Ancient Textssearch the texts themselves, not just their titles

← All works

De compositione medicamentorum per genera

First Thousand Years of Greek · First Thousand Years of Greek · 861 sections

  1. 7.8.43

    Ἐσόμενον, ἀδεῶς κέχρησο τῷ μαλάγματι.

  2. 7.8.44

    Μετὰ τοῦτο τὸ φάρμακον ὁ Δαμοκράτης ἔγραψε τὴν διὰ τῶν ἁλῶν, ἀρξάμενος αὐτῆς οὕτως.

  3. 7.8.45

    Ἄν ἐπιμένῃ τούτων τινὶ πλείοσι χρόνοις;

  4. 7.8.46

    Σκεύαζε καὶ τοῦθ’, ὡς κάλλιστον φάρμακον.

  5. 7.8.47

    Εἶτα μετὰ τοῦτο καὶ ἄλλο δι’ ἁλῶν γράφει καὶ μετ’ ἀμφότερα πάλιν ἄλλο, χοιράδας δὲ διαφορεῖν ἐπαγγελλόμενον καὶ ἥπατος καὶ σπληνὸς ὑδερώδεις διαθέσεις. ἐμοὶ δὲ ἄμεινον ἔδοξεν, ἐν ταῖς διαφορητικαῖς ἐμπλάστροις ταῦτα γράψαι τὰ φάρμακα.

  6. 7.9.1

    [Περὶ τῶν χαλαστικῶν φαρμάκων.] Καλεῖταί τινα χαλαστικὰ φάρμακα συνήθως ἅπασι σχεδόν τι τοῖς νεωτέροις ἰατροῖς, ἐφ’ ὧν, ὡς καὶ τοὔνομα μὲν δείκνυσι, χαλᾷ τὰ τετανυμένα μόρια. τὸ γὰρ κεχαλάσθαι τῷ συντετάσθαι κατὰ τοὐναντίον λέγεται. γέγραπται γοῦν που καὶ ὑφ’ Ἱπποκράτους ᾧδε. δέρματος σκληροῦ μάλθαξις, συντεταμένου χάλασις. εἰ μὲν οὖν κυρίως τις χρῷτο τοῖς ὀνόμασι, μαλακτικὰ τῶν ἐσκληρυσμένων σωμάτων εἶναί τινα φήσει φάρμακα, τὰ λυτικὰ δηλονότι τῆς σκληρότητος αὐτῶν, ὥσπερ γε καὶ χαλαστικὰ τὰς τῆς τάσεως ἰατικά. συμβαίνει δὲ ἐπὶ ταῖς φλεγμοναῖς τετάσθαι τὸ δέρμα, ποτὲ μὲν ὑπὸ τοῦ ὑποκειμένου ὄγκου τὸ σύμπτωμα τοῦτο λαμβάνον, ἐνίοτε δὲ καὶ αὐτὸ συμφλεγμαῖνον, οὐ μὴν ἡ οὐσία τῆς φλεγμονῆς ἡ σκληρότης ἐστὶ τοῦ φλεγμαίνοντος μέρους, ἀλλὰ τοὐναντίον ἅπαν, ὡς ἐν τοῖς περὶ αὐτῆς λόγοις δείκνυμεν, ὑγρότης. ἐν δὲ τοῖς σκιῤῥουμένοις οὐχ ὑγρότης ἐστὶν ἡ ἐπικρατοῦσα κατὰ τὸ πεπονθὸς μόριον, ἀλλ’ ἡ σκληρότης. ἀμφοτέρων δὲ τῶν παθῶν ὁμογενής πώς ἐστιν ἡ γένεσις καὶ ἡ ἴασις. γεννᾶται γὰρ ἐξ ἐπιῤῥοῆς, ἰᾶται δὲ κενωθέντων αὐτῶν. οὐ μὴν ὅ γε τρόπος τῆς κενώσεως ἐπ’ ἀμφοῖν ὁ αὐτὸς, ἀλλὰ ὡς ἐν τῇ τῆς θεραπευτικῆς μεθόδου πραγματείᾳ δέδεικται, καθ’ ἣν καὶ τῶν ἄλλων ἁπάντων παθῶν ἡ τῆς ἰάσεως εἴρηται μέθοδος, ἐπὶ μὲν τῶν φλεγμαινόντων μορίων ἥ τε ἀποκρουστικὴ ποιότης τῶν φαρμάκων ὠφέλιμός ἐστι κατὰ τοὺς πρώτους χρόνους, ἥ τε διαφορητικὴ μέχρι παντός. κατὰ δὲ τοὺς σκίῤῥους ἡ διαφορητικὴ μόνη χωρὶς τῆς ἀποκρουστικῆς. τὰ μὲν οὖν τελέως σκιῤῥωθέντα τελέως ἐστὶν ἀνίατα. διαγινώσκειν δ’ αὐτὰ χρὴ τῷ μηδεμίαν αἴσθησιν ὑπολείπεσθαι τοῖς πεπονθόσι μέρεσιν. ἐφ’ ὧν δ’ ἐστὶ μὲν αἴσθησις, ἀλλ’ ἀμυδρὰ, θεραπεύεται ταῦτα διὰ φαρμάκων διαφορούντων μὲν δηλονότι τὸ παχυνθὲν ὑγρὸν, οὐ μὴν ἰσχυρῶς γε καὶ ἀθρόως τοῦτο ποιούντων, ὡς τὰ διαφορητικὰ ποιοῦσι φάρμακα. καλοῦσι δὲ ἐπισπαστικά τε καὶ ἐξιπωτικὰ τὰ τοιαῦτα. θαυμάζειν δ’ οὐ χρὴ τὴν μετάπτωσιν εἰς σκληρότητα γιγνομένην ἐκ τῶν φλεγμαινόντων, ὅταν ἅμα τό τε ἐπιῤῥυὲν ὑγρὸν ᾖ παχύτερόν τε καὶ γλίσχρον, ἥ τε ἴασις διὰ φαρμάκων γένηται ξηραινόντων σφοδρῶς. ὡς γὰρ κᾀπὶ τῶν ἐκτὸς αὐτῷ μὲν ὁμιλοῦντα τῷ πυρὶ πολλὰ τῶν σωμάτων φρύγεται, δι’ ὕδατος δὲ ἀναμαλάττεται, κατὰ τὸν αὐτὸν τρόπον ἐπὶ τῶν φλεγμαινόντων ἡ κατὰ τὸν πεπονθότα τόπον ὑγρότης ὑπὸ μὲν τῶν θερμαινόντων τε καὶ ξηραινόντων ἰσχυρότερον φαρμάκων ὑπολειπόμενον ἴσχει τι γλίσχρον καὶ παχὺ, διαφορηθέντος τοῦ λεπτοῦ. καὶ τούτῳ τῷ τρόπῳ κατά τε τὰς ἀρθρίτιδας οἱ πῶροι γίγνονται καὶ κατὰ τὰς νεφρίτιδας οἱ λίθοι. ἐὰν δέ ποτε τὸ φλεγμονὴν ἐργασόμενον ῥεῦμα λεπτὸν ᾖ κατὰ τὴν σύστασιν, ἥ τε ἴασις αὐτοῦ διὰ τῶν ξηραινόντων καὶ θερμαινόντων γένηται φαρμάκων, οὐδὲν ὑπολείπεται σκιῤῥῶδες. οὐχ ἥκιστα δὲ καὶ τὰ σφοδρῶς ψύχοντά τε καὶ στύφοντα τοὺς σκίῤῥους εἴωθεν ἐργάσασθαι. καὶ πολλοὺς ἐξ ἐρυσιπελάτων ἀμέτρως παθόντων ταῦτα σκιῤῥώδεις ὄγκους ἔχοντας θεώμεθα διὰ τὴν ἀμαθίαν τῶν θεραπευτάντων αὐτοὺς ἰατρῶν. πρώτη μὲν οὖν διαφορὰ τῶν τε τὰς φλεγμονὰς θεραπευσάντων φαρμάκων ἐστὶ καὶ τῶν τοὺς σκίῤῥους ἡ εἰρημένη. ἑτέρα δὲ ἡ διὰ τὴν συνεζευγμένην ὀδύνην τοῖς φλεγμαίνουσιν οὐκ ἀνεχομένην ἰσχυρὸν φάρμακον προσφέρεσθαι τῷ πεπονθότι μορίῳ. σὺν ὀδύνῃ γὰρ ἐνεργεῖ ταῦτα, φθανόντων ὀδυνᾶσθαι τῶν φλεγμαινόντων διὰ τὸ πάθος καὶ διὰ τοῦτο μαλακωτάτων φαρμάκων δεομένων. τὰ σφοδρότερα δὲ πρὸς τῷ μὴ λύειν ἢ παρηγορεῖν τὰς ὀδύνας, ἔτι καὶ παροξύνοντα, μείζονας ἐργάζεται τὰς φλεγμονάς. πρώτη μὲν οὖν χρῆσις ἐπὶ τῶν ὀδυνωμένων φλεγμονῶν ἐστιν ἡ διὰ τῶν ὑγρῶν ἱκανῶς φαρμάκων, ἅμα τῷ μετρίως θερμαίνειν. ἐφεξῆς δὲ ἡ διὰ τῶν ἠρέμα παχυτέρων τε καὶ ξηραντικωτέρων. ἡ τρίτη δὲ διὰ τῶν χαλαστικῶν ὀνομαζομένων, ἅ τινες ἐν τοῖς μαλάγμασι γράφουσιν. ἔστι δὲ αὐτῶν μαλακτικώτατα μὲν ὅσα κηρωτοειδῆ ταῖς συστάσεσιν, ὅταν διὰ βουτύρου καὶ κηροῦ καὶ στεάτων, ἐλαίου τε χαλαστικοῦ συντίθεται. μίγνυται δὲ τούτοις οἰσύπου τε καὶ ῥητίνης καὶ πίσσης ὀλίγον, ὥσπερ γε καὶ λιβανωτὸς καὶ χαλβάνη καί τι καὶ τῆς Ἰλλυρικῆς ἴρεως. ηὑρέθη δὲ ὑπὸ Μενεκράτους, ὡς αὐτός τε λέγει καὶ ἄλλοι τινὲς αὐτῷ μαρτυροῦσιν, ἡ διὰ χυλῶν ὀνομαζομένη τῶν μηκέτι ὀδυνωμένων ἰσχυρῶς φλεγμονῶν, ἰατικὸν φάρμακον. ἐπιγέγραπται δὲ τὸ βιβλίον, ἐν ᾧ γέγραπται τὸ φάρμακον, αὐτοκράτωρ ὁλογράμματος· αὐτοκράτωρ μὲν, ἐπειδὴ τούτῳ προσπεφώνηται, ὁλογράμματος δὲ διότι χωρὶς χαρακτήρων ὅλαις ταῖς συλλαβαῖς γέγραπται β΄ καὶ γ΄. καὶ δ΄. καὶ ε΄. καὶ τῶν ἄλλων ἀριθμῶν ἕκαστος, ἤτοι ῥητίνης ἢ πίσσης ἤ τινος ἄλλου φαρμάκου. τοῦτο δ’ ἔπραξεν ὁ Μενεκράτης, ἐπειδὴ πολλάκις οὐ μόνον ἀκόντων ἁμαρτάνεσθαι συμβαίνει κατὰ τὰς γραφὰς, ἀλλὰ καὶ διὰ φθόνον ἑκόντων ἐνίων, τὸ μὲν ο γράμμα θ ποιούντων διὰ μέσης τῆς στρογγύλης γραμμῆς ἑλκυσθείσης ἑτέρας ἐγκαρσίας, τὸ δὲ ἰῶτα γράμμα προστεθείσης ἑτέρας ὁμοίως ἐγκαρσίας, ὥσπερ καὶ ἀποξυσθείσης μιᾶς γραμμῆς ἐκ τοῦ γράμμα καὶ ῥῶ τὸν χαρακτῆρα τοῦ ἰῶτα καταλείπεσθαι συμβαίνει. κατὰ τὸν αὐτὸν δὲ τρόπον ἐκ πολλῶν γραμμάτων τῶν μὲν προσθέσει, τῶν δὲ συνθέσει, τῶν δ’ ἀφαιρέσει, συμβαίνει τὴν ἀλλοίωσιν γενέσθαι τῶν δηλούντων αὐτὰ χαρακτήρων. ἀλλ’ οὐδέν γε πλέον εἰργάσατο πρὸς τὸν ἑξῆς χρόνον ὁ Μενεκράτης, τῶν ἐγγραφομένων αὐτοῦ τὴν βίβλον, οὐχ ὁλογραμμάτους τὰς προσηγορίας τῶν ἀριθμῶν γραφόντων, ἀλλὰ διὰ τῶν δηλούντων αὐτὰ χαρακτήρων. εἰκότως οὖν ηὐδοκίμησε τὰ Δαμοκράτους βιβλία τῶν φαρμάκων εἰς μέτρα γραφέντα, καὶ εἴπερ ἅπαντα τὸν τρόπον τοῦτον ἐγέγραπτο, κάλλιστον ἂν ἦν. ἐπεὶ δ’ οὐκ ὀλίγα τῶν δοκίμων φαρμάκων παραλέλειπται, διὰ τοῦτο καὶ τῶν ἄλλων φαρμακιτίδων βίβλων δεόμεθα, δι’ ὧν ἔγραψαν ἔνιοι ποικίλων φαρμάκων συνθέσεις. ἀλλ’ ἥ γε διὰ τῶν χυλῶν ὑπὸ Μενεκράτους εὑρεθεῖσαι διὰ τῶνδε τῶν τριμέτρων στοιχείων ὑπὸ Δαμοκράτους γέγραπται, μετά τινων μὲν καὶ ἄλλων, ὁμοίως ἑαυτῇ προγεγραμμένων αὐτῆς δυοῖν.

  7. 7.10.1

    [Διὰ χυλῶν Δαμοκράτους ὑπὸ Μενεκράτους.]

  8. 7.10.2

    Εἰπόντες οὖν ἔμπροσθε πῶς τὰ τραύματα

  9. 7.10.3

    Δίχα φλεγμονῆς μένοντα κολληθήσεται,

  10. 7.10.4

    Ἑξῆς ἐροῦμεν πῶς τὰ φλεγμαίνοντ’ ἄγαν

  11. 7.10.5

    Δυνατὸν θεραπεύειν φαρμάκοις ἔσται καλῶς.

  12. 7.10.6

    Ὅταν μυὸς τρωθέντος ἢ νεύρων τινῶν

  13. 7.10.7

    Ἤ καὶ νυγέντος ὑμένος ἐγγὺς ὀστέου,

  14. 7.10.8

    Μετὰ τὴν τετάρτην ἡμέραν πυκνοὶ πόνοι

  15. 7.10.9

    Καὶ φλεγμοναὶ, πυρετοί τε μετὰ συμπτωμάτων;

  16. 7.10.10

    Πολλῆς ἀγρυπνίας, παρακοπῆς, δίψους σφοδροῦ,

  17. 7.10.11

    Ξηρότητος γλώττης γένηται πρόσθεσις,

  18. 7.10.12

    Καθ’ ἡμέραν ῥέποντα πρὸς τὰ χείρονα.

  19. 7.10.13

    Ἰχὼρ τρυγώδης, λεπτὸς, ἐρυθρὰ τραύματα.

  20. 7.10.14

    Τά τ’ ἐγγὺς αὐτῶν πάντ’ ἔχοντα σώματα

  21. 7.10.15

    Ὀργὰς, διατάσεις, φλεγμονὰς, οἰδήματα,

  22. 7.10.16

    Τότε μὴ κατάπλασσε ποικίλοις καταπλάσμασιν.

  23. 7.10.17

    Ἔθος γάρ ἐστι τοῦτο ποιεῖν τοῖς νέοις,

  24. 7.10.18

    Ἱν ἐκφυγόντες τὰς ἀκμὰς τῶν φλεγμονῶν

  25. 7.10.19

    Τοῖς συκοφάνταις μὴ παρέχωσιν αἰτίαν.

  26. 7.10.20

    Δεῖ δὲ τὸν ἔχοντα τῆς ἰδίας πίστιν τριβῆς

  27. 7.10.21

    Καὶ συγκαταβαίνειν τοῖς νοσοῦσ’ εἰς τοὺς φόβους,

  28. 7.10.22

    Μὴ περιμένοντα τὴν τύχην καὶ τὴν φύσιν.

  29. 7.10.23

    Σκεύαζε τοίνυν πρὸς ἃ προείρηται πάθη

  30. 7.10.24

    Καὶ τοῖς ποδαγρικοῖς ἁρμόζον τὸ φάρμακον,

  31. 7.10.25

    Ἐν παντὶ καιρῷ τοῖς νοσοῦσ’ ἐπικείμενον,

  32. 7.10.26

    Τοῖς γὰρ διαλείμμασιν μὲν εὐκινησίαν

  33. 7.10.27

    Παρέχον ἑτοίμην. καὶ τὸ μὴ πώροις ταχὺ

  34. 7.10.28

    Πυκναῖς τ’ ἐπιβολαῖς παρενοχλεῖσθαι ῥᾳδίως.

  35. 7.10.29

    Ἐν ταῖς καταρχαῖς δ’ οὐκ ἐῶν μεγέθη λαβεῖν,

  36. 7.10.30

    Ἐν ἀκμαῖς δὲ τὰς παρακμὰς ποιοῦν ταχὺ,

  37. 7.10.31

    Ἄν μὴ μεταβαίνῃ ῥᾳδίως τις ἐφ’ ἕτερα.

  38. 7.10.32

    Τὸ δὲ φάρμακον σκεύαζε τοῦτον τὸν τρόπον,

  39. 7.10.33

    Λιθαργύρου μὲν λειοτάτου, χρυσίτιδος

  40. 7.10.34

    Λίτρας β΄. βαλὼν, τέσσαρας δ’ ἀξυγγίου

  41. 7.10.35

    Ἄγαν παλαιοῦ, μίαν δὲ καὶ μιᾶς λίτρας

  42. 7.10.36

    Τρίτον ἐλαίου πολυετοῦς καὶ παχυτάτου

  43. 7.10.37

    Καὶ μὴ δυσώδους, μὴ μέλανος, μὴ τραχέος,

  44. 7.10.38

    Οὕτω γὰρ ἔσται δραστικὸν τὸ φάρμακον.

  45. 7.10.39

    Τήξας δ’ ἐπιμελῶς ἐν λοπάδι τἀξούγγιον,

  46. 7.10.40

    Ἔπαιρ’ ἀπ’ αὐτοῦ τοὺς ὑμένας καὶ τοὺς ἅλας,

  47. 7.10.41

    Ἠθμῷ διηθῶν εἰς ἑτέραν μείζω χύτραν,

  48. 7.10.42

    Καὶ προσβαλὼν ἔλαιον ἀνάζεσον πάλιν,

  49. 7.10.43

    Μὴ πᾶν δ’ ἔλαιον, ἀλλὰ τὰ δύ’ αὐτοῦ μέρη,

  50. 7.10.44

    Τὸ τρίτον δ’ ὑπολιπὼν, ἔχ’ ἐν ἑτοίμῳ κείμενον,

  51. 7.10.45

    Ἄν ἐπειχθῇς προσβάλλειν, ἵν’ ᾖ σοι παρόν.

  52. 7.10.46

    Ἔσται δὲ χρεία πάντως ἐν χειμῶνί γε,

  53. 7.10.47

    Ὅταν ᾖ γεγονὸς τῷ μακρῷ χρόνῳ παχὺ

  54. 7.10.48

    Τὸ βαλλόμενον ἔλαιον εἰς τὸ φάρμακον,

  55. 7.10.49

    Λιθάργυρόν τε τῶν ζεόντων κατάπασσε,

  56. 7.10.50

    Ἕψε ἐπὶ μαλακῷ καὶ διηνεκεῖ πυρὶ,

  57. 7.10.51

    Κινῶν σπάθῃ, βέλτιον ἂν ᾖ τῇ πευκίνῃ.

  58. 7.10.52

    Ὅταν δὲ ἐπὶ χρόνον μέτριον ἑψούμενον

  59. 7.10.53

    Τὸ φάρμακον λάβῃ μὲν ἐμπλάστρου πάχος,

  60. 7.10.54

    Λάβῃ δ’ ὁμοίως δυσωδίαν φαρμάκου,

  61. 7.10.55

    Ἔπαιρε ταχέως τὴν χύτραν ἀπὸ τοῦ πυρὸς,

  62. 7.10.56

    Ποιῶν μὲν βραχὺ σκληροτέραν ἐν τῷ θέρει,

  63. 7.10.57

    Μαλακὴν δὲ τῷ χειμῶν’, ἀμόλυντον δ’ ὅμως,

  64. 7.10.58

    Κίνει δ’ ὁμοίως ἕως μετρίως ὑποψυγῇ,

  65. 7.10.59

    Εἶτα πάλιν χερσὶ σκληροτέραις πρόσπασσε πᾶν

  66. 7.10.60

    Μαλαχθὲν, οὕτως μεταφέρειν ἐκ τῆς χύτρας.

  67. 7.10.61

    Ὅταν δ’ ᾖ χρεία, πάλιν μαλάττειν εὐτόνως,

  68. 7.10.62

    Μαλακῷ τ’ ἐπιμελῶς ἐμπλάσαντας δέρματι,

  69. 7.10.63

    Οὕτως ἐπιβάλλειν εὐμεγέθη τὰ σπλήνια.

  70. 7.10.64

    Ταύτην δὲ τὴν ἔμπλαστρον εἰ βούλει ποτὲ

  71. 7.10.65

    Μᾶλλον ποιεῖν πρὸς νεῦρα παχέα καὶ μύας

  72. 7.10.66

    Σκληρούς τε μασθοὺς, ἄρθρα τ’ ἐξῳδηκότα,

  73. 7.10.67

    Μαλάχης ἀγρίας τῶν ῥιζῶν λίτραν βαλὼν

  74. 7.10.68

    Καθαρῶν τε, προσφάτων τε καὶ συντεμὼν

  75. 7.10.69

    Εἰς δακτυλιδίους, τῷ τε μήκει καὶ πάχει

  76. 7.10.70

    Τόμους ἐπίβαλλε τοῖς ζέουσ’ ἐν τῇ χύτρᾳ.

  77. 7.10.71

    Ὅταν δὲ πᾶσαν ἀνθρακωθέντ’ ἀποβάλῃ

  78. 7.10.72

    Τὴν ἰκμάδα καὶ τὴν δύναμιν τὸ φάρμακον,

  79. 7.10.73

    Ἔπαρον ἠθμῷ τῆς μαλάχης τὰ ῥίζια,

  80. 7.10.74

    Λείαν δ’ ἐπιπάσας τὴν λιθάργυρον, τότε

  81. 7.10.75

    Ἕψησον, ὡς προεῖπον πρόσθεν, καὶ πάλιν

  82. 7.10.76

    Ἀπόθου θ’ ὁμοίως καὶ τὸν αὐτὸν χρῶ τρόπον.

  83. 7.10.77

    Τοῦτο δὲ ἑκατέρας φησὶ τὰς ἀρετὰς ἔχειν

  84. 7.10.78

    Ὁ πρῶτος εὑρὼν Μενεκράτης τὸ φάρμακον,

  85. 7.10.79

    Ἀνὴρ κράτιστος, ἑκτικὸς πρὸς τὴν τέχνην.

  86. 7.10.80

    Καὶ γὰρ φυλάττει τὰ νεότρωτα τραύματα

  87. 7.10.81

    Δίχα φλεγμονῆς, κολλᾷν τε τὰ διῃρημένα

  88. 7.10.82

    Ἔπεισεν ἡμᾶς καὶ τὰ φλεγμαίνοντ’ ἄγαν

  89. 7.10.83

    Ἕλκη θεραπεύειν, τούς τε τρωθέντας μύας,

  90. 7.10.84

    Δίχα τινὸς ἄλλου τῶν βοηθεῖν δυναμένων

  91. 7.10.85

    Καταπλασμάτων, σπόγγων τε καὶ τῶν ἐμβροχῶν.

  92. 7.10.86

    Ποιεῖ δὲ πάνθ’ ὅσ’ ἔμπροσθεν εἶπον ποιεῖν

  93. 7.10.87

    Τὴν διὰ λιθαργύρου τε καὶ ἀξουγγίου.

  94. 7.10.88

    Εἶναι δ’ ἄριστον πεσσὸν ἐν κεχρονισμέναις,

  95. 7.10.89

    Ἐν προσφάτοις τε φλεγμοναῖς τῆς ὑστέρας,

  96. 7.10.90

    Ἕλκη τε πληροῦν κοῖλα, ῥοδίνῳ μύρῳ

  97. 7.10.91

    Διεθεῖσα ἢ καλῷ γε μυρσίνῳ ἀπουλοῦν.

  98. 7.10.92

    Καθόλου τε πᾶν κατάπλασμα καὶ φάρμακον

  99. 7.10.93

    Ἔξωθεν ἐπ’ αὐτῶν φήσ’ ἐπιῤῥιπτούμενον,

  100. 7.10.94

    Περισσὸν εἶναι τοῖς τε ταύτῃ χρωμένοις.

← Previous · Next → — showing 501600 of 861

First Thousand Years of Greek. CTS URN tlg0057.tlg077.1st1K-grc1. Via the Perseus Digital Library / Open Greek and Latin TEI corpora. Licence: Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License. Source.