Ancient Textssearch the texts themselves, not just their titles

← Library

Apotelesmatica (= Tetrabiblos)

First Thousand Years of Greek · First Thousand Years of Greek · 685 sections

  1. 3.2.1.1

    Ἀρχῆς δὲ χρονικῆς ὑπαρχούσης τῶν ἀνθρωπίνων τέξεων φύσει μὲν μὲν κατ’ αὐτὴν τὴν σποράν, δυνάμει δὲ καὶ κατὰ τὸ συμβεβηκὸς τῆς κατὰ τὴν ἀποκύησιν ἐκτροπῆς, ἐπὶ μὲν τῶν ἐγνωκότων τὸν τῆς σπορᾶς καιρὸν ἤτοι συμπτωματικῶς ἢ καὶ παρατηρητικῶς, ἐκείνῳ μᾶλλον προσήκει πρός τε τὰ τοῦ σώματος καὶ τὰ τῆς ψυχῆς ἰδιώματα κατακολουθεῖν, τὸ ποιητικὸν τοῦ,

  2. 3.2.2.1

    κατ’ αὐτὸν τῶν ἀστέρων σχηματισμοῦ διασκεπτομένους· ἅπαξ γὰρ ἐν ἀρχῇ τὸ σπέρμα ποιόν πως γενόμενον ἐκ τῆς τοῦ περιέχοντος διαδόσεως, κἂν διάφορον τοῦτο γίνηται τοὺς ἐφεξῆς τῆς σωματοποιήσεως χρόνους, αὐτὸ τὴν οἱκείαν μόνην ὕλην φυσικῶς προσεπισυγκρίνον ἑαυτῷ κατὰ τὴν αὔξησιν ἔτι μᾶλλον ἐξομοιοῦται τῇ τῆς πρώτης ποιότητος ἰδιοτροπίᾳ·

  3. 3.2.3.1

    ἐπὶ δὲ τῶν μὴ γινωσκόντων, ὅπερ ὡς ἐπίπαν συμβαίνει, τῇ κατὰ τὴν ἐκτροπὴν ἀρχῇ καὶ ταύτῃ προσανέχειν ἀναγκαῖον, ὡς μεγίστη καὶ αὕτη καὶ μόνῳ τούτῳ τῆς πρώτης λειπομένη τῷ δι’ ἐκείνης καὶ τὰ πρὸ τῆς ἐκτέξεως δύνασθαι προγινώσκεσθαι. καὶ γὰρ εἰ τὴν μὲν ἀρχὴν ἄν τις εἴποι, τὴν δὲ ὥσπερ καταρχήν, τὸ μέγεθος αὐτῆς τῷ μὲν χρόνῳ γίνεται δεύτερον, ἴσον δὲ καὶ μᾶλλον τελειότερον τῇ δυνάμει, σχεδόν τε δικαίως ἐκείνη μὲν ἂν ὀνομάζοιτο σπέρματος ἀνθρωπίνου γένεσις, αὕτη δὲ ἀνθρώπου· πλεῖστά τε γὰρ τότε προσλαμβάνει τὸ βρέφος, ἃ μὴ πρότερον, ὅτε κατὰ γαστρὸς ἦν, προσῆν αὐτῷ, καὶ αὐτὰ τὰ ἴδια μόνης τῆς ἀνθρωπίνης φύσεως·

  4. 3.2.4.1

    ὅ τε σωματώδης σχηματισμός, κἂν μηδὲν αὐτῷ δοκῇ κατὰ τὴν ἔκτεξιν περιέχον εἰς τὸ τοιῷδε εἶναι συμβάλλεσθαι, αὐτῷ πρὸς τὸ κατὰ τὸν οἰκεῖον τοῦ περιέχοντος σχηματισμὸν εἰς φῶς ἐλθεῖν συμβάλλεται, τῆς φύσεως μετὰ τὴν τελείωσιν πρὸς τὸ ὁμοιότυπον κατάστημα τῷ κατ’ ἀρχὰς διαμορφώσαντι μερικῶς τὴν ὁρμὴν τῆς ἐξόδου ποιουμένης, ὥστε εὐλόγως καὶ τῶν τοιούτων ἡγεῖσθαι δηλωτικὸν εἶναι τὸν κατὰ τὴν ἐκτροπὴν τῶν ἀστέρων σχηματισμόν, οὐχ ὡς ποιητικὸν μέντοι πάντως, ἀλλ’ ὡς ἐξ ἀνάγκης κατὰ φύσιν ὁμοιότατον δυνάμει τῷ

  5. 3.2.5.1

    προθέσεως δὲ κατὰ τὸ παρὸν ἡμῖν οὔσης καὶ τοῦτο τὸ μέρος ἐφοδικῶς ἀναπληρῶσαι κατὰ τὸν ἐν ἀρχῇ τῆς δὲ τῆς συντάξεως ὑφηγημένον ἐπιλογισμὸν περὶ τοῦ δυνατοῦ τῆς τοιαύτης προγνώσεως, τὸν μὲν ἀρχαῖον τῶν προρρήσεων τρόπον τὸν κατὰ τὸ συγκρατικὸν εἶδος τῶν ἀστέρων πάντων ἢ τῶν πλείστων, πολύχουν τε ὄντα καὶ σχεδὸν ἄπειρον, εἴ τις αὐτὸν ἀκριβοῦν ἐθέλοι, κατὰ τὴν διέξοδον καὶ μᾶλλον ἐν ταῖς κατὰ μέρος ἐπιβολαῖς τῶν φυσικῶς ἐπισκεπτομμένων ἢ έν ταῖς παραδόσεσι ἀναθεωρεῖσθαι δυνάμενον παραιτησόμεθα διά τε τὸ δύσχρηστον καὶ τὸ δυσδιέξοδον.

  6. 3.2.6.1

    τὰς δὲ πραγματείας αὐτάς, δι’ ὧν ἕκαστα τῶν εἰδῶν κατὰ τὸν ἐπιβλητικὸν τρόπον συνορᾶται, καὶ τὰς κατὰ τὸ ἰδιότροπον καὶ ὁλοσχερὲς τῶν ἀστέρων πρὸς ἕκαστα ποιητικὰς δυνάμεις, ὡς ἔνι μάλιστα, παρακολουθητικῶς τε ἅμα καὶ ἐπιτετμημένως κατὰ τὸν φυσικὸν στοχασμὸν ἐκθησόμεθα, τοὺς μὲν τοῦ περιέχοντος πόπους, πρὸς οὓς ἕκαστα θεωρεῖται τῶν ἀνθρωπίνων συμπτωμάτων καθάπερ σκοπὸν οὗ δεῖ καταστοχάζεσθαι προυποτιθέμενοι, τὰς δὲ τῶν τοῖς τόποις κατ’ ἐπικράτησιν συνοικειουμένων σωμάτων ποιητικὰς δυνάμεις ὥσπερ ἀφέσεις βελῶν κατὰ τὸ ὁλοσχερέστερον ἐφαρμόζοντες, τὸ δὲ τῆς συγκράσεως τῆς ἐκ πλειόνων φύσεων περὶ τὸ ὑποκείμενον εἶδος συναγόμενον ἀποτέλεσμα καταλιπόν· τες, ὥσπερ εὐστόχῳ τοξότῃ τῷ τοῦ διασκεπτομένου λο- γισμῷ·

  7. 3.2.7.1

    πρῶτον δὲ περὶ τῶν καθόλου διὰ τῆς κατὰ τὴν ἐκτροπὴν ἀρχῆς θεωρουμένων ποιησόμεθα τὸν λόγον κατὰ τὴν προσήκουσαν τῆς τάξεως ἀκολουθίαν, πάντων μὲν ὡς ἔφαμεν τῶν φύσιν ἐχόντων διὰ ταύτης λαμβάνεσθαι δυναμένων, συνεργησάντων δὲ εἴ τις ἔτι περιεργάζεσθαι θέλοι πρὸς μόνα τὰ κατ’ αὐτὴν τὴν σύγκρισιν ἰδιώματα καὶ τῶν κατὰ τὸν τῆς σπορᾶς χρόνον διὰ τῆς αὐτῆς θεωρίας ὑποπιπτόντων ἰδιωμάτων.

  8. 3.3.1.1

    Ἐπειδὴ περὶ τοῦ πρώτου καὶ κυριωτάτου, τουτέστι τοῦ μορίου τῆς κατὰ τὴν ἐκτροπὴν ὥρας, ἀπορία γίγνεται πολλάκις, μόνης μὲν ὡς ἐπίπαν τῆς δι’ ἀστρολάβων ὡροσκοπείων κατ’ αὐτὴν τὴν ἔκτεξιν διοπτεύσεως τοῖς ἐπιστημονικῶς παρατηροῦσι τὸ λεπτὸν τῆς ὥρας ὑποβάλλειν δυναμένης, τῶν δὲ ἄλλων σχεδὸν ἁπάντων ὡροσκοπείων, οἷς οἱ πλεῖστοι τῶν ἐπιμελεστέρων προσέχουσι, πολλαχῆ διαψέυδεσθαι τῆς ἀληθείας δυναμένων,

  9. 3.3.2.1

    τῶν μὲν ἡλιακῶν παρὰ τὰς τῶν θέσεων καὶ τῶν γνωμόνων ἐπισυμπιπτούσας διαστροφάς, τῶν δὲ ὑδρολογίων παρὰ τὰς τῆς ῥύσεως τοῦ ὕδατος ὑπὸ διαφόρων αἰτιῶν καὶ διὰ τὸ τυχὸν ἐποχάς τε καὶ ἀνωμαλίας, ἀναγκαῖον ἂν εἴη προπαραδοθῆναι, τίνα ἄν τις τρόπον εὑρίσκοι τὴν ὁφείλουσαν μοῖραν τοῦ ζῳδιακοῦ κατὰ τὸν φυσικὸν καὶ ἀκόλουθον λόγον προυποτεθείσης τῆς κατὰ τὴν διδομένην σύνεγγυς ὥραν διὰ τῆς τῶν ἀναφορῶν πραγματείας εὑρισκομένης.

  10. 3.3.3.1

    δεῖ δὴ λαμβάνειν τὴν τῆς ἐκτροπῆς προγινομένην ἔγγιστα συζυγίαν, ἐάν τε σύνοδος ἐάν τε πανσέληνος, καὶ τὴν μοῖραν ἀκριβῶς διασκεψαμένους συνόδου μὲν οὔσης τὴν ἀμφοτέρων τῶν φώτων, πανσελήνου δὲ τὴν τοῦ ὑπὲρ γῆν αὐτῶν ὄντος κατὰ τὸν χρόνον τῆς ἐκτροπῆς, ἰδεῖν τοὺς πρὸς αὐτὴν οἰκοδεσποτικὸν ἔχοντας λόγον τῶν ἀστέρων τοῦ τρόπου καθόλου τοῦ κατὰ τὴν οἰκοδεσποτείαν ἐν πέντε τούτοις θεωρουμένου, τριγώνῳ τε καὶ οἴκῳ καὶ ὑψώματι καὶ ὁρίῳ καὶ φάσει ἢ συσχηματισμῷ τουτέστιν ὅταν ἕν τι ἢ πλείονα τούτων ἢ καὶ πάντα ὁ ζητούμενος ἔχῃ τόπος πρὸς τὸν μέλλοντα οἰκοδεσποτήσειν.

  11. 3.3.4.1

    ἐὰν μὲν οὗν ἕνα πρὸς ταῦτα πάντα ἢ τὰ πλεῖστα οἰκείως διακείμενον εὑρίσκωμεν, ἣν. ἂν ἐπέχῃ μοῖραν οὗτος ἀκριβῶς καθ’ ὃ παροδεύει δωδεκατημόριον ἐν τῷ τῆς ἐκτροπῆς χρόνῳ, τὴν ἰσάριθμον αὐτῇ κρινοῦμεν ἀνατέλλειν ἐν τῷ διὰ τῆς τῶν ἀναφορῶν πραγματείας εὑρημένῳ ἐγγυτέρῳ δωδεκατημορίῳ, ἐὰν δύο ἢ καὶ πλείους συνοικοδεσποτοῦντας, οὗ ἂν αὐτῶν ἡ κατὰ τὴν ἐκτροπὴν μοιρικὴ πάροδος ἐγγύτερον ἔχῃ τὸν ἀριθμὸν τῇ κατὰ τὰς ἀναφορὰς ἀνατελλούσῃ, τούτου τῇ

  12. 3.3.5.1

    ποσότητι τῶν μοιρῶν χρησόμεθα, εἰ δὲ δύο ἢ καὶ πλείους ἐγγὺς εἷεν τῷ ἀριθμῷ, τῷ μᾶλλον ἔχοντι λόγον πρὸς τὰ κέντρα, ἢ καὶ τὴν αἵρεσιν κατακολουθήσομεν. ἐὰν μέντοι πλείων ἡ ἀπόστασις τῶν τῆς οἰκοδεσποτείας μοιρῶν πρὸς τὴν κατὰ τὸ ὁλοσχερὲς ὡροσκοπεῖον, ἥπερ πρὸς τὴν κατὰ τὸ ὅμοιον μεσουράνημα τῷ αὐτῷ ἀριθμῷ πρὸς τὴν μεσουρανοῦσαν μοῖραν καταχρησάμενοι διὰ ταύτης καὶ τὰ λοιπὰ τῶν κέντρων διαστησόμεθα.

  13. 3.4.1.1

    Τούτων δὴ προεκτεθειμένων εἴ τις αὐτῆς τῆς τάξεως ἕνεκεν διαιροίη τὸ καθόλου τῆς γενεθλιαλογικῆς θεωρίας, εὕροι ἂν τῶν κατὰ φύσιν καὶ δυνατῶν καταλήψεων τὴν μὲν τῶν πρὸ τῆς γενέσεως οὖσαν συμπτωμάτων μόνον ὡς τὴν τοῦ περὶ γονέων λόγου, τὴν δὲ τῶν καὶ πρὸ τῆς γενέσεως καὶ μετὰ τὴν γένεσιν, ὡς τὴν τοῦ περὶ ἀδελφῶν λόγου, τὴν δὲ τῶν κατ’ αὐτὴν τὴν γένεσιν οὐκέθ’ οὕτως μίαν οὖσαν οὐδὲ ἁπλῆν, τελευταίαν δὲ τὴν τῶν μετὰ τὴν γένεσιν πολυμερεστέραν καὶ ταύτην θεω- ρουμένην.

  14. 3.4.2.1

    ἔστι δὲ τῶν μὲν κατ’ αὐτὴν τὴν γένεσιν ἐπιζητουμένων ὅ τε περὶ ἀρρενικῶν καὶ θηλυκῶν λόγος καὶ ὁ περὶ διδυμογόνων ἢ πλειστογόνων καὶ ὁ περὶ τεράτων καὶ ὁ περὶ ἀτρόφων, τῶν δὲ μετὰ τὴν γένεσιν ὅ τε περὶ χρόνων ζωῆς, ἐπειδήπερ οὐ συνῆπται τῷ περὶ ἀτρόφων, ἔπειτα ὁ περὶ μορφῆς σώματος καὶ ὁ περὶ παθῶν ἢ σινῶν σωματικῶν, ἑξῆς δὲ ὁ περὶ ψυχῆς ποιότητος καὶ ὁ περὶ παθῶν ψυχικῶν, ἔπειθ’ ὁ περὶ τύχης κτητικῆς καὶ ὁ περὶ τύχης ἀξιωματικῆς μετὰ δὲ ταῦτα ὁ περὶ πράξεως ποιότητος,

  15. 3.4.3.1

    εἶτα ὁ περὶ συμβιώσεως γαμικῆς καὶ ὁ περὶ τεκνοποιίας καὶ ὁ περὶ συνεπιπλοκῶν καὶ συναρμογῶν καὶ φίλων, ἑξῆς δ’ ὁ περὶ ξενιτειῶν, τελευταῖος δὲ ὁ περὶ τῆς τοῦ θανάτου ποιότητος, τῇ μὲν δυνάμει συνοικειούμενος τῷ περὶ χρόνων ζωῆς, τῇ τάξει δ’ εἰκότως ἐπὶ πᾶσι τούτοις τιθέμενος.

  16. 3.4.4.1

    ὑπὲρ ὧν ἑκάστου κατὰ τὸ κεφαλαιῶδες ποιησόμεθα τὴν ὑφήγησιν, αὐτὰς τὰς τῆς ἐπισκέψεως πραγματείας μετὰ ψιλῶν τῶν ποιητικῶν δυνάμεων, ὡς ἔφαμεν, ἐκτιθέμενοι, καὶ τὰ μὲν περιέργως ὑπὸ τῶν πολλῶν φλυαρούμενα καὶ μὴ πιθανὸν ἔχοντα λόγον πρὸς τὰς ἀπὸ τῆς πρώτης φύσεως αἰτίας παραπεμπόμενοι, τὰ δὲ ἐνδεχομένην ἔχοντα τὴν κατάληψιν οὐ διὰ κλήρων καὶ ἀριθμῶν ἀναιτιολογήτων, ἀλλὰ δι’ αὐτῆς τῆς τῶν σχηματισμῶν πρὸς τοὺς οἰκείους τόπους θεωρίας ἐπισκεπτόμενοι, καθόλου μέντοι καὶ ἐπὶ πάντων ἁπλῶς, ἵνα μὴ καθ’ ἕκαστον εἶδος ταυτολογῶμεν.

  17. 3.4.5.1

    πρῶτον μὲν χρὴ σκοπεῖν τὸν οἰκειούμενον τόπον τοῦ ζῳδιακοῦ τῷ ζητου- μένῳ τῆς γενέσεως κατ’ εἶδος κεφαλαίῳ, καθάπερ ἕνεκεν, τῷ περὶ πράξεων τὸν τοῦ μεσουρανήματος ἢ τῷ περὶ πατρὸς τὸν ἡλιακόν, ἔπειτα θεωρεῖν τοὺς λόγον ἔχοντας πρὸς τὸν ὑποκείμενον τόπον τῶν ἀστέρων οἰκοδεσποτείας καθ’ οὓς ἐπάνω προείπομεν πέντε τρόπους, κἂν μὲν εἷς ὁ κατὰ πάντας κύριος τούτῳ διδόναι τὴν ἐκείνης τῆς προτελέσεως οἰκοδεσποτείαν, ἐὰν δὲ δύο ἢ τρεῖς, τοῖς τὰς πλείους ἔχουσι ψήφους,

  18. 3.4.6.1

    μετὰ δὲ ταῦτα πρὸς μὲν τὸ ποῖον τοῦ ἀποτελέσματος σκοπεῖν τάς τε αὐτῶν τῶν οἰκοδεσποτησάντων ἀστέρων φύσεις καὶ τὰς τῶν δωδεκατημορίων, ἐν οἷς εἰσιν αὐτοί τε καὶ οἱ συνοικειούμενοι τόποι, πρὸς δὲ τὸ μέγεθος αὐτῶν σκοπεῖν καὶ τὴν δύναμιν, πότερον ἐνεργῶς τυγχάνουσι διακείμενοι κατά τε αὐτὸ τὸ κοσμικὸν καὶ τὸ κατὰ τὴν γένεσιν ἢ τὸ ἐναντίον·

  19. 3.4.7.1

    δραστικώτατοι μὲν γάρ εἰσιν, ὅταν κοσμικῶς μὲν ἐν ἰδίοις ἢ ἐν οἰκείοις ὦσι τόποις, καὶ πάλιν ὅταν ἀνατολικοὶ τυγχάνωσι καὶ προσθετικοὶ τοῖς ἀριθμοῖς, κατὰ γένεσιν δέ, ὅταν ἐπὶ τῶν κέντρων ἣ τῶν ἐπαναφορῶν παροδεύωσι, καὶ μάλιστα τῶν πρώτων· λέγω δὲ τῶν τε κατὰ τὰς ἀναφορὰς καὶ τὰς μεσουρανήσεις· ἀδρανέστατοι δέ, ὅταν κοσμικῶς μὲν ἐν ἀλλοτρίοις ἢ ἀνοικείοις ὦσι τόποις, καὶ δυτικοὶ ἢ ἀναποδιστικοὶ τοῖς δρόμοις ὦσι, κατὰ γένεσιν δέ, ὅταν ἀποκλίνωσι τῶν κέντρων·

  20. 3.4.8.1

    πρὸς δὲ τὸν καθόλου χρόνον τοῦ ἀποτελέσματος, πότερον ἑῷοί εἰσιν ἢ ἑσπέριοι πρός τε τὸν ἥλιον καὶ τὸν ὡροσκόπον, ἐπειδήπερ τὰ μὲν προηγούμενα ἑκατέρου αὐτῶν τεταρτημόρια καὶ τὰ διάμετρα τούτοις ἑῷα γίνεται, τὰ δὲ λοιπὰ καὶ ἑπόμενα ἑσπέρια, καὶ πότερον ἐπὶ τῶν κέντρων τυγχάνουσιν τῶν ἐπαναφορῶν· ἑῷοι μὲν γὰρ ὄντες ἢ ἐπίκεντροι κατ’ ἀρχὰς γίνονται δραστικώτεροι, ἑσπέριοι δὲ ἢ ἐπὶ τῶν ἐπαναφορῶν βραδύτεροι.

  21. 3.5.1.1

    Ὁ μὲν οὗν προηγούμενος τύπος τῆς κατ’ εἶδος ἐπισκέψεως, οὗ διὰ παντὸς ἔχεσθαι προσήκει, τοῦτον ἔχει τὸν τρόπον· ἀρξόμεθα δὲ ἤδη κατὰ τὴν ἐκκειμένην τάξιν ἀπὸ πρώτου τοῦ περὶ γονέων λόγου. ὁ μὲν τοίνυν ἥλιος καὶ ὁ τοῦ Κρόνου ἀστὴρ τῷ πατρικῷ προσώπῳ συνοικειοῦνται κατὰ φύσιν, ἡ δὲ σελήνη καὶ ὁ τῆς Ἀφροδίτης τῷ μητρικῷ, καὶ ὅπως ἂν οὗτοι διακείμενοι τυγχάνωσι πρός τε ἀλλήλους καὶ πρὸς τοὺς ἄλλους, τοιαῦτα δεῖ καὶ τὰ περὶ τοὺς γονέας ὑπονοεῖν.

  22. 3.5.2.1

    τὰ μὲν γὰρ περὶ τῆς τύχης καὶ κτήσεως αὐτῶν ἐπισκεπτέον ἐκ τῆς δορυφορίας τῶν φώτων, ἐπειδήπερ περιεχόμενα μὲν ὑπὸ τῶν ἀγαθοποιεῖν δυναμένων καὶ τῶν τῆς αὐτῆς αἱρέσεως ἤτοι ἐν τοῖς αὐτοῖς ζῳδίοις καὶ ἐν τοῖς ἐφεξῆς ἐπιφανῆ καὶ λαμ- πρὰ τὰ περὶ τοὺς γονέας διασημαίνει, καὶ μάλιστα ὅταν τὸν μὲν ἥλιον ἑῷοι δορυφορῶσιν ἄστερες, τὴν δὲ σελή- νην ἑσπέριοι, καλῶς καὶ αὐτοὶ διακείμενοι, καθ’ ὃν εἰρήκαμεν τρόπον·

  23. 3.5.3.1

    ἐὰν δὲ καὶ ὁ Κρόνου Κρόνου καὶ ὁ τῆς Ἀφροδίτης καὶ αὐτοὶ τυγχάνωσιν ἀνατολικοί τε καὶ ἰδιοπροσωποῦντες ἢ καὶ ἐπίκεντροι, εὐδαιμονίαν πρόδηλον ὑπονοητέον κατὰ τὸ οἰκεῖον ἑκατέρου τῶν γονέων. τὸ δὲ ἐναντίον, ἐὰν κενοδρομοῦντα τὰ φῶτα καὶ ἀδορυφόρητα τυγχάνοντα, ταπεινότητος καὶ ἀδοξίας τοῖς γονεῦσί ἐστι δηλωτικά, καὶ μάλιστα ὅταν ὁ τῆς Ἀφροδίτης ἢ καὶ ὁ τοῦ Κρόνου κακῶς φαίνωνται διακείμενοι.

  24. 3.5.4.1

    ἐὰν δὲ δορυφορῆται μέν, μὴ μέντοι ὑπὸ τῶν τῆς αὐτῆς αἱρέσεως, ὡς ὅταν Ἄρης μὲν ἐπαναφέρηται τῷ ἡλίῳ, Κρόνος δὲ τῇ σελήνῃ μήπως καλῶς κειμένων τῶν ἀγαθοποιῶν καὶ κατὰ τὴν αὐτὴν αἵρεσιν, μετριότητα καὶ ἀνωμαλίαν περὶ τὸν βίον αὐτῶν ὑπονοητέον. κἂν μὲν σύμφωνος ὁ διασημανθησόμενος τῆς τύχης κλῆρος ἐν τῇ γενέσει τοῖς τὸν ἥλιον τὴν σελήνην ἐπὶ καλῶ δορυφορήσασι, παραλήψονται σῷα τὰ τῶν γονέων, ἐὰν δὲ ἀσύμφωνος ἢ ἐναντίος μηδενὸς ἢ τῶν κακοποιῶν εἰληφότων τὴν δορυφορίαν, ἄχρηστος αὐτοῖς καὶ ἐπιβλαβὴς ἡ τῶν γονέων ἔσται κτῆσις.

  25. 3.5.5.1

    περὶ δὲ πολυχρονιότητος ἢ ὀλιγοχρονιότητος αὐτῶν σκεπτέον ἀπὸ τῶν ἄλλων συσχηματισμῶν· ἐπὶ μὲν γὰρ τοῦ πατρός, ἐὰν ὁ τοῦ Διὸς ἢ ὁ τῆς Ἀφροδίτης συσχηματισθῶσιν ὁπωσδήποτε τῷ τε ἡλίῳ καὶ τῷ τοῦ Κρόνου, ἢ καὶ αὐτὸς ὁ τοῦ Κρόνου σύμφωνον ἔχῃ σχηματισμὸν πρὸς τὸν ἥλιον ἤτοι συνὼν ἢ ἑξαγωνίζων τριγωνίζων, ἐν δυνάμει μὲν ὄντων αὐτῶν πολυχρονιότητα τοῦ πατρὸς καταστοχαστέον, ἀδυνατούντων δὲ οὐχ ὁμοίως, οὐ μέντοι οὐδὲ ὀλιγοχρονιότητα.

  26. 3.5.6.1

    ἐὰν δὲ τοῦτο μὲν μὴ ὑπάρχῃ, ὁ δὲ τοῦ Ἄρεως καθυπερτερήσῃ τὸν ἥλιον ἣ τὸν τοῦ Κρόνου ἢ καὶ ἐπανενεχθῇ αὐτοῖς, ἢ καὶ αὐτὸς πάλιν ὁ τοῦ Κρόνου μὴ σύμφωνος ᾖ πρὸς τὸν ἥλιον, ἀλλ’ ἤτοι τετράγωνος ἢ διάμετρος, ἀποκεκλικότες μὲν τῶν κέντρων ἀσθενικοὺς μόνον τοὺς πατέρας ποιοῦσιν, ἐπίκεντροι δὲ ἢ ἐπαναφερόμενοι τοῖς κέντροις ὀλιγοχρονίους ἢ ἐπισινεῖς, ὀλιγοχρονίους μέν, ὅταν ἐν τοῖς πρώτοις ὦσι δυσὶ κέντροις τῷ τε ἀνατέλλοντι καὶ τῷ μεσουρανοῦντι καὶ ταῖς τούτων ἐπαναφοραῖς, ἐπισινεῖς δὲ ἢ ἐπινόσους, ὅταν ἐν τοῖς λοιποῖς δυσὶ κέντροις ὦσι τῷ τε δύνοντι καὶ τῷ ὑπογείῳ ἢ ταῖς τούτων ἐπαναφοραῖς.

  27. 3.5.7.1

    ὁ μὲν γὰρ τοῦ Ἄρεως τὸν ἥλιον βλέψας, καθ’ ὃν εἰρήκαμεν τρόπον, αἰφνιδίως ἀναιρεῖ τὸν πατέρα ἢ σίνη περὶ τὰς ὄψεις ποιεῖ, τὸν δὲ τοῦ Κρόνου βλέψας ἢ θανάτοις ἢ ῥιγοπυρέτοις ἢ σίνεσι διὰ τομῶν καὶ καύσεων περικυλίει· ὁ δὲ τοῦ Κρόνου καὶ αὐτὸς κακῶς σχηματισθεὶς πρὸς τὸν ἥλιον καὶ τοὺς θανάτους τοὺς πατρικοὺς ἐπινόσους κατασκευάζει καὶ πάθη τὰ διὰ τῆς τῶν ὑγρῶν ὀχλήσεως.

  28. 3.5.8.1

    ἐπὶ δὲ τῆς μητρός, ἐὰν μὲν ὁ τοῦ Διὸς συσχηματισθῇ τῇ τε σελήνῃ καὶ τῷ τῆς Ἀφροδίτης ὁπωσδήποτε, καὶ αὐτὸς ὁ τῆς Ἀφροδίτης συμφώνως ἔχῃ πρὸς τὴν σελήνην ἑξάγωνος ὢν ἢ τρίγωνος συνὼν αὐτῇ, ἐν δυνάμει ὄντες. πολυχρόνιον δεικνύουσι τὴν μητέρα· ἐὰν δὲ ὁ τοῦ Ἄρεως βλέψῃ τὴν σελήνην καὶ τὴν Ἀφροδίτην ἐπανενεχθεὶς ἢ τετραγωνίσας ἢ διαμετρήσας ἢ ὁ τοῦ Κρόνου τὴν σελήνην μόνην ὡσαύτως, ἀφαιρετικοὶ μὲν ὄντες ἢ ἀποκεκλικότες πάλιν ἀντιπτώμασι μόνον ἢ ἀσθενείαις περικυλίουσι, προσθετικοὶ δὲ ἢ ἐπίκεντροι ὀλιγοχρονίους ἢ ἐπισινεῖς ποιοῦσι τὰς μητέρας, ὀλιγοχρονίους μὲν ὁμοίως ἐπὶ τῶν ἀπηλιωτικῶν ὄντες κέντρων ἢ ἐπαναφορῶν, ἐπισινεῖς δὲ ἐπὶ τῶν δυτικῶν.

  29. 3.5.9.1

    Ἄρης μὲν γὰρ βλέψας τὴν σελήνην τοῦτον τὸν τρόπον ἀνατολικὴν μὲν οὖσαν τούς τε θανάτους τοὺς μητρικοὺς αἰφνιδίους καὶ τὰ σίνη περὶ τὰς ὄψεις ποιεῖ, ἀποκρουστικὴν δὲ τοὺς θανάτους ἀπὸ ἐκτρωσμῶν ἢ τῶν τοιούτων καὶ τὰ σίνη διὰ τομῶν καὶ καύσεων, τὴν δὲ Ἀφροδίτην βλέψας τούς τε θανάτους πυρεκτικοὺς ἀπεργάζεται καὶ πάθη τὰ δι’ ἀποκρύφων καὶ σκοτισμῶν καὶ προσδρόμων αἰφνιδίων· ὁ δὲ τοῦ Κρόνου τὴν σελήνην βλέψας θανάτους καὶ πάθη ποιεῖ, ἀνατολικῆς μὲν οὔσης αὐτῆς διὰ ῥιγοπυρέτων, ἀποκροουστικῆς δὲ διὰ νόσων ὑστερικῶν καὶ ἀναβρώσεων.

  30. 3.5.10.1

    προσπαραληπτέον δὲ εἰς τὰ κατὰ μέρος εἴδη τῶν σινῶν ἢ παθῶν ἢ καὶ θανάτων καὶ τὰς τῶν δωδεκατημορίων, ἐν οἷς εἰσιν οἱ τὸ αἴτιον ἐμποιοῦντες τῆς ἰδιιοτροπίας, ὑπὲρ ὧν εὐκαιρότερον ἐν τοῖς περὶ αὐτῆς τῆς γενέσεως ἐπεξεργασόμεθα· καὶ ἔτι παρατηρητέον ἡμέρας μὲν μάλιστα τόν τε ἥλιον καὶ τὴν Ἀφροδίτην, νυκτὸς δὲ τὸν τοῦ Κρόνου καὶ τὴν σελήνην. λοιπὸν δὲ ἐπὶ τῶν κατ’ εἶδος ἐξεργασιῶν ἁρμόζον· καὶ ἀκόλουθον ἂν εἴη τὸν τῆς αἱρέσεως πατρικὸν ἢ μητρικὸν τόπον ὥσπερ ὡροσκόπον ὑποστησαμένους τὰ λοιπὰ ὡς ἐπὶ γενέσεως αὐτῶν τῶν γονέων ἐπισκοπεῖν κατὰ τὰς ἐφεξῆς ὑποδειχθησομένας τῶν ὁλοσχρερστέρων εἰδῶν πραγματικάς τε καὶ συμβατικὰς ἐφόδους.

  31. 3.5.11.1

    τοῦ μέντοι συγκρατικοῦ τρόπου καὶ ἐνταῦθα καὶ ἐπὶ πάντων μεμνῆσθαι προσήκει καταστοχαζομένους, ἐὰν μὴ μονοειδεῖς ἀλλὰ διάφοροι ἢ τῶν ἐναντίων ποιητικοὶ τυγχάνωσιν οἱ τὰς κυρίας τῶν ἐπιζητουμένων τόπων εἰληφότες ἀστέρες, τίνες ἐκ τῶν περὶ ἕκαστον συμβεβηκότων πρὸς δύναμιν πλεονεκτημάτων πλείους ἔχοντες εὑρίσκονται ψήφους πρὸς τὴν ἐπικράτησιν τῶν ἀποτελεσθησομένων, ἵνα ἢ ταῖς τούτων φύσεσιν ἀκόλουθον ποιώμεθα τὴν ἐπίσκεψιν ἢ τῶν ψήφων ἰσορρόπων οὐσῶν, ὅταν μὲν ἅμα ὦσιν οἱ ἐπικρατοῦντες, τὸ ἐκ τῆς κράσεως τῶν διαφόρων φύσεων συναγόμενον εὐστόχως ἐπιλογιζώμεθα, ὅταν δὲ διεστηκότες, ἀνὰ μέρος ἕκαστος, κατὰ τοὺς ἰδίους καιροὺς τὰ οἰκεῖα τῶν συμπτωμάτων ἀπομερίζωμεν, προτέροις μὲν τοῖς ἑῴοις μᾶλλον, ὑστέροις δὲ τοῖς ἑσπερίοις.

  32. 3.5.12.1

    ἀπ’ ἀρχῆς μὲν γὰρ ἀνάγκη συνοικειωθῆναι τῷ ζητουμένῳ τόπῳ τὸν μέλλοντά τι περὶ αὐτὸν ἀπεργάζεσθαι τῶν ἀστέρων, καὶ τούτου μὴ συμβεβηκότος, οὐδὲν οἷόν τε καθόλου διαθεῖναι τὸν μηδ’ ὅλως τῆς ἀρχῆς κοινωνήσαντα τοῦ μέντοι χρόνον τῆς κατὰ τὸ ἀποτελούμενον ἐκβάσεως οὐκέτι τὸ τῆς πρώτης δεσποτείας αἴτιον, ἀλλ’ ἡ τοῦ κυριεύσαντός πως πρός τε τὸν ἥλιον καὶ τὰς τοῦ κόσμου γωνίας διάστασις.

  33. 3.6.1.1

    Ὁ μὲν οὖν περὶ γονέων τόπος σχεδὸν καὶ ἀπὸ τούτων ἄν ἡμῖν γένοιτο καταφανής, ὁ δὲ περὶ ἀδελφῶν εἴ τις καὶ ἐνταῦθα τὸ καθόλου μόνον ἐξετάζοιτο καὶ μὴ πέρα τοῦ δυνατοῦ τόν τε ἀριθμὸν ἀκριβῶς καὶ κατὰ μέρος ἐπιζητοίη, λαμβάνοιτο ἂν φυσικώτερον ὅ τε περὶ ὁμομητρίων μόνον ἀπὸ τοῦ μεσουρανοῦντος δωδεκατημορίου τοῦ μητρικοῦ τόπου, τουτέστι τοῦ περιέχοντος ἡμέρας μὲν τὸν τῆς Ἀφροδίτης, νυκτὸς δὲ τὴν σελήνην, ἐπειδήπερ τοῦτο τὸ ζῴδιον καὶ τὸ ἐπαναφερόμενον αὐτῷ γίνε- ται τῆς μητρὸς ὁ περὶ τέκνων τόπος ὁ αὐτὸς ὀφείλων εἶναι τῷ τοῦ γινομένου περὶ ἀδελφῶν.

  34. 3.6.2.1

    Ἐὰν μὲν οὖν ἀγαθοποιοὶ τῷ τόπῳ συσχηματίζωνται, δαψίλειαν ἀδελφῶν ἐροῦμεν πρός τε τὸ πλῆθος αὐτῶν τῶν ἀστέρων τὸν στοχασμὸν ποιούμενοι, καὶ πότερον ἐν μονοειδέσι ζῳδίοις τυγχάνουσι ἢ ἐν δισώμοις. ἐὰν δὲ οἱ κακοποιοὶ καθυπερτερῶσιν αὐτὸν ἢ καὶ ἐναντιωθῶσι κατὰ σιάμετρον, σπαναδελφίας εἰσι δηλωτικοί, μάλιστα δὲ κἂν τὸν ἥλιον συμπαραλαμβάνωσι. εἰ δὲ καὶ ἐπὶ τῶν κέντρων ἡ ἐναντίωσις γένοιτο, καὶ μάλιστα τοῦ ὡροσκοποῦντος, ἐπὶ μὲν Κρόνου καὶ πρωτότοκοι ἢ πρωτότροφοι γίγνονται, ἐπὶ δὲ Ἄρεως θανάτῳ τῶν λοιπῶν σπαναδελφοῦσιν.

  35. 3.6.3.1

    ἔτι μέντοι τῶν διδόντων ἀστέρων, ἐὰν μὲν καλῶς κατὰ τὸ κοσμικὸν τυγχάνωσι διακείμενοι, εὐσχήμονας καὶ ἐνδόξους ἡγητέον τοὺς διδομένους ἀδελφούς, ἐὰν δὲ ἐναντίως ταπεινοὺς καὶ ἀνεπιφάντους, ἐὰν δὲ καθυπερτερήσωσι τοὺς διδόντας ἢ ἐπανενεχθῶσιν αὐτοῖς οἱ κακοποιοὶ καὶ ὀλιγοχρονίους· δώσουσι δὲ τοὺς μὲν ἄρρενας οἱ κοσμικῶς ἠρρενωμένοι, τὰς δὲ θηλείας οἱ τεθηλυσμένοι, καὶ πάλιν τοὺς μὲν πρώτους οἱ ἀπηλιωτικώτεροι τοὺς δὲ ὑστέρους οἱ λιβικώτεροι.

  36. 3.6.4.1

    πρὸς δὲ τούτοις ἐὰν οἱ διδόντες τοὺς ἀδελφοὺς συμφώνως συμφώνως ἐσχηματισμένοι τυγχάνωσι τῷ κυριεύοντι τοῦ περὶ τῶν ἀδελφῶν δωδεκατημορίου, προσφιλεῖς ποιήσουσι τοὺς διδομένους ἀδελφούς, ἐὰν δὲ καὶ τῷ κλήρῳ τῆς τύχης, καὶ κοινωνοὺς βίου, ἐὰν δὲ ἐν τοῖς ἀσυνδέτοις τύχωσιν ἢ κατὰ τὴν ἐναντίαν στάσιν, φιλ- έχθρους καὶ φθονεροὺς καὶ ὡς ἐπίπαν ἐπιβουλευτικούς. λοιπὸν δὲ καὶ τὰ καθ’ ἕκαστον αὐτῶν εἴ τις ἐπιπολυπραγμονοίη, συνεικάζοιτο ἂν καὶ ἐνταῦθα πάλιν τοῦ διδόντος ἀστέρος ὑποτιθεμένου κατὰ τὸν ὡροσκοπικὸν λόγον καὶ τῶν λοιπῶν ὡς ἐπὶ γενέσεως συνθεωρουμένων.

  37. 3.7.1.1

    ‘Υπ᾿ ὄψιν ἤδη καὶ τοῦ περὶ ἀδελφῶν λόγου κατὰ τὸν ἁρμόζοντα καὶ φυσικὸν λόγον ἡμῖν γεγονότος ἑξῆς ἂν εἴη τῶν κατ’ αὐτὴν τὴν γένεσιν ἄρξασθαι καὶ πρῶτον ἐπιδραμεῖν τὸν περὶ ἀρρενικῶν τε καὶ θηλυκῶν ἐπιλογισμόν. θεωρεῖται δ’ οὗτος οὐ μονοειδῶς οὐδ’ ἀφ’ ἑνός τινος, ἀλλ’ ἀπό τε τῶν φώτων ἀμφοτέρων καὶ τοῦ ὡροσκότου, τῶν τε λόγον ἐχόντων πρὸς αὐτοὺς ἀστέρων, μάλιστα μὲν κατὰ τὴν τῆς σπορᾶς διάθεσιν, ὁλοσχερέστερον δὲ καὶ κατὰ τὴν τῆς ἐκτροπῆς. τὸ δ’ ὅλον παρατηρητέον, πότερον οἱ προειρημένοι τρεῖς τόποι καὶ οἱ τούτων οἰκοδεσποτοῦντες ἀστέρες ἅπαντες ἢ οἱ πλεῖστοι τυγχάνουσιν ἠρρενωμένοι πρὸς ἀρρενογονίαν ἢ τεθηλυσμένοι πρὸς θηλυγονίαν καὶ οὕτως ἀποφαντέον.

  38. 3.7.2.1

    διακριτέον μέντοι τοὺς ἠρρενωμένους καὶ τεθηλυσμένους, καθ’ ὃν ὑπεθέμεθα τρόπον ἐν ταῖς πινακικαῖς ἐκθέσεσιν ἐν ἀρχῇ τῆς συντάξεως, ἀπό τε τῆς τῶν δωδεκατημορίων, έν οἷς εἰσι, φύσεως, καὶ ἀπὸ τῆς αὐτῶν τῶν ἀστέρων καὶ ἔτι ἀπὸ τῆς πρὸς τὸν κόσμον σχέσεως, ἐπειδήπερ ἀπηλιωτικοὶ μὲν ὄντες ἀρρενοῦνται, λιβικοὶ δὲ θηλύνονται, πρὸς δὲ τούτοις ἀπὸ τῆς πρὸς τὸν ἥλιον, ἑῷοι μὲν γὰρ πάλιν ὄντες ἀρρενοῦνται, θηλύνονται δὲ ἑσπέριοι· δι’ ὧν πάντων τὴν κατὰ τὸ πλεῖστον ἐπικράτησιν τοῦ γένους προσήκει καταστοχάζεσθαι.

  39. 3.8.1.1

    Καὶ περὶ τῶν γεννωμένων δὲ ὁμοίως ἀνά δύο ἢ καὶ πλειόνων τοὺς αὐτοὺς τόπους παρατηρεῖν προσήκει τουτέστι τάδε δύο φῶτα καὶ τὸν ὡροσκόπον. παρακολουθεῖν δὲ εἴωθε τοῦτο τὸ σύμπτωμα παρὰ τὰς κράσεις, ὅταν οἱ δύο ἢ καὶ οἱ τρεῖς τόποι δίσωμα περιέχωσι ζῴδια, καὶ μάλιστα, ὅταν καὶ οἱ οἰκοδεσποτίζοντες αὐτῶν ἀστέρες τὸ αὐτὸ ἤ τινες μὲν ἐν δισώμοις, τινὲς δὲ ἀνὰ δύο κείμενοι τυγχάνωσιν ἢ πλείους.

  40. 3.8.2.1

    ἐπὰν δὲ καὶ ἐν δισώμοις ὦσιν οἱ κύριοι τόποι καὶ κατὰ τὸ αὐτὸ πλείονες τῶν ἀστέρων συνεσχηματισμένοι, τότε καὶ πλείονα τῶν δύο κυΐσκεσθαι συμπίπτει, τοῦ μὲν πλήθους ἀπὸ τοῦ τὸ ἰδίωμα ποιιοῦντος ἀστέρος τοῦ ἀριθμοῦ συνεικαζομένου τοῦ δὲ γένους ἀπὸ τοῦ τῶν συνεσχηματισμένων ἀστέρων τῷ τε ἡλίῳ καὶ τῇ σελήνῃ καὶ τῷ ὡροσκότῳ προσώπου πρὸς ἀρρε- νογονίαν ἢ θηλυγονίαν κατὰ τοὺς ἐν τοῖς ἔμπροσθεν εἰρημένους τρόπους.

  41. 3.8.3.1

    ὅταν δὲ ἡ τοιαύτη διάθεσις μὴ συμπεριλαμβάνῃ τοῖς φωσὶ τὸ τοῦ ὡροσκόπου κέντρον ἀλλὰ τὸ τοῦ μεσουρανήματος, αἱ τοιαῦται τῶν μητέρων δίδυμα ὡς ἐπίπαν ἢ καὶ πλείονα κυΐσκουσιν· ἰδίως δὲ τρεῖς μὲν ἄρρενας πληροφοροῦσιν ὑπὸ τὴν τῶν ἀνακτόρων γένεσιν ἅμα τοῖς προκειμένοις τόποις ἐν δισώμοις συσχηματισθέντες Κρόνος Ζεὺς Ἄρης, τρεῖς δὲ θηλείας ὑπὸ τὴν τῶν χαρίτων Ἀφροδίτη σελήνη μεθ’ Ἑρμοῦ τεθηλυσμένου, δύο δὲ ἄρρενας καὶ μίαν θήλειαν ὑπὸ τὴν τῶν Διοσκούρων Κρόνος Ζεὺς Ἀφροδίτη, δύο δὲ θηλείας καὶ ἄρρενα ἕνα ὑπὸ τὴν Δήμητρος καὶ Κόρης Ἀφροδίτη, σελήνη, Ἄρης, ἐφ’ ὧν ὡς ἐπὶ τὸ πολὺ συμβαίνειν εἴωθε τό τε μὴ τελεσφορεῖσθαι τά γινόμενα καὶ τὸ μετὰ παρασήμαων τινῶν σωματικῶν ἀποκυΐσκεσθαι καὶ ἔτι τὸ γίγνεσθαί τινα τοῖς τόποις ἐξαίρετα καὶ ἀπροσδόκητα διὰ τὴς τῶν τοιούτων συμπτωμάτων ὥσπερ ἐπιφανείας.

  42. 3.9.1.1

    Ὀὐκ ἀλλότριος δὲ τῆς προκειμένης σκέψεως οὐδ’ ὁ περὶ τῶν τεράτων λόγος. πρῶτον μὲν γὰρ ἐπὶ τῶν τοιούτων τά μὲν φῶτα ἀποκεκλικότα ἢ ἀσύνδετα τῷ ὡροσκόπῳ κατὰ τὸ πλεῖστον εὑρίσκεται, τὰ δὲ κέντρα διειλημμένα ὑπὸ τῶν κακοποιῶν. ὅταν οὖν τοιαύτη τις ὑπ’ ὄψιν πέσῃ διάθεσις, ἐπειδὴ γίνεται πολλάκις καὶ περὶ τὰς ταπεινὰς καὶ κακοδαίμονας γενέσεις, κἂν μὴ τερατώδεις ὦσιν, εὐθὺς ἐπισκοπεῖν προσήκει τὴν προγενομένην συζυγίαν συνοδικὴν ἢ πανσεληνιακὴν καὶ τὸν οἰκοδεσποτήσαντα ταύτης τε καὶ τῶν τῆς ἐκτροπῆς φώτων.

  43. 3.9.2.1

    ἐὰν γὰρ οἱ τῆς ἐκτροπῆς αὐτῶν τόποι καὶ ὁ τῆς σελήνης καὶ ὁ τοῦ ὡροσκότου πάντες ἢ οἱ πλείονες ἀσύνδετοι τυγχάνωσιν ὄντες τῷ τῆς προγενομένης συζυγίας τόπῳ, τὸ γεννώμενον αἰνιγματῶδες ὑπονοητέον. ἐὰν μὲν οὖν τούτων οὕτως ἐχόντων τά τε φῶτα ἐν τετράποσιν ἢ θηριώδεσιν εὐρίσκηται ζῳδίοις καὶ οἱ δύο κεκεντρωμένοι τῶν κακοποιῶν, οὐδὲ ἐξ ἀνθρώπων ἔσται τὸ γεννώμενον, μηδενὸς μὲν μαρτυροῦντος τοῖς φωσὶν τῶν ἀγαθαποιῶν τέλεον ἀνήμερον καὶ τῶν ἀγρίαν καὶ κακωτικὴν ἐχόντων φύσιν, μαρτυρούντων δὲ Διὸς ἢ Ἀφροδίτης τῶν ἐκθειαζομένων, οἷον κυνῶν αἰλούρων ἢ πιθήκων ἢ τῶν τοιούτων, Ἑρμοῦ δὲ τῶν εἰς χρείαν ἀνθρωπίνην, οἷον ὀρνίθων ἢ συῶν βοῶν ἢ αἰγῶν καὶ τῶν τοιούτων.

  44. 3.9.3.1

    ἐὰν δὲ ἐν ἀνθρωποειδέσι τὰ φῶτα καταλαμβάνηται τῶν ἄλλων ὡσαύτως ἐχόντων, ὑπ’ ἀνθρώπων μὲν ἢ παρ’ ἀνθρώποις ἔσται τὰ γεγενημένα, τέρατα δὲ καὶ αἰνιγματώδη, τῆς κατὰ τὸ ποῖον ἰδιότητος καὶ ἐνταῦθα συνορωμένης ἐκ τῆς τῶν ζῳδίων μορφώσεως, ἐν οἷς οἱ διειληφότες τὰ φῶτα ἢ τὰ κέντρα κακοποιοὶ τυγχάνουσι. ἐὰν μὲν οὖν καὶ ἐνταῦθα μηδὲ εἷς τῶν ἀγαθοποιῶν ἀστέρων προσμαρτυρῇ μηδενὶ τῶν προειρημένων τόπων, ἄλογα καὶ ὡς ἀληθῶς αἰνιγματώδη γίνεται τέλεον·

  45. 3.9.4.1

    ἐὰν δὲ 6 τοῦ Διὸς τῆς Ἀφροδίτης μαρτυρήσῃ, τιμώμενον καὶ εὔσχημον ἔσται τὸ τοῦ τέρατος ἴδιον,

  46. 3.9.5.1

    ὁποῖον περὶ τοὺς ἑρμαφροδίτους ἢ τοὺς καλουμένους ἁρποκρατικοὺς καὶ τοὺς τοιούτους εἴωθε συμβαίνειν, εἰ δὲ καὶ 6 τοῦ Ἑρμοῦ μαρτυρήσῃ, μετὰ τούτων μὲν καὶ ἀποφθεγγομένους καὶ διὰ τῶν τοιούτων ποριστικούς, μόνος δὲ 6 τοῦ Ἑρμοῦ νωδοὺς καὶ κωφούς, εὐφυεῖς μέντοι καὶ πανούργους ἄλλως ἀπεργάζεται.

  47. 3.10.1.1

    Λοιποῦ δὲ ὄντος εἰς τὰ κατ’ αὐτὴν τὴν γένεσιν τοῦ περὶ ἀτρόφων λόγου προσήκει διαλαβεῖν, ὅτι πῇ μὲν ὁ τρόπος οὗτος ἔχεται τοῦ περὶ χρόνων ζωῆς λόγου, ἐπειδὴ τὸ ζητούμενον εἶδος οὐκ ἀλλότριον ἑκατέρου, πῇ δὲ κεχώρισται παρὰ τὸ κατ’ αὐτὴν τὴν τῆς ἐπισκέψεως δύναμιν διαφέρειν πως. 6 μὲν γὰρ περὶ χρόνων ζωῆς ἐπὶ τῶν ὅλως ἐχόντων χρόνους αἰσθητοὺς θεωρεῖται, τουτέστι μὴ ἐλάττονας ἡλιακῆς περιόδου μιᾶς· χρόνος γὰρ ἰδίως ὁ τοιοῦτος ἐνιαυτὸς καταλαμβάνεται, δυνάμει δὲ καὶ ὁ ἐλάττων τούτου, μῆνές εἰσι καὶ ἡμέραι καὶ ὧραι· 6 δὲ·

  48. 3.10.2.1

    περὶ τῶν ἀτρόφων ἐπὶ τῶν μηδ’ ὅλως φθανόντων ἐπὶ τὸν προκείμενον χρόνον ἀλλ’ ἐν τοῖς ἐλάττοσιν ἀριθμοῖς δι’ ὑπερβολὴν τῆς κακώσεως φθειρομένων. ἔνθεν κἀκεῖνος μὲν πολυμερεστέραν ἔχει τὴν ἐπίσκεψιν, οὗτος δὲ ὁλοσχερεστέραν. ἁπλῶς γάρ, ἐάν τε κεκεντρωμένον τὸ ἕτερον τῶν φώτων, καὶ τῶν κακοποιῶν 6 ἕτερος συνῇ διαμηκίζη, ταῦτα δὲ μοιρικῶς καὶ κατ’ ἰσοσκελίαν μηδενὸς μὲν ἀγαθοποιοῦ συσχηματιζομένου, τοῦ δὲ οἰκοδεσπότου τῶν φώτων ἐν τοῖς τῶν κακοποιῶν τόποις κατειλημμένου, τὸ γεννώμενον οὐ τραφήσεται, παρ’ αὐτὰ δὲ ἕξει τὸ τέλος τῆς ζωῆς·

  49. 3.10.3.1

    ἐὰν δὲ μὴ κατ’ ἰσοσκελίαν μὲν τοῦτο συμβαίνῃ, ἀλλ’ ἐγγὺς ἐπαναφέρωνται τοῖς τῶν φώτων τόποις αἰ τῶν κακοποιῶν βολαί, δύο δὲ ὦσιν οἱ κακοποιοὶ καὶ ἤτοι τὸ ἕτερον τῶν φώτων ἢ καὶ ἀμφότερα βλάπτοντες ἢ κατὰ ἐπαναφορὰν ἢ κατὰ διάμετρον ἢ ἐν μέρει τὸ ἕτερον 6 ἕτερος, ἢ 6 μὲν ἕτερος διαμετρῶν δὲ ἕτερος ἐπαναφερόμενος, καὶ οὕτως ἄχρονα γίνεται τοῦ πλήθους τῶν κακώσεων ἀφανίζοντος τὸ ἐκ τοῦ δια. στήματος τῆς ἐπαναφορᾶς εἰς ἐπιμονὴν τῆς ζωῆς φιλάν- θρωπον.

  50. 3.10.4.1

    βλάπτει δὲ ἐξαιρέτως κατὰ μὲν τὰς ἐπαναφορᾶς ἥλιον μὲν 6 τοῦ Ἄρεως, σελήνην δὲ ὁ τοῦ Κρόνου, κατὰ δὲ τὰς διαμετρήσεις ἢ καθυπερτερήσεις ἀνάπαλιν ἥλιον μὲν 6 τοῦ Κρόνου, σελήνην δὲ 6 τοῦ Ἄρεως, καὶ μάλιστα, ἐὰν κατάσχωσι τοπικῶς ἤτοι τὰ φῶτα ἢ τὸν ὡροσκόπον οἰκοδεσποτήσαντες. ἐὰν δὲ δύο τυγχάνωσι διαμετρήσεις ἐπικέντρων ὄντων τῶν φώτων καὶ τῶν κακοποιῶν κατ’ ἰσοσκελίαν, τότε καὶ νεκρὰ ἢ ἡμιθανῆ τίκτεται τὰ βρέφη.

  51. 3.10.5.1

    τούτων δὲ οὕτως ἐχόντων, ἐὰν μὲν ἀπόρροιαν ἀπό τινος τῶν ἀγαθοποιῶν ἔχοντα τὰ φῶτα τυγχάνῃ καὶ ἄλλως αὐτοῖς ᾗ συνεσχηματισμένα τοῖς προηγουμένοις ἑαυτῶν μέρεσι μέντοι γε τὰς ἀκτῖνας αὐτῶν ἐπιφερόντων, ἐπιζήσεται τὸ τεχθὲν ἄχρι τοῦ τῶν μεταξὺ τῆς τε ἀφέσεως καὶ τοῦ τῶν ἐγγυτέρων τῶν κακοποιῶν ἀκτίνων ἀριθμοῦ τῶν μοιρῶν τοὺς ἴσους μῆνας ἢ ἡμέρας καὶ ὥρας πρὸς τὸ μέγεθος τῆς κακώσεως καὶ τὴν δύναμιν τῶν τὸ αἴτιον ποιούντων.

  52. 3.10.6.1

    ἐὰν αἱ αἱ μὲν τῶν κακοποιῶν ἀκτῖνες εἰς τὰ προηγούμενα φέρωνται τῶν φώτων, αἱ δὲ τῶν ἀγαθοποιῶν εἰς τὰ ἑπόμενα, τὸ γεννώμενον ἐκτεθὲν ἀναληφθήσεται καὶ ζήσεται, καὶ πάλιν, ἐὰν μὲν οἱ συσχηματισθέντες ἀγαθοποιοὶ καθυπερτερηθῶσιν ὑπὸ τῶν κακοποιῶν, εἰς κάκωσιν καὶ ὑποταγήν, ἐὰν δὲ καὶ καθυπερτερήσωσιν, εἰς ὑποβολὴν ἄλλων γονέων. εἰ εἰ καὶ τῶν ἀγαθοποιῶν τις ἀνατολὴν ἢ συναφὴν ποιοῖτο τῇ σελήνῃ, τῶν δὲ κακοποιῶν ὑπὸ δύσιν τις εἴη, ὑπ’ αὐτῶν τῶν γονέων ἀναληφθήσεται.

  53. 3.10.7.1

    κατὰ τὸν αὐτὸν δὲ τρόπον καὶ ἐπὶ τῶν πλειστογονούντων, ἐὰν μὲν ὑπὸ δύσιν τις τῶν κατὰ δύο ἢ καὶ πλείους συνεσχηματισμένων ἀστέρων, ἡμιθανές τε ἢ σάρκωμα καὶ ἀτελὲς τὸ γεννώμενον ἀποτεχθήσεται, ἐὰν δὲ ὑπὸ κακοποιῶν καθυπερτερῆται, ἄτροφον ἢ ἄχρονον ἔσται τὸ ὑπὸ τῆς κατ’ αὐτὸν αἰτίας συγγεγενημένον.

  54. 3.11.1.1

    Τῶν δὲ μετὰ τὴν γένεσιν συμπτωμάτων ἡγεῖται μὲν ὁ περὶ χρόνων ζωῆς λόγος, ἐπειδήπερ κατὰ τὸν ἀρχαῖον γελοῖόν ἐστι τὰ καθ’ ἕκαστα τῶν ἀποτελουμένων ἐφαρ- μόζειν τῷ μηδ’ ὅλως ἐκ τῆς τῶν βιωσίμων ἐτῶν ὑποστάσεως ἐπὶ τοὺς ἀποτελεστικοὺς αὐτῶν χρόνους ἥξοντι.

  55. 3.11.2.1

    θεωρεῖται δὲ οὗτος οὐχ ἁπλῶς οὐδ’ ἀπολελυμένως, ἀλλ’ ἀπὸ τῆς τῶν κυριωτάτων τόπων ἐπικρατήσεως πολυμερῶς λαμβανόμενος. ἔστι δ’ ὁ μάλιστά τε συμφωνῶν ἡμῖν καὶ ἄλλως ἐχόμενος φύσεως τρόπος τοιοῦτος. ἤρτηται μὲν γὰρ τὸ πᾶν ἔκ τε τῆς τῶν ἀφετικῶν τόπων διαλήψεως καὶ ἐκ τῆς αὐτῶν τῶν τῆς ἀφέσεως ἐπικρατούντων καὶ ἔτι ἐκ τῆς τῶν ἀναιρετικῶν τόπων ἢ ἀστέρων. διακρίνεται δὲ τούτων ἕκαστον οὕτως.

  56. 3.11.3.1

    τόπους μὲν πρῶτον ἡγητέον ἀφετικοὺς ἐν οἷς εἶναι δεῖ πάντως τὸν μέλλοντα τὴν κυρείαν τῆς ἀφέσεως λαμβάνειν τό τε περὶ τὸν ὡροσκόπον δωδεκατημόριον, ἀπὸ πέντε μοιρῶν τῶν προαναφερομένων αὐτοῦ τοῦ ὁρίζον- τος μέχρι τῶν λοιπῶν καὶ ἐπαναφερομένων μοιρῶν εἴκοσι πέντε καὶ τὰς ταύταις ταῖς λ΄ μοίραις δεξιὰς ἑξαγώνους τὰς τοῦ ἀγαθοῦ δαίμονος καὶ τετραγώνους τοῦ ὑπὲρ γῆν μεσουρανήματος καὶ τριγώνους τοῦ καλουμένου θεοῦ καὶ διαμέτρους τοῦ δύνοντος, προκρινομένων καὶ ἐν τούτοις εἰς δύναμιν ἐπικρατήσεως πρῶτον μὲν τῶν κατὰ τὸ ὑπὲρ γῆν μεσουράνημα, εἶτα τῶν κατὰ τὴν ἀνατολήν, εἶτα τῶν κατὰ τὴν ἐπαναφοράν τοῦ μεσουρανήματος, εἶτα τῶν κατὰ τὸ δῦνον, εἶτα τῶν κατὰ τὸ προηγούμενον τοῦ μεσουρανήματος.

  57. 3.11.4.1

    τό τε γὰρ ὑπὸ γῆν πᾶν εἰκότως ἀθετητέον πρὸς τὴν τηλικαύτην κυρείαν πλὴν μόνων τῶν παρ’ αὐτὴν τὴν ἐπαναφορὰν εἰς φῶς ἐρχομένων, τοῦ τε ὑπὲρ γῆν οὔτε τὸ ἀσύνδετον τῷ ἀνατέλλοντι δωδεκατημόριον ἁρμόζει παραλαμβάνειν, οὔτε τὸ προανατεῖλαν, ὃ καλεῖται τοῦ κακοῦ δαίμονος, ἐπειδήπερ κακοῖ τὴν ἐπὶ τὴν γῆν ἀπόρροιαν τῶν έν αὐτῷ ἀστέρων μετὰ τοῦ καὶ ἀποκεκλικέναι, θολοῖ καὶ ὥσπερ ἀφανίζει τὸ ἀναθυμιώμενον ἐκ τῶν τῆς γῆς ὑγρῶν παχὺ καὶ ἀχλυῶδες, παρ’ 3 καὶ τοῖς χρώμασι καὶ τοῖς μεγέθεσιν οὐ κατὰ φύσιν ἔχοντες φαίνονται.

  58. 3.11.5.1

    μετὰ δὲ ταῦτα πάλιν ἀφέτας παραληπτέον τούς τε κυριωτάτους τέσσαρας τόπους, ἥλιον, σελήνην, ὠροσκόπον, κλῆρον τύχης, καὶ τοὺς τούτων οἰκοδεσποτήσαντας, κλῆρον μέντοι τύχης τὸν συναγόμενον ἀπὸ τοῦ ἀριθμοῦ πάντοτε καὶ νυκτὸς καὶ ἡμέρας τοῦ ἀπὸ ἡλίου ἐπὶ σελήνην καὶ τὰ ἴσα φέροντος ἀπὸ τοῦ ὡροσκόπου κατὰ τὰ ἑπόμενα τῶν ζῳδίων, ἵνα ὃν ἔχει λόγον καὶ σχηματισμὸν ὁ ἥλιος πρὸς τὸν ὡροσκόπον, τοῦτον ἔχη καὶ ἡ σελήνη πρὸς τὸν κλῆρον τῆς τύχης καὶ ᾗ ὥσπερ σεληνιακὸς ὡροσκόπος.

  59. 3.11.6.1

    ἴσως δὲ αὐτὸ τοῦτο θέλει τε καὶ δύναται παρὰ τῷ συγγραφεῖ τὸ τοῖς νυκτὸς γεννωμένοις ἀπὸ σελήνης ἐπὶ ἥλιον ἀριθμεῖν καὶ ἀνάπαλιν ἀπὸ τοῦ ὡροσκόπου, τουτέστιν εἰς τὰ προηγούμενα, διεκβάλλειν· καὶ οὕτως γὰρ κἀκεῖνος 6 αὐτὸς τόπος τοῦ κλήρου καὶ 6 αὐτὸς τοῦ συσχηματισμοῦ λόγος ἐκβήσεται.

  60. 3.11.7.1

    προκριτέον δὲ καὶ ἐκ τούτων ἡμέρας μὲν πρῶτον τὸν ἥλιον, ἐάνπερ ἐν τοῖς ἀφετικοῖς τόποις, εἰ δὲ μή, τὴν σελήνην, εἰ δὲ μή, τὸν πλείους ἔχοντα λόγους οἰκοδεσποτείας πρός τε τὸν ἥλιον καὶ τὴν προγενομένην σύνοδον καὶ πρὸς τὸν ὡροσκόπον, τουτέστιν ὅταν τῶν οἰκοδεσποτικῶν δεσποτικῶν τρόπων ε΄ ὄντων τρεῖς ἔχῃ πρὸς ἕνα ἢ καὶ πλείους τῶν εἰρημένων, εἰ δὲ μή, τελευταῖον τὸν ὡροσκόπον, νυκτὸς δὲ πρῶτον τὴν σελήνην, εἶτα τὸν ἥλιον, εἶτα τὸν πλείους ἔχοντα λόγους οἰκοδεσποτείας πρός τε τὴν σελήνην καὶ πρὸς τὴν γενομένην πανσέληνον καὶ τὸν κλῆρον τῆς τύχης, εἰ δὲ μή, τελευταῖον συνοδικῆς μὲν οὔ· σης τῆς προγενομένης συζυγίας τὸν ὡροσκόπον, πανσεληνιακῆς δὲ τὸν κλῆρον τῆς τύχης.

  61. 3.11.8.1

    εἰ δὲ καὶ ἀμφότερα τὰ φῶτα ἢ καὶ ὁ τῆς οἰκείας αἱρέσεως οἰκοδεσπότης ἐν τοῖς ἀφετικοῖς εἷεν τόποις, τὸν ἐν τῷ κυριωτέρῳ τόπῳ τῶν φώτων παραληπτέον, τότε δὲ μόνον τὸν οἰκοδεσπότην ἀμφοτέρων προκριτέον, ὅταν καὶ κυριώτερον ἐπέχῃ τόπον καὶ πρὸς ἀμφοτέρας τὰς αἱρέσεις οἰκοδεσποτείας λόγον ἔχῃ.

  62. 3.11.9.1

    τοῦ δὲ ἀφέτου διακριθέντος ἔτι καὶ τῶν ἀφέσεων δύο τρόπους παραληπτέον, τόν τε εἰς τὰ ἑπόμενα μόνον τῶν ζῳδίων ὑπὸ τὴν καλουμένην ἀκτινοβολίαν, ὅταν ἐν τοῖς ἀπηλιωτικοῖς τόποις, τουτέστι τοῖς ἀπὸ τοῦ μεσουρανήματος ἐπὶ τὸν ὡροσκόπον τόποις, ὁ ἀφέτης, καὶ τὸν οὐ μόνον εἰς τὰ ἑπόμενα ἀλλὰ καὶ εἰς τὰ προηγούμενα κατὰ τὴν λεγομένην ὡριμαίαν, ὅταν ἐν τοῖς ἀποκεκλικόσι τοῦ μεσουρανήματος τόποις ὁ ἀφέτης.

  63. 3.11.10.1

    τούτων δὲ οὕτως ἐχόντων ἀναιρετικαὶ γίγνονται μοῖ ραι κατὰ μὲν τὴν εἰς τὰ προηγούμενα τῶν ζῳδίων ἄφεσιν ἡ τοῦ δυτικοῦ ὁρίζοντος μόνη διὰ τὸ ἀφανίζειν τὸν κύριον τῆς ζωῆς, αἱ δὲ τῶν οὕτως ὑπαντώντων ἢ μαρτυ- ρούντων ἀστέρων ἀφαιροῦσι μόνον καὶ προστιθέασιν ἔτη τοῖς μέχρι τῆς καταδύσεως τοῦ ἀφέτου συναγομένοις καὶ οὐκ ἀναιροῦσι διὰ τὸ μὴ αὐτοὺς ἐπιφέρεσθαι τῷ ἀφετικῷ τόπφ ἀλλ’ ἐκεῖνον τοῖς αὐτῶν. καὶ προστιθέασιν μὲν οἱ ἀγα- θοποιοί, ἀφαιροῦσι δὲ οἱ κακοποιοί, τοῦ τοῦ Ἑρμοῦ πά- λῖν ὁποτέροις ἂν αὐτῶν συσχηματισθῇ προστιθεμένου.

  64. 3.11.11.1

    ὁ δὲ ἀριθμὸς τῆς προσθέσεως ἢ ἀφαιρέσεως θεωρεῖται διὰ τῆς καθ’ ἕκαστον μοιροθεσίας ὅσοι γὰρ ἂν ὦσιν ὡριαῖοι χρόνοι τῆς ἑκάστου μοίρας, ἡμέρας μὲν οὔσης οἱ τῆς ἡμέρας, νυκτὸς δὲ οἱ τῆς νυκτός, τοσοῦτον πλῆθος ἐτῶν ἔσται τὸ τέλειον· ὅπερ ἐπὶ τῆς ἀνατολῆς αὐτῶν ὄντων λογιστέον, εἶτα κατὰ τὸ ἀνάλογον τῆς ἀποχωρήσεως ὑφαιρετέον, ἕως ἂν πρὸς τάς δυσμὰς εἰς τὸ μηδὲν καταν- τήσῃ.

  65. 3.11.12.1

    κατά δὲ τὴν εἰς τὰ ἑπόμενα τῶν ζῳδίων ἄφεσιν ἀναιροῦσιν οἳ τε τῶν κακοποιῶν τόποι Κρόνου καὶ ’Άρεως ἤτοι σωματικῶς ὑπαντώντωνῆ ἀκτῖνα ἐπιφερόντων ὅθεν δήποτε τετράγωνον ἢ διάμετρον, ἐνίοτε δὲ καὶ ἐπὶ τῶν ἀκουόντων ἢ βλεπόντων κατ’ ἰσοδυναμίαν ἑξαγώνων, καὶ αὐτὸς δὲ ὁ τῷ ἀφετικῷ τόπῳ τετράγωνος ἀπὸ τῶν ἑπομένων, ἐνίοτε δὲ καὶ,έπὶ μὲν τῶν πολυχρονούντων δωδεκατημορίων κακωθεὶς ὁ ἑξάγωνος, ἐπὶ δὲ τῶν ὀλιγο- χρονίων ὁ τρίγωνος σελήνης δὲ ἀφιείσης καὶ ὁ τοῦ ἡλίου τόπος· ἰσχύουσι γὰρ αἱ κατὰ τὴν τοιαύτην ἄφεσιν ὑπαν- τήσεις καὶ ἀναιρεῖν καὶ σῴζειν, ἐπειδὴ αὗται τῷ τοῦ ἀφέτου τόπῳ ἐπιφέρονται,

  66. 3.11.13.1

    οὐ πάντοτε μέντοι τούτους τοὺς τόπους καὶ πάντως ἀναιρεῖν ἡγητέον, ἀλλά μόνον ὅταν ὦσι κεκακωμένοι· παραποδίζονται γάρ, ἐάν τε εἰς ἀγαθοποιοῦ ὅριον ἐμπέσωσιν, ἐάν τέ τις τῶν ἀγαθοποιῶν ἀκτῖνα συνεπιφέρῃ τετράγωνον ἢ τρίγωνον ἢ διάμετρον ἤτοι πρὸς αὐτὴν τὴν ἀναιρετικὴν μοῖραν ἢ εἰς τὰ ἑπόμενα αὐτῆς, ἐπὶ μὲν Διὸς μὴ ὑπὲρ τὰς δώδεκα μοίρας, ἐπὶ δὲ Ἀφροδίτης μὴ ὑπὲρ τὰς ὀκτώ, ἐάν τε σωμάτων ὄντων ἀμφοτέρων τοῦ τε ἀφιέντος καὶ τοῦ ὑπαντῶντος μὴ τὸ αὐτὸ πλάτος ἀμφοτέρων.

  67. 3.11.14.1

    ὅταν οὖν δύο ἢ πλείονα ἑκατέρωθεν τά τε βοηθοῦντα καὶ τὰ κατὰ τὸ ἐναντίον ἀναιροῦντα, σκεπτέον τὴν ἐπικράτησιν ὁποτέρου τῶν εἰδῶν κατά τε τὸ πλῆθος τῶν συλλαμβανομένων αὐτοῖς καὶ κατὰ τὴν δύναμιν, κατὰ μὲν τὸ πλῆθος,

  68. 3.11.15.1

    ὅταν αἰσθητῶς πλείονα ᾖ τὰ ἕτερα τῶν ἑτέρων, κατὰ δύναμιν δέ, ὅταν τῶν βοηθούντων ἢ ἀναιρούντων ἀστέρων οἱ μὲν ἐν οἰκείοις ὦσι τόποις, οἱ δὲ μή, μάλιστα δ’ ὅταν οἱ μὲν ὦσιν ἀνατολικοί, οἱ δὲ δυτικοί. καθόλου όλου γὰρ τῶν ὑπὸ τὰς αὐγὰς ὄντων οὐδένα παραληπτέον οὔτε πρὸς ἀναίρεσιν οὔτε πρὸς βοήθειαν, πλὴν εἰ μὴ τῆς σελήνης ἀφέτιδος οὔσης αὐτὸς ὁ τοῦ ἡλίου τόπος ἀνέλῃ συντετραμμένος μὲν ὑπὸ τοῦ συνόντος κακοποιοῦ, διὰ μηδενὸς δὲ τῶν ἀγαθοποιῶν ἀναλελυμένος. ὁ μέντοι τῶν ἐτῶν ἀριθμός, ὃν ποιοῦσιν αἱ τῶν μεταξὺ διαστάαὑται <μοῖραι> τοῦ τε ἀφετικοῦ τόπου καὶ τοῦ οὐδὲ ἁπλῶς οὐδὲ ὡς ἔτυχεν ὀφείλει λαμβάνεσθαι κατὰ τὰς τῶν πολλῶν παραδόσεις ἐκ τῶν ἀναφορικῶν πάντοτε χρόνων ἑκάστης μοίρας, εἰ μὴ μόνον, ὅταν ἤτοι αὐτὸς ὁ ἀνατολικὸς ὁρίζων τὴν ἄφεσιν εἰληφὼς ἥ τις τῶν κατ’ αὐτὸν ποιουμένων ἀνατολήν.

  69. 3.11.16.1

    ἑνὸς γὰρ ἐκ παντὸς τρόπου τῷ φυσικῶς τοῦτο τὸ μέρος ἐπισκεπτομένῳ προκειμένου τοῦ σκοπεῖν, μετὰ πόσους ἰσημερινοὺς χρόνους ὁ τοῦ ἑπομένου σώματος ἢ σχήματος τόπος ἐπὶ τὸν τοῦ προηγουμένου κατ’ αὐτὴν τὴν γένεσιν παραγίνεται διὰ τὸ τοὺς ἰσημερινοὺς χρόνους ὁμαλῶς διέρχεσθαι καὶ τὸν ὁρίζοντα καὶ τὸν μεσημβρινόν, πρὸς οὓς ἀμφοτέρους αἱ τῶν τοπικῶν ἀποστάσεων ὁμοιότητες λαμβάνονται, καὶ ἰσχύειν δὲ ἕκαστον τῶν χρόνων ἐνιαυτὸν ἕνα ἡλιακὸν "/> εἰκότως, ὅταν μὲν ἐπ’ αὐτοῦ τοῦ ἀνατολικοῦ ὁρίζοντος ᾗ ὁ ἀφετικὸς καὶ προηγούμενος τόπος, τοὺς ἀναφορικοὺς χρόνους τῶν μέχρι τῆς ὑπαντήσεως μοιρῶν προσήκει λαμβάνειν·

  70. 3.11.17.1

    μετὰ τοσούτους γὰρ ἰσημερινοὺς χρόνους ὁ ἀναιρέτης ἐπὶ τὸν τοῦ ἀφέτου τόπον τουτέστι ἐπὶ τὸν ἀνατολικὸν ὁρίζοντα παραγίνεται, ὅταν δὲ ἐπ’ αὐτοῦ τοῦ μεσημβρινοῦ, τὰς ἐπ’ ὀρθῆς τῆς σφαίρας ἀναφοράς, έν ὅσαις ἕκαστον τμῆμα διέρχεται τὸν μεσημβρινόν, ὅταν δὲ ἐπ’ αὐτοῦ τοῦ δυτικοῦ ὁρίζοντος, ἐν ὅσαις ἑκάστη τῶν τῆς διαστάσεως μοιρῶν καταφέρεται, τουτέστιν ἐν ὅσαις αἰ διαμετροῦσαι ταύτας ἀναφέρονται.

  71. 3.11.18.1

    τοῦ δὲ τροηγουμένου τόπου μηκέτι ὄντος ἐν τοῖς τρισὶ τούτοις ὅροις ἀλλ’ ἐν ταῖς μεταξὺ διαστάσεσιν, οὐκέτι οἱ τῶν προκειμέ- νων ἀναφορῶν ἢ καταφορῶν μεσουρανήσεων χρόνοι τοὺς ἑπομένους τόπους οἴσουσιν ἐπὶ τοὺς αὐτοὺς τοῖς προηγουμένοις ἀλλὰ διάφοροι. ὅμοιος μὲν γὰρ καὶ ὁ αὐτὸς τόπος ἐστὶν ὁ τὴν ὁμοίαν καὶ ἐπὶ τὰ αὐτὰ μέρη θέσιν ἔχων ἅμα πρός τε τὸν ὁρίζοντα καὶ τὸν μεσημβρινόν· τοῦτο δὲ ἔγγιστα συμβέβηκε τοῖς ἐφ’ ἑνὸς κειμένοις ἡμικυκλίου τῶν γραφομένων τῶν τομῶν τοῦ τε μεσεμβρινοῦ καὶ τοῦ ὁρίζοντος, ὧν ἕκαστος κατὰ τὴν αὐτὴν θέσιν τὴν ἴσην ἔγγιστα καιρκὴν ποιεῖ.

  72. 3.11.19.1

    ὥσπερ δ ἂν περιάγηται περὶ τὰς εἰρημένας τομάς, ἔρχεται μὲν ἐπὶ τὴν αὐτὴν θέσιν καὶ τῷ ὁρίζοντι καὶ τῷ μεσημβρινῷ, τοὺς δὲ τῆς διελεύσεως τοῦ ζῳδιακοῦ χρόνους ἀνίσους ἐφ’ ἑκατέρου ποιεῖ, τὸν αὐτὸν τρόπον καὶ κατὰ τὰς τῶν ἄλλων ἀποστάσεων θέσεις δι’ ἀνίσων ἐκείνοις χρόνων τὰς παρόδους ἀπεργάζεται.

  73. 3.11.20.1

    μία δέ τις ἡμῖν ἔφοδος ἔστω τοιαύτη, δι’ ἧς, ἐάν τε ἀνατολικὴν ἐάν τε μεσημβρινὴν δυτικὴν ἐάν τε ἄλλην τινὰ ἔχῃ θέσιν ὁ προηγούμενος τόπος, τὸ ἀνάλογον τῶν ἐπ’ αὐτὸν φερόντων χρόνων τὸν ἑπόμενον τόπον ληφθήσεται· προδιαλαβόντες γὰρ τήν τε μεσουρανοῦσαν τοῦ ζῳδιακοῦ μοῖραν καὶ ἔτι τήν τε προηγουμένην καὶ τὴν ἐπερχομένην πρῶτον σκεψόμεθα τὴν τῆς προηγουμένης θέσιν, πόσας καιρικὰς ὥρας ἀπέχει τοῦ μεσημβρινοῦ, ἀριθμήσαντες τὰς μεταξὺ αὐτῆς καὶ τῆς μεσουρανούσης οἰκείως ἤτοι ὑπὲρ γῆν ἢ ὑπὸ γῆν μοίρας ἐπ’ ὀρθῆς τῆς σφαίρας ἀναφορὰς καὶ μερίσαντες εἰς τὸ πλῆθος τῶν αὐτῆς τῆς προηγουμένης μοίρας ὡρι- αίων χρόνων, εἰ μὲν ὑπὲρ γῆν εἴη, τῶν ἡμερησίων, εἰ δὲ ὑπὸ γῆν, τῶν τῆς νυκτός,

  74. 3.11.21.1

    ἐπειδὴ τὰ τὰς αὐτὰς καιρικὰς ὥρας ἀπέχοντα τοῦ μεσημβρινοῦ τμήματα τοῦ ζῳδιακοῦ καθ’ ἑνὸς καὶ τοῦ αὐτοῦ γίνεται τῶν προειρημένων ἡμικυκλίων, καὶ δεήσει λαβεῖν, μετὰ πόσους ἰσημερινοὺς χρόνους καὶ τὸ ἑπόμενον τμῆμα τὰς ἴσας καιρικοὺς ὥρας ἀφέξει τοῦ αὐτοῦ μεσημβρινοῦ τῇ προηγουμένῃ, ταύτας δέ, ἃς εἰλήφαμεν, ἐπισκεψόμεθα, πόσους τε κατὰ τὴν ἐξ ἀρχῆς θέσιν ἀπεῖχεν ἰσημερινοὺς χρόνους καὶ ἡ ἑπομένη μοῖρα τῆς κατὰ τὸ αὐτὸ μεσουράνημα διὰ τῶν ἐπ’ ὀρθῆς πάλιν τῆς σφαίρας ἀναφορῶν, καὶ πόσους, ὅτε τὰς ἴσας καιρικὰς ὥρας ἐποίει τῇ

  75. 3.11.22.1

    προηγουμένη, πολυπλασιάσαντές τε καὶ ταύτας ἐπὶ τὸ πλῆθος τῶν τῆς ἑπομένης μοίρας ὡριαίων χρόνων, εἰ μὲν πρὸς τὸ ὑπὲρ γῆν εἴη μεσουράνημα πάλιν ἡ σύγκρισις, τῶν καιρικῶν ὡρῶν τὸ τῶν ἡμερησίων, εἰ δὲ πρὸς τὸ ὑπὸ γῆν, τὸ τῶν τῆς νυκτός, καὶ τοὺς γινομένους ἐκ τῆς ὑπεροχῆς ἀμφοτέρων τῶν διαστάσεων λαβόντες ἕξομεν τὸ τῶν ἐπιζητουμένων ἐτῶν πλῆθος.

  76. 3.11.23.1

    ἵνα δὲ φανερώτερον γένηται τὸ λεγόμενον, ὑποκείσθω προηγούμενος μὲν τόπος ὁ τῆς ἀρχῆς τοῦ Κριοῦ λόγου ἕνεκεν, ἑπόμενος δὲ ὁ τῆς ἀρχῆς τῶν Διδύμων, κλίμα δέ, ὅπου ἡ μὲν μεγίστη ἡμέρα ὡρῶν ἐστι τεττάρων καὶ δέκα, τὸ δ’ ὡριαῖον μέγεθος τῆς ἀρχῆς τῶν Διδύμων ἔγγιστα χρόνων ἱσημερινῶν ιݲζݲ, καὶ ἀνατελλέτω πρῶτον ἡ ἀρχὴ τοῦ Κριοῦ, ἵνα μεσουτὰ ρανῇ ἡ ἀρχὴ τοῦ Αἰγοκέρωτος, καὶ ἀπεχέτω τοῦ ὑπὲρ γῆν μεσουρανήματος ἀρχὴ τῶν Διδύμων χρόνους ἰσημερινοὺς ρݲμݲηݲ.

  77. 3.11.24.1

    ἐπεῖ οὖν ἡ τοῦ Κριοῦ ἀρχὴ ἀπέχει μεσημβρινοῦ μεσουρανήματος καιρικὰς ὥρας ἕξ, ταύτας πολλαπλασιάσαντες ἐπὶ τοὺς ιݲζݲ χρόνους, οἵπερ ἦσαν ὡριαίου μεγέθους τῆς ἀρχῆς τῶν Διδύμων, ἐπειδήπερ πρὸς τὸ ὑπὲρ γῆν μεσουράνημά ἐστιν ἡ τῶν ρݲμݲηݲ χρόνων ἀποχή, ἕξομεν καὶ ταύτης τῆς διαστάσεως χρόνους ρݲβݲ· μετὰ τοὺς τῆς ὑπεροχῆς ἄρα χρόνους μݲςݲ τόπος ἐπὶ τὸν τοῦ προηγουμένου μεταβήσεται. τοσοῦτοι δέ εἰσιν ἔγγιστα χρόνοι καὶ τῆς ἀναφορᾶς τοῦ τε Κριοῦ καὶ τοῦ Ταύρου, ἐπειδὴ ὁ ἀφετικὸς τόπος ὑπόκειται ὡροσκοπῶν.

  78. 3.11.25.1

    μεσουρανείτω δὴ ὁμοίως ἡ ἀρχὴ τοῦ Κριοῦ, ἵνα ἀπέχῃ κατὰ τὴν πρώτην θέσιν ἡ ἀρχὴ τῶν Διδύμων τοῦ ὑπὲρ γῆν μεσουρανήματος χρόνους ἰσημερινοὺς νݲηݲ. οὖν κατὰ δευτέραν θέσιν ὀφείλει μεσουρανεῖν ἡ ἀρχὴ τῶν <Διδύμων> ἕξομεν τὴν τῶν διαστάσεων αὐτῶν τῶν νݲηݲ χρόνων, ἐν ὅσοις πάλιν διὰ τὸ μεσουρανεῖν τὸν ἀφετικὸν τόπον διέρχεται τὸν μεσημβρινὸν ὅ τε Κριὸς καὶ ὁ Ταῦρος. δυνέτω δὲ τὸν αὐτὸν τρόπον ἡ ἀρχὴ τοῦ Κριοῦ, ἵνα μεσουρανῇ μὲν ἀρχὴ τοῦ Καρκίνου, ἀπέχῃ δὲ τοῦ ὑπὲρ γὴν μεσουρανήματος ἡ ἀρχὴ τῶν Διδύμων εἰς τὰ προηγούμενα χρόνους ἰσημερινοὺς λݲβݲ.

  79. 3.11.26.1

    ἐπειδὴ οὖν πάλιν ἓξ ὥρας καιρικὰς ἀπέχει τοῦ μεσημβρινοῦ ἡ ἀρχὴ τοῦ Κριοῦ πρὸς δυσμάς, ἐὰν ἑπτακαιδεκάκις ταύ- τας ποιήσωμεν, ἕξομεν ρݲβݲ χρόνους, οὓς ἀφέξει τοῦ μεσημβρινοῦ καὶ ἡ ἀρχὴ τῶν Διδύμων, ὅταν δύνῃ. ἀπεῖχε δὲ καὶ κατὰ τὴν πρώτην θέσιν ἐπὶ τὰ αὐτὰ χρόνους λݲβݲ ἐν τοῖς τῆς ὑπεροχῆς ἄρα χρόνοις οݲ ἐπὶ τὸ δῦνον ἠνέχθη, ἐν οἷς καὶ καταφέρεται μὲν ὁ τε Κριὸς καὶ ὁ Ταῦρος, ἀναφερεται δὲ τὰ διαμετροῦντα δωδεκατημόρια τό τε τῶν Χηλῶν καὶ τὸ τοῦ Σκορπίου.

  80. 3.11.27.1

    ὑποκείσθω τοίνυν ἐπὶ μηδενὸς μὲν οὖσα τῶν κέντρων ἡ ἀρχὴ τοῦ Κριοῦ, ἀπέχουσα δέ, λόγου ἕνεκεν εἰς τὰ προηγούμενα τῆς μεσημβρίας καιρικὰς ὥρας τρεῖς, ἵνα μεσουρανῇ μὲν ἡ τοῦ Ταύρου μοῖρα ὀκτωκαιδεκάτη, ἀπέχῃ δὲ κατὰ τὴν πρώτην θέσιν ἡ τῶν Διδύμων ἀρχὴ τοῦ ὑπὲρ γῆν μεσουρανή- ματος εἰς τά ἑπόμενα χρόνους ἰσημερινοὺς ιݲγݲ· ἐὰν οὖν πάλιν τοὺς ιݲζݲ χρόνους ἐπὶ τὰς γݲ ὥρας πολλαπλασιάσωμεν, ἀφέξει μὲν καὶ κατὰ τὴν δευτέραν θέσιν ἡ τῶν Διδύμων ἀρχὴ τῆς μεσημβρίας εἰς τὰ προηγούμενα χρόνους νݲαݲ, τοὺς δὲ πάντας ποιήσει χρόνους ξݲδݲ.

  81. 3.11.28.1

    ἐποίει δὲ διά τῆς αὐτῆς ἀγωγῆς, ὅτε μὲν ἀνέτελλεν ὁ ἀφετικὸς τόπος, χρότοῦ ὅτε μݲςݲ, ὅτε δὲ ἐμεσουράνει, χρόνους νݲηݲ, ὅτε χρόνους ο΄. διήνεγκεν μὲν ἄρα καὶ ὁ κατὰ τὴν μεταξὺ θέσιν τῆς τε μεσουρανήσεως καὶ τῆς δύσεως τῶν χρόνων ἀριθμὸς ἑκάστου τῶν ἄλλων· γέγονε γὰρ ξݲδݲ διήνεγκε δὲ κατὰ τὸ ἀνάλογον τῆς τῶν γݲ ὡρῶν ἐπειδήπερ αὕτη ἐπὶ μὲν τῶν ἄλλων κατὰ τὰ κέντρα τεταρτημορίων ιݲβݲ χρόνων ἦν, ἐπὶ δὲ τῆς τῶν τριῶν ἀποστάσεως ἓξ χρόνων.

  82. 3.11.29.1

    ἐπεὶ δὲ καὶ ἐπὶ πάντων ἡ αὐτὴ σχεδὸν ἀναλογία συντηρεῖται, δυνατὸν ἔσται κατὰ τοῦτον τὸν τρόπον ἁπλούστερον τῇ μεθόδῳ χρῆσθαι. πάλιν γὰρ ἀνατελλούσης μὲν τῆς προηγουμένης μοίρας ταῖς μέχρι τῆς ἑπομένης ἀναφοραῖς συγχρησόμεθα, μεσουρανούσης δὲ ταῖς ἐπ’ ὀρθῆς τῆς σφαίρας, δυνούσης δὲ ταῖς καταφοραῖς, ὅταν δὲ μεταξὺ τούτων ᾗ, ὡς λόγου ἕνεκεν ἐπὶ τῆς ἐκκειμένης διαστάσεως τοῦ Κριοῦ, ληψόμεθα πρῶτον τοῦς ἐπιβάλλοντας χρόνους ἑκατέρῳ τῶν περιεχόντων κέντρων, εὑρήσομεν δέ, ἐπειδὴ μετὰ τὸ μεσουράνημα τὸ ὑπὲρ γῆν ὑπέκειτο ἡ ἀρχὴ τοῦ Κριοῦ μεταξὺ τοῦ μεσουρανοῦντος κέντρου καὶ τοῦ δύνοντος, τοὺς ἐπιβάλλοντας χρόνους μέχρι τῆς ἀρχῆς τῶν Διδύμων, τῶν μὲν συμμεσουρανήσεων νݲηݲ, τῶν δὲ συγκαταδύσεων οݲ, ἔπειτα μαθόντες, ὡς πρόκειται,

  83. 3.11.30.1

    πόσας καιρικὰς ἀπέχει τὸ προηγούμενον τμῆμα ὁποτέρου τῶν κέντρων, ὅσον ἂν ὦσι μέρος αὗται τῶν τοῦ τεταρτημορίου καιριἐμεσουράνη κῶν ὡρῶν ἓξ, τοσοῦτον μέρος τῆς ἀμφοτέρων τῶν συναγωγῶν ὑπεροχῆς προσθήσομεν ἀφελοῦμεν τῶν συγκρινομένων κέντρων, οἷον ἐπεὶ τῶν προκειμένων οݲ καὶ νݲηݲ ἡ ὑπεροχή ἐστι χρόνων ιݲβݲ, ὑπέκειτο δὲ τὰς ἴσας καιρικὰς ὥρας τρεῖς ὁ προηγούμενος τόπος ἑκατέρου τῶν κέντρων ἀπέχων, αἴ εἰσι τῶν ἓξ ὡρῶν ἥμισυ μέρος, λαβόν τες καὶ τῶν ιݲβݲ χρόνων τὸ ἥμισυ ἤτοι τοῖς νݲηݲ ἢ τῶν οݲ ἀφελόντες εὑρήσομεν τὴν ἐπιβολὴν χρόνων ξݲδݲ.

  84. 3.11.31.1

    εἰ δέ γε δύο καιρικὰς ὥρας ἀπεῖχεν ὁποτέρου τῶν κέντρων, αἴ εἰσι τῶν ςݲ ὡρῶν τὸ τρίτον μέρος, τὸ τρίτον πάλιν τῶν τῆς ὑπεροχῆς ιݲβݲ χρόνων, τουτέστι τοὺς δݲ. εἰ μὲν ἡ τῶν δύο ὡρῶν ἀποχή ἀπὸ τοῦ μεσουρανήματος ὑπέκειτο, προσεθήκαμεν ἂν τοῖς νݲηݲ χρόνοις, εἰ δὲ τοῦ δύνοντος, ἀφείλομεν ἂν ἀπὸ τῶν οݲ. ὁ μὲν οὖν τῆς τῶν χρονικῶν διαστάσεων ποσότητος οὕτως ἡμῖν κατὰ τὸ ἀκόλουθον ὀφείλει λαμβάνεσθαι.

  85. 3.11.32.1

    διακρινοῦμεν δὲ λοιπὸν ἐφ’ ἑκάστης τῶν προειρημένων νων ἢ καὶ καταδύσεων κατὰ τὴν ἀπὸ τῶν ὀλιγοχρονιωτέρων τάξιν τάς τε ἀναιρετικὰς καὶ τὰς κλιμακτηρικὰς καὶ τὰς ἄλλως παροδικὰς διά τε τοῦ ἢ κεκακῶσθαι τῆν ὑπάντησιν ἢ βοηθεῖσθαι κατὰ τὸν προειρημένον ἡμῖν τρόπον καὶ διὰ τῶν καθ’ ἕκαστον τῶν διασημαινομένων ἐκ τῆς ὑπαντήσεως χρονικῶν ἐπεμβάσεων.

  86. 3.11.33.1

    κεκακωμένων γὰρ ἅμα τῶν τόπων καὶ τῆς πρὸς τὴν ἐπέμβασιν τῶν ἐτῶν παρόδου τῶν ἀστέρων κακοποιούσης τοὺς κυριωτάτους τόπους ἄντικρυς θανάτους ὑπονοητέον, τοῦ δὲ ἑτέρου τούτων φιλανθρωποῦντος κλιμακτῆρας μεγάλους καὶ ἐπισφαλεῖς, ἀμφοτέρων δὲ νωθρίας μόνον ἢ βλαβὰς καὶ καθαιρέσεις παροδικάς τῆς καὶ ἑν τούτοις ἰδιότητος λαμβανομένης ἀπὸ τῆς τῶν ὑπαντητικῶν τόπων πρὸς τὰ τῆς γενέσεως πράγματα συνοικειώσεως.

  87. 3.11.34.1

    οὐδὲν δὲ ἐνίοτε κωλύει, δισταζομένων τῶν τὴν ἀναιρετικὴν κυρίαν λαμβάνειν ὀφειλόντων τὰς καθ’ ἕκαστον αὐτῶν ὑπαντήσεις ἐπιλογιζομένους ἤτοι ταῖς μάλιστα πρὸς τὰ ἐκβάντα ἤδη τῶν συμπτωμάτων συμφωνούσαις καὶ πρὸς τά μέλλοντα κατακολουθεῖν ἢ πρὸς ἁπάσας ὡς κατ’ ἰσότητα τῆς δυνάμεως ἰσχυούσας παρατηρητικῶς ἔχειν τὸ μᾶλλον καὶ ἧττον αὐτῶν κατὰ τὸν αὐτὸν τρόπον ἐπισκεπτομένους.

  88. 3.12.1.1

    Ἐφωδευμένης δὲ καὶ τῆς τοῦ περὶ χρόνων ζωῆς λόγου πραγματείας λέγομεν ἀρχὴν τῶν κατὰ μέρος, λαβόντες κατὰ τὴν οἰκείαν τάξιν περί τε τῆς μορφῆς καὶ τῆς σωματικῆς διατυπώσεως, ἐπειδὴ καὶ τά τοῦ σώματος τῶν τῆς ψυχῆς προτυποῦται κατὰ φύσιν, τοῦ μὲν σώματος διὰ τὸ ὑλικώτερον συγγεννωμένας ἔχοντος σχεδὸν τὰς, τῶν ἰδιοσυγκρασιῶν φαντασίας, τῆς δὲ ψυχῆς μετὰ ταῦτα καὶ κατὰ μικρὸν τὰς ἀπὸ τῆς πρώτης αἰτίας ἐπιτηδειότητας ἀναδεικνυούσης, τῶν δ’ ἐκτὸς ἔτι μᾶλλον ὕστερον κατὰ τὸν ἐφεξῆς χρόνον ἐπισυμπιπτόντων.

  89. 3.12.2.1

    παρατηρητέον οὗν καθόλου μὲν τὸν ἀνατολικὸν ὁρίζοντα καὶ τοὺς ἐπόντας ἢ τοὺς τὴν οἰκοδεσποτείαν αὐτοῦ λαμβάνοντας τῶν πλανωμένων, καθ’ ὃν εἰρήκαμεν τρόπον, ἐπὶ μέρους δὲ καὶ τὴν σελήνην ὡσαύτως· διὰ γὰρ τῆς τῶν τόπων τούτων ἀμφοτέρων καὶ τῆς τῶν οἰκοδεσποτησάντων διαμορφωτικῆς φύσεως καὶ τῆς καθ’ ἑκάτερον εἶδος συγκράσεως καὶ ἔτι τῆς τῶν συνανατελλόντων αὐτοῖς ἀπλανῶν ἀστέρων σχηματογραφίας τὰ περὶ τὰς διατυπώσεις τῶν σωμάτων θεωρεῖται, πρωτευόντων μὲν τῇ δυνάμει τῶν τὴν οἰκοδεδποτείαν ἐχόντων ἀστέρων, ἐπισυνεργούσης δὲ καὶ τῆς τῶν τόπων αὐτῶν ἰδιοτροπίας. τὸ μέντοι καθ’ ἕκαστον καὶ ὡς ἄν τις ἁπλῶς οὕτως ἀποδοίη, τοῦτον ἔχει τὸν τρόπον.

  90. 3.12.3.1

    πρῶτον γὰρ ἐπὶ τῶν ἀστέρων ὁ μὲν τοῦ Κρόνου ἀνατολικὸς ὢν τῇ μὲν μορφῇ μελιχρόας ποιεῖ καὶ εὐεκτικοὺς καὶ μελανότριχας καὶ οὐλοκεφάλους καὶ δασυστέρνους καὶ μεσοφθάλμους καὶ συμμέτρους τοῖς μεγέθεσι, τῇ δὲ κράσει τὸ μᾶλλον ἔχοντας ἐν τῷ ὑγρῷ καὶ ψυχρῷ, δυτικὸς δὲ ὑπάρχων τῇ μὲν μορφῇ μέλανας καὶ σπινώδεις καὶ μικροὺς καὶ ἁπλότριχας καὶ ὑποψίλους καὶ ὑπορρύθμους καὶ μελανοφθάλμους, τῇ δὲ κράσει τὸ μᾶλλον ἔχοντας ἐν τῷ ξηρῷ καὶ ψυχρῷ.

  91. 3.12.4.1

    ὁ δὲ τοῦ Διὸς οἰκοδεσποτήσας τοὺς προκειμένους τό· πους ἀνατολικὸς τῇ μὲν μορφῇ ποιεῖ λευκοὺς ἐπὶ τὸ εὕχρουν καὶ μεσότοιχα καὶ μεγαλοφθάλμους καὶ εὐμεγέθεις καὶ ἀξιωματικούς, τῇ δὲ κράσει τὸ πλεῖον ἔχοντας ἐν τῷ θερμῷ καὶ ὑγρῷ, δυτικὸς δὲ ὑπάρχων τῇ μὲν χρόᾳ λευκοὺς μέν, οὐκ ἐπὶ τὸ εὔχρουν δὲ ὁμοίως, τετανότριχάς τε καὶ ἀναφαλαντιαίους καὶ μεσοφαλάκρους καὶ μετρίους τοῖς μεγέθεσι, τῇ δὲ κράσει τὸ πλεῖον ἔχοντας ἐν τῷ ὑγρῷ.

  92. 3.12.5.1

    ὁ δὲ τοῦ Ἄρεως ὁμοίως ἀνατολικὸς τῇ μὲν μορφῇ ποιεῖ λευκερύθρους καὶ εὐμεγέθεις καὶ εὐέκτας καὶ γλαυκοφθάλμους καὶ δασεῖς καὶ μεσότριχας, τῇ δὲ κράσει τὸ πλεῖον ἔχοντας ἐν τῷ θερμῷ καὶ ξηρῷ, δυτικὸς δὲ ὑπάρχων τῇ μὲν μορφῇ ἐρυθροὺς ἁπλῶς καὶ μετρίους τοῖς μεγέθεσι καὶ μικροφθάλμους καὶ ὑποψίλους καὶ ξανθότριχας καὶ τετανούς, τῇ δὲ κράσει τὸ πλεῖον ἔχοντας ἐν τῷ ξηρῷ.

  93. 3.12.6.1

    ὁ δὲ τῆς Ἀφροδίτης τὰ παραπλήσια ποιεῖ τῷ τοῦ Διός, ἐπὶ μέντοι τὸ εὐμορφώτερον καὶ ἐπιχαριτώτερον καὶ γυναικοπρεποδέστερον καὶ θηλυμορφώτερον καὶ εὐχυμότερον καὶ τρυφερώτερον, ἰδίως δὲ τοὺς ὀφθαλμοὺς ποιεῖ μετὰ τοῦ εὐπρεποῦς ὑποχαροπούς.

  94. 3.12.7.1

    δὲ τοῦ Ἑρμοῦ ἀνατολικὸς τῇ μὲν μορφῇ ποιεῖ μελίχροας καὶ συμμέτρους τοῖς μεγέθεσι καὶ εὐρύθμους καὶ μικροφθάλμους καὶ μεσότριχας, τῇ δὲ κράσει τὸ πλεῖον ἔχοντας ἐν τῷ θερμῷ, δυτικὸς δὲ ὑπάρχων τῇ μὲν μορφῇ λευκοὺς μέν, οὐκ ἐπὶ τὸ εὔχρουν δὲ ὁμοίως, τετανότριχας, μελαγχλώρους καὶ σπινούς καὶ ἰσχνοὺς καὶ λοξοφθάλμους τε καὶ αἰγόπους καὶ ὑπερύθρους, τῇ δὲ κράσει τὸ πλεῖον ἔχοντας ἐν τῷ ξηρῷ

  95. 3.12.8.1

    συνεργοῦσι δὲ ἑκάστῳ τούτων συσχηματισθέντες ὁ μὲν ἥλιος ἐπὶ τὸ μεγαλοπρεπέστερον καὶ εὐεκτικώτερον, ἡ δὲ σελήνη, καὶ μάλισθ’, ὅταν τὴν ἀπόρροιαν αὐτῆς ἐπέχωσι, καθόλου μὲν ἐπὶ τὸ συμμετρώτερον καὶ ἰσχνώτερον καὶ τῇ κράσει ὑγρότερον, κατὰ μέρος δὲ ἀναλόγως τῇ τῶν φωτισμῶν ἰδιότητι κατὰ τὴν ἐν ἀρχῇ τῆς συντάξεως ἐκτεθειμένην κρᾶσιν.

  96. 3.12.9.1

    πάλιν δὲ καθόλου ἑῷοι μὲν ὄντες καὶ φάσεις ποιησάμενοι μεγαλοποιοῦσι τὰ σώματα, στηρίζοντες δὲ τὸ πρῶτον ἰσχυρὰ καὶ εὔτονα, προηγόυ- μενοι δὲ ἀσύμμετρα, τὸ δὲ δεύτερον στηρίζοντες ἀσθενέστερα, δύνοντος δὲ ἄδοξα μὲν παντελῶς, οἰστικὰ δἐ κακουχιῶν καὶ συνοχῶν.

  97. 3.12.10.1

    καὶ τῶν τόπων δὲ αὐτῶν πρὸς τοὺς σχηματισμοὺς μάλιστα τῶν διατυπώσεων καὶ τὰς κράσεις, ὡς ἔφαμεν, συνεργούντων καθόλου πάλιν τὸ μὲν ἀπὸ ἐαρινῆς ἰσημερίας ἐπὶ θερινὴν τροπὴν τεταρτημόριον ποιεῖ εὔχροας, εὐμε- γέθεις, εὐέκτας, εὐοφθάλμους, τὸ δὲ πλεῖον ἔχοντας ἐν τῷ ὑγρῷ καὶ θερμῷ, τὸ δ’ ἀπὸ τῆς θερινῆς τροπῆς μέχρι μετοπωρινῆς ἰσημερίας αεσόχροας, συμμέτρους τοῖς μεο γέθεσιν, εὐέκτας, μεγαλοφθάλμους, δασεῖς, οὐλότριχας, τὸ πλεῖον ἔχοντας έν τῷ θερμῷ καὶ ξηρῷ,

  98. 3.12.11.1

    τὸ δ’ ἀπὸ τῆς μετοπωρινῆς ἰσημερίας μέχρι τῆς χειμερινῆς τροπῆς μελίχροας, ἰσχνούς, σπινώδεις, παθήνους, μεσότριχας, εὐοφθάλμους, τὸ πλεῖον ἔχοντας ἐν τῷ ξηρῷ καὶ ψυχρῷ, τὸ δ’ ἀπὸ τῆς χειμερινῆς τροπῆς ἕως ἐαρινῆς ἰσημερίας μελανόχροας, συμμέτρους τοῖς μεγέθεσι, τετανότριχας, ὑποψίλους. ὑπορρύθμους, τὸ πλεῖον ἔχοντας ἐν τῷ ὑγρῷ καὶ ψυχρῷ.

  99. 3.12.12.1

    κατὰ μέρος δὲ τὰ μὲν ἀνθρωποειδῆ τῶν ζῳδίων τῶν τε ἐν τῷ ζῳδιακῷ καὶ τῶν ἐκτὸς εὔρυθμα καὶ σύμμετρα τοῖς σχήμασι τὰ σώματα κατασκευάζει, τὰ δὲ ἑτερόμορφα μετασχηματίζει πρὸς τὸ τῆς ἰδίας μορφώσεως οἰκεῖον τὰς τοῦ σώματος συμμετρίας καὶ κατά τινα λόγον ἀφομοιοῖ τὰ οἰκεῖα μέρη τοῖς ἑαυτῶν ἤτοι ἐπὶ τὸ μεῖζον καὶ ἔλαττον ἢ ἐπὶ τὸ ἰσχυρότερον καὶ ἀσθενέστερον ἢ ἐπὶ τὸ εὐρυθμότερον καὶ ἀρρυθμότερον, τὸ μεῖζον μέν,

  100. 3.12.13.1

    ὡς λόγου ἕνεκεν ὁ Λέων καὶ ἡ Παρθένος καὶ ὁ Τοξότης, ἐπὶ τὸ ἔλαττον δὲ ὡς οἱ Ἰχθύες καὶ ὁ Καρκίνος καὶ ὁ Αἰγόκερως, καὶ πάλιν ὡς τοῦ Κριοῦ καὶ τοῦ Ταύρου καὶ τοῦ Λέοντος τὰ μὲν ἄνω καὶ ἐμπρόσθια ἐπὶ τὸ εὐεκτικώτερον, τὰ δὲ κάτω καὶ ὀπίσθια ἐπὶ τὸ ἀσθενέστερον, τὸ δὲ ἐναντίον ὡς τοῦ Τοξότου καὶ τοῦ Σκορπίου καὶ τῶν Διδύμων τὰ μὲν ἐμπρόσθια ἐπὶ τὸ ἰσχνότερον, τὰ δὲ ὀπίσθια ἐπὶ τὸ εὐεκτικώτερον,

← Previous · Next → — showing 401500 of 685

First Thousand Years of Greek. CTS URN tlg0363.tlg007.1st1K-grc1. Via the Perseus Digital Library / Open Greek and Latin TEI corpora. Licence: Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License. Source.