Ancient Textssearch the texts themselves, not just their titles

← All works

Apotelesmatica (= Tetrabiblos)

First Thousand Years of Greek · First Thousand Years of Greek · 685 sections

  1. 4.5.7.1

    ἐπὶ δὲ τῆς σελήνης τὰ ἀπὸ συνόδου καὶ πανσελήνου μέχρι τῶν διχοτόμων, λιβικὰ δὲ τὰ τοῖς εἰρημένοις ἀντικείμενα. διαμένουσι μὲν οὖν ὡς ἐπίπαν αἱ συμβιώσεις, ὅταν ἀμφοτέρων τῶν γενέσεων τὰ φῶτα συσχηματιζόμε- να τύχῃ συμφώνως, τουτέστιν ὅταν ἢ τρίγωνα ἀλλήλοις ἢ ἑξάγωνα, καὶ μάλιστα, ὅταν ἐναλλὰξ τοῦτο συμβαίνῃ, πολὺ δὲ πλεῖον, ὅταν ἡ τοῦ ἀνδρὸς σελήνη τῷ τῆς γυναικὸς ἡλίῳ.

  2. 4.5.8.1

    διαλύονται δὲ ἐκ τῶν τυχόντων καὶ ἀπαλ- λοτριοῦνται τέλεον, ὅταν αἱ προειρημέναι τῶν φώτων στάσεις ἢ ἐν ἀσυνδέτοις ζῳδίοις τύχωσιν ἢ ἐν διαμέτροις ἢ τετραγώνοις.

  3. 4.5.9.1

    κἂν μὲν τοὺς συμφώνονς τῶν φώ- των συσχηματισμοὺς οἱ ἀγαθοποιοὶ τῶν ἀστέρων ἐπιθεωρήσωσιν ἡδείας καὶ προσηνεῖς καὶ ὀνησιφόρους τὰς διαμονὰς συντηροῦσιν, ἐὰν δὲ οἱ κακοποιοί, μαχίμους καὶ ἀηδεῖς καὶ ἐπιζημίους.

  4. 4.5.10.1

    ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἀσυμφώνων στάσεων οἱ μὲν ἀγαθοποιοὶ τοῖς φωσὶ μαρτυρήσαντες οὐ τέλεον ἀποκόπτουσι τὰς συμβιώσεις, ἀλλὰ ποιοῦσιν ἐπανόδους καὶ ἀναμνήσεις συντηρούσας τό τε προσηνὲς καὶ τὸ φιλόστοργον.

  5. 4.5.11.1

    οἱ δὲ κακοποιοὶ μετά τινος ἐπηρείας καὶ ὕβρεως ποιοῦσι τὰς διαλύσεις· τοῦ μὲν οὗν τοῦ Ἑρμοῦ μόνου σὺν αὐτοῖς γινομένου περιβοησίαις καὶ ἐγκλήμασι περικυλίονται, μετὰ δὲ τοῦ τῆς Ἀφροδίτης ἐπιμοιχίαις ἢ φαρμακείαις ἢ τοῖς τοιούτοις. τὰς δὲ κατ’ ἄλλον οἱονδήποτε τρόπον γινομένας συναρμογὰς διακριτέον ἀφορῶντας εἴς τε τὸν τῆς Ἀφροδίτης ἀστέρα καὶ τὸν τοῦ Ἄρεως καὶ τὸν τοῦ Κρόνου· συνόντων γὰρ αὐτῶν τοῖς φωσὶν οἰκείως καὶ τὰς συμβιώσεις οἰκείας καὶ νομίμους ποιοῦσι·

  6. 4.5.12.1

    συγγένειαν γὰρ ὥσπερ ἔχει πρὸς ἑκάτερον τῶν εἰρημένων ἀστέρων ὁ τῆς Ἀφροδίτης καὶ πρὸς μὲν τὸν τοῦ Ἄρεως κατὰ τὸ συνακμάζον πρόσωπον, ἐπειδήπερ ἐν τοῖς τριγωνικοῖς ἀλλήλων ζῳδίοις ἔχουσι τὰ ὑψώματα, πρὸς δὲ τὸν τοῦ Κρόνου κατὰ τὸ πρεσβύτερον πρόσωπον, ἐπειδήπερ πάλιν ἐν τοῖς τριγωνικοῖς ἀλλήλων ἔχουσι τοὺς οἴκους, ὅθεν ὁ τῆς Ἀφροδίτης μετὰ μὲν τοῦ Ἄρεως ἁπλῶς ἐρωτικὰς διαθέσεις ποιεῖ, προσόντος δὲ τοῦ τοῦ Ἑρμοῦ καὶ περιβοησίας, ἐν δὲ τοῖς ἐπικοίνοις καὶ συνοικειουμένοις ζῳδίοις, Αἰγόκερω Ἰχθύσιν, ἀδελφῶν ἦ συγγενῶν ἐπιπλοκάς· κἂν μὲν ἐπὶ τῶν ἀνδρῶν τῇ

  7. 4.5.13.1

    σελήνῃ συμπαρῇ, ποιεῖ δυσὶν ἀδελφαῖς ἢ συγγενέσι συνερχομένους, ἐὰν δὲ ἐπὶ τῶν γυναικῶν τῷ τοῦ Διός, δυσὶν ἀδελφοῖς ἢ συγγενέσιν. μετὰ δὲ τοῦ τοῦ Κρόνου πάλιν ὁ τῆς Ἀφροδίτης τυχὼν ἁπλῶς μὲν ἡδείας καὶ εὐσταθεῖς ποιεῖ τὰς συμβιώσεις, προσόντος δὲ τοῦ τοῦ Ἑρμοῦ καὶ ὠφελίμους, συμπροσγενομένου δὲ καὶ τοῦ τοῦ Ἄρεως ἀστάτους καὶ βλαβερὰς καὶ ἐπιζήλους· κἂν μὲν ὁμοιοσχημονῇ αὐτοῖς, πρὸς ὁμήλικας ποιεῖ τὰς ἐπιπλοκάς, ἂν δὲ ἀνατολικώτερος αὐτῶν, πρὸς νεωτέρας νεωτέρους, ἐὰν δὲ δυτικώτερος πρὸς πρεσβυτέρας ἢ πρεσβυτέρους.

  8. 4.5.14.1

    ἐὰν δὲ καὶ ἐν τοῖς ἐπικοίνοις ζῳδίοις ὦσιν ὁ τῆς Ἀφροδίτης καὶ ὁ τοῦ Κρόνου,

  9. 4.5.15.1

    τουτέστιν Αἰγόκερω καὶ Ζυγῷ, συγγενικὰς ποιοῦσιν τὰς συνελεύσεις. ὡροσκοπήσαντι δὲ ἢ μεσουρανήσαντι τῷ προειρημένῳ σχήματι ἡ σελήνη μὲν συμπροσγενομένη ποιεῖ τοὺς μὲν ἄρρενας μητράσιν ἢ μητέρων ἀδελφαῖς ἢ μητρυιαῖς συνέρχεσθαι, τὰς δὲ θηλείας υἱοῖς ἢ υἱοῖς ἀδελφῶν ἢ θυγατέρων ἀνδράσιν, ἥλιος δὲ δυτικῶν μάλιστα ὄντων τῶν ἀστέρων τοὺς μὲν ἄρρενας θυγατράσιν ἢ θυγατράσιν ἀδελφῶν ἢ γυναιξὶν υἱῶν, τὰς δὲ θηλείας πατράσιν ἢ πατέρων ἀδελ- φοῖς πατρῴοις. ἐὰν δὲ οἱ προκείμενοι σχηματισμοὶ τῶν μὲν συγγενικῶν ζῳδίων μὴ τύχωσιν, ἐν θηλυκοῖς δὲ ὦσι τόποις, ποιοῦσι καὶ οὕτως καταφερεῖς καὶ πρὸς τὸ διαθεῖναί τε καὶ διατεθῆναι πάντα τρόπον προχείρους, ἐπ’ ἐνίων δὲ μορφώσεων καὶ ἀσελγεῖς, ὡς ἐπί τε τῶν ἐμπροσθίων καὶ ὀπισθίων τοῦ Κριοῦ καὶ τῆς ὑάδος καὶ τῆς κάλπιδος καὶ τῶν ὀπισθίων τοῦ Λέοντος καὶ τοῦ προσώπου τοῦ Αἰγόκερω.

  10. 4.5.16.1

    κεντρωθέντες δὲ κατὰ μὲν τῶν πρώτων δύο κέντρων τοῦ τε ἀπηλιωτικοῦ καὶ τοῦ μεσημβρινοῦ παντελῶς ἀποδεικνύουσι τὰ πάθη καὶ ἐπὶ δημοσίων τόπων προάγουσι, κατὰ δὲ τῶν ἐσχάτων δύο τοῦ τε λιβικοῦ καὶ τοῦ βορείου σπάδοντας ποιοῦσι καὶ αὐλικοὺς ἢ στείρας ἢ ἀτρήτους, Ἄρεως δὲ προσόντος ἀποκόπους ἢ τριβάδας· καὶ καθόλου δὲ παντοδαπήν τινα διάθεσιν πρὸς τὰ ἀφροδίσια ἕξουσιν.

  11. 4.5.17.1

    ἐπὶ μὲν τῶν ἀνδρῶν ἀπὸ τοῦ τοῦ Ἄρεως ἐπισκεψόμεθα. τοῦ μὲν γὰρ τῆς Ἀφροδίτης καὶ τοῦ τοῦ Κρόνου χωρισθείς, μαρτυρηθεὶς δὲ ὑπὸ Διὸς καθαρίους καὶ σεμνοὺς περὶ τὰ ἀφροδίσια ποιεῖ καὶ μόνης τῆς φυσικῆς χρείας στοχαζομένους, μετὰ Κρόνου δὲ μόνου μὲν τυχὼν εὐλαβεῖς καὶ ὀκνηροὺς καὶ καταψύχρους ἀπεργάζεται, συσχηματιζομένων δὲ Ἀφροδίτης καὶ Διὸς εὐκινήτους μὲν καὶ ἐπιθυμητικούς,

  12. 4.5.18.1

    ἐγκρατεῖς δὲ καὶ ἀντιληπτικοὺς καὶ τὸ αἰσχρὸν φυλασσομένους, μετὰ μόνης δὲ Ἀφροδίτης ἢ καὶ τοῦ Διὸς σὺν αὐτῇ τυχόντος, ἀπόντος τοῦ τοῦ Κρόνου, λάγνους καὶ ῥᾳθύμους καὶ πανταχόθεν ἑαυτοῖς τὰς ἡδονὰς ποριζομένους, κἂν ὁ μὲν ἑσπέριος τῶν ἀστέρων, ὁ δὲ ἑῷος, καὶ πρὸς ἄρρενας καὶ πρὸς θηλείας οἰκείως ἔχοντας, οὐχ ὑπερπαθῶς μέντοι γε πρὸς οὐδέτερα τὰ πρόσωπα, ἐὰν δὲ ἀμφότεροι ἑσπέριοι, πρὸς τὰ θηλυκὰ μόνα καταφερεῖς, θηλυκῶν δὲ ὄντων τῶν ζῳδίων καὶ αὐτοὺς διατιθεμένους, ἐὰν δὲ ἀμφότεροι ἑῷοι,

  13. 4.5.19.1

    πρὸς τά παιδικὰ μόνα νοσηματώδεις, ἀρρενικῶν δὲ ὄντων τῶν ζῳδίων καὶ πρὸς πᾶσαν ἀρρένων ἡλικίαν, κἂν μὲν ὁ τῆς Ἀφροδίτης δυτικώτερος ᾖ, ταπειναῖς ἢ δούλαις ἢ ἀλλοφύλοις συνερχομένους, ἐὰν δὲ ὁ τοῦ Ἄρεως, ὑπερεχούσαις ἢ ὑπάνδροις ἢ δεσποίναις.

  14. 4.5.20.1

    ἐπὶ δὲ τῶν γυναικῶν ὁ τῆς Ἀφροδίτης ἐπισκεπτέος· συσχηματιζόμενος γὰρ τῷ τοῦ Διὸς ἢ καὶ τῷ τοῦ Ἑρμοῦ σώφρονας καὶ καθαρίους ποιεῖ περὶ τὰ ἀφροδίσια, καὶ τοῦ τοῦ Κρόνου δὲ ἀπόντος τῷ τοῦ Ἑρμοῦ συνοικειωθεὶς κεκινημένας μὲν καὶ ὀρεκτικάς, εὐλαβεῖς δὲ καὶ ὀκνηράς τὰ πολλὰ καὶ τὸ αἰσχρὸν φυλασσομένας·

  15. 4.5.21.1

    Ἄρει δὲ μόνῳ μὲν συνὼν ἢ καὶ συσχηματισθεὶς ὁ τῆς Ἀφροδίτης ποιεῖ λάγνους, καταφερεῖς καὶ μᾶλλον ῥᾳθύμους, ἐὰν δὲ ὁ τοῦ Διὸς αὐτοῖς προσγένηται, κἂν μὲν ὁ τοῦ Ἄρεως ὑπὸ τὰς αὐγὰς ᾖ, συνέρχονται δούλοις ἢ ταπεινοτέροις ἢ ἀλλοφύλοις, ἐὰν δὲ ὁ τῆς Ἀφροδίτης, ὑπερέχουσιν ἢ δεσπόταις ἑταιρῶν ἢ μοιχάδων ἐπέχουσαι τρόπον, κἂν μὲν τεθηλυσμένοι ὦσι τοῖς τόποις ἢ τοῖς σχήμασιν οἱ ἀστέρες, πρὸς τὸ διατίθεσθαι μόνον καταφερεῖς, ἐὰν δὲ ἠρρενωμένοι, καὶ πρὸς τὸ διατιθέναι γυναῖκας.

  16. 4.5.22.1

    ὁ μέντοι τοῦ Κρόνου τοῖς προκειμένοις σχήμασι συνοικειωθείς, ἐὰν μὲν καὶ αὐτὸς τεθηλυσμένος, ἀσελγειῶν μόνος αἴτιος γίνεται, ἐὰν δὲ ἀνατολικὸς καὶ ἠρρενωμένος, ἐπιψόγους ἵστησιν ἢ ἐπιψόγων ἐραστὰς ἀπεργάζεται, τοῦ μὲν τοῦ Διὸς πάλιν ἀεὶ πρὸς τὸ εὐσχημονέστερον τῶν παθῶν συλλαμβανομένου, τοῦ δὲ τοῦ Ἑρμοῦ πρὸς τὸ διαβοητότερον καὶ εὐπταιστότερον

  17. 4.6.1.1

    Ἐπειδὴ δὲ τῷ περὶ γάμου τόπῳ καὶ ὁ περὶ τέκνων ἀκολουθεῖ, σκοπεῖν δεήσει τοὺς τῷ κατὰ κορυφὴν τόπῳ ἢ τῷ ἐπιφερομένῳ, τουτέστι τῷ τοῦ. ἀγαθοῦ δαίμονος, προσόντας ἢ συσχηματιζομένους, εἰ δὲ μή, τοὺς τοῖς διαμέτροις αὐτῶν, καὶ σελήνην μὲν καὶ Δία καὶ Ἀφροδίτην πρὸς δόσιν τέκνων λαμβάνειν, ἥλιον δὲ καὶ Ἄρη καὶ Κρόνον πρὸς ἀτεκνίαν ἢ ὀλιγοτεκνίαν, τὸν δὲ τοῦ Ἑρμοῦ, πρὸς ὁπότερον ἂν αὐτῶν τύχῃ συσχηματισθείς, ἐπίκοινον, καὶ ἐπιδοτῆρα μὲν ὅταν ἀνατολικὸς ᾗ, ἀφαιρέ- την δ’ ὅταν δυτικός.

  18. 4.6.2.1

    οἱ μὲν οὖν δοτῆρες ἁπλῶς μὲν οὕτως κείμενοι καὶ κατὰ μόνας ὄντες μόναχὰ διδόασι τέκνα, ἐν δισώμοις δὲ δισσὰ καὶ ἐν θηλυκοῖς ζῳδίοις. ὁμοίως δὲ καὶ ἐν τοῖς πολυσπέρμοις, οἷον Ἰχθύσι καὶ Καρκίνῳ καὶ Σκορπίῳ, δισσὰ ἢ καὶ πλείονα, καὶ ἠρρενω· μένοι τοῖς τε ζῳδίοις καὶ τοῖς πρὸς ἥλιον σχηματισμοῖς ἄρρενα, τεθηλυσμένοι δὲ θήλεα, καθυπερτερηθέντες δὲ ὑπὸ τῶν κακοποιῶν καὶ ἐν στειρώδεσι ζῳδίοις τυχόντες, οἷον Λέοντι Παρθένῳ, διδόασι μέν, οὐκ ἐπὶ καλῷ δὲ οὐδὲ ἐπὶ διαμονῇ.

  19. 4.6.3.1

    ἥλιος δὲ καὶ of κακοποιοὶ διακατασχόντες τοὺς εἰρημένους τόπους ἐὰν μὲν ἐν ἀρρενικοῖς ὦσιν ἢ στειρώδεσι ζῳδίοις καὶ ὑπὸ τῶν ἀγαθοποιῶν ἀκαθυπερτέρητοι, τελείας εἰσὶν ἀτεκνίας δηλωτικοί, ἐπὶ θηλυκῶν δὲ ἢ πολυσπέρμων ζῳδίων τυχόντες ἢ ὑπὸ τῶν ἀγαθοποιῶν μαρτυρηθέντες διδόασι μέν, ἐπισινῆ δὲ ἢ ὀλιγοχρόνια.

  20. 4.6.4.1

    τῶν δὲ αἱρέσεων ἀμφοτέρων λόγον ἐχουσῶν πρὸς τὰ τεκνοποιὰ ζῴδια τῶν δοθέντων τέκνων ἀποβολαὶ γενήσονται πάντων ἢ ὀλίγων, πρὸς τὰς ὑπεροχὰς τῶν καθ’ ἑκατέραν αἵρεσιν μαρτυρησάντων, ὁποτέρους ἂν εὑρίσκωμεν ἤτοι πλείους δυνατωτέρους ἐν τῷ ἀνατολικωτέρους ὑπάρχειν ἐπικεντροτέρους ἢ καθυπερτερεῖν ἢ ἐπαναφέρεσθαι.

  21. 4.6.5.1

    ἐὰν μὲν οὖν οἱ κυριεύσαντες τῶν εἰρημένων ζῳδίων ἀνατολικοὶ τυγχάνωσι, δοτῆρες ἔσονται τέκνων, εἰ δὲ ἐν ἰδίοις ὦσιν τόποις, ἔνδοξα καὶ ἐπιφανῆ ποιοῦσι τὰ δοθέντα τέκνα, ἐὰν δὲ δυτικοὶ καὶ ἐν τοῖς τῆς ἀλλοτρίας αἱρέσεως τόποις, ταπεινὰ καὶ ἀνεπίφαντα.

  22. 4.6.6.1

    κἂν μὲν σύμφωνοι τῇ ὥρᾳ καὶ τῷ κλήρῳ τῆς τύχης καταλαμβάνωνται, προσφιλῆ τοῖς γονεῦσι καὶ ἐπαφρόδιτα καὶ κληρονομοῦντα τὰς οὐσίας αὐτῶν, ἐὰν δὲ ἀσύνδετοι ἢ ἀντικείμενοι, μάχιμα καὶ ἐχθροποιούμενα καὶ ἐπιβλαβῆ καὶ μὴ παραλαμβάνοντα τὰς τῶν γονέων οὐσίας· ὁμοίως δέ, κἂν μὲν ἀλλήλοις ὦσι συνεσχηματισμένοι συμφώνως οἱ τὰ τέκνα διδόντες, διαμένουσιν οἱ δοθέντες φιλάδελφοι καὶ τιμητικοὶ πρὸς ἀλλήλους, ἐὰν δὲ ἀσύνδετοι ἢ διάμετροι, φιλέχθρως καὶ ἐπιβουλευτικῶς διακείμενοι·

  23. 4.6.7.1

    τὰ δὲ κατὰ μέρος πάλιν ἄν τις καταστοχάζοιτο χρησάμενος ἐφ’ ἑκάστου τῷ τὴν δόσιν πεποιημένῳ τῶν ἀστέρων ὡροσκοπίῳ καὶ ἀπὸ τῆς λοιπῆς διαθέσεως ὡς ἐπὶ γενέσεως τὴν περὶ τῶν ὁλοσχερεστέρων ἐπίσκεψιν ποιούμενος.

  24. 4.7.1.1

    Τῶν δὲ φιλικῶν διαθέσεων καὶ τῶν ἐναντίων, ὧν τὰς μὲν μείζους καὶ πολυχρονίους καλοῦμεν συμπαθείας καὶ ἔχθρας, τὰς δὲ ἐλάττους καὶ προσκαίρους συναστρίας καὶ ἀντιδικίας, ἡ ἐπίσκεψις ἡμῖν ἔσται τὸν τρόπον τοῦτον. ἐπὶ μὲν τῶν κατὰ μεγάλα συμπτώματα θεωρουμένων παρατηρεῖν δεῖ τοὺς ἀμφοτέρων τῶν γενέσεων κυριωτάτους τόπους, τουτέστι τόν τε ἡλιακὸν καὶ τὸν σεληνιακὸν καὶ τὸν ὡροσκοπικὸν καὶ τὸν τοῦ κλήρου τῆς τύχης,

  25. 4.7.2.1

    ἐπειδήπερ κατὰ μὲν τῶν αὐτῶν τυχόντες δωδεκατημορίων ἢ ἐναλλάξαντες τοὺς τόπους ἤτοι πάντες ἢ οἱ πλείους, καὶ μάλιστα, ὅταν οἱ ὡροσκοποῦντες περὶ τὰς ἑπτακαίδεκα μοίρας ἀλλήλων ἀπέχωσι, ποιοῦσι συμπαθείας ἀπταίστους καὶ ἀδιαλύτους καὶ ἀνεπηρεάστους, κατὰ δὲ τῶν ἀσυν- δέτων ἢ τῶν διαμετρούντων σταθέντες ἔχθρας μεγίστας καὶ ἐναντιώσεις πολυχρονίους, μηδετέρως δὲ τυχόντες, ἀλλὰ μόνον ἐν τοῖς συσχηματιζομένοις δωδεκατημορίοις, εἰ μὲν ἐν τοῖς τριγώνοις εἷεν ἢ ἐν ἑξαγώνοις,

  26. 4.7.3.1

    ἥττονας ποιοῦσι τὰς συμπαθείας, εἰ δὲ ἐν τοῖς τετραγώνοις, ἥττονας τὰς ἀντιπαθείας, ὡς γίνεσθαί τινας κατὰ καιροὺς ἐν μὲν ταῖς φιλίαις ὑποσιωπήσεις καὶ μικρολογίας, ὅταν οἷ’ κακοποιοὶ τὸν σχηματισμὸν παροδεύωσιν, ἐν δὲ ταῖς ἔχθραις σπονδὰς καὶ ἀποκαταστάσεις κατὰ τὰς τῶν ἀγαθοποιῶν τοῖς σχηματισμοῖς ἐπεμβάσεις.

  27. 4.7.4.1

    ἐπεῖ δὲ φιλίας καὶ ἔχθρας εἴδη τρία γὰρ διὰ προαίρεσιν οὕτως ἔχουσι πρὸς ἀλλήλους ἢ διὰ χρείαν ἢ διὰ ἡδονὴν καὶ λύπην· ὅταν μὲν πάντες ἢ οἱ πλείους τῶν προειρημένων τόπων οἰκειωθῶσι πρὸς ἀλλήλους, ἐκ πάντων ἡ φιλία συνάγεται τῶν εἰδῶν, ὥσπερ, ὅταν ἀνοικείως, ἡ ἔχθρα, ὅταν δὲ οἱ τῶν φώτων μόνον, διὰ προαίρεσιν, ἥτις ἐστὶ φιλία καὶ βελτίστη καὶ ἀσφαλεστάτη καὶ ἔχθρα χειρίστη καὶ ἄπιστος· ὁμοίως δέ, ὅταν μὲν οἶ τῶν κλήρων τῆς τύχης, διὰ χρείαν, ὅταν δὲ οἱ τῶν ὡροσκόπων, δι’ ἡδονὰς ἢ λύπας.

  28. 4.7.5.1

    παρατηρητέον δὲ τῶν συσχηματιζομένων τόπων τάς τε καθυπερτερήσεις καὶ τὰς τῶν ἀστέρων ἐπιθεωρήσεις· ἐφ’ ὧν μὲν γὰρ ἂν γενέσεων ἡ τοῦ σχηματισμοῦ καθυπερτέρησις, — ἢ ἐὰν τὸ αὐτὸ ἢ τὸ ἔγγιστα ἦν ζῴδιον, — ἦ ἐπαναφορά, ἐκείνῃ τὸ αὐθεντικώτερον καὶ ἐπιστατικώτερον τῆς φιλίας καὶ ἔχθρας προσνεμητέον, ἐφ’ ὧν δὲ ἡ ἐπιθεώρησις τῶν ἀστέρων βελτίων πρὸς ἀγαθοποιίαν καὶ δύναμιν, ἐκείναις τό τε ἐκ τῆς φιλίας ὠφελιμώτερον καὶ τὸ ἐκ τῆς ἔχθρας κατορθωτικώτερον ἀποδοτέον.

  29. 4.7.6.1

    ἐπὶ δὲ τῶν κατὰ χρόνον τισὶ συνισταμένων προσκαίρων συναστριῶν τε καὶ ἐναντιώσεων προσεκτέον ταῖς καθ’ ἑκατέραν γένεσιν κινήσεσι τῶν ἀστέρων, τουτ- έστι κατὰ ποίους χρόνους αἱ τῶν τῆς ἑτέρας γενέσεως ἀστέρων ἀφέσεις ἐπέρχονται τοῖς τόποις τῶν τῆς ἑτέρας γενέσεως ἀστέρων· γίνονται γὰρ κατὰ τούτους φιλίαι καὶ ἔχθραι μερικαὶ διακρατοῦσαι χρόνον ὀλιγοστὸν μὲν τὸν μέχρι τῆς διαλύσεως αὐτῆς, πλεῖστον δὲ τὸν μέχρι τῆς ἑτέρου τινὸς τῶν ἐπιφερομένων ἀστέρων καταλήψεως.

  30. 4.7.7.1

    Κρόνος μὲν οὖν καὶ Ζεὺς ἐπελθόντες τοῖς ἀλλήλων τόποις ποιοῦσι φιλίας διὰ συστάσεως γεωργίας ἢ κληρονομίας, Κρόνος δὲ καὶ Ἄρης μάχας καὶ ἐπιβουλὰς τὰς κατὰ προαίρεσιν, Κρόνος δὲ καὶ Ἀφροδίτη συνεπιπλοκὰς διὰ συγγενικῶν προσώπων, ταχὺ μέντοι ψυχούσας, Κρόνος δὲ καὶ Ἑρμῆς συμβιώσεις καὶ κοινωνίας διὰ δόσιν καὶ λῆψιν καὶ ἐμπορίαν ἢ μυστήρια,

  31. 4.7.8.1

    Ζεὺς δὲ καὶ Ἄρης ἑταιρίας δι’ ἀξιωματικῶν ἢ οἰκονομιῶν, Ζεὺς δὲ καὶ Ἀφροδίτη φιλίας τὰς διὰ θηλυκῶν προσώπων ἢ τῶν ἐν ἱεροῖς θρησκειῶν ἢ χρησμῶν τῶν τοιούτων, Ζεὺς δὲ καὶ Ἑρμῆς συναναστροφὰς διὰ λόγους καὶ ἐπιστήμας καὶ προαίρεσιν φιλόσοφον, Ἄρης δὲ καὶ Ἀφροδίτη συνεπιπλοκὰς τὰς δι’ ἔρωτας καὶ μοιχείας ἢ νοθείας, ἐπισφαλεῖς δὲ καὶ οὐκ ἐπιπολὺ διευθυνούσας, Ἄρης δὲ καὶ Ἑρμῆς ἔχθρας καὶ περιβοησίας καὶ δίκας διὰ πραγμάτων ἢ φαρμάκων ἀφορμάς, Ἀφροδίτη δὲ καὶ Ἑρμῆς συμβιώσεις τὰς διὰ τέχνην τινὰ ἢ μοῦσαν ἢ σύστασιν ἀπὸ γραμμάτων ἢ θηλυκῶν προσώπων.

  32. 4.7.9.1

    τὴν μὲν οὖν ἐπὶ τὸ μᾶλλον καὶ ἦττον ἐπίτασιν καὶ ἄνεσιν τῶν συναστριῶν ἢ τῶν ἐναντιώσεων διακριτέον ἐκ τῆς τῶν ἐπιλαμβανομένων τόπων πρὸς τοὺς πρώτους καὶ κυριωτάτους τέσσαρας τόπους διαθέσεως, ἐπειδήπερ κατὰ τῶν κέντρων μὲν ἢ τῶν κλήρων ἢ τῶν φώτων τυχόντες ἐπιφανεστέρας ποιοῦσι τὰς ἐπισημασίας, ἀλλοτριωθέντες δὲ αὐτῶν ἀνεπιφάντους, τὴν δὲ ἐπὶ τὸ βλαβερώτερον ἢ ὠφελιμώτερον τοῖς ἑτέροις ἐκ τῆς τῶν ἐπιθεωρούντων ἀστέρων τοὺς εἰρημένους τόπους ἐπὶ τὸ ἀγαθὸν ἢ κακὸν ἰδιοτροπίας.

  33. 4.7.10.1

    Ἰδίως δὲ ὁ περὶ δούλων τόπος ἢ λόγος καὶ τῆς τῶν δεσποτῶν πρὸς αὐτοὺς συμπαθείας ἢ ἀντιπαθείας ἐκ τοῦ κακοδαιμονοῦντος ζῳδίου λαμβάνεται καὶ τῆς τῶν ἐπι- θεωρούντων τὸν τόπον ἀστέρων κατά τε τὴν γένεσιν αὐτὴν καὶ κατὰ τὰς ἐπεμβάσεις ἢ διαμετρήσεις φυσικῆς ἐπιτηδειότητος καὶ μάλιστα, ὅταν οἱ τοῦ δωδεκατημορίου κυριεύσαντες ἤτοι συμφώνως τοῖς αὐθεντικοῖς τόποις τῆς γενέσεως ἢ ἐναντίως ποιῶνται τοὺς συσχηματισμούς.

  34. 4.8.1.1

    Ὁ δὲ περὶ ξενιτείας τόπος καταλαμβάνεται διὰ τῆς τῶν φώτων πρὸς τὰ κέντρα στάσεως, ἀμφοτέρων μέν, μάλιστα δὲ τῆς σελήνης· δύνουσα γὰρ ἢ ἀποκεκλικυῖα τῶν κέντρων ξενιτείας καὶ τόπων μεταβολὰς ποιεῖ, δύναται δὲ τὸ παραπλήσιον ἐνίοτε καὶ ὁ τοῦ Ἄρεως ἤτοι δύνων καὶ αὐτὸς ἢ ἀποκεκλικὼς τοῦ κατὰ κορυφήν, ὅταν τοῖς φωσὶ διάμετρον ἢ τετράγωνον ἔχῃ στάσιν.

  35. 4.8.2.1

    ἐὰν δὲ καὶ ὁ κλῆρος τῆς τύχης ἐν τοῖς ποιοῦσι τὴν ἀποδημίαν ζῳδίοις ἐκπέσῃ, καὶ τοὺς βίους ὅλους καὶ τὰς ἀναστροφὰς καὶ τὰς πράξεις ἐπὶ τῆς ξένης ἔχοντες διατελοῦσιν. ἀγαθοποιῶν μὲν οὗν ἐπιθεωρούντων τοὺς εἰρημένους τόπους ἢ ἐπιφερομένων αὐτοῖς ἐνδόξους ἕξουσι καὶ ἐπικερδεῖς τὰς ἐπὶ τῆς ξένης πράξεις καὶ τὰς ἐπανόδους ταχείας καὶ ἀνεμποδίστους, κακοποιῶν δὲἐπιπόνους καὶ ἐπιβλαβεῖς καὶ ἐπικινδύνους καὶ δυσανακομίστους, τῆς συγκρατικῆς ἐπι- σκέψεως πανταχῆ συμπαραλαμβανομένης κατ’ ἐπικράτησιν τῶν τοῖς αὐτοῖς τόποις συσχηματιζομένων, καθάπερ ἐν τοῖς πρώτοις διωρισάμεθα.

  36. 4.8.3.1

    ὡς ἐπίπαν δὲ ἐν μὲν τοῖς τῶν ἑῴων τεταρτημορίων ἀποκλίμασιν ἐκπεσόντων τῶν φώτων εἰς τὰ πρὸς ἀνατολὰς καὶ μεσημβρίαν μέρη τῶν οἰκήσεων τὰς ἀποδημίας γίνεσθαι συμβαίνει, ἐν δὲ τοῖς τῶν λιβικῶν ἢ καὶ ἐν αὐτῷ τῷ δύνοντι εἰς τὰ πρὸς ἄρκτους καὶ δυσμάς· κἂν μὲν μονοειδῆ τύχῃ τὰ τὴν ξενιτείαν ποιήσαντα ζῴδια ἤτοι αὐτὰ οἱ οἰκοδεσποτήσαντες αὐτῶν ἀστέρες, διὰ μακροῦ καὶ κατὰ καιροὺς ποιήσονται τὰς ἀποδημίας, ἐὰν δὲ δίσωμα ἢ δίμορφα, συνεχῶς καὶ ἐπὶ πλεῖστον χρόνον.

  37. 4.8.4.1

    Ζεὺς μὲν οὗν καὶ Ἀφροδίτη κύριοι γενόμενοι τῶν τὴν ξενιτείαν ποιούντων τόπων καὶ φώτων οὐ μόνον ἀκινδύνους ἀλλὰ καὶ θυμήρεις ποιοῦσι τὰς ὁδοιπορίας, ἤτοι γὰρ ὑπὸ τῶν προεστώτων ἐν ταῖς χώραις ἢ διὰ φίλων ἀφορμὰς παραπέμπονται συνεργούσης αὐτοῖς τῆς τε τῶν καταστημάτων εὐαερίας καὶ τῆς τῶν ἐπιτηδείων ἀφθονίας, προσγενομένου δὲ αὐτοῖς καὶ τοῦ τοῦ Ἑρμοῦ πολλάκις καὶ δι’ αὐτῆς τῆς εἰρημένης συντυχίας ὠφέλειαι καὶ προκοπαὶ καὶ δωρεαὶ καὶ τιμαὶ προσγίνονται·

  38. 4.8.5.1

    Κρόνος δὲ καὶ Ἄρης ἐπιλαβόντες τά φῶτα, καὶ μάλιστα ἂν διαμηκίζωσιν ἀλλήλοις, τὰ περιγενόμενα ποιοῦσιν ἄχρηστα καὶ κινδύνοις περικυλίουσι μεγάλοις, ἐν μὲν τοῖς καθύγροις τυχόντες ζῳδίοις διὰ δυσπλοιῶν καὶ ναυαγιῶν ἢ πάλιν δυσοδιῶν καὶ ἐρήμων τόπων, ἐν δὲ τοῖς στερεοῖς διὰ κρημνισμῶν καὶ ἐμβολῶν πνευμάτων, ἐν δὲ τοῖς τροπικοῖς καὶ ἰσημερινοῖς δι’ ἔνδειαν τῶν ἐπιτηδείων καὶ νοσώδεις καταστάσεις, ἐν δὲ τοῖς ἀνθρωποειδέσι διὰ λῃστήρια καὶ ἐπιβουλὰς καὶ συλήσεις, ἐν δὲ τοῖς χερσαίοις διὰ θηρίων ἐφόδους ἢ σεισμούς,

  39. 4.8.6.1

    Ἑρμοῦ δὲ συμπροσόντος διὰ μετέωρα καὶ κατηγορίας ἐπισφαλεῖς, ἔτι δὲ καὶ διὰ τὰς τῶν ἑρπετῶν καὶ τῶν ἄλλων ἰοβόλων πληγάς, παρατηρουμένης ἔτι τῆς μὲν τῶν συμπτωμάτων, ἐάν τε ὠφέλιμα ἐάν τε βλαβερὰ ᾗ, ἰδιοτροπίας ἐκ τῆς περὶ τὸ αἴτιον διαφορᾶς καὶ ἐκ τῆς τῶν αἰτιατικῶν τόπων πράξεως ἢ κτήσεως σώματος ἢ ἀξιώματος κατὰ τὴν ἐξ ἀρχῆς διάθεσιν κυρίας, τῶν δὲ τὰς ἐπισημασίας μάλιστα ποιησόντων καιρῶν ἐκ τῆς πλανωμένων κατὰ χρόνους ἐπεμβάσεων ποιότητος· καὶ ταῦτα μὲν ἡμῖν μέχρι τοσούτου ὑποτετυπώσθω.

  40. 4.9.1.1

    Καταλειπομένης δὲ ἐπὶ πᾶσι τῆς περὶ τὸ ποῖον τῶν θανάτων ἐπισκέψεως προδιαληψόμεθα διὰ τῶν ἐν τοῖς περὶ τῶν χρόνων τῆς ζωῆς ἐφωδευμένων, πότερον κατὰ ἄφεσιν ἀκτῖνος ἡ ἀναίρεσις ἀποτελεσθήσεται ἢ κατὰ τὴν ἐπὶ τὸ δυτικὸν τοῦ ἐπικρατήτορος καταφοράν· εἰ μὲν γὰρ κατὰ ἄφεσιν καὶ ὑπάντησιν ἡ ἀναίρεσις γένοιτο, τὸν τῆς ὑπαντήσεως τόπον εἰς τὴν τοῦ θανάτου ποιότητα προσήκει παρατηρεῖν, εἰ δὲ κατὰ τὴν ἐπὶ τὸ δῦνον καταφοράν, αὐτὸν τὸν δυτικὸν τόπον.

  41. 4.9.2.1

    ὁποῖοι γὰρ ἂν ὦσιν ἤτοι οἱ ἐπόντες τοῖς εἰρημένοις τόποις ἤ, ἐὰν μὴ ἐπῶσιν, οἱ πρῶτοι τῶν ἄλλων αὐτοῖς ἐπιφερόμενοι, τοιούτους καὶ τοὺς θανάτους ἔσεσθαι διαληπτέον, συλλαμβανομένων ταῖς φύσεσιν αὐτῶν πρὸς τὸ ποικίλον τῶν συμπτωμάτων τῶν τε συσχηματιζομένων ἀστέρων καὶ τῆς αὐτῶν τῶν εἰρημένων ἀναιρετικῶν τόπων ἰδιοτροπίας ζῳδιακῶς τε καὶ κατὰ τὴν τῶν ὁρίων φύσιν.

  42. 4.9.3.1

    ὁ μὲν οὖν τοῦ Κρόνου τὴν κυρίαν τοῦ θανάτου λαβὼν ποιεῖ τὰ τέλη διὰ νόσων πολυχρονίων καὶ φθίσεων καὶ ῥευματισμῶν καὶ συντήξεων καὶ ῥιγοπυρέτων καὶ σπληνικῶν καὶ ὑδροπικῶν καὶ κοιλιακῶν καὶ ὑστερικῶν διαθέσεων, καὶ ὅσαι κατὰ πλεονασμὸν τοῦ ψυχροῦ συνίστανται·

  43. 4.9.4.1

    ὁ δὲ τοῦ Διὸς ποιεῖ τοὺς θανάτους ἀπὸ συνάγχης καὶ περιπνευμονίας καὶ ἀποπληξίας καὶ σπασμῶν καὶ κεφαλαλγίας καὶ τῶν καρδιακῶν διαθέσεων, καὶ ὅσαι κατὰ πνεύματος ἀμετρίαν ἢ δυσωδίαν ἐπισυμπίπτουσιν·

  44. 4.9.5.1

    ὁ δὲ τοῦ Ἄρεως ἀπὸ πυρετῶν συνεχῶν καὶ ἡμιτριταϊκῶν καὶ αἰφνιδίων πληγῶν καὶ νεφριτικῶν καὶ αἱμοπτυϊκῶν διαθέσεων καὶ αἱμορραγιῶν καὶ ἐκτρωσμῶν καὶ τοκετῶν καὶ ἐρυσιπελάτων καὶ ὀλέθρων, καὶ ὅσα τῶν νοσημάτων κατ’ ἐκπύρωσιν καὶ ἀμετρίαν τοῦ θερμοῦ τοὺς θανάτους ἐπιφέρει·

  45. 4.9.6.1

    ὁ δὲ τῆς Ἀφροδίτης διὰ στομαχικῶν καὶ ἡπατικῶν καὶ λειχήνων καὶ δυσεντερικῶν διαθέσεων ποιεῖ τοὺς θανάτους, ἔτι δὲ καὶ διὰ νομῶν καὶ συρίγγων καὶ φαρμάκων δόσεων, καὶ ὅσα τοῦ ὑγροῦ πλεονάσαντος ἢ φθαρέντος ἀποτελεῖται συμπτώματα·

  46. 4.9.7.1

    ὁ δὲ τοῦ Ἑρμοῦ, διὰ μανιῶν καὶ ἐκστάσεων καὶ μελαγχολιῶν καὶ πτωματισμῶν καὶ ἐπιλήψεων καὶ βηχικῶν καὶ ἀναφορικῶν νοσημάτων, καὶ ὅσα τοῦ ξηροῦ πλεονάσαντος ἢ φθαρέντος συνίσταται.

  47. 4.9.8.1

    ἰδίοις μὲν οὗν τελευτῶσι θανάτοις οἱ κατὰ τὸν εἰρημένον τρόπον μεταστάντες τοῦ ζῆν, ὅταν οἱ τὴν κυρίαν τοῦ θανάτου λαβόντες ἐπὶ τῆς ἰδίας ἢ τῆς οἰκείας φυσικῆς ἰδιοτροπίας τύχωσιν ὄντες ὑπὸ μηδενὸς καθυπερτερηθέντες τῶν κακῶσαι καὶ ἐπισφαλέστερον ποιῆσαι τὸ τέλος δυναμένων, βιαίοις δὲ καὶ ἐπισήμοις,

  48. 4.9.9.1

    ὅταν ἀμφότεροι κυριεύσωσιν οἱ κακοποιοὶ τῶν ἀναιρετικῶν τόπων ἤτοι συνόντες ἢ τετραγωνίζοντες ἢ διαμηκίζοντες, ἢ ὁπότερος αὐτῶν ἢ καὶ ἀμφότεροι τὸν ἥλιον ἢ καὶ τὴν σελήνην ἢ καὶ ἀμφότερα τά φῶτα καταλάβωσι, τῆς μὲν τοῦ θανάτου κακώσεως ἀπὸ τῆς αὐτῶν συνελεύσεως συνισταμένης, τοῦ δὲ μεγέθους ἀπὸ τῆς τῶν φώτων ἐπιμαρτυρήσεως, τῆς δὲ ποιότητος πάλιν ἀπὸ τῆς τῶν λοιπῶν ἀστέρων συνεπιθεωρήσεως καὶ τῶν τοὺς κακοποιούς περιεχόντων ζῳδίων.

  49. 4.9.10.1

    ὁ μὲν γὰρ τοῦ Κρόνου τὸν ἥλιον παρὰ τὴν αἵρεσιν τετραγωνίσας ἢ διαμηκίσας έν μὲν τοῖς στερεοῖς ποιεῖ τοὺς κατὰ θλίψιν ὄχλων ἢ ἀγχόναις ἢ στραγγαλιαῖς ἀπολλυμένους, ὁμοίως δέ, κἂν δύνῃ τῆς σελήνης ἐπιφερομένης, ἐν δὲ τοῖς θηριώδεσι τόποις ἢ ζῳδίοις ὑπὸ θηρίων διαφθειρομένους, κἂν ὁ τοῦ Διὸς ἐπιμαρτυρήσῃ κεκακωμένος καὶ αὐτός, ἐν δημοσίοις τόποις ἢ ἐπισήμοις ἡμέραις θηριομαχοῦντας, ἀνθωροσκοπήσας - δὲ ὁποτέρῳ τῶν φώτων ἐν εἱρκταῖς ἀπολλυμένους, τῷ δὲ τοῦ Ἑρμοῦ συσχηματισθείς, καὶ μάλιστα περὶ τοὺς ἐν τῇ σφαίρᾳ ὅφεις ἢ τὰ χερσαῖα τῶν ζῳδίων, ἀπὸ δακετῶν ἰοβόλων ἀποθνησκοντας,

  50. 4.9.11.1

    Ἀφροδίτης δὲ αὐτοῖς προσγενομένης ὑπὸ φαρμακειῶν καὶ γυναικείων ἐπιβουλῶν, ἐν Παρθένῳ δὲ καὶ Ἰχθύσιν ἢ τοῖς καθύγροις ζῳδίοις τῆς σελήνης συσχηματισθείσης ὑποβρυχίους καὶ ἐν ὕδασιν ἀποπνιγομένους, περὶ δὲ τὴν Ἀργὼ καὶ ναυαγίοις περιπίπτοντας, ἐν δὲ τοῖς τροπικοῖς ἢ τετραπόδοις ἡλίῳ συνὼν ἢ διαμηκίσας ἢ ἀντὶ τοὺ ἡλίου τῷ τοῦ Ἄρεως ὑπὸ συμπτώσεων καταλαμβανομένους, ἐὰν δὲ καὶ μεσουρανῶσιν ἢ ἀντιμεσουρανῶσιν, ἀπὸ ὕψους κατακρημνιζομένους.

  51. 4.9.12.1

    ὁ δὲ τοῦ Ἄρεως τῷ ἡλίῳ παρ’ αἵρεσιν ἢ τῇ σελήνῃ τετράγωνος ἢ διάμετρος σταθεὶς ἐν μὲν τοῖς ἀνθρωποειδέσι ζῳδίοις έν στάσεσιν ἐμφυλίοις ἢ ὑπὸ πολεμίων ποιεῖ σφαζομένους ἢ αὐτόχειρας ἑαυτῶν γινομένους, διὰ γυναῖκας δὲ ἢ γυναικῶν φονέας, ἐπὰν καὶ ὁ τῆς Ἀφροδίτης αὐτοῖς μαρτυρήσῃ· κἂν ὁ τοῦ Ἑρμοῦ δὲ τούτοις συσχηματισθῇ ὑπὸ πειρατῶν ἢ λῃστηρίων ἢ κακούρ- γων ἀπολλυμένους, ἐπὶ δὲ τῶν μελεοκοπουμένων καὶ ἀτελῶν ζῳδίων ἢ κατὰ τὸ Γοργόνιον τοῦ Περσέως ἀποκεφαλιζομένους ἢ μελεοκοπουμένους, ἐν δὲ Σκορπίῳ καὶ Ταύρῳ καύσεσιν ἢ τομαῖς ἢ ἀποτομαῖς ἰατρῶν καὶ σπασμοῖς ἀποθνῄσκοντας,

  52. 4.9.13.1

    ἐπὶ δὲ τοῦ μεσουρανήματος ἢ ἀντιμεσουρανήματος σταυροῖς ἀνορθουμένους, καὶ μάλιστα περὶ τὸν Κηφέα καὶ τὴν Ἀνδρομέδαν, ἐπὶ δὲ τοῦ δύνοντος ἢ ἀνθωροσκοποῦντος ζῶντας καιουμένους, ἐν δὲ τοῖς τετραπόδοις ἀπὸ συμπτώσεων καὶ συνθραύσεων ἢ συρμάτων ἀποθνῄσκοντας.

  53. 4.9.14.1

    τοῦ δὲ τοῦ Διὸς καὶ τούτῳ μαρτυρήσαντος καὶ συγκακωθέντος ἐπισήμοις πάλιν ἀπόλλυνται κατακρίσεσι καὶ χόλοις ἡγεμόνων ἢ βασιλέων· συγγενόμενοι δὲ ἀλλήλοις οἱ κακοποιοὶ καὶ οὕτως διαμηκίσαντες ἐπί τινος τῶν εἰρημένων αἰτιατικῶν διαθέσεων συνεργοῦσιν ἔτι μᾶλλον πρὸς τὴν τοῦ θανάτου κάκωσιν τῆς κατὰ τὸ ποῖον κυρίας περὶ τὸν αὐτοῦ τοῦ ἀναιρετι- κοῦ τόπου τυχόντα γινομένης ἢ καὶ πολλῶν τῶν θανατικῶν συμπτωμάτων ἢ δισσῶν ἤτοι κατὰ τὸ ποῖον ἢ κατὰ τὸ πόσον ἀποτελουμένων,

  54. 4.9.15.1

    ὅταν ἀμφότεροι λόγον ἔχωσι πρὸς τοὺς ἀναιρετικοὺς τόπους. οἱ τοιοῦτοι δὲ καὶ ταφῆς ἄμοιροι καταλείπονται, δαπανῶνται δὲ ὑπὸ θηρίων ἢ οἰωνῶν, ὅταν περὶ τά ὁμοειδῆ τῶν ζῳδίων οἱ κακοποιοὶ τύχωσι μηδενὸς τῶν ἀγαθοποιῶν τῷ ὑπὸ γῆν ἢ τοῖς ἀναιρετικοῖς τόποις μαρτυρήσαντος. ἐπὶ ξένης δὲ οἱ θάνατοι, γίνονται τῶν τοὺς ἀναιρετικοὺς τόπους κατασχόντων ἀστέρων έν τοῖς ἀποκλίμασιν ἐκπεσόντων, μάλισθ’ ὅταν καὶ ἡ σελήνη παροῦσα ἢ τετραγωνίζουσα ἢ διαμηκίζουσα τύχῃ τοὺς εἰρημένους τόπους.

  55. 4.10.1.1

    Ἐφωδευμένου δὲ ἡμῖν κεφαλαιωδῶς τοῦ τύπου τῆς καθ’ ἕκαστον εἶδος ἐπισκέψεως μέχρι μόνον αὐτῶν, ὥσπερ έν ἀρχῇ προεθέμεθα, τῶν καθ’ ὅλα μέρη λαμβανομένων πραγματειῶν λοιπὸν ἂν εἴη προσθεῖναι κατὰ τὸν αὐτὸν τρόπον, ὅσα καὶ περὶ τὰς τῶν χρόνων διαιρέσεις ὀφείλει θεωρηθῆναι φυσικῶς καὶ ἀκολούθως ταῖς ἐπὶ μέρους ἐκτεθειμέναις πραγματείαις.

  56. 4.10.2.1

    ὥσπερ τοίνυν καὶ ἐπὶ πάντων ἁπλῶς τῶν γενεθλιαλογικῶν τόπων προυφέστηκέ τις τῶν ἐπὶ μέρους εἱμαρμένη μείζων, ἡ τῆς τῶν χωρῶν αὐτῶν, ᾗ τὰ καθ’ ἕκαστον ὁλοσχερῶς θεωρούμενα περὶ τὰς γενέσεις ὑποπίπτειν πέφυκεν, ὡς τά τε περὶ τὰς τῶν σωμάτων μορφὰς καὶ τὰς τῶν ψυχῶν ἰδιοτροπίας καὶ τὰς τῶν ἐθῶν καὶ νομίμων ἐναλλαγάς,

  57. 4.10.3.1

    καὶ δεῖ τὸν φυσικῶς ἐπισκεπτόμενον ἀεὶ τῆς πρώτης καὶ κυριωτέρας αἰτίας κρατεῖν, ὅπως μὴ κατὰ τὸ τῶν γενέσεων παρόμοιον λάθῃ ποτὲ τὸν μὲν έν Αἰθιοπίᾳ γεννώμενον φέρε εἰπεῖν λευκόχρουν ἢ τετανὸν τὰς τρίχας εἰπών, τὸν δὲ Γερμανὸν τὸν Γαλάτην μελάγχροα ἢ οὐλοκέφαλον, ἢ τούτους μὲν ἡμέρους τοῖς ἤθεσιν καὶ φιλολόγους ἢ φιλοθεωρούς, τοὺς δὲ ἐν τῇ Ἑλλάδι τὰς ψυχὰς ἀγρίους καὶ τὸν λόγον ἀπαιδεύτους, ἢ πάλιν κατὰ τὸ τῶν ἐθῶν καὶ νομίμων ἴδιον ἐπὶ τῶν συμβιώσεων λόγου χάριν τῷ μὲν Ἰταλῷ τὸ γένος ἀδελφικὸν γάμον προθέμενος, δέον τῷ Αἰγυπτίῳ, τούτῳ δὲ μητρικόν, δέον τῷ Πέρσῃ, καὶ ὅλως προδιαλαμβάνειν τὰς καθόλου τῆς εἱμαρμένης περιστάσεις, εἶτα τὰς κατὰ μέρος πρὸς τὸ μᾶλλον ἢ ἧττον ἐφαρμόζειν·

  58. 4.10.4.1

    τὸν αὐτὸν τρόπον καὶ ἐπὶ τῶν χρονικῶν διαιρέσεων τὰς τῶν ἡλικιῶν διαφορὰς καὶ ἐπιτηδειότητας πρὸς ἕκαστα τῶν ἀποτελεσμάτων ἀναγκαῖον προυποτίθεσθαι καὶ σκοπεῖν, ὅπως μὴ κατὰ τὸ κοινὸν καὶ ἁπλοῦν τῶν πρὸς τὴν ἐπίσκεψιν θεωρουμένων συμβατικῶν λάθωμεν αὐτούς ποτε τῷ μὲν βρέφει πρᾶξιν γάμον ἤ τι τῶν τελειοτέρων εἰπόντες, τῷ δὲ πάνυ γέροντι τεκνοποιίαν τι τῶν νεανικωτέρων, ἀλλὰ καθάπαξ τὰ διὰ τῶν ἐφόδων τῶν χρονικῶν θεωρούμενα κατὰ τὸ παρόμοιον καὶ ἐνδεχόμενον τῶν ταῖς ἡλικίαις συμφύλων ἐφαρμόζωμεν·

  59. 4.10.5.1

    ἔστι γὰρ ἐπιβολὴ μία καὶ ἡ αὐτὴ πάντων ἐπὶ τῶν χρονικῶν διαφορῶν τῆς καθόλου φύσεως τῶν ἀνθρώπων ἐχομένη καθ’ ὁμοιότητα καὶ παραβολὴν τῆς τάξεως τῶν ἑπτὰ πλανωμένων ἀρχομένη μὲν ἀπὸ τῆς πρώτης ἡλικίας καὶ τῆς πρώτης ἀφ’ ἡμῶν σφαίρας, τουτέστι τῆς σεληνιακῆς, λήγουσα δὲ ἐπὶ τὴν πυμάτην τῶν ἡλικιῶν καὶ τῶν πλανωμένων σφαιρῶν τὴν ὑστάτην, Κρόνου δὲ προσαγορευομένην, καὶ συμβέβηκεν ὡς ἀληθῶς ἑκάστῃ τῶν ἡλικιῶν τὰ οἰκεῖα τῇ φύ- σει τοῦ παραβεβλημένου τῶν πλανωμένων, ἃ δεήσει παρατηρεῖν, ὅπως τὰ μὲν καθόλου τῶν χρονικῶν ἐντεῦθεν σκοπῶμεν, τὰς δὲ τῶν κατὰ μέρος διαφορὰς ἀπὸ τῶν ἐν ταῖς γενέσεσιν εὑρισκομένων ἰδιωμάτων.

  60. 4.10.6.1

    μέχρι μὲν γὰρ τῶν πρώτων σχεδόν που τεσσάρων ἐτῶν κατὰ τὸν οἰκεῖον ἀριθμὸν τῆς τετραετηρίδος τὴν τοῦ βρέφους ἡλικίαν ἡ σελήνη λαχοῦσα τήν τε ὑγρότητα καὶ ἀπηξίαν τοῦ σώματος καὶ τὸ τῆς αὐξήσεως ὀξὺ καὶ τὸ τῶν τροφῶν ὡς ἐπίπαν ὑδατῶδες καὶ τὸ τῆς ἕξεως εὐμετάβολον καὶ τὸ τῆς ψυχῆς ἀτελὲς καὶ ἀδιάρθρωτον ἀπειργάσατο τοῖς περὶ τὸ ποιητικὸν αὐτῆς συμβεβηκόσιν οἰκείως.

  61. 4.10.7.1

    ἐπὶ δὲ τὴν ἑξῆς δεκαετίαν τὴν παιδικὴν ἡλικίαν δεύτερος καὶ δευτέραν λαχὼν ὁ τοῦ Ἑρμοῦ ἀστὴρ τοῦ καθ’ ἥμισυ μέρους τοῦ τῆς εἰκοσαετηρίδος ἀριθμοῦ, τότε διανοητικὸν καὶ λογικὸν τῆς ψυχῆς ἄρχεται διαρθροῦν ὥσπερ καὶ διαπλάττειν καὶ μαθημάτων ἐντιθέναι σπέρματά τινα καὶ στοιχεῖα, τῶν τε ἠθῶν καὶ τῶν ἐπιτηδειοτήτων τὰς ἰδιοτροπίας διδασκαλίαις ἤδη καὶ παιδαγωγίαις καὶ τοῖς πρώτοις γυμνασίοις ἐγείρων τὰς ψυχάς.

  62. 4.10.8.1

    ὁ δὲ τῆς Ἀφροδίτης τὴν μειρακιώδη καὶ τρίτην ἡλικίαν παραλαβὼν ἐπὶ τὴν ἑξῆς ὀκταετίαν κατὰ τὸν ἴσον ἀριθμὸν τῆς ἰδίας περιόδου, κίνησιν εἰκότως τῶν σπερματικῶν πόρων ἐμποιεῖν ἄρχεται κατὰ τὴν πλήρωσιν αὐτῶν καὶ ὁρμὴν ἐπὶ τὴν τῶν ἀφροδισίων συνέλευσιν, ὅτε μάλιστα λύσσα τις ἐγγίνεται ταῖς ψυχαῖς καὶ ἀκρασία καὶ πρὸς τὰ τυχόντα τῶν ἀφροδισίων ἔρως καὶ φλεγμονῆς ἀπάτη καὶ τοῦ προπετοῦς ἀβλεψία.

  63. 4.10.9.1

    τὴν δὲ τετάρτην καὶ τάξει μέσην ἡλικίαν τὴν νεανικὴν λαβὼν ὁ τῆς μέσης σφαίρας κύριος ἥλιος ἐπὶ τὰ τῆς ἐννεακαιδεκαετηρίδος ἔτη τὸ οἰκοδεσποτικὸν ἤδη καὶ αὐθεντικὸν τῶν πράξεων ἐμποιεῖ τῇ ψυχῇ

  64. 4.10.10.1

    βίου τε καὶ δόξης καὶ καταστάσεως ἐπιθυμίαν καὶ μετάβασιν ἀπὸ τῶν παιγνιωδῶν καὶ ἀνεπιστάτων ἁμαρτημάτων ἐπὶ τὸ προσεκτικὸν καὶ αἰδημονικὸν καὶ φιλότιμον.

  65. 4.10.10.2

    μετὰ δὲ τὸν ἥλιον ὁ τοῦ Ἄρεως πέμπτος ἐπιλαβὼν τὸ τῆς ἡλικίας ἀνδρῶδες ἐπὶ τὰ ἴσα τῆς ἰδίας περιόδου πεντεκαίδεκα ἔτη τὸ αὐστηρὸν καὶ κακόπαθον εἰσάγει τοῦ βίου, μερίμνας τε καὶ σκυλμοὺς ἐμποιεῖ τῇ ψύχῃ καὶ τῷ σώματι, καθάπερ αἴσθησίν τινα ἤδη καὶ ἔννοιαν ἐνδιδοὺς τῆς παρακμῆς καὶ ἐπιστρέφων πρὸς τὸ πρὶν ἐγγὺς ἐλθεῖν τοῦ τέλους ἀνύσαι τι λόγου ἄξιον μετὰ πόνου τῶν μεταχειριζομένων.

  66. 4.10.11.1

    ἕκτος δὲ ὁ τοῦ Διὸς τὴν πρεσβυτικὴν ἡλικίαν λαχὼν ἐπὶ τὴν τῆς ἰδίας περιόδου πάλιν δωδεκαετίαν τὸ μὲν αὐτουργὸν καὶ ἐπίπονον καὶ ταραχῶδες καὶ παρακεκινδυνευμένον τῶν πράξεων ἀποστρέφεσθαι ποιεῖ, τὸ δὲ εὔσχημον καὶ προνοητικὸν καὶ ἀνακεχωρηκός, ἔτι δὲ ἐπιλογιστικὸν πάντων καὶ νουθετικὸν καὶ παραμυθητικὸν ἀντεισάγει τιμῆς τότε μάλιστα καὶ ἐπαίνου καὶ ἐλευθεριότητος ἀντιποιεῖσθαι παρασκευάζων μετ’ αἰδοῦς καὶ σεμνοπρεπείας.

  67. 4.10.12.1

    τελευταῖος δὲ ὁ τοῦ Κρόνου τὴν ἐσχάτην καὶ γεροντικὴν ἡλικίαν ἐκληρώθη μέχρι τῶν ἐπιλοίπων τῆς ζωῆς χρόνων καταψυχομένων ἤδη καὶ ἐμποδιζομένων τῶν τε σωματικῶν καὶ τῶν ψυχικῶν κινήσεων ἐν ταῖς ὁρμαῖς καὶ ἀπολαύσεσι καὶ ἐπιθυμίαις καὶ ταχείας τῆς ἐπὶ τὴν φύσιν παρακμῆς ἐπιγινομένης τῷ βίω κατεσκληκότι καὶ ἀθύμῳ καὶ ἀσθενικῷ καὶ εὐπροσκόπῳ καὶ πρὸς πάντα δυσαρέστῳ κατὰ τὸ οἰκεῖον τῆς τῶν κινήσεων νωχελίας.

  68. 4.10.13.1

    αἱ μὲν οὖν κατὰ τὸ κοινὸν καὶ καθόλου τῆς φύσεως θεωρούμεναι τῶν χρόνων ἰδιοτροπίαι τοῦτον τὸν τρόπον προυποτετυπώσθωσαν, τῶν δὲ ἐπὶ μέρους κατὰ τὸ τῶν γενέσεων ἴδιον ὀφειλουσῶν λαμβάνεσθαι τὰς μὲν κατὰ τὸ προυποτιθέμενον πάλιν καὶ ὁλοσχερέστερον ἀπὸ τῶν κυριωτάτων ἀφέσεων ποιησόμεθα, πασῶν μέντοι καὶ οὐκ ἀπὸ μιᾶς ὥσπερ ἐπὶ τῶν τῆς ζωῆς χρόνων,

  69. 4.10.14.1

    ἀλλὰ τὴν μὲν ἀπὸ τοῦ ὡροσκόπου πρὸς τὰ σωματικὰ τῶν συμπτωμάτων καὶ τὰς ξενιτείας, τὴν δὲ ἀπὸ τοῦ κλήρου τῆς τύχης πρὸς τὰ τῆς κτήσεως, τὴν δὲ ἀπὸ τῆς σελήνης πρὸς τὰ τῆς ψυχῆς πάθη καὶ τὰς συμβιώσεις, τὴν δὲ ἀπὸ τοῦ ἡλίου πρὸς τὰ κατ’ ἀξίαν καὶ δόξαν, τὴν δὲ ἀπὸ τοῦ μεσουρανήματος πρὸς τὰς λοιπὰς καὶ κατὰ μέρος τοῦ βιοῦ διαγωγάς, οἷον πράξεις, φιλίας, τεκνοποιίας·

  70. 4.10.15.1

    οὕτω γὸ(??) ἂν ἐν τοῖς αὐτοῖς καιροῖς οὐχ εἷς ἔσται ἤτοι ἀγαθοποιὸς ἢ κακοποιὸς κύριος αὐτῶν πολλῶν ὡς ἐπὶ τὸ πολὺ συμβαινόντων ὑπὸ τοὺς αὐτοὺς χρόνους ἐναντίων συμπτωμάτων, ὡς ὅταν τις ἀποβαλὼν πρόσωπον οἰκεῖον λάβῃ κληρονομίαν ἢ νόσῳ καταληφθεὶς κατὰ τὸ αὐτὸ καὶ τύχῃ τινὸς ἀξίας καὶ προκοπῆς ἢ ἐν ἀπραγίᾳ τυγχάνων τέκνων γένηται πατήρ, καὶ ὅσα τοιαῦτα συμβαίνειν εἴωθεν·

  71. 4.10.16.1

    οὐ γὰρ τὸ αὐτὸ σώματος καὶ ψυχῆς καὶ κτήματος καὶ ἀξιώματος καὶ τῶν συμβαινόντων ἀγαθῶν ἢ κακῶν, ὡς ἐξ ἀνάγκης ἐν ἅπασι τούτοις εὐτυχεῖν τινα ἢ πάλιν ἀτυχεῖν, ἀλλὰ συμβαίνειν μὲν ἂν ἴσως καὶ τὸ τοιοῦτον ἐπὶ τῶν τέλεον εὐδαιμονιζομένων ἢ ταλανιζομένων καιρῶν, ὅταν ἐν ἁπάσαις ἢ ταῖς πλείσταις ἀφέσεσι συνδράμωσιν ὑπαντήσεις ἀγαθοποιῶν πάντων ἢ πάλιν κακοποιῶν, σπανίως δὲ διὰ τὸ τῆς ἀνθρωπίνης φύσεως, ἀτελὲς μὲν πρὸς ἑκατέραν τῶν ἀκροτήτων, εὐκατάφορον δὲ πρὸς τὴν ἐκ τῆς ἐναλλαγῆς τῶν ἀγαθῶν καὶ κακῶν συμμετρίαν.

  72. 4.10.17.1

    τοὺς μὲν οὖν ἀφετικοὺς τόπους κατὰ τὸν εἰρημένον τρόπον διακρινοῦμεν, τοὺς δὲ ἐν ταῖς ἀφέσεσιν ὑπαντῶντας οὐ μόνον πάλιν τοὺς ἀναιρετὰς ὥσπερ ἐπὶ τῶν τῆς ζωῆς χρόνων, ἀλλὰ πάντας ἁπλῶς παραληπτέον, καὶ ὁμοίως οὐ τοὺς σωματικῶς μόνον ἢ κατὰ διάμετρον τετράγωνον στάσιν συναντῶντας, ἀλλὰ καί τοὺς κατὰ τρίγωνον καὶ ἑξάγωνον σχηματισμόν.

  73. 4.10.18.1

    καὶ πρῶτον μὲν δοτέον τοὺς χρόνους καθ᾿ ἑκάστην ἄφεσιν τῷ κατ’ αὐτῆς τῆς ἀφετικῆς μοίρας τυχόντι ἢ συσχηματισθέντι, ἐὰν δὲ μὴ οὕτως ἔχῃ, τῷ τὴν ἔγγιστα προήγησιν ἐπιλαβόντι μέχρι τοῦ τὴν ἑξῆς εἰς τὰ ἑπόμενα μοῖραν ἐπιθεωρήσαντος, εἶτα τούτῳ μέχρι τοῦ ἑξῆς καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως παραλαμ βανομένων μένων εἰς οἰκοδεσποτείαν καὶ τῶν τὰ ὅρια ἐπεχόντων ἀστέρων.

  74. 4.10.19.1

    δοτέον δὲ πάλιν ταῖς τῶν διαστάσεων μοίραις ἔτη κατὰ μὲν τὴν τοῦ ὡροσκόπου ἄφεσιν ἰσάριθμα τοῖς τοῦ οἰκείου κλίματος χρόνοις ἀναφορικοῖς, κατὰ δὲ τὴν ἀπὸ τοῦ μεσουρανήματος ἰσάριθμον τοῖς χρόνοις τῶν μεσουρανήσεων, κατὰ δὲ τὰς ἀπὸ λοιπῶν ἀνάλογον τῷ πρὸς τὰ κέντρα συνεγγισμῷ τῶν ἀναφορῶν ἢ καταφορῶν ἢ συμμεσουρανήσεων, καθάπερ καὶ ἐπὶ τῶν τῆς ζωῆς χρόνων διωρισάμεθα.

  75. 4.10.20.1

    τοὺς μὲν οὖν καθολικοὺς χρονοκράτορας ληψόμεθα τὸν εἰρημένον τρόπον, τοὺς δ’ ἐνιαυσίους ἐκβάλλοντες τὸ πλῆθος τῶν ἀπὸ τῆς γενέσεως ἐτῶν ἀφ’ ἑκάστου τῶν ἀφετικῶν τόπων εἰς τὰ ἑπόμενα κατὰ ζῴδιον ἓν καὶ τοῦ συντελειουμένου ζῳδίου τὸν οἰκοδεσπότην συμπαραλαμβάνοντες, τὸ δ’ αὐτὸ καὶ ἐπὶ τῶν μηνῶν ποιήσομεν ἐκβάλλοντες πάλιν καὶ τούτων τὸ ἀπὸ τοῦ γενεθλιακοῦ μηνὸς πλῆθος ἀπὸ τῶν τὴν κυρίαν τοῦ ἔτους λαβόντων τόπων, κατὰ ζῴδιον μέντοι ἡμέρας εἴκοσι ὀκτώ, ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἡμερῶν· τὰς γάρ ἀπὸ τῆς γενεθλιακῆς ἡμέρας ἐκβαλοῦμεν ἀπὸ τῶν μηνιαίων τόπων κατὰ ζῴδιον ἡμέρας δύο τρίτον.

  76. 4.10.21.1

    προσεκτέον δὲ καὶ ταῖς ἐπεμβάσεσι ταῖς πρὸς τοὺς τῶν χρόνων τόπους γινομέναις ὡς οὐ τὰ τυχόντα καὶ αὐταῖς συλλαμβανομέναις πρὸς τά τῶν καιρῶν ἀποτελέσματα, καὶ μάλιστα ταῖς μὲν τοῦ Κρόνου πρὸς τοὺς καθολικοὺς τῶν χρόνων τόπους, ταῖς δὲ τοῦ Διὸς πρὸς τοὺς τῶν ἐνιαυσιαίων, ταῖς δὲ τοῦ ἡλίου καὶ ταῖς τοῦ Ἄρεως καὶ Ἀφροδίτης καὶ Ἑρμοῦ πρὸς τοὺς τῶν μηνιαίων, ταῖς δὲ τῆς σελήνης παρόδοις πρὸς τοὺς τῶν ἡμερησίων,

  77. 4.10.22.1

    καὶ ὡς τῶν μὲν καθολικῶν χρονοκρατόρων κυριωτέρων ὄντων πρὸς τὴν τοῦ ἀποτελέσματος τελείωσιν, τῶν δὲ ἐπὶ μέρους συνεργούντων ἢ ἀποσυνεργούντων κατὰ τὸ οἰκεῖον ἢ ἀνοίκειον τῶν φύσεων, τῶν δὲ ἐπεμβάσεων τὰς ἐπιτάσεις καὶ τὰς ἀνέσεις τῶν συμπτωμάτων ἀπεργαζομένων·

  78. 4.10.23.1

    τὸ μὲν γὰρ καθόλου τῆς ποιότητος ἴδιον καὶ τὴν τοῦ χρόνου παράτασιν ὅ τε τῆς ἀφέσεως τόπος καὶ ὁ τῶν καθολικῶν χρόνων κύριος μετὰ τοῦ τῶν ὁρίων διασημαίνει διὰ τὸ συνοικειοῦσθαι τῶν ἀστέρων ἕκαστον ἐπ’ αὐτοῖς τοῖς τῆς γενέσεως τόποις, ὧν ἂν ἀπ’ ἀρχῆς ἔτυχον λαβόντες τὴν οἰκοδεσποτείαν, τὸ δέ, πότερον ἀγαθὸν ἢ τοὐναντίον ἔσται τὸ σύμπτωμα, καταλαμβάνεται διὰ τῆς τῶν χρονοκρατόρων φυσικῆς τε καὶ, συγκρατικῆς ἰδιοτροπίας εὐποιητι- κῆς ἢ κακωτικῆς καὶ τῆς ἀπ’ ἀρχῆς πρὸς τὸν ἐπικρατούμενον μενον τόπον συνοικειώσεως ἢ ἀντιπαθείας, τὸ δέ,

  79. 4.10.24.1

    ἐν ποίοις χρόνοις μᾶλλον ἐπισημανθήσεται τὸ ἀποτέλεσμα, δείκνυται διὰ τῶν τῶν ἐνιαυσίων καὶ μηνιαίων ζῳδίων . πρὸς τοὺς αἰτιατικοὺς τόπους συσχηματισμῶν καὶ τῶν κατὰ τὰς ἐπεμβάσεις τῶν ἀστέρων καὶ τὰς φάσεις ἡλίου καὶ σελήνης πρὸς τὰ ἐνιαύσια καὶ μηνιαῖα τῶν ζῳδίων·

  80. 4.10.25.1

    οἰ μὲν γὰρ συμφώνως ἔχοντες πρὸς τοὺς διατιθεμένους τόπους ἀπὸ τῆς έν τῇ γενέσει καταρχῆς καὶ κατὰ τὰς ἐπεμβάσεις συμφώνως αὐτοῖς συσχηματισθέντες ἀγαθῶν εἱσι περὶ τὸ ὑποκείμενον εἶδος ἀπεργαστικαί, καθάπερ, ἐὰν ἐναντιωθῶσι, φαύλων, οἱ δὲ ἀσυμφώνως καὶ παρ’ αἵρεσιν διαμηκίσαντες μὲν ἢ τετραγωνίσαντες ταῖς παρ- όδοις, κακῶν εἰσιν παραίτιοι, κατὰ δὲ τοὺς ἄλλους σχη- ματισμοὺς οὐκέτι.

  81. 4.10.26.1

    κᾶν οἱ αὐτοὶ καὶ τῶν χρόνων καὶ τῶν, ἐπεμβάσεων κυριεύσωσιν ἀστέρες, ὑπερβάλλουσα καὶ ἄκρατος γίνεται ἡ τοῦ ἀποτελέσματος φύσις, ἐάν τε ἐπὶ τὸ ἀγαθὸν ἐάν τε ἐπὶ τὸ φαῦλον ῥέπῃ, πολὺ δὲ πλεῖον, ἐὰν μὴ μόνον διὰ τὸ χρονοκράτορας εἶναι κυριεύσωσι τοῦ τῆς αἰτίας εἴδους, ἀλλὰ καὶ διὰ τὸ κατ’ αὐτὴν τὴν ἀρχὴν τῆς γενέσεως τὴν οἰκοδεσποτείαν αὐτοῦ τετυχηκέ- ναι. κατὰ πάντα δὲ ὁμοῦ δυστυχοῦσιν ἢ εὐτυχοῦσιν, ὅταν ’ἤτοιι τόπος εἷς καὶ ὁ αὐτὸς ὑπὸ πασῶν ἢ τῶν πλείστων ἀφέσεων τύχῃ καταληφθείς, ἢ τούτων διαφόρων οὐσῶν oi αὐτοὶ χρόνοι πάσας ἢ τὰς πλείστας ὑπαντήσεις ὁμοίως ἀγαθοποιοὺς ἢ κακοποιοὺς τύχωσιν ἐσχηκότες.

  82. 4.10.27.1

    ὁ μὲν οὖν τύπος, τῆς τῶν καιρῶν ἐπισκέψεως τοσοῦτός τις ἂν εἴη. τὰ δὲ εἴδη τῶν ἀποτελεσμάτων τῶν συμβαινόντων κατὰ χρόνους συνάπτειν ἐνταῦθα κατὰ διέξοδον παραλείψομεν, δι’ ὃν ἔφην σκοπὸν ἐξ ἀρχῆς, ὅτι τῶν ἀστέρων ἡ ποιητικὴ δύναμις, ἣν ἔχουσιν ἐπὶ τοὺς καθόλου ὁμοίως καὶ ἐν τοῖς μερικοῖς, κατὰ τὸ ἀκόλουθον ἐφαρμόζεσθαι δύναται συναπτομένων εὐστόχως τῆς τε αἰτίας τοῦ μαθηματικοῦ καὶ τῆς αἰτίας τῆς ἐκ τῆς συγκράσεως.

  83. 4.10.27.2

    ADDENDVM

  84. 4.10.27.3

    Ad Claudii Ptolemei operum fragmenta a Ludovico Heiberg collecta (P. opp. 11, 263—270) addendum est: in Aristotelem de Caelo p. 506, 16—21 ed. ἐγκαλεῖ δὲ αὐτοῖς ὁ Πτολεμαῖος καὶ ὡς πολὺ πλῆθος σφαι- ρῶν εἰσάγουσι μόνης ἕνεκα τῆς συναποκαταστάσεως τῶν ἑπτὰ πλανήτων πρὸς τὴν περιφορὰν τῆς ἀπλανοῦς καὶ τὸ λέγειν τὰς περιεχομένας ταῖς περιεχούσαις καὶ τὰς ἐσχάτας ταῖς ὑπὲρ αὐτὰς αἰτίας εἶναι. τῆς συναποκαταστάσεως, καίτοι τῆς φύσεως ἀεὶ τὰ ἀνωτέρω τοῖς κατωτέρω αἴτια ποιούσης τῆς κινήσεως

  85. 4.10.27.4

    Quod fragmentum a Neugebauer et Cherniss nuperrime repertum non ad synt. ΙΧ 2, quem locum Heiberg in apparatu critico affert, sed ad Ὑποθέσεων τῶν πλανωμένων Β΄ arabice tantum nobis traditum, referendum est. (cf. P. opp. II, 118, 20–31)

← Previous — showing 601685 of 685

First Thousand Years of Greek. CTS URN tlg0363.tlg007.1st1K-grc1. Via the Perseus Digital Library / Open Greek and Latin TEI corpora. Licence: Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License. Source.