De compositione medicamentorum per genera
- 6.17.51
Ἀποκείμενα γὰρ γίγνεται μαλακώτερα.
- 6.17.52
Ἄλλη.
- 6.17.53
Ἄλλη ἀμείνων, διαφορεῖ γὰρ σκληρίας.
- 6.17.54
Πασῶν ἄμεινον τὰς ἄγαν κεχρονισμένας,
- 6.17.55
Καὶ βρογχοκήλας καὶ μεγάλας μελικηρίδας,
- 6.17.56
Τὰς δυσμεταβόλους χοιράδας, τάς τ’ ἀγκύλας.
- 6.17.57
Σκεύαζε δ’ οὕτως, ἁλὸς λειοτάτου λίτραν,
- 6.17.58
Δύο τε λιτοῦ ψιμυθίου καὶ χαλβάνης
- 6.17.59
Οὐγγίας β΄. τὸ δ’ αὐτὸ καθαρᾶς προπόλεως,
- 6.17.60
Ἀριστολοχίας, χαλβάνης ἴσον μέρος,
- 6.17.61
Καλοῦ τ’ ἐλαίου πολυετοῦς λίτρας β΄.
- 6.17.62
Ἂν δ’ ᾖ παχύτατον πρόσβαλε ἄλλην μίαν,
- 6.17.63
Ἕψει δ’ ὁμοίως καὶ καλῶς κεκραμένην.
- 6.17.64
Ἀπὸ τοῦ πυρὸς βάσταζε καὶ λείαν τότε
- 6.17.65
Ἀριστολοχίαν παραπάσεις, προσεμβαλὼν
- 6.17.66
Μεμαλαγμένην πρόπολίν τε καὶ τὴν χαλβάνην.
- 6.17.67
Ἄλλη διαφορητικὴ Δαμοκράτους δι’ ἀσβέστου.
- 6.17.68
Λίαν ἀγαθὴ, διαφοροῦσα χοιράδας,
- 6.17.69
Στέλλουσα πᾶν οἴδημα καὶ τὰς ἥπατος,
- 6.17.70
Ἡ σπληνός γ’ ὑδαρεῖς διαθέσεις ἰωμένη,
- 6.17.71
Οὔρων ἄγουσα δαψιλεῖς τὰς ἐκκρίσεις,
- 6.17.72
Τὰς ἰσχιάδας λύει τε τὰς κεχρονισμένας.
- 6.17.73
Ταύτῃ Οὐλβιανὸς εὐφυὴς νεανίας
- 6.17.74
Χρώμενος, ὠφέλει πολλοὺς πάνυ.
- 6.17.75
Ἔχει δὲ λίτραν Ποντικοῦ κηροῦ μίαν,
- 6.17.76
Μίαν τε φρυκτῆς καἰ μίαν τῆς πιτυΐνης,
- 6.17.77
Ἀσβέστου τε προσφάτου οὐγγίαν α΄.
- 6.17.78
Στυπτηρίας τε σχιστῆς οὐγγίαν α΄.
- 6.17.79
Ἴσον δ’ ἑνὶ τούτων ἀῤῥενικοῦ τοῦ Ποντικοῦ.
- 6.17.80
Τούτοις παραχέας ὄξος εὐῶδες, βραχὺ
- 6.17.81
Λέαινε ἐφ’ ἱκανὸν ἐν θυείᾳ μείζονι,
- 6.17.82
Κηρῷ δὲ ῥητίνῃ τε προσβαλὼν βραχὺ
- 6.17.83
Ἔλαιον, τήξας ἐπὶ πυρὸς λάβρου φλογὸς,
- 6.17.84
Μιγνύς τ’ ἐπιμελῶς πάντα καὶ μαλάγματα
- 6.17.85
Ποιῶν τ’ ἀμολύντου τὸ πάχος, ἔχ’ ἀποκείμενον.
- 6.17.86
Χρώμενος ἐφ’ ὧν δεῖ προσφάτῳ τῷ σπληνίῳ.
- 6.17.87
Ἔλεγε δ’ ὁ Κράτιστος καὶ πατὴρ τοῦ φαρμάκου,
- 6.17.88
Καὶ πρὸς νόσων τε τῶν μακρῶν ἀπαλλαγὰς,
- 6.17.89
Εὔχρηστον εἶναι καὶ καλὸν τὸ φάρμακον,
- 6.17.90
Ἐφ’ ὧν τε χρόνιος φλεγμονὴ σπλάγχνων τινὸς
- 6.17.91
Ὑποχόνδριον πεποίηκε σκληρὸν ἢ μέγα
- 6.17.92
Σφόδρ’ ὠφελεῖν, ἱδρῶτας γὰρ ἐπιφέρει
- 6.17.93
Καὶ τὰς σκληρίας λύει τῶν ὑποχονδρίων,
- 6.17.94
Ἀπαλλαγάς τε τῶν νόσων ποιεῖ ταχὺ,
- 6.17.95
Καὶ τὰς ἐποχὰς δὲ τῶν φυσικῶν καταμηνίων
- 6.17.96
Ἄγει βραχείαις ἡμέραις ἐπικείμενον.
- 6.17.97
Ἐγὼ δ’ ἀφαιρῶν τὴν τίτανον, στυπτηρίαν
- 6.17.98
Διπλῆν ἔβαλλον καὶ τὸ φάρμακον ποιοῦν
- 6.17.99
Ἄμεινον ἔγνων, οὐ ποιοῦν τὰ ψυδράκια.
- 7.1.1
Μαλάγματα καλοῦσιν οἱ ἰατροὶ τὰ τῶν ἐσκληρυσμένων σωμάτων παρὰ φύσιν μαλακτικὰ, θερμῆς μὲν ἅπαντα κράσεως ὄντα μετρίας, οὐ μὴν ξηραίνοντά γε, καθάπερ οὐδὲ ὑγραίνοντα σαφῶς. μέσα γάρ πως ὄντα τά γε ἀκριβῶς μαλακτικὰ τῶν ὑγραινόντων τε καὶ ξηραινόντων, οἷον χύσιν τινὰ τῆς οὐσίας τῶν σκληρυνομένων ἐργάζεται. καλεῖται δὲ μαλακτικὰ, κᾂν ἐφ’ ἑτέρων βραχὺ παραλλάττῃ πρός τε τὸ ξηραίνειν καὶ ὑγραίνειν, ἐὰν μόνον αὐτοῖς ὑπάρχῃ τὸ χεῖν τὴν ὑποκειμένην οὐσίαν, ὧν ψαύει μορίων, ὃ γίνεται δηλονότι διὰ τὸ μετρίαν αὐτοῖς εἶναι θερμότητα, καὶ ὅτι γε μετὰ τὸ χυθῆναι τὴν σκληρότητα τῶν διαφορητικῶν ἐστι χρεία φαρμάκων εἴρηται κατά τε τὸ ε΄. τῆς περὶ τῶν ἁπλῶν φαρμάκων δυνάμεως καὶ τὸ ιδ΄. τῆς θεραπευτικῆς μεθόδου. ἡ μὲν οὖν ἀρίστη θεραπεία τῶν σκληρυνομένων, ἃ δὴ καὶ σκιῤῥοῦται μὴ θεραπευθέντα διὰ τῆς κατὰ μέθοδον ἰατρικῆς, γίνεται τοῦ θεραπεύοντος θεωροῦντος ἐπὶ πόσον ἡ τοῦ θεραπευομένου σώματος οὐσία προήκει φύσεως παρὰ τὴν σύμμετρον ὑγρότητα καὶ ξηρότητα, καθάπερ γε καὶ τὴν τοῦ πάθους αὐτοῦ σύστασιν, εἰς ὅσον ηὔξηται, καὶ πρὸς τούτοις ἐν αὐτοῖς τοῖς μαλάττουσι φαρμάκοις τὸ μᾶλλόν τε καὶ ἧττον, εἰς ταῦτα γὰρ ἀποβλέποντί σοι στοχαστικὴ μὲν, ἀλλὰ μετὰ τέχνης ἡ πρώτη χρῆσις τοῦ μαλακτικοῦ ἔσται φαρμάκου. μετὰ δὲ μίαν ἢ β΄. ἡμέρας εἴτ’ ἐπιτεῖναι προσῆκεν εἴτ’ ἐκλῦσαι τὴν δύναμιν τοῦ φαρμάκου νοήσεις, ὡς ἐπί τε τῶν ἔμπροσθεν εἴρηται καὶ κατὰ τὴν θεραπευτικὴν μέθοδον. οἱ μὲν οὖν ἰατροὶ συνέθεσαν φάρμακα μαλακτικὰ καὶ διαφορητικὰ ὡς πρὸς ἀμφοτέρους ἀποβλεπόντει τοὺς σκοποὺς, τόν τε τῆς χύσεως τοῦ ἐσκληρυσμένου καὶ σκιῤῥουμένου μορίου, τόν τε τῆς διαφορήσεως, οὐκ ἐναλλὰξ ἑκατέρῳ χρώμενοι, καθάπερ ἐμὲ πράττοντα βλέπετε πολλάκις, ἀλλ’ ἀεὶ τὰ δύο διὰ τοῦ συνθέτου φαρμάκου ποιοῦντα. εὔδηλον δ’ ὅτι κατὰ τὴν μίξιν ἤτοι τὰ μαλάττοντα πλέονά ἐστιν ἢ τὰ διαφοροῦντα, καὶ τό γε μᾶλλόν τε καὶ ἧττον ἐν αὐτοῖς οὐκ ὀλίγον. εὔδηλον δὲ ὅτι πολλάκις ἴσα ταῖς δυνάμεσι μίγνυνται, καὶ χρὴ καθάπερ ἐπὶ τῶν ἄλλων φαρμάκων, οὕτως κᾀπὶ τούτων παρασκευάσασθαι τῷ βουλομένῳ καλῶς ἰατρεύειν πλείω φάρμακα τῶν ὁμογενῶν, ἢ πάντως γε δύο μίγνυσθαι, τό τε ἰσχυρότατον ἐν τῷ γένει καὶ τὸ μετριώτατον, ἵνα ἐκ τῆς διαφόρου μίξεως αὐτῶν ἐπικαίρου γενομένης ἐργάζηται τὰ μεταξὺ τῶν ἄκρων πάμπολλα φάρμακα. οὐ γὰρ τὴν αὐτὴν ἔχει δύναμιν τὸ στέαρ βδελλίῳ τε καὶ στύρακι καὶ ἀμμωνιακῷ θυμιάματι, καθάπερ οὐδὲ αὐτῶν τῶν στεάτων τὸ χήνειόν τε καὶ ὀρνίθειον ἢ παρδάλειον ἢ λεόντειον ἡ ὑαίνης ἤ τινος ἄλλου ζώου. κατὰ γὰρ τὴν κρᾶσιν τοῦ ζώου καὶ τὸ στέαρ ἐστι, τῶν μὲν θερμοτέρων θερμαντικώτερον, τῶν δὲ ξηροτέρων ξηραντικώτερον, καὶ γινώσκουσί γε οἱ πολλοὶ τῶν ἰατρῶν ἰσχυρότατον μὲν εἶναι κατ’ ἄμφω, λέγω δὴ τὸ θερμαίνειν τε καὶ διαφορεῖν, τὸ τοῦ λέοντος στέαρ. ἐγγὺς δὲ αὐτῷ τὸ τῶν παρδάλεων, ὡς ὀλίγον ἔχειν τὸ μαλακτικόν. ἥττονα δὲ ἐν τῷ θερμαίνειν τε καὶ διαφορεῖν ἔχει τὸ χήνειον τὴν δύναμιν, ἔχει δέ τι πλέον ἐν τῷ μαλάττειν. ἀνάλογον δὲ ἀφέστηκε τοῦδε καὶ τὸ τῶν ἀλεκτορίδων. τούτοις μὲν οὖν ἅπασι καὶ τὸ λεπτομέρεστερον εἶναι τῶν ἐν τοῖς τετράποσι ζώοις ὑπάρχει. διαφορὰ δὲ πάλιν ἐν ἐκείνοις ἐστὶ παμπόλλη, τοῦ μὲν ὑείου μαλακωτάτου τε καὶ ὑγροτάτου καὶ διὰ τοῦτο ἀσθενεστάτου τῶν ἄλλων ὄντος, ὡς ἁρμόττειν ἐπὶ σωμάτων μὲν ἁπαλῶν, οἷα τὰ τῶν γυναικῶν ἐστι καὶ παίδων καὶ εὐνούχων καὶ τῶν ἁβροδιαίτων ἀνδρῶν ἐν σκιατροφίᾳ καὶ ἀγυμνασίᾳ καὶ λουτροῖς πλείοσι ποτίμων ὑδάτων ἐκτεθηλυσμένα. τὸ δὲ τῶν αἰγῶν τε καὶ βοῶν, εἰς ὅσον ἰσχυρότερον τοῦ τῶν ὑῶν ἐστιν, εἰς τοσοῦτον σώμασί τε καὶ φύσει σκληροτέροις καὶ τοῖς σκιῤῥωδεστέροις τῶν σκληροτέρων ἁρμόττει. τὸ δὲ τῶν ταύρων καὶ τράγων ἐπὶ τῶν ἰσχυροτέρων σωμάτων τε καὶ παθῶν. ἡ δὲ αὐτὴ καὶ τοῖς ἄλλοις ὑπάρχει πρὸς ἄλληλα διαφορὰ κατὰ τὸ μᾶλλόν τε καὶ ἧττον. ἄρξομαι δὲ ἀπὸ τῶν ἀσθενεστέρων, πρότερον ὑπὲρ τοῦ κατὰ τὴν σκληρότητα καὶ σκίῤῥωσιν πάθους προειπών. κοινοῦ γὰρ συμβεβηκότος τοῖς φλεγμαίνουσι καὶ τοῖς σκληρυνομένοις τοῦ κατὰ τὴν ἐπέρεισιν τῶν δακτύλων ἀντιβατικοῦ, διορίζεται τὰ πάθη τῷ τ’ ἐπωδύνῳ καὶ τῷ ἀνωδύνῳ, τοῦτο γὰρ οὐκέτι κοινὸν ἀμφοῖν. ὥσπερ δὲ ἐν τοῖς ἄλλοις ἅπασιν ὅσα μεταπίπτειν εἰς ἄλληλα πέφυκεν, ἔνεστι μεθόριον ἀμφοτέρων ἠρέμα μέτοχον, οὕτως καὶ τῶν φλεγμονωδῶν ὄγκων πρὸς τοὺς ἄνευ φλεγμονῆς σκίῤῥους, οἷοί περ οἱ τῶν ἐσκληρυσμένων εἰσὶν, ὑπάρχει τις ἐν τῷ μεταξὺ διάθεσις, ἀνώδυνος μὲν, εἰ μὴ τοὺς δακτύλους ἐπερείδοις, ὀδυνωμένη δὲ τοῦτο πραττόντων, ἣν σαφοῦς τε καὶ συντόμου διδασκαλίας ἕνεκα ἤτοι φλεγμονὴν σκιῤῥώδη λεκτέον ἢ σκίῤῥον φλεγμονώδη, μὴ προσέχοντας ἐνταῦθα τῷ κατὰ τὸν ὄγκον μεγέθει. τῆς γὰρ ἰδέας τῶν παθῶν ἐστιν, οὐ τοῦ καθ’ ἕτερον αὐτῶν ποσοῦ φλεγμονὴ καὶ σκιῤῥος ὀνόματα, μεγάλης μὲν φλεγμονῆς γενομένης ἢ διὰ τὸ τοῦ φλεγμαίνοντος μορίου μέγεθος ἢ διὰ τὴν τοῦ παρὰ φύσιν ὄγκου, μικρᾶς δὲ τῆς ἤτοι μικρὸν τόπον κατειληφυίας ἢ βραχὺν ὄγκον ἐχούσης. εἰρήσεται δὲ νῦν ἐμοὶ μικρᾶς φλεγμονῆς καὶ μικροῦ σκίῤῥου θεραπεία, καθάπερ καὶ μεγάλης τε καὶ μεγάλου, κατὰ τὰς τῶν παθῶν ἰδέας. νοηθήσεται γὰρ ἐκ τούτων καὶ τῶν ἑτέρων λεγομένων μεγάλων τε καὶ μικρῶν ἡ θεραπεία. φλεγμονῆς μὲν οὖν μεγάλης διὰ καταπλασμάτων ἴασις γίνεται καί τινων ὑγρῶν φαρμάκων. τῆς δὲ μικρᾶς, ὅταν σκιῤῥώδει σκληρότητι μιχθῇ, καὶ διὰ καταπλασμάτων μὲν ἔστιν ὅτε, καὶ διὰ φαρμάκων δὲ κηρωτοειδῶν τε καὶ ὑγρῶν, ἔτι τε τῶν μαλακτικῶν ἐμπλάστρων. διὰ τοιούτων δὲ καὶ τῆς μικρᾶς σκληρότητος ἡ ἴασις γίνεται, ἀλλ’ ἐπὶ ταύτης μὲν ἁπλοῦς ὁ σκοπὸς, ὥσπερ καὶ τῆς φλεγμονῆς συνισταμένης. ἐπὶ δὲ τῆς ἐχούσης φλεγμονώδους τι σκληρότητος σύνθετος καὶ ὁ σκοπὸς γίγνεται.
- 7.2.1
[Περὶ τῆς παρύγρου.] Καὶ διὰ τοῦτο καὶ φάρμακον σύνθετόν πώς ἐστιν, οἷον καὶ τοῦτο τὸ πᾶσι γινωσκόμενον, ἐπῃνημένον δὲ μεγάλως ὑπ’ ἄλλων τέ τινων καὶ μάλιστα τοῦ Ἥρα, τὸ καλούμενον πάρυγρον. ἰᾶται γὰρ τοῦτο βραχεῖαν ἔτι φλεγμονὴν ἔχον τὸ μόριον, οὐ μετὰ πολὺν χρόνον τῆς σκευασίας, ἀλλ’ εὐθέως ἐπιτιθέμενον. σκληρότητα δὲ ἀνώδυνον ἐπικτωμένου τοῦ πεπονθότος μορίου, κᾂν ἔτι βραχεῖ χρονιώτερον ᾖ τοῦ προσφάτου, χρήσιμον ὑπάρχει. καθάπερ γε καὶ ἂν ἀπηλλαγμένον παντάπασι τὸ πεπονθὸς μόριον τῆς φλεγμονώδους διαθέσεως, ἄμεινον ἐπ’ αὐτῷ τὸ χρονιώτερον φάρμακον. ἀνάλογον δὲ δηλονότι τῇ τῆς σκληρότητος ἐπιτάσει συναύξεσθαι τὸν χρόνον προσήκει τοῦ φαρμάκου, τὸ μέντοι λίαν ἐσκληρυσμένον μόριον οὐδὲ τὸ χρόνιον μαλάξει φάρμακον. μικτὴν γὰρ ἐπαγγελίαν τε καὶ δύναμιν ἔχει τοῦτο δὴ τὸ πάρυγρον ὀνομαζόμενον, ὅτι καὶ τὴν ὕλην μικτήν. εἴ γε τὸ μὲν ὕειον στέαρ καὶ ὁ κηρὸς ἀσθενέστατα τῶν μαλακτικῶν ἐστι, λιθάργυρος δὲ καὶ ψιμύθιον οὐδὲν ἔχει μαλακτικὸν, ὡς ἐμάθομεν. ὁ δὲ ἐπαινέσας τὸ φάρμακον τοῦτο μάλιστα πάντων Ἥρας ἐκ τῶνδε συντίθησιν αὐτὸ κατὰ τήνδε τὴν λέξιν. ♃ στέατος προσφάτου ὑείου ἐξινισμένου οὐγγίας μδ΄. κηροῦ οὐγγίας κδ΄. ψιμυθίου οὐγγίας στ΄. λιθαργύρου οὐγγίας στ΄. τὰ τηκτὰ κατὰ τῶν ξηρῶν, χρόνῳ δὲ συνίσταται. καθάπερ γε καὶ κηρὸν καὶ στέαρ ὕειον ἔφην ἀσθενοῦς εἶναι δυνάμεως μαλακτικῆς, οὕτω κᾂν ἐλαίῳ μίξῃς βραχύ τι κηροῦ, τὸ καλούμενον ὑπὸ τῶν ἰατρῶν κηρέλαιον ποιήσεις. εἶναι δὲ χρὴ δηλονότι τὸ ἔλαιον οὔτε τὸ καλούμενον ὀμφάκινόν τε καὶ ὠμοτριβὲς οὔτε τὸ θαλλοὺς ἐλαιῶν ἐν τῇ ἐργασίᾳ προσειληφός.
- 7.3.1
[Αἱ τῶν μαλακτικῶν φαρμάκων κατὰ γένος διαφοραὶ καὶ δυνάμεις.] Τὰ μὲν οὖν οὕτως ἀσθενῆ μαλακτικὰ καὶ τὰς μικρὰς θεραπεύει φλεγμονάς· τὰ δὲ τούτων ἀτονώτερα, τὰς ἄνευ φλεγμονῆς βραχείας σκληρότητας. τὰ δ’ ἔτι τούτων ἰσχυρότερα τὰς μείζους, ὥσπερ καὶ τὰ τῆς ἐγγὺς ἡκούσης σκίῤῥου σκληρότητος ἰατικὰ, δραστικώτατά ἐστιν, ὁποῖον ὑπάρχει τό τε τῶν μυελῶν γένος ἐν τῷ μᾶλλόν τε καὶ ἧττον ἀλλήλων διαφερόντων, ὡς ἐφεξῆς διαιρήσω, τό τε τῶν βδελλίων ἀμφοῖν, Ἀραβικοῦ τε καὶ Σκυθικοῦ, τό τε τῶν στυράκων. καὶ γὰρ καὶ τούτων δραστικώτατος ὁ κατὰ τὴν χρόαν ὠχρὸς, ὅσπερ καὶ κάλλιστος ἐν Παμφυλίᾳ γεννᾶται. ὁ δὲ ἐπὶ τὸ φαιότερον ἀποκεχωρηκὼς τοῦδε πολλαχόθι τε γίνεται καὶ τῇ δυνάμει πολὺ τοῦ κατὰ τὸν ὠχρὸν ἀπολείπεται. ῥέπει δ’ οὖν καὶ οὗτος αὐτὸς ἐν τῷ χρονίζειν ἐπὶ τὸ χρυσίζον χρῶμα. τούτῳ μὶν οὖν εἰς τὰς ἀντιδότους χρώμεθα διὰ τὸ σπανίζειν, ὥστε αὐτοκράτορί γε σκευάζων ὁτιοῦν διὰ στύρακος ἀεὶ τούτῳ χρήσῃ. κᾂν τῶν πλησίον τις ᾖ μεγαλόφρων εἰς δαπάνην φαρμάκων, κᾀκείνῳ συνθήσεις ἐκ τοιούτου στύρακος τὸ φάρμακον. ἐπὶ τῶν ἄλλων δὲ τοῦ φαιοτέρου τὸν ἄριστον ἐκλέξῃ, τῇ τε ὀσμῇ κρίνων μάλιστα καὶ τῇ χρόᾳ, φαυλότερος γὰρ ὁ μελάντερος. ἔστι δὲ τῶν ἰσχυρῶς μαλαττόντων τὰ σκιῤῥούμενα, τὸ καλούμενον ἀμμωνιακὸν θυμίαμα καὶ μᾶλλον αὐτοῦ τὸ λιπαρόν τε καὶ νέον. τούτων δὲ ἧττον μὲν, ἀλλὰ καὶ αὐτὰ δραστήρια αἴγειόν τε καὶ βόειον. ἐν αὐτοῖς δὲ τούτοις τὸ μὲν τῶν τράγων καὶ ταύρων ἰσχυρότερα, τὸ δὲ τῶν βοῶν καὶ τῶν αἰγῶν ἀσθενέστερα μὲν τούτων, οὐκ ἄπρακτα δὲ οὐδὲ αὐτά. τὸ δὲ τῶν ἐρίφων τε καὶ μόσχων ἔτι καὶ τούτων αὐτῶν ἀσθενέστερα, δραστικώτερα δὲ ὅμως ἐστὶ τοῦ χοιρείου. διαφορητικωτέραν δὲ τούτων δύναμιν, οὐ μαλακτικωτέραν ἔχει τὸ λεόντειον καὶ παρδάλειον, ὑαίνης τε καὶ χηνὸς, ὅσῳ καὶ λεπτομερεστέραν ἔχει τὴν οὐσίαν αἰγείου τε καὶ βοείου στέατος. τὸ δὲ τῶν ἀλεκτορίδων ἐν τῷ μεταξὺ τοῦ τε χηνείου καὶ τοῦ ὑείου τέτακται. καθάπερ γε καὶ τῶν μυελῶν ἄριστος μὲν ὁ τῶν μόσχων. καὶ ῥητίναι μὲν ὅσαι μὴ δριμεῖαν ἔχουσι τὴν ὀσμὴν, μιγνύμεναι τῶν εἰρημένων τινὶ τὸ μὲν ἐχέκολλον τοῖς συντιθεμένοις φαρμάκοις παρέχονται, τὸ δὲ μαλακτικὸν αὐτῶν οὐκ ἀναιροῦσιν, ἐπιτηδειοτάτη δὲ ἥ τε Χία καλουμένη καὶ ἡ λάριξ ἐστί. μετὰ ταύτας δὲ ἡ πευκίνη καὶ μετ’ ἐκείνην ἡ ἐλατίνη. δριμεῖα δὲ ἡ στροβιλίνη σφοδρῶς ἐστιν, ἀλιπὴς δὲ καὶ ξηραίνουσα μεγάλως ἡ πιτυΐνη, καλοῦσι δ’ αὐτὴν ἰδίως φύσημα. ταύτας μὲν οὖν φευκτέον ἐστί. τῇ Χίᾳ δὲ καὶ τῇ ἐλατίνῃ χρηστέον οὐκ αὐταῖς καθ’ ἑαυτὰς, ἀλλὰ μετὰ κηροῦ καί τινος τῶν ἄλλων, ὅ τι ἂν ἁρμόττειν δοκῇ τῇ διαθέσει. καὶ πίττα δὲ Βρυτία τὴν αὐτὴν ἔχει δύναμιν, ὡς ἂν ἐχέκολλόν τι καὶ λιπαρὸν ἔχουσα. τὴν δὲ ἄλλην πίτταν οὐ μικτέον, ὥσπερ οὐδὲ τὴν ἄσφαλτον, ἐπὶ πλέον γὰρ ἥκουσι ξηρότητος. ἐμάθομεν δὲ ὅτι καὶ τὰ ξηραίνοντα τοῖς μαλάττουσίν εἰσιν ἐναντία. ἐπεὶ δὲ τὴν πευκίνην καὶ φρυκτὴν ῥητίνην εἰώθασι καὶ Κολοφωνίαν ὀνομάζειν, ἰστέον ὅτι καὶ ἄλλη τίς ἐστι Κολοφωνία παραπλήσιος τῇ χίᾳ μαστίχῃ, μαλακτικὸν ἔχουσά τι, καθάπερ ἐκείνη τε καὶ ὁ λιβανωτός. ὑπάρχει δέ τι καὶ τῇ Αἰγυπτίᾳ μαστίχῃ μαλακτικὸν, ἀλλὰ τὸ πλέον αὐτῆς τῆς δυνάμεως πεπτικόν τε καὶ διαφορητικὸν ὑπάρχει. καὶ τῷ λιβάνῳ τόδε τι μαλακτικὸν ὑπάρχει, ἀλλὰ τοῦτο μὲν ἑψόμενον ἔστι χρήσιμον, ὥσπερ καὶ τὸ τῆς τήλεως σπέρμα, καὶ γὰρ καὶ τοῦτο μαλάττει καλῶς ἑψηθὲν, ἔτι δὲ καὶ μᾶλλον εἰ στέατι μιχθείη. τὰ δὲ χωρὶς ἑψήσεως διὰ τὸ ξηρὸν τῆς συστάσεως ἀνίεσθαι δεόμενα καὶ τήκεσθαι καὶ δύεσθαι καὶ λύεσθαι τῶν ἐλαιωδῶν τινος δεῖται. τοιαῦτα δ’ ἐστὶν αὐτὸ τὸ ἔλαιον, ὅταν μηδὲν ἔχῃ στύψεως, ὅ τε ἐκ τῶν βαλανείων γλοιὸς, ἔτι τε τὸ καλούμενον σούσινον, καὶ πρὸς αὐτῷ πολλῷ μᾶλλον ἔτι τὸ Κομμαγηνόν. ἔτι δὲ καὶ τὸ βούτυρον ἐξ αὐτῆς τάξεως τό τε τῆς ἀλθαίας ἀφέψημα καὶ τὸ τῆς τήλεως. μεταξὺ δὲ τῶν οὕτω μαλακῶν καὶ τῶν ἰσχυροτάτων, ὁποῖα τό τε βδέλλιόν ἐστι καὶ ὁ στύραξ, τό γε ἀμμωνιακὸν θυμίαμα τὴν αὐτὴν δύναμιν, ἥνπερ καὶ πρόπολις ἔχει. τοῦ γε μὴν βδελλίου καὶ τοῦτο διοριστέον, ὅτι τὸ Σκυθικὸν ἄμεινον εἰς ταῦτα μακρῷ θατέρου τοῦ Ἀραβικοῦ, καὶ μάλιστα ὅταν ᾖ νέον τε καὶ μαλακὸν, ὃ καὶ λιπαρὸν ὀνομάζουσιν. ἔθος γὰρ καὶ τοῦτό ἐστιν ἐν τοῖς νεωτέροις ἰατροῖς ἐπὶ τῶν τοιούτων φαρμάκων τὸ μαλακτικώτερον λέγειν καὶ ὑγρότερον. ἔστι δὲ δηλονότι καὶ ὑγρότερον τοῦτο. καὶ ἡ χαλβάνη δὲ καὶ ὁ καλούμενος ὀποπάναξ πρὸς τῷ διαφορεῖν ἔχει τι καὶ μαλακτικόν. ὑπερέχει δὲ τῷ μὲν διαφορεῖν ὀποπάναξ, τῷ δὲ μαλάττειν τε καὶ πέττειν ἡ χαλβάνη. τοιαύτη μέν τίς ἐστι μαλακτικῶν φαρμάκων ἡ δύναμις. σὺ δ’ ὅταν ἤτοι τι τῶν γεγραμμένων ἐν ταῖς φαρμακίτισι βίβλοις ἐξετάσῃς τε καὶ κρίνῃς ἢ συντιθῇς αὐτὸς, ἀκηκοὼς ἄρτι τὰς κατὰ τὸ μᾶλλόν τε καὶ ἧττον ἐν τοῖς φαρμάκοις διαφορὰς, ἀκηκοὼς δὲ καὶ τὰς τῶν σωμάτων τε καὶ παθῶν, τὰ μὲν ἰσχυρὰ τοῖς ἰσχυροῖς, τὰ δὲ ἀσθενῆ τοῖς ἀσθενέσι προσάξεις. ἐν δὲ τῷ μετὰ τὸ πρόσθεν ἐπιτεθὲν ἕτερον ἐπιτιθέναι, καταντλεῖν ἔλαιον ἁπλοῦν, λιπαρὸν ἁρμόττει τῷ πεπονθότι μορίῳ. τῶν δὲ ἐχεκόλλων ὀνομαζομένων φαρμάκων οὐδὲν ἀφελεῖν χρὴ, πρὶν αὐτόματον ἀποστῆναι, ἀλλὰ κᾂν λούηταί τις, ἐᾷν ἐπικεῖσθαι. φυλάττεσθαι δὲ καὶ τὰ τῶν φαρμάκων ὑδάτων λουτρὰ καὶ μάλιστα ὅσα χαλκανθώδη τε καὶ στυπτηριώδη καὶ θειώδη· ταῦτα μὲν ἱκανὰ συνετοῖς ἀνδράσι καί τινα τριβὴν κατὰ τῆς τέχνης ἔργα κεκτημένοις.
- 7.4.1
[Αἱ τῶν μαλακτικῶν φαρμάκων κατ’ εἴδη διαφοραὶ καὶ δυνάμεις.] Ἐπεὶ δὲ οὐ πάντες εἰσὶ τοιοῦτοι καὶ πρόκειται κατὰ τήνδε τὴν πραγματείαν, οὐχ ὥσπερ ἐν τῇ τῆς θεραπευτικῆς μεθόδου, μόνην εἰπεῖν τὴν μέθοδον, ἀλλ’ ἅμα παραδείγματι τῶν κατὰ μέρος ἑνί τε καὶ δευτέρῳ, προστεθῆναι δεῖ καὶ τὰ πείρᾳ προκείμενα φάρμακα, ἃ πρόσκειται τοῖς πρὸ ἡμῶν ἐν τῷ φαρμακευτικῷ μέρει τῆς τέχνης ἐνδόξοις, ἐπὶ τὰς κατ’ εἴδη διαφορὰς ἐπὶ τῶν μαλακτικῶν φαρμάκων ἀφίξομαι τὴν ἀρχὴν ἀπὸ τῶν μαλακωτάτων ποιησάμενος αὐτοῖς, ἃ καὶ τὰς μικρὰς ἰᾶται φλεγμονάς. τῶν συνθέτων μαλακτικῶν τὰ μέν ἐστιν, ὡς ἂν εἴποι τις, ἀσθενέστερα κατὰ τὴν πρώτην τάξιν. ἔνια δὲ οὐ πολλῷ τούτων ἰσχυρότερα κατὰ δευτέραν, καί τινα κατὰ γ΄. ἕτερα. καὶ πρὸς αὐτοῖς κατὰ δ΄. ἄλλα. χρῆσθαι δὲ προσῆκεν, ὡς προείρηται, πρὸς μὲν τὰς βραχείας σκληρότητας καὶ τὰ μαλακὰ σώματα τοῖς τῆς πρώτης τάξεως. πρὸς δὲ τὰ τούτων ἰσχυρότερα σώματά τε καὶ πάθη τοῖς τῆς δευτέρας, ὥσπερ γε καὶ τοῖς τῆς τρίτης καὶ τῆς τετάρτης ἀνάλογον. ὑπογράφουσι δὲ καὶ τὰ καθ’ ἑκάστην αὐτῶν ἰδίᾳ.
- 7.4.2
[Μαλακτικὰ φάρμακα πρώτης τάξεως.] Βούτυρον ἢ ῥητίνη ἡ Κολοφωνία καὶ κηρὸς λευκὸς, μὴ παλαιὸς, ἴσα τῷ σταθμῷ τὰ γ΄. τηκόμενα μετ’ ἀλλήλων, μαλακτικὰ πρώτης τάξεώς ἐστι. καὶ ἡ πάρυγρος, ὅταν ᾖ πρόσφατος, ἡ χρονισθεῖσα δὲ διαφορητικωτέρα γίνεται, ἀσθενεστάτη δὲ τῶν μαλακτικῶν, κηρὸς μετὰ βουτύρου τακεὶς ἢ διὰ σουσίνου ἢ Κομμαγηνοῦ. καὶ τούτων ἀσθενέστερόν ἐστι τὸ καλούμενον κηρέλαιον, ὅταν εἰς λίτραν ἐλαίου χαλαστικοῦ μηδεμίαν ἔχοντος στύψιν ἐμβληθῶσι κηροῦ οὐγγίαι ιβ΄. ἢ ἑκκαίδεκα. καὶ αἱ διὰ τῶν ὠῶν δὲ κηρωταὶ βραχύ τι χαλαστικὸν ἔχουσι. ἰσχυρότεραι δὲ τούτων, ἀλλὰ ἀσθενεῖς ἔτι καὶ αὗται κηρωταὶ, αἱ δι’ οἰσύπου καὶ ῥητίνης καὶ κηροῦ, τηκομένων ἴσῳ τῷ σταθμῷ. ἐὰν δὲ ᾖ παλαιότερά πως αὐτὰ, δεήσεται μίξεως ἐλαίου τινὸς τῶν χαλαστικῶν ἢ σουσίνου ἢ Κομμαγηνοῦ ἢ στέατος ὑείου ἢ ὀρνιθείου ἢ χηνείου. μαλακτικὰ φάρμακα δευτέρας τάξεως. ὡς ἐν τοῖς ἁπλοῖς φαρμάκοις, ἐποιήσαμεν τέσσαρας τάξεις τῶν ὁμογενῶν, τὸ μᾶλλόν τε καὶ ἧττον ἐν αὐτοῖς ὁριζούσας, ἐνίων δ’ ἔφην ἀμφίβολον εἶναι τὴν δύναμιν, εἴτ’ ἐπὶ τελευτῇ τῆς πρώτης τάξεως εἴτ’ ἐν ἀρχῇ τῆς δευτέρας, θετέον ἐστὶ τὴν δύναμιν αὐτῶν, ὡσαύτως καὶ περὶ τῆς δευτέρας τε καὶ τρίτης τῶν τε ταύταις ἐφεξῆς. ἐπ’ ἐνίων δὲ θαῤῥήσας ἀποφαίνεσθαι τινὰ μὲν ἐν ἀρχῇ τῆσδε, τινὰ δὲ ἐπὶ τῇ τελευτῇ τῆσδε τῆς τάξεως ἔφην ὑπάρχειν, ὥσπερ ἔνια χωρὶς προσθήκης ἤτοι τῆς πρώτης ἢ τῆς δευτέρας ἢ τῆς γ΄. ἢ τῆς δ΄. τάξεως ἔφην εἶναι. πολλῆς δὲ πείρας τῆς κατὰ μέρος ἐπὶ πολλῶν τε σωμάτων καὶ παθῶν αἱ τοιαῦται τῶν ἀποφάσεων δέονται, διὸ κᾂν μετ’ ἐμέ τις ὁμοίως ἐμοὶ φιλόπονός τε καὶ ζηλωτικὸς ἀληθείας γένηται, μὴ προπετῶς ἐκ δυοῖν ἢ τριῶν χρήσεων ἀποφαινέσθω. πολλάκις γὰρ αὐτῷ φανεῖται διὰ τῆς μακρᾶς πείρας, ὥσπερ ἐφάνη κᾀμοὶ, ὅτι τὰ κατὰ τὴν δευτέραν τάξιν εἰρημένα εἰς τὴν γ΄. ἀρχομένην μετατεθῆναι δεῖ ἢ κατὰ τὴν ἀρχὴν ἁπλῶς τῆς γ΄. ἅτε γὰρ καὶ τῶν σωμάτων τῆς διαφορᾶς, οἷς προσάγεται τὰ φάρμακα καὶ τῶν παθῶν αὐτῶν οὐκ ὀλίγην ἐχόντων ἐν τῷ μᾶλλόν τε καὶ ἧττον τὴν ὑπεροχὴν, χαλεπώτατόν ἐστιν ἐπὶ πᾶσιν ἀπόφασιν ποιήσασθαι μίαν, ἐξ ἐπιμέτρου δὲ καὶ αὐτῶν τῶν φαρμάκων τῶν ἁπλῶν οὐ μικρὰν ἐχόντων διαφοράν. ἐμοῦ δὲ ἐπὶ τῶν ἀρίστων καθ’ ἕκαστον εἶδός τε καὶ γένος ἀποφηναμένου τὴν δύναμιν, ἐὰν ἐπὶ τοῦ χειρίστου ποιήσηταί τις τήνδε διὰ τῆς πείρας ἐξέτασιν, ποιήσεται μὲν ψευδῶς, οὐ διώρικε δὲ τὰς τῆς δυνάμεως αὐτῶν τάξεις. ἀσφαλέστατον οὖν ἐστι, τὴν αὐτῶν τῶν φαρμάκων πρὸς ἄλληλα διαφορὰν ἐν τῷ μᾶλλόν τε καὶ ἧττον ἀκριβῶς γράφειν, ὥσπερ ἐπί τε τῶν ἄλλων ἐποίησα καὶ νῦν ποιήσω.
- 7.5.1
[Διαφόρους γίγνεσθαι διαφορὰς ἐν τῷ μᾶλλόν τε καὶ ἧττον κατὰ τὴν μαλακτικὴν τοῦ Μνασαίου ἔμπλαστρον κατὰ διάφορον τῶν ἁπλῶν ποσότητά τε καὶ ἡλικίαν καὶ ἕψησιν.] Κατὰ γάρ τοι τὴν δευτέραν τάξιν τῶν μαλακτικῶν οὐχ ἥκιστα ἄν τις θείη τὴν ὑπὸ τοῦ Μνασαίου συντεθεῖσαν ἔμπλαστρον, ὁμολογούντων μὲν ἁπάντων ἀλλήλοις τῶν μνημονευσάντων αὐτῆς, ἐξ ἐλαίου τοῦ παλαιοῦ καὶ λιθαργύρου καὶ στέατος ὑείου. διαφερομένων δὲ ἔν τε τῇ ποσότητι τούτων ἑκάστου καὶ τῷ τινὰς μὲν ἐκ προσφάτου στέατος, ἐνίους δὲ ἐκ παλαιοῦ συντιθέναι τοῦ καλουμένου πρὸς ἁπάντων ἤδη συνήθως ἀξουγγίου. ἐπὶ γάρ τοι τούτοις ἡ ἀσθενεστάτη γένοιτ’ ἂν ἐκ λιθαργύρου καὶ στέατος ὑείου καὶ ἐλαίου, μηδετέρου παλαιοῦ. ἡ δ’ ἰσχυροτέρα ἐλαίου μὲν αὐτῶν παλαιοῦ, θατέρου δὲ νέου βληθέντος. ἡ δὲ ταύτης ἰσχυροτέρα παλαιῶν ἀμφοτέρων. κατὰ μὲν οὖν τὸ νέον ἢ παλαιὸν βάλλεσθαι τὸ ἔλαιον καὶ τὸ στέαρ αἱ διαφοραὶ δ΄. ἔσονται ποτὲ μὲν ἀμφοῖν νέων, ποτὲ δὲ ἀμφοῖν παλαιῶν, ποτὲ δὲ τοῦ μὲν ἐλαίου παλαιοῦ, τοῦ στέατος δὲ προσφάτου ἢ τοὐναντίον, ἐλαίου μὲν προσφάτου, παλαιοῦ δὲ στέατος ἐμβαλλομένου. κατὰ δὲ τὴν πρὸς ἄλληλα συμμετρίαν αὐτῶν τῶν τριῶν ἁπλῶν φαρμάκων ἕτεραι πλείους. ἤτοι γὰρ ἴσα τῷ σταθμῷ καὶ μέτρῳ μίγνυται τὰ τρία καὶ πολλοί φασι τὴν ὑπ’ αὐτοῦ τοῦ Μνασαίου συντεθεῖσαν ἐκ τριῶν ἴσων συγκεῖσθαι ἢ τὰ δύο μὲν ἴσα, τὸ τρίτον δὲ οὐκ ἴσον ἀλλ’ ἔλαττον ἢ πλέον ἢ τῶν τριῶν ἀνίσων μιγνυμένων. εὔδηλον οὖν ὅτι πολλαὶ γενήσονται διαφοραί. πλέονος μὲν γὰρ τῆς λιθαργύρου βληθείσης μαλακώτερον τῇ δυνάμει γενήσεται τὸ φάρμακον, ἐλάττονος δὲ ἰσχυρότερον. καὶ μαλακτικώτερον μὲν, εἰ τοῦ στέατος ἐμβάλλοιμεν πλέον, διαφορητικώτερον δ’ εἰ τοῦ ἐλαίου. καὶ γὰρ αὖ καὶ ἄλλο τι προσέρχεται πλέονος ἐμβληθέντος ἐλαίου, μεγάλην ἔχοντος δύναμιν εἰς τὸ διαφορητικώτερον ἐργάσασθαι τὸ φάρμακον. ἔστι δὲ τοῦτο, καθάπερ εἴρηταί μοι κατὰ τὸν α΄. λόγον, εἰ ἐπὶ πλέον ἑψήσεις. ἐὰν γοῦν μόνην τὴν λιθάργυρον ἑψήσεις ἐν ἐλαίῳ πλέονι, ξηραντικώτερον ἔσται τὸ φάρμακον. ἐν πλέονι δὲ ἑψήσεις πλέον ἐλαίου βαλὼν, εἴ γε μέλλοι σύστασιν ἕξειν ἐμπλάστρου. ὡς εἴ γε τούτου μὴ φροντίζοι τις, ἀλλὰ ἴσῳ χρόνῳ τό θ’ ἧσσον ἔχον ἐλαίου κατὰ τὸ πλέον ἑψήσει, πρόδηλον ὅτι μαλακτικώτερον ἔσται κατὰ τὴν δύναμιν, ᾧ πλέον ἔλαιον μέμικται, καθάπερ εἰ καὶ ὠμήν τις ἄκοπον τὴν λιθάργυρον ἐλαίῳ μίξας βούλοιτο χρῆσθαι. διό περ ὃ πολλάκις ἤδη μοι λέλεκται, μεμνῆσθαι διὰ παντὸς αὐτοῦ κελεύω, μὴ καθάπερ ἔνιοι τὰς ἀποφάσεις ἁπλῶς ὑπὲρ τῶν φαρμάκων ποιοῦνται καὶ ἡμᾶς οὕτω πράττειν, βελτίονα λέγοντας ἁπλῶς εἶναι τήνδε τὴν σύνθεσιν τοῦ φαρμάκου τῆσδε. δύναται γὰρ ἑκάτερα πρὸς διαφέροντα κατ’ εἴδη πάθη καλῶς συγκεῖσθαι, καί ποτε πρὸς ταὐτὸ κατὰ διαφέροντας τοὺς καιρούς. ταῦτα τοίνυν ἅπαντα τὰ νῦν εἰρημένα μοι προακούσας τις, οὐ φιλόπονος μόνον ἢ μνήμων, ἀλλὰ καὶ φύσει συνετὸς ὢν, ὠφελίμως ἀναγνώσεται τὰ μετὰ διορισμῶν γεγραμμένα τε καὶ γραφησόμενά μοι. καὶ λέξω δέ σοι τοὺς διορισμοὺς ἐπὶ τῶν προκειμένων φαρμάκων ἐν προσθήκῃ τριῶν ἢ τεττάρων συλλαβῶν γινομένους, ὁποίαν προσθήκην ἐπὶ τοῦ προκειμένου κατὰ τὸν ἐνεστῶτα λόγον φαρμάκου τοῦ Μνασαίου φαίνεται πεποιημένος ὁ Ἀνδρόμαχος. ἐν γὰρ τῷ καταλόγῳ τῶν μηλίνων ἐμπλάστρων ἑνδεκάτην τῇ τάξει γράψας αὐτὴν οὐχ ἁπλῶς εἰπεῖν ἠρκέσθη, καθάπερ ἐπὶ τῶν ἔμπροσθεν εἰρημένων, ἄλλῃ καὶ ἄλλῃ προγράφων αὐτῶν, ἀλλὰ προσέθηκε τὸ ἁπαλή. τοῦτ’ οὖν ἠξίουν αὐτὸν ἐπὶ πασῶν πεποιηκέναι καὶ κατ’ αὐτάς γε τὰς μηλίνας ἦρχθαι μὲν ἀπὸ τῆς ἁπαλωτάτης, μεταβάντα δὲ ἀπ’ αὐτῆς ἐπὶ τὴν ἰσχυροτέραν ὀλίγῳ δεδηλωκέναι, προσγράψαντα βραχεῖ μέν τινι ταύτης ἰσχυροτέραν εἶναι τὴν δευτέραν, ἐκείνης δ’ αὖ πάλιν ἰσχυροτέραν εἶναι τὴν τρίτην, εἶτ’ ἐκείνης τὴν δ΄. ὥσπερ αὖ πάλιν, εἴ τινα ἴσην ᾤετο δύναμιν ἔχειν, αὐτὸ τοῦτο προσγράψαι, ἢ εἴπερ εὐλαβοῖτο κινδυνεύειν ἔν γε ταῖς τοιαύταις ἀποφάσεσιν, ἀλλὰ τά γε ἁπλᾶ μαλακτικὰ φάρμακα προδιδάξαι, τὸ μᾶλλόν τε καὶ ἧττον ἐν αὐτοῖς διορισάμενον, ὅπως ὁ ἀναγινώσκων ἐφεξῆς τὰς ὑπ’ αὐτοῦ γεγραμμένας μαλακτικὰς ἐμπλάστρους πολλὰς, ἰσχυροτέραν μὲν εἶναι γνωρίζῃ τὴν διὰ στύρακος, ἀμμωνιακοῦ τε καὶ βδελλίου καὶ προπόλεως καὶ χαλβάνης, στέατός τε ταυρείου καὶ τραγείου καὶ τῶν μυελῶν συγκειμένην, ἀσθενῆ δὲ τὴν μηδὲν τούτων ἔχουσαν, ἀλλ’ ἤτοι πάντα ἀσθενῆ κατὰ τὴν δύναμιν, ἢ τούτων μὲν αὐτῶν ἰσχυρότερα, μέσα δὲ ταῖς κράσεσί τε καὶ δυνάμεσιν ἢ μετὰ τοῦ μεμίχθαι τοῖς ἀσθενέσιν ἕν τι τῶν ἰσχυρῶν ἢ δύο. δῆλον γὰρ ὅτι τὸ μεταξὺ πλάτος ἐν ἅπασι τοῖς φαρμάκοις οὐκ ὀλίγον ἐστὶ κατὰ τὸ μᾶλλόν τε καὶ ἧττον, ἐπὶ κοινῇ δυνάμει πάντων αὐτῶν γενικῶς νοουμένῃ, καθ’ ἣν ὁμογενῆ τε καὶ ὁμοειδῆ τὰ φάρμακα λέγεται, καθάπερ γε ἕτερα διαφέροντα γενικαῖς ἢ εἰδικαῖς διαφοραῖς. ὁπότε οὖν ταῦτά μοι διωρίσθη καί τις ἐξ αὐτῶν ὁρμώμενος οὐ χαλεπῶς δυνήσεται διαγινώσκειν τά τε δύναμιν ἰσχυροτέραν ἔχοντα καὶ τὰ μαλακωτέραν, τὴν ἱστορίαν αὐτῶν ἤδη ποιήσομαι, τὰς γεγραμμένας τοῖς ἐμπειροτάτοις τῶν φαρμάκων ἀνδράσιν, εἴτ’ ἐμπλάστρους ὀνομάζειν ἐθέλοις εἴτε μαλάγματα, γράψας ἐφεξῆς. ἄρξομαι δ’ ἀπὸ τῶν ὑπ’ Ἀσκληπιάδου γεγραμμένων ἐν τῷ δ΄. τῶν ἐκτὸς, ἃ Μαρκέλλας ἐπιγράφει.
- 7.6.1
[Τὰ ὑπ’ Ἀσκληπιάδου μαλάγματα.] Ἀμυθάωνος μάλαγμα πρὸς τὰς τῶν ὑποχονδρίων διατάσεις λύει πᾶσαν σκληρίαν, ποιεῖ καὶ πρὸς τὰ δυσκίνητα τῶν ἄρθρων. ♃ ἀμμωνιακοῦ θυμιάματος γο λστ΄. κηροῦ γο λστ΄. τερμινθίνης γο η΄. βδελλίου γο η΄. λιβανωτοῦ οὐγγίας δ΄. σμύρνης γο δ΄. χαλβάνης γο η΄. κυπρίνου κο. δ΄. βρέχεται σμύρνα, λίβανος, βδέλλιον οἴνῳ, τὸ δὲ ἀμμωνιακὸν ὄξει λύεται. πάντα δὲ κόπτεται, τοῦ ὑπέρου χριομένου τῷ κυπρίνῳ μέχρι παντελοῦς διαλύσεως. τοῦτο τὸ φάρμακον τῶν παλαιῶν ἐστι καὶ ἐνδόξων, ὥσπερ καὶ τὸ μετὰ τοῦτο γεγραμμένον ὑπὸ τοῦ Ἀσκληπιάδου, κατὰ τόνδε τὸν τρόπον. διάσμυρνον ἀπολοφόνιον, φάρμακον ἐπιτετευγμένον. πρὸς τὰς τῶν ὑποχονδρίων διατάσεις διαλύει πᾶσαν σκληρίαν, ποιεῖ ἡπατικοῖς, σπληνικοῖς, νεφριτικοῖς, ποιεῖ πρὸς πᾶσαν νευρικὴν συμπάθειαν πρὸς τὰς τῶν ἄρθρων ὀδύνας καὶ κατοχὰς ποιεῖ. ♃ κηροῦ γο ιστ΄. τερμινθίνης γο ιστ΄. ἀμμωνιακοῦ θυμιάματος γο ιστ΄. βδελλίου γο ιστ΄. σμύρνης γο ιστ΄. προπόλεως γο ιστ΄. ἴριδος γο ιστ΄. στύρακος γο ιστ΄. ἰρίνου μύρου ὑποστάθμης ὅσον ἐξαρκεῖ, οἴνου εὐώδους τὸ ἱκανὸν, σκεύαζε καθὰ προείρηται. καὶ τὸ μετὰ τοῦτο δὲ γεγραμμένον ὑπὸ τοῦ Ἀσκληπιάδου φάρμακον ἀξιολογώτερον μὲν ὑπάρχει τῶν ὑπογεγραμμένων, ἧττον δὲ ἐκείνων εἰς τὴν τῶν ἐσκληρυσμένων λύσιν. ἄλλο Διοσκορίδου φάρμακον ἐπιτετευγμένον πρὸς τὰ δυσκίνητα κῶλα καὶ πρὸς ἀγκύλας διαλύει πᾶσαν σκληρίαν, ποιεῖ καὶ πρὸς τὰς τῶν ἐντὸς διαθέσεις καὶ πρὸς τὰς ἐν βάθει ἀποστάσεις. ♃ κηροῦ μνᾶν α΄. ῥητίνης φρυκτῆς μνᾶς ἥμισυ, χαλβάνης μνᾶς ἥμισυ, ἴριδος Ἰλλυρικῆς μνᾶς ἥμισυ, ἰρίνου ὑποστάθμης τὸ ἱκανὸν, οἴνου ὅσον ἐξαρκεῖ, κοπτόν ἐστι τὸ φάρμακον, σκεύαζε καθὰ προείρηται. τὸ μετὰ τὸ προειρημένον φάρμακον ἐφεξῆς γεγραμμένον ὑπὸ Ἀσκληπιάδου ταὐτὸν ὑπάρχει τῷ ὑπὸ τοῦ Ἥρα γεγραμμένῳ κατὰ τὸ τέλος τῆς φαρμακίτιδος αὐτοῦ βίβλου, βραχεῖαν δέ τινα διαφορὰν ἐν τῇ συμμετρίᾳ τῶν τεττάρων ἔχει φαρμάκων ἁπλῶν, ὡς ἔσται φανερὸν, ὅταν ἀμφότερα γραφῇ. πρότερον δὲ μνημονεύσω τοῦ ὑπὸ τοῦ Ἀσκληπιάδου γεγραμμένου, κατὰ λέξιν οὕτως ἔχοντος. Λευκίου καθηγητοῦ πρὸς ἀγκύλας ἐπιγραφόμενον. ποιεῖ πρὸς τὰς ἐν βάθει ἀποστάσεις, ποιεῖ καὶ πρὸς τὰς τῶν νεύρων συνολκὰς καὶ τὰς τῶν ἄρθρων κατοχὰς, ἃς ἀγκύλας καλοῦμεν. ποιεῖ ὀπισθοτονικοῖς καὶ πρὸς πᾶσαν νευρικὴν συμπάθειαν. ἔστι δὲ καὶ ἄκοπον ἀγαθὸν, διαλυόμενον ἰρίνῳ ἢ κυπρίνῳ ἢ δαφνίνῳ. ποιεῖ πρὸς τὰ χρόνια καὶ δυσαλθῆ σκληρώματα. ♃ βδέλλου δραχ. ιστ΄ στέατος μοσχείου δραχ. ιστ΄. ἀμμωνιακοῦ θυμιάματος δραχ. ιστ΄. ἴρεως Ἰλλυρικῆς δραχ. ιστ΄. ὀποπάνακος δραχ. η΄. χαλβάνης δραχ. η΄. κάγχρυος δραχ. η΄. στύρακος δραχ. η΄. λιβάνου δραχ. η΄. πεπέρεως κόκκους ρξ΄. ἰρίνου μύρου ὑποστάθμης ὅσον ἐξαρκεῖ, κηροῦ, τερμινθίνης ἀνὰ ἡμίλιτρον, οἴνου τὸ ἱκανὸν, κοπτόν ἐστι τὸ φάρμακον, σκεύαζε καθὰ προείρηται. ὅπῃ τοίνυν ὁ Ἥρας διεφώνησεν ἐν τῇ τῶν ἁπλῶν συμμετρίᾳ πρὸς τὸν Ἀσκληπιάδην, ὡς ὑπεσχόμην, ἤδη δηλώσω. πρῶτον ἁπάντων ἔγραψεν ὁ Ἀσκληπιάδης φάρμακον βδέλλου ὁλκὰς ιστ΄. ὁ δὲ Ἥρας οὐ βδέλλου, ἀλλὰ βδελλίου ὁλκὰς π΄. πενταπλάσιαι δέ εἰσιν αὗται τῶν ιστ΄. δηλονότι. ἐφεξῆς δὲ στέατος μοσχείου ὁλκὰς ιστ΄. γράψαντος τοῦ Ἀσκληπιάδου, πενταπλασίας ὁ Ἥρας ἔγραψεν, ὡς καὶ τοῦ βδελλίου. πενταπλάσιαι γὰρ δηλονότι αἱ π΄. δραχμαὶ τῶν ι΄. καὶ στ΄. εἰσί. τρίτον ἐπὶ τοῖς γεγραμμένοις ὁ Ἀσκληπιάδης ἔγραψε φάρμακον, ἀμμωνιακὸν θυμίαμα καὶ τούτου τὰς δραχ. ιστ΄. ἀξιῶν βάλλεσθαι. κατὰ τὴν ἀναλογίαν οὖν τῶν ἔμπροσθεν ἐχρῆν καὶ τὸν Ἥραν π΄. γεγραφέναι δραχ.. ἔγραψε δ’ οὐ τοσαύτας, ἀλλὰ ρ΄. ὥστε πλέονας ἐνέβαλεν κ΄. ἄλλο δ’ ἐπὶ τοῖς προγεγραμμένοις φαρμάκοις ἔγραψεν ὁ Ἀσκληπιάδης, οὕτως εἰπὼν, ἴρεως Ἰλλυρικῆς δραχ. ιστ΄. ἐφύλαξε δὲ τούτου τὴν ἀναλογίαν ὁ Ἥρας π΄. γράψας. ἐπὶ τοῖς προγεγραμμένοις φαρμάκοις ἔγραψεν ὁ Ἀσκληπιάδης ὀποπάνακος δραχ. η΄. ἐφύλαξε δὲ καὶ τὴν πρὸς τοῦτο ἀναλογίαν ὁ Ἥρας μ΄. γράψας ἕκτου φαρμάκου, χαλβάνης ἐμνημόνευσεν ὁ Ἀσκληπιάδης δραχ. η΄. ἐμβαλών. ἐφύλαξε καὶ τὴν πρὸς αὐτὴν ἀναλογίαν ὁ Ἥρας, πενταπλασίαν ἀξιῶν ἐμβάλλεσθαι. πενταπλάσιαι γάρ εἰσιν αἱ μ΄. τῶν η΄. ἕβδομον φάρμακον ὁ Ἀσκληπιάδης ἔγραψεν οὕτως. κάγχρυος δραχ. η΄. ἐχρῆν οὖν καὶ τὸν Ἥραν, εἴπερ ἐφύλαττε τὴν ἀναλογίαν, μ΄. βάλλειν, νυνὶ δὲ οὐχ οὕτως, ἀλλὰ διπλασίας ιστ΄. γὰρ αὐτὸς γέγραφεν. ὀγδόου στύρακος ὁ Ἀσκληπιάδης μέμνηται δραχ. η΄. ἐμβαλὼν. ἐφύλαξε τὴν ἀναλογίαν τούτου ὁ Ἥρας, πενταπλάσιον ἐμβαλών. ἔνατον φάρμακον ἔγραψεν ὁ Ἀσκληπιάδης, λιβανωτοῦ δραχ. η΄. ἐμβαλὼν αὐτοῦ, ὁ δὲ Ἥρας οὐ πενταπλάσιον, ἀλλὰ διπλάσιον ἀξιοῖ. δεκάτου δὲ πεπέρεως ἐμνημόνευσεν ὁ Ἀσκληπιάδης ρξ΄. κόκκους ἐμβαλὼν, ᾧ πάλιν συμφώνως ὁ Ἥρας φ΄. ἔβαλεν. ἔν τισι τῶν ἀντιγράφων οὐκ οἶδ’ ὅπως κ΄. εἰσὶ γεγραμμένοι, καθάπερ ἐν ἑτέροις ρη΄. ἑνδέκατον ἔγραψεν ὁ Ἀσκληπιάδης κηρὸν, ὥσπερ καὶ ιβ΄. τὴν τερμινθίνην ῥητίνην ἑκατέρου βάλλειν ἀξιῶν ἡμίλιτρον. ἐχρῆν οὖν καὶ τὸν Ἥραν εἴπερ ἐφύλαττε τὴν ἀναλογίαν, πενταπλάσιον ἐμβάλλειν ἑκατέρων, ὅπερ ἦν ἀνὰ λίτρας β΄. ἔτι καὶ ἥμισυ προσκείμενον τῆς λίτρας. ὁ δὲ οὐχ οὕτως, ἀλλ’ ἑκατέρου τρεῖς λίτρας ἀξιοῖ βάλλειν καὶ οὐγγίας δ΄. εὔδηλον οὖν ὅτι τοῦ μὲν κάγχρυος ὁ Ἥρας ἐμβάλλει διπλάσιον τῆς ἀναλογίας, ὥσπερ καὶ τοῦ λιβανωτοῦ. τοῦ δὲ ἀμμωνιακοῦ θυμιάματος ἐπλεόνασεν ἐν τῷ τετάρτῳ μέρει, καθάπερ γε καὶ τῆς τερμινθίνης ῥητίνης μετὰ τοῦ κηροῦ γ΄. καὶ γὰρ ἐπὶ τούτων ἐπλεόνασε τῷ τρίτῳ μέρει καὶ κατὰ τοῦτο παραπλησίαν ἐποίησε τὴν ὅλην σύνθεσιν τοῦ φαρμάκου τῇ τοῦ Ἀσκληπιάδου. πλεονάσας γὰρ ἐν τῇ τοῦ κάγχρυος συμμετρίᾳ μηδὲν ἔχοντος μαλακὸν, ἀλλὰ μόνον διαφορητικὸν, συνηύξησεν αὐτῷ καὶ τὰ μαλακτικὰ, τόν τε λιβανωτὸν καὶ τὸν κηρὸν καὶ τὴν τερμινθίνην. τοῦτο μὲν οὖν τὸ φάρμακον Λευκίου μὲν ὀνομάζει τοῦ καθηγητοῦ Ἀσκληπιάδης, ὅπῃ δὲ διαφέρεται τῷ Ἥρᾳ διῆλθον. ἐσχάτης δὲ τάξεώς ἐστι τῶν μαλακτικῶν, οὐ γὰρ ἂν εὕροις αὐτοῦ μαλακτικώτερον τῶν σκιῤῥουμένων. ἐστόχασται δὲ ὁ συνθεὶς αὐτὸ καὶ τοῦ διαφορεῖν τὸ περιεχόμενον ἐν τοῖς σκιῤῥουμένοις. τὰ δὲ ἄλλα φάρμακα τὰ πρὸ αὐτοῦ βραχὺ πλεονεκτεῖ τῶν προγεγραμμένων. ἐν αὐτοῖς δὲ περιέχεται καὶ τὰ τμητικὰ τῶν πεπαχυμμένων καὶ γλίσχρων χυμῶν, ἃ πολλάκις γίγνεται χρήσιμα τοῖς σκιῤῥουμένοις ὄγκοις, ὅταν ὑπὸ γλίσχρων χυμῶν ἡ σκίῤῥωσις αὐτῶν κατασκευάζηται. μετρίως μὲν οὖν ὁ ὀποπάναξ λεπτύνει. καλοῦσι δὲ οὕτως τὴν ῥίζαν τοῦ πάνακος, οὗ τὸν καυλὸν ὀπίζοντες τὸν ὀποπάνακα ποιοῦσιν, ἔστι γὰρ ῥυπτικῆς, οὐ τμητικῆς δυνάμεως. τέμνει δὲ καὶ ῥύπτει καὶ διαφορεῖ σφοδρῶς οὐ μόνον χυμοὺς πεπαχυμμένους τε καὶ γλίσχρους, ἀλλὰ καὶ αὐτὰ τὰ στερεὰ σώματα, μετ’ αἰγείας κόπρου τὸ ὄξος, ἅτινα πρόσκειται τῷ μετὰ τὸ προκείμενον φάρμακον ἐφεξῆς γεγραμμένῳ, ὅ φησιν Ἀλκιμίωνος ἐπιγεγράφθαι. γράφει μὲν οὖν περὶ τοῦ προτέρου τόνδε τὸν τρόπον. ἄλλο μάλαγμα Μάρκου Τελεντίου Ἀσκληπιάδου, σφόδρα γενναῖον πρὸς τὰς προειρημένας διαθέσεις. μάλιστα δὲ ποιεῖ πρὸς τὰς τῶν μητρῶν ἐμπνευματώσεις, ἐπιγραφόμενον τὸ φάρμακον Ἀσκληπιάδειον διὰ τὸ ἀναφέρεσθαι εἰς τὸν Βιθυνὸν Ἀσκληπιάδην. ♃ σμύρνης δραχ. γ΄. ἄλλως γο γ΄. ὀποπάνακος ἡμίλιτρον, κηροῦ λίτραν α΄ S". χαλβάνης γο γ΄. μάννης ἡμίλιτρον, ἀμμωνιακοῦ θυμιάματος ἡμίλιτρον, ῥητίνης φρυκτῆς λίτραν α΄ S". ὄξους κοτύλην α΄. χρηστέον δ’ αὐτῷ καὶ πρὸς πᾶσαν νευρικὴν συμπάθειαν. ἄλλο Ἀλκιμίωνος ἐπιγραφόμενον. ♃ κηροῦ λίτραν α΄. ἥμισυ, ῥητίνης κολοφωνίας λίτραν α΄ S". ἀμμωνιακοῦ θυμιάματος λίτραν α΄ S". χαλβάνης οὐγγίας γ΄. σμύρνης γο γ΄. λιβάνου γο γ΄. ὀποπάνακος λίτραν α΄ S". προπόλεως οὐγγίας γ΄. ὄξους ξέστας β΄. αἰγείας κόπρου γο γ΄. τρῖβε ἀμμωνιακὸν, ὄξους ἐπιβαλὼν ξε. α΄. εἶτα ἐπίβαλλε τούτοις σμύρναν, λίβανον, ὀποπάνακα καὶ πάλιν λέαινε. τὴν δὲ πρόπολιν κόπτε μετὰ τὴν χαλβάνην. τὸν δὲ κηρὸν καὶ τὴν ῥητίνην ἕψε, ἐπιβαλὼν ἐλαίου κοτύλας β΄. καὶ ὅταν συστραφῇ, ἐπίβαλλε πρόπολιν καὶ χαλβάνην, κινῶν συνεχῶς. καὶ ὅταν διαλυθῇ, ἄρας ἀπὸ τοῦ πυρὸς ἔα ψυγῆναι, καὶ ἀποξύσας ἐπίβαλλε τοῖς λεανθεῖσι καὶ μίξας, ἀνελόμενος χρῶ. ἐπὶ τῷ προγεγραμμένῳ μαλάγματι γέγραπται κατὰ τὸ Ἀσκληπιάδου βιβλίον ἕτερον, ὀλίγον μὲν ἔχον μαλακτικῆς δυνάμεως, τὸ πλέον δὲ θερμαντικῆς. ἔχει δὲ οὐ μόνον γεντιανῆς χυλὸν, ἀλλὰ καὶ τοὺς ὀποὺς, τόν τε τοῦ πευκεδάνου καὶ τὸν τοῦ σαγαπηνοῦ, θερμαίνοντα σφοδρῶς φάρμακα. μέμικται δ’ αὐτῷ καὶ ἀφρόνιτρον καὶ λίθου Ἀσίου ἄνθος, λεπτυντικῆς τε καὶ τμητικῆς δυνάμεως φάρμακα. τὸ δὲ θεῖον τὸ ἄπυρον ὅτι θερμαίνει, πάντες ἴσασι, καθάπερ γε καὶ τὸν πισσίτην οἶνον. ὑπογράψω δὲ καὶ τοῦτο τὸ φάρμακον αὐτῇ τοῦ Ἀσκληπιάδου λέξει. μάλαγμα φαρμιανὸν ἐπιγραφόμενον πρὸς τὰς προειρημένας διαθέσεις. μάλιστα δὲ ποιεῖ πλευριτικοῖς, καὶ γὰρ παραχρῆμα λύει τοὺς πόνους ἐπιτιθέμενον ἐν αὐτοῖς τοῖς παροξυσμοῖς. δεῖ δὲ μετὰ τὴν ἐπίθεσιν τοῦ φαρμάκου ἐρεύθου περὶ τοὺς τόπους γενομένου βαστάζειν τὸ σπλήνιον καὶ πάλιν διαστήσαντας ἐπιθεῖναι, λύει καὶ τὰς κεχρονισμένας διαθέσεις. ♃ κηροῦ λίτρας ε΄. ἢ λίτραν α΄. ἀμμωνιακοῦ θυμιάματος λίτρας γ΄. φρυκτῆς γο γ΄. ἢ λίτραν α΄. τερμινθίνης λίτραν α΄. λιβάνου λι. α΄ S". σμύρνης γο στ΄. ἀλόης γο στ΄. οἰσύπου γο γ΄. γεντιανῆς χυλοῦ γο γ΄. ὀποῦ πευκεδάνου γο γ΄. ἢ ὀποπάνακος γο στ΄. σαγαπηνοῦ γο δ΄. ἀφρονίτρου οὐγγίας στ΄. λίθου Ἀσίου ἄνθους γο στ΄. προπόλεως γο γ΄. θείου ἀπύρου γο δ΄. οἴνου πισσίτου ξέστας ε΄. ἕψε δὲ πισσίτην καὶ τὸν χυλὸν τῆς γεντιανῆς, τὰ δὲ τηκτὰ τήξας ἔα ψυγῆναι. τὸ δὲ ἀμμωνιακὸν καὶ τὸν λίβανον καὶ τὴν σμύρναν καὶ τὴν ἀλόην συντρίψας καὶ βαλὼν εἰς θυείαν, ἐπίβαλλε τούτοις τὸ ὑγρόν. καὶ ὅταν διαλυθῇ, τρῖβε φιλοπόνως. τὰ δὲ ξηρὰ κόψας καὶ σήσας ἐπίβαλλε τοῖς λεανθεῖσι, καὶ ἀνακόψας ἐπιμελῶς ἐπίβαλλε τούτοις τὰ τηκτὰ ἀναζεθέντα χωρὶς ἐγκηρίδων. καὶ μίξας, ἀνελόμενος χρῶ. μετὰ τὸ προειρημένον ἐφεξῆς ἔγραψεν ὁ Ἀσκληπιάδης ἕτερον μάλαγμα παραπλησίως αὐτῷ κατὰ τήνδε τὴν λέξιν. ἄλλο τὸ τοῦ Νεαπολίτου, ἐσκευάσθη Ἀκυλίᾳ Σεκουνδίλλῃ. ♃ οἴνου πισσίτου ξέστας στ΄. κηροῦ λίτρας στ΄. ἀμμωνιακοῦ θυμιάματος λίτρας γ΄. φρυκτῆς λίτρας γ΄. τερμινθίνης λίτραν α΄ S". λιβάνου λίτραν α΄ S". σμύρνης γο στ΄. ἀλόης γο στ΄. ἀφρονίτρου γο στ΄. λίθου Ἀσίου ἄνθους οὐγγίας στ΄. γεντιανῆς χυλοῦ τῆς ῥίζης γο στ΄. σαγαπηνοῦ γο δ΄. θείου ἀπύρου γο δ΄. προπόλεως γο δ΄. πάνακος ῥίζης γο γ΄. σαμψύχου γο γ΄. πεπέρεως λευκοῦ γο γ΄. σκεύαζε καὶ χρῶ καθὰ προείρηται.
- 7.7.1
[Τὰ ὑπ’ Ἀνδρομάχου γεγραμμένα μαλάγματα.] Μάλαγμα σκληρὸν καὶ ξηρόν. ♃ πίσσης λίτρας γ΄. κηροῦ λίτρας β΄. ῥητίνης λίτραν α΄. χαλβάνης γο β΄. ἀμμωνιακοῦ θυμιάματος γο β΄. μάννης γο δ΄. ὄξους ξε. γ΄. πευκεδάνου χυλοῦ τῆς ῥίζης γο στ΄. οἰσύπου γο δ΄. ἄλλως. ♃ πίσσης λίτρας δ΄. κηροῦ λίτρας β΄. ῥητίνης λίτραν α΄. ἀμμωνιακοῦ θυμιάματος λίτραν α΄. μάννης λίτραν α΄. χαλβάνης γο στ΄. ἕτεροι λίτραν α΄. ὄξους ξέστας γ΄. ἄλλη Ἀριστοκλέους. ♃ πίσσης λίτρας δ΄. κηροῦ λίτρας η΄. ῥητίνης φρυκτῆς λίτρας δ΄. τερμινθίνης λίτρας δ΄. ἀμμωνιακοῦ θυμιάματος λίτρας β΄. γο η΄. χαλβάνης λίτραν α΄. οὐγγίας δ΄. ἄλλο τὸ πρὸς ἀγκύλας. ♃ βδελλίου δραχ. ιστ΄. λιβάνου δραχ. ιστ΄. ἀμμωνιακοῦ θυμιάματος δραχ. η΄. ὀποπάνακος δραχ. η΄. χαλβάνης δραχ. η΄. στέατος μοσχείου δραχ. ιστ΄. πεπέρεως κόκκους ρξ΄. στύρακος δραχ. η΄. κάγχρυος δραχ. ιστ΄. ἴρεως Ἰλλυρικῆς δραχ. ιστ΄. τερμινθίνης μνᾶς ἥμισυ, κηροῦ μνᾶς ἥμισυ, κυπρίνου κοτύλας δ΄. οἴνου τὸ ἱκανόν. τὸ διὰ μελιλώτου. ♃ νάρδου Κελτικῆς δραχ. ι΄. κυπέρεως δραχ. η΄. καρδαμώμου δραχ. η΄. ἴρεως Ἰλλυρικῆς δραχ. η΄. σμύρνης δραχ. η΄. κρόκου δραχ. δ΄. μελιλώτου δραχ. κέ. ἀμμωνιακοῦ θυμιάματος δραχ. η΄. τερμινθίνης δραχ. ν΄. κηροῦ νέου δραχ. ρ΄. κυπρίνου κοτύλης ἥμισυ, ὄξους τὸ ἱκανόν. τινὲς ἀμμωνιακοῦ θυμιάματος δραχ. ρ΄. πρὸς τὰ ἐντὸς πάντα. ἡ διὰ σπερμάτων. ♃ ἀμμωνιακοῦ θυμιάματος δραχ. ν΄. κηροῦ δραχ. ν΄. τερμινθίνης δραχ. ν΄. τήλεως δραχ. κε΄. στέατος ταυρείου τεθεραπευμένου δραχ. κε΄. ἴρεως Ἰλλυρικῆς δραχ. κε΄. νίτρου δραχ. κε΄. μέλιτος κοτύλας στ΄. ὄξους κοτύλην α΄. πάνακος δραχ. κε΄. κυπρίνου ὀλίγον. ὡς δὲ Φιλωνίδης. ♃ τήλεως σπέρματος, ἀνίσου σπέρματος, στύρακος, ῥυπαροῦ βδελλίου, μάννης, λιβάνου, καρδαμώμου, κυπέρου νέου. πάνακος ῥίζης, ἴρεως Ἰλλυρικῆς, ἀφρονίτρου, ἑκάστου ἀνὰ δραχ. κε΄. ἀμμωνιακοῦ θυμιάματος, τερμινθίνης ἀνὰ δραχ. ν΄. στέατος ταυρείου δραχ. ξ΄. μελιλώτου δραχ. ξ΄. κηροῦ δραχ. β΄. ἄλλως ρ΄. μέλιτος κοτύλης ἥμισυ. οἴνου κοτύλην α΄. ἄλλο, ὡς Ἁρπόκρας. ♃ τήλεως, νίτρου, πάνακος, ἴρεως ἀνὰ δραχμὰς η΄. τερμινθίνης, ἀμμωνιακοῦ θυμιάματος, κηροῦ ἀνὰ δραχ. ρ΄. στέατος ταυρείου δραχ. ρ΄. ἄλλως ν΄. μέλιτος λι. α΄. ὄξους ξέστας β΄. σελίνου σπέρματος, κυμίνου, μαράθρου ἢ ἀνίσου ἀνὰ δραχ. ν΄. μελιλώτου δραχ. ν΄. οἱ δὲ κε΄. σαμψύχου δραχ. ν΄. καρδαμώμου, ἄμμεως ἀνὰ δραχ. ν΄. κυπρίνῳ ἀναλάμβανε. τὸ διὰ σαμψύχου πρὸς πολλά. ♃ κηροῦ νέου, δαφνίδων, τήλεως λείας, σαμψύχου, ἑκάστου ἀνὰ δραχ. ρ΄. τερμινθίνης δραχ. ρν΄. νίτρου δραχ. λβ΄. πεπέρεως δραχ. λβ΄. οἱ δὲ δεκαὲξ, κυπέρου δραχ. ιστ΄. κυπρίνου κοτύλας β΄. ἢ στυρακίνου. τὸ διὰ δαφνίδων. ♃ κηροῦ δραχ. οε΄. πίσσης Βρυτίας δραχ. οε΄. δαφνίδων δραχ. οε΄. νίτρου δραχ. οε΄. ῥητίνης φρυκτῆς δραχ. οε΄. χαλβάνης δραχ. ιβ΄. ἀμμωνιακοῦ θυμιάματος δραχ. ιβ΄. κάγχρυος δραχ. ιβ΄. ἄμμεως δραχ. ιβ΄. πεπέρεως λευκοῦ δραχ. ιστ΄. κυπρίνου δραχ. στ΄. ἢ κο. στ΄. ἄλλο μάλαγμα εὔχρουν, πολύχρηστον. ♃ κηροῦ λίτραν α΄. ῥητίνης φρυκτῆς λίτραν α΄. ἀμμωνιακοῦ θυμιάματος γο στ΄. στυπτηρίας ὑγρᾶς γο στ΄. ἁλὸς ἄνθους γο στ΄. τινὲς ἰξοῦ γο στ΄. τὸ Ἀπολλοφάνους. ♃ κηροῦ δραχ. π΄. ἀμμωνιακοῦ θυμιάματος δραχ. π΄. βδελλίου δραχ. π΄. ἴρεως Ἰλλυρικῆς δραχ. π΄. ῥητίνης τερμινθίνης δραχ. μ΄. μάννης λιβάνου δραχ. μ΄. ἰρίνῳ συγκόπτεται. τὸ διὰ στυπτηρίας ἄλλως. ♃ κηροῦ δραχ. ρ΄. πίσσης δραχ. ν΄. στυπτηρίας ὑγρᾶς δραχ. κε΄. ἐγὼ δὲ δραχ. ν΄. ἰξοῦ δραχ. ν΄. πρὸς ἰσχιαδικοὺς καλόν. ♃ πηγάνου ἀγρίου σπέρματος, σιλφίου, δαφνίδων, ἀφρονίτρου, ἀβροτόνου, κολοκυνθίδος, καρδαμώμου, ἄμμεως ἀνὰ δραχ. δ΄. πηγάνου χλωροῦ, πίσσης, τερμινθίνης, ἀμμωνιακοῦ θυμιάματος, κηροῦ, στέατος ἀνὰ δραχ. η΄. χαλβάνης δραχ. στ΄. ὀποπάνακος δραχ. δ΄. θείου ἀπύρου δραχ. δ΄. πρὸς σπληνικούς. ♃ κηροῦ μνᾶν α΄. ῥητίνης μνᾶν α΄. ἀμμωνιακοῦ θυμιάματος μνᾶς ἥμισυ, στυπτηρίας ὑγρᾶς δραχ. ν΄. γλοιοῦ κοτύλην α΄. καππάρεως ῥίζης δραχ. ν΄. καλαμίνθης ῥίζης δραχ. ν΄. μυροβαλάνου μάγματος δραχ. ν΄. ὄξος εἰς τὰ ξηρὰ, ἔλαιον εἰς τὰ τηκτὰ χρῶ. μάλαγμα πολύχρηστον. ♃ νάπυος δραχ. δ΄. μάννης δραχ. β΄. πηγάνου δραχ. δ΄. ἀφρονίτρου δραχ. δ΄. καππάρεως ῥίζης δραχ. στ΄. ἀμμωνιακοῦ θυμιάματος δραχ. δ΄. μυροβαλάνου δραχ. κε΄. κενταυρίου τοῦ λεπτοῦ δραχ. δ΄. ἢ ζ΄. λίθου Ἀσίου ἄνθους δραχ. δ΄. τήλεως δραχ. δ΄. καρδαμώμου δραχ. δ΄. κηροῦ δραχ. οε΄. ῥητίνης δραχ. ρ΄. μέλιτος κοτύλας στ΄. ἰρίνου ὑποστάθμης κοτύλην α΄. ὄξους εἰς τὸ ἀμμωνιακόν κοτύλας β΄. τὸ Πολυάρχιον ἐκ τῆς ἐπιστολῆς. ♃ κυπέρου μνᾶν α΄. καρδαμώμου ἴσον, μάννης ἴσον, κηροῦ ἴσον, τερμινθίνης φρυκτῆς μνᾶν α΄ S". ὑγρᾶς μνᾶς γ΄. κυπρίνου τὸ ἱκανόν. ἐγὼ βδελλίου μνᾶν α΄. ἡ δευτέρα γραφή. ♃ κυπέρεως μνᾶν α΄. καρδαμώμου τὸ ἴσον, βδελλίου ἴσον, λιβάνου ἴσον, βαλσάμου ἴσον, κηροῦ μνᾶν α΄ S". ῥητίνης φρυκτῆς μνᾶς δ΄. κυπρίνου κο. στ΄. οἴνου εὐώδους κοτύλην α΄ S". ὡς δὲ ἐγὼ χρῶμαι. ♃ κυπέρεως μνᾶν α΄. καρδαμώμου ἴσον. ἀμώμου ἴσον, βδελλίου ἴσον, κηροῦ μνᾶν α΄ S". ῥητίνης φρυκτῆς, τερμινθίνης μνᾶς δ΄. κυπρίνου κοτύλην α΄. κασσίας, κινναμώμου, ἀμμωνιακοῦ θυμιάματος, νάρδου Ἰνδικῆς, κρόκου, σμύρνης ἀνὰ μνᾶς δ΄. οἴνου εὐώδους ὅσον ἐξαρκεῖ. μάλαγμα πρὸς πολλὰ ποιοῦν Ἀπολλωνίου. ♃ κηροῦ, πίσσης, ῥητίνης φρυκτῆς ἀνὰ δραχ. ρκε΄. νίτρου, λιβάνου ἀνὰ δραχ. ν΄. στέατος μοσχείου καὶ ταυρείου, βουτύρου ἀνὰ δραχ. οε΄. οἰσύπου δραχ. ιε΄. ὕδατος κυάθους στ΄. μάλαγμα πρὸς ἡπατικοὺς καλόν. ♃ ἀμμωνιακοῦ θυμιάματος δραχ. ρμδ΄. οἱ δὲ δραχ. ρβ΄. βδελλίου δραχ. ρμδ΄. κρόκου δραχ. ιβ΄. σμύρνης δραχ. ιβ΄. κηροῦ δραχ. ρμδ΄. οἱ δὲ ρ΄. ὄξους κοτύλης δ΄. κυπρίνου κοτύλην α΄. ἐγὼ δὲ κοτύλας ι΄. μάλαγμα πρὸς ῥευματισμὸν στομάχου καὶ ἐντέρων. ♃ οἰνάνθης οὐγγίαν α΄. φοινικοβαλάνου σαρκὸς οὐγγίας β΄. ἀκακίας οὐγγίαν α΄. ῥόδων οὐγγίαν μίαν, ὀμφακίου γο δ΄. ἀλόης γο δ΄. κηκίδος οὐγγίας δ΄. στυπτηρίας στρογγύλης γο δ΄. πίσσης γο δ΄. κηροῦ γο γ΄. οἱ δὲ λιβάνου, μυρσίνου γο γ΄. οἶνον εἰς τὰ ξηρά. πρὸς ὑδρωπικοὺς καὶ ἐμπνευματώδεις. ♃ πίσσης ὑγρᾶς λίτραν α΄. κηροῦ λίτραν α΄. νίτρου γο στ΄. θείου ἀπύρου γο στ΄. στυπτηρίας σχιστῆς γο στ΄. ἄλλο μάλαγμα πρὸς ἰσχιαδικοὺς καὶ ἄλλα πολλά. ♃ κηροῦ δραχ. οβ΄. τερμινθίνης δραχ. μη΄. ἀμμωνιακοῦ θυμιάματος δραχ. λβ΄. προπόλεως δραχ. μγ΄. χαλβάνης δραχ. λστ΄. βδελλίου δραχ. κε΄. κρόκου δραχ. ε΄. ὀποπάνακος δραχ. ιβ΄. νίτρου ἀφροῦ δραχ. λ΄. μύρῳ ἰρίνῳ κόπτων χρῶ. ἄλλο μάλαγμα Ἀνδρείου πολύχρηστον. ♃ πυρέθρου δραχ. η΄. κόκκου κνιδείου δραχ. η΄. ἁλὸς ἀμμωνιακοῦ δραχ. η΄. σικύου ἀγρίου ῥίζης δραχ. η΄. ῥητίνης πευκίνης δραχ. η΄. τερμινθίνης δραχ. η΄. κηροῦ λ΄. ὀποῦ συκαμίνου δραχ. ιβ΄. οἱ δὲ δραχ. ι΄. ἀφρονίτρου δραχ. κ΄. λιβάνου δραχ. ξε΄. βδελλίου δραχ. ι΄. ἀμμωνιακοῦ θυμιάματος δραχ. ι΄. οἱ δὲ κ΄. σμύρνης δραχ. ι΄. ἀριστολοχίας δραχ. ι΄. οἱ δὲ κ΄. πεπέρεως λευκοῦ δραχ. ι΄. καὶ μακροῦ δραχ. ι΄. ξυλοβαλσάμου δραχ. ι΄. καρδαμώμου δραχ. ι΄. οἰσύπου δραχ. ιε΄. ἐβίσκου ῥίζης δραχ. ι΄. ξιφίου ῥίζης δραχ. ι΄. στύρακος δραχ. ι΄. καππάρεως ῥίζης δραχ. ι΄. ἴρεως Ἰλλυρικῆς δραχ. ι΄. ἀλόης Ἰνδικῆς δραχ. ι΄. χαλβάνης δραχ. ι΄. ἰξοῦ δρυΐνου δραχ. ι΄. οἱ δὲ ιβ΄. στέατος χηνείου δραχ. η΄. ῥητίνης ξηρᾶς δραχ. ιβ΄. ὑποστάθμης ἴρεως τὸ ἱκανόν. ἄλλο Ἀμυθάωνος πρὸς θώρακος καὶ ὑποχονδρίων καὶ στομάχου ἀλγηδόνας καὶ πρὸς ἀγκύλας καὶ ἀποστήματα, καὶ σκληρίας μαλάσσει. ♃ ἀμμωνιακοῦ θυμιάματος δραχ. ν΄. κηροῦ δραχ. κ΄. βδελλίου δραχ. ν΄. ῥητίνης τερμινθίνης δραχ. κ΄. ἴρεως Ἰλλυρικῆς δραχ. ι΄. χαλβάνης δραχ. ε΄. τὸ βδέλλιον οἴνῳ διαχεῖται καὶ ἀμμωνιακὸν, εἶτα καὶ τὰ τηκτὰ καταχεῖται καὶ συλλεαίνεται, ἰρίνου προσμεμιγμένου. μάλαγμα Ἀντιπάτρου πρὸς κωλικοὺς καὶ πάντα τὰ ἐντός. ♃ σιλφίου δραχ. β΄ ἐλελισφάκου δραχ. δ΄. κασσίας δραχ. δ΄. μελανθίου δραχ. δ΄. σταφίδος ἀγρίας δραχ. δ΄. χαλβάνης δραχ. δ΄. στρουθίου δραχ. δ΄. θείου ἀπύρου δραχ. δ΄. πάνακος δραχ. ζ΄. προπόλεως δραχ. ζ΄. πυρέθρου δραχ. ζ΄. ἀμμωνιακοῦ θυμιάματος δραχ. ζ΄. νίτρου δραχ. ζ΄. Ἀσίου ἄνθους δραχ. κε΄. κηροῦ δραχ. ρν΄. ῥητίνης δραχ. ρν΄. ἐλαίου κοτύλην α΄. ἄλλο μάλαγμα Καλλινίκου ἐκ τῶν Πακκίου πρὸς πάντα. ♃ κηροῦ νέου δραχ. ρ΄. ἀμμωνιακοῦ θυμιάματος, τερμινθίνης, βδελλίου διαυγοῦς ἀνὰ δραχ. ν΄. ὑοσκυάμου σπέρματος δραχ. λ΄. ὀποῦ μήκωνος δραχ. κ΄. μελιλώτου, σμύρνης, ἀριστολοχίας, πεπέρεως, γεντιανῆς, στύρακος, ἑκάστου ἀνὰ δραχ. ιε΄. λιβάνου δραχ. η΄. κρόκου δραχ. η΄. ἐλαίου κοτύλην α΄. μήκωνος λευκῆς σπέρματος δραχ. μη΄. στροβίλων δραχ. κ΄. ἄλλο μάλαγμα λευκόπυρον. ♃ τερμινθίνης λίτρας δ΄. κηροῦ λίτρας γ΄. ἀμμωνιακοῦ θυμιάματος γο στ΄. χαλβάνης γο β΄. ὀποπάνακος γο β΄. μάννης οὐγγίας β΄. στέατος ταυρείου γο β΄. κυπρίνου ὀλίγον.
- 7.7.2
[Ἄλλο ἔμπλαστρον μάλαγμα καλὸν Κρίσπου.] ♃ σμύρνης, ὀποπάνακος, χαλβάνης ἀνὰ γο στ΄. πάνακος ῥίζης, μάννης λιβάνου, ἀμμωνιακοῦ θυμιάματος ἀνὰ λίτρας β΄. ἄλλως α΄. κηροῦ, ῥητίνης φρυκτῆς ἀνὰ λίτρας γ΄. ὄξους κοτύλας β΄ ἢ ξε. β΄. ἄλλο πρὸς ἰσχιαδικοὺς καὶ κεφαλαλγικοὺς καὶ πρὸς πάντα τὰ χρόνια ἀλγήματα. ♃ κηροῦ δραχ. κδ΄. ἀμμωνιακοῦ θυμιάματος δραχ. ζ΄. τερμινθίνης δραχ. ζ΄. θαψίας χυλοῦ δραχ. η΄. ἐλαίου κοτύλην α΄. ἄλλο πρὸς ὑδρωπικοὺς, Κλεοφάντου. ♃ κηροῦ, ῥητίνης πευκίνης, ἀφρονίτρου ἀνὰ δραχ. ρ΄. χαλβάνης δραχ. ιβ΄. προπόλεως δραχ. ιβ΄. ἀμμωνιακοῦ θυμιάματος δραχ. ιβ΄. S". κυπρίνου κο. β΄. ὄξους κο. β΄. ἄλλο ἀνώδυνον Νικοστράτου πρὸς ποδάγραν. ♃ κηροῦ λίτραν α΄. ἀμμωνιακοῦ θυμιάματος γο στ΄. ὀποπάνακος γο δ΄ S". μηκωνείου γο γ΄. κύπρινον εἰς τὸ συγκόψαι. ἄλλο πρὸς λειποδέρμους Ἐπιδαύρου. ♃ θαψίας ῥίζης δραχ. γ΄. πεπέρεως μέλανος ἢ μακροῦ δραχ. α΄. στέατος μοσχείου δραχ. ιβ΄. λιβάνου δραχ. δ΄. ξυλοβαλσάμου δραχ. β΄. ῥητίνης δραχ. ιστ΄. κηροῦ δραχ. η΄. τὰ τηκτὰ κατάχει κατὰ τῶν ξηρῶν. ἄλλο μάλαγμα παρὰ Ἀσκληπιάδου, ἀνώδυνον, ποιοῦν παραχρῆμα ἄπονον. ♃ κηροῦ Τυῤῥηνικοῦ μνᾶν α΄. στέατος ταυρείου, στέατος χηνείου, μυελοῦ ἐλαφείου, τερμινθίνης ἀνὰ μνᾶν α΄. χαλβάνης μνᾶς ἥμισυ, οἰσύπου γο δ΄. ῥοδίνου κοτύλας δ΄. μύρου τηλίνου κοτύλην α΄. ἐλαίου καλοῦ κοτύλην α΄. ταῦτα πυρὶ μαλακῷ τῆξον, ἐλαφρῶς κινῶν. ἔστω δὲ ἐν ἑτοίμῳ κεκομμένα λεῖα, ἴρεως Ἰλλυρικῆς χοίνικες β΄. ἀριστολοχίας χοῖνιξ α΄. ὑποκυστίδος λείας χοίνικος ἥμισυ, κηκίδος λείας χοίνικες β΄. μάννης χοῖνιξ α΄. βδελλίου χοῖνιξ α΄. κινναμώμου, κρόκου Κιλικίου, σμύρνης, κασσίας, νάρδου Ἰνδικῆς; σχοίνου ἄνθους, καλάμου ἀρωματικοῦ, ἀμώμου, πεπέρεως, ῥοὸς χυλοῦ, χελώνης θαλασσίας αἵματος, ἀνδροσαίμου βοτάνης, πυρέθρου, ἑκάστου ἀνὰ δραχ. λε΄. ὄξους παλαιοῦ κοτύλην α΄. εἰς τὸ αὐτὸ ἀναμίξας πάσας τὰς δυνάμεις μάλασσε καὶ σύγκοπτε, ἕως ἂν ὅλκιμον καὶ καταπεπονημένον γένηται, καὶ ἀπόθου. ποιεῖ καὶ πρὸς τοὺς θώρακος καὶ πνεύμονος ῥευματισμοὺς καὶ τοὺς τὸ βρέγμα τῆς κεφαλῆς ἀλγοῦντας, ἀπόνους παραχρῆμα ποιεῖ. καλεῖται δὲ Ἀσκληπιὸς ἡ δύναμις. ἰσχιαδικὸν καλὸν πάνυ πρὸς ἰσχιαδικοὺς παρὰ Ἥρα Καππάδοκος. ♃ πίσσης ὑγρᾶς κοτύλας γ΄ ἢ β΄. κηροῦ λίτραν α΄. πιτυΐνης λίτραν α΄. θείου ἀπύρου λίτραν α΄. νίτρου λίτραν α S". σταφίδος ἀγρίας ξε. α΄. πυρέθρου λίτραν α΄. τρυγὸς κεκαυμένου λίτρας β΄. καρδαμώμου ξε α΄. χαλβάνης ἡμίλιτρον. τὰ τηκτὰ κατὰ τῶν ξηρῶν. ἄλλο μάλαγμα Βακχείου, ᾧ Καῖσαρ ἐχρήσατο. ♃ στέατος ὑείου μνᾶς β΄. κηροῦ μνᾶς β΄. ἑλενίου, καλάμου ἀρωματικοῦ, πάνακος ῥίζης, ἁλὸς ὀρυκτοῦ ἢ ἀμμωνιακοῦ ἀνὰ δραχ. ι΄. βδελλίου διαυγοῦς, ἀμμωνιακοῦ θυμιάματος ἀνὰ μνᾶς β΄. σχοίνου ἄνθους, ἴρεως ἀνὰ μνᾶν α΄. λιβανωτοῦ, πεπέρεως, χαλβάνης ἀνὰ δραχ. κε΄. ἡ ἕψησις, ὡς ἡ καρδαμήλειος. ἄλλο μάλαγμα τὸ χρυσοῦν πρὸς ἀρθριτικούς. ♃ ῥητίνης στροβιλίνης λίτρας β΄. ἀξουγγίου, χαλβάνης ἀνὰ δραχ. ιβ΄. κηροῦ δραχ. κδ΄. δαφνείου δραχ. ιβ΄. ἕψε ὡς οἶδας. ἄλλο μάλαγμα πρὸς πλευρῶν ἄλγημα. ♃ κυπέρου, καρδαμώμου, μάννης, ἀμμωνιακοῦ θυμιάματος, τερμινθίνης, κηροῦ, ἰρίνου ἀνὰ λίτραν α΄. ἕψε τὸ ἀμμωνιακὸν ἰδίᾳ, λέαινε τὰ τηκτὰ, τήξας σὺν κυάθῳ ἰρίνου, ἐπίπασσε τὸ ἀμμωνιακὸν, εἶτα τὰ ξηρὰ μίξον, ἰρίνῳ βάπτων τὰς χεῖρας. ἄλλο μάλαγμα Κλονιακοῦ εὔχρουν. ♃ ἀῤῥενικοῦ γο γ΄. στυπτηρίας σχιστῆς ἴσον, ἀσβέστου τὸ ἴσον, ῥητίνης φρυκτῆς λίτρας γ΄. κηροῦ ἴσον, ὄξους εἰς τὰ ξηρὰ, ἐλαίου εἰς τὰ τηκτὰ γο η΄. χρῶ καὶ ἐπὶ σπληνικῶν.
- 7.8.1
[Δαμοκράτους μάλαγμα.] Ἐπεὶ καὶ πρὸς μνήμην ἐστὶ χρήσιμα τὰ διὰ μέτρων γεγραμμένα καὶ τὰς συμμετρίας τῶν φαρμάκων ἀκριβῶς φυλάττει, διὰ τοῦτο καὶ τὰ Δαμοκράτους εἴωθα προσγράφειν, ἐν οἷς ἐστι καὶ τοῦτο προσγεγραμμένον.
- 7.8.2
Χρεία δὲ πάντως καὶ μαλάγματος καλοῦ
- 7.8.3
Τοῖς σφόδρα φιλιάτροισιν ἔσται πολλάκις
- 7.8.4
Πρὸς σπάσματα μυῶν μεγάλα καὶ πρὸς ῥήγματα
- 7.8.5
Ἄρθρων. ἔτι δὲ καὶ λυγίσματα,
- 7.8.6
Νεύρων παχυσμοὺς καὶ μυῶν τὰς σκληρίας
- 7.8.7
Μετὰ φλεγμονῆς, πρὸς μέντοι καὶ τὰ δήγματα,
- 7.8.8
Πρὸς ταῦτα τοῦτό ἐστι δραστικώτατον.
- 7.8.9
Αἴρει δὲ καὶ λειχῆνας αὐτὸ καὶ λέπρας,
- 7.8.10
Ἐπικείμενον τὸ πλεῖστον ἡμέρας ι΄.
- 7.8.11
Ἀλλαττόμενον παρὰ μίαν ἢ β΄. ἡμέρας.
- 7.8.12
Πίσσης διαυγοῦς ξηροτάτης λίτρας β΄.
- 7.8.13
Μίαν πιτυΐνης καὶ μίαν κηροῦ καλοῦ,
- 7.8.14
Ἀμμωνιακοῦ καὶ στυπτηρίας ὑγρᾶς πάλιν
- 7.8.15
Μίαν ποίει, δριμυτάτου ὄξους β΄.
- 7.8.16
Ξέστας μετρήσας, ἔχε παρεσκευασμένον.
- 7.8.17
Κατὰ τὸ σπάνιον δὲ χαλβάνης β΄. οὐγγίας
- 7.8.18
Τινὲς προσέβαλλον, βουλόμενοι τὰς σκληρίας
- 7.8.19
Θᾶσσον μαλάξαι τὰς ἐχούσας καὶ χρόνον.
- 7.8.20
Σκεύαζε δ’ οὕτως, ἀπολαβὼν ὄξους τρίτον,
- 7.8.21
Ἀμμωνιακοῦ κατάχει τε καὶ στυπτηρίας,
- 7.8.22
Καὶ λεῖα ποιῶν ἐν θυείᾳ μείζονι,
- 7.8.23
Πάχος ποίησον μέλιτος ὑγροῦ προσφάτου.
- 7.8.24
Πίσσαν δὲ καὶ τὸ λοιπὸν ἐν καινῇ χύτρᾳ
- 7.8.25
Ἕψησον, ὡς πᾶν παρ’ ἐλάχιστον ἐκφρυγῇ,
- 7.8.26
Οὕτως κατάχει τε τῶν καλῶς λελεασμένων
- 7.8.27
Ἐν τῇ θυείᾳ κἀνάκοφθ’ ἕως λάβῃ
- 7.8.28
Ξανθὸν τὸ χρῶμα μηλίνῃ προσεμφερές.
- 7.8.29
Μῖξαι δὲ πάντως βουλόμενος καὶ χαλβάνην.
- 7.8.30
Μετὰ κηροῦ ταύτην πιτυΐνην τε προσβαλεῖς,
- 7.8.31
Ἄρας μετ’ ὀλίγον τὴν χύτραν ἀπὸ τοῦ πυρός.
- 7.8.32
Τινὲς δὲ προσβάλλουσι μάννης σταθμὸν ἴσον,
- 7.8.33
Τὴν στυπτηρίαν αἴροντες ἐκ τοῦ φαρμάκου.
- 7.8.34
Καὶ χρώμενοι πρὸς τὰ τοιαῦτα, προσφάτους
- 7.8.35
Κολλῶσι ταύτῃ τῇ δυνάμει διαιρέσεις.
- 7.8.36
Τούτῳ δὲ κέχρησο κἀπὸ πρώτης ἡμέρας,
- 7.8.37
Ἐφ’ ὧν προεῖπον, ὅταν ἔχωσιν εὐλαβῶς,
- 7.8.38
Πρὸς τὰς ἀμυχάς τε καὶ τὰ ταύταις ἑπόμενα.
- 7.8.39
Τῷ σπληνίῳ δ’ ἄνωθεν ὄξει διάβροχον
- 7.8.40
Σπόγγον ἐπίβαλλε κἀπίδει πεπιεσμένως,
- 7.8.41
Οὕτως ἐπιῤῥίψεις αὐτὸ καὶ τοῖς σπληνικοῖς.
- 7.8.42
Ἐφ’ ὧν δ’ ὑπονοεῖς τὸν σκίῤῥον σπλάγχνῳ τινὶ
← Previous · Next → — showing 401–500 of 861
First Thousand Years of Greek. CTS URN tlg0057.tlg077.1st1K-grc1. Via the Perseus Digital Library / Open Greek and Latin TEI corpora. Licence: Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License. Source.