος καταλαμβάνονται διὰ τῆς κατὰ τὸν τοῦ Ἑρμοῦ ἀστέρα θεωρουμένης ἑκάστοτε περιστάσεως, αἱ δὲ περὶ τὸ αἰσθητικὸν καὶ ἄλογον ἀπὸ τοῦ σωματωδεστέρου τῶν φώτων, τουτέστι τῆς σελήνης, καὶ τῶν πρὸς τὰς ἀπορροίας ἢ καὶ τὰς συναφὰς αὐτῆς συνεσχηματισμένων ἀστέρων.
- 3.14.2.1
πολυτροπωτάτου δ’ ὄντος τοῦ κατὰ τὰς ψυχικὰς ὁρμὰς εἴδους εἰκότως ἂν καὶ τὴν τοιαύτην ἐπίσκεψιν οὐχ ἁπλῶς οὐδ’ ὡς ἔτυχε ποιούμεθα, διὰ πλειόνων δὲ καὶ ποικίλων παρατηρήσεων. καὶ γὰρ αἱ τῶν ζῳδίων τῶν περιεχόντων τόν τε τοῦ Ἑρμοῦ καὶ τὴν σελήνην ἢ τοὺς τὴν ἐπικράτησιν αὐτῶν εἰληφότας ἀστέρας διαφοραὶ πολὺ δύνανται συμβάλλεσθαι πρὸς τὰ τῶν ψυχῶν ἰδιώματα καὶ οἱ τῶν λόγον ἐχόντων πρὸς τὸ προκείμενον εἶδος ἀστέρων σχη- ματισμοὶ πρὸς τὸν ἥλιόν τε καὶ τὰ κέντρα καὶ ἔτι τὸ κατ’ αὐτὴν τὴν ἑκάστου τῶν ἀστέρων φύσιν πρὸς τὰς ψυχικὰς κινήσεις ἰδιότροπον.
- 3.14.3.1
τῶν μὲν οὖν ζῳδίωνκαθόλου τὰ μὲν τροπικὰ δημοτικωτέρας ποιεῖ τὰς ψυχάς, ὀχλικῶν τε καὶ πολιτικῶν πραγμάτων ἐπιθυμητικάς, ἔτι δὲ καὶ φιλοσόξους καὶ θεοπροσπλόκους, εὐφυεῖς τε καὶ εὐκινήτους, ζητητικάς τε καὶ εὑρετικάς, εὐεικάστους καὶ ἀστρολογικάς καὶ μαντικάς, τὰ δὲ δίσωμα ποικίλας, εὐμεταβόλους, δυσκαταλήπτους, κούφας, εὐμεταθέτους, διπλάς, ἐρωτικάς, πολυτρόπους, φιλομούσους, ῥᾳθύμους, εὐπορίστους, μεταμελητικάς, τὰ δὲ στερεὰ δικαίας, ἀκολακεύτους, ἐπιμόνους βεβαίας, συνετάς, ὑπομονητικάς, φιλοπόνους, σκληράς, ἐγκρατεῖς, μνησικάκους, ἐκβιβαστικάς, ἐριστικάς, φιλοτίμους, στασιώδεις, πλεονεκτικάς, ἀποκρότους, ἀμεταθέτους.
- 3.14.4.1
τῶν δὲ σχηματισμῶν αἱ μὲν ἀνατολικαὶ ὡροσκοπίαι καὶ μάλιστα αἱ ἰδιοπροσωπίαι ἐλευθερίους καὶ ἁπλᾶς καὶ αὐθάδεις καὶ ἰσχυρὰς καὶ εὐφυεῖς καὶ ὀξείας καὶ ἀπαρακαλύπτους τὰς ψυχὰς ἀπεργάζονται, οἱ οἱ ἑῷοι στηριγμοὶ καὶ αἱ μεσουρανήσεις ἐπιλογιστικάς, ἐπιμόνους, μνημονικάς, βεβαίας, συνετάς, μεγαλόφρονας, ἀποτελεστικὰς ὧν βούλονται, ἀτρέπτους, ῥωμαλέας, ἀνεξαπατήτους, καριτικάς,
- 3.14.5.1
ἐμπράκτους, κολαστικάς, ἐπιστημονικάς, αἱ δὲ προηγήεις καὶ αἱ δύσεις εὐμεταθέτους καὶ ἀβεβαίους, ἀσθενεῖς, ἀφερεπόνους, ἐμπαθεῖς, ταπεινάς, δειλάς, ἀμφιβόλους, θρασυδείλους, ἀμβλείας, βλακώδεις, δυσκινήτους, οἱ δὲ ἑσπέριοι στηριγμοὶ καὶ αἱ ὑπὸ γῆν μεσουρανήσεις, ἔτι δὲ ἐφ Ἑρμοῦ καὶ Ἀφροδίτης ἡμέρας μὲν αἱ ἑσπέριοι δύσεις, νυκτὸς δὲ αἰ ἑῷοι, εὐφυεῖς μὲν καὶ φρενήρεις, οὐκ ἄγαν δὲ μνημονικάς οὐδ’ ἐπιμόχθους ἢ φιλοπόνους, διερευνητικὰς δὲ τῶν ἀποκρύφων καὶ ζητητικάς τῶν ἀθεωρήτων, οἷονμαγ ικάς, μυστηριακάς, μετεωρολογικάς, ὀργανικάς, μηχανικάς, θαυματοποιούς, ἀστρολογικάς, φιλοσόφους, οἰωνοσκοπικάς, ὀνειροκριτικάς καὶ τὰς ὁμοίας.
- 3.14.6.1
πρὸς τούτοις δὲ ἐν ἰδίοις μὲν ἢ καὶ οἰκείοις ὄντες τόποις καὶ αἱρέσεσιν οἱ τὴν κυρείαν ἔχοντες τῶν ψυχικῶν, καθ’ ὃν ἐν ἀρχῇ διωρισάμεθα τρόπον, προφανῆ καὶ ἀπαραπόδιστα καὶ αὐθέκαστα καὶ ἐπιτευκτικά ποιοῦσι τά ἰδιώματα, καὶ μάλισθ’ ὅταν οἱ αὐτοὶ τῶν δύο τόπων ἐπικρατήσωσιν ἅμα, τουτέστι τῷ μὲν τοῦ Ἑρμοῦ τυγχάνωσιν ὁπωσδήποτε συνεσχηματισμένοι, τὴν δὲ τῆς σελήνης ἀπόρροιαν ἢ καὶ συναφὴν ἐπέχοντες·
- 3.14.7.1
μὴ οὕτως δὲ διακείμενοι ἀλλ’ ἐν ἀνοικείοις ὄντες τόποις τὰ μὲν τῆς ἑαυτῶν φύσεως οἰκεῖα πρὸς τὴν ψυχικὴν ἐνέργειαν ἀνεπίφαντα καὶ ἀμαυρὰ καὶ ἀτελείωτα καὶ ἀπρόκοπα καθιστᾶσι, τὰ δὲ τῆς τῶν κρατησάντων ἢ καθυπερτερησάντων ἰσχυρά τε καὶ ἐπιβλαβῆ τῶν προκειμένων, ὡς ὅταν οἵ τε διὰ τὴν τῶν κακοποιῶν οἰκείωσιν ἄδικοι καὶ πονηροὶ κρατούντων μὲν αὐτῶν εὐπροχώρητον καὶ ἀνεμπόδιστον καὶ ἀκίνδυνον καὶ ἐπίδοξον ἔχωσι τὴν πρὸς τὸ κακῶς ἄλλους ποιεῖν ὁρμήν, κρατουμένων δὲ ὑπὸ τῶν τῆς ἐναντίας αἱρέσεως κατάφοροι καὶ ἀνεπίτευκτοι καὶ ἀτιμώρητοι γίνωνται,
- 3.14.8.1
οἱ δ’ αὖ πάλιν διὰ τὴν τῶν ἀγαθοποιούντων πρὸς τοὺς εἰρημένους ὅρους συνοικείωσιν ἀγαθοὶ καὶ δίκαιοι ἀκαθυπερτερήτων μὲν ὄντων αὐτοί τε χαίρωσι καὶ εὐφημῶνται ἐπὶ ταῖς τῶν ἄλλων εὐποιίαις καὶ ὑπὸ μηδενὸς ἀδικούμενοι ἀλλ’ ὀνησιφόρον ἔχοντες τὴν δικαιοσύνην διατελῶσι, κρατουμένων δὲ ὑπὸ τῶν ἐναντίων ἀνάπαλιν καὶ δι’ αὐτὸ τὸ πρᾷον καὶ φιλάνθρωπον καὶ ἐλεητικὸν εὐκαταφρόνητοί τε καὶ ἐπίμεμπτοι ὑπὸ τῶν πλείστων εὐαδίκητοι τυγχάνωσιν.
- 3.14.9.1
ὁ μὲν οὖν καθόλου τρόπος τῆς ἠθικῆς ἐπισκέψεως τοιοῦτός τις ἂν εἴη, τὰς δὲ κατὰ μέρος ἀπ’ αὐτῆς τῆς τῶν ἀστέρων φύσεως κατὰ τὴν κυρίαν ἀποτελουμένας ἰδιοτροπίας ἑξῆς κατὰ τὸ κεφαλαιῶδες ἐπεξελευσόμεθα μέχρι τῆς καθ’ ὁλοσχέρειαν θεωρουμένης συγκράσεως
- 3.14.10.1
ὁ μὲν οὖν τοῦ Κρόνου ἀστὴρ μόνος τὴν οἰκοδεσποτείαν τῆς ψυχῆς λαβὼν καὶ αὐθεντήσας τοῦ τε Ἑρμοῦ καὶ τοῦ τῆς σελήνης, ἐὰν μὲν ἐνδόξως ἔχῃ πρός τε τὸ κοσμικὸν καὶ τὰ κέντρα, ποιεῖ φιλοσωμάτους, ἰσχυρογνώμονας, βαθύφρονας, αὐστηρούς, μονογνώμονας, ἐπιμόχθους, ἐπιτακτικούς, κολαστικούς, περιουσιαστικούς, φιλοχρημάτους, βιαίους, θησαυριστικούς, φθονερούς,
- 3.14.11.1
ἐναντίως δὲ καὶ ἀδόξως κείμενος ῥυπαρούς, μικρολόγους, μικροψύχους, ἀδιαφόρους, κακογνώμονας, βασκάνους, δειλούς, ἀνακεχωρηκότας, κακολόγους, φιλερήμους, φιλοθρήνους, ἀναιδεῖς, δεισιδαίμονας, φιλομόχθους, ἀστόργους, ἐπιβουλευτικοὺς τῶν οἰκείων, ἀνευφράντους, μισοσωμήτους·
- 3.14.12.1
τῷ δὲ τοῦ Διὸς κατὰ τὸν ἐκκείμενον τορπον συνοικειωθεὶς ἐπὶ μὲν ἐνδόξων πάλιν διαθέσεων ποιεῖ ἀγαθούς, τιμητικοὺς τῶν πρεσβυτέρων, καθεστῶτας, καλογνώμονας, ἐπικούρους, κριτικούς, φιλοκτήμονας, μεγαλοψύχους, μεταδοτικούς, εὐπροαιρέτους, φιλοικείους, πρᾴους, συνετούς, ἀνεκτικούς, ἐμφιλοσόξους,
- 3.14.13.1
ἐπὶ δὲ τῶν ἐναντίων ἀπειροκάλους, μανιώδεις, ψοφοδεεῖς, δεισιδαίμονας, ἱεροφοιτοῦντας, ἐξαγορευτάς, ὑπόπτους, μισοτέκνους, ἀφίλους, ἐνδομύχους, ἀκρίτους, ἀπίστους, μωροκάκους, ἰώδεις, ὑποκριτικούς, ἀδρανεῖς, ἀφιλοτίμους, μεταμελητικούς, αὐστηρούς, δυσεντεύκτους, δυσπροσιτους, εὐλαβητικούς, εὐήθεις δὲ ὁμοίως καὶ ἀνεξικάκους·
- 3.14.14.1
τῷ δὲ τοῦ ’Ἀρεως συνοικειωθεὶς ἐπὶ μὲν ἐνδόξων διαθέσεων ποιεῖ ἀδιαφόρους, ἐπιπόνους, παρρησιαστικούς, ὀχληρούς, θρασυδείλους, αὐστηροπράκτους, ἀνελεήμονας, καταφρονητικούς, τραχεῖς, πολεμικούς, ῥιψοκινδύνους, φιλοθορύβους, δολίους, ἐνεδρευτάς, δυσμήνιδας, ἀδήκτους, ὀχλοκόπους, τυραννικούς, πλεονέκτας, μισοπολίτας, φιλέριδας, μνησικάκους, βαθυπονήρους, δράστας, ἀνυποίτους, σοβαρούς, φορτικούς, καυχηματίας, κακώτας. ἀδίκους, ἀκαταφρονήτους, μισανθρώπους, ἀτρέπτους, ἀμεταθέτους, πολυπράγμονας,
- 3.14.15.1
εὐαναστρόφους μέντοι καὶ πρακτικοὺς καὶ ἀκαταγωνίστους καὶ ὅλως ἐπιτευκτικούς, ἐπὶ δὲ τῶν ἐναντίων ἅρπαγας, λῃστάς, νοθευτάς, κακοπαθεῖς, αἰσχροκερδεῖς, ἀθέους, ἀστόργους, ὑβριστάς, ἐπιβουλευτικούς, κλέπτας, ἐπιόρκους, μιαιφόνους, ἀθεμιτοφάγους, κακούργους, ἀνδροφόνους, φαρμακευτάς, ἱεροσύλους, ἀσεβεῖς, τυμβωρύχους καὶ ὅλως παγκάκους·
- 3.14.16.1
τῷ δὲ τῆς Ἀφροδίτης συνοικειωθεὶς ἐπὶ μὲν ἐνδόξων διαθέσεων ποιεῖ μισογυναίους, φιλαρχαίους, φιλερήμους, ἀηδεῖς πρὸς τὰς ἐντεύξεις, ἀφιλοτίμους, μισοκάλους, φθονερούς, αὐστηροὺς πρὸς συνουσίας, ἀσυμπεριφόρους, μονογνώμονας, φοιβαστικούς, θρησκευτάς, μυστηρίων καὶ τελετῶν ἐπιθυμητάς, ἱεροποιούς, ἐνθεαστικούς, θεοπροσπλόκους, σεμνοὺς δὲ καὶ εὐεντρέπτους, αἰδήμονας, ἐμφιλοσόφους, πιστοὺς πρὸς συμβιώσεις, ἐγκρατεῖς, ἐπιλογιστικούς, εὐλαβεῖς,
- 3.14.17.1
ἀγανακτητάς τε καὶ πρὸς τὰς τῶν γυναικῶν ὑποψίας ζηλοτύπους, ἐπὶ δὲ τῶν ἐναντίων λάγνους, ἀσελγεῖς, αἰσχροποιούς, ἀδιαφόρους καὶ ἀκατάρτους, πρὸς τὰς συνουσίας ἀνάγνους, ἐπιβουλευτικοὺς θηλυκῶν προσώπων καὶ μάλιστα τῶν οἰκειοτάτων, σαθρούς, παμψόγους, καταφερεῖς, μισοκάλους, μωμητικούς, κακολόγους, μεθύσους, λατρευτικούς, ὑπονοθευτάς, ἀθεμίτους, πρὸς τὰς συνελεύσεις διατιθέντας καὶ διατιθεμένους οὐ μόνον πρὸς τὰ κατὰ φύσιν ἀλλὰ καὶ τὰ παρὰ φύσιν, πρεσβυτέρων καὶ ἀτίμων καὶ παρανόμων καὶ θηριωδῶν μίξεων ἐπιθυμητάς, ἀσεβεῖς, θεῶν καταφρονητικούς, μυστηρίων καὶ ἱερῶν διασυρτικούς, πάμπαν ἀπίστους, διαβολικούς, φαρμακούς, παντοποιούς·
- 3.14.18.1
τῷ δὲ τοῦ Ἑρμοῦ συνοικειωθεὶς ἐπὶ μὲν ἐνδόξων διαθέσεων ποιεῖ περιέργους, φιλοπεύστας, ομίμων φητητικούς,φιλιάτρους. μυστικούς, μετόχους ἀποκρύφων καὶ ἀπορρήτων, τερατουργούς, παραλογιστάς, ἐφημεροβίους, ἐντρεχεῖς, διοικητικοὺς πραγμάτων καὶ ἀγχίφρονας, περιπίκρους καὶ ἀκριβεῖς, νήπτας, φιλοφρόνους, φιλοπράκτους, ἐπιτευκτικούς, ἐπὶ δὲ τῶν ἐναντίων ληρώδεις, μνησικάκους, νηλεεῖς,
- 3.14.19.1
ταῖς ψυχαῖς ἐπιμόχθους, μισοϊδίους, φιλοβασάνους. ἀνευφράντους, νυκτερέμβους, ἐνεδρευτάς, προδότας, ἀσυμπαθεῖς, κλέπτας, μαγικούς, φαρμακευτάς, πλαστογράφους, ῥᾳδιουργούς, ἀποτευκτικούς τε καὶ εὐεμπτώτους.
- 3.14.20.1
ὁ δὲ τοῦ Διὸς ἀστὴρ μόνος τὴν οἰκοδεσποτείαν τῆς ψυχῆς λαβὼν ἐπὶ μὲν ἐνδόξου διαθέσεως ποιεῖ μεγαλοψύχους, χαριστικούς, θεοσεβεῖς, τιμητικούς, ἀπολαυστικούς, φιλανθρώπους, μεγαλοπρεπεῖς, ἐλευθερίους, δικαίους, μεγαλόφρονας, σεμνούς, ἰδιοπράγμονας, ἐλεήμονας, φιλολόγους, εὐεργετικούς, φιλοστόργους, ἡγεμονικούς.
- 3.14.21.1
ἐπὶ δὲ τῆς ἐναντίας διαθέσεως τυγχάνων τὰς ὁμοίας μὲν φαντασίας περιποιεῖ ταῖς ψυχαῖς, ἐπὶ τὸ ταπεινότερον μέντοι καὶ ἀνεπιφαντότερον καὶ ἀκριτώτερον, οἷον ἀντὶ μὲν μεγαλοψυχίας ἀσωτίαν, ἀντὶ δὲ θεοσεβείας δειδιδαιμοντίαν, ἀντὶ δὲ αἰδοῦς δειλίαν, ἀντὶ δὲ σεμνότητος οἴησιν ἀντὶ δὲ φιλανθρωπίας εὐήθειαν, ἀντὶ δὲ φιλοκαλίας φιληδονίαν, ἀντὶ δὲ μεγαλοφροσύνης βλακείαν, ἀντὶ δὲ ἐλευθεριότητος ἀδιαφορίαν, καὶ ὅσα τούτοις παραπλήσια.
- 3.14.22.1
τῷ δε τοῦ Ἄρεως συνοικειωθεὶς ἐπὶ μὲν ἐνδόξων διαθέσεων ποιεῖ τραχεῖς, μαχίμους, στρατηγικούς, διοικητικούς, κεκινημένους, ἀνυποτάκτους, θερμούς, παραβόλους, παρρησιαστάς, πρακτικούς, ἐλεγκτικούς, ἀνυτικούς, φιλοωείκους, ἀρχικούς, εὐεπιβούλους, ἐπιεικεῖς, ἐπάνδρους, νικητικούς, μεγαλοψύχους δὲ καὶ φιλοτίμους καὶ θυμικούς καὶ κριτικοὺς καὶ ἐπιτευκτικούς, ἐπὶ δὲ τῶν ἐναντίων ὑβριστάς,
- 3.14.23.1
ἀδιαφόρους, ὠμούς, ἀνεξιλάστους, στασιαστάς, ἐριστικούς, μονοπόνους, διαβόλους, οἰηματίας, πλεονέκτας, ἅρπαγας, ταχυμεταβόλους, κούφους, μεταμελητικούς, ἀστάτους, προπετεῖς, ἀπίστους, ἀκρίτους, ἀγνώμονας, ἐκστατικούς, ἐμπατάκτους, μεμψιμοίρους, ἀσώτους, ληρώδεις καὶ ὅλως ἀνωμάλους καὶ παρακεκινημένους.
- 3.14.24.1
τῷ δὲ τῆς Ἀφροδίτης συνοικειωθεὶς ἐπὶ μὲν ἐνδόξων διαθέσεων ποιεῖ καθαρίους, ἀπολαυστικούς, φιλοκάλους, φιλοτέκνους, φιλοθεώρους, φιλομούσους, ᾠδικούς, φιλοτρόφους, εὐήθεις, εὐεργετικούς, ἐλεητικούς, ἀκάκους, φιλοθέους, ἀσκητάς, φιλαγωνιστάς, φρονίμους, φιλητικούς, ἐπαφροδίτους ἐν τῷ σεμνῷ, λαμπροψύχους, εὐγνώμονας, μεταδοτικούς, φιλογραμμάτους, κριτικούς, συμμέτρους καὶ εὐσχήμονας πρὸς τὰ ἀφροδίσια, φιλοικείους, εὐσε- βεῖς, φιλοδικαίους, φιλοκώμους, φιλοδόξους καὶ ὅλως καλούς τε καὶ ἀγαθούς, ἐπὶ δὲ τῶν ἐναντίων τρυφητάς,
- 3.14.25.1
ἡδυβίους, θηλυψύχους, ὀρχηστικούς, γυναικοθύμους, δα- πάνους, καταγυναίους, ἐρωτικούς, λάγνους, καταφερεῖς, μοιχούς, φιλοκόσμους, ὑπομαλάκους, ῥᾳθύμους, ἀσώτους, ἐπιμώμους, ἐμπαθεῖς, καλλωπιστάς, γυναικονοήμονας ἱερῶν ἐγκατόχους, προαγωγικούς, μυστηριακούς, πιστοὺς μέντοι καὶ ἀπονήρους καὶ ἐπιχαρίτους καὶ εὐπροσίτους καὶ εὐδιαγώγους καὶ πρὸς τὰς συμφορὰς ἐλευθεριωτέρους·
- 3.14.26.1
τῷ δὲ τοῦ Ἑρμοῦ συνοικειωθεὶς ἐπὶ μὲν ἐνδόξων διαθέσεων ποιεῖ πολυγραμμάτους, φιλολόφους, γεω μέρας, μαθηματικούς, ποιητικούς, δημηγορικούς, εὐφυεῖς, σωφρονικούς, ἀγαθόφρονας, καλοσυμβούλους, πολιτικούς, εὐεργετικούς, ἐπιτροπικούς, χρηστοήθεις, φιλοδώρους, φιλόχλους, εὐεπιβούλους, ἐπιτευκτικούς, ἡγεμονικούς, εὐσεβεῖς, φιλοθέους, εὐχρηματίστους, φιλοστόργους, φιλοικείους, εὐπαιδεύτους, ἐμφιλοσόφους, ἀξιωματικούς·
- 3.14.27.1
ἐπὶ δὲ τῶν ἐναντίων εὐήθεις, ληρώδεις, σφαλλομένους, εὐκαταφρονήτους, ἐνθουσιαστικούς, θεοπροσπλόκους, φληνάφους, ὑποπίκρους, προσποιησισόφους, ἀνοήτους, ἀλαζονικούς, ἐπιτηδευτάς, μαγευτικούς, ὑποκεκινημένους, πολυίστορας δὲ καὶ μνημονικοὺς διδασκαλικοὺς καὶ καθαρίους ταῖς ἐπιθυμίαις.
- 3.14.28.1
ὁ δὲ τοῦ Ἄρεως ἀστὴρ μόνος τὴν οἰκοδεσποτείαν τῆς ψυχῆς λαβὼν ἐπὶ μὲν ἐνδόξου διαθέσεως ποιεῖ’ γενναίους, ἀρχικούς, θυμικούς, φιλόπλους, πολυτρόπους, σθεναρούς, παραβόλους, ῥιψοκινδύνους, ἀνυποτάκτους, ἀδιαφόρους, μονοτόνους, ὀξεῖς, αὐθάδεις, καταφρονητικούς, τυραννικούς, δράστας, ὀργίλους, ἡγεμονικούς, ἐπὶ δὲ τῆς ἐναντίας ὠμούς, ὑβριστάς, φιλαίμους, φιλοθορύβους, δάπάνους, κραυγαστάς, πλήκτας, προπετεῖς, μεθύσους, ἅρπαγας, ἀνελεήμονας, κακούργους, τεταραγμένους, μανιώδεις, μισοικείους, ἀθέους.
- 3.14.29.1
τῷ δὲ τῆς Ἀφροδίτης συνοικειωθεὶς ἐπὶ μὲν ἐνδόξων διαθέσεων ποιεῖ ἐπιχάριτας, εὐδιαγώγους, φιλεταίρους, ἡδυβίους, εὐφροσύνους, παιγνιώδεις, ἀφελεῖς, εὐρύθμους, φιλορχηστάς, ἀρωτικούς, φιλοτέκνους, μιμητικούς, ἀπολαυστικούς, διάσκευαστάς, ἐπάνδρους καὶ εὐκαταφόρους μὲν πρὸς τὰς ἀφροδισιακὰς ἁμαρτίας, ἐπιτευκτικοὺς δὲ καὶ εὐπεριστόλους καὶ νουνεχεῖς καὶ δυσεξελέγκτους καὶ ἀδιακρίτους, ἔτι δὲ νέων ἐπιθυμητικοὺς ἀρρένων τε καὶ θηλειῶν, δαπροσποιησισόφους πάνους τε καὶ ὀξυθύμους καὶ ζηλοτύπους,
- 3.14.30.1
ἐπὶ δὲ τῶν ἐναντίων ῥιψοφθάλμους, λάγνους, καταφερεῖς, διασύρτας, μοιχικούς, ὑβριστάς, ψεύστας, δολοπλόκους, ὑπονοθευτὰς οἰκείων τε καὶ ἀλλοτρίων, ὀξεῖς ἅμα καὶ προσκορεῖς πρὸς πρὸς τάς ἐπιθυμίας, διαφθορεῖς γυναικῶν καὶ παρθένων, παραβόλους, θερμούς, ἀτάκτους, ἐνεδρευτάς, ἐπιόρκους, εὐεμπτώτους τε καὶ φρενοβλαβεῖς, ἐνίοτε δὲ καὶ ἀσώτους, φιλοκόσμους καὶ θρασεῖς καὶ διατιθεμένους καὶ ἀσελγαίνοντας.
- 3.14.31.1
τῷ δὲ τοῦ Ἑρμοῦ συνοικειωθεὶς ἐπὶ μὲν ἐνδόξων διαθέσεων ποιεῖ στρατηγικούς, δεινούς, δράστας, εὐκινήτους, ἀκαταφρονήτους, πολυτρόπους, εὑρετικούς, σοφιστάς, ἐπιπόνους, πανούργους, προγλώσσους, ἐπιθετικούς, δολίους, ἀστάτους, μεθοδευτάς, κακοτέχνους, ὀξύφρονας, ἐξαπατητάς, ὑποκριτικούς, ένεδρευτάς, κακοτρόπους, πολυπράγμονας, φιλοπονήρους, ἐπιτευκτικοὺς δ’ ἄλλως καὶ πρὸς τοὺς ὁμοίους εὐσυνθέτους καὶ εὐσυνδεξιάστους καὶ ὅλως ἐχθρῶν μὲν βλαπτικούς, φίλων δὲ εὐποιητικούς, ἐπὶ δὲ τῶν ἐναντίων δαπάνους,
- 3.14.32.1
πλεονέκτας, ὠμούς, παραβόλους, τολμηρούς, μεταμελητικούς, ἐμπατάκτους, παρακεκινημένους, ψεύστας, ψεύστας, τας, ἀθέους, ἐπιόρκους, ἐπιθέτας, στασιαστάς, ἐμπρηστάς, θεατροκόπους, ἐφυβρίστους, λῃστρικούς, τοιχωρύχους, μιαιφόνους, πλαστογράφους, ῥαδιουργούς, γόητας, μάγους, φαρμάκους, ἀνδροφόνους.
- 3.14.33.1
ὁ δὲ τῆς Ἀφροδίτης μόνος τὴν οἰκοδεσποτείαν τῆς ψυχῆς λαβὼν ἐπὶ μὲν ἐνδόξου διαθέσεως ποιεῖ προσηνεῖς, ἀγαθούς, τρυφετάς, λογίους, καθαρίους, εὐφροσύνους, φιλορχηστάς, καλοζήλους, μισοπονήρους, φιλοτέχνους, φιλοθεωτάτους, εὐσχήμονας, εὐεκτικούς, εὐονείρους, φιλοστόργους, εὐεργετικούς, ἐλεήμονας, σικχούς, εὐσυναλλάκτους, ἐπιτευκτικούς καὶ ὅλως ἐπαφροδίτους, ἐπὶ δὲ τῆς ἐναντίας ῥᾳθύμους, ἐρωτικούς, τεθηλυσμένους, γυναικώδεις, ἀτόλμους, ἀδιαφόρους, καταφερεῖς, ἐπιψόγους, ἀνεπιφάντους, ἐπονειδίστους.
- 3.14.34.1
τῷ δὲ τοῦ Ἑρμοῦ συνοικειωθεὶς ἐπὶ μὲν ἐνδόξων διαθέσεων ποιεῖ φιλοτέχνους, ἐμφιλοσόφους, ἐπιστημοντκούς, εὐφυεῖς, ποιητικούς, φιλομούσους, φιλοκάλους, χρηστοήθεις, ἀπολαυστικούς, τρυφεροδιαίτους, εὐφροσύνους, φιλοφίλους, εὐσεβεῖς, συνετούς, πολυμηχάνους, διανοητικούς, εὐεπιβούλους, κατορθωτικούς, ταχυμαθεῖς, αὐτοδιδάκτους, ζηλωτὰς τῶν ἀρίστων, μιμητὰς τῶν καλῶν, εὐστόμους καὶ ἐπιχάριτας τῷ λόγῳ, ἐρασμίους, εὐαρμόστους, τοῖς ἤθεσι σπουδαίους, φιλάθλους, ὀρθούς, κριτικούς, μεγαλόφρονας, τῶν δὲ ἀφροδισίων πρὸς μὲν τὰ γυναικεῖα φυλακτικούς, πρὸς δὲ τὰ παιδικὰ μᾶλλον κεκινημένους καὶ ζηλοτύπους,
- 3.14.35.1
ἐπὶ δὲ τῆς ἐναντίας ἐπιθέτας, πολυμηχάνους, κακοστόμους, ἀλλοπροσάλλους, κακογνώμονας, ἐξαπατητάς, κυκητάς, ψεύστας, διαβόλους, ἐπιόρκους, βαθυπονήρους, ἐπιβου- λευτικούς, ἀσυνθέτους, ἀδεξιάστους, νοθευτάς, γυναικῶν διαφθορέας καὶ παίδων, ἔτι δὲ καλλωπιστάς, ὑπομαλάκους, ἐπιψόγους, κακοφήμους, πολυθρυλλήτους, παντοπράκτας καὶ ἐνίοτε μὲν ἐπὶ διαφθορᾷ τὰ τοιαῦτα ὑποκρινομένους, ἐνίοτε δὲ καὶ ταῖς ἀληθείαις διατιθεμένους τε καὶ αἰσχροποιοῦντας καὶ ποικίλοις πάθεσιν ὑβριζομένους.
- 3.14.36.1
ὁ δὲ τοῦ Ἑρμοῦ ἀστὴρ μόνος τὴν οἰκοδεσποτείαν τῆς ψυχῆς λαβὼν ἐπὶ μὲν ἐνδόξου διαθέσεως ποιεῖ τοὺς γεννωμένους συνετούς, ἀγχίνους, νοήμονας, πολυίστορας, εὑρετικούς, ἐμπείρους, λογικούς, φυσιολόγους, θεωρητικούς, εὐφυεῖς, ζηλωτικούς, εὐεργετικούς, ἐπιλογιστικούς, εὐστόχους, μαθηματικούς, μυστηριακούς, ἐπιτευκτικούς, ἐπὶ δὲ τῆς ἐναντίας πανούργους, προπετεῖς, ἐπιλήσμονας, ὁρμητάς, κούφους, εὐμεταβόλους, μεταμελητικούς, μωροκάκους, ἄφρονας, ἁμαρτωλούς, ψεύστας, ἀδιαφόρους, ἀστάτους, ἀπίστους, πλεονέκτας, ἀδίκους καὶ ὅλως σφαλερούς τε τῇ διανοίᾳ καὶ καταφόρους τοῖς ἁμαρτήμασι.
- 3.14.37.1
τούτων δὲ οὕτως ἐχόντων συμβάλλεται μέντοι καὶ αὐτὴ ἡ τῆς σελήνης κατάστασις, ἐπειδήπερ έν μὲν ταῖς καμπίαις τυγχάνουσα τοῦ τε νοτίου καὶ βορείου πέρατος συνεργεῖ τοῖς ψυχικοῖς ἰδιώμασιν ἐπὶ τὸ πολυτροπύτερον ρον καὶ τὸ πολυμηχανώτερον καὶ εὐμεταβολώτερον, ἐπὶ δὲ τῶν συνδέσμων ἐπὶ τὸ ὀξύτερον καὶ πρακτικώτερον καὶ εὐκινητότερον· ἔτι δὲ ἐν μὲν ταῖς ἀνατολαῖς καὶ ταῖς τῶν φώτων αὐξήσεσιν ἐπὶ τὸ εὐφυέστερον καὶ προφανέστερον καὶ βεβαιότερον καὶ παρρησιαστικώτερον, ἐν δὲ ταῖς, μειώσεσι τῶν φώτων ἢ ταῖς κρύψεσιν ἐπὶ τὸ νωχελέστερον καὶ ἀμβλύτερον καὶ μεταμελητικώτερον καὶ εὐλαβέστερον καὶ ἀνεπιφανέστερον·
- 3.14.38.1
συμβάλλεται δὲ καὶ ὁ ἥλιος συνοικειωθείς πως τῷ τῆς ψυχικῆς κράσεως οἰκοδεσποτήσαντι κατὰ μὲν τὸ ἔνδοξον πάλιν τῆς διαθέσεως ἐπὶ τὸ δικαιότερον καὶ ἀνυτικώτερον καὶ τιμητικώτερον καὶ σεμνότερον καὶ θεοσεβέστερον, κατὰ δὲ τὸ ἐναντίον καὶ ἀνοίκειον ἐπὶ τὸ ταπεινότερον καὶ ἐπιπονώτερον καὶ ἀσεμνότερον καὶ ὠμότερον καὶ μονογνωμονέστερον καὶ αὐστηρότερον καὶ δυσδιαγωγότερον καὶ ὅλως ἐπὶ τὸ δυσκατορθώτερον.
- 3.15.1.1
Ἐπεὶ δὲ τοῖς τῆς ψυχῆς ἰδιώμασιν ἀκολουθεῖ πως καὶ ὁ περὶ τῶν ἐξαιρέτων αὐτῆς παθῶν λόγος, καθόλου μὲν πάλιν ἐπισημαίνεσθαι καὶ παρατηρεῖν προσήκει τόν τε τοῦ Ἑρμοῦ ἀστέρα καὶ τὴν σελήνην, πῶς ἔχουσι πρός τε ἀλλήλους καὶ τὰ κέντρα καὶ τοὺς πρὸς κάκωσιν οἰκείους τῶν ἀστέρων, ὡς ἐάν τε αὐτοὶ ἀσύνδετοι ὄντες πρὸς ἀλλήλους, ἐάν τε πρὸς τὸν ἀνατολικὸν ὁρίζοντα καθυπερτερηθῶσιν ἢ ἐμπερισχεθῶσιν ἢ διαμηκισθῶσιν ὑπὸ τῶν ἀνοικείως καὶ βλαπτικῶς ἐσχηματισμένων, ποικίλων παθῶν περὶ τὰς ψυχικὰς ἰδιοτροπίας συμπιπτόντων εἰσὶ ποιητικοί. τῆς διακρίσεως αὐτῶν πάλιν θεωρουμένης ἀπὸ τῆς προκατειλημμένης τῶν τοῖς τόποις συνοικειωθέντων ἀστέρων ἰδιοτροπίας.
- 3.15.2.1
τὰ μὲν οὗν πλεῖστα τῶν μετριωτέρων παθῶν σχεδὸν καὶ ἐν τοῖς ἔμπροσθεν περὶ τῶν τῆς ψυχῆς ἰδιωμάτων ῥηθεῖσι διακέκριται τῆς ἐπιτάσεως αὐτῶν ἐκ τῆς τῶν κακούντων ὑπερβολῆς συνορᾶσθαι δυναμένης, ἐπειδήπερ ἤδη τις ἂν εἰκότως εἵπου πάθη καὶ τὰ ἄκρα τῶν ἠθῶν καὶ ἤτοι ἐλλείποντα ἢ καὶ πλεονάζοντα τῆς μεσότητος· τὰ δὲ ἐξαίρετον ἔχοντα τὴν ἀμετρίαν καὶ ὥσπερ νοσηματώδη καὶ παρὰ ὅλην τὴν φύσιν καὶ περὶ αὐτὸ τὸ διανοητικὸν τῆς ψυχῆς μέρος καὶ περὶ τὸ παθητικὸν ὡς ἐν τύπω τοιαύτης ἔτυχε παρατηρήσεως.
- 3.15.3.1
ἐπιληπτικοὶ μὲν γὰρ ὡς ἐπὶ τὸ πολὺ γίνονται, ὅσοι τῆς σελήνης καὶ τοῦ τοῦ Ἑρμοῦ, ὥσπερ εἴπομεν, ἢ ἀλλήλοις ἢ τῷ ἀνατολικῷ ὁρί- ζοντι ἀσυνδέτων ὄντων τὸν μὲν τοῦ Κρόνου ἡμέρας, τὸν δὲ τοῦ Ἄρεως νυκτός, ἔχουσιν ἐπίκεντρον καὶ κατοπτεύ- οντα τὸ προκείμενον σχῆμα, μανιώδεις δέ, ὅταν ἐπὶ, τῶν αὐτῶν ἀνάπαλιν ὁ μὲν τοῦ Κρόνου νυκτός, ὁ δὲ τοῦ Ἄρεως ἡμέρας, κεκυριευκὼς τοῦ σχήματος, καὶ μάλιστα ἐν Καρκίνῳ ἤ Παρθένῳ ἢ Ἰχθύσι, δαιμονιόπληκτοι δὲ καὶ ὑγροκέφαλοι, ὅταν οὕτως ἔχοντες oi κακοποιοῦντες ἐπὶ φάσεως οὖσαν κατέχωσι τὴν σελήνην, ὁ μὲν τοῦ Κρόνου συνοδεύουσαν, ὁ δὲ τοῦ Ἄρεως πανσεληνιάζουσαν, μάλιστα δὲ ἐν Τοξότῃ καὶ Ἰχθύσι.
- 3.15.4.1
μόνοι μὲν οὖν οἱ κακοποιοὶ κατὰ τὸν προειρημένον τρόπον τὴν ἐπικράτησιν τοῦ σχήματος λαβόντες ἀνίατα μὲν ἀνεπίφαντα δὲ ὅμως καὶ ἀπαραδειγμάτιστα ποιοῦσι τὰ προκείμενα τοῦ διανοητικοῦ τῆς ψυχῆς νοσήματα· συνοικειωθέντων δὲ τῶν ἀγαθοποιῶν Διός τε καὶ Ἀφροδίτης ἐπὶ μὲν τῶν λιβικῶν μερῶν ὄντες αὐτοὶ τῶν ἀγαθοποιῶν ἐν τοῖς ἀπηλιωτικοῖς κεκεντρωμένων ἰάσιμα μὲν εὐπαραδειγμάτιστα δὲ ποιοῦσι τὰ πάθη. ἐπὶ μὲν τοῦ τοῦ Διὸς διὰ θεραπειῶν ἰατρικῶν καὶ ἤτοι διαιτητικῆς ἀγωγῆς φαρμακείας, ἐπὶ δὲ τοῦ τῆς Ἀφροδίτης διὰ χρησμῶν καὶ τῆς ἀπὸ θεῶν ἐπικουρίας,
- 3.15.5.1
ἐπὶ δὲ τῶν ἀπηλιωτικῶν αὐτοὶ κεκεντρω- μένοι τῶν ἀγαθοποιῶν δυνόντων ἀνίατά τε ἅμα καὶ πολυθρύλλητα καὶ ἐπιφανέστατα ποιοῦσι τὰ νοσήματα, κατὰ μὲν τὰς ἐπιληψίας συνεχείαις καὶ περιβοησίαις καὶ κινδύνοις θανατικοῖς τοὺς πάσχοντας περικυλίοντες, κατὰ δὲ τὰς μανίας καὶ ἐκστάσεις ἀκατασχεσίαις καὶ ἀπαλλοτριώσεσι τῶν οἰκείων καὶ γυμνητείαις καὶ βλασφημίαις καὶ τοῖς τοιούτοις, κατὰ δὲ τὰς δαιμονιοπληξίας ἢ τὰς τῶν ὑγρῶν ὀχλήσεις ἐνθουσιασμοῖς καὶ ἐξαγορείαις καὶ αἰκίαις καὶ τοῖς ὁμοίοις τῶν παραδειγματισμῶν.
- 3.15.6.1
ἰδίως δὲ καὶ τῶν τὸ σχῆμα περιεχόντων τόπων oi μὲν ἡλίου καὶ oi τοῦ ’Ἀρεως πρὸς τὰς μανιάς μάλιστα συνεργοῦσιν, oi δὲ τοῦ Διὸς καὶ Ἑρμοῦ πρὸς τὰς ἐπιληψίας, oi δὲ τῆς Ἀφροδίτης πρὸς τὰς θεοφορίας καὶ ἐξαγορείας, οἱ δὲ τοῦ Κρόνου καὶ σελήνης πρὸς τὰς τῶν ὑγρῶν ὀχλήσεις καὶ τὰς δαιμονιοπληξίας.
- 3.15.7.1
ἡ μὲν οὖν περὶ τὸ ποιητικὸν τῆς ψυχῆς καθ’ ὅλας τὰς φύσεις νοσηματικὴ παραλλαγὴ σχεδὸν ἔν τε τοῖς τοιού. τοις ἐστὶν εἴδεσι καὶ διὰ τῶν τοιούτων ἀποτελεῖται σχη- ματισμῶν, ἡ δὲ τῶν περὶ τὸ παθητικὸν κατὰ τοῦτο πά- λιν τὸ ἐξαίρετον θεωρουμένη καταφαίνεται μάλιστα περὶ τὰς κατ’ αὐτὸ τὸ γένος τοῦ ἄρρενος καὶ θήλεως ὑπερβο- λὰς καὶ ἐλλείψεις τοῦ κατὰ φύσιν, διαλαμβάνεται δὲ ἐπισκεπτικῶς κατὰ τὸν ὅμοιον τῷ προκειμένῳ τρόπον, τοῦ ἡλίου μέντοι μετὰ τῆς σελήνης ἀντὶ τοῦ Ἑρμοῦ παραλαμβανομένου καὶ τῆς τοῦ Ἄρεως σὺν τῷ τῆς Ἀφροδίτης πρὸς αὐτοὺς συνοικειώσεως·
- 3.15.8.1
τούτων γὰρ οὕτως ὑπ’ ὄψιν πιπτόντων, ἐὰν μὲν μόνα τὰ φῶτα ἐν ἀρσενικοῖς ᾖ ζῳδίοις, οἶ μὲν ἄνδρες ὑπερβάλλουσι τοῦ κατὰ. φύσιν αἱ δὲ γυναῖκες τοῦ παρὰ φύσιν πρὸς τὸ ἔπανδρον ἁπλῶς τῆς ψυχῆς, καὶ δραστικώτερον, ἐὰν δὲ καὶ ὁ τοῦ Ἄρεως καὶ ὁ τῆς Ἀφροδίτης ἤτοι ὁπότερος ἢ καὶ ἀμφότεροι ἠρρενω- μένοι ὦσιν, οἱ μὲν ἄνδρες πρὸς τὰς κατὰ φύσιν συνουσίας γίνονται καταφερεῖς καὶ μοιχικοὶ καὶ ἀκόρεστοι καὶ ἐν παντὶ καιρῷ πρόχειροι πρός τε τὰ αἰσχρὰ καὶ τὰ παράνομα τῶν ἀφροδισίων, αἱ δὲ γυναῖκες πρὸς τὰς παρὰ φύσιν ὁμιλίας λάγνοι καὶ ῥιψόφθαλμοι καὶ αἱ καλούμεναι τριβάδες·
- 3.15.9.1
διατιθέασι γὰρ θηλείας ἀνδρῶν ἔργα ἐπιτελούσας, κἂν μὲν μόνος ὁ τῆς Ἀφροδίτης ἠρρενωμένος ᾗ, λάθρα καὶ οὐκ ἀναφανδόν, ἐὰν δὲ καὶ ὁ τοῦ Ἄρεως, ἄντικρυς, ὥστε ἐνίοτε καὶ νομίμας ὥσπερ γυναῖκας τὰς διατιθεμένας ἀναδεικνύειν.
- 3.15.10.1
τὸ δὲ ἐναντίον τῶν φώτων κατὰ τὸν ἐκ· κείμενον σχηματισμὸν ἐν θηλυκοῖς ζῳδίος ὑπαρχόντων μόνον αἱ μὲν γυναῖκες ὑπερβάλλουσι τοῦ κατὰ φύσιν, οἱ δὲ ἄνδρες τοῦ παρὰ φύσιν πρὸς τὸ εὔθρυπτον καὶ τε- θηλυσμένον τῆς ψυχῆς. ἐὰν δὲ καὶ ὁ τῆς Ἀφροδίτης ᾗ τεθηλυσμένος, αἱ μὲν γυναῖκες καταφερεῖς τε καὶ μοι· χάδες καὶ λάγνοι γίνονται πρὸς τὸ διατίθεσθαι κατὰ φύσιν ἐν παντί τε καιρῷ καὶ ὑπὸ παντὸς οὑτινοσοῦν, ὡς μηδενὸς ἁπλῶς, ἐάν τε αἰσχρὸν ᾗ ἐάν τε παράνομον, ἀππιπτόντων ἔχεσθαι τῶν ἀφροδισίων, οἱ δὲ ἄνδρες μαλακοί τε καὶ σαθροὶ πρὸς τὰς παρὰ φύσιν συνουσίας καὶ γυναικῶν ἔργα διατιθέμενοι παθητικῶς, ἀποκρύφως μέντοι καὶ λεληθότως.
- 3.15.11.1
ἐὰν δὲ καὶ ὁ τοῦ Ἄρεως ᾗ τεθηλυσμένος, ἄν· τικρυς καὶ μετὰ παρρησίας ἀναισχυντοῦσι τὰ προκείμενα καθ’ ἑκάτερον εἶδος ἀποτελοῦντες τὸ πορνικὸν καὶ πολύκοινον καὶ πολύψογον καὶ πάναισχρον σχῆμα περιβαλλό- μενοι μέχρι τῆς κατὰ τὴν λοιδορίαν καὶ τὴν τῆς χρήσεως ὕβριν σημειώσεως. συμβάλλονται δὲ καὶ οἱ μὲν ἀνατολι- κοὶ καὶ ἑῷοι σχηματισμοί, τοῦ τε τοῦ Ἄρεως καὶ τοῦ τῆς Ἀφροδίτης πρός τε τὸ ἐπανδρότερον καὶ εὐδιαβοητότερον, οἱ δὲ δυτικοὶ καὶ ἑσπέριοι πρός τε τὸ θηλυκώτερον καὶ τὸ κατασταλτικώτερον·
- 3.15.12.1
ὁμοίως δὲ καὶ ὁ μὲν τοῦ Κρόνου συμπροσγενόμενος ἐπὶ τὸ ἀσελγέστερον καὶ ἀκαθαρτότε- ρον ἢ καὶ ἐπονειδιστότερον ἑκάστῳ τῶν ἐκκειμένων πέφυκε συνεργεῖν, ὁ δὲ τοῦ Διὸς πρὸς τὸ εὐσχημονέστερον καὶ φυλακτικώτερον καὶ αἰδημονέστερον, ὁ δὲ τοῦ Ἑρ- μοῦ πρός τε τὸ περιβοητότερον καὶ τὸ τῶν παθῶν εὐ- κινητότερον καὶ πολυτροπώτερον καὶ εὐπροκοπώτερον.
- 4.1.1.1
Τὰ μὲν οὖν πρὸ τῆς γενέσεως καὶ τὰ κατ’ αὐτὴν τὴν γένεσιν δυνάμενα θεωρεῖσθαι καὶ ἔτι τῶν μετὰ τὴν γέ- νεσιν, ὅσα τῆς συστάσεως ἐστιν ἴδια τὸ καθόλου ποῖον τῶν συγκριμάτων ἐμφαίνοντα, σχεδὸν ταῦτα ἂν εἴη· τῶν δὲ κατὰ τὸ ἐκτὸς συμβεβηκότων καὶ ἐφεξῆς ὀφειλόντων διαλαμβάνεσθαι προηγεῖται μὲν ὁ περὶ τυχῆς κτητικῆς τε καὶ ἀξιωματικῆς λόγος, συνῆπται δ' ὥσπερ ἡ μὲν κτητικὴ ταῖς τοῦ σώματος οἰκειώσεσιν, ἡ δὲ ἀξιωματικὴ ταῖς τῆς ψυχῆς·
- 4.2.1.1
Τὰ μὲν οὖν τῆς κτήσεως ὁποῖά τινα ἔσται, ληπτέον ἀπὸ τοῦ καλουμένου κλήρου τῆς τύχης, μόνου μέντοι, καθ’ ὃν πάντοτε τὴν ἀπὸ τοῦ ἡλίου ἐπὶ τὴν σελήνην διάστασιν ἐκβάλλομεν ἀπὸ τοῦ ὡροσκόπου καὶ ἐπὶ τῶν ἡμέρας καὶ ἐπὶ τῶν νυκτὸς γεννωμένων, δἰ ἅς εἴπομεν ἐν τοῖς περὶ χρόνων ζωῆς αἰτίας. σκοπεῖν οὗν δεήσει τοὺς τοῦ συνισταμένου τὸν τρόπον τοῦτον δωδεκατημορίου λαβόντας τὴν οἰκοδεσποτείαν, καὶ πῶς ἔχουσιν οὗτοι δυ- νάμεως καὶ οἰκειότητος, καθ’ ὃν ἐν ἀρχῇ διωρισάμεθα τρόπον, ἔτι δὲ καὶ τοὺς συσχηματιζομένους αὐτοῖς ἠ τοὺς καθυπερτεροῦντας τῶν τῆς αὐτῆς ἢ τῆς ἐναντίας αἱρέσεως.
- 4.2.2.1
ἐν δυνάμει μὲν γὰρ ὄντες οἱ τοῦ κλήρου τὴν οἰκοδεσποτείαν λαβόντες ποιοῦσι πολυκτήμονας, καὶ μάλιστα, ὅταν ὑπὸ τῶν φώτων οἰκείως τύχωσι μαρτυρηθέν- τες, ἆλλ’ ὁ μὲν τοῦ Κρόνου διὰ θεμελίων ἢ γεωργιῶν ἢ ναυκληριῶν, ὁ δὲ τοῦ Διὸς διὰ πίστεων ἢ ἐπιτροπειῶν ἢ ἱερατειῶν, ὁ δὲ τοῦ Ἄρεως διὰ στρατειῶν καὶ ἡγεμονιῶν, ὁ δὲ τῆς Ἀφροδίτης διὰ φιλικῶν καὶ γυναικείων δωρεῶν, ὁ δὲ τοῦ Ἑρμοῦ διὰ λόγων καὶ ἐμποριῶν.
- 4.2.3.1
ἰδίως δ’ ὁ τοῦ Κρόνου τῇ κτητικῇ τύχῃ συνοικειούμενος, ἐὰν τῷτοῦ Διὸς συσχηματισθῇ, κληρονομίας περιποιεῖ, καὶ μάλιστα ὅταν ἐπὶ τῶν ἄνω κέντρων τοῦτο συμβῇ τοῦ τοῦ Διὸς ἐν δισώμῳ ζῳδίῳ τυχόντος ἢ καὶ τὴν συναφὴν τῆς σελήνης ἐπέχοντος·
- 4.2.4.1
τότε γὰρ καὶ εἰς παιδοποιίαν ἀνεχθέντες ἀλλότρια κληρονομοῦσι· κἂν μὲν οἱ τῆς αὐτῆς αἱρέσεως τοῖς οἰκοδεσπόταις τὰς μαρτυρίας τῶν οἱκοδεσποτειῶν αὐτοῖς τύχωσι ποιούμενοι, τὰς κτήσεις ἀκαθαιρέτους διαφυλάττουσιν, ἐὰν δὲ οἱ τῆς ἐναντίας αἱρέσεως καθυπερτερήσωσι τοὺς κυρίους τόπους ἢ ἐπανενεχθῶσιν αὐτοῖς, καθαιρέσεις ποιοῦνται, τῶν ὑπαρχόντων τοῦ καθολικοῦ καιροῦ λαμβανομένων διὰ τῆς τῶν τὸ αἴτιον ποιούντων πρὸς τὰ κέντρα καὶ τὰς ἐπαναφορᾶς προσνεύσεως.
- 4.3.1.1
Τὰ δὲ τῆς ἀξίας καὶ τῆς τοιαύτης εὐδαιμονίας δεήσει σκοπεῖν ἀπό τε τῆς τῶν φώτων διαθέσεως καὶ τῆς τῶν δορυφορούντων ἀστέρων οἰκειώσεως αὐτοῖς]· ἐν ἀρρενικοῖς μὲν γὰρ ζῳδίοις ὄντων ἀμφοτέρων τῶν φώτων καὶ ἐπικέντρων ἤτοι ἀμφοτέρων πάλιν ἢ καὶ τοῦ ἑτέρου, μά· λιστα δὲ τοῦ τῆς αἱρέσεως, καὶ δορυφορουμένων ὑπὸ τῶν πέντε πλανωμένων, ἡλίου μὲν ὑπὸ ἑῴων, <ς>
- 4.3.2.1
δὲ ὑπὸ ἑσπερίων, οἱ γεννώμενοι βασιλεῖς ἔσονται. καὶ ἐὰν μὲν οἱ δορυφοροῦντες ἀστέρες ἤτοι ἐπίκεντροι καὶ αὐτοὶ ὦσιν ἢ πρὸς τὸ ὑπὲρ γῆν κέντρον συσχηματίζωνται, μεγάλοι καὶ δυναμικοὶ καὶ κοσμοκράτορες διατελοῦσι, καὶ ἔτι μᾶλλον εὐδαίμονες, ἐὰν οἱ δορυφοροῦντες δεξιοὶ τοῖς ὑπὲρ γῆν κέντροις συσχηματίζωνται, ἐὰν δὲ τῶν ἄλλων οὕτως ἐχόντων μόνος ὁ ἥλιος ἐν ἀρρενικῷ ἡ δὲ σελήνη ἐν θηλυκῷ, ἐπίκεντρον δὲ τὸ ἕτερον τῶν φώτων, ἡγεμόνες μόνον ἔσονται ζωῆς καὶ θανάτου κύριοι,
- 4.3.3.1
ἐὰν δὲ πρὸς τούτοις μηδὲ οἱ δορυφοροῦντες ἀστέρες ἐπίκεντροι ὦσιν ἢ μαρτυρήσωσι τοῖς κέντροις, μεγάλοι μόνον ἔσονται καὶ ἐν ἀξιώμασι τοῖς ἀπὸ μέρους στεμματηφορικοῖς ἢ ἐπιτροπικοῖς ἢ στρατοπεδαρχικοῖς ἢ ἱερατικοῖς καὶ οὐχὶ τοῖς ἡγεμονικοῖς.
- 4.3.4.1
ἐὰν δὲ τὰ μὲν φῶτα μὴ ἐπίκεντρα, τῶν δὲ δορυφορούντων ἀστέρων οἱ πλεῖστοι ἤτοι ἐπίκεντροι ὦσιν ἢ συσχηματίζωνται τοῖς κέντροις, ἐν ἀξιώμασι μὲν ἐπιφανεστέροις οὐ γενήσονται, ἐν προαγωγαῖς δὲ πολιτικαῖς καὶ μετριότητι περὶ τὰς κατὰ τὸν βίον προλήψεις· μηδὲ τῶν δορυφορούντων μέντοι τοῖς κέντροις συνοικειωθέντων ἀνεπίφαντοι ταῖς πράξεσι καὶ ἀπρόκοποι καθίστανται, τέλεον δὲ ταπεινοὶ καὶ κακοδαίμονες γίνονται ταῖς τύχαις, ὅταν μηδέτερον τῶν φώτων μήτε κεκεντρωμένον μήτ’ ἐν ἀρρενικῷ ζῳδίῳ τυγχάνῃ μήτε δορυφορῆται ὑπὸ τῶν ἀγαθοποιῶν.
- 4.3.5.1
ὁ μὲν οὗν καθ- όλου τύπος τῆς προκειμένης ἐπισκέψεως τοιαύτην τινὰ τὴν αὐξομείωσιν ἔχει τῶν ἀξιωμάτων, τὰς δὲ μεταξὺ τούτων καταστάσεις παμπληθεῖς οὔσας καταστοχαστέον ἀπὸ τῶν περὶ αὐτὸ τὸ εἶδος τῶν τε φώτων καὶ τῆς δορυφορίας αὐτῶν ἐπὶ μέρους ἐναλλοιώσεως καὶ τῆς κυρίας τῶν δορυφορήσεων·
- 4.3.6.1
ταύτης γὰρ περὶ μὲν τοὺς τὴν αἵρεσιν ἔχοντας ἢ τοὺς ἀγαθοποιοὺς συνισταμένης τὸ αὐθεντικώτερον καὶ ἀπταιστότερον τοῖς ἀξιώμασι παρακολουθεῖ, περὶ δὲ τοὺς ἐναντίους ἢ τοὺς κακοποιοὺς τὸ ὑποτεταγμένον καὶ ἐπισφαλέστερον, καὶ τὸ τῆς ἀξίας δὲ τῆς ἐσομένης εἶδος ἀπὸ τῆς τῶν δορυφορησάντων ἀστέρων ἰδιοτροπίας θεωρητέον, ἐπειδήπερ ὁ μὲν τοῦ Κρόνου τὴν κυρίαν τῆς δορυφορίας ἔχων ἐπὶ πολυκτημοσύνῃ καὶ συναγωγῇ χρημάτων τὰς δυναστείας ποιεῖ, ὁ δὲ τοῦ Διὸς ἦ ὁ τῆς Ἀφροδίτης ἐπὶ χάρισι καὶ δωρεαῖς καὶ τιμαῖς καὶ μεγαλοψυχίαις, ὁ δὲ τοῦ Ἄρεως ἐπὶ στρατηλασίαις καὶ νίκαις καὶ φόβοις τῶν ὑποτεταγμένων, ὁ δὲ τοῦ Ἑρμοῦ διὰ σύνεσιν ἢ παιδείαν καὶ ἐπιμέλειαν καὶ οἰκονομίαν τῶν πραγμάτων.
- 4.4.1.1
Ὁ δὲ τῆς πράξεως τὴν κυρίαν ἔχων λαμβάνεται κατὰ τρόπους δύο, ἀπό τε τοῦ ἡλίου καὶ τοῦ μεσουρανοῦντος ζῳδίου· σκοπεῖν γὰρ δεήσει τόν τε φάσιν ἑῴαν ἔγγιστα πρὸς ἥλιον πεποιημένον καὶ τὸν ἐπὶ τοῦ μεσουρανήματος, ὅταν μάλιστα τὴν συναφὴν τῆς σελήνης ἐπέχῃ, κἂν μὲν ὁ αὐτὸς ἀστὴρ ὁ ἀμφότερα ἔχων τὰ εἰρημένα, τούτῳ μόνω προσχρηστέον, ὁμοίως δέ, κἂν τὸ ἕτερον μηδὲ εἷς ἔχῃ, τῷ τὸ ἕτερον εἰληφότι μόνω, ἐὰν δὲ ἕτερος ὁ τὴν ἔγγιστα φάσιν πεποιημένος καὶ ἕτερος ὁ τῷ μεσουρανή- ματι καὶ τῇ σελήνῃ συνοικειούμενος, ἀμφοτέροις προσχρηστέον τά πρωτεῖα διδόντας τῷ κατ’ ἐπικράτησιν πλεί- ους ἔχοντι ψήφους οἰκοδεσποτείας, καθ’ ὃν προεκτεθείμεθα τρόπον·
- 4.4.2.1
ἐὰν δὲ μηδὲ εἷς εὑρίσκηται μήτε φάσιν πεποιημένος μήτε ἐπὶ τοῦ μεσουρανήματος, τὸν κύριον αὐτοῦ παραληπτέον, πρὸς ἐπιτηδεύσεις μέντοι τὰς κατὰ καιρούς· ἄπρακτοι γὰρ ὡς ἐπίπαν οἱ τοιοῦτοι γίνοι ται ὁ μὲν οὗν τῆς πράξεως τὴν οἰκοδεσποτείαν ἀστὴρ λαβὼν οὕτως ἡμῖν διακριθήσεται, τὸ δὲ ποῖον τῶν πράξεων ἔκ τε τῆς ἰδιοτροπίας τῶν τριῶν ἀστέρων Ἄρεως καὶ Ἀφρο- δίτης καὶ Ἑρμοῦ καὶ τῆς τῶν ζῳδίων, έν οἷς ἂν τύχωσι παραπορευόμενοι.
- 4.4.3.1
ὁ μὲν γὰρ τοῦ Ἑρμοῦ τὸ πράσσειν παρέχων, ὡς ἄν τις εἴποι τυπωδῶς, ποιεῖ γραμματέας, πραγματευτικούς, λογιστάς, διδασκάλους, ἐμπόρους, τραπεζίτας, μάντεις, ἀστρολόγους, θύτας καὶ ὅλως τοὺς ἀπὸ γραμμάτων καὶ ἑρμηνείας καὶ δόσεως καὶ λήψεως ἐργαζομένους, κἂν μὲν ὁ τοῦ Κρόνου αὐτῷ μαρτυρήσῃ, ἀλλοτρίων οἰκονόμους ἢ ὀνειροκρίτας ἢ ἐν ἱεροῖς τὰς ἀναστροφὰς ποιουμένους προφάσει μαντειῶν καὶ ἐνθουσιασμῶν, ἐὰν δὲ ὁ τοῦ Διός, νομογράφους, ῥήτορας, σοφιστὰς μετὰ προσώπων μειζόνων ἔχοντας τὰς ἀναστροφὰς.
- 4.4.4.1
ὁ δὲ τῆς Ἀφροδίτης τὸ πράσσειν παρέχων ποιεῖ τοὺς παρ’ ὀσμαῖς a ἀνθέων μύρων οἴνοις ἢ χρώμασιν b ἢ βαφαῖς ἢ ἀρώμασιν ἢ κοσμίοις τὰς πράξεις ἔχοντας, οἷον μυροπώλας, στεφανοπλόκους c, ἐκδοχέας, οἰνεμπόρους. φαρμακοπώλας, ὑφάντας d, ἀρωματοπώλας, ζωγράφους e, βαφέας, ἱματιοπώλας· κἂν μὲν ὁ τοῦ Κρόνου αὐτῷ μαρτυρήσῃ ρήσῃ ἐμπόρους τῶν πρὸς ἀπόλαυσιν καὶ κόσμον γοήτας f δὲ καὶ φαρμακοὺς καὶ προαγωγοὺς καὶ τοὺς ἐκ τῶν ὁμοίων τούτοις πορίζοντας. ἐὰν δὲ ὁ τοῦ Διὸς ἀθλητάς, στεφανηφόρους, τιμῶν καταξιουμένους g, ὑπὸ θηλυκῶν προσώπων προβιβαζομένους h.
- 4.4.5.1
ὁ δὲ τοῦ Ἄρεως μετὰ μὲν τοῦ ἡλίου σχηματισθεὶς τοὺς διὰ πυρὸς ἐργαζομένους ποιεῖ οἷον μαγείρους i, χωνευτάς k, καύστας, χαλκέας, μεταλλευτάς· χωρὶς δὲ τοῦ ἡλίου τυχὼν τοὺς διὰ σιδήρου οἷον ναυπηγούς, τέκτονας l, γεωργούς, λατόμους, λιθοξόους, λαοξόους, λιθουργούς, ξυλοσχίστας, ὑπουργούς. κἂν μὲν 6 τοῦ Κρόνου αὐτῷ μαρτυρήσῃ ναυτικούς, ἀντλητάς a, ὑπονομευτάς b, ζωγράφους, θηριοτρόφους, μαγείρους, παρασχίστας. ἐὰν δὲ ὁ τοῦ Διὸς στρατιώτας, ὑπηρέτας, τελώνας c, πανδοκέας d, πορθμέας, φυσιουργούς.
- 4.4.6.1
πάλιν δὲ δύο· τῶν τὰς πράξεις παρεχομένων εὑρεθέντων ἐὰν μὲν ὁ τοῦ Ἑρμοῦ καὶ 6 τῆς Ἀφροδίτης λάβωσι τὴν οἰκοδεσποτείαν, ἀπὸ μούσης καὶ ὀργάνων καὶ μελῳδιῶν ἢ ποιημάτων καὶ ῥυθμῶν ποιοῦσι τὰς πράξεις καὶ μάλιστα ὅταν τοὺς τόπους ὦσιν ἀμφιλελαχότες· ἀποτελοῦσι γὰρ θυμελικούς e, ὑποκριτάς f, σωματεμπόρους, ὀργανοποιούς g, χορδοστρόφους, ὀρχηστάς, ὑφάντας, κηροπλάστας h, ζωγράφους i. κἂν μὲν ὁ τοῦ Κρόνου πάλιν αὐτοῖς μαρτυρήσῃ, ποιεῖ τοὺς περὶ τὰ προειρημένα γένη καὶ τοὺς γυναικείους κόσμους ἐμπορευομένους, ἐὰν δὲ ὁ τοῦ Διός, δικολόγους k, λογιστηρίων προισταμένους l, ἐν δημοσίοις ἀσχολουμένους, παίδων διδασκάλους, ὄχλων προεστῶτας.
- 4.4.7.1
m ἐὰν δὲ ὁ τοῦ Ἑρμοῦ καὶ ὁ τοῦ Ἄρεως ἅμα τὴν κυρίαν λάβωσι τῆς πράξεως, ποιοῦσιν ἀνδριαν- τοποιούς, ὁπλουργούς, ἱερογλύφους, ζῳοπλάστας, παλαιστάς n, ἰατρούς o, χειρουργούς p, κατηγόρους, μοιχικούς, κακο- πράγμονας, πλαστογράφους8· κᾶν μὲν ὁ τοῦ Κρόνου αὐ- τοῖς μαρτυρήσῃ, φονεάςῑ), λωποδύταςο, ἅρπαγαςᾱ, λῃστάςθ, ἀπελάταςῗ, ρᾳὃιουργούςὲ, ἐὰν δὲ ὁ τοῦ Διός, φιλόπλους ἢ φιλομονομάχους, δράστας, δεινούς, φιλοπράγμονάς, ἀλ.- λοτρίων ὑπεξερχομένους καὶ διὰ τῶν τοιούτων πορίζον- τας.
- 4.4.8.1
ἐὰν δὲ ὁ τῆς Ἀφροδίτης καὶὸ τοῦ *Ἄρεως ἅμα ·τὴν οἰκοδεσποτείαν λάβωσι τῆς πράξεως, ποιοῦσι βαφέας, μυρεψούςὴ, κασσιτεροποιούςῘ, μολυβδουργούς, χρυσοχό- ουςκ,ἀργυροκόπουςιῃεωργούς,ὁπλορχήστάς,φαρμακοποι- ούς, ἰατρούς, τοὺς διὰ τῶν φαρμάκων ταῖς θεραπείαις χρω- μένους, κᾶν μὲν ὁ τοῦ Κρόνου αὐτοῖς μαρτυρήσῃ, ἱερῶν ζῴων θεραπευτάς, ἀνθρώπων ἐνταφιαστάς, θρηνῳδούςω, τυμβαύλαςῑῑ, ἐνθουσιαστάς, ὅπου μυστήρια καὶ θρῆνοι καὶ αὶμαγμοί, τὰς ἀναστροφὰς ποιουμένουςο, ἐὰν δὲ ὁ τοῦ Διός, [egoatgodazldxovgp, olmmdroigq, ἱεροφόρουςῐ, γυναικῶν προισταμένους, γάμων καὶ συνεπιπλοκῶν ἑρμηνέας καὶ διὰ τῶν τοιούτων ζῶντας ἀπολαυστικῶς ἅμα καὶ ῥιψο- κινδύνως.
- 4.4.9.1
καὶ τῶν ζῳδίων δέ, ἐν οἷς ἂν ὦσιν οἱ τὸ πράτ- τειν παρέχοντες, αἰ κατ’ εἶδος ἰδιοτροπίαι συλλαμβάνον- ταί τι πρὸς τὸ ποικίλον τῶν πράξεων· τὰ μὲν γὰρ ἀνθρωπόμορφα συνεργεῖ πως πρὸς πάσας τὰς ἐπιστημονικὰς καὶ πρὸς τὴν ἀνθρωπίνην χρείαν καταγινομένας, τὰ δὲ τετράποδα πρὸς τὰς μεταλλικὰς καὶ ἐμπορικὰς a καὶ οἰκοδομικὰς καὶ τεκτονικάς c, τὰ δὲ τροπικὰ καὶ ἰσημερινὰ πρὸς τὰς ἑρμηνευτικὰς καὶ μεταβολικὰς καὶ μετρητικάς καὶ γεωργικὰς καὶ ἱερατικάς, τὰ δὲ χερσαῖα καὶ τὰ κάθυγρα πρὸς τὰς ἐν ὑγροῖς καὶ δι’ ὑγρῶν καὶ τὰς βοτανικὰς d καὶ ναυπηγικάς, ἔτι τε περὶ ταφὰς ἢ ταριχείας e ἢ ἁλείας f ἢ ψυλλίας.
- 4.4.10.1
ἰδίως δὲ πάλιν, ἐὰν ἡ σελήνη τὸν πρακτικὸν τόπον ἐπισχῇ
- 4.4.11.1
τὸν ἀπὸ συνόδου δρόμον ποιουμένη σὺν τῷ τοῦ Ἑρμοῦ, έν μὲν τῷ Ταύρῳ καὶ Αἰγοκέρωτι καὶ καρκίνῳ ποιεῖ μάντεις g, δύτας h, λεκανομάντεις, ἐν δὲ Τοξότῃ καὶ Ἰχθύσιν νεκρομάντεις i καὶ δαιμόνων κινητικούς k. ἐν δὲ Παρθένῳ καὶ Σκορπίῳ μάγους l, ἀστρολόγους m, ἀποφθεγγομένους n προγνώσεις ἔχοντας o, ἐν δὲ Ζυγῷ καὶ Κριῷ καὶ Λέοντι θεολήπτους p, ὀνειροκρίτας q, ἐξορκιστάς r. τὸ μὲν οὖν αὐτῶν τῶν πράξεων εἶδος διὰ τῶν τοιούτων κατὰ τὸ συγκρατικὸν εἶδος δεήσει καταστοχάζεσθαι, τὸ δὲ μέγεθος αὐτῶν ἐκ τῆς τῶν οἰκοδεσποτησάντων ἀστέρων δυνάμεως· ἀνατολικοὶ μὲν γὰρ ὄντες ἢ ἐπίκεντροι ποιοῦσι τὰς πράξεις αὐθεντικάς, δυτικοὶ δὲ ἢ ἀποκεκλικότες τῶν κέντρων ὑποπρακτικάς, καὶ ὑπὸ μὲν ἀγαθοποιῶν καθυπερτερούμενοι μεγάλας καὶ ἐπιδόξους καὶ ἐπικερδεῖς καὶ ἀπταίστους καὶ ἐπαφροδίτους, ὑπὸ δὲ κακοποιῶν ταπεινὰς καὶ ἀδόξους καὶ ἀπερικτήτους καὶ ἐπισφαλεῖς, Κρόνου μὲν ἐναντιουμένου καταψύξεις καὶ χρωματοκρασίας,
- 4.4.12.1
Ἄρεως δὲ καταρριψοκινδυνίας καὶ περιβοησίας, ἀμφοτέρων δὲ κατὰ τὰς τελείας ἀναστασίας τοῦ καθολικοῦ χρόνου τῆς αὐξήσεως ἢ τῆς ταπεινώσεως πάλιν θεωρουμένου διὰ τῆς τῶν αἰτίων τοῦ ἀποτελέσματος ἀστέρων πρὸς τὰ ἑῷα καὶ τὰ ἑσπέρια κέντρα ἀεὶ διαθέ- σεως.
- 4.5.1.1
Ἑξῆς δὲ τούτοις ὄντος τοῦ περὶ συναρμογῶν λόγου περὶ μὲν τῶν κατὰ νόμους ἀνδρὸς καὶ γυναικὸς συμβιώσεων οὕτως σκεπτέον. ἐπὶ μὲν τῶν ἀνδρῶν ἀφορᾶν δεῖ τὴν σελήνην αὐτῶν, πῶς διάκειται. πρῶτον μὲν γὰρ ἐν τοῖς ἀπηλιωτικοῖς τυχοῦσα τεταρτημορίοις νεογάμους ποιεῖ τοὺς ἄνδρας ἢ νεωτέραις παρ’ ἡλικίαν συμβάλλοντας, ἐν δὲ τοῖς λιβικοῖς βραδυγάμους ἢ πρεσβυτέραις συνιόντας, εἰ δὲ ὑπὸ τὰς αὐγὰς εἴη καὶ τῷ τοῦ Κρόνου συσχηματιζομένη, τέλεον ἀγάμους.
- 4.5.2.1
ἔπειτα, ἐὰν μὲν ἐν μονοειδεῖ ζῳδίῳ ἢ καὶ ἑνὶ τῶν ἀστέρων συνάπτουσα τύχῃ, μονογάμους ἀποτελεῖ, ἐὰν δὲ ἐν δισώμῳ ἢ καὶ πολυμόρφῳ ἢ καὶ πλείοσιν ἐν τῷ αὐτῷ ζῳδίῳ τὴν συναφὴν ἐπέχουσα, πολυγάμους. κἂν μὲν οἷ τὰς συναφὰς ἐπέχοντες τῶν ἀστέρων ἤτοι κατὰ κολλήσεις ἢ κατὰ μαρτυρίας ἀγαθοποιοὶ τυγχάνωσιν, λαμβάνουσιν γυναῖκας ἀγαθάς, ἐὰν δὲ κακοποιοὶ τὰς ἐναντίας.
- 4.5.3.1
Κρόνος μὲν γὰρ ἐπισχὼν συναφὴν περιποιεῖ γυναῖκας ἐπιπόνους καὶ αὐστηράς, Ζεὺς δὲ σεμνὰς καὶ οἰκονομικάς, Ἄρης δὲ θρασείας καὶ ἀνυποτάκτους, Ἀφροδίτη δὲ ἱλαρὰς καὶ εὐμόρφους καὶ ἐπιχαρίτους, Ἑρμῆς δὲ συνετὰς καὶ ὀξείας, ἔτι δὲ Ἀφροδίτη μετὰ μὲν Διὸς ἢ Κρόνου ἢ μεθ’ Ἑρμοῦ βιωφελεῖς καὶ φιλάνδρους καὶ φιλοτέκνους, μετὰ δὲ Ἄρεως θυμικάς καὶ ἀστάτους καὶ ἀγνώμονας.
- 4.5.4.1
ἐπὶ δὲ τῶν γυναικῶν ἀφορᾶν δεῖ τὸν ἥλιον αὐτῶν, ἐπειδήπερ καὶ αὐτὸς ἐν μὲν τοῖς ἀπηλιωτικοῖς πάλιν τυχὼν τεταρτημορίοις ποιεῖ τὰς ἐχούσας αὐτὸν οὕτως διακείμενον ἤτοι νεογάμους ἢ νεωτέροις συμβαλλούσας, ἐν δὲ τοῖς λιβικοῖς βραδυγάμους ἢ πρεσβυτέροις παρ’ ἡλικίαν, ζευγνυμένας, καὶ ἐν μὲν μονοειδεῖ ζῳδίῳ τυχὼν ἢ ἑνὶ τῶν ἑῴων ἀστέρων συνάπτων μονογάμους, ἐν δισώμῳ δὲ ἢ πολυμόρφῳ πάλιν ἢ καὶ πλείοσιν ἑῴοις συσχηματισθεὶς πολυγάμους.
- 4.5.5.1
Κρόνου μὲν οὖν ὡσαύτως τῷ μὲν ἡλίῳ συσχηματισθέντος λαμβάνουσιν ἄνδρας καθεστῶτας καὶ χρησίμους καὶ φιλοπόνους, Διὸς δὲ σεμνοὺς καὶ μεγαλοψύχους, Ἄρεως δὲ· δράστας καὶ ἀστόργους καὶ ἀνυποτάκτους, Ἀφροδίτης δὲ καθαρίους καὶ εὐμόρφους, Ἑρμοῦ δὲ βιωφελεῖς καὶ ἐμπράκτους, Ἀφροδίτης δὲ μετὰ μὲν Κρόνου νωχελεῖς καὶ εὐλαβεστέρους ἐν τοῖς ἀφροδισίοις, μετὰ δὲ Ἄρεως θερμοὺς καὶ καταφερεῖς καὶ μοιχώδεις, μετὰ δὲ Ἑρμοῦ περὶ παῖδας ἐπτοημένους.
- 4.5.6.1
λέγομεν δὲ νῦν ἀπηλιωτικὰ τεταρτημόρια ἐπὶ μὲν τοῦ ἡλίου τὰ προηγούμενα τοῦ τε ἀνατέλλοντος σημείου τοῦ ζῳδιακοῦ καὶ τοῦ δύνοντος,
← Previous · Next → — showing 501–600 of 685
First Thousand Years of Greek. CTS URN tlg0363.tlg007.1st1K-grc1. Via the Perseus Digital Library / Open Greek and Latin TEI corpora. Licence: Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License. Source.