Apotelesmatica (= Tetrabiblos)
- 2.3.49.1
καὶ τούτων δὲ οἱ μὲν περὶ τὴν Κυρηναϊκὴν καὶ Μαρμαρικὴν καὶ μάλιστα οἱ περὶ τὴν κάτω χώραν τῆς Αἰγύπτου μᾶλλον συνοικειοῦνται τοῖς Ἰχθύσι καὶ τῷ τοῦ Ἑρμοῦ, διόπερ οὗτοι διανοητικοί τε καὶ συνετοὶ καὶ εὐεπίβολοι τυγχάνουσι περὶ πάντα καὶ μάλιστα περὶ τὴν τῶν σοφῶν καὶ θείων εὕρεσιν μαγευτικοί τε καὶ κρυφίων μυστηρίων ἐπιτελεστικοὶ καὶ ὅλως ἱκανοὶ περὶ τὰ μαθήματα·
- 2.3.50.1
οἱ δὲ περὶ τὴν Θηβαΐδα καὶ Ὄασιν καὶ Τρωγλοδυτικὴν τῷ τε Ζυγῷ καὶ τῷ τῆς Ἀφροδίτης, ὅθεν καὶ αὐτοὶ θερμότεροί εἰσι τὰς φύσεις καὶ κεκινημένοι καὶ ἐν εὐφορίαις ἔχοντες τὰς διαγωγάς· οἱ δὲ περὶ τὴν Ἀραβίαν καὶ Ἀζανίαν καί μέσην Αἰθιοπίαν τῷ ‘γδροχόῳ καὶ τῷ τοῦ Κρόνου, διὸ καὶ οὗτοι κρεωφάγοι τε καὶ ἰχθυοφάγοι καὶ νομάδες εἰσίν, ἄγριον καὶ θηριώδη βίον ζῶντες.
- 2.4.1.1
Αἱ μὲν οὖν συνοικειώσεις τῶν τε ἀστέρων καὶ τῶν δωδεκατημορίων πρὸς τὰ κατὰ μέρος ἔθνη καὶ τὰ ὡς ἐπίπαν αὐτῶν ἰδιώματα κατὰ τὸ κεφαλαιῶδες τοῦτον ἡμῖν ὑποτυπούσθω τὸν τρόπον. ἐκθησόμεθα δὲ καὶ διὰ τὸ τῆς χρήσεως εὐεπίβολον ἐφ’ ἑκάστου τῶν δωδεκατημορίων κατὰ ψιλὴν παράθεσιν ἕκαστα τῶν συνῳκειωμένων ἐθνῶν ἀκολούθως τοῖς προκατειλεγμένοις περὶ αὐτῶν τὸν τρόπον τοῦτον·
- 2.4.2.1
Κριῷ Ταύρῳ Διδύμοις Καρκίνῳ
- 2.4.2.2
Βρεττανία Παρθία Ὑρκανία Νουμιδία Γαλατία Μηδία Ἀρμενία Καρχηδονία Γερμανία Περσίς Ματτιανή Ἀφρική Βασταρνία περὶ τὸ μέσον περὶ τὸ μέσον περὶ τὸ μέσον περὶ τὸ μέσον Κοίλη Συρία Κυκλάδες νῆσοι Κυρηνϊκή Βιθυνία Ἰδουμαία Μαρμαρική Φρυγία Ἰουδαία Κύπρος Αἰγύπτου κάτω χώρα Κολχίς Παράλια μικρᾶς Ἀσίας
- 2.4.3.1
Λέοντι Παρθένῳ Χηλαῖς Σκορπίῳ Ἰταλία Μεσοποταμία Βακτριανή Μεταγωνῖτις Γαλλία Βαβυλωνία Κασπειρία Μαυριτανία Σικελία Ἀσσυρία Σηρική Γαιτουλία Ἀπουλία περὶ τὸ μέσον περὶ τὸ μέσον περὶ τὸ μέσον περὶ τὸ μέσον Φοινίκη Ἑλλάς Θηβαΐς Συρία Σαλδαϊκή Ἀχαΐα Ὄασις Κομμαγηνή Ὀρχηνία Κρήτη Τρωγλοδυτική Καππαδοκία
- 2.4.4.1
Τοξότῃ Αἰγοκέρωτι Ὑδροχόῳ Ἰχθύσιν Tυρρηνία Ἰνδική Σαυροματική Φαζανία Κελτική Ἀριανή Ὠξιανή Νασαμωνῖτις Σπανία Γεδρουσία Σουγδιανή Γαραμαντική περὶ τὸ μέσον περὶ τὸ μέσον περὶ τὸ μέσον περὶ τὸ μέσον Ἀραβία εὐδαίμων Θρᾴκη Ἀραβία Λυδία Μακεδονία Ἀζανία Κιλικία Ἰλλυρίς μέση Αἰθιοπία Παμφυλία
- 2.4.5.1
ἐκκειμένων δὲ τούτων εὔλογον κάκεῖνα τούτῳ τῷ μέρει προσθεῖναι, διότι καὶ τῶν ἀπλανῶν ἀστέρων ἕκαστοι συνοικειοῦνται ταῖς χώραις, ὅσαις καὶ τὰ τοῦ ζῳδιακοῦ μέρη, καθ’ ὧν ἔχουσιν οἱ ἀπλανεῖς τὰς προσνεύσεις ἐπὶ τοῦ διὰ τῶν πόλων αὐτοῦ γραφομένου κύκλου, φαίνεται ποιούμενα τὴν συμπάθειαν,
- 2.4.6.1
καὶ ὅτι ἐπὶ τῶν μητροπόλεων ἐκεῖνοι μάλιστα συμπαθοῦσιν οἱ τόποι τοῦ ζῳδιακοῦ κύκλου, καθ’ ὧν ἐν ταῖς καταρχαῖς τῶν αὐτῶν ὡς ἐπὶ γενέσεως ὅ τε ἥλιος καὶ ἡ σελήνη παροδεύοντες ἐτύγχανον καὶ τῶν κέντρων μάλιστα τὸ ὡροσκοποῦν· ἐφ’ ὧν δὲ οἱ χρόνοι τῶν κτίσεων οὐχ εὑρίσκονται, καθ’ ὧν ἐν ταῖς τῶν κατὰ καιρὸν ἀρχόντων ἢ βασιλευόντων γενέσεσιν ἐκπίπτει τὸ μεσουράνημα.
- 2.5.1.1
Τούτων δὲ οὕτως προεπεσκεμμένων ἀκόλουθον ἂν εἴη λοιπὸν τὰς τῶν προτελέσεων ἐφόδους κεφαλαιωδῶς ἐπελθεῖν θεῖν καὶ πρῶτον τῶν καθ’ ὅλας περιστάσεις χωρῶν ἢ πόλεων λαμβανομένων ἔσται δὲ ὁ τρόπος τῆς ἐπισκέψεως τοιοῦτος· ἡ μὲν οὖν πρώτη καὶ ἰσχυροτάτη τῶν τοιούτων συμπτωμάτων αἰτία γίνεται παρὰ τὰς ἐκλειπτικὰς ἡλίου καὶ σελήνης συζυγίας καὶ τὰς ἐν αὐταῖς παρόδους τῶν ἀστέρων·
- 2.5.2.1
τῆς δὲ προτελέσεως αὐτῆς τὸ μέν ἐστι τοπικόν, καθ’ ὃ δεῖ προγινώσκειν, ποίαις χώραις ἢ πόλεσιν <ἐπισημαίνουσιν> αἰ κατὰ μέρος ἐκλείψεις ἢ καὶ τῶν πλανωμένων αἱ κατὰ καιροὺς ἔμμονοι στάσεις· αὗται δέ εἰσι Κρόνου τε καὶ Διὸς καὶ Ἄρεως, ὅταν στηρίζωσι, ποιοῦνται γὰρ τότε τὰς ἐπισημασίας·
- 2.5.3.1
τὸ δέ ἐστι χρονικὸν καθ’ ὃ τὸν καιρὸν τῶν ἐπισημασιῶν καὶ τῆς παρατάσεως τὴν ποσότητα δεήσει προγινώσκειν, τὸ δὲ γενικόν, καθ’ ὃ προσήκει λαμβάνειν περὶ ποῖα τῶν γενῶν ἀποβήσεται τὸ σύμπτωμα· τελευταῖον δὲ τὸ εἰδικόν, καθ’ ὃ τὴν αὐτοῦ τοῦ ἀποτελεσθησομένου ποιότητα θεωρήσομεν.
- 2.6.1.1
Τοῦ μὲν οὗν πρώτου καὶ τοπικοῦ τὴν διάληψιν ποιησόμεθα τοιαύτην. κατὰ γὰρ τὰς γινομένας ἐκλειπτικὰς συζυγίας ἡλίου καὶ σελήνης καὶ μάλιστα τὰς εὐαισθητοτέρας ἐπισκεψόμεθα τόν τε ἐκλειπτικὸν τοῦ ζῳδιακοῦ τόπον καὶ τὰς τῷ κατ’ αὐτὸν τριγώνῳ συνοικειουμένας χώρας καὶ ὁμοίως τίνες τῶν πόλεων ἤτοι ἐκ τῆς κατὰ τὴν κτίσιν ὡροσκοπίας καὶ φωσφορίας ἢ ἐκ τῆς τῶν τότε ἡγεμονευόντων μεσουρανήσεως συμπάθειαν ἔχουσι πρὸς τὸ τὴς ἐκλείψεως δωδεκατημόριον.
- 2.6.2.1
ἐφ’ ὅσων δ’ ἂν χωρῶν ἢ πόλεων εὑρίσκωμεν τὴν προκειμένην συνοικείωσιν, περὶ πάσας μὲν ὡς ἐπίπαν ὑπονοητέον ἔσεσθαι τὸ σύμπτωμα, μάλιστα δὲ περὶ τὰς πρὸς αὐτὸ τὸ τῆς ἐκλείψεως δωδεκατημόριον λόγον ἐχούσας καὶ ἐν ὅσαις αὐτῶν ὑπὲρ γῆν οὖσα ἡ ἔκλειψις ἐφαίνετο.
- 2.7.1.1
Τὸ δὲ δεύτερον καὶ χρονικὸν κεφάλαιον καθ’ ὃ τοὺς καιροὺς τῶν ἐπισημασιῶν καὶ τῆς παρατάσεως τὴν ποσότητα προσήκει διαγινώσκειν, ἐπισκεψόμεθα τρόπῳ τοιῷδε. τῶν γὰρ κατὰ τὸν αὐτὸν χρόνον γινομένων ἐκλείψεων μὴ κατὰ πᾶσαν οἴκησιν ἐν ταῖς αὐταῖς καιρικαῖς ὥραις ἀποτελουμένων μηδὲ τὰ μεγέθη τῶν ἐπισκοτήσεων ἢ τὸν χρόνον τῶν παρατάσεων κατὰ τὸ ἴσον πανταχῇ λαμβανουσῶν πρῶτον μὲν κατὰ τὴν ἐν ἑκάστῃ τῶν λόγον ἐχουσῶν οἰκήσεων ἐκλειπτικὴν ὥραν καὶ τὸ τοῦ πόλου ἔξαρμα κέντρα ὡς ἐπὶ γενέσεως διαθήσομεν·
- 2.7.2.1
ἔπειτα καὶ ἐπὶ πόσας ἰσημερινὰς ὥρας ἐν ἑκάστῃ παρατείνει τὸ ἐπισκίασμα τῆς· ἐκλείψεως. τούτων γὰρ ἐξετασθέντων, ὅσας ἂν ἰσημερινάς ὥρας εὕρωμεν, ἐφ’ ἡλιακῆς μὲν ἐκλείψεως ἐπὶ τοσούτους ἐνιαυτοὺς παραμένειν ὑπονοήσομεν τὸ ἀποτελούμενον, ἐπὶ δὲ σεληνιακῆς ἐπὶ τοσούτους μῆνας, καὶ τῶν καταρχῶν καὶ τῶν ὁλοσχερεστέρων ἐπιτάσεων θεωρουμένων ἐκ τῆς τοῦ ἐκλειπτικοῦ τόπου πρὸς τὰ κέντρα σχέσεως —
- 2.7.3.1
πρὸς μὲν γὰρ τῷ ἀπηλιωτικῷ ὁρίζοντι ὁ τόπος ἐκπεσὼν τήν τε καταρχὴν τοῦ συμπτώματος κατὰ τὴν πρώτην τετράμηνον ἀπὸ τοῦ χρόνου τῆς ἐκλείψεως σημαίνει καὶ τὰς ὁλοσχερεῖς ἐπιτάσεις περὶ τὸ πρῶτον τριτημόριον τοῦ καθ’ ὅλην τὴν παράτασιν χρόνου· πρὸς δὲ τῷ μεσουρανήματι κατά τε τὴν δευτέραν τετράμηνον καὶ τὸ μέσον τριτημόριον· πρὸς δὲ τῷ λιβικῷ ὁρίζοντι κατά τε τὴν τρίτην τετράμηνον καὶ τὸ ἔσχατον τριτημόριον —
- 2.7.4.1
τῶν δὲ κατὰ μέρος ἀνέσεων καὶ ἐπιτάσεων ἀπό τε τῶν ἀνά μέσον συζυγιῶν, ὅταν κατὰ τῶν τὸ αἴτιον ἐμποιούντων τόπων ἢ τῶν συσχηματιζομένων τόπων αὐτοῖς συμπίπτωσι, καὶ ἀπὸ τῶν ἄλλων παρόδων, ὅταν οἱ ποιητικοὶ τοῦ προτελέσματος ἀστέρες ἀνατολὰς ἢ δύσεις ἢ στηριγμοὺς ἢ ἀκρονύκτους φάσεις ποιῶνται, συσχηματιζόμενοι τοῖς τὴν αἰτίαν ἔχουσι δωδεκατημορίοις. ἐπειδήπερ ἀνατέλλοντες μὲν ἢ στηρίζοντες ἐπιτάσεις ποιοῦνται τῶν συμπτωμάτων, δύνοντες δὲ καὶ ὑπὸ τὰς αὐγὰς ὄντες ἢ ἀκρονύκτους ποιούμενοι προηγήσεις ἄνεσιν τῶν ἀποτελουμένων ποιοῦσιν.
- 2.8.1.1
Τρίτου δὲ ὄντος κεφαλαίου τοῦ γενικοῦ, καθ’ ὃ δεῖ διαλαμβάνειν περὶ ποῖα τῶν γενῶν ἀποβήσεται τὸ σύμπτωμα, λαμβάνεται καὶ τοῦτο διὰ τῆς τῶν ζῳδίων ἰδιοτροπίας καὶ μορφώσεως, καθ’ ὧν ἂν τύχωσιν ὄντες οἵ τε τῶν ἐκλείψεων τόποι καὶ οἱ τὴν οἰκοδεσποτείαν λαβόντες τῶν ἀστέρων τῶν τε πλανωμένων καὶ τῶν ἀπλανῶν τοῦ τε τῆς ἐκλείψεως δωδεκατημορίου καὶ τοῦ κατὰ τὸ κέντρον τὸ πρὸ τῆς ἐκλείψεως.
- 2.8.2.1
λαμβάνεται δὲ ἡ τούτων οἱκοδεσποτεία ἐπὶ μὲν τῶν πλανωμένων ἀστέρων οὕτως. ὁ γὰρ τοὺς πλείστους λόγους ἔχων πρὸς ἀμφοτέρους τοὺς ἐκκειμένους τόπους, τόν τε τῆς ἐκλείψεως καὶ τὸν τοῦ ἑπομένου αὐτῷ κέντρου κατά τε τὰς ἔγγιστα φαινομένας συναφὰς ἢ ἀπορροίας καὶ τοὺς λόγον ἔχοντας τῶν συσχηματισμῶν καὶ ἔτι κατὰ τὴν κυρείαν τῶν τε οἴκων καὶ ιριγώνων καὶ ὑψωμάτων ἢ καὶ ὁρίων, ἐκεῖνος λήψεται μόνος τὴν οἰκοδεσποτείαν.
- 2.8.3.1
εἰ δὲ μὴ ὁ αὐτὸς εὑρίσκοιτο τῆς τε ἐκλείψεως καὶ τοῦ κέντρου κύριος, ἀλλὰ δύο, τοὺς πρὸς ἑκάτερον τῶν τόπων τὰς πλείους ἔχοντας ὡς πρόκειται συνοικειώσεις συμπαραληπτέον, προκρινομένου τοῦ τῆς ἐκλείψεως κυρίου. εἰ δὲ πλείους εὑρίσκοιντο καθ’ ἑκάτερον ἐφαμίλλοι, τὸν ἐπικεντρότερον ἤ χρηματιστικώτε- ρον ἢ τῆς αἱρέσεως μᾶλλον ὄντα προκρινοῦμεν εἰς τὴν οἰκοδεσποτείαν.
- 2.8.4.1
ἐπὶ δὲ τῶν ἀπλανῶν συμπαραληψόμεθα τόν τε αὐτῷ τῷ ἐκλειπτικῷ τόπῳ συγκεχρηματικότα πρῶτον τῶν λαμπρῶν ἐπὶ τῆς παρῳχημένης κεντρώσεως, κατὰ τοὺς διωρισμένους ἡμῖν ἐν τῇ
- 2.8.5.1
πρώτῃ συντάξει τῶν ἐννέα τρόπων φαινομένους σχηματισμοὺς καὶ τὸν ἐν τῇ φαινομένῃ κατὰ τὴν ἐκλειπτικὴν ὥραν διαθέσει ἤτοι συνανατείλαντα ἢ συμμεσουρανήσαντα τῷ κατὰ τὰ ἑπόμενα κέντρῳ τοῦ τόπου τῆς ἐκλείψεως.
- 2.8.5.2
θεωρηθέντων δὲ οὕτως τῶν εἰς τὴν αἰτίαν τοῦ συμπτώματος παραλαμβανομένων ἀστέρων συνεπισκεψόμεθα καὶ τὰς τῶν ζῳδίων μορφώσεις, ἐν οἷς τε ἔκλειψις καὶ οἱ τὴν κυρείαν λαμβάνοντες τῶν ἀστέρων ἔτυχον ὄντες, ὡς ἀπὸ τῆς τούτων ἰδιοτροπίας καὶ τοῦ ποιοῦ τῶν διατιθεμένων γενῶν ὡς ἐπίπαν λαμβανομένου.
- 2.8.6.1
τὰ μὲν γὰρ ἀνθρωπόμορφα τῶν ζῳδίων τῶν τε περὶ τὸν διά μέσων τῶν ζῳδίων κύκλον καὶ τῶν κατὰ τοὺς ἀπλανεῖς ἀστέρας περὶ τὸ τῶν ἀνθρώπων γένος ποιεῖ τὸ ἀποτελούμενον, τῶν δὲ ἄλλων χερσαίων τὰ μὲν τετράποδά περὶ τὰ ὅμοια τῶν ἀλόγων ζῴων, τὰ δὲ ἑρπυστικὰ περὶ τοὺς ὄφεις καὶ τὰ τοιαῦτα,
- 2.8.7.1
καὶ πάλιν τὰ μὲν θηριώδη περὶ τὰ ἀνήμερα τῶν ζῴων καὶ βλαπτικά τοῦ τῶν ἀνθρώπων γένους, τὰ δὲ ἥμερα περὶ τὰ χρηστικά καὶ χειροήθη καὶ συνεργητικὰ πρὸς τὰς εὐετηρίας ἀναλόγως τοῖς καθ’ ἕκαστα μορφώμασιν, οἷον ἵππων ἢ βοῶν ἢ προβάτων καὶ τῶν τοι- ούτων·
- 2.8.8.1
ἔτι δὲ τῶν μὲν χερσαίων τὰ μὲν πρὸς ταῖς ἄρκτοις μᾶλλον περὶ τὰς τῆς γῆς αἰφνιδίους κινήσεις, τὰ δὲ πρὸς μεσημβρίαν περὶ τὰς ἀπροσδοκήτους ἐκ τοῦ ἀέρος ῥύσεις. πάλιν δὲ έν μὲν τοῖς τῶν πτερωτῶν μορφώμασιν ὄντες οἱ κύριοι τόποι, οἷον Παρθένῳ Τοξότῃ Ὄρνιθι Ἀετῷ καὶ τοῖς τοιούτοις περὶ τὰ πτηνὰ καὶ μάλιστα τὰ εἰς τροφὴν ἀνθρώπων τὸ σύμπτωμα ποιοῦσιν, ἐν δὲ τοῖς νηκτοῖς περὶ τὰ ἔνυδρα καὶ τοὺς ἰχθύας·
- 2.8.9.1
καὶ τούτων ἐν μὲν τοῖς θαλασσίοις οἷον Καρκίνω Αἰγοκέρωτι Δελφῖνι περὶ τὰ θαλάσσια καὶ ἔτι τὰς τῶν στόλων ἀναγωγάς,
- 2.8.10.1
ἐν δὲ τοῖς ποταμίοις οἷον ῾ Υδροχόῳ καὶ Ἰχθύσι περὶ τὰ ποτάμια καὶ τὰ πηγαῖα, κατὰ δὲ τὴν Ἀργὼ περὶ ἀμφότερα τὰ γένη.
- 2.8.10.2
ὡσαύτως δὲ ἐν τοῖς τροπικοῖς ἢ ἰσημερινοῖς ὄντες κοινῶς μὲν περὶ τὰ τοῦ ἀέρος καταστήματα καὶ τὰς οἰκείας ἑκάστοις αὐτῶν ὥρας ἀποτελοῦσι τὰς ἐπισημασίας, ἰδίως δὲ καὶ περὶ τὰ ἐκ τῆς γῆς φυόμενα· κατὰ μὲν γὰρ τὴν ἐαρινὴν ἰσημερίαν ὄντες περὶ τοὺς βλαστοὺς τῶν δενδρικῶν καρπῶν οἷον ἀμπέλου, συκῆς καὶ τῶν συνακμαζόντων, κατὰ δὲ τὴν θερινὴν τροπὴν περὶ τὰς τῶν καρποφορηθέντων συγκομιδὰς καὶ ἀποθέσεις, ἐν Αἰγύπτῳ δὲ ἰδικῶς καὶ περὶ τὴν τοῦ Νείλου ἀνάβασιν·
- 2.8.11.1
κατὰ δὲ τὴν μετοπωρινὴν ἰσημερίαν περὶ τὸν σπόρον καὶ τά χορτικὰ καὶ τὰ τοιαῦτα· κατὰ δὲ τὴν χειμερινὴν τροπὴν περὶ τὰς λαχανείας καὶ τὰ κατὰ τοῦτον τὸν καιρὸν ἐπιπολάζοντα ὀρνέων ἢ ἰχθύων γένη. ἔτι δὲ καὶ τὰ μὲν ἰσημερινὰ τοῖς ἱεροῖς καὶ ταῖς περὶ τοὺς θεοὺς θρησκείαις ἐπισημαίνει, τὰ δὲ τροπικὰ ταῖς τῶν ἀέρων καὶ ταῖς τῶν πολιτικῶν ἐθισμῶν μεταβολαῖς, τὰ δὲ στερεὰ τοῖς θεμελίοις καὶ τοῖς οἰκοδομήμασι, τὰ δὲ δίσωμα τοῖς ἀνθρώποις καὶ τοῖς βασιλεῦσιν.
- 2.8.12.1
ὁμοίως δὲ καὶ τὰ μὲν πρὸς ταῖς ἀνατολαῖς μᾶλλον ἔχοντα τὴν θέσιν έν τῷ χρόνῳ τῆς ἐκλείψεως περὶ τοὺς καρποὺς καὶ τὴν νέαν ἡλικίαν καὶ τοὺς θεμελίους τὸ ἐσόμενον σημαίνει, τὰ δὲ πρὸς τῷ ὑπὲρ γῆν μεσουρανήματι περὶ τὰ ἱερὰ καὶ τοὺς βασιλεῖς καὶ τὴν μέσην ἡλικίαν τὰ δὲ πρὸς ταῖς δυσμαῖς περὶ τὰς τῶν νομίμων μετατροπὰς καὶ τὴν παλαιὰν ἡλικίαν καὶ τοὺς κατοιχομένους.
- 2.8.13.1
περὶ πόστον δὲ μέρος τοῦ ὑποκειμένου γένους ἡ διά· θεσις ἐπελεύσεται, τό τε τῆς ἐπισκοτήσεως τῶν ἐκλείψεων μέγεθος ὑποβάλλει καὶ αἱ τῶν τὸ αἴτιον ἐμποιούντων ἀστέρων πρὸς τὸν ἐκλειπτικὸν τόπον σχέσεις· ἑσπέριοι μὲν γὰρ σχηματιζόμενοι πρὸς τὰς ἡλιακὰς ἐκλείψεις, ἑῷοι δὲ πρὸς τὰς σεληνιακὰς ἐπὶ τὸ ἔλαττον ὡς ἐπίπαν διατιθέασι, διαμετροῦντες δὲ ἐπὶ τὸ ἥμισυ, ἑῷοι δὲ συσχηματιζόμενοι πρὸς τὰς ἡλιακὰς ἢ ἑσπέριοι πρὸς τὰς σεληνιακὰς ἐπὶ τὸ πλεῖον.
- 2.9.1.1
Τέταρτον δέ ἐστι κεφάλαιον τὸ περὶ αὐτῆς τῆς τοῦ ἀποτελέσματος ποιότητος, τουτέστι πότερον ἀγαθῶν ἢ τῶν ἐναντίων ἐστὶ ποιητικὸν καὶ ποταπὸν ἐφ’ ἑκατέρου κατὰ τὸ τοῦ εἴδους ἰδιότροπον. τοῦτο δὲ ἀπό τε τῆς τῶν οἰκοδεσποτησάντων ἀστέρων τοὺς κυρίους τόπους ποιητικῆς φύσεως καταλαμβάνεται καὶ τῆς συγκράσεως τῆς τε πρὸς ἀλλήλους καὶ τοὺς τόπους, καθ’ ὧν ἂν ὦσι τετυχηκότες.
- 2.9.2.1
ὁ μὲν γὰρ ἥλιος καὶ ἡ σελήνη διατάκται καὶ ὥσπερ ἡγεμόνες εἰσὶ τῶν ἄλλων, αὐτοὶ αἴτιοι γινόμενοι τοῦ τε κατὰ τὴν ἐνέργειαν ὅλου καὶ τῆς τῶν ἀστέρων οἰκοδεσποτείας καὶ ἔτι τῆς τῶν οἰκοδεσποτησάντων ἰσχύος ἢ ἀδρανίας. ἡ δὲ τῶν τὴν κυρείαν λαβόντων συγκρατικὴ θεωρία τὴν τῶν ἀποτελεσμάτων δείκνυσι ποιότητα.
- 2.9.3.1
ἀρξόμεθα δὲ τῆς καθ’ ἕνα ἕκαστον τῶν πλανωμένων ποιητικῆς ἱδιοτροπίας, ἐκεῖνο κοινῶς προεκθέμενοι, ὅτι τῆς κεφαλαιώδους ὑπομνήσεως ἕνεκεν, ὅταν καθόλου τινὰ λέγωμεν τῶν πέντε ἀστέρων, τὴν κρᾶσιν καὶ τὸ ποιητικὸν τῆς ὁμοίας φύσεως ὑποληπτέον, ἐάν τε αὐτὸς ἐν τῇ ἰδίᾳ ᾖ καταστάσει ἐάν τε καὶ τῶν ἀπλανῶν τις ἢ τῶν τοῦ ζῳδιακοῦ τόπων κατὰ τὴν οἰκείαν αὐτοῦ κρᾶσιν θεωρῆται,
- 2.9.4.1
καθάπερ ἂν εἰ τῶν φύσεων καὶ τῶν ποιοτήτων αὐτῶν καὶ μὴ τῶν ἀστέρων ἐτύγχανον αἱ προσηγορίαι, καὶ ὅτι ἐν ταῖς συγκράσεσι πάλιν οὐ μόνον τὴν πρὸς ἀλλήλους τῶν πλανωμένων μίξιν δεῖ σκοπεῖν, ἀλλὰ καὶ τὴν πρὸς τοὺς τῆς αὐτῆς φύσεως κεκοινωνηκότας ἤτοι ἀπλανεῖς ἀστέρας ἢ τόπους τοῦ ζῳ- διακοῦ κατὰ τὰς ἀποδεδειγμένας αὐτῶν πρὸς τοὺς πλα- νήτας συνοικειώσεις.
- 2.9.5.1
ὁ μὲν οὖν τοῦ Κρόνου ἀστὴρ μόνος τὴν οἰκοδεσποτείαν λαβὼν καθόλου μὲν φθορᾶς τῆς κατὰ ψῦξίν ἐστιν ἰδίως ἰδίως δέ περὶ μὲν ἀνθρώπους γινομένου τοῦ συμπτώματος νόσους μακρὰς καὶ φθίσεις καὶ συντήξεις καὶ ὑγρῶν ὀχλήσεις καὶ ῥευματισμοὺς καὶ τεταρταϊκὰς ἐπισημασίας φυγαδείας τε καὶ ἀπορίας καὶ συνοχὰς καὶ πένθη καὶ φόβους καὶ θανάτους μάλιστα τῶν τῇ ἡλικίᾳ προβεβηκότων ἐμποιεῖ·
- 2.9.6.1
τῶν δὲ ἀλόγων ζῴων περὶ τὰ εὔχρηστα ὡς ἐπίπαν σπάνιν τε καὶ τῶν ὄντων φθορὰς σωματικὰς καὶ νοσοποιούς, ἀφ’ ὧν καὶ οἱ χρησάμενοι τῶν ἀνθρώπων συνδιατιθέμενοι διαφθείρονται· περὶ δὲ τὴν τοῦ ἀέρος κατάστασιν ψύχη φοβερὰ παγώδη καὶ ὁμιχλώδη καὶ λοιμικὰ δυσαερίας τε καὶ συννεφείας καὶ ζόφους, ἔτι δὲ νιφετῶν πλῆθος οὐκ ἀγαθῶν ἀλλὰ φθοροποιῶν, ἀφ’ ὧν τὰ κακοῦντα τὴν ἀνθρωπίνην φύσιν τῶν ἑρπετῶν συγκρίνεται· περὶ δὲ ποταμοὺς ἢ·
- 2.9.7.1
καὶ θαλάσσας κοινῶς μὲν χειμῶνας καὶ στόλων ναυάγια καὶ δυσπλοίας καὶ τῶν ἰχθύων ἔνδειαν καὶ φθοράν, ἰδίως δὲ ἐν μὲν θαλάσσαις ἀμπώτεις καὶ παλιρροίας, ἐπὶ δὲ ποταμῶν ὑπερμετρίαν καὶ κάκωσιν τῶν ποταμίων ὑδάτων·
- 2.9.8.1
πρὸς δὲ, τοὺς τῆς γῆς καρποὺς ἔνδειαν καὶ σπάνιν καὶ ἀπώλειαν μάλιστα τῶν εἰς τὰς ἀναγκαίας χρείας γινομένων ἤτοι ὑπὸ κάμπης ἀκρίδος ἢ κατακλυσμῶν ἢ ὑδάτων ὀμβρίων ἐπιφορᾶς ἢ χαλάζης ἢ τῶν τοιούτων, ὡς καὶ μέχρι λιμοῦ φθάνειν καὶ τῆς τοιαύτης ἀνθρώπων ἀπωλείας.
- 2.9.9.1
ὁ δὲ τοῦ Διὸς μόνος τὴν κυρείαν λαβὼν καθόλου μὲν αὐξήσεώς ἐστι ποιητικός, ἰδίως δὲ περὶ μὲν ἀνθρώπους γινομένου τοῦ ἀποτελέσματος δόξας ἀποτελεῖ καὶ εὐετηρίας καὶ εὐθηνίας καὶ καταστάσεις εἰρηνικὰς καὶ τῶν εὖ ἐπιτηδείων αὐξήσεις εὐεξίας τε σωματικὰς καὶ ψυχικάς, ἔτι δὲ εὐεργεσίας καὶ δωρεὰς ἀπὸ τῶν βασιλευόντων αὐτῶν τε ἐκείνων αὐξήσεις καὶ μεγαλειότητας καὶ μεγαλοψυχίας καθόλου τε εὐδαιμονίας ἐστὶν αἴτιος.
- 2.9.10.1
περὶ δὲ τὰ ἄλογα ζῷα τῶν μὲν εἰς χρῆσιν ἀνθρωπίνην δαψίλειαν καὶ πολυπλήθειαν ἐμποιεῖ, τῶν δὲ εἰς τὸ ἐναντίον φθορὰν τε καὶ ἀπώλειαν, εὔκρατον δὲ τῶν ἀέρων κατὰστασιν καὶ ὑγιεινὴν καὶ πνευματώδη καὶ ὑγρὰν καὶ θρεπτικὴν τῶν ἐπιγείων ἀπεργάζεται στόλων τε εὐπλοίας καὶ ποταμῶν συμμέτρους ἀναβάσεις καὶ τῶν καρπῶν δαψίλειαν καὶ ὅσα τούτοις παραπλήσια.
- 2.9.11.1
ὁ δὲ τοῦ Ἄρεως μόνος τὴν οἰκοδεσποτείαν λαβὼν καθόλου μὲν τῆς κατὰ ξηρασίαν φθορᾶς ἐστιν αἴτιος, ἰδίως δὲ περὶ μὲν ἀνθρώπους γινομένου τοῦ συμπτώματος πολέμους ἐμποιεῖ καὶ στάσεις ἐμφυλίους καὶ αἰχμαλωσίας καὶ ἀνδραποδισμοὺς καὶ ὄχλων ἐπαναστάσεις καὶ χόλους ἡγεμόνων, τοὺς δὲ διὰ τῶν τοιούτων θανάτους αἰφνιδίους, ἔτι δὲ νόσους πυρεκτικάς καὶ τριταϊκὰς ἐπισημασίας καὶ αἱμάτων ἀναγωγὰς καὶ ὀξείας βιοθανασίας μάλιστα τῶν ἀκμαίων, ὁμοίως δὲ βίας τε καὶ ὕβρεις καὶ παρανομίας ἐμπρήσεις τε καὶ ἀνδροφονίας καὶ ἁρπαγὰς καὶ λῃστείας.
- 2.9.12.1
περί τε τὴν τοῦ ἀέρος κατάστασιν καύσωνας καὶ πνεύματα θερμὰ λοιμικὰ καὶ συντηκτικά κεραυνῶν τε ἀφέσεις καὶ πρηστήρων καὶ ἀνομβρίας· περὶ δὲ θάλασσαν στόλων αἰφνίδια ναυάγια διὰ πνευμάτων ἀτάκτων ἢ κεραυνῶν τῶν τοιούτων, ποταμῶν δὲ λειψυδρίας καὶ ἀναξηράνσεις πηγῶν καὶ φθορὰν τῶν ποτίμων ὑδάτων·
- 2.9.13.1
περὶ δὲ τὰ ἐπιτήδεια πρὸς χρῆσιν ἀνθρωπίνην τῶν τε ἀλόγων ζῴων καὶ τῶν ἐκ τῆς γῆς φυομένων σπάνιν φθορὰν καρπῶν τὴν γινομένην ἤτοι ἐκ τῆς τοῦ καύματος καταφλέξεως ἢ βρούχου ἢ τῆς τῶν πνευμάτων ἐκτινάξεως ἢ ἐκ τῆς ἐν ταῖς ἀποθέσεσι συγκαύσεως.
- 2.9.14.1
ὁ δὲ τῆς Ἀφροδίτης μόνος κύριος γενόμενος τοῦ συμβαίνοντος, καθόλου μὲν τὰ παραπλήσια τῷ τοῦ Διὸς μετά τινος ἐπαφροδισίας ἀποτελεῖ· ἰδίως δὲ περὶ μὲν ἀνθρώπους δόξας καὶ τιμὰς καὶ εὐφροσύνας καὶ εὐετηρίας εὐγαμίας τε καὶ πολυτεκνίας καὶ εὐαρεστήσεις πρὸς πᾶσαν συναρμογὴν καὶ τῶν κτήσεων συναυξήσεις καὶ διαίτας καθαρίους καὶ εὐαγώγους καὶ πρὸς τὰ σεβάσμια τιμητικάς, ἔτι δὲ σωματικὰς εὐεξίας καὶ πρὸς τοὺς ἡγεμονεύοντας συνοικειώσεις καὶ τῶν ἀρχόντων ἐπαφροδισίας·
- 2.9.15.1
περὶ δὲ τοῦ ἀέρος πνεύματα εὐκρασίας καὶ διύγρων καὶ θρεπτικωτάτων καταστάσεις εὐαερίας τε καὶ αἰθρίας καὶ ὑδάτων γονίμων δαψιλεῖς ἐπομβρίας στόλων τε εὐπλοίας καὶ ἐπιτυχίας καὶ ἐπικερδείας καὶ ποταμῶν πλήρεις ἀνα- βάσεις, ἔτι δὲ τῶν εὐχρήστων ζῴων καὶ τῶν τῆς γῆς καρπῶν μάλιστα δαψίλειαν καὶ εὐφορίαν καὶ ὄνησιν ἐμποιεῖ.
- 2.9.16.1
ὁ δὲ τοῦ Ἑρμοῦ τὴν οἰκοδεσποτείαν λαβὼν καθόλου μὲν ὡς ἂν ᾗ συγκιρνάμενος ἑκάστῳ τῶν ἄλλων, συνοικειοῦται ταῖς ἐκείνων φύσεσιν. ἰδίως δέ ἐστι πάντων μᾶλλον συγκινητικὸς καὶ ἐν μὲν ἀνθρωπίνοις ἀποτελέσμασιν ὀξὺς καὶ πρακτικώτατος καὶ πρὸς τὸ ὑποκείμενον εὐμήχανος λῃστηρίων τε καὶ κλοπῶν πειρατικῶν ἐφόδων καὶ ἐπιθέσεων, ἔτι δὲ δυσπλοίας ποιητικὸς ἐν τοῖς πρὸς τοὺς κακοποιοὺς συσχηματισμοῖς νόσων τε αἴτιος ξηρῶν καὶ ἀμφημερινῶν ἐπισημασιῶν καὶ βηχικῶν καὶ.
- 2.9.17.1
ἀναφορικῶν καὶ φθίσεων, ἀποτελεστικὸς δὲ καὶ τῶν περὶ τὸν ἱερατικὸν λόγον καὶ τὰς τῶν θεῶν θρησκείας καὶ τὰς βασιλικὰς προσόδους ἐπισυμβαινόντων καὶ τῆς τῶν ἐθίμων νομίμων κατὰ καιροὺς ἐναλλοιώσεως, οἰκείως τῇ πρὸς τοὺς ἑκάστοτε τῶν ἀστέρων συγκράσει.
- 2.9.18.1
πρὸς δὲ τὸ περιέχον μᾶλλον ξηρὸς ὢν καὶ εὐκίνητος διὰ τὴν πρὸς τὸν ἥλιον ἐγγύτητα καὶ τὸ τάχος τῆς ἀνακυκλήσεως πνευμάτων ἀτάκτων καὶ ὀξέων καὶ εὐμεταβόλων μάλιστα κινητικὸς ὑπάρχει, βροντῶν δὲ εἰκότως καὶ πρηστήρων καὶ χασμάτων καὶ σεισμῶν καὶ ἀστραπῶν ἀποτελεστικὸς τῆς τε διὰ τούτων ἐνίοτε περὶ τὰ τῶν ζῴων καὶ τῶν φυτῶν εὔχρηστα φθορᾶς ποιητικὸς ὑδάτων τε καὶ ποταμῶν ἐν μὲν ταῖς δύσεσι στερητικός, ἐν δὲ ταῖς ἀνατολαῖς πληρωτικός.
- 2.9.19.1
ἰδίως μὲν οὖν τῆς οἰκείας φύσεως ἐπιτυχὼν ἕκαστος τὰ τοιαῦτα ἀποτελεῖ, συγκιρνάμενος δὲ ἄλλος ἄλλῳ κατά τε τοὺς συσχηματισμοὺς καὶ τὰς τῶν ζῳδίων ἐναλλοιώσεις καὶ τὰς πρὸς ἥλιον φάσεις ἀναλόγως τε καὶ τὴν ἐν τοῖς ἐνεργήμασι σύγκρασιν λαμβάνων μεμιγμένην ἐκ τῶν κεκοινωνηκυιῶν φύσεων τὴν περὶ τὸ ἀποτελούμενον ἰδιοτροπίαν ποικίλην οὖσαν ἀπεργάζεται.
- 2.9.20.1
ἀπείρου δὲ ὄντος καὶ ἀδυνάτου καθ’ ἑκάστην σύγκρασιν τὸ ἴδιον ὑπομνηματίζειν ἀποτέλεσμα καὶ πάντας ἁπλῶς τοὺς καθ’ ὁποιονδήποτε τρόπον σχηματισμοὺς διεξελθεῖν οὕτως γε πολυμερῶς νοουμένους, εἰκότως ἂν καταλειφθείη τὸ τοιοῦτον εἶδος τῇ τοῦ μαθηματικοῦ πρὸς τὰς κατὰ μέρος διακρίσεις ἐπιβολῇ καὶ ἐπινοίᾳ.
- 2.9.21.1
παρατηρεῖν δὲ δεῖ καὶ πῶς ἔχουσι συνοικειώσεως οἱ τοῦ προτελέσματος τὴν κυρείαν λαβόντες ἀστέρες πρὸς αὐτὰς τὰς χώρας ἢ τὰς πόλεις αἷς τὸ σύμπτωμα διασημαίνεται. ἀγαθοποιοὶ μὲν γὰρ ὄντες ἀστέρες καὶ συνοικειούμενοι τοῖς διατιθεμένοις καὶ μὴ καθυπερτερούμενοι ὑπὸ τῶν τῆς ἐναντίας αἱρέσεως ἔτι μᾶλλον ἀπεργάζονται τὸ κατὰ τὴν ἰδίαν φύσιν ὠφέλιμον, ὥσπερ μὴ συνοικειούμενοι ἢ καθυπερτερούμενοι ὑπὸ τῶν ἀντικειμένων ἧττον ὠφελοῦσι.
- 2.9.22.1
τῆς δὲ βλαπτικῆς κράσεως ὄντες καὶ τὴν κυρείαν λαβόντες τοῦ προτελέσματος, ἐὰν μὲν συνοικειούμενοι τοῖς διατιθεμένοις τύχωσιν ἢ καθυπερτερηθῶσιν ὑπὸ τῶν τῆς ἐναντίας αἱρέσεως, ἧττον βλάπτουσιν. ἐὰν δὲ μήτε τὴν οἰκοδεσποτείαν ἔχωσι τῶν χωρῶν μήτε καθυπερτερῶνται ὑπὸ τῶν οἰκείως πρὸς αὐτὰς ἐχόντων, σφοδρότερον τὸ ἐκ τῆς κράσεως φθοροποιὸν ἐπισκήπτουσιν.
- 2.9.23.1
ὡς ἐπίπαν μέντοι συνεμπίπτουσι τοῖς καθολικοῖς πὰθεσιν ἐκεῖνοι τῶν ἀνθρώπων ὅσοι ποτ’ ἂν κατὰ τὰς ἰδίας γενέσεις τοὺς ἀναγκαιοτάτους τόπους, λέγω δὴ τοὺς φωσφοροῦντας ἢ τοὺς τῶν κέντρων, τοὺς αὐτοὺς τύχωσιν ἔχοντες τοῖς τὸ αἴτιον ἐμποιήσασι τῶν καθολικῶν συμπτωμάτων, τουτέστι τοῖς ἐκλειπτικοῖς ἢ καὶ τοῖς τούτων διαμέτροις. τούτων δὲ ἐπισφαλέσταται μάλιστα καὶ δυσφύλακτοι τυγχάνουσιν αἱ μοιρικαὶ θίξεις ἢ διαμετρήσεις τῶν ἐκλειπτικῶν τόπων πρὸς ὁπότερον τῶν φώτων.
- 2.10.1.1
Τηρητέον δὲ πρὸς τὰς καθόλου περιστάσεις καὶ τὰ κατὰ τὰς ἐκλείψεις χρώματα ἤτοι τῶν φώτων αὐτῶν ἢ τῶν περὶ αὐτὰ γινομένων συστημάτων, οἷον ῥάβδων ἅλων ἢ τῶν τοιούτων. μέλανα μὲν γὰρ ἢ ὑπόχλωρα φανέντα σημαντικὰ γίνεται τῶν ἐπὶ τῆς τοῦ Κρόνου φύσεως εἰρημένων, λευκὰ δὲ τῶν ἐπὶ τῆς τοῦ Διός, ὑπόκιρρα δὲ τῶν ἐπὶ τῆς τοῦ Ἄρεως, ξανθὰ δὲ τῶν ἐπὶ τῆς τῆς Ἀφροδίτης, ποικίλα δὲ τῶν ἐπὶ τῆς τοῦ Ἑρμοῦ.
- 2.10.2.1
κἂν μὲν ἐν ὅλοις τοῖς σώμασι τῶν φώτων ἢ ἐν ὅλοις τοῖς περὶ αὐτὰ τόποις τὸ γινόμενον ἰδίωμα τῆς χροιᾶς φαίνηται, περὶ τὰ πλεῖστα μέρη τῶν χωρῶν ἔσται τὸ ἀποτελεσθησόμενον· ἐὰν δὲ ἀπὸ μέρους οἱουδήποτε, περὶ ἐκεῖνο μόνον τὸ μέρος καθ’ οὗ ἂν καὶ ἡ πρόσνευσις τοῦ ἰδιώματος γίνηται.
- 2.10.3.1
τηρητέον δὲ ἔτι καὶ τὰς συνισταμένας ἤτοι κατὰ τοὺς ἐκλειπτικοὺς καιροὺς ἢ καὶ ὁτεδήποτε κομητῶν ἐπιφανείας πρὸς τὰς καθόλου περιστάσεις, οἷον τῶν καλουμένων δοκίδων ἣ σαλπίγγων ἢ πίθων καὶ τῶν τοιούτων, ὡς ἀποτελεστικὰς μὲν φύσει τῶν ἐπὶ τῆς τοῦ Ἄρεως καὶ τῆς τοῦ Ἑρμοῦ <εἰρημένων> ἰδιωμάτων, πολέμων τε καυσωδῶν κινητικῶν καταστημάτων καὶ τῶν τούτοις ἐπισυμβαινόντων, δηλούσας δὲ διὰ μὲν τῶν τοῦ ζῳδιακοῦ μερῶν, καθ’ ὧν ἂν αἱ συστάσεις αὐτῶν φαίνωνται,
- 2.10.4.1
καὶ τῶν κατὰ τὰ σχήματα τῆς κόμης προσνεύσεων τοὺς τόπους οἷς ἐπισκήπτουσι τὰ συμπτώματα, διὰ δὲ τῶν αὐτῆς τῆς συστάσεως ὡσπερεὶ μορφώσεων τό τε εἶδος τοῦ ἀποτελέσματος καὶ τὸ γένος, περὶ ὃ τὸ πάθος ἀποβήσεται, διὰ δὲ τοῦ χρόνου τῆς ἐπιμονῆς τὴν παράτασιν τῶν συμπτωμάτων, διὰ δὲ τῆς πρὸς τὸν ἥλιον σχέσεως τὴν καταρχήν, ἐπειδήπερ ἑῷοι μὲν ἐπιπολὺ φαινόμενοι τάχιον ἐπισημαίνουσι, ἑσπέριοι δὲ βράδιον.
- 2.11.1.1
Δεδειγμένης δὲ τῆς ἐφόδου τῶν περὶ τὰ καθόλου περιστάσεων χωρῶν τε καὶ πόλεων λοιπὸν ἂν εἴη καὶ περὶ τῶν λεπτομερεστέρων ὑπομνηματίσασθαι, λέγω δὲ τῶν ἐνιαυσίως περὶ τὰς ὥρας ἀποτελουμένων, πρὸς ἣν ἐπίσκεψιν καὶ περὶ τῆς καλουμένης τοῦ ἔτους νεομηνίας ἁρμόζον ἂν εἴη προδιαλαβεῖν. ὅτι μὲν οὖν ἀρχὴν ταύτην εἶναι προσήκει τῆς τοῦ ἡλίου καθ’ ἑκάστην περιστροφὴν ἀποκαταστάσεως, δῆλόν ἐστιν αὐτόθεν καὶ ἀπὸ τῆς δυνάμεως καὶ ἀπὸ τῆς ὀνομασίας.
- 2.11.2.1
τίνα δ’ ἄν τις ἀρχὴν ὑποστήσαιτο, ἐν κύκλῳ μὲν αὐτὸ μόνον ἁπλῶς οὔδ’ ἂν ἐπινοήσειεν, ἐν δὲ τῷ διὰ μέσων τῶν ζῳδίων μόνας ἂν εἰκότως ἀρχὰς λάβοι τὰ ὑπὸ τοῦ ἰσημερινοῦ καὶ τῶν τροπικῶν ἀφοριζόμενα σημεῖα, τουτέστι τά τε δύο ἰσημερινὰ καὶ τὰ δύο τροπικά. ἐνταῦθα μέντοι τις ἀπορήσειεν ἂν ἤδη, τίνι τῶν τεσσάρων ὡς προηγουμένου χρήσαιτ᾿ ἄν· κατὰ μὲν οὖν τὴν ἁπλῆν καὶ κυκλικὴν φύσιν οὐδὲν αὐτῶν ἐστιν ὡς ἐπὶ μιᾶς ἀρχῆς προηγούμενον·
- 2.11.3.1
κέχρηνται δὲ οἱ περὶ τούτων γράψαντες ἕν τι ὑποτιθέμενοι, διαφόρως ἑκάστῳ τῶν τεσσάρων ὡς ἀρχῇ, κατά τινας οἰκείους λόγους καὶ φυσικὰς συμπαθείας ἐνεχθέντες. καὶ γὰρ ἔχει τι τῶν μερῶν τούτων ἕκαστον ἐξαίρετον, ἀφ’ οὗ ἂν ἀρχὴν καὶ νέον ἔτος εἰκότως νομίζοιτο· τὸ μὲν ἐαρινὸν ἰσημερινὸν διά τε τὸ πρώτως τότε μείζονα τὴν ἡμέραν τῆς νυκτὸς ἄρχεσθαι γίνεσθαι καὶ διὰ τὸ τῆς ὑγρᾶς ὥρας εἶναι, ταύτην δὲ τὴν φύσιν, ὡς καὶ πρότερον ἔφαμεν, ἀρχομέναις ταῖς γενέσεσι πλείστην ἐνυπάρχειν·
- 2.11.4.1
τὸ δὲ θερινὸν τροπικὸν διὰ τὸ κατ’ αὐτοῦ τὴν μεγίστην ἡμέραν ἀποτελεῖσθαι, παρὰ δὲ Αἰγυπτίοις καὶ τὴν τοῦ Νείλου ἀνάβασιν καὶ Κυνὸς ἄστρου ἐπιτολὴν ἐπισημαίνειν· τὸ δὲ μετοπωρινὸν ἰσημερινὸν διὰ τὸ γεγονέναι πάντων ἤδη τῶν καρπῶν συγκομιδήν, τότε δὲ ἀπ’ ἄλλης ἀρχῆς τὸν τῶν ἐσομένων σπόρον καταβάλλεσθαι· τὸ δὲ χειμερινὸν τροπικὸν διὰ τὸ πρώτως ἄρχεσθαι χεσθαι τότε τὸ μέγεθος τῆς ἡμέρας ἀπὸ μειώσεως αὔξησιν λαμβάνειν.
- 2.11.5.1
οἰκειότερον δέ μοι δοκεABBREV καὶ φυσικώτερον πρὸς τὰς ἐνιαυσίους ἐπισκέψεις ταῖς τέτταρσιν ἀρχαῖς χρῆσθαι, παρατηροῦντας τὰς ἔγγιστα αὐτῶν προγινομένας ἡλίου καὶ σελήνης συζυγίας συνοδικὰς ἢ πανσεληνιακὰς καὶ μάλιστα πάλιν τούτων τὰς ἐκλειπτικάς, ἵνα ἀπὸ μὲν τῆς έν τῇ περὶ τὸν Κριὸν ἀρχῇ τὸ ἔαρ ὁποῖον ἔσται διασκεψώμεθα, ἀπὸ δὲ τῆς περὶ τὸν Καρκίνον τὸ θέρος, ἀπὸ δὲ τῆς περὶ τὰς Χηλὰς τὸ μετόπωρον, ἀπὸ δὲ τῆς περὶ τὸν Αἰγόκρεων τὸν χειμῶνα.
- 2.11.6.1
τὰς μὲν γὰρ καθόλου τῶν ὡρῶν ποιότητας. καὶ καταστάσεις ὁ ἥλιος ποιεῖ, καθ’ ἃς καὶ οἱ παντελῶς ἄπειροι μαθημάτων πρόγνωσιν ἔχουσι τοῦ μέλλοντος· ἔτι δὲ καὶ τὰς τῶν ζῳδίων ἰδιοτρόπους εἰς τοῦτο παρασημασίας ἀνέμων τε καὶ τῶν ὁλοσχερεστέρων φύσεων παραληπτέον.
- 2.11.7.1
τὰς δὲ έν τῷ μᾶλλον ἢ ἧττον κατὰ καιροὺς ἐναλλοιώσεις καθόλου μὲν πάλιν αἳ περὶ τὰ προειρημένα σημεῖα γινόμεναι συζυγίαι καὶ οἱ τῶν πλανητῶν πρὸς αὐτὰς συσχηματισμοὶ δεικνύουσι, κατὰ μέρος δὲ καὶ αἰ καθ’ ἕκαστον δωδεκατημόριον σύνοδοι καὶ πανσέληνοι καὶ αἱ τῶν ἀστέρων ἐπιπορεύσεις, ἣν δὴ μηνιαίαν ἐπίσκεψιν ἄν τις προσαγορεύοι.
- 2.12.1.1
Προεκτεθῆναι δὲ ὀφειλόντων εἰς τοῦτο καὶ τῶν ἐν μέρει κατὰ ζῴδιον πρὸς τὰ ἐνιαύσια καταστήματα φυσικῶν ἰδιωμάτων καὶ ἔτι τῶν καθ’ ἕκαστον ἀστέρων, τὴν μὲν τῶν πλανητῶν καὶ τῶν τῆς ὁμοίας κράσεως ἀπλανῶν πρὸς τοὺς ἀέρας τε καὶ τοὺς ἀνέμους συνοικείωσιν καὶ ἔτι τὴν τῶν ὅλων δωδεκατημορίων πρός τε τοὺς ἀνέμους καὶ τὰς ὥρας ἕκαστα δεδηλώκαμεν ἐν τοῖς ἔμπροσθεν. ὑπόλοιπον δ’ ἂν εἴη καὶ περὶ τῆς ἐπὶ μέρους τῶν ζῳδίων φύσεως εἰπεῖν.
- 2.12.2.1
τὸ μὲν οὖν τοῦ Κριοῦ δωδεκατημόριον καθόλου μέν ἐστι διὰ τὴν ἰσημερινὴν ἐπισημασίαν βροντῶδες καὶ χαλαζῶδες, κατὰ μέρος δὲ έν τῷ μᾶλλον ἢ ἧττον ἀπὸ τῆς τῶν κατ’ αὐτὸν ἀπλανῶν ἀστέρων ἰδιότητος τὰ μὲν προηγούμενα αὐτοῦ ὀμβρώδη καὶ ἀνεμώδη, τὰ δὲ μέσα εὔκρατα, τὰ δὲ ἑπόμενα καυσώδη καὶ λοιμικά, τὰ δὲ βόρεια καυματώδη καὶ φθαρτικά, τὰ δὲ νότια χρυσταλ- λώδη καὶ ὑπόψυχρα.
- 2.12.3.1
τὸ δὲ τοῦ Ταύρου δωδεκατημόριον καθόλου μέν ἐστιν ἐπισημαντικὸν ἀμφοτέρων τῶν κράσεων καὶ ὑπόθερμον, κατὰ μέρος δὲ τὰ μὲν προηγούμενα αὐτοῦ καὶ μάλιστα τὰ κατὰ τὴν Πλειάδα σεισμώδη καὶ πνευματώδη καὶ ὁμιχλώδη, τὰ δὲ μέσα ὑγραντικὰ καὶ ψυχρά, τὰ δὲ ἑπόμενα κατὰ τὴν ῾ Υάδα πυρώδη καὶ κεραυνῶν καὶ ἀστραπῶν ποιητικοί, τὰ δὲ βόρεια εὔκρατα, τὰ δὲ νότια κινητικὰ καὶ ἄτακτα.
- 2.12.4.1
τὸ δὲ τῶν Διδύμων δωδεκατημόριον καθόλου μέν ἐστιν εὐκρασίας ποιητικόν, κατὰ μέρος δὲ τὰ μὲν προηγούμενα αὐτοῦ δίυγρα καὶ φθαρτικά, τὰ δὲ μέσα εὔκρατα, τὰ δὲ ἑπόμενα μεμιγμένα καὶ ἄτακτα, τὰ δὲ βόρεια πνευματώδη καὶ σεισμοποιά, τὰ δὲ νότια ξηρὰ καὶ καυσώδη. Τὸ δὲ τοῦ Καρκίνου δωδεκατημόριον καθόλου μέν ἐστιν εὐδιεινὸν καὶ θερμόν, κατὰ μέρος δὲ τὰ μὲν προηγούμενα αὐτοῦ καὶ κατὰ τὴν Φάτνην πνιγώδη καὶ σεισμοποιὰ καὶ ἀχλυώδη, τὰ δὲ μέσα εὔκρατα, τὰ δὲ ἑπόμενα πνευματώδη, τὰ δὲ βόρεια καὶ τὰ νότια ἔκπυρα καὶ καυσώδη.
- 2.12.5.1
τὸ δὲ τοῦ Λέοντος δωδεκατημόριον καθόλου μέν ἐστι καυματῶδες καὶ πνιγῶδες, κατὰ μέρος δὲ τὰ μὲν προηγούμενα αὐτοῦ πνιγώδη καὶ λοιμικά, τὰ δὲ μέσα εὔκρατα, τὰ δὲ ἑπόμενα ἔνικμα καὶ φθοροποιά, τὰ δὲ βόρεια κινητικὰ καὶ πυρώδη, τὰ δὲ νότια δίυγρα, τὸ δὲ τῆς Παρθένου δωδεκατημόριον καθόλου μέν ἐστι ἐστι καὶ βροντῶδες, κατὰ μέρος δὲ τὰ μὲν προηγούμενα αὐτοῦ θερμότερα καὶ φθαρτικά, τὰ δὲ μέσα εὔκρατα, τὰ δὲ ἑπόμενα ὑδατώδη, τὰ δὲ βόρεια πνευματώδη, τὰ δὲ νότια εὔκρατα.
- 2.12.6.1
τὸ δὲ τῶν Χηλῶν δωδεκατημόριον καθόλου μέν ἐστι τρεπτικὸν καὶ μεταβολικόν, κατὰ μέρος δὲ τὰ μὲν προηγούμενα αὐτοῦ καὶ τὰ μέσα ἐστὶν εὔκρατα, τὰ δὲ ἑπόμενα ὑδατώδη, τὰ δὲ βόρεια πνευματώδη, τὰ δὲ νότια ἔνικμα καὶ λοιμικά. τὸ δὲ τοῦ Σκορπίου δωδεκατημάριον καθόλου μέν ἐστι βροντῶδες καὶ πυρῶδες, κατὰ μέρος δὲ τὰ μὲν προηγούμενα αὐτοῦ νιφετώδη, τὰ δὲ μέσα εὔκρατα, τὰ δὲ ἑπόμενα σεισμώδη, τὰ δὲ βόρεια καυσώδη, τὰ δὲ νότια ἔνικμα.
- 2.12.7.1
τὸ δὲ τοῦ Τοξότου δωδεκατημόριον καθόλου μέν ἐστι πνευματῶδες, κατὰ μέρος δὲ τὰ μὲν προηγούμενα αὐτοῦ δίυγρα, τὰ δὲ μέσα εὔκρατα, τὰ δὲ ἑπόμενα πυρώδη, τὰ δὲ βόρεια πνευματώδη, τὰ δὲ νότια κάθυγρα καὶ μεταβολικά. τὸ δὲ τοῦ Αἰγόκερω δωδεκατημόριον καθόλου μέν ἐστι κάθυγρον, κατὰ μέρος δὲ τὰ μὲν προηγούμενα αὐτοῦ καυσώδη καὶ φθαρτικά, τὰ δὲ μέσα εὔκρατα, τὰ δὲ ἑπόμενα ὄμβρων κινητικά, τὰ δὲ βόρεια καὶ τὰ νότια κάθυγρα καὶ φθαρτικά.
- 2.12.8.1
τὸ δὲ τοῦ ῾Υδροχόου δωδεκατημόριον καθόλου μέν ἐστι ψυχρὸν καὶ ὑδατῶδες, κατὰ μέρος δὲ τὰ μὲν προηγούμενα αὐτοῦ κάθυγρα, τὰ δὲ μέσα εὔκρατα, τὰ δὲ ἑπόμενα πνευματώδη, τὰ δὲ βόρεια καυσώδη, τὰ δὲ νότια νιφετώδη. τὸ δὲ τῶν· Ἰχθύων δωδεκατημόριον καθόλου μέν ἐστι ψυχρὸν καὶ πνευματῶδες, κατὰ μέρος δὲ τὰ μὲν προηγούμενα αὐτοῦ εὔκρατα, τὰ δὲ μέσα κάθυγρα, τὰ δὲ ἑπόμενα καυσώδη, τὰ δὲ βόρεια πνευματώδη, τὰ δὲ νότια ὑδατώδη.
- 2.13.1.1
Τούτων δὲ οὕτως προεκτεθειμένων αἱ κατὰ μέρος ἔφοδοι τῶν ἐπισημασιῶν περιέχουσι τὸν τρόπον τοῦτον. μία μὲν γάρ ἐστι ἡ ὁλοσχερέστερον πρὸς τὰ τεταρτημόρια νοουμένη, καθ’ ἢν τηρεῖν ὡς ἔφαμεν δεήσει τὰς γινομένας ἔγγιστα πρὸ τῶν τροπικῶν καὶ ἰσημερινῶν σημείων συνόδους ἢ πανσελήνους καὶ κατὰ τὴν μοῖραν ἤτοι συνοδικὴν ἢ πανσεληνιακὴν τὴν έν ἑκάστῳ τῶν ἐπιζητουμένων κλιμάτων τὰ κέντρα ὡς ἐπὶ γενέσεως διατιθέναι,
- 2.13.2.1
ἔπειτα τοὺς οἰκοδεσπότας λαμβάνειν τοῦ τε συνοδικοῦ ἢ πανσεληνιακοῦ τόπου καὶ τοῦ ἑπομένου αὐτῷ κέντρου, κατὰ τὸν ὑποδεδειγμένον ἡμῖν τρόπον ἐν τοῖς ἔμπροσθεν περὶ τῶν ἐκλείψεων, καὶ οὕτως τὸ μὲν καθόλου θεωρεῖν ἐκ τῆς τῶν τεταρτημορίων ἰδιότητος, τὸ δὲ μᾶλλον καὶ ἦττον ἐπιτάσεων ἢ ἀνέσεων ἐκ τῆς τῶν οἰκοδεσποτησάντων ἀστέρων φύσεως διαλαμβάνοντας, ποιάς τε ποιότητός εἰσι καὶ ποίων καταστημάτων κινητικοί.
- 2.13.3.1
Δευτέρα δέ ἐστιν ἔφοδος ἡ μηνιαία, καθ’ ἣν δεήσει τὰς καθ’ ἕκαστον δωδεκατημόριον προγινομένας συνόδους ἢ πανσελήνους κατὰ τὸν αὐτὸν τρόπον ἐπισκοπεῖν, ἐκεῖνο μόνον τηροῦντας, ἴνα συνόδου μὲν ἐμπεσούσης τῆς ἔγγιστα τοῦ παρῳχημένου τροπικοῦ ἢ ἰσημερινοῦ σημείου καὶ ταῖς μέχρι τοῦ ἐφεξῆς τεταρτημορίου συνόδοις χρησώμεθα, πανσελήνου δὲ πανσελήνοις·
- 2.13.4.1
ἐπισκοπεῖν δὲ ὁμοίως τὰ κέντρα καὶ τοὺς οἰκοδεσπότας ἀμφοτέρων τῶν τόπων καὶ μάλιστα τὰς ἔγγιστα φάσεις, συναφάς τε καὶ ἀπορροίας τῶν πλανωμένων ἀστέρων τάς τε ἰδιότητας αὐτῶν καὶ τῶν τόπων καὶ ποίων ἀνέμων εἰσὶ κινητικοὶ αὐτοί τε καὶ τὰ μέρη τῶν ζῳδίων καθ’ ὧν ἂν τύχωσιν, ἔτι δὲ καὶ ᾧ τὸ πλάτος τῆς σελήνης ἀνέμῳ προσνένευκε κατὰ τὴν λόξωσιν τοῦ διὰ μέσων, ὅπως ἐξ ἁπάντων τούτων κατὰ τὴν ἐπικράτησιν τά ὡς ἐπίπαν τῶν μηνῶν καταστήματα καὶ πνεύματα προγινώσκωμεν.
- 2.13.5.1
τρίτον δ’ ἐστὶ τὸ τὰς ἔτι λεπτομερεστέρας ἐπισημασίας ἀνέσεων καὶ ἐπιτάσεων παρατηρεῖν. θεωρεῖται δὲ καὶ τοῦτο διά τε τῶν κατὰ μέρος τοῦ ἡλίου καὶ τῆς σελήνης συσχηματισμῶν οὐ μόνον τῶν συνοδικῶν ἢ πανσεληνιακῶν, ἀλλὰ καὶ τῶν κατὰ τὰς διχοτόμους, καταρχομένης ὡς ἐπίπαν τῆς κατὰ τὴν ἐπισημασίαν ἐναλλοιώσεως πρὸ τριῶν ἡμερῶν, ἐνίοτε δὲ καὶ μετὰ τρεῖς τῆς ἰσοστάθμου πρὸς τὸν ἥλιον ἐπιπορεύσεως, καὶ διὰ τοῦ καθ’ ἑκάστην τῶν τοιούτων στάσεων ἢ καὶ τῶν ἄλλων, οἷον τριγώνων ἢ ἑξαγώνων, πρὸς τοὺς πλανήτας συσχηματισμοῦ.
- 2.13.6.1
τούτων γὰρ ἀκολούθως τῇ φύσει καὶ ἡ τῆς ἐναλλοιώσεως ἰδιοτροπία καταλαμβάνεται συμφώνως ταῖς τε τῶν ἐπιθεωρούντων ἀστέρων καὶ ταῖς τῶν ζῳδίων πρός τε τὸ περιέχον καὶ τοὺς ἀνέμους φυσικαῖς συνοικειώσεσιν.
- 2.13.7.1
αὐτῶν δὲ τούτων τῶν κατὰ μέρος ποιοτήτων αἱ καθ’ ἡμέραν ἐπιτάσεις ἀποτελοῦνται μάλιστα μὲν ὅταν τῶν ἀπλανῶν οἱ λαμπρότεροι καὶ δραστικώτεροι φάσεις ἑῴας ἢ ἑσπερίας ἀνατολικάς ἢ δυτικὰς ποιῶνται πρὸς τὸν ἥλιον, τρέπουσι γὰρ ὡς ἐπὶ τὸ πολὺ τὰς κατὰ μέρος καταστάσεις πρὸς τὰς ἑαυτῶν φύσεις, οὐδὲν δὲ ἔλαττον καὶ ὅταν τινὶ τῶν κέντρων τὰ φῶτα ἐπιπορεύηται.
- 2.13.8.1
πρὸς γὰρ τὰς τοιαύτας αὐτῶν σχέσεις αἱ καθ’ ὥραν ἀνέσεις καὶ ἐπιτάσεις τῶν καταστημάτων μεταβάλλουσι, καθάπερ πρὸς τὰς τῆς σελήνης αἵ τε ἀμπώτεις καὶ αἱ παλίρροιαι καὶ αἱ τῶν πνευμάτων δὲ τροπαὶ μάλιστα περὶ τὰς τοιαὐιτας τῶν φώτων κεντρώσεις ἀποτελοῦνται, πρὸς οὓς ἂν τῶν ἀνέμων ἐπὶ τὰ αὐτὰ τὸ πλάτος τῆς σελήνης τὰς προσνεύσεις ποιούμενον καταλαμβάνηται.
- 2.13.9.1
πανταχῇ μέντοι προσήκει διαλαμβάνειν ὡς προηγουμένης μὲν τῆς καθόλου καὶ πρώτης ὑποκειμένης αἰτίας, ἑπομένης δὲ τῆς τῶν κατὰ μέρος ἐπισυμβαινόντων, βεβαιουμένης δὲ μάλιστα καὶ ἰσχυροποιουμένης τῆς ἐνεργείας, ὅταν οἱ τῶν καθόλου φύσεων οἰκοδεσποτήσαντες ἀστέρες καὶ ταῖς ἐπὶ μέρους τύχωσι συσχηματιζόμενοι.
- 2.14.1.1
Χρήσιμοι δ’ ἂν εἶεν πρὸς τὰς τῶν κατὰ μέρος ἐπισημασιῶν προγνώσεις καὶ αἱ τῶν γινομένων σημείων τε τὸν ἥλιον καὶ τὴν σελήνην καὶ τοὺς ἀστέρας παρα- τηρήσεις. τὸν μὲν οὖν ἥλιον τηρητέον πρὸς μὲν τὰς ἡμερησίους καταστάσεις ἀνατέλλοντα, πρὸς δὲ τὰς νυκτερινὰς δύνοντα, πρὸς δὲ τὰς παρατεινούσας κατὰ τοὺς πρὸς τὴν σελήνην σχηματισμούς, ὡς ἑκάστου σχήματος τὴν μέχρι τοῦ ἑξῆς κατάστασιν ὡς ἐπίπαν προσημαίωνοντος·
- 2.14.2.1
καθαρὸς μὲν γὰρ καὶ ἀνεπισκότητος καὶ εὐσταθὴς καὶ ἀνέφελος ἀνατέλλων ἢ δύνων εὐδιεινῆς καταστάσεώς ἐστι δηλωτικός, ποικίλον δὲ τὸν κύκλον ἔχων ἢ ὑπόπυρρον ἢ ἀκτῖνας ἐρυθρᾶς ἀποπέμπων ἤτοι εἰς τά ἔξω ἢ ὡς ἐφ’ ἑαυτὸν κοιλούμενος ἢ τὰ καλούμενα παρήλια νέφη ἐξ, ἑνὸς μέρους ἔχων ἢ σχήματα νεφῶν ὑπόκιρρα καὶ ὡσεὶ μακρὰς ἀκτῖνας ἀπομηκύνων ἀνέμων σφοδρῶν ἐστι σημαντικὸς καὶ τοιούτων, πρὸς ἃς ἂν γωνίας τὰ προειρημένα σημεῖα γένηται.
- 2.14.3.1
μέλας δὲ ἢ ὑπόχλωρος ἀνατέλλων ἢ δύνων μετὰ συννεφείας ἢ ἅλως ἔχων περὶ αὑτὸν καθ’ ἓν μέρος ἢ ἐξ ἀμφοτέρων τῶν μερῶν παρήλια νέφη καὶ ἀκτῖνας ἢ ὑποχλώρους ἢ μελαίνας χειμώνων καὶ ὑετῶν ἐστι δηλωτικός.
- 2.14.4.1
τὴν δὲ σελήνην τηρητέον ἐν ταῖς πρὸ τριῶν ἡμερῶν ἢ μετὰ τρεῖς παρόδοις τῶν τε συνόδων καὶ πανσελήνων καὶ διχοτόμων. λεπτὴ μὲν γὰρ καὶ καθαρὰ φαινομένη καὶ μηδὲν ἔχουσα περὶ αὑτὴν εὐδιεινῆς καταστάσεως ἐστι δηλωτική.
- 2.14.5.1
λεπτὴ δὲ καὶ ἐρυθρὰ καὶ ὅλον τὸν τοῦ ἀφωτίστου κύκλον ἔχουσα διαφανῆ καὶ ὅλον ὑποκεκινημένον ἀνέμων ἐστὶ σημαντικὴ καθ’ ὧν ἂν μάλιστα ποιῆται τὴν πρόσνευσιν. μέλαινα δὲ ἢ χλωρὰ καὶ παχεῖα θεωρουμένη χειμώνων καὶ ὄμβρων ἐστὶ δηλωτική.
- 2.14.6.1
παρατηρητέον δὲ καὶ τὰς περὶ αὐτὴν γινομένας ἅλως. εἰ μὲν γὰρ μία εἴη καὶ αὐτὴ καθαρὰ καὶ ἠρέμα ὑπομαραινομένη, εὐδιεινὴν κατάστασιν σημαίνει, εἰ δὲ δύο ἢ καὶ τρεῖς εἶεν, χειμῶνας δηλοῦσιν, ὑπόκιρροι μὲν οὖσαι καὶ ὥσπερ ῥηγνύμεναι τοὺς διὰ σφοδρῶν ἀνέμων, ἀχλυώδεις δὲ καὶ παχεῖαι τοὺς διὰ νιφετῶν, ὕπωχροι δὲ μέλαιναι καὶ ῥηγνύμεναι τοὺς δι’ ἀμφοτέρων, καὶ ὅσῳ ἂν πλείους ὦσι τοσούτῳ μείζονας.
- 2.14.7.1
καὶ αἱ περὶ τοὺς ἀστέρας δὲ τούς τε πλανωμένους καὶ τοὺς λαμπροὺς τῶν ἀπλανῶν ἅλως συνιστάμεναι ἐπισημαίνουσι τὰ οἰκεῖα τοῖς τε χρώμασιν ἑαυτῶν καὶ ταῖς τῶν ἐναπειλημμένων φύσεσι.
- 2.14.8.1
καὶ τῶν ἀπλανῶν δὲ τῶν κατά τι πλῆθος σύνεγγυς ὄντων παρατηρητέον τὰ χρώματα καὶ τὰ μεγέθη. λαμπρότεροι μὲν γὰρ καὶ μείζονες ὁρώμενοι παρὰ τὰς συνήθεις φαντασίας εἰς ὁποιονδήποτε μέρος ὄντες τοὺς ἀπὸ τοῦ οἰκείου τόπου διασημαίνουσιν.
- 2.14.9.1
οὐ μὴν ἀλλὰ καὶ τῶν ἰδίως νεφελοειδῶν συστροφῶν οἷον τῆς Φάτνης καὶ τῶν ὁμοίων, ἐπὰν αἰθρίας οὔσης αἱ συστάσεις ἀμαυραὶ καὶ ὥσπερ ἀφανεῖς ἢ πεπαχυμέναι θεωρῶνται, φορᾶς ὑδάτων εἰσὶ δηλωτικαί, καθαραὶ δὲ καὶ παλλόμεναι συνεχῶς σφοδρῶν πνευμάτων.
- 2.14.9.2
καὶ τῶν ἐπιγινομένων δὲ κατὰ καιροὺς ἐν τοῖς μετεώροις αἱ μὲν τῶν κομητῶν συστροφαὶ ὡς ἐπίπαν αὐχμοὺς καὶ ἀνέμους προσημαίνουσι, καὶ τοσούτῳ μείζονας ὅσῳ ἂν ἐκ πλειόνων μερῶν καὶ ἐπιπολὺ ἡ σύστασις γένηται. αἱ δὲ διαδρομαὶ καὶ οἱ ἀκοντισμοὶ τῶν ἀστέρων εἰ μὲν ἀπὸ μιᾶς γίνοιντο γωνίας, τὸν ἀπ’ ἐκείνης ἄνεμον δηλοῦσι,
- 2.14.10.1
εἰ δὲ ἀπὸ τῶν ἐναντίων, ἀκαταστασίαν πνευμάτων, εἰ δὲ ἀπὸ τῶν τεσσάρων, παντοίους χειμῶνας μέχρι βροντῶν καὶ ἀστραπῶν καὶ τῶν τοιούτων.
- 2.14.11.1
ὡσαύτως δὲ καὶ τὰ νέφη πόκοις ἐρίων ὄντα παραπλήσια προδηλωτικὰ ἐνίοτε γίνεται χειμώνων. αἵ τε συνιστάμεναι κατὰ καιροὺς ἴριδες χειμῶνα μὲν ἐξ εὐδίας, εὐδίαν δὲ ἐκ χειμῶνος προσημαίνουσι. καὶ ὡς ἐπίπαν συνελόντι εἰπεῖν, αἱ καθόλου τοῦ ἀέρος ἐπιγινόμεναι ἱδιόχροοι φαν- τασίαι τὰ ὅμοια δηλοῦσι τοῖς ὑπὸ τῶν οἰκείων συμπτωμάτων μάτων κατὰ τὰ προδεδηλωμένα διὰ τῶν ἔμπροσθεν ἀποτελουμένοις.
- 2.14.12.1
Ἡ μὲν δὴ τῶν καθολικῶν ἐπίσκεψις τῶν τε ὁλοσχερέστερον θεωρουμένων καὶ τῶν ἐπὶ μέρους μέχρι τοσούτων ἡμῖν κατὰ τὸ κεφαλαιῶδες ὑπομεμνηματίσθω. τῆς δὲ κατὰ τὸ γενεθλιακὸν εἶδος προγνώσεως τὰς πραγματείας ἐν τοῖς ἑξῆς κατὰ τὴν προσήκουσαν ἀκολουθίαν ἐφοδεύσομεν.
- 3.1.1.1
Ἐφωδευμένης ἡμῖν ἐν τοῖς ἔμπροσθεν τῆς περὶ τὰ καθόλου συμπτώματα θεωρίας, ὡς προηγουμένης καὶ τὰ πολλὰ κατακρατεῖν δυναμένης τῶν περὶ ἕνα ἕκαστον τῶν ἀνθρώπων κατὰ τὸ ἴδιον τῆς φύσεως ἀποτελουμένων, ὧν τὸ προγνωστικὸν μέρος γενεθλιαλογίαν καλοῦμεν, δύναμιν μὲν μίαν καὶ τὴν αὐτὴν ἀμφοτέρων τῶν εἰδῶν ἡγεῖσθαι προσήκει, καὶ περὶ τὸ ποιητικὸν καὶ περὶ τὸ θεωρητικόν, ἐπειδήπερ καὶ τῶν καθόλου καὶ τῶν καθ’ ἕνα ἕκαστον συμπτωμάτων αἰτία μὲν ἡ τῶν πλανωμένων ἀστέρων ἡλίου τε καὶ σελήνης κίνησις, προγνωστικὴ δὲ ἡ τῆς τῶν ὑποκειμένων αὐτοῖς φύσεων τροπῆς κατὰ τὰς ὁμοιοσχήμονας τῶν οὐρανίων παρόδους διὰ τοῦ περιέχοντος ἐπιστημονικὴ παρατήρησις, πλὴν ἐφ’ ὅσον ἡ μὲν καθολικὴ περίστασις μείζων τε καὶ αὐτοτελής, ἡ δὲ ἐπὶ μέρους οὐχ ὁμοίως.
- 3.1.2.1
ἀρχὰς δὲ οὐκέτι τὰς αὐτὰς ἀμφοτέρων νομιστέον εἷναι, ἀφ’ ὧν τὴν τῶν οὐρανίων διάθεσιν ὑποτιθέμενοι τὰ διὰ τῶν τότε σχηματισμῶν σημαινόμενα πειρώμεθα προγινώσκειν, ἀλλὰ τῶν μὲν καθολικῶν πολλάς, ἐπειδὴ μίαν τοῦ παντὸς οὐκ ἔχομεν, καὶ ταύτας οὐκ ἀπ’ αὐτῶν τῶν ὑποκειμένων πάντοτε λαμβανομένας, ἀλλὰ καὶ ἀπὸ τῶν περιεχόντων καὶ τὰς αἰτίας ἐπιφερόντων· σχεδὸν γὰρ πάσας ἀπό τε τῶν τελειοτέρων ἐκλείψεων καὶ τῶν ἐπισήμως. παροδευόντων ἀστέρων ἐπισκεπτόμεθα· τῶν δὲ καθ’ ἕνα ἕκαστον τῶν ἀνθρώπων καὶ μίαν καὶ πολλάς, μίαν μὲν τὴν αὐτοῦ τοῦ συγκρίματος ἀρχήν, καὶ ταύτην γὰρ ἔχομεν, πολλὰς δὲ τὰς κατὰ τὸ ἑξῆς τῶν περιεχόντων πρὸς τὴν πρώτην ἀρχὴν ἐπισημασίας συμβαινούσας, προηγουμένης μέντοι τῆς μιᾶς ἐνθάδε εἰκότως, ἐπειδήπερ αὕτη καὶ τὰς ἄλλας ἀποτελεῖ.
- 3.1.3.1
τούτων δὲ οὕτως ἐχόντων ἀπὸ μὲν τῆς πρώτης ἀρχῆς θεωρεῖται τὰ καθόλου τῆς συγκρίσεως ἰδιώματα, διὰ δὲ τῶν ἄλλων τὰ κατὰ καιροὺς παρὰ τὸ μᾶλλον καὶ ἦττον συμβησόμενα κατὰ τὰς λεγομένας τῶν ἐφεξῆς χρόνων διαιρέσεις.
← Previous · Next → — showing 301–400 of 685
First Thousand Years of Greek. CTS URN tlg0363.tlg007.1st1K-grc1. Via the Perseus Digital Library / Open Greek and Latin TEI corpora. Licence: Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License. Source.