Ancient Textssearch the texts themselves, not just their titles

← All works

De specialibus legibus (lib. i‑iv)

First Thousand Years of Greek · First Thousand Years of Greek · 1,054 sections

  1. 1.201.1

    δυοῖν δ’ ὄντων, ἐξ ὧν ἡ ἡμετέρα ψυχὴ συνέστη, λογικοῦ τε καὶ ἀλόγου, τὸ μὲν λογικὸν τῆς ἄρρενος γενεᾶς ἐστιν, ὅπερ νοῦς καὶ λογισμὸς κεκλήρωται, τὸ δ’ ἄλογον τῆς πρὸς γυναικῶν, ὅπερ ἔλαχεν αἴσθησις. νοῦς δὲ αἰσθήσεως, ὡς ἀνὴρ γυναικός, καθ’ ὅλον γένος ἀμείνων, ὃς ἄμωμος ὢν καὶ καθαρθεὶς καθάρσεσι ταῖς ἀρετῆς τελείας αὐτός ἐστιν ἡ εὐαγεστάτη θυσία καὶ ὅλη δι’ ὅλων εὐάρεστος θεῷ.

  2. 1.202.1

    τὰς δὲ ἐπιτιθεμένας τῇ τοῦ ζῴου κεφαλῇ χεῖρας δεῖγμα σαφέστατον εἶναι συμβέβηκε πράξεων ἀνυπαιτίων καὶ βίου μηδὲν ἐπιφερομένου τῶν εἰς κατηγορίαν ἀλλὰ τοῖς τῆς φύσεως νόμοις καὶ θεσμοῖς συνᾴδοντος.

  3. 1.203.1

    βούλεται γὰρ τοῦ θύοντος πρῶτον μὲν τὸν νοῦν ὡσιῶσθαι γνώμαις ἀγαθαῖς καὶ συμφερούσαις ἐνασκούμενον, ἔπειτα δὲ τὸν βίον ἐξ ἀρίστων συνεστάναι πράξεων, ὡς ἅμα τῇ τῶν χειρῶν ἐπιθέσει δύνασθαί τινα παρρησιασάμενον ἐκ καθαροῦ τοῦ συνειδότος τοιαῦτα εἰπεῖν·

  4. 1.204.1

    αἱ χεῖρες αὗται οὔτε δῶρον ἐπ’ ἀδίκοις ἔλαβον οὔτε τὰς ἐξ ἁρπαγῆς καὶ πλεονεξίας διανομὰς οὔτε αἵματος ἀθῴου προσήψαντο, οὐ πήρωσιν, οὐχ ὕβριν, οὐ τραῦμα, οὐ βίαν ἐξειργάσαντο, οὐκ ἄλλο τὸ παράπαν οὐδὲν τῶν κατηγορίαν καὶ ψόγον ἐχόντων ὑπηρέτησαν, ἀλλ’ ὑποδιάκονοι πάντων ἐγένοντο τῶν καλῶν καὶ συμφερόντων, ἃ παρὰ σοφίᾳ καὶ νόμοις καὶ σοφοῖς καὶ νομίμοις ἀνδράσι τετίμηται.

  5. 1.205.1

    τὸ δ’ αἷμα κύκλῳ προσχεῖται τῷ βωμῷ, διότι κύκλος σχημάτων τὸ τελειότατον καὶ ὑπὲρ τοῦ μέρος μηδὲν ἔρημον καὶ κενὸν ἀπολειφθῆναι ψυχικῆς σπονδῆς· ψυχῆς γὰρ κυρίως εἰπεῖν ἐστι σπονδὴ τὸ αἷμα. συμβολικῶς οὖν ἀναδιδάσκει τὴν διάνοιαν ὅλην δι’ ὅλων ἐν κύκλῳ χορεύουσαν ἐν πάσαις ἰδέαις λόγων καὶ βουλευμάτων καὶ ἔργων ἐπιδείκνυσθαι τὴν πρὸς τὸν θεὸν ἀρέσκειαν.

  6. 1.206.1

    ἀποπλύνεσθαι δὲ κοιλίαν καὶ πόδας διείρηται, πάνυ συμβολικῶς· διὰ μὲν γὰρ τῆς κοιλίας αἰνίττεται τὴν ἐπιθυμίαν, ἣν ἐκνίπτεσθαι συμφέρον κηλίδων καὶ μιασμάτων καὶ μέθης καὶ παροινίας μεστήν, κακὸν βλαβερώτατον ἐπὶ λύμῃ τοῦ βίου τῶν ἀνθρώπων συγκροτούμενόν τε καὶ συνασκούμενον·

  7. 1.207.1

    διὰ δὲ τοῦ τοὺς πόδας ἀπολούεσθαι τὸ μηκέτι βαίνειν ἐπὶ γῆς, ἀλλ’ αἰθεροβατεῖν· ἡ γὰρ τοῦ φιλοθέου ψυχὴ πρὸς ἀλήθειαν ἀπὸ γῆς ἄνω πρὸς οὐρανὸν πηδᾷ καὶ πτερωθεῖσα μετεωροπολεῖ συντάττεσθαι γλιχομένη καὶ συγχορεύειν ἡλίῳ καὶ σελήνῃ καὶ τῇ τῶν ἄλλων ἀστέρων ἱερωτάτῃ καὶ παναρμονίῳ στρατιᾷ, ταξιαρχοῦντος καὶ ἡγεμονεύοντος τοῦ θεοῦ τοῦ τὴν ἀνανταγώνιστον καὶ ἀναφαίρετον βασιλείαν ἔχοντος, δι’ ἧς ἐνδίκως ἕκαστα πρυτανεύεται.

  8. 1.208.1

    ἡ δὲ εἰς μέλη τοῦ ζῴου διανομὴ δηλοῖ, ἤτοι ὡς ἓν τὰ πάντα ἢ ὅτι ἐξ ἑνός τε καὶ εἰς ἕν, ὅπερ οἱ μὲν κόρον καὶ χρησμοσύνην ἐκάλεσαν, οἱ δ’ ἐκπύρωσιν καὶ διακόσμησιν, ἐκπύρωσιν μὲν κατὰ τὴν τοῦ θερμοῦ δυναστείαν τῶν ἄλλων ἐπικρατήσαντος, διακόσμησιν δὲ κατὰ τὴν τῶν τεττάρων στοιχείων ἰσονομίαν, ἣν ἀντιδιδόασιν ἀλλήλοις.

  9. 1.209.1

    ἐμοὶ δὲ εὐθυβολώτερον σκοπουμένῳ δοκεῖ τοῦτο δηλοῦσθαι· ἡ τιμῶσα ψυχὴ τὸ ὂν δι’ αὐτὸ τὸ ὂν ὀφείλει μὴ ἀλόγως μηδ’ ἀνεπιστημόνως ἀλλὰ σὺν ἐπιστήμῃ καὶ λόγῳ τιμᾶν. ὁ δὲ περὶ αὐτοῦ λόγος τομὴν ἐπιδέχεται καὶ διαίρεσιν καθ’ ἑκάστην τῶν θείων δυνάμεων καὶ ἀρετῶν· ὁ γὰρ θεὸς ἀγαθός τέ ἐστι καὶ ποιητὴς καὶ γεννητὴς τῶν ὅλων καὶ προνοητικὸς ὧν ἐγέννησε, σωτήρ τε καὶ εὐεργέτης, μακαριότητος καὶ πάσης εὐδαιμονίας ἀνάπλεως· ὧν ἕκαστον καὶ καθ’ αὑτὸ ἰδίᾳ σεμνὸν καὶ ἐπαινετὸν καὶ μετὰ τῶν ὁμογενῶν ἐξεταζόμενον.

  10. 1.210.1

    ἔχει δὲ καὶ τὰ ἄλλα ταύτῃ. ὅταν βουληθῇς, ὦ διάνοια, εὐχαριστῆσαι περὶ γενέσεως κόσμου θεῷ, καὶ περὶ τοῦ ὅλου ποιοῦ τὴν εὐχαριστίαν καὶ περὶ τῶν ὁλοσχερεστάτων αὐτοῦ μερῶν ὡς ἂν ζῴου τελειοτάτου μελῶν, οἷον οὐρανοῦ λέγω καὶ ἡλίου καὶ σελήνης, πλανήτων καὶ ἀπλανῶν ἀστέρων, εἶτα γῆς καὶ τῶν ἐν αὐτῇ ζῴων καὶ φυτῶν, εἶτα πελαγῶν καὶ ποταμῶν αὐθιγενῶν τε καὶ χειμάρρων καὶ τῶν ἐν αὐτοῖς, ἔπειτα ἀέρος καὶ τῶν κατ’ αὐτὸν μεταβολῶν· χειμὼν γὰρ καὶ θέρος, ἔαρ τε καὶ μετόπωρον, αἱ ἐτήσιοι καὶ βιωφελέσταται ὧραι, παθήματα ἀέρος γεγόνασιν ἐπὶ σωτηρίᾳ τῶν μετὰ σελήνην τρεπομένου.

  11. 1.211.1

    κἂν ἄρα ποτὲ περὶ ἀνθρώπων εὐχαριστῇς, μὴ μόνον περὶ τοῦ γένους ἀλλὰ καὶ περὶ τῶν εἰδῶν καὶ ἀναγκαιοτάτων μερῶν εὐχαρίστει, ἀνδρῶν, γυναικῶν, Ἑλλήνων, βαρβάρων, τῶν ἐν ἠπείροις, τῶν τὰς νήσους εἰληχότων· κἂν περὶ ἑνὸς ἀνδρός, τέμε τῷ λόγῳ τὴν εὐχαριστίαν, μὴ εἰς τὰ λεπτότατα μέχρι τῶν ἐσχάτων, ἀλλὰ εἰς τὰ συνεκτικώτατα, σῶμα καὶ ψυχὴν τὸ πρῶτον, ἐξ ὧν συνέστηκεν, εἶτα εἰς λόγον καὶ νοῦν καὶ αἴσθησιν· οὐ γὰρ ἂν γένοιτο ἀναξία θεοῦ ἀκοῆς καὶ ἡ ὑπὲρ ἑκάστου τούτων εὐχαριστία καθ’ αὑτήν.

  12. 1.212.1

    Ἀπόχρη τοσαῦτα περὶ τῆς ὁλοκαύτου θυσίας λελέχθαι. τὴν δὲ τοῦ σωτηρίου λεγομένην ἑξῆς ἐπισκεπτέον. ἐπὶ ταύτης ἀδιαφορεῖ, ἐάν τε ἄρρεν ᾖ τὸ ἱερεῖον ἐάν τε καὶ θῆλυ. σφαγέντος δὲ τρία ταῦτα ὑπεξαιρεῖται τῷ βωμῷ, τὸ στέαρ καὶ λοβὸς ἥπατος καὶ νεφροὶ δύο· τὰ δ’ ἄλλα τῷ καταθύσαντι εὐωχία.

  13. 1.213.1

    διὰ τί δὲ τὰ μέρη ταῦτα τῶν ἐντοσθιδίων καθιεροῦται, μετὰ ἀκριβείας ἐπισκεπτέον ἐκεῖνο μὴ παρελθόντας· διαλογιζόμενος ἐν ἐμαυτῷ πολλάκις ταῦτα καὶ διερευνώμενος ἐπηπόρησα, τί δήποτε λοβὸν μὲν ἥπατος καὶ νεφροὺς καὶ στέαρ ἀπαρχὰς τῶν καταθυομένων ζῴων ὑπεξείλετο ὁ νόμος, οὔτε δὲ καρδίαν οὔτε ἐγκέφαλον, τοῦ ἡγεμονικοῦ τῷ ἑτέρῳ τούτων ἐνδιαιτωμένου.

  14. 1.214.1

    τὸ δ’ αὐτὸ νομίζω καὶ ἄλλους οὐκ ὀλίγους τῶν διανοίᾳ μᾶλλον ἢ ὀφθαλμοῖς ταῖς ἱεραῖς γραφαῖς ἐντυγχανόντων ἐπιζητήσειν· ἐὰν μὲν οὖν ἐπισκεψάμενοι πιθανωτέραν αἰτίαν εὕρωσιν, ἑαυτούς τε καὶ ἡμᾶς ὠφελήσουσιν· εἰ δὲ μή, τὴν ἐπινοηθεῖσαν ὑφ’ ἡμῶν ἐπικρινάτωσαν, εἰ δόκιμος. ἔστι δὲ ἥδε· τὸ ἡγεμονικὸν μόνον τῶν ἐν ἡμῖν ἀφροσύνην καὶ ἀδικίαν καὶ δειλίαν καὶ τὰς ἄλλας κακίας δέχεταί τε καὶ χωρεῖ· τούτου δὲ οἶκος τὸ ἕτερον τῶν λεχθέντων ἐστίν, ἐγκέφαλος ἢ καρδία.

  15. 1.215.1

    ἐδικαίωσεν οὖν ὁ ἱερὸς λόγος τῷ τοῦ θεοῦ βωμῷ, δι’ οὗ πάντων ἁμαρτημάτων καὶ παρανομημάτων ἀπολύσεις γίνονται καὶ παντελεῖς ἀφέσεις, μὴ προσφέρειν ἀγγεῖον, ἐν ᾧ ποτε φωλεύσας ὁ νοῦς ἐπὶ τὴν ἀδικίας καὶ ἀσεβείας ἀνοδίαν ἐχώρησεν ἐκτραπόμενος τὴν ἐπ’ ἀρετὴν καὶ καλοκἀγαθίαν ἄγουσαν ὁδόν· εὔηθες γὰρ τὰς θυσίας ὑπόμνησιν ἁμαρτημάτων ἀλλὰ μὴ λήθην αὐτῶν κατασκευάζειν. τοῦτ’ αἴτιον εἶναί μοι δοκεῖ τοῦ μηδέτερον τῶν ἡγεμονίαν ἐχόντων, ἐγκέφαλον ἢ καρδίαν, προσφέρεσθαι.

  16. 1.216.1

    ἃ δὲ διείρηται, λόγον ἔχει προσήκοντα· τὸ μὲν στέαρ, ὅτι καὶ πιότατον καὶ τῶν σπλάγχνων φυλακτήριον—ἐπαμπίσχει γὰρ αὐτὰ καὶ πιαίνει καὶ τῇ μαλακότητι τῆς ἐπαφῆς ὠφελεῖ —, οἱ δὲ νεφροὶ διὰ τοὺς παραστάτας καὶ τὰ γεννητικά, οἷς παροικοῦντες ἀγαθῶν τρόπον γειτόνων βοηθοῦσι καὶ συμπράττουσιν, ὅπως ὁ τῆς φύσεως σπόρος εὐοδῇ, μηδενὸς τῶν πλησίον ἐμποδίζοντος—αὐτοὶ μὲν γὰρ αἱμοειδεῖς εἰσι δεξαμεναί, οἷς ἡ τῶν περιττωμάτων ὑγρὰ κάθαρσις ἀποκρίνεται, οἱ δὲ παραστάται πλησίον, δι’ ὧν ἄρδεται ὁ σπόρος —, λοβὸς δ’ ἥπατος τοῦ κυριωτάτου τῶν σπλάγχνων ἐστὶν ἀπαρχή, δι’ οὗ τὴν τροφὴν ἐξαιματοῦσθαι συμβέβηκε καὶ ἐποχετευομένην τῇ καρδίᾳ φέρεσθαι διὰ φλεβῶν εἰς τὴν τοῦ ὅλου σώματος διαμονήν.

  17. 1.217.1

    στόμαχος μὲν γὰρ παρακείμενος τῇ καταπόσει τὴν ὑπὸ τῶν ὀδόντων τμηθεῖσαν πρότερον καὶ λεανθεῖσαν αὖθις τροφὴν ὑποδέχεται καὶ προκατεργάζεται κοιλίᾳ· κοιλία δὲ παρὰ στομάχου λαμβάνουσα τὴν δευτέραν ὑπηρεσίαν ἐπιτελεῖ, πρὸς ἣν ὑπὸ φύσεως ἐτάχθη, χύλωσιν ἀπεργαζομένη τῆς τροφῆς· αὐλοὶ δὲ δύο τῆς κοιλίας σωληνοειδεῖς ἐκπεφύκασιν εἰς ἧπαρ ἐπαντλοῦντες ταῖς διαπεφυκυίαις ἐν αὐτῷ δεξαμεναῖς.

  18. 1.218.1

    ἔχει δὲ διττὴν δύναμιν ἧπαρ, διακριτικήν τε καὶ τὴν πρὸς ἐξαιμάτωσιν· ἡ μὲν οὖν διακριτικὴ πᾶν ὅσον ἀτέραμνον καὶ δυσκατέργαστον εἰς τὸ παρακείμενον χολῆς ἀγγεῖον ἀποκρίνει, ἡ δ’ ἑτέρα τὸ καθαρὸν καὶ διηθημένον τῷ περὶ αὐτὴν φλογμῷ τρέπει μὲν εἰς αἷμα ζωτικώτατον, ἀναθλίβει δ’ εἰς καρδίαν, ἀφ’ ἧς ὡς ἐλέχθη ταῖς φλεψὶν ἐποχετευόμενον διὰ παντὸς εἱλεῖται τοῦ σώματος γινόμενον αὐτῷ τροφή.

  19. 1.219.1

    πρόσεστι δὲ κἀκεῖνο τοῖς εἰρημένοις· τὴν τοῦ ἥπατος φύσιν μετέωρον καὶ λειοτάτην οὖσαν [καὶ] διὰ λειότητα φανοτάτου κατόπτρου λόγον ἔχειν συμβέβηκεν, ἵν’ ἐπειδὰν τῶν ἡμερινῶν φροντίδων ἀναχωρήσας ὁ νοῦς, ὕπνῳ μὲν παρειμένου τοῦ σώματος, μηδεμιᾶς δὲ τῶν αἰσθήσεων ἱσταμένης ἐμποδών, ἀνακυκλεῖν αὑτὸν ἄρξηται καὶ τὰ νοήματα καθαρῶς ἐφ’ αὑτοῦ σκοπεῖν, οἷα εἰς κάτοπτρον ἀποβλέπων τὸ ἧπαρ ἕκαστα εἱλικρινῶς καταθεᾶται τῶν νοητῶν καὶ περιβλεπόμενος ἐν κύκλῳ τὰ εἴδωλα, μή τι πρόσεστιν αἶσχος, [ἵνα] τὸ μὲν φύγῃ, τὸ δ’ ἐναντίον ἕληται, καὶ πάσαις ταῖς φαντασίαις εὐαρεστήσας προφητεύῃ διὰ τῶν ὀνείρων τὰ μέλλοντα.

  20. 1.220.1

    Δυσὶ δὲ μόναις ἡμέραις ἐπιτρέπει τὴν χρῆσιν τῆς τοῦ σωτηρίου θυσίας ποιεῖσθαι μηδὲν εἰς τὴν τρίτην ἀπολείποντας, πολλῶν χάριν· ἑνὸς μὲν ὅτι τὰ τῆς ἱερᾶς τραπέζης πάντα καιρίως δεῖ προσφέρεσθαι σπουδὴν ποιουμένους, ὡς μὴ μεταβάλῃ μήκει χρόνου· κρεῶν δὲ ἑώλων εὔσηπτος ἡ φύσις, κἂν ἡδύσμασι παραρτυθῇ.

  21. 1.221.1

    ἑτέρου δ’ ὅτι τὰς θυσίας ἀταμιεύτους εἶναι προσήκει καὶ πᾶσιν εἰς μέσον προκεῖσθαι τοῖς δεομένοις· εἰσὶ γὰρ οὐκέτι τοῦ τεθυκότος, ἀλλ’ ᾧ τέθυται τὸ ἱερεῖον, ὃς εὐεργέτης καὶ φιλόδωρος ὢν κοινωνὸν ἀπέφηνε τοῦ βωμοῦ καὶ ὁμοτράπεζον τὸ συμπόσιον τῶν τὴν θυσίαν ἐπιτελούντων, οἷς παραγγέλλει μὴ νομίζειν ἑστιᾶν· ἐπίτροποι γὰρ εὐωχίας εἰσίν, οὐχ ἑστιάτορες, ὁ δ’ ἑστιάτωρ ἐστὶν οὗ συμβέβηκεν εἶναι καὶ τὴν παρασκευήν, ἣν οὐ θέμις ἀποκρύπτειν φειδωλίαν, ἀνελεύθερον κακίαν, φιλανθρωπίας, ἀρετῆς εὐγενοῦς, προκρίνοντας.

  22. 1.222.1

    τελευταίου δ’ ὅτι τὴν τοῦ σωτηρίου θυσίαν ὑπὲρ δυεῖν προσάγεσθαι συμβέβηκε, ψυχῆς τε καὶ σώματος, ὧν ἑκατέρῳ μίαν ἡμέραν ἀπένειμεν εἰς εὐωχίαν τῶν κρεῶν· ἥρμοττε γὰρ ἰσάριθμον χρόνον ὁρισθῆναι τοῖς πεφυκόσι σῴζεσθαι τῶν ἐν ἡμῖν, ὡς τῇ μὲν προτεραίᾳ λαμβάνειν ἅμα τῇ βρώσει τῆς ψυχικῆς σωτηρίας ὑπόμνησιν, τῇ δ’ ὑστεραίᾳ τῆς κατὰ τὸ σῶμα ὑγείας.

  23. 1.223.1

    ἐπεὶ δὲ τρίτον οὐδὲν ἦν ὃ κυρίως πέφυκε σωτηρίαν ἐνδέχεσθαι, τὴν εἰς τὴν τρίτην ἡμέραν χρῆσιν ἀνὰ κράτος ἀπηγόρευσε προστάξας, εἰ καὶ τύχοι τι κατ’ ἄγνοιαν ἢ λήθην ἀπολειφθέν, εὐθὺς ἀναλίσκεσθαι πυρί. τὸν δὲ γευσάμενον αὐτὸ μόνον ἔνοχον ἀποφαίνει καί φησιν αὐτῷ· τεθυκέναι νομίζων, ὦ καταγέλαστε, οὐ τέθυκας· οὐ προσηκάμην ἀθύτων, ἀνιέρων, βεβήλων, ἀκαθάρτων, ὧν ἥψηκας κρεῶν, ὦ γατρίμαργε, θυσιῶν οὐδ’ ὄναρ ἐπῃσθημένος.

  24. 1.224.1

    Τῆς δὲ τοῦ σωτηρίου θυσίας ἐν εἴδει περιλαμβάνεται ἡ λεγομένη τῆς αἰνέσεως, ἥτις λόγον ἔχει τοιόνδε· ὁ μηδενὶ τὸ παράπαν ἀβουλήτῳ περιπεσών, μήτε κατὰ σῶμα μήτε κατὰ τὰ ἐκτός, ἀλλ’ ἀπολέμῳ καὶ εἰρηνικῷ βίῳ χρώμενος ἐν εὐπαθείαις τε καὶ εὐτυχίαις ἐξεταζόμενος, ἀπήμων καὶ ἄπταιστος ὢν καὶ τὸ μακρὸν τοῦ βίου πέλαγος εὐθύνων ἐν εὐδίᾳ καὶ γαλήνῃ πραγμάτων, ἐπιπνεούσης ἀεὶ κατ’ οἰάκων εὐπραγίας, ἀναγκαίως ὀφείλει τὸν κυβερνήτην θεὸν καὶ ἄνοσον μὲν σωτηρίαν ἀζημίους δ’ ὠφελείας καὶ συνόλως ἀμιγῆ κακῶν τὰ ἀγαθὰ δωρούμενον ὕμνοις τε καὶ εὐδαιμονισμοῖς καὶ εὐχαῖς θυσίαις τε καὶ ταῖς ἄλλαις εὐχαριστίαις εὐαγῶς ἀμείβεσθαι· ἃ δὴ πάντα ἀθρόα συλλήβδην ἓν ὄνομα τὸ αἰνέσεως ἔλαχε.

  25. 1.225.1

    ταύτην τὴν θυσίαν οὐχ ὥσπερ τὴν προτέραν τοῦ σωτηρίου δυσὶν ἡμέρας ἀναλίσκεσθαι προστάττει, μιᾷ δ’ αὐτὸ μόνον, ἵν’ οἱ ἐπιτυχόντες ἑτοίμων καὶ προχείρων εὐεργεσιῶν ἑτοίμην καὶ ἀνυπέρθετον ποιῶνται τὴν μετάδοσιν.

  26. 1.226.1

    Ταῦτα μὲν ἐπὶ τοσοῦτον. τὴν δὲ τρίτην ἑξῆς ἐπισκεπτέον, ἣ καλεῖται περὶ ἁμαρτίας. αὕτη τέτμηται πολλαχῇ, κἀν τοῖς προσώποις κἀν τοῖς τῶν ἱερείων εἴδεσι, προσώποις μὲν ἀρχιερέως καὶ τοῦ σύμπαντος ἔθνους καὶ ἄρχοντος ἐν μέρει καὶ ἰδιώτου, ἱερείοις δὲ μόσχου καὶ χιμάρου καὶ χιμαίρας ἢ ἀμνάδος.

  27. 1.227.1

    διακέκριται δὲ καὶ μάλιστ’ ἦν ἀναγκαῖον διακεκρίσθαι τά θ’ ἑκούσια καὶ ἀκούσια, τροπὰς λαμβανόντων τὰς πρὸς τὸ βέλτιον τῶν δοξάντων ἁμαρτεῖν καὶ κακιζόντων μὲν αὑτοὺς ἐφ’ οἷς ἐπλημμέλησαν, μεθορμιζομένων δὲ πρὸς ζωὴν ἀνυπαίτιον.

  28. 1.228.1

    τὰ μὲν οὖν τοῦ ἀρχιερέως ἁμαρτήματα καὶ τοῦ ἔθνους ἰσοτίμῳ καθαίρεται ζῴῳ — μόσχον γὰρ ἀνάγεσθαι περὶ ἑκατέρου προστέτακται —, τὰ δὲ τοῦ ἄρχοντος ἐλάττονι μέν, ἄρρενι δὲ καὶ τούτῳ—χίμαρος γάρ ἐστι τὸ ἱερεῖον —, τὰ δὲ τοῦ ἰδιώτου καταδεεστέρῳ τὸ εἶδος—θῆλυ γὰρ ἀλλ’ οὐκ ἄρρεν θῦμα, χίμαιρα, καταθύεται —.

  29. 1.229.1

    ἔδει γὰρ ἰδιώτου μὲν πλέον ἄρχοντα φέρεσθαι κἀν ταῖς ἱερουργίαις, ἄρχοντος δὲ τὸ ἔθνος, ἐπεὶ τὸ ὅλον τοῦ μέρους ἀεὶ κρεῖττον εἶναι δεῖ, τὸν δ’ ἀρχιερέα τῷ ἔθνει τῆς αὐτῆς ἠξιῶσθαι προνομίας ἐν τῷ καθαίρεσθαι καὶ παρὰ τῆς ἵλεω τοῦ θεοῦ δυνάμεως ἀμνηστίαν ἀδικημάτων αἰτεῖσθαι· τὸ δ’ ἰσότιμον οὐ δι’ αὑτόν, ὡς ἔοικε, καρποῦται μᾶλλον ἢ διότι τοῦ ἔθνους ὑπηρέτης ἐστὶ τὰς κοινὰς ὑπὲρ ἁπάντων ποιούμενος εὐχαριστίας ἐν ταῖς ἱερωτάταις εὐχαῖς καὶ ἐν ταῖς εὐαγεστάταις θυσίαις.

  30. 1.230.1

    σεμνὴ δὲ καὶ θαυμάσιος καὶ ἡ περὶ ταῦτα διάταξις· „ἐὰν“ φησίν „ὁ ἀρχιερεὺς ἄκων ἁμάρτῃ,“ καὶ προστίθησιν „ὥστε τὸν λαὸν ἁμαρτεῖν" (cf. Lev. 4, 3), μόνον οὐκ ἄντικρυς ἀναδιδάσκων, ὅτι ὁ πρὸς ἀλήθειαν ἀρχιερεὺς καὶ μὴ ψευδώνυμος ἀμέτοχος ἁμαρτημάτων ἐστίν, εἰ δ’ ὀλισθήσοι ποτέ, πείσεται τοῦτο οὐ δι’ αὑτόν, ἀλλὰ διὰ κοινὸν τοῦ ἔθνους σφάλμα· τὸ δὲ σφάλμα οὐκ ἀνίατον, ἀλλὰ ῥᾳδίως τὴν θεραπείαν ἐνδεχόμενον.

  31. 1.231.1

    ὅταν οὖν σφαγιασθῇ ὁ μόσχος, κελεύει τοῦ αἵματος ἐπιρραίνειν ἑπτάκις τῷ δακτύλῳ ἀντικρὺ τοῦ πρὸς τοῖς ἀδύτοις καταπετάσματος, ἐσωτέρω τοῦ προτέρου, καθ’ ὃν τόπον ἵδρυται τὰ ἱερώτατα σκεύη, κἄπειτα τὰ τοῦ θυμιατηρίου τέτταρα κέρατα—τετράγωνον γάρ ἐστι— χρίειν καὶ ἐπαλείφειν, τὸ δ’ ἄλλο αἷμα προσχεῖν παρὰ τῇ βάσει τοῦ ἐν ὑπαίθρῳ βωμοῦ·

  32. 1.232.1

    ἐφ’ ὃν ἀναφέρειν τρία διείρηται, στέαρ καὶ λοβὸν ἥπατος καὶ διττοὺς νεφρούς, κατὰ τὴν ἐπὶ τοῦ σωτηρίου διάταξιν, δορὰν δὲ καὶ κρέα καὶ σύμπαν ἀπὸ κεφαλῆς ἄχρι ποδῶν τὸ ἄλλο σῶμα τοῦ μόσχου μετὰ τῶν ἐντοσθιδίων προφέρειν ἔξω καὶ κατακαίειν ἐν χωρίῳ καθαρῷ, ἔνθα τὴν ἱερὰν ἀπὸ τοῦ βωμοῦ τέφραν ἐκκομίζεσθαι συμβέβηκε.

  33. 1.233.1

    τὰ δ’ αὐτὰ νομοθετεῖ καὶ περὶ παντὸς τοῦ ἔθνους ἁμαρτόντος. εἰ δέ τις ἄρχων πλημμελήσειε, χιμάρῳ ποιεῖται τὴν κάθαρσιν, ὡς εἶπον, ἐὰν δὲ ἰδιώτης, χιμαίρᾳ ἢ ἀμνάδι· τῷ μὲν γὰρ ἄρρεν, τῷ δ’ ἰδιώτῃ θῆλυ ζῷον ἀπένειμε, τὰ δ’ ἄλλα διαταξάμενος ἐπ’ ἀμφοῖν ὅμοια, χρίσαι τὰ κέρατα τοῦ ἐν ὑπαίθρῳ βωμοῦ τῷ αἵματι, στέαρ καὶ λοβὸν ἥπατος καὶ διττοὺς νεφροὺς ἀνενεγκεῖν, τὰ δ’ ἄλλα τοῖς ἱερεῦσι παρασχεῖν ἐδωδήν.

  34. 1.234.1

    ἐπεὶ δὲ τῶν ἁμαρτημάτων τὰ μὲν εἰς ἀνθρώπους, τὰ δ’ εἰς ἱερὰ καὶ ἅγια δρᾶται, περὶ μὲν τῶν εἰς ἀνθρώπους γινομένων ἀκουσίως διείλεκται, τὴν δ’ ἐπὶ τοῖς ἱεροῖς κάθαρσιν ἱλάσκεσθαι κριῷ νομοθετεῖ, πρότερον ἀποτίσαντας ἐκεῖνο περὶ ὃ γέγονεν ἡ πλημμέλεια, τὸ πέμπτον προσεπιτιθέντας τῆς ἀξίας τιμῆς.

  35. 1.235.1

    Ταῦτα καὶ τὰ τούτοις ὅμοια νομοθετήσας ἐπὶ τοῖς ἀκουσίοις καὶ περὶ τῶν ἑκουσίων ἑξῆς διατάττεται. ἐάν τις, φησί, ψεύσηται περὶ κοινωνίας ἢ περὶ παρακαταθήκης ἢ ἁρπαγῆς ἢ εὑρέσεως ὧν ἀπώλεσεν ἕτερος καὶ ὑπονοηθείς, ὅρκου προταθέντος, ὀμόσῃ καὶ δόξας ἐκπεφευγέναι τὸν ἀπὸ τῶν κατηγόρων ἔλεγχον αὐτὸς ἑαυτοῦ γένηται κατήγορος, ἔνδον ὑπὸ τοῦ συνειδότος ἐλεγχθείς, καὶ κακίσῃ μὲν ἑαυτὸν ὧν ἠρνήσατο καὶ ἐπιώρκησεν, ὁμολογῶν δ’ ἄντικρυς τὸ πραχθὲν ἀδίκημα συγγνώμην αἰτῆται, κελεύει τῷ τοιούτῳ παρέχειν ἀμνηστίαν,

  36. 1.236.1

    ἐπαληθεύσαντι τὴν μετάνοιαν οὐχ ὑποσχέσει ἀλλ’ ἔργοις, ἀποδόσει τῆς παρακαταθήκης καὶ ὧν ἥρπασεν ἢ εὗρεν ἢ συνόλως ἐσφετερίσατο τοῦ πλησίον, προσαποτίσας καὶ τὸ ἐπίπεμπτον εἰς παρηγορίαν τοῦ πλημμεληθέντος.

  37. 1.237.1

    ὅταν δὲ ἱλάσηται τὸν ἠδικημένον πρότερον, ἴτω, φησί, μετὰ ταῦτα καὶ εἰς τὸ ἱερὸν αἰτησόμενος ὧν ἐξήμαρτεν ἄφεσιν, ἐπαγόμενος παράκλητον οὐ μεμπτὸν τὸν κατὰ ψυχὴν ἔλεγχον, ὃς ἀνιάτου συμφορᾶς αὐτὸν ἐρρύσατο τὴν θανατοῦσαν νόσον ἀνεὶς καὶ πρὸς ὑγείαν παντελῆ μεταβαλών.

  38. 1.238.1

    κριὸν δ’ εἶναι καὶ τούτῳ διείρηται σφάγιον, καθὰ καὶ τῷ πρὸς τὰ ἅγια πλημμελήσαντι· τὸ γὰρ ἐν τοῖς ἁγίοις ἀκούσιον ἁμάρτημα ἰσότιμον ἀπέφηνε τῷ περὶ τὰ ἀνθρώπινα ἑκουσίῳ, εἰ μὴ ἄρα καὶ τοῦτ’ ἐστί τι ἅγιον, ἐπειδὴ προσγέγονεν ὅρκος, ὃν οὐκ ἐφ’ ὑγιεῖ γενόμενον ἐπηνωρθώσατο τροπῇ τῇ πρὸς τὸ βέλτιον.

  39. 1.239.1

    Παρατηρητέον δ’ ὅτι τὰ μὲν ἐπιφερόμενα τῷ βωμῷ ἐκ τοῦ περὶ ἁμαρτίας ἱερείου ταὐτά ἐστιν ἃ καὶ ἐπὶ τῆς τοῦ σωτηρίου θυσίας, λοβὸς ἥπατος καὶ στέαρ καὶ νεφροί· τρόπον γάρ τινα καὶ ὁ μετανοῶν σῴζεται, τὴν χαλεπωτέραν τῶν ἐν τῷ σώματι παθῶν νόσον ψυχῆς ἐκτρεπόμενος.

  40. 1.240.1

    τὰ δ’ ἄλλα μέρη τοῦ ζῴου πρὸς ἐδωδὴν ἀπονέμεται διαφερόντως. ἐν τρισὶ δ’ ἡ διαφορά· τόπῳ, χρόνῳ, τοῖς λαμβάνουσι· τόπος μὲν οὖν τὸ ἱερόν, χρόνος δὲ ἀντὶ δυεῖν ἡμερῶν μία, οἱ δὲ μεταλαμβάνοντες ἱερεῖς, ἀλλ’ οὐχ ὧν ἐστιν ἡ θυσία, καὶ ἱερέων ἄρσενες.

  41. 1.241.1

    ἔξω μὲν οὖν οὐκ ἐᾷ τοῦ ἱεροῦ προφέρειν βουλόμενος, εἴ τι τῷ μετανοοῦντι πρότερον ἡμάρτηται, μὴ περίφημον εἶναι βασκάνων καὶ φιλαπεχθημόνων γνώμαις ἀγνώμοσι καὶ στόμασιν ἀχαλίνοις, ἐπ’ ὀνείδει καὶ διαβολαῖς ἐκδεδομένον, ἀλλ’ ἐντὸς ὅρων ἱερῶν, ἐν οἷς καὶ ἡ κάθαρσις γέγονεν, εἶναι.

  42. 1.242.1

    τοῖς δ’ ἱερεῦσιν εὐωχεῖσθαι τὴν θυσίαν κελεύει διὰ πολλά· πρῶτον μὲν ἵνα τιμήσῃ τοὺς τεθυκότας, ἡ γὰρ τῶν ἑστιωμένων ἀξίωσις ἐπικοσμεῖ τοὺς ἑστιάτορας· δεύτερον δὲ ἵνα βεβαιότατα πιστεύσωσιν, ὅτι οἷς ἁμαρτημάτων εἰσέρχεται μεταμέλεια ἵλεω τὸν θεὸν ἔχουσιν· οὐ γὰρ ἂν τοὺς προσπόλους αὐτοῦ καὶ θεράποντας ἐπὶ μετουσίαν τῆς τοιαύτης τραπέζης ἐκάλεσεν, εἰ μὴ παντελὴς ἐγεγένητο ἀμνηστία· τρίτον δ’ ὅτι λειτουργεῖν οὐδενὶ τῶν ἱερέων ἔξεστιν, ὃς ἂν μὴ ὁλόκληρος ᾖ· καὶ γὰρ τῷ βραχυτάτῳ μώμῳ σκορακίζεται.

  43. 1.243.1

    παρηγορεῖ δὴ τοὺς μηκέτι τὴν τῶν ἀδικημάτων ὁδὸν ἰόντας ὡς ἱερατικοῦ γένους ἕνεκα προαιρέσεως καθαρᾶς μεταλαχόντας καὶ πρὸς ἱερέων ἰσοτιμίαν ἐπαχθέντας. ὅθεν καὶ μιᾷ ἡμέρᾳ τὸ περὶ ἁμαρτίας ἱερεῖον ἀναλίσκεται, ὡς δέον ὑπερτίθεσθαι μὲν τὸ ἁμαρτάνειν μέλλοντας ἀεὶ πρὸς αὐτὸ καὶ βραδύνοντας, πρὸς δὲ τὸ κατορθοῦν ἐπεσπευσμένῳ τάχει χρῆσθαι.

  44. 1.244.1

    τὰ δ’ ὑπὲρ τοῦ ἀρχιερέως ἢ τοῦ ἔθνους ἕνεκα πλημμελείας σφαγιαζόμενα πρὸς μὲν ἐδωδὴν οὐ σκευάζεται, κατακαίεται δ’ ἐπὶ τῆς ἱερᾶς τέφρας, ὡς ἐλέχθη· κρείττων γὰρ οὐδεὶς ἀρχιερέως ἢ τοῦ ἔθνους ἐστίν, ὃς ἁμαρτησάντων γενήσεται παραιτητής.

  45. 1.245.1

    εἰκότως οὖν ἀναλίσκεται τὰ κρέα πυρί, κατὰ μίμησιν τῶν ὁλοκαυτουμένων, ἐπὶ τιμῇ τῶν προσώπων, οὐχ ὅτι πρὸς ἀξίωσιν αἱ ἱεραὶ γίνονται κρίσεις, ἀλλ’ ὅτι τῶν τὰς ἀρετὰς μεγάλων καὶ ὡς ἀληθῶς ἁγίων ἁμαρτήματα τοιαῦτά ἐστιν, ὡς ἑτέρων κατορθώματα νομίζεσθαι.

  46. 1.246.1

    καθάπερ γὰρ ἡ βαθεῖα καὶ ἀρετῶσα πεδιάς, κἂν ἀφορήσῃ ποτέ, τῆς λυπρόγεω φύσει καρπὸν φέρει πλείονα, τὸν αὐτὸν τρόπον καὶ τῶν σπουδαίων καὶ φιλοθέων συμβαίνει τὰς πρὸς καλοκἀγαθίαν ἀφορίας ἀμείνους εἶναι ὧν ἐκ τύχης οἱ φαῦλοι κατορθοῦσι· γνώμῃ γὰρ οὐδὲν ὑγιὲς δρᾶν ὑπομένουσι.

  47. 1.247.1

    Ταῦτα διαταξάμενος περὶ ἑκάστης ἰδέας τῶν θυσιῶν ἐν μέρει, τῆς τε ὁλοκαύτου καὶ σωτηρίου καὶ περὶ ἁμαρτίας, ἄλλην προσνομοθετεῖ κοινὴν τῶν τριῶν, ἵνα ταύτας ἐπιδείξῃ φίλας καὶ συγγενεῖς οὔσας· ἡ δὲ συναγωγὸς αὐτῶν εὐχὴ μεγάλη καλεῖται.

  48. 1.248.1

    διὰ τί δὲ ταύτης ἔτυχε τῆς προσρήσεως, λεκτέον· ὅταν ἀπάρξωνταί τινες ἀπὸ παντὸς μέρους κτήσεως, πυρούς, κριθάς, ἔλαιον, οἶνον, τὰ κάλλιστα τῶν ἀκροδρύων, ἔπειτα τῶν ζῴων τὰ πρωτότοκα ἀρρενικά, τὰ μὲν ἐκ τῶν καθαρῶν καθιερώσαντες, τὰ δ’ ἐκ τῶν μὴ καθαρῶν κατ’ ἀξίαν τιμησάμενοι, μηκέτ’ ἔχοντες ὕλας, ἐν αἷς διαθήσονται τὴν εὐσέβειαν, αὑτοὺς ἀνατιθέασι καὶ καθιεροῦσιν, ἄλεκτον ἐπιδεικνύμενοι ὁσιότητα καὶ ὑπερβολήν τινα γνώμης φιλοθέου. διὸ καὶ μεγάλη προσηκόντως εὐχὴ καλεῖται· κτημάτων γὰρ τὸ μέγιστον αὐτός τίς ἐστιν αὑτῷ· οὗ παραχωρεῖ καὶ ἐξίσταται.

  49. 1.249.1

    ποιησαμένῳ δὲ τὴν εὐχὴν τάδε διαγορεύει· πρῶτον μὲν ἄκρατον μὴ προσφέρεσθαι μηδ’ „ὅσα ἐκ σταφυλῆς κατεργάζεται“ μηδ’ ἄλλο τι μέθυσμα πίνειν ἐπὶ καθαιρέσει λογισμοῦ, νομίζοντα τὸν χρόνον ἐκεῖνον ἱερᾶσθαι· καὶ γὰρ τοῖς λειτουργοῖς τῶν ἱερέων δίψαν ἀκουμένοις ὕδατι τὰ περὶ μέθην ἀπείρηται·

  50. 1.250.1

    δεύτερον δὲ τὰς τρίχας τῆς κεφαλῆς μὴ ἀποκείρεσθαι, σύμβολον ἐναργὲς τοῖς ὁρῶσι παρέχοντα τοῦ μὴ παρακόπτειν τὸ νόμισμα τῆς εὐχῆς· τρίτον δὲ τὸ σῶμα φυλάττειν καθαρὸν καὶ ἀμίαντον, ὡς μὴ γονεῦσιν ἐπεισιέναι τετελευτηκόσι μηδ’ ἀδελφοῖς, τὴν φυσικὴν εὔνοιαν καὶ συμπάθειαν πρὸς τὰ οἰκεῖα καὶ φίλτατα νικώσης εὐσεβείας, ἣν ἀεὶ νικᾶν καλὸν ὁμοῦ καὶ

  51. 1.251.1

    συμφέρον. ἡκούσης δὲ τῆς προθεσμίας, τρία ζῷα κελεύει προσάγειν ἐπὶ λύσει τῆς εὐχῆς, ἄρνα καὶ ἀμνάδα καὶ κριόν, τὸν μὲν εἰς ὁλοκαύτωσιν, τὴν δὲ περὶ ἁμαρτίας, τὸν δὲ κριὸν εἰς θυσίαν τοῦ σωτηρίου.

  52. 1.252.1

    πᾶσι γὰρ τούτοις ἐμφέρεταί πως ὁ εὐξάμενος, τῇ μὲν ὁλοκαύτῳ θυσίᾳ διὰ τὸ μὴ τῶν ἄλλων μόνον ἀπαρχῶν ἀλλὰ καὶ ἑαυτοῦ παραχωρεῖν, τῇ δὲ περὶ ἁμαρτίας διὰ τὸ ἄνθρωπος εἶναι—καὶ γὰρ ὁ τέλειος ᾗ γενητὸς οὐκ ἐκφεύγει τὸ διαμαρτάνειν —, τῇ δὲ τοῦ σωτηρίου, διότι τὸν σωτῆρα ὄντως θεὸν ἐπιγέγραπται τῆς σωτηρίας αἴτιον, ἀλλ’ οὐκ ἰατροὺς καὶ τὰς παρ’ αὐτοῖς δυνάμεις· οἱ μὲν γὰρ ἐπίκηροι καὶ θνητοὶ μηδ’ αὑτοῖς ὑγείαν ἱκανοὶ παρασχεῖν, αἱ δ’ οὔτε πάντας οὔτ’ ἀεὶ τοὺς αὐτοὺς ὠφελοῦσιν, ἀλλ’ ἔστιν ὅτι καὶ μέγα βλάπτουσιν, ἐπειδὴ τὸ κῦρος ἕτερος ἀνῆπται καὶ τῶν δυνάμεων καὶ τῶν χρωμένων αὐταῖς.

  53. 1.253.1

    ἐκπλήττει δέ με τὸ τῶν τριῶν ζῴων προσαγομένων εἰς διαφερούσας θυσίας μηδὲν εἶναι ἑτερογενές, ἀλλὰ ταὐτοῦ γένους τὰ πάντα, κριὸν καὶ ἄρνα καὶ ἀμνάδα· βούλεται γάρ, ὅπερ ἔφην μικρῷ πρότερον, διὰ τούτου παραστῆσαι, ὅτι ἀδελφαὶ καὶ συγγενεῖς εἰσιν αἱ τρεῖς ἰδέαι τῶν θυσιῶν, τῷ καὶ τὸν μετανοοῦντα σῴζεσθαι καὶ τὸν σῳζόμενον ἐκ τῶν ψυχικῶν ἀρρωστημάτων μετανοεῖν καὶ ἑκάτερον σπεύδειν πρὸς ὁλόκληρον καὶ παντελῆ διάθεσιν, ἧς ἡ ὁλόκαυτος θυσία σύμβολον.

  54. 1.254.1

    ἐπεὶ δ’ αὑτὸν ηὔξατο προσαγαγεῖν, τὸν δ’ ἱερὸν βωμὸν οὐ θέμις αἵματι ἀνθρωπίνῳ μιαίνεσθαι, ἔδει δέ τι πάντως μέρος ἱερουργηθῆναι, μέρος ἐσπούδασε λαβεῖν, ὅπερ ἀφαιρεθὲν οὔτ’ ἀλγηδόνας οὔτε λώβην ἀπεργάζεται· τοῦ γὰρ κατὰ τὸ σῶμα φυτικοῦ καθάπερ δένδρου περιττοὺς κλάδους τὰς τῆς κεφαλῆς τρίχας ἀπέκειρε καὶ παρέδωκε πυρί, ᾧ τὰ κρέα τῆς τοῦ σωτηρίου θυσίας ἕψεται· προσηκόντως, ἵνα τι τῶν τοῦ εὐξαμένου μέρος, ὃ μὴ ἐπιφέρειν ἔξεστι τῷ βωμῷ, θυσίας γοῦν εἴδει συνανακραθῇ, γενόμενον ὕλη φλογὸς ἱερᾶς.

  55. 1.255.1

    Ταῦτα μὲν κοινὰ τῶν ἄλλων. ἔδει δὲ καὶ τοὺς ἱερεῖς ἀπάρξασθαί τι τῷ βωμῷ, μὴ νομίσαντας ἀσυλίαν εὑρῆσθαι τὰς ὑπηρεσίας καὶ λειτουργίας ἐφ’ ὧν ἐτάχθησαν. ἡ δ’ ἀπαρχὴ πρέπουσα ἱερεῦσιν ἀπ’ οὐδενὸς τῶν ἐναίμων, ἀλλ’ ἀπὸ τοῦ καθαρωτάτου τῆς ἀνθρωπίνης τροφῆς·

  56. 1.256.1

    σεμίδαλις γάρ ἐστιν ἡ ἐνδελεχὴς αὐτῶν θυσία, μέτρου ἱεροῦ τὸ δέκατον καθ’ ἑκάστην ἡμέραν, οὗ τὸ μὲν ἥμισυ πρωΐας, τὸ δὲ ἥμισυ δείλης προσάγεται, ταγηνισθὲν ἐν ἐλαίῳ, μηδενὸς εἰς βρῶσιν ὑπολειφθέντος· χρησμὸς γάρ ἐστι, πᾶσαν θυσίαν ἱερέως ὁλόκαυτον εἶναι καὶ μηδὲν αὐτῆς εἰς ἐδωδὴν ἀπονέμεσθαι. εἰρηκότες οὖν, ὡς οἷόν τε ἦν, τὰ περὶ θυσιῶν ἑξῆς καὶ περὶ τῶν θυόντων λέξομεν.

  57. 1.257.1

    Βούλεται τὸν ἀνάγοντα θυσίας ὁ νόμος καθαρὸν εἶναι σῶμα καὶ ψυχήν, ψυχὴν μὲν ἀπό τε τῶν παθῶν καὶ νοσημάτων καὶ ἀρρωστημάτων καὶ κακιῶν τῶν ἔν τε λόγοις καὶ πράξεσι, τὸ δὲ σῶμα ἀφ’ ὧν ἔθος

  58. 1.258.1

    αὐτῷ μιαίνεσθαι. κάθαρσιν δ’ ἐπενόησεν ἑκατέρῳ τὴν προσήκουσαν, ψυχῇ μὲν διὰ τῶν πρὸς τὰς θυσίας εὐτρεπιζομένων ζῴων, σώματι δὲ διὰ λουτρῶν καὶ περιρραντηρίων, περὶ ὧν μικρὸν ὕστερον ἐροῦμεν· ἄξιον γὰρ τῷ κρείττονι καὶ ἡγεμονικωτέρῳ τῶν ἐν ἡμῖν, ψυχῇ, καὶ τὰ τῶν λόγων ἀπονεῖμαι πρεσβεῖα. τίς οὖν ἡ ταύτης κάθαρσις;

  59. 1.259.1

    ἴδε, φησίν, ᾧ οὗτος, ὃ προσάγεις ἱερεῖον, ὡς ἔστιν ὁλόκληρον καὶ παντελῶς μώμων ἀμέτοχον, ἐπικριθὲν ἐκ πολλῶν ἀριστίνδην διανοίαις μὲν ἀδεκάστοις ἱερέων ὀξυωπεστάταις δ’ αὐτῶν ὄψεσι καὶ τῷ συνεχεῖ τῆς ἀσκήσεως συγκεκροτημέναις εἰς ἀνυπαίτιον ἐπίσκεψιν· ἐὰν γὰρ μὴ τοῖς ὀφθαλμοῖς μᾶλλον ἢ τῷ λογισμῷ τοῦτο κατίδῃς, ἐκνίψῃ τὰ ἁμαρτήματα καὶ ὅσας ἐν ἅπαντι τῷ βίῳ κηλῖδας ἀπεμάξω, τὰ μὲν ἀβουλήτοις συντυχίαις, τὰ δὲ καθ’ ἑκούσιον γνώμην.

  60. 1.260.1

    εὑρήσεις γὰρ τὴν τοσαύτην περὶ τὸ ζῷον ἀκριβολογίαν αἰνιττομένην διὰ συμβόλου τὴν τῶν σῶν βελτίωσιν ἠθῶν· οὐ γὰρ ὑπὲρ ἀλόγων ὁ νόμος, ἀλλ’ ὑπὲρ τῶν νοῦν καὶ λόγον ἐχόντων, ὥστε οὐ τῶν θυομένων φροντίς ἐστιν, ἵνα μηδεμίαν ἔχῃ λώβην, ἀλλὰ τῶν θυόντων, ἵνα περὶ μηδὲν πάθος κηραίνωσι.

  61. 1.261.1

    τό γε μὴν σῶμα, ὡς εἶπον, λουτροῖς καὶ περιρραντηρίοις καθαίρει καὶ οὐκ ἐᾷ περιρρανάμενον εἰς ἅπαξ ἢ ἀπολουσάμενον εὐθὺς εἴσω περιβόλων ἱερῶν παρέρχεσθαι, ἀλλὰ ἑπτὰ ἡμέρας ἔξω διατρίβειν κελεύει καὶ δὶς περιρραίνεσθαι τῇ τρίτῃ καὶ ἑβδόμῃ καὶ μετὰ ταῦτα λουσαμένῳ παρέχει τάς τε εἰσόδους καὶ τὰς ἱερουργίας ἀδεεῖς.

  62. 1.262.1

    ὅσον δὲ κἀν τούτῳ τὸ προμηθὲς καὶ φιλόσοφον, ἐπισκεπτέον. οἱ μὲν ἄλλοι σχεδὸν ἅπαντες ἀμιγεῖ ὕδατι περιρραίνονται, θαλάττῃ μὲν οἱ πολλοί, τινὲς δὲ ποταμοῖς, οἱ δὲ καὶ κάλπεσιν ἐκ πηγῶν ἀρυόμενοι· Μωυσῆς δὲ τέφραν προετοιμασάμενος ὑπολειφθεῖσαν ἐξ ἱεροῦ πυρὸς — ὃν δὲ τρόπον, αὐτίκα δηλωθήσεται — ἀπὸ ταύτης φησὶ δεῖν ἀναιρεῖσθαι καὶ ἐμβάλλοντας εἰς ἀγγεῖον αὖθις ὕδωρ ἐπιφέρειν, εἶτα ἐκ τοῦ κράματος βάπτοντας ὑσσώπου κλάδους τοῖς καθαιρομένοις ἐπιρραίνειν.

  63. 1.263.1

    αἰτία δ’ οὐκ ἀπὸ σκοποῦ λέγοιτ’ ἂν ἥδε· βούλεται τοὺς ἐπὶ τὴν τοῦ ὄντος θεραπείαν ἰόντας γνῶναι πρότερον ἑαυτοὺς καὶ τὴν ἰδίαν οὐσίαν· ὁ γὰρ ἀνεπιστήμων ἑαυτοῦ πῶς ἂν δυνηθείη καταλαβεῖν τὴν ἀνωτάτω καὶ πάνθ’ ὑπερβάλλουσαν θεοῦ δύναμιν;

  64. 1.264.1

    ἔστιν οὖν ἡμῶν ἡ κατὰ τὸ σῶμα οὐσία, γῆ καὶ ὕδωρ, ἧς ὑπομιμνῄσκει διὰ τῆς καθάρσεως, αὐτὸ τοῦθ’ ὑπολαμβάνων εἶναι τὴν ὠφελιμωτάτην κάθαρσιν, τὸ γνῶναί τινα ἑαυτὸν καὶ ἐξ οἵων ὡς οὐδεμιᾶς σπουδῆς ἀξίων, τέφρας καὶ ὕδατος, συνεκράθη.

  65. 1.265.1

    τοῦτο γὰρ ἐπιγνοὺς τὴν ἐπίβουλον οἴησιν εὐθὺς ἀποστραφήσεται καὶ καθελὼν τὸ ὑπέραυχον εὐαρεστήσει θεῷ καὶ μεταποιήσεται τῆς ἵλεω δυνάμεως αὐτοῦ τοῦ μισοῦντος ἀλαζονείαν. εἴρηται γάρ που καλῶς, ὅτι ὁ ἐγχειρῶν ὑπεραύχοις ἢ λόγοις ἢ ἔργοις οὐκ ἀνθρώπους μόνον ἀλλὰ καὶ „θεὸν παροξύνει“ τὸν ἰσότητος καὶ παντὸς τοῦ ἀρίστου δημιουργόν (Num. 15,30).

  66. 1.266.1

    ἐν οὖν τῷ περιρραίνεσθαι πληττομένοις καὶ διεγειρομένοις μόνον οὐκ ἄντικρυς αὐτὰ τὰ στοιχεῖα, γῆ καὶ ὕδωρ, φωνὴν ἀφιέντα φησίν· ἡμεῖς ἐσμεν ἡ τοῦ σώματος ὑμῶν οὐσία, ἡμᾶς ἡ φύσις κερασαμένη θείᾳ τέχνῃ διέπλασεν εἰς ἀνθρωπόμορφον ἰδέαν, ἐξ ἡμῶν παγέντες, ὅτε ἐγένεσθε, πάλιν εἰς ἡμᾶς ἀναλυθήσεσθε, ὅταν δέῃ θνῄσκειν· οὐδὲν γὰρ εἰς τὸ μὴ ὂν φθείρεσθαι πέφυκεν, ἀλλ’ ἐξ ὧν ἡ ἀρχή, πρὸς ταῦτα καὶ τὸ τέλος.

  67. 1.267.1

    Ἤδη δ’ ἀναγκαῖον καὶ τὴν ὑπόσχεσιν ἀποδοῦναι τῆς περὶ τὴν τέφραν ταύτην ἰδιότητος· ἔστι γὰρ οὐ ξύλων αὐτὸ μόνον δαπανηθέντων ὑπὸ πυρός, ἀλλὰ καὶ ζῴου πρὸς τὴν τοιαύτην κάθαρσιν ἐπιτηδείου.

  68. 1.268.1

    κελεύει γὰρ δάμαλιν πυρρὰν ἄζυγον ἄμωμον ἀχθεῖσαν σφαγιασθῆναι μὲν ἔξω πόλεως, τὸν δ’ ἀρχιερέα λαμβάνοντα ἀπὸ τοῦ αἵματος ἑπτάκις ἐπιρραίνειν ἀντικρὺ τοῦ νεὼ πάντα, εἶθ’ ὅλην κατακαίειν σὺν δορᾷ καὶ κρέασι καὶ αἵματι καὶ πλήρει τῇ κοιλίᾳ περιττωμάτων· ἤδη δ’ ὑπομαραινομένης τῆς φλογὸς εἰς τὸ μεσαίτατον τρία ταῦτα ἐμβάλλειν, ξύλον κέδρινον καὶ ὕσσωπον καὶ κόκκινον, κελεύει, εἶτ’ ἐὰν ἀποσβεσθῇ, τὴν τέφραν συλλέγειν καθαρὸν ἄνθρωπον καὶ ἀποτιθέναι πάλιν ἔξω πόλεως ἐν χωρίῳ καθαρῷ.

  69. 1.269.1

    τίνα δὲ διὰ τούτων ὡς διὰ συμβόλων αἰνίττεται, δι’ ἑτέρων ἠκριβώσαμεν ἀλληγοροῦντες. ἀναγκαῖον οὖν τοὺς μέλλοντας φοιτᾶν εἰς τὸ ἱερὸν ἐπὶ μετουσίᾳ θυσίας τό τε σῶμα φαιδρύνεσθαι καὶ τὴν ψυχὴν πρὸ τοῦ σώματος· δεσπότις γὰρ καὶ βασιλὶς καὶ ἐν ἅπασι κρείττων ἅτε θειοτέρας φύσεως μεταλαχοῦσα. τὰ δὲ φαιδρύνοντα διάνοιάν ἐστι σοφία καὶ τὰ σοφίας δόγματα πρὸς τὴν θεωρίαν τοῦ κόσμου καὶ τῶν ἐν αὐτῷ ποδηγετοῦντα καὶ ὁ τῶν ἄλλων ἀρετῶν ἱερὸς χορὸς καὶ αἱ κατ’ ἀρετὰς καλαὶ καὶ σφόδρα ἐπαινεταὶ πράξεις.

  70. 1.270.1

    ὁ μὲν οὖν τούτοις διακεκοσμημένος ἴτω θαρρῶν εἰς οἰκειότατον αὐτῷ τὸν νεών, ἐνδιαίτημα πάντων ἄριστον, ἱερεῖον ἐπιδειξόμενος αὑτόν· ὅτῳ δ’ ἐγκάθηνται καὶ ἐλλοχῶσιν αἱ πλεονεξίαι καὶ ἐπιθυμίαι τῶν ἀδικιῶν, ἐγκαλυψάμενος ἠρεμείτω τὴν ἀναίσχυντον ἀπόνοιαν καὶ τὸ λίαν θράσος ἐν οἷς εὐλάβεια λυσιτελὲς ἐπισχών· τὸ γὰρ τοῦ ὄντως ὄντος ἱερὸν ἀνιέροις ἄβατον θυσίαις.

  71. 1.271.1

    εἴποιμ’ ἄν· ὦ γενναῖε, ὁ θεὸς οὐ χαίρει, κἂν ἑκατόμβας ἀνάγῃ τις· κτήματα γὰρ αὐτοῦ τὰ πάντα, κεκτημένος ὅμως οὐδενὸς δεῖται· χαίρει δὲ φιλοθέοις γνώμαις καὶ ἀνδράσιν ἀσκηταῖς ὁσιότητος, παρ’ ὧν ψαιστὰ καὶ κριθὰς καὶ τὰ εὐτελέστατα ὡς τιμιώτατα πρὸ τῶν πολυτελεστάτων ἄσμενος δέχεται·

  72. 1.272.1

    κἂν μέντοι μηδὲν ἕτερον κομίζωσιν, αὑτοὺς φέροντες πλήρωμα καλοκἀγαθίας τελειότατον τὴν ἀρίστην ἀνάγουσι θυσίαν, ὕμνοις καὶ εὐχαριστίαις τὸν εὐεργέτην καὶ σωτῆρα θεὸν γεραίροντες, τῇ μὲν διὰ τῶν φωνητηρίων ὀργάνων, τῇ δὲ ἄνευ γλώττης καὶ στόματος, μόνῃ ψυχῇ τὰς νοητὰς ποιούμενοι διεξόδους καὶ ἐκβοήσεις, ὧν ἓν μόνον οὖς ἀντιλαμβάνεται τὸ θεῖον· αἱ γὰρ τῶν ἀνθρώπων οὐ φθάνουσιν ἀκοαὶ συναισθέσθαι.

  73. 1.273.1

    Ὡς δ’ ἀψευδής ἐστιν οὗτος ὁ λόγος καὶ οὐκ ἐμὸς ἀλλὰ τῆς φύσεως, μαρτυρεῖ μέν πως καὶ ἡ ἐνάργεια τρανὴν παρέχουσα πίστιν τοῖς μὴ διὰ τὸ φιλόνεικον ἐπιτηδεύουσιν ἀπιστίαν, μαρτυρεῖ δὲ καὶ ὁ νόμος προστάξας δύο κατασκευασθῆναι βωμοὺς καὶ ταῖς ὕλαις καὶ τοῖς τόποις καὶ ταῖς χρείαις διαφέροντας·

  74. 1.274.1

    ὁ μὲν γὰρ ἐκ λίθων λογάδων ἀτμήτων συνῳκοδόμηται καὶ ἐν ὑπαίθρῳ παρὰ ταῖς τοῦ νεὼ προσβάσεσιν ἵδρυται καὶ γέγονε πρὸς χρείαν τὴν τῶν ἐναίμων· ὁ δὲ χρυσοῦ μὲν τοῦ καθαρωτάτου κατεσκεύασται, ἵδρυται δ’ ἐν ἀδύτοις εἴσω τοῦ προτέρου καταπετάσματος, ὃς οὐδενὶ τῶν ἄλλων ἐστὶν ὁρατὸς ὅτι μὴ τοῖς ἁγνεύουσι τῶν ἱερέων καὶ γέγονε πρὸς χρείαν τὴν τῶν θυμιαμάτων.

  75. 1.275.1

    ἐξ οὗ δῆλόν ἐστιν, ὅτι καὶ βραχύτατον λιβανωτὸν παρ’ ἀνδρὸς ὁσίου τιμιώτερον ὁ θεὸς νομίζει μυρίων θρεμμάτων, ὅσα ἄν τις ἱερουργῇ μὴ σφόδρα ἀστεῖος ὤν· ὅσῳ γάρ, οἶμαι, λίθων μὲν εἰκαίων ἀμείνων χρυσός, τὰ δ’ ἐν ἀδύτοις τῶν ἐκτὸς ἁγιώτερα, τοσούτῳ κρείττων ἡ διὰ τῶν ἐπιθυμιωμένων εὐχαριστία τῆς διὰ τῶν ἐναίμων.

  76. 1.276.1

    ὅθεν οὐ μόνον ὕλης πολυτελείᾳ καὶ κατασκευῇ καὶ τόπῳ τετίμηται ὁ τῶν θυμιαμάτων βωμός, ἀλλὰ καὶ τῷ πρότερον καθ’ ἑκάστην ἡμέραν ὑπηρετεῖν ταῖς πρὸς θεὸν ἀνθρώπων εὐχαριστίαις· οὐ γὰρ ἐφεῖται τὴν ὁλόκαυτον θυσίαν ἔξω προσαγαγεῖν, πρὶν ἔνδον περὶ βαθὺν ὄρθρον ἐπιθυμιᾶσαι.

  77. 1.277.1

    τὸ δ’ ἐστὶ σύμβολον οὐχ ἑτέρου τινὸς ἢ τοῦ παρὰ θεῷ μὴ τὸ πλῆθος τῶν καταθυομένων εἶναι τίμιον, ἀλλὰ τὸ καθαρώτατον τοῦ θύοντος πνεῦμα λογικόν· εἰ μὴ ἄρα δικαστὴς μέν, ᾧ μέλει τῆς ὁσίας κρίσεως, παρά τινος τῶν κρινομένων οὐκ ἂν λάβοι δῶρα ἢ λαβὼν ἔνοχος ἔσται δωροδοκίᾳ, οὐδ’ ἀνὴρ ἀστεῖος παρὰ μοχθηροῦ τινος, ἄνθρωπος παρ’ ἀνθρώπου πλουτοῦντος αὐτὸς ἴσως δεόμενος, σὺ δ’ ᾠήθης τὸν θεὸν δεκάζεσθαι, τὸν αὐταρκέστατον ἑαυτῷ καὶ μηδενὸς τῶν ἐν γενέσει χρεῖον, ὅστις ὢν τὸ πρῶτον ἀγαθόν, τὸ τελειότατον, ἡ ἀέναος πηγὴ φρονήσεως καὶ δικαιοσύνης καὶ πάσης ἀρετῆς, ἀποστρέφεται τὰς παρὰ τῶν ἀδίκων δωρεάς.

  78. 1.278.1

    ὁ δὲ κομίζων οὐ πάντων ἀναισχυντότατος ἐξ ὧν ἔκλεψεν ἢ ἥρπασεν ἢ ἠρνήσατο ἢ ἀπεστέρησε μέρος ὡς κοινωνῷ τῆς ἑαυτοῦ κακίας καὶ πλεονεξίας διδούς; πάντων κακοδαιμονέστατε, εἴποιμ’ ἂν τῷ τοιούτῳ, δυοῖν θάτερον ἢ λήσεσθαι προσδοκᾷς ἢ καταφανήσεσθαι·

  79. 1.279.1

    λήσεσθαι μὲν οὖν ὑπολαμβάνων ἀνεπιστήμων εἶ θεοῦ δυνάμεως, καθ’ ἣν ἅμα πάντα ὁρᾷ καὶ πάντων ἀκούει· νομίζων δ’ ἐμφανήσεσθαι θρασύτατος εἶ· δέον ἐφ’ οἷς ἥμαρτες ἐγκαλύπτεσθαι, προφέρεις εἰς μέσον τὰ δείγματα ὧν ἠδίκησας καὶ ἐπισεμνυνόμενος διανέμῃ πρὸς θεόν, ἀπαρχὰς αὐτῷ κομίζων ἀνοσίους, καὶ οὐκ ἐλογίσω τοῦθ’ ὅτι οὔτε νόμος ἀνομίαν παραδέχεται οὔτε φῶς ἡλιακὸν σκότος. ὁ δὲ θεὸς καὶ νόμων ἐστὶ παράδειγμα ἀρχέτυπον καὶ ἡλίου ἥλιος, νοητὸς αἰσθητοῦ, παρέχων ἐκ τῶν ἀοράτων πηγῶν ὁρατὰ φέγγη τῷ βλεπομένῳ.

  80. 1.280.1

    Πάνυ καλῶς ἐν ταῖς ἱεραῖς τοῦ νόμου στήλαις κἀκεῖνο ἀναγέγραπται, μίσθωμα πόρνης εἰς τὸ ἱερὸν μὴ κομίζειν πεπρακυίας τὴν ἰδίαν ὥραν, ἑλομένης ἕνεκα λημμάτων αἰσχρῶν ἐπονείδιστον βίον.

  81. 1.281.1

    εἰ δὲ τὰ παρὰ γυναικὸς ἡταιρηκυίας δῶρα ἀνίερα, πῶς οὐχὶ μᾶλλον τὰ παρὰ ψυχῆς πεπορνευμένης, ἥτις παρέρριψεν ἑαυτὴν ἐπ’ αἰσχύνῃ καὶ ὕβρεσι ταῖς ἐσχάταις, οἰνοφλυγίαις, ὀψοφαγίαις, φιλαργυρίαις, φιλοδοξίαις, φιληδονίαις, ἄλλαις μυρίαις παθῶν τε αὖ καὶ νοσημάτων καὶ κακιῶν ἰδέαις; ὧν τὰ μιάσματα ἐκεῖνα τίς ἂν ἐκνίψαι χρόνος; ἔγωγε οὐκ οἶδα.

  82. 1.282.1

    τῶν μὲν γὰρ ἑταιρῶν τὴν ἐργασίαν κατέλυσε πολλάκις γῆρας, ἐπειδήπερ ἐξώροις γενομέναις οὐδεὶς ἔτι πρόσεισιν, ἀπομαρανθείσης ὥσπερ τινῶν ἀνθῶν τῆς ἀκμῆς· ψυχῆς δὲ πορνείαν ἀκολασίᾳ συντρόφῳ καὶ συνήθει πεπαιδοτριβημένης τίς ἂν αἰὼν μεταβάλοι πρὸς εὐκοσμίαν; αἰὼν μὲν οὔ, θεὸς δὲ μόνος, ᾧ δυνατὰ τὰ παρ’ ἡμῖν ἀδύνατα.

  83. 1.283.1

    δεῖ δὴ τὸν μέλλοντα θύειν σκέπτεσθαι, μὴ εἰ τὸ ἱερεῖον ἄμωμον, ἀλλ’ εἰ ἡ διάνοια ὁλόκληρος αὐτῷ καὶ παντελὴς καθέστηκε. διερευνάτω μέντοι καὶ τὰς αἰτίας, ὧν ἕνεκα ἀνάγειν ἀξιοῖ θυσίας· ἤτοι γὰρ εὐχαριστῶν ἐπὶ προϋπηργμέναις εὐεργεσίαις ἢ βεβαιότητα παρόντων ἢ μελλόντων κτῆσιν ἀγαθῶν αἰτούμενος ἢ κακῶν παρόντων ἢ προσδοκωμένων ἀποτροπήν, ἐφ’ οἷς ἅπασιν ὑγείαν καὶ σωτηρίαν ἐκπορίζειν ὀφείλει τῷ λογισμῷ.

  84. 1.284.1

    εἴτε γὰρ ἐπὶ προϋπηργμέναις εὐχαριστεῖ, μὴ ἀχαριστησάτω φαῦλος γενόμενος — σπουδαίῳ γὰρ ἐδόθησαν αἱ χάριτες —, εἴτε βεβαιούμενος τὰ παρόντα ἀγαθὰ καὶ χρηστὰ περὶ τῶν μελλόντων προσδοκῶν, ἄξιον αὑτὸν παρεχέτω τῶν εὐπραγιῶν ἀστεῖος ὤν, εἴτε κακῶν τινων φυγὴν αἰτούμενος, μὴ δράτω κολάσεων ἐπάξια καὶ τιμωριῶν.

  85. 1.285.1

    Πῦρ, φησίν, ἐπὶ τοῦ θυσιαστηρίου καυθήσεται διὰ παντὸς ἄσβεστον· εἰκότως, οἶμαι, καὶ προσηκόντως· ἐπειδὴ γὰρ αἱ τοῦ θεοῦ χάριτες ἀέναοι καὶ ἀνελλιπεῖς καὶ ἀδιάστατοι, ὧν μεθ’ ἡμέραν καὶ νύκτωρ οἱ ἄνθρωποι τυγχάνουσιν, καὶ τὸ σύμβολον τῆς εὐχαριστίας, ἡ ἱερὰ φλόξ, ζωπυρείσθω καὶ ἀεὶ ἄσβεστος ἔστω.

  86. 1.286.1

    τάχα μέντοι καὶ διὰ τοῦδε βούλεται τὰς παλαιὰς ταῖς νέαις θυσίαις ἁρμόσασθαι καὶ ἑνῶσαι τῇ μονῇ καὶ παρουσίᾳ τοῦ αὐτοῦ πυρός, ᾧ πᾶσαι καθιεροῦνται, πρὸς ἔνδειξιν τοῦ τελείας ἐν εὐχαριστίαις εἶναι, κἂν ἀπὸ μυρίων ὅσων ἀφορμῶν γίνωνται κατὰ περιουσίας ἀφθόνους ἢ τοὐναντίον ἐνδείας τῶν προσαγομένων.

  87. 1.287.1

    τὰ μὲν ῥητὰ ταῦτα [σύμβολα νοητῶν], τὰ δὲ πρὸς διάνοιαν τοῖς τῆς ἀλληγορίας κανόσιν ἐπισκεπτέον· πρὸς ἀλήθειαν τοῦ θεοῦ θυσιαστήριόν ἐστιν ἡ εὐχάριστος τοῦ σοφοῦ ψυχὴ παγεῖσα ἐκ τελείων ἀρετῶν ἀτμήτων καὶ ἀδιαιρέτων· οὐδὲν γὰρ μέρος ἀρετῆς ἀχρεῖον.

  88. 1.288.1

    ἐπὶ ταύτης ἀεὶ τὸ ἱερὸν φῶς ἀνακαίεται φυλαττόμενον ἄσβεστον· διανοίας δὲ φῶς ἐστι σοφία, ἐπεὶ καὶ τοὐναντίον σκότος ψυχῆς ἀφροσύνη· ὅπερ γὰρ αἰσθητὸν φῶς ὀφθαλμοῖς πρὸς κατάληψιν σωμάτων, τοῦτ’ ἐπιστήμη λογισμῷ πρὸς θεωρίαν τῶν ἀσωμάτων καὶ νοητῶν, ἧς ἀεὶ τὸ φέγγος ἐπιλάμπει μηδέποτε ἀμαυρούμενον ἢ σβεννύμενον.

  89. 1.289.1

    Μετὰ ταῦτά φησιν· „ἐπὶ παντὸς δώρου προσοίσετε ἅλα”, δι’ οὗ, καθάπερ καὶ πρότερον εἶπον, τὴν εἰς ἅπαν διαμονὴν αἰνίττεται· φυλακτήριον γὰρ οἱ ἅλες σωμάτων, τετιμημένοι ψυχῆς δευτερείοις· ὡς γὰρ αἰτία τοῦ μὴ διαφθείρεσθαι τὰ σώματα ψυχή, καὶ οἱ ἅλες ἐπὶ πλεῖστον αὐτὰ συνέχοντες καὶ τρόπον τινὰ ἀθανατίζοντες.

  90. 1.290.1

    διὸ καὶ κέκληκε θυσιαστήριον, ἴδιον καὶ ἐξαίρετον ὄνομα θέμενος αὐτῷ παρὰ τὸ διατηρεῖν, ὡς ἔοικε, τὰς θυσίας, καίτοι τῶν κρεῶν ἀναλισκομένων ὑπὸ πυρός· ὡς εἶναι σαφεστάτην πίστιν, ὅτι οὐ τὰ ἱερεῖα θυσίαν ἀλλὰ τὴν διάνοιαν καὶ προθυμίαν ὑπολαμβάνει τοῦ καταθύοντος εἶναι, ἐν ᾗ τὸ μόνιμον καὶ βέβαιον ἐξ ἀρετῆς.

  91. 1.291.1

    προσέτι κἀκεῖνο προσνομοθετεῖ, κελεύων πᾶσαν θυσίαν δίχα ζύμης καὶ μέλιτος προσάγεσθαι, μηδέτερον ἀξιῶν ἀναφέρειν ἐπὶ τὸ θυσιαστήριον· μέλι μὲν ἴσως, ἐπειδήπερ ἡ συναγωγὸς αὐτοῦ μέλιττα ζῷόν ἐστιν οὐ καθαρόν, ἐκ σήψεως καὶ φθορᾶς νεκρῶν, ὡς ὁ λόγος, βοῶν γεννώμενον, καθὰ καὶ οἱ σφῆκες ἐξ ἱππείων σωμάτων·

  92. 1.292.1

    ἢ κατὰ σύμβολον τοῦ πᾶσαν ἀνίερον εἶναι τὴν περιττὴν ἡδονήν, τὰ μὲν περὶ τὴν κατάποσιν γλυκαίνουσαν, πικρὰς δὲ καὶ δυσιάτους αὖθις ἐπιφέρουσαν ἀλγηδόνας, ὑφ’ ὧν ἀνάγκη τὴν ψυχὴν σείεσθαι καὶ κλονεῖσθαι παγίως ἱδρυθῆναι μὴ δυναμένην·

  93. 1.293.1

    ζύμην δὲ διὰ τὴν γινομένην ἔπαρσιν ἐξ αὐτῆς, πάλιν συμβολικῶς, ἵνα μηδεὶς προσιὼν τῷ θυσιαστηρίῳ τὸ παράπαν ἐπαίρηται φυσηθεὶς ὑπ’ ἀλαζονείας, ἀλλ’ εἰς τὸ τοῦ θεοῦ μέγεθος ἀποβλέπων αἴσθησιν λαμβάνῃ τῆς περὶ τὸ γενητὸν ἀσθενείας, κἂν εὐτυχίαις ἑτέρων διαφέρῃ, καὶ τὸν εἰκότα ποιησάμενος λογισμὸν στέλλῃ τὸ τοῦ φρονήματος ὑπέραυχον ὕψος, τὴν ἐπίβουλον οἴησιν καθαιρῶν.

  94. 1.294.1

    εἰ γὰρ ὁ τῶν ὅλων κτίστης καὶ ποιητὴς καὶ πάντων ἀνεπιδεὴς ὧν ἐγέννησεν, οὐ πρὸς τὰς ὑπερβολὰς τοῦ κράτους αὑτοῦ καὶ τῆς ἐξουσίας ἀπιδὼν ἀλλὰ πρὸς τὴν σὴν ἀσθένειαν, μεταδίδωσί σοι τῆς ἵλεω δυνάμεως αὑτοῦ τὰς ἐνδείας ἀναπληρῶν αἷς κέχρησαι, σὲ τί ποιεῖν ἁρμόττει πρὸς ἀνθρώπους τοὺς φύσει συγγενεῖς καὶ ἀπὸ τῶν αὐτῶν στοιχείων σπαρέντας, τὸν μηδὲν εἰς τὸν κόσμον ἀλλὰ μηδὲ σαυτὸν εἰσενηνοχότα;

  95. 1.295.1

    γυμνὸς μὲν γάρ, θαυμάσιε, ἦλθες, γυμνὸς δὲ πάλιν ἄπεις, τὸν μεταξὺ χρόνον γενέσεως καὶ θανάτου παρὰ τοῦ θεοῦ χρῆσιν λαβών, ἐν ᾧ τί ποιεῖν προσῆκον ἦν ἢ κοινωνίας καὶ ὁμονοίας ἰσότητός τε καὶ φιλανθρωπίας καὶ τῆς ἄλλης ἀρετῆς ἐπιμελεῖσθαι, ἀποβαλλόμενον τὴν ἄνισον καὶ ἄδικον καὶ ἀσύμβατον κακίαν, ἣ τὸ ἡμερώτατον φύσει ζῷον, ἄνθρωπον, ὠμὸν καὶ ἀτίθασον ἐργάζεται;

  96. 1.296.1

    Πάλιν ἀφ’ ἑσπέρας ἕως πρωίας προστάττει καίεσθαι λύχνους ἐπὶ τῆς ἱερᾶς λυχνίας εἴσω τοῦ καταπετάσματος, πολλῶν χάριν· ἑνὸς μὲν ἵνα ἐκ διαδοχῆς τοῦ μεθημερινοῦ φωτὸς καταλάμπηται τὰ ἅγια γινόμενα ἀεὶ σκότους ἀμέτοχα καθ’ ὁμοιότητα τῶν ἀστέρων· καὶ γὰρ οὗτοι δύντος ἡλίου τὸ ἴδιον ἀναφαίνουσι φέγγος ἣν ἐτάχθησαν ἐν τῷ κόσμῳ τάξιν οὐ λείποντες·

  97. 1.297.1

    ἑτέρου δὲ τοῦ καὶ νύκτωρ ἀδελφόν τι καὶ συγγενὲς ταῖς μεθημεριναῖς θυσίαις ἐπιτελεῖσθαι πρὸς ἀρέσκειαν θεοῦ καὶ μηδένα χρόνον ἢ καιρὸν εὐχαριστίας παραλείπειν· ἐπιτηδειοτάτη δὲ καὶ προσφυεστάτη νυκτὶ τῆς εὐχαριστίας θυσία — θυσίαν γὰρ αὐτὴν ἄξιον καλεῖν — ἡ τοῦ ἱερωτάτου φέγγους ἐν τοῖς ἀδύτοις αὐγή·

  98. 1.298.1

    τρίτου δὲ καὶ σφόδρα ἀναγκαίου· ἐπειδὴ γὰρ οὐ μόνον ἐγρηγορότες εὖ πάσχομεν ἀλλὰ καὶ καθεύδοντες, τοῦ φιλοδώρου θεοῦ μεγάλην ἐπικουρίαν, ὕπνον, τῷ θνητῷ γένει παρασχόντος ἐπ’ ὠφελείᾳ σώματός τε καὶ ψυχῆς, τοῦ μὲν σώματος τῶν μεθημερινῶν πόνων ἀφιεμένου, τῆς δὲ ψυχῆς ἐπικουφιζομένης τὰς φροντίδας καὶ ἀναχωρούσης εἰς ἑαυτὴν ἀπὸ τοῦ τῶν αἰσθήσεων ὄχλου καὶ θορύβου καὶ δυναμένης τότε γοῦν ἰδιάζειν καὶ ἐνομιλεῖν ἑαυτῇ, προσηκόντως ἐδικαίωσεν ὁ νόμος τὰς εὐχαριστίας διακληρῶσαι, ὑπὲρ μὲν ἐγρηγόρσεως διὰ τῶν προσαγομένων ἱερείων, ὑπὲρ δὲ ὕπνου καὶ τῶν ἀπὸ τοῦδε ὠφελειῶν διὰ τῆς τῶν ἱερῶν λύχνων ἐξάψεως.

  99. 1.299.1

    Ἃ μὲν οὖν πρὸς εὐσέβειαν νομοθετεῖται κατὰ προστάξεις καὶ ἀπαγορεύσεις, ταῦτα καὶ τὰ τούτοις παραπλήσιά ἐστιν· ἃ δὲ κατὰ τὰς φιλοσόφους ὑποθήκας καὶ παραινέσεις, ὧδε λεκτέον. αἰτεῖται γάρ, φησίν, ὦ διάνοια, παρὰ σοῦ ὁ θεὸς οὐδὲν βαρὺ καὶ ποικίλον ἢ δύσεργον ἀλλὰ ἁπλοῦν πάνυ καὶ ῥᾴδιον.

  100. 1.300.1

    ταῦτα δ’ ἐστὶν ἀγαπᾶν αὐτὸν ὡς εὐεργέτην, εἰ δὲ μή, φοβεῖσθαι γοῦν ὡς ἄρχοντα καὶ κύριον, καὶ διὰ πασῶν ἰέναι τῶν εἰς ἀρέσκειαν ὁδῶν καὶ λατρεύειν αὐτῷ μὴ παρέργως ἀλλὰ ὅλῃ τῇ ψυχῇ πεπληρωμένῃ γνώμης φιλοθέου καὶ τῶν ἐντολῶν αὐτοῦ περιέχεσθαι καὶ τὰ δίκαια τιμᾶν. ἐξ ὧν ἁπάντων αὐτὸς μὲν ἐν ὁμοίᾳ μένει φύσει μὴ τρεπόμενος. ἔτι δὲ τῶν ἄλλων ὅσα κατὰ τὸν κόσμον ἐστὶ βελτίωσιν ἴσχει, ἥλιος ἢ σελήνη ἢ τὸ πλῆθος τῶν ἄλλων ἀστέρων ἢ ὁ σύμπας οὐρανός. ἀλλὰ καὶ τῆς γῆς τὰ μὲν ὄρη πρὸς ὕψος αἴρεται περιμηκέστατον, ἡ δὲ πεδιὰς ὥσπερ αἱ χυταὶ οὐσίαι ἐπὶ πλεῖστον εὐρύνεται, καὶ ἡ θάλαττα μεταβάλλει πρὸς πότιμον ἢ οἱ ποταμοὶ πελαγῶν ἐξισοῦνται μεγέθεσιν. ἐπὶ μὲν οὖν τῶν αὐτῶν ὅρων ἕκαστον ἵδρυται ἐφ’ οἷς εὐθὺς ἐξ ἀρχῆς ὅτε ἐποίησεν ὁ θεὸς ἐτάχθη· σὺ δὲ βελτίων ἔσῃ ζῶν ἀνυπαιτίως. τί δὴ τούτων ἀργαλέον ἐστὶν ἢ ἐπίπονον;

← Previous · Next → — showing 201300 of 1,054

First Thousand Years of Greek. CTS URN tlg0018.tlg024.1st1K-grc1. Via the Perseus Digital Library / Open Greek and Latin TEI corpora. Licence: Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License. Source.