De specialibus legibus (lib. i‑iv)
- 1.301.1
οὐκ ἄπλωτα πελάγη δεῖ περαιοῦσθαι καὶ μέσου χειμῶνος κλύδωνι καὶ βίαις ἐναντίων πνευμάτων κλονουμένους ἄνω καὶ κάτω θαλαττεύειν ἢ τραχείας καὶ ἀτριβεῖς πεζεύειν ἀνοδίας, οὐχ ὁδούς, λῃστῶν ἢ θηρίων ἐφόδους ἀεὶ κατεπτηχότας ἢ τειχοφυλακεῖν ἐν ὑπαίθρῳ νυκτερεύοντας, ἐφεδρευόντων πολεμίων καὶ τοὺς ἀνωτάτω κινδύνους ἀπειλούντων — ἄπαγε, μηδὲν ἐπὶ καλοῖς λεγέσθω τῶν ἀηδῶν· εὐφημητέον ἐπὶ τοῖς οὕτω συμφέρουσιν.
- 1.302.1
ἐπινεῦσαι μόνον δεῖ τὴν ψυχήν, καὶ πάρεστιν ἐν ἑτοίμῳ τὰ πάντα. ἢ τοῦτο ἀγνοεῖς, ὅτι τοῦ θεοῦ καὶ ὁ αἰσθητός ἐστιν οὐρανὸς καὶ ὁ νοητός, ὁ κυρίως, εἴποι τις ἄν, „οὐρανὸς οὐρανοῦ”, καὶ πάλιν ἡ γῆ καὶ τὰ ἐν αὐτῇ καὶ σύμπας ὁ κόσμος, ὅ τε ὁρατὸς καὶ ὁ ἀόρατος καὶ ἀσώματος, τὸ παράδειγμα τοῦ ὁρατοῦ οὐρανοῦ;
- 1.303.1
ἀλλ’ ὅμως καὶ ἐξ ἅπαντος ἀνθρώπων γένους τοὺς πρὸς ἀλήθειαν ἀνθρώπους ἀριστίνδην ἐπιλέξας εἵλετο καὶ προνομίας ἠξίωσε τῆς πάσης, ἐπὶ τὴν θεραπείαν καλέσας ἑαυτοῦ, τὴν ἀέναον τῶν καλῶν πηγήν, ἀφ’ ἧς καὶ τὰς ἄλλας ὤμβρησεν ἀρετὰς καὶ ἀνέχεεν εἰς ἀπόλαυσιν ὠφελιμωτάτην, νέκταρος μᾶλλον ἢ οὐχ ἧττον ἀθανατίζον ποτόν.
- 1.304.1
οἰκτροὶ δὲ καὶ κακοδαίμονες ὅσοι μὴ τὸν ἀρετῆς πότον εὐωχήθησαν καὶ κακοδαιμονέστατοι διετέλεσαν οἱ εἰς ἅπαν ἄγευστοι καλοκἀγαθίας, παρὸν καὶ ἐνευφρανθῆναι καὶ ἐντρυφῆσαι δικαιοσύνῃ καὶ ὁσιότητι· ἀλλ’ εἰσὶν ἀπερίτμητοι τὴν καρδίαν, ᾗ φησιν ὁ νόμος, καὶ διὰ σκληρότητα τρόπων ἀφηνιασταί, σκιρτῶντες αὐθαδῶς καὶ ἀπαυχενίζοντες·
- 1.305.1
οὓς νουθετεῖ φάσκων· „περιτέμνεσθε τὴν σκληροκαρδίαν” (Deut. 10, 16), τὸ δέ ἐστι, τὰς περιττευούσας φύσεις τοῦ ἡγεμονικοῦ, ἃς αἱ ἄμετροι τῶν παθῶν ἔσπειράν τε καὶ συνηύξησαν ὁρμαὶ καὶ ὁ κακὸς ψυχῆς γεωργὸς ἐφύτευσεν, ἀφροσύνη, μετὰ σπουδῆς ἀποκείρασθε.
- 1.306.1
καὶ ὁ τράχηλος, φησίν, ὑμῶν μὴ σκληρὸς ἔστω, τουτέστι, μὴ ἀκαμπὴς ὁ νοῦς καὶ αὐθαδέστατος, μηδ’ ὑπὸ τῆς ἄγαν σκαιότητος ἐπιτηδευέτω τὴν βλαβερωτάτην ἀμαθίαν, ἀλλὰ τὸ φύσει δύσκολον καὶ δύστροπον ἀποθέμενος ὡς ἐχθρὸν μεταβαλλέτω πρὸς τὸ εὔκολον, πειθαρχήσων νόμοις φύσεως.
- 1.307.1
ἢ οὐχ ὁρᾷς, ὅτι περὶ τὸ ὂν αἱ πρῶται καὶ μέγισται τῶν δυνάμεών εἰσιν, ἥ τε εὐεργέτις καὶ κολαστήριος; καὶ προσηγόρευται ἡ μὲν εὐεργέτις θεός, ἐπειδὴ κατὰ ταύτην ἔθηκε καὶ διεκόσμησε τὸ πᾶν, ἡ δὲ ἑτέρα κύριος, καθ’ ἣν ἀνῆπται τῶν ὅλων τὸ κράτος. θεὸς δὲ οὐκ ἀνθρώπων μόνον ἀλλὰ καὶ θεῶν ἐστι θεός, καὶ ἄρχων οὐκ ἰδιωτῶν μόνον ἀλλὰ καὶ ἀρχόντων, μέγας τέ ἐστιν ὢν ὄντως καὶ ἰσχυρὸς καὶ
- 1.308.1
κραταιός. ἀλλ’ ὅμως. ὁ τοσοῦτος ἐν ἀρεταῖς καὶ δυνάμεσιν ἔλεον καὶ οἶκτον λαμβάνει τῶν ἐν ἐνδείαις ἀπορωτάτων, οὐκ ἀπαξιῶν γενέσθαι κριτὴς προσηλύτοις ἢ ὀρφανοῖς ἢ χήραις, ἀλλὰ βασιλέων καὶ τυράννων καὶ τῶν ἐν μεγάλαις δυναστείαις ὑπεριδὼν τὸ ταπεινὸν τῶν λεχθέντων ἀξιοῖ προνοίας.
- 1.309.1
τῶν μὲν ἐπηλύτων διὰ τόδε· καταλιπόντες οὗτοι τὰ πάτρια οἷς ἐνετράφησαν ψευδῶν πλασμάτων γέμοντα καὶ τύφου, γενόμενοι ἀτυφίας καὶ ἀληθείας ἐρασταὶ γνήσιοι, μετεχώρησαν πρὸς εὐσέβειαν, ἱκέται τε καὶ θεραπευταὶ τοῦ ὄντως ὄντος ἀξίως ὄντες τῆς προνοίας τῆς ἁρμοττούσης εἰκότως μεταλαγχάνουσι, καρπὸν εὑράμενοι τῆς ἐπὶ τὸν θεὸν καταφυγῆς τὴν ἀπ’ αὐτοῦ βοήθειαν.
- 1.310.1
ὀρφανῶν δὲ καὶ χηρῶν, ἐπειδὴ κηδεμόνας ἀφῄρηνται, οἱ μὲν γονεῖς, αἱ δὲ ἄνδρας, καταφυγὴ δ’ οὐδεμία τοῖς οὕτως ἐρήμοις ἐξ ἀνθρώπων ἀπολείπεται· διὸ τῆς μεγίστης ἐλπίδος οὐκ ἀμοιροῦσι, τοῦ θεοῦ, διὰ τὴν ἵλεω φύσιν αὐτοῦ τὴν πρόνοιαν καὶ ἐπιμέλειαν μὴ ἀποστραφέντος τῶν οὕτως ἐρήμων.
- 1.311.1
ἔστω δή, φησί, μόνος θεὸς αὔχημά σου καὶ μέγιστον κλέος, καὶ μήτ’ ἐπὶ πλούτῳ μήτε δόξῃ μήτε ἡγεμονίᾳ μήτε σώματος εὐμορφίᾳ μήτε ῥώμῃ μήτε τοῖς παραπλησίοις, ἐφ’ οἷς εἰώθασιν οἱ κενοὶ φρενῶν ἐπαίρεσθαι, σεμνυνθῇς, λογισάμενος ὅτι πρῶτον μὲν ἀμέτοχα ταῦτ’ ἐστὶ τῆς τοῦ ἀγαθοῦ φύσεως, ἔπειτα δ’ ὅτι καιρὸν ὀξὺν ἔχει τῆς μεταβολῆς, μαραινόμενα τρόπον τινά, πρὶν ἀνθῆσαι βεβαίως.
- 1.312.1
ὃ δὴ πάγιον καὶ ἄτρεπτον καὶ ἀμετάβλητον ἀγαθὸν μεταδιώκωμεν καὶ τῆς ἱκεσίας καὶ θεραπείας αὐτοῦ περιεχώμεθα καὶ μήτε κρατήσαντες ἐχθρῶν ζηλώσωμεν τὰς ἐκείνων ἐν αἷς εὐσεβεῖν δοκοῦσιν ἀσεβείας υἱοὺς καὶ θυγατέρας τοῖς αὑτῶν κατακαίοντες θεοῖς — οὐχ
- 1.313.1
ὅτι τὰ τέκνα πᾶσι τοῖς βαρβάροις ἐμπιμπράναι δι’ ἔθους ἐστίν· οὐ γὰρ οὕτως ἐξηγρίωνται τὰς φύσεις, ὡς, ἃ μηδὲ πολεμίους καὶ ἐχθροὺς ἀσυμβάτους ἐν πολέμῳ, ταῦτα τοὺς φιλτάτους καὶ οἰκειοτάτους ἐν εἰρήνῃ δρᾶν ὑπομένειν· ἀλλ’ ὅτι τὰς ψυχὰς τῷ ὄντι καταφλέγουσι καὶ διαφθείρουσιν ὧν ἐγέννησαν ἐξ ἔτι σπαργάνων ἁπαλαῖς ἔτι μὴ ἐγχαράττοντες τὰς ἀληθείας δόξας περὶ τοῦ ἑνὸς καὶ πρὸς ἀλήθειαν ὄντος θεοῦ — μήτ’ οὖν ἡττηθέντες ἀναπέσωμεν καὶ ὑπαχθῶμεν ταῖς ἐκείνων εὐτυχίαις ὡς δι’ εὐσέβειαν νενικηκότων·
- 1.314.1
πολλοῖς γὰρ ἐπ’ ἐνέδρᾳ συμβαίνουσιν αἱ παραυτίκα εὐπραγίαι δέλεαρ σφοδρῶν καὶ ἀνιάτων οὖσαι κακῶν· εἰκὸς δὲ καὶ ἀναξίους ὄντας κατορθοῦν, μὴ δι’ ἑαυτούς, ἀλλὰ ὑπὲρ τοῦ λυπεῖσθαι καὶ ἀνιᾶσθαι σφοδρότερον ἡμᾶς οὐχ ὅσια δρῶντας, οἳ γεννηθέντες ἐν πολιτείᾳ φιλοθέῳ καὶ ἐντραφέντες νόμοις ἐπὶ πᾶσαν ἀρετὴν ἀλείφουσι καὶ ἐκ πρώτης ἡλικίας παιδευόμενοι τὰ κάλλιστα παρὰ θεσπεσίοις ἀνδράσι τῶν μὲν ὀλιγωροῦμεν, τῶν δ’ ὡς ἀληθῶς ὀλιγωρίας ἀξίων περιεχόμεθα, παιδιὰν μὲν τὰ σπουδαῖα, σπουδὴν δὲ τὰ παιδιᾶς ἄξια ἡγούμενοι.
- 1.315.1
Κἂν μέντοι τις ὄνομα καὶ σχῆμα προφητείας ὑποδύς, ἐνθουσιᾶν καὶ κατέχεσθαι δοκῶν, ἄγῃ πρὸς τὴν τῶν νενομισμένων κατὰ πόλεις θρησκείαν θεῶν, οὐκ ἄξιον προσέχειν ἀπατωμένους ὀνόματι προφήτου· γόης γὰρ ἀλλ’ οὐ προφήτης ἐστὶν ὁ τοιοῦτος, ἐπειδὴ ψευδόμενος λόγια καὶ χρησμοὺς ἐπλάσατο.
- 1.316.1
κἂν ἀδελφὸς ἢ υἱὸς ἢ θυγάτηρ ἢ γυνὴ ἡ οἰκουρὸς ἢ γνήσιος φίλος ἤ τις ἕτερος εὔνους εἶναι δοκῶν εἰς τὰ ὅμοια ἐνάγῃ προτρέπων συνασμενίζειν τοῖς πολλοῖς καὶ ἐπὶ τὰ αὐτὰ ἱερὰ καὶ τὰς αὐτὰς σπονδάς τε καὶ θυσίας ἀφικνεῖσθαι, κολαστέον ὡς δήμιον καὶ κοινὸν ἐχθρὸν ὄντα ὀλίγα φροντίσαντας οἰκειότητος καὶ τὰς παραινέσεις αὐτοῦ διαγγελτέον πᾶσι τοῖς εὐσεβείας ἐρασταῖς, οἳ ἀνυπερθέτῳ τάχει ταῖς κατ’ ἀνδρὸς ἀνοσίου τιμωρίαις ἐπιδραμοῦνται κρίνοντες εὐαγὲς τὸ κατ’ αὐτοῦ φονᾶν.
- 1.317.1
ἔστω γὰρ ἡμῖν μία οἰκειότης καὶ φιλίας ἓν σύμβολον ἡ πρὸς θεὸν ἀρέσκεια καὶ τὸ πάντα λέγειν τε καὶ πράττειν ὑπὲρ εὐσεβείας· αἱ δ’ ἐκ προγόνων ἀφ’ αἵματος αὗται λεγόμεναι συγγένειαι καὶ αἱ κατ’ ἐπιγαμίας ἤ τινας ἄλλας ὁμοιοτρόπους αἰτίας οἰκειότητες ἀπορριπτέσθωσαν, εἰ μὴ πρὸς τὸ αὐτὸ τέλος ἐπείγονται, τὴν τοῦ θεοῦ τιμήν, ἣ πάσης ἑνωτικῆς εὐνοίας ἄλυτος δεσμός ἐστιν· ἀντιλήψονται γὰρ οἱ τοιοῦτοι σεμνοτέρας καὶ ἱεροπρεπεστέρας συγγενείας.
- 1.318.1
βεβαιοῦται δέ μου τὴν ὑπόσχεσιν ὁ νόμος λέγων, ὅτι οἱ „τὸ ἀρεστὸν” τῇ φύσει δρῶντες καὶ „τὸ καλὸν” υἱοί εἰσι τοῦ θεοῦ, φησὶ γάρ· „υἱοί ἐστε κυρίῳ τῷ θεῷ ὑμῶν” (Deut. 14, 1), δηλονότι προνοίας καὶ κηδεμονίας ἀξιωθησόμενοι τῆς ὡς ἐκ πατρός· ἡ δὲ ἐπιμέλεια τοσοῦτον διοίσει τῆς ἀπ’ ἀνθρώπων, ὅσονπερ, οἶμαι, καὶ ὁ ἐπιμελούμενος διαφέρει.
- 1.319.1
Πρὸς τούτοις ἔτι τὰ περὶ τελετὰς καὶ μυστήρια καὶ πᾶσαν τὴν τοιαύτην τερθρείαν καὶ βωμολοχίαν ἐκ τῆς ἱερᾶς ἀναιρεῖ νομοθεσίας, οὐκ ἀξιῶν τοὺς ἐν τοιαύτῃ πολιτείᾳ τραφέντας ὀργιάζεσθαι καὶ μυστικῶν πλασμάτων ἐκκρεμαμένους ὀλιγωρεῖν ἀληθείας καὶ τὰ νύκτα καὶ σκότος προσκεκληρωμένα μεταδιώκειν παρέντας τὰ ἡμέρας καὶ φωτὸς ἄξια. μηδεὶς οὖν μήτε τελείτω μήτε τελείσθω τῶν Μωυσέως φοιτητῶν καὶ γνωρίμων· ἑκάτερον γὰρ καὶ τὸ διδάσκειν καὶ τὸ μανθάνειν τελετὰς οὐ μικρὸν ἀνοσιούργημα.
- 1.320.1
τί γάρ, εἰ καλὰ ταῦτ’ ἐστίν, ὦ μύσται, καὶ συμφέροντα, συγκλεισάμενοι ἑαυτοὺς ἐν σκότῳ βαθεῖ τρεῖς ἢ τέτταρας μόνους ὠφελεῖτε, παρὸν ἅπαντας ἀνθρώπους ἐν ἀγορᾷ μέσῃ τὰ τῆς ὠφελείας προθέντας, ἵνα πᾶσιν ἀδεῶς ἐξῇ βελτίονος καὶ εὐτυχεστέρου κοινωνῆσαι βίου; φθόνος γὰρ ἀρετῆς διῴκισται.
- 1.321.1
οἱ μὲν γὰρ τὰ βλαβερὰ πράττοντες αἰσχυνέσθωσαν καὶ καταδύσεις ἐπιζητοῦντες καὶ γῆς μυχοὺς καὶ βαθὺ σκότος ἐπικρυπτέσθωσαν τὴν πολλὴν ἀνομίαν αὑτῶν ἐπισκιάζοντες, ὡς μηδεὶς ἴδοι· τοῖς δὲ τὰ κοινωφελῆ δρῶσιν ἔστω παρρησία καὶ μεθ’ ἡμέραν διὰ μέσης ἴτωσαν ἀγορᾶς ἐντευξόμενοι πολυανθρώποις ὁμίλοις, ἡλίῳ καθαρῷ τὸν ἴδιον βίον ἀνταυγάσοντες καὶ διὰ τῶν κυριωτάτων αἰσθήσεων τοὺς συλλόγους ὀνήσοντες, ὁρῶντας μὲν ἡδίστας ὁμοῦ καὶ καταπληκτικωτάτας ὄψεις, ἀκούοντας δὲ καὶ ἑστιωμένους λόγων ποτίμων, οἳ τὰς διανοίας τῶν μὴ σφόδρα ἀμούσων εἰώθασιν εὐφραίνειν. ἢ οὐχ
- 1.322.1
ὁρᾷς, ὅτι καὶ ἡ φύσις τῶν ἑαυτῆς ἀοιδίμων καὶ παγκάλων ἔργων οὐδὲν ἀπέκρυψεν, ἀλλὰ ἀστέρας μὲν καὶ τὸν σύμπαντα οὐρανὸν εἴς τε τὴν δι’ ὄψεως τέρψιν καὶ πρὸς φιλοσοφίας ἵμερον ἀπέφηνεν, πελάγη δὲ καὶ πηγὰς καὶ ποταμοὺς καὶ τὰς ἀέρος εὐκρασίας δι’ ἀνέμων τε καὶ πνευμάτων εἰς τὰς ἐτησίους ὥρας, φυτῶν τε καὶ ζῴων ἔτι δὲ καρπῶν ἀμυθήτους ἰδέας εἰς χρῆσιν καὶ ἀπόλαυσιν ἀνθρώπων;
- 1.323.1
εἶτ’ οὐκ ἐχρῆν καὶ ἡμᾶς ἑπομένους τοῖς ἐκείνης βουλήμασι πάνθ’ ὅσα ἀναγκαῖα καὶ χρήσιμα προτιθέναι πᾶσι τοῖς ἀξίοις ἐπ’ ὠφελείᾳ; νῦν δὲ συμβαίνει πολλάκις τῶν μὲν ἀγαθῶν ἀνδρῶν μηδένα μυεῖσθαι, λῃστὰς δ’ ἔστιν ὅτε καὶ καταποντιστὰς καὶ γυναικῶν θιάσους βδελυκτῶν καὶ ἀκολάστων, ἐπειδὰν ἀργύριον παράσχωσι τοῖς τελοῦσι καὶ ἱεροφαντοῦσιν. ὑπερόριοι δὴ πάντες οὗτοι φυγαδευέσθωσαν πόλεως καὶ καταστάσεως, ἐν ᾗ τὸ καλὸν καὶ ἡ ἀλήθεια δι’ αὐτὰ τιμᾶται. ταῦτα μὲν ἐπὶ τοσοῦτον.
- 1.324.1
Κοινωνίας δὲ καὶ φιλανθρωπίας εἰσηγητὴς ὢν ἐν τοῖς μάλιστα ὁ νόμος ἑκατέρας ἀρετῆς τήν τε ἀξίωσιν καὶ τὴν σεμνότητα διετήρησεν, οὐδενὶ τῶν ἀνιάτως ἐχόντων ἐπιτρέψας καταφυγεῖν ἐπ’ αὐτάς, ἀλλὰ πορρωτάτω σκορακίσας.
- 1.325.1
ἐπιστάμενος γοῦν ἐν ταῖς ἐκκλησίαις οὐκ ὀλίγους τῶν μοχθηρῶν παρεισρέοντας καὶ διὰ τὸ συνειλεγμένον πλῆθος λανθάνοντας, ἵνα μὴ τοῦτο γένηται, προανείργει πάντας τοὺς ἀναξίους ἱεροῦ συλλόγου τὴν ἀρχὴν ποιούμενος ἀπὸ τῶν νοσούντων τὴν θήλειαν νόσον ἀνδρογύνων, οἳ τὸ φύσεως νόμισμα παρακόπτοντες εἰς ἀκολάστων γυναικῶν πάθη καὶ μορφὰς εἰσβιάζονται· θλαδίας γὰρ καὶ ἀποκεκομμένους τὰ γεννητικὰ ἐλαύνει τό τε τῆς ὥρας ταμιεύοντας ἄνθος, ἵνα μὴ ῥᾳδίως μαραίνοιτο, καὶ τὸν ἄρρενα τύπον μεταχαράττοντας εἰς θηλύμορφον ἰδέαν. ἐλαύνει δὲ οὐ μόνον πόρνας ἀλλὰ καὶ τοὺς ἐκ πόρνης,
- 1.326.1
ἐπιφερομένους μητρῷον αἶσχος, [καὶ] διότι ἡ πρώτη σπορὰ καὶ γένεσις αὐτοῖς κεκιβδήλευται καὶ συγκέχυται διὰ τὸ πλῆθος τῶν ὡμιληκότων ταῖς μητράσιν, ὡς μὴ δύνασθαι τὸν ἀληθῆ πατέρα διαγνῶναι καὶ διακρῖναι.
- 1.327.1
ὁ δὲ τόπος οὗτος, εἰ καί τις ἄλλος, ἀλληγορίαν ἐπιδέχεται φιλοσόφου θεωρίας ὢν ἀνάπλεως· τῶν γὰρ ἀσεβῶν καὶ ἀνοσίων οὐχ εἷς τρόπος, ἀλλὰ πολλοὶ καὶ διαφέροντες. οἱ μὲν γὰρ τὰς ἀσωμάτους ἰδέας ὄνομα κενὸν ἀμέτοχον ἀληθοῦς πράγματος εἶναί φασι, τὴν ἀναγκαιοτάτην οὐσίαν ἐκ τῶν ὄντων ἀναιροῦντες, ἥτις ἐστὶν ἀρχέτυπον παράδειγμα πάντων ὅσα ποιότητες οὐσίας, καθ’ ἣν ἕκαστον εἰδοποιεῖτο καὶ διεμετρεῖτο.
- 1.328.1
τούτους αἱ ἱεραὶ τοῦ νόμου στῆλαι μηνύουσι „θλαδίας“· ὡς γὰρ τὸ τεθλασμένον ἀφῄρηται τὴν ποιότητα καὶ τὸ εἶδος καὶ οὐδὲν ἕτερόν ἐστιν ἢ κυρίως εἰπεῖν ἄμορφος ὕλη, οὕτως καὶ ἡ ἀναιροῦσα δόξα ἰδέας πάντα συγχεῖ καὶ πρὸς τὴν ἀνωτέρω τῶν στοιχείων οὐσίαν τὴν ἄμορφον καὶ ἄποιον ἐκείνην ἄγει.
- 1.329.1
οὗ τί γένοιτ’ ἂν ἀτοπώτερον; ἐξ ἐκείνης γὰρ πάντ’ ἐγέννησεν ὁ θεός, οὐκ ἐφαπτόμενος αὐτός — οὐ γὰρ ἦν θέμις ἀπείρου καὶ πεφυρμένης ὕλης ψαύειν τὸν εὐδαίμονα καὶ μακάριον —, ἀλλὰ ταῖς ἀσωμάτοις δυνάμεσιν, ὧν ἔτυμον ὄνομα αἱ ἰδέαι, κατεχρήσατο πρὸς τὸ γένος ἕκαστον τὴν ἁρμόττουσαν λαβεῖν μορφήν. ἡ δὲ πολλὴν ἀταξίαν εἰσηγεῖται καὶ σύγχυσιν· ἀναιροῦσα γὰρ ταῦτα, δι’ ὧν αἱ ποιότητες, συναναιρεῖ ποιότητας.
- 1.330.1
ἕτεροι δ’ ὡς ἐν ἄθλοις κακίας τὰ ἐπ’ ἀσεβείᾳ νικητήρια σπεύδοντες αἴρεσθαι προσυπερβάλλουσιν ἅμα ταῖς ἰδέαις καὶ ὕπαρξιν θεοῦ παρακαλυπτόμενοι ὡς οὐκ ὄντος λεγομένου δ’ εἶναι χάριν τοῦ συμφέροντος ἀνθρώποις, οἳ δὴ δι’ εὐλάβειαν τοῦ δοκοῦντος πάντῃ παρεῖναι καὶ πάντα καθορᾶν ὄμμασιν ἀκοιμήτοις [[οἷς]ἶς] ἔμελλον ἀνέξειν ἀδικημάτων. τούτους ὁ νόμος εὐθυβόλως „ἀποκόπους” προσαγορεύει τὴν περὶ τοῦ πάντα γεννῶντος ἐκτετμημένους ὑπόληψιν, ἀγόνους μὲν σοφίας, ἐπιτηδεύοντας δὲ τὴν μεγίστην κακιῶν, ἀθεότητα.
- 1.331.1
τρίτοι δ’ εἰσὶν οἳ τὴν ἐναντίαν ἔτεμον εἰσηγησάμενοι πλῆθος θεῶν ἀρρένων τε καὶ θηλειῶν, πρεσβυτέρων τε αὖ καὶ νεωτέρων, πολυαρχίας λόγῳ τὸν κόσμον ἀναπλήσαντες, ἵνα τὴν τοῦ ἑνὸς καὶ ὄντως ὄντος ὑπόληψιν ἐκ τῆς ἀνθρώπων διανοίας ἐκτέμωσιν.
- 1.332.1
οὗτοι δ’ εἰσὶν οἱ συμβολικῶς "ἐκ πόρνης“ ὑπὸ τοῦ νόμου προσαγορευόμενοι· καθάπερ γὰρ ὧν μητέρες πόρναι τὸν μὲν ἀληθῆ πατέρα οὔτε ἴσασιν οὔτ’ ἐπιγράψασθαι δύνανται, πολλοὺς δὲ καὶ σχεδὸν ἅπαντας τοὺς ἐραστὰς καὶ ὡμιληκότας, τὸν αὐτὸν τρόπον καὶ οἱ ἀγνοοῦντες τὸν ἕνα καὶ ἀληθινὸν θεὸν πολλοὺς καὶ ψευδωνύμους ἀναπλάττοντες περὶ τὸ ἀναγκαιότατον τῶν ὄντων τυφλώττουσιν, ὅπερ ἢ μόνον ἢ πρώτιστον ἐξ αὐτῶν σπαργάνων εἰκὸς ἦν ἀναδιδάσκεσθαι· τί γὰρ μάθημα κάλλιον ἢ τοῦ ὄντως
- 1.333.1
ὄντος θεοῦ; τετάρτους δὲ καὶ πέμπτους ἐλαύνει πρὸς μὲν τὸ αὐτὸ τέλος ἐπειγομένους, οὐ μὴν ἀπὸ τῶν αὐτῶν βουλευμάτων· ἀμφότεροι γὰρ ζηλωταὶ μεγάλου κακοῦ, φιλαυτίας, ὄντες ὥσπερ τινὰ κοινὴν οὐσίαν διενείμαντο τὴν ὅλην ψυχὴν ἐκ λογικοῦ καὶ ἀλόγου μέρους συνεστῶσαν· καὶ οἱ μὲν τὸ λογικόν, ὃ δὴ νοῦς ἐστι, διεκληρώσαντο, οἱ δὲ τὸ ἄλογον, ὅπερ εἰς τὰς αἰσθήσεις τέμνεται.
- 1.334.1
οἱ μὲν οὖν τοῦ νοῦ προστάται τὴν ἡγεμονίαν καὶ βασιλείαν τῶν ἀνθρωπείων πραγμάτων ἀνάπτουσιν αὐτῷ καί φασιν ἱκανὸν εἶναι καὶ τὰ παρεληλυθότα μνήμῃ διασῴζειν καὶ τῶν παρόντων ἐρρωμένως ἀντιλαμβάνεσθαι καὶ τὰ μέλλοντα εἰκότι στοχασμῷ φαντασιοῦσθαί τε καὶ λογίζεσθαι.
- 1.335.1
οὗτος γάρ ἐστιν ὁ γῆν τὴν βαθύγειον καὶ ἀρετῶσαν τῆς ὀρεινῆς καὶ πεδιάδος κατασπείρας καὶ καταφυτεύσας καὶ τὴν βιωφελεστάτην γεωργίαν εὑρών· οὗτος ὁ ναῦν κατασκευάσας καὶ τὴν χέρσου φύσιν ἐπινοίαις παντὸς λόγου κρείττοσι πλωτὴν ἀπεργασάμενος καὶ ὁδοὺς ἐν θαλάττῃ πολυσχιδεῖς ἄχρι λιμένων τῶν κατὰ πόλεις καὶ ὑποδρόμων λεωφόρους ἀνατεμὼν καὶ γνωρίσας ἠπειρώτας νησιώτας οὐκ ἄν ποτ’ εἰς ἑαυτοὺς ἐλθόντας, εἰ μὴ σκάφος ἐναυπηγήθη· οὗτος ὁ καὶ τῶν βαναύσων καὶ τῶν γλαφυρωτέρων τεχνῶν λεγομένων εὑρετής·
- 1.336.1
οὗτος γράμματα καὶ ἀριθμοὺς καὶ μουσικὴν καὶ τὴν ἐγκύκλιον ἅπασαν παιδείαν ἐπενόησε καὶ συνηύξησε καὶ πρὸς τὸ τέλος ἤγαγεν· οὗτος καὶ τὸ μέγιστον ἀγαθόν, φιλοσοφίαν, ἐγέννησε καὶ δι’ ἑκάστου τῶν μερῶν αὐτῆς ὠφέλησε τὸν ἀνθρώπινον βίον, διὰ μὲν τοῦ λογικοῦ πρὸς ἀνεξαπάτητον ἑρμηνείαν, διὰ δὲ τοῦ ἠθικοῦ πρὸς τὴν τῶν τρόπων ἐπανόρθωσιν, διὰ δὲ τοῦ φυσικοῦ πρὸς ἐπιστήμην οὐρανοῦ τε καὶ κόσμου. καὶ ἄλλα μέντοι παμπληθῆ λέγουσιν ἐγκώμια νοῦ συμφορήσαντές τε καὶ ἀγείραντες ἔχοντα τὴν ἀναφορὰν ἐπὶ τὰ λεχθέντα ἤδη, περὶ ὧν οὐ καιρὸς ἐνοχλεῖν.
- 1.337.1
οἱ δὲ τῶν αἰσθήσεων προστάται τὸν ἔπαινον αὐτῶν εὖ μάλα σεμνοποιοῦσι διανέμοντες τῷ λόγῳ τὰς ἀπ’ αὐτῶν ἐγγινομένας χρείας καί φασιν, ὅτι δύο μὲν αἴτια τοῦ ζῆν ἐστιν, ὄσφρησις καὶ γεῦσις, δύο δὲ τοῦ καλῶς ζῆν, ὅρασις καὶ ἀκοή.
- 1.338.1
διὰ μὲν οὖν γεύσεως αἱ τῶν σιτίων τροφαὶ παραπέμπονται, διὰ δὲ μυκτήρων ὁ ἀήρ, οὗ πᾶν ζῷον ἐξήρτηται· τροφὴ δ’ ἐστὶ καὶ οὗτος ἡ συνεχὴς καὶ ἀδιάστατος, ὃς οὐκ ἐγρηγορότας μόνον ἀλλὰ καὶ κοιμωμένους διατρέφει τε καὶ διασῴζει· σαφὴς δὲ πίστις· εἰ γὰρ κἂν βραχύτατον ὁ τῆς ἀναπνοῆς δίαυλος ἐπισχεθείη κατὰ τὴν τοῦ πεφυκότος ἔξωθεν ἐποχετεύεσθαι πνεύματος ἀποκοπήν, θάνατος ἀπαραίτητος ἐξ ἀνάγκης ἐπακολουθήσει.
- 1.339.1
τῶν γε μὴν φιλοσόφων αἰσθήσεων, δι’ ὧν περιγίνεται τὸ εὖ ζῆν, ὅρασις μὲν φῶς τὸ κάλλιστον ἐν τοῖς οὖσιν ὁρᾷ, ὁρᾷ δὲ διὰ φωτὸς τἄλλα πάντα, ἥλιον, σελήνην, ἀστέρας, οὐρανόν, γῆν, θάλατταν, φυτῶν καὶ ζῴων ἀμυθήτους διαφοράς, καὶ συνόλως πάντα σώματα καὶ σχήματα καὶ χρώματα καὶ μεγέθη, ὧν ἡ θέα περιττὴν φρόνησιν ἐξειργάσατο καὶ πολὺν ἵμερον ἐπιστήμης ἐγέννησε.
- 1.340.1
παρέχεται δὲ καὶ ἄνευ τούτων ὠφελείας ὅρασις ἡμῖν τὰς μεγίστας, εἴς τε τὴν οἰκείων καὶ ἀλλοτρίων καὶ φίλων καὶ ἐχθρῶν διάκρισιν καὶ βλαβερῶν μὲν φυγήν, αἵρεσιν δὲ τῶν ἐπ’ ὠφελείᾳ. γέγονε μὲν οὖν καὶ τῶν ἄλλων ἕκαστον τοῦ σώματος μερῶν πρὸς ἁρμοττούσας χρείας καὶ σφόδρα ἀναγκαίας, ὡς βάσεις μὲν πρὸς περίπατον καὶ δρόμον καὶ τἄλλα ὅσα διὰ σκελῶν ἐνεργεῖται, χεῖρες δὲ πρὸς τὸ πρᾶξαί τι καὶ δοῦναι καὶ λαβεῖν· ὀφθαλμοὶ δὲ ὡσπερεί τι κοινὸν ἀγαθὸν τὴν τοῦ δύνασθαι κατορθοῦν αἰτίαν καὶ τούτοις καὶ τοῖς ἄλλοις ἅπασι παρέχουσιν.
- 1.341.1
ἀψευδέστατοι δ’ οἱ πεπηρωμένοι μάρτυρες, οἳ μήτε χερσὶ μήτε ποσὶ δύνανται χρῆσθαι κατὰ τὸ βέλτιον τὴν πρόσρησιν ἐπαληθεύοντες, ἣν οὐκ ἐπ’ ὀνείδει μᾶλλον ἢ οἴκτῳ θέσθαι φασὶ τοὺς πρότερον ἀδυνάτους ὀνομάσαντας· ἅμα γὰρ τῇ τῶν ὀμμάτων φθορᾷ καὶ αἱ τοῦ σώματος δυνάμεις οὐχ ὑποσκελίζονται μόνον ἀλλὰ καὶ φθείρονται. θαυμασιώτατον δὲ καὶ ἀκοὴ χρῆμα, δι’ ἧς μέλη καὶ μέτρα καὶ ῥυθμοί,
- 1.342.1
ἔτι δὲ ἁρμονίαι καὶ συμφωνίαι καὶ τῶν γενῶν καὶ συστημάτων αἱ μεταβολαὶ καὶ πάνθ’ ὅσα κατὰ μουσικὴν ἐπικρίνεται, καὶ λόγων [τε] τῶν κατὰ διεξόδους [καὶ] παμπληθεῖς ἰδέαι δικανικῶν συμβουλευτικῶν ἐγκωμιαστικῶν, ἔτι δὲ τῶν ἐν ἱστορίαις καὶ διαλόγοις καὶ τῶν ἐν ὁμιλίαις ἀναγκαίαις περὶ τῶν ἐν βίῳ πραγμάτων πρὸς τοὺς ἀεὶ πλησιάζοντας· συνόλως γὰρ διὰ φωνῆς διττὴν ἐχούσης δύναμιν, εἴς τε τὸ λέγειν καὶ τὸ ᾄδειν, ἑκάτερα ταῦτα διακρίνει πρὸς ὠφέλειαν ψυχῆς·
- 1.343.1
ᾠδὴ γὰρ καὶ λόγος ὑγιεινὰ καὶ σωτήρια φάρμακα, ἡ μὲν τὰ πάθη κατεπᾴδουσα καὶ τὸ ἄρρυθμον ἐν ἡμῖν ῥυθμοῖς, τὸ δ’ ἐκμελὲς μέλεσι, τὸ δ’ ἄμετρον μέτροις ἐπιστομίζουσα — ποικίλον δ’ ἐστὶ καὶ παντοδαπὸν ἕκαστον, ὡς μουσικοὶ καὶ ποιηταὶ μαρτυροῦσιν, οἷς πιστεύειν ἀναγκαῖον ἐπιτήδευμα τοῖς εὖ πεπαιδευμένοις —, ὁ δὲ λόγος ἐπέχων καὶ ἀνακόπτων τὰς ἐπὶ κακίαν ὁρμὰς καὶ τοὺς κεκρατημένους ἀφροσύναις καὶ ἀηδίαις ἐκνοσηλεύων, μαλακώτερον μὲν τοὺς ὑπείκοντας, σφοδρότερον δὲ τοὺς ἀφηνιάζοντας, αἴτιος γίνεται τῶν μεγίστων ὠφελειῶν.
- 1.344.1
τοιαῦτα συνείροντες οἵ τε τοῦ νοῦ θιασῶται καὶ οἱ τῶν αἰσθήσεων οἱ μὲν ἐκεῖνον οἱ δὲ ταύτας θεοπλαστοῦσιν ὑπὸ φιλαυτίας ἐκλαθόμενοι τοῦ πρὸς ἀλήθειαν ὄντος θεοῦ. διὸ πάντας εἰκότως ἀπήλασεν ἱεροῦ συλλόγου, τούς τε τὰς ἰδέας ἀναιροῦντας, „θλαδίας“ ὑπειπών, καὶ τοὺς κατὰ τὸ παντελὲς ἀθέους, οἷς ὄνομα οἰκεῖον τὸ „ἀποκόπων“ ἔθετο, καὶ τοὺς ἐξ ἐναντίας εἰσηγητὰς θεογονίας, οὓς ἐκάλεσεν „ἐκ πόρνης“, καὶ ἐπὶ πᾶσι τοὺς φιλαύτους, ὧν οἱ μὲν τὸν λογισμόν, οἱ δ’ ἑκάστην τῶν αἰσθήσεων ἐξεθείωσαν· ἐπείγονται γὰρ πάντες οὗτοι πρὸς τὸ αὐτὸ τέλος, εἰ καὶ ἀπὸ διαφερόντων ἄγονται βουλευμάτων, τὸν ἕνα καὶ ὄντως ὄντα θεὸν παρησυχάζοντες.
- 1.345.1
ἀλλ’ ἡμεῖς γε οἱ φοιτηταὶ καὶ γνώριμοι τοῦ προφήτου Μωυσέως τὴν τοῦ ὄντος ζήτησιν οὐ μεθησόμεθα, τὴν ἐπιστήμην αὐτοῦ τέλος εὐδαιμονίας εἶναι νομίζοντες καὶ ζωὴν μακραίωνα, καθὰ καὶ ὁ νόμος φησὶ τοὺς προσκειμένους τῷ θεῷ ζῆν ἅπαντας (Deut. 4, 4), δόγμα τιθεὶς ἀναγκαῖον καὶ φιλόσοφον· ὄντως γὰρ οἱ μὲν ἄθεοι τὰς ψυχὰς τεθνᾶσιν, οἱ δὲ τὴν παρὰ τῷ ὄντι θεῷ τεταγμένοι τάξιν ἀθάνατον βίον ζῶσιν.
- 2.1.1
Ἐν μὲν τῇ πρὸ ταύτης συντάξει δύο κεφάλαια ἠκρίβωται τῶν δέκα, τό τε περὶ τοῦ μὴ νομίζειν θεοὺς αὐτοκρατεῖς ἑτέρους καὶ τὸ περὶ τοῦ μηδὲν θεοπλαστεῖν χειρόκμητον· εἴρηται δὲ καὶ τὰ ἑκατέρῳ τῶν κατὰ μέρος διατεταγμένων ἁρμόττοντα νόμιμα. νυνὶ δὲ περὶ τριῶν τῶν κατὰ στοῖχον ἑξῆς διαλεξώμεθα πάλιν ἐφαρμόττοντες τὰ προσήκοντα τῶν ἐν εἴδει.
- 2.2.1
πρῶτον δ’ ἐστὶ τῶν τριῶν τὸ μὴ θεοῦ ὄνομα λαμβάνειν ἐπὶ ματαίῳ. ὁ γὰρ τοῦ σπουδαίου, φησί, λόγος ὅρκος ἔστω, βέβαιος, ἀκλινής, ἀψευδέστατος, ἐρηρεισμένος ἀληθείᾳ. κἂν εἰ ὀμνύναι μέντοι βιάζοιντο αἱ χρεῖαι, πατρὸς ἢ μητρὸς ζώντων μὲν ὑγείαν καὶ εὐετηρίαν, τετελευτηκότων δὲ τὴν μνήμην ὅρκον ποιητέον· ἀπεικονίσματα γὰρ οὗτοί γε καὶ μιμήματα θείας δυνάμεώς εἰσι, τοὺς μὴ ὄντας εἰς τὸ εἶναι παραγαγόντες.
- 2.3.1
ἀναγέγραπταί τις ἐν τοῖς νόμοις τῶν ἀρχηγετῶν καὶ ἐπὶ σοφίᾳ μάλιστα θαυμασθέντων ὀμνὺς „κατὰ τοῦ φόβου τοῦ πατρός” (Gen. 31,53), ὑπὲρ ὠφελείας, οἶμαι, τῶν ἔπειτα καὶ διδαχῆς ἀναγκαίας, ἵνα τοὺς γονεῖς ὃν χρὴ τρόπον τιμῶσι στέργοντες ὡς εὐεργέτας καὶ εὐλαβούμενοι ὡς ὑπὸ φύσεως κατασταθέντας ἄρχοντας καὶ μὴ ῥᾳδίως ἐπιχειρῶσιν ὀνομάζειν θεόν.
- 2.4.1
ἄξιον ἐπαινεῖν καὶ τούς, εἴ ποτε βιασθεῖεν ὀμνύναι, τῷ μέλλειν καὶ βραδύνειν καὶ ἀποκνεῖν ἐμποιοῦντας δέος οὐ μόνον τοῖς ὁρῶσιν ἀλλὰ καὶ τοῖς προκαλουμένοις εἰς τὸν ὅρκον· εἰώθασι γὰρ ἀναφθεγξάμενοι τοσοῦτον μόνον „νὴ τόν“ ἢ "μὰ τόν“, μηδὲν προσπαραλαβόντες, ἐμφάσει τῆς ἀποκοπῆς τρανοῦν ὅρκον οὐ γενόμενον.
- 2.5.1
ἀλλὰ καὶ προσπαραλαβέτω τις, εἰ βούλεται, μὴ μέντοι τὸ ἀνωτάτω καὶ πρεσβύτατον εὐθὺς αἴτιον, ἀλλὰ γῆν, ἥλιον, ἀστέρας, οὐρανόν, τὸν σύμπαντα κόσμον· ἀξιολογώτατα γὰρ ταῦτα ἅτε καὶ πρεσβύτερα τῆς ἡμετέρας γενέσεως καὶ
- 2.6.1
προσέτι ἀγήρω διαιωνιοῦντα τῇ τοῦ πεποιηκότος γνώμῃ. τοσαύτῃ δέ τινες εὐχερείᾳ καὶ ῥαθυμίᾳ χρῶνται, ὥστε τὰ ἐν γενέσει πάντα ταῦθ’ ὑπερβάντες ἐπὶ τὸν ποιητὴν καὶ πατέρα τῶν ὅλων ἀνατρέχειν τῷ λόγῳ τολμῶσι, μὴ τόπους εἰ βέβηλοι ἢ ἱεροί, μὴ καιροὺς εἰ ἐπιτήδειοι, μὴ αὑτοὺς εἰ καθαροὶ σῶμα καὶ ψυχήν, μὴ τὰ πράγματα εἰ μεγάλα, μὴ τὰς χρείας εἰ ἀναγκαῖαι προεξετάσαντες, ἀλλά, τὸ λεγόμενον δὴ τοῦτο, „ἀνίπτοις χερσὶ“ πάντα φύροντες, ὡς δέον, ἐπειδὴ γλῶτταν ἡ φύσις αὐτοῖς ἐδωρήσατο, λελυμένῃ χρῆσθαι καὶ ἀχαλινώτῳ πρὸς ἃ μὴ θέμις·
- 2.7.1
οὓς ἐχρῆν ὀργάνων τῷ καλλίστῳ, ᾧ φωνὴ καὶ λόγος τὰ βιωφελέστατα καὶ κοινωνίας αἴτια τετράνωται, πρὸς τιμὴν καὶ σεμνότητα καὶ εὐδαιμονισμὸν καταχρῆσθαι τοῦ πάντων αἰτίου.
- 2.8.1
νυνὶ δ’ ὑπὸ τῆς ἄγαν ἀσεβείας περὶ ὧν ἂν τύχῃ τὰς φρικωδεστάτας ὀνομάζουσι κλήσεις καὶ ἄλλα ἐπ’ ἄλλοις ἐπιφέροντες ὀνόματα σωρηδὸν οὐκ ἐρυθριῶσι, νομίζοντες τῇ πυκνότητι καὶ τῷ συνεχεῖ τῶν ἐπαλλήλων ὅρκων οὗ διανοοῦνται περιέσεσθαι, λίαν ὄντες εὐήθεις· οὐ γὰρ πίστεως ἡ πολυορκία τεκμήριον ἀλλ’ ἀπιστίας ἐστὶ παρὰ τοῖς εὖ φρονοῦσιν.
- 2.9.1
ἐὰν δέ τις ἐκβιασθεὶς ὀμόσῃ περὶ παντὸς οὑτινοσοῦν, ὃ μὴ νόμος ἀπείρηκε, παντὶ σθένει καὶ μηχανῇ πάσῃ τὸν ὅρκον βεβαιούτω μηδὲν ἐμποδὼν τιθέμενος εἰς τὴν τοῦ γνωσθέντος τελείωσιν, καὶ μάλιστα ἐπειδὰν μὴ ὀργαὶ ἀτίθασοι ἢ λελυττηκότες ἔρωτες ἢ ἐπιθυμίαι ἀκάθεκτοι τὴν διάνοιαν ἐκμήνωσιν, ὡς ἀγνοῆσαι τὰ λεγόμενα καὶ πραττόμενα, λογισμῷ δὲ καὶ διανοίᾳ νηφούσῃ ποιῆται τὸν ὅρκον.
- 2.10.1
τί γὰρ ἄμεινον ἢ ἀψευδεῖν παρ’ ὅλον τὸν βίον καὶ ταῦτα μάρτυρι θεῷ χρώμενον; ὅρκος γὰρ οὐδὲν ἄλλο ἢ μαρτυρία θεοῦ περὶ πράγματος ἀμφισβητουμένου· θεὸν δὲ μὴ ἐπ’ ἀληθεῖ καλεῖν πάντων ἀνοσιώτατον.
- 2.11.1
ὁ γὰρ τοῦτο ποιῶν μόνον οὐκ ἄντικρυς βοᾷ, κἂν ἡσυχάζειν δοκῇ· "σοὶ χρῶμαι τοῦ ἀδικεῖν προκαλύμματι· αἰδουμένῳ μοι τὸ δοκεῖν ἁμαρτάνειν συνέργησον, ἀντ’ ἐμοῦ πονηρευομένου τὴν αἰτίαν ὑπόστηθι· μέλει γάρ μοι πλημμελοῦντι μὴ φαύλῳ νομίζεσθαι· σὺ δὲ τῆς παρὰ τοῖς πολλοῖς δόξης ἀλογεῖς οὐδὲν εὐφημίας ἐπιστρεφόμενος.“ ἅπερ καὶ λέγειν καὶ ἐννοεῖσθαι ἀσεβέστατον· ἀγανακτήσαι γὰρ ἂν οὐχ ὅτι θεὸς ὁ πάσης κακίας ἀμέτοχος, ἀλλὰ καὶ πατὴρ καὶ ὀθνεῖος ἄνθρωπος μὴ τελείως ἀρετῆς ἄγευστος, εἰ τοιαῦτα ἀκούοι.
- 2.12.1
πάντας μὲν οὖν ὅρκους, ὡς ἔφην, βεβαιωτέον, ὅσοι περὶ καλῶν καὶ συμφερόντων γίνονται πρὸς ἐπανόρθωσιν ἰδίων ἢ κοινῶν πραγμάτων, φρονήσεως καὶ δικαιοσύνης καὶ ὁσιότητος ἡγουμένων — τούτοις ἐμφέρονται καὶ τῶν εὐχῶν αἱ νομιμώταται διὰ περιουσίαν ἀγαθῶν ἢ παρόντων ἢ προσδοκωμένων γινόμεναι —, τοὺς δ’ ἕνεκα τῶν ἐναντίων ἐπικυροῦν οὐκ εὐαγές.
- 2.13.1
εἰσὶ γὰρ οἳ ὀμνύουσιν, ἐὰν τύχῃ, κλοπὰς καὶ ἱεροσυλίας ἢ φθορὰς καὶ μοιχείας ἢ τραύματα καὶ σφαγὰς ἤ τι τῶν ὁμοιοτρόπων κακῶν ἐργάσεσθαι, καὶ ἀνυπερθέτως αὐτὰ δρῶσι ποιούμενοι πρόφασιν τὸ εὐορκεῖν, ὡς οὐκ ἄμεινον καὶ θεῷ κεχαρισμένον μᾶλλον τῆς βεβαιώσεως τῶν ὅρκων τὸ μηδὲν ἀδικεῖν, ἐπεὶ δικαιοσύνη καὶ πᾶσα ἀρετὴ νόμος ἐστὶ πάτριος καὶ θεσμὸς ἀρχαῖος· νόμοι δὲ καὶ θεσμοὶ τί ἕτερον ἢ φύσεως ἱεροὶ λόγοι τὸ βέβαιον καὶ τὸ πάγιον ἐξ αὑτῶν ἔχοντες, ὡς ὅρκων ἀδιαφορεῖν;
- 2.14.1
ἴστω δὴ πᾶς ἐνωμότως ἄδικα δρῶν, ὅτι εὐορκεῖ μὲν οὔ, τὸν δὲ πολλῆς φυλακῆς καὶ ἐπιμελείας ἄξιον ὅρκον ἀνατρέπει, ᾧ τὰ καλὰ καὶ δίκαια ἐπισφραγίζεται· προστίθησι γὰρ ὑπαίτια ὑπαιτίοις, ἐν οὐ δέοντι γινομένοις ὅρκοις, οὓς πολὺ βέλτιον ἦν ἡσυχάζεσθαι, πράξεις παρανόμους.
- 2.15.1
ἀπεχόμενος οὖν τοῦ ἀδικοπραγεῖν ποτνιάσθω τὸν θεόν, ἵνα μεταδῷ τῆς ἵλεω δυνάμεως αὐτῷ συγγνοὺς ἐφ’ οἷς ἀβουλίᾳ χρησάμενος ὤμοσε· διπλάσια γὰρ αἱρεῖσθαι κακά, δυνάμενον τὴν ἡμίσειαν αὐτῶν ἀποφορτίσασθαι, μανία καὶ φρενοβλάβεια δυσίατος.
- 2.16.1
εἰσὶ δ’ οἳ τὴν φύσιν ἄμικτοι καὶ ἀκοινώνητοι δι’ ὑπερβολὴν μισανθρωπίας γεγονότες ἢ καὶ ὑπ’ ὀργῆς οἷα χαλεπῆς δεσποίνης ἐκβιασθέντες ὅρκῳ τὴν ἀγριότητα πιστοῦνται τῶν ἠθῶν, οἵτινες οὔ φασιν ὁμοτράπεζον ἢ ὁμωρόφιον ἕξειν τὸν δεῖνα ἢ τὸν δεῖνα ἢ πάλιν τῷ δεῖνι μὴ παρέξειν ὠφέλειάν τινα ἢ παρ’ ἐκείνου τι λήψεσθαι μέχρι τελευτῆς· ἔστι δ’ ὅτε καὶ μετὰ τὴν τελευτὴν τὸ ἀσύμβατον διαφυλάττουσιν οὐδὲ νεκροῖς τοῖς σώμασιν ἐπιτρέποντες ἐν διαθήκαις τὰ νομιζόμενα παρασχεῖν.
- 2.17.1
οἷς παραινέσαιμι ἂν καθάπερ καὶ τοῖς προτέροις, εὐχαῖς καὶ θυσίαις ἐξευμενίζεσθαι τὸν θεόν, ἵνα εὕρωνταί τινα ψυχικῶν ἀρρωστημάτων θεραπείαν ἀναγκαίαν, ἃ μηδεὶς ἀνθρώπων ἱκανὸς ἰάσασθαι.
- 2.18.1
ἕτεροι δ’ εἰσὶ κομπασταὶ τῶν ὑπ’ ἀλαζονείας φυσωμένων, οἳ λιμοδοξοῦντες οὐδενὶ τῶν εἰς τὴν ὠφελιμωτάτην ὀλιγοδεΐαν χρῆσθαι δικαιοῦσιν, ἀλλὰ κἂν προτρέπῃ τις ἕνεκα τοῦ τὸν ἀφηνιασμὸν τῶν ἐπιθυμιῶν ἀναχαιτίσαι, τὴν νουθεσίαν ὕβριν εἶναι νομίζουσι καὶ πρὸς τὸν ἁβροδίαιτον ὠθούμενοι βίον ἀλογοῦσι τῶν σωφρονιστῶν, γέλωτα καὶ χλεύην τιθέμενοι τὰς φρονήσεως καλὰς ὁμοῦ καὶ λυσιτελεστάτας ὑφηγήσεις.
- 2.19.1
εἰ δὲ δὴ καὶ τύχοι τις εἶναι περιουσία καὶ ἀφθονία τῶν περὶ τὸν βίον, ὅρκοις ἐπισφραγίζονται τὴν χρῆσιν καὶ ἀπόλαυσιν τῶν εἰς πολυτέλειαν· οἷον δή τι λέγω· πρῴην τις τῶν οὐκ ὀλίγα κεκτημένων ὑγρὸν καὶ διαρρέοντα βίον ἀσπασάμενος, ἐπειδὴ πρεσβύτης παρὼν συγγενὴς ἢ πατρικὸς ὥς γ’ οἶμαι φίλος ἐνουθέτει πρὸς τὸ σεμνότερον καὶ αὐστηρότερον τὴν δίαιταν παρακαλῶν μεταβαλεῖν, τὴν παραίνεσιν οὐ μετρίως δυσχεράνας ὤμοσεν ἀντιφιλονεικῶν, ἕως ἂν τὰς χορηγίας ἔχῃ καὶ παρασκευάς, μηδενὶ χρήσεσθαι τῶν εἰς εὐτέλειαν, μὴ κατὰ πόλιν, μὴ κατ’ ἀγρούς, μὴ πλέων, μὴ πεζεύων, ἀλλ’ ἀεὶ καὶ πανταχοῦ τὸν πλοῦτον ἐπιδείξεσθαι. πλούτου δὲ ταῦθ’, ὡς ἔοικεν, ἐπίδειξις οὐκ ἔστι μᾶλλον ἢ ἀλαζονείας καὶ ἀκρασίας.
- 2.20.1
καίτοι τῶν ἐν ταῖς μεγάλαις ἡγεμονίαις οὐκ ὀλίγοι μέχρι νῦν εἰσιν οἳ παμπληθεῖς ἔχοντες παρασκευὰς καὶ χορηγίας ἀφθόνους, ὥσπερ ἐξ ἀενάου τινὸς πηγῆς πλούτου ῥέοντος αὐτοῖς ἀδιαστάτως, ὅμως ἐφ’ ἃ καὶ οἱ πένητες ἡμεῖς ἔστιν ὅτε τρέπονται, κεραμεᾶς κύλικας καὶ ὀβελίας ἄρτους καὶ ἐλαίας ἢ τυρὸν ἢ λάχανα προσόψημα, καὶ θέρους μὲν περίζωμα καὶ λεπτὴν ὀθόνην, χειμῶνος δὲ χλαῖναν ἀρραγῆ καὶ στιφρὰν καὶ τὰ πρὸς τὴν κοίτην ἔστιν ὅτε χαμαίστρωτα, πολλὰ χαίρειν φράσαντες κλίναις ἐλεφαντίναις ἢ χελώνης ἢ χρυσοῦ πεποιημέναις καὶ στρωμναῖς ἀνθοβαφέσι καὶ ἐσθῆσιν ἁλουργίσι καὶ πεμμάτων μελιπήκτων περιεργίαις καὶ τραπεζῶν πολυτελείαις.
- 2.21.1
αἴτιον δ’ οὐ μόνον, οἶμαι, τὸ φύσεως αὐτοὺς εὐμοίρου λαχεῖν, ἀλλὰ καὶ τὸ παιδείας ὀρθῆς ἐκ πρώτης ἡλικίας ἐφάψασθαι, ἥτις ἀνεδίδαξε πρὸ τῶν ἡγεμονικῶν τὰ ἀνθρώπινα τιμᾶν, ἥτις καὶ ἐνδιαιτωμένη τῇ ψυχῇ μόνον οὐ καθ’ ἑκάστην ἡμέραν ὑπομιμνῄσκει τῆς ἀνθρωπότητος ἀπὸ τῶν ὑψηλῶν καὶ ὑπερόγκων ἀντισπῶσα καὶ στέλλουσα καὶ τὸ ἄνισον ἰσότητι θεραπεύουσα.
- 2.22.1
τοιγαροῦν τὰς πόλεις εὐθηνίας, εὐπορίας, εὐνομίας, εἰρήνης ἀναπεπλήκασιν, ἀγαθὸν μὲν οὐδὲν ὑπεξελόμενοι, πάντα δ’ ἀφειδῶς καὶ ἀταμιεύτως χαριζόμενοι. τὰ μὲν δὴ τῶν εὐγενῶν καὶ ὡς ἀληθῶς ἡγεμόνων ἔργα ταῦτα καὶ τὰ τούτοις παραπλήσια.
- 2.23.1
τὰ δὲ τῶν νεοπλούτων ἐκεῖνα πλάνῳ τινὶ τύχης εἰς πολυχρηματίαν περιηκόντων, οἳ τὸν ἀληθῆ καὶ βλέποντα πλοῦτον ἐξ ἀρετῶν τελείων συνεστῶτα καὶ τῶν κατ’ ἀρετὰς πράξεων οὐδ’ ὄναρ ἴσασι, τῷ δὲ τυφλῷ προσέπταισαν, ἐφ’ οὗ σκηριπτόμενοι κατ’ ἀναγκαῖον τὴν ἄγουσαν ὁδὸν οὐχ ὁρῶντες εἰς ἀνοδίας ἐκτρέπονται, θαυμάζοντες τὰ μηδεμιᾶς ἄξια σπουδῆς καὶ τὰ φύσει τίμια γελῶντες· οἷς ὁ ἱερὸς λόγος ὅρκον ἐν οὐ δέοντι καιρῷ ποιουμένοις οὐ μετρίως ἐπιτιμᾷ καὶ ὀνειδίζει· δυσκάθαρτοι γὰρ καὶ δυσίατοι, ὡς μηδὲ παρὰ θεῷ τῷ τὴν φύσιν ἵλεῳ συγγνώμης ἀξιοῦσθαι.
- 2.24.1
Παρθένων δὲ καὶ γυναικῶν τὸ περὶ τὰς εὐχὰς αὐτοκρατὲς ἀφείλετο, τῶν μὲν παρθένων τοὺς πατέρας κυρίους, τῶν δὲ γυναικῶν τοὺς ἄνδρας ἐπιγνώμονας ἀποφήνας εἴς τε βεβαίωσιν τῶν ὅρκων καὶ λύσιν· καὶ μήποτ’ εἰκότως· αἱ μὲν γὰρ διὰ νεότητα δύναμιν ὅρκων οὐκ ἴσασιν, ὡς χρῄζειν τῶν ἐπικρινούντων, αἱ δὲ πολλάκις ὑπ’ εὐχερείας ὀμνύουσιν, ἃ μὴ τοῖς ἀνδράσι συνοίσει· διόπερ αὐτοῖς ἀνέθηκε τὴν ἐξουσίαν τοῦ τὰ ὀμοσθέντα φυλάττειν ἢ τοὐναντίον.
- 2.25.1
χῆραι δὲ μὴ ῥᾳδίως ὀμνύτωσαν — οὐ γὰρ ἔχουσι τοὺς παραιτητάς, οὔτε ἄνδρας ὧν διεζεύχθησαν οὔτε πατέρας ἀφ’ ὧν μετανέστησαν, ὅτε τὴν πρὸς γάμον ἀποικίαν ἐστέλλοντο —, ἐπειδὴ μένειν τοὺς τούτων ὅρκους ἀναγκαῖον ἐρημίᾳ τῶν κηδομένων βεβαιουμένους.
- 2.26.1
ἐὰν δέ τις ἐπιορκοῦντά τινα εἰδὼς μὴ καταμηνύσῃ ἢ ἀπελέγξῃ φιλίᾳ ἢ αἰδοῖ ἢ φόβῳ διδοὺς πλέον ἢ εὐσεβείᾳ, τοῖς αὐτοῖς ἐπιτιμίοις ἔνοχος ἔστω· διαφέρει γὰρ τοῦ ἀδικεῖν οὐδὲν τὸ συνεπιγράφεσθαι ἀδικοῦντι.
- 2.27.1
δίκαι δὲ κατ’ ἐπιόρκων αἱ μὲν ἀνάκεινται τῷ θεῷ, αἱ δὲ ἀνθρώποις, θεῷ μὲν αἱ ἀνωτάτω καὶ μέγισται — ἵλεως γὰρ οὐ γίνεται τοῖς οὕτως ἀσεβοῦσιν, ἀλλὰ μένειν εἰς ἀεὶ δυσκαθάρτους ἐᾷ, δικαίως, οἶμαι, καὶ προσηκόντως· ὁ γὰρ ἀμελήσας τί δεινὸν εἰ ἀνταμεληθήσεται, οἷς δίδωσι τὰ ἴσα καρπούμενος;
- 2.28.1
— αἱ δ’ ἀπ’ ἀνθρώπων διάφοροι, θάνατος ἢ πληγαί, τῶν μὲν ἀμεινόνων καὶ περιττῶν εἰς εὐσέβειαν θανάτου δίκας βεβαιούντων, τῶν δὲ μαλακώτερον χρωμένων ὀργαῖς δημοσίᾳ μάστιγι τυπτόντων ἀναφανδὸν ἐν κοινῷ· εἰσὶ δὲ καὶ πληγαὶ τοῖς μὴ δουλοπρεπέσιν οὐκ ἔλαττον δίκης θανάτου.
- 2.29.1
Ταῦτα μὲν οὖν αἱ ῥηταὶ προστάξεις περιέχουσιν. ἔστι δὲ καὶ ἀλληγορῆσαι τὰ περὶ τὸν τόπον ἔχοντα θεωρίαν τὴν διὰ συμβόλων. εἰδέναι τοίνυν προσήκει ὅτι ὁ τῆς φύσεως ὀρθὸς λόγος πατρὸς ὁμοῦ καὶ ἀνδρὸς ἔχει δύναμιν, ἐπινοίαις διαφόροις· ἀνδρὸς μέν, ἐπειδὴ τὸν ἀρετῶν σπόρον ὥσπερ εἰς ἀγαθὴν ἄρουραν τὴν ψυχὴν καταβάλλεται, πατρὸς δ’ ὅτι βουλὰς ἀγαθὰς καὶ πράξεις καλὰς καὶ σπουδαίας γεννᾶν πέφυκε καὶ γεννήσας ἐκτρέφει ποτίμοις δόγμασιν, ἃ παιδεία καὶ σοφία χορηγοῦσι.
- 2.30.1
διάνοια δ’ ἀπεικάζεται τοτὲ μὲν παρθένῳ, τοτὲ δὲ γυναικὶ ἢ χηρευούσῃ ἢ ἀνδρὶ ἔτι ἡρμοσμένῃ· παρθένος μὲν διάνοια ἁγνὴν καὶ ἀδιάφθορον διαφυλάττουσα ἑαυτὴν ἀπό τε ἡδονῶν καὶ ἐπιθυμιῶν, ἔτι δὲ καὶ λυπῶν καὶ φόβων, ἐπιβούλων παθῶν, ἧς τὴν προστασίαν ὁ γεννητὴς ἀνῆπται πατήρ· τῆς δ’ ὡς γυναικὸς ἀστείῳ λόγῳ τῷ κατ’ ἀρετὴν συμβιούσης τὴν ἐπιμέλειαν ὁ αὐτὸς λόγος οὗτος ἐπαγγέλλεται σπείρων ἀνδρὸς τρόπον ἐννοίας ἀρίστας.
- 2.31.1
ἣ δ’ ἂν ἀπορφανισθῇ ψυχὴ καὶ γενεᾶς τῆς κατὰ τὴν φρόνησιν καὶ ἐπιγαμίας τῆς κατὰ τὸν ὀρθὸν λόγον, χηρεύουσα τῶν καλλίστων καὶ ἔρημος οὖσα σοφίας, ὑπαίτιον ἑλομένη ζωήν, ἔνοχος ἔστω οἷς ἔγνω καθ’ ἑαυτῆς, ἰατρὸν ἁμαρτημάτων οὐκ ἔχουσα οὔθ’ ὡς ἄνδρα συμβιωτὴν οὔθ’ ὡς πατέρα γεννητὴν τὸν κατὰ σοφίαν λόγον.
- 2.32.1
Τῶν δὲ μὴ μόνον τὰς οὐσίας ἢ μέρη τούτων ἀλλὰ καὶ αὑτοὺς ἀνάθημα ποιησαμένων ἐν εὐχαῖς ὥρισε τιμάς, οὐ πρὸς κάλλος ἢ μέγεθος ἤ τι τῶν ὁμοιοτρόπων ἀπιδών, ἀλλὰ πρὸς ἀριθμὸν ἴσον, διακρίνας ἄνδρας αὐτὸ μόνον γυναικῶν καὶ νηπίους τελείων.
- 2.33.1
κελεύει γὰρ ἀπὸ μὲν εἰκοσαετίας ἄχρις ἑξηκονταετίας ἀνδρὸς εἶναι τιμὴν δραχμὰς διακοσίας νομίσματος ὁλαργύρου, γυναικὸς δὲ εἴκοσι πρὸς ταῖς ἑκατόν, ἀπὸ δὲ πενταετίας ἄχρις εἰκοσαετίας τοῦ μὲν ἄρρενος δραχμὰς ὀγδοήκοντα, τῆς δὲ θηλείας τεσσαράκοντα, ἀπὸ δὲ βρέφους εἰς πενταετίαν τοῦ μὲν ἄρρενος δραχμὰς εἴκοσι, τοῦ δὲ θήλεος δώδεκα, τῶν δ’ ὑπὲρ ἑξήκοντα ἔτη βεβιωκότων πρεσβυτῶν μὲν δραχμὰς ἑξήκοντα, πρεσβυτίδων δὲ τεσσαράκοντα.
- 2.34.1
τὰ δ’ ἴσα καὶ ἐπ’ ἀρρένων καθ’ ἡλικίαν ἑκάστην καὶ ἐπὶ θηλειῶν ὁμοίως διετάξατο, τριῶν ἕνεκα τῶν ἀναγκαιοτάτων· ἑνὸς μὲν ὅτι ἴσον ἐστὶ καὶ ὅμοιον τὸ ἀξίωμα τῆς εὐχῆς, ἐάν τε ὑπὸ μεγάλου τινὸς ἐάν τε καὶ ὑπ’ εὐτελοῦς γίνηται· δευτέρου δ’ ὅτι τοὺς εὐξαμένους ἁρμόττον οὐκ ἦν ταῖς τῶν ἀνδραπόδων ὑποβάλλεσθαι τύχαις — ἐκεῖνα γὰρ πρὸς τὰς τῶν σωμάτων εὐεξίας καὶ εὐμορφίας τιμᾶται ἢ τοὐναντίον ἐπευωνίζεται —· τρίτου δ’ ὃ καὶ ἀναγκαιότατον, ὅτι παρὰ μὲν ἡμῖν ἀνισότης, ἰσότης δὲ παρὰ θεῷ τίμιον.
- 2.35.1
Ταῦτα μὲν ἐπ’ ἀνθρώπων, ἐπὶ δὲ κτηνῶν τάδε νομοθετεῖται· ἐάν τις ἀφορίσῃ κτῆνος, εἰ μὲν εἴη καθαρὸν ἔκ τινος γένους τῶν τριῶν, ἅπερ εἰς θυσίαν ἀπενεμήθη, βοῦς ἢ πρόβατον ἢ αἴξ, ἐκεῖνο καταθυέτω μὴ ὑπαλλαττόμενος μήτε χεῖρον κρείττονος μήτ’ ἄμεινον χείρονος· οὐ γὰρ πολυσαρκίᾳ καὶ πιότητι ζῴων χαίρει ὁ θεός, ἀλλ’ ἀνυπαιτίῳ τοῦ εὐξαμένου διαθέσει· ἐὰν δὲ ὑπαλλάττηται, δύο ἀνθ’ ἑνὸς καθιερούτω, τό τε ἀρχαῖον καὶ τὸ ἀντ’ ἐκείνου.
- 2.36.1
ἐὰν δέ τις εὔξηταί τι τῶν μὴ καθαρῶν κτηνῶν, ἀγέτω πρὸς τὸν δοκιμώτατον τῶν ἱερέων· ὁ δὲ τιμάσθω μὴ ὑπερβάλλων τὴν ἀξίαν, προσεπιτιθεὶς τῆς τιμῆς καὶ τὸ πέμπτον, ἵν’, εἰ δέοι καθαρὸν ἀντὶ τούτου ζῷον ἱερουργεῖν, μηδὲν ὑστερίζοι τῆς ἀξίας τιμῆς, καὶ ἄλλως ὑπὲρ τοῦ δυσωπῆσαι τὸν εὐξάμενον, ὅτι τὴν εὐχὴν ἐποιήσατο οὐ συλλογισμῷ, τὸ μὴ καθαρὸν ζῷον ὥς γ’ οἶμαι τότε νομίσας εἶναι καθαρὸν πλάνῳ διανοίας, κεκρατημένος ὑπὸ πάθους.
- 2.37.1
οἰκία δ’ εἰ γένοιτο ἀνάθημα, πάλιν ἐχέτω τιμητὴν ἱερέα· οἱ δ’ ὠνούμενοι μὴ τὰ ἴσα κατατιθέτωσαν, ἀλλ’ εἰ μὲν ὁ εὐξάμενος ἀνακομίζεσθαι προέλοιτο, ἐπιδαψιλευέσθω τὸ πέμπτον, κολάζων τὴν εὐχέρειαν καὶ ἐπιθυμίαν, διττὸν κακόν, ἐν οἷς μὲν ηὔχετο τὴν εὐχέρειαν, ἐν οἷς δ’ ἐφίεται ὧν πρότερον ἐξέστη τὴν ἐπιθυμίαν, εἰ δ’ ἕτερος, μηδὲν πλέον τῆς ἀξίας κατατιθέτω.
- 2.38.1
ὁ δ’ εὐξάμενος μὴ μακροὺς ἐμποιείτω χρόνους πρὸς τὴν ὧν ηὔξατο τελείωσιν· ἄτοπον γὰρ τὰς μὲν πρὸς ἀνθρώπους ὁμολογίας ἐπιτέμνειν πειρᾶσθαι, τὰς δὲ πρὸς θεὸν τὸν ἀνεπιδεᾶ καὶ οὐδενὸς χρεῖον ἐκπροθέσμους ἀποφαίνειν, μελλήσει καὶ βραδυτῆτι διελέγχοντας αὑτοὺς ἐπὶ τῷ μεγίστῳ τῶν ἀδικημάτων, ὀλιγωρίᾳ τῇ πρὸς αὐτόν, οὗ τὴν θεραπείαν ἀρχὴν καὶ τέλος εὐδαιμονίας εἶναι νομιστέον. ὅρκων μὲν δὴ πέρι καὶ εὐχῶν ἅλις.
- 2.39.1
Ἑξῆς ἐστι κεφάλαιον τὸ περὶ τῆς ἱερᾶς ἑβδόμης, ᾧ μυρία καὶ ἀναγκαῖα ἐμφέρεται, τὰ εἴδη τῶν ἑορτῶν, αἱ τῶν φύσει μὲν ἐλευθέρων διὰ δὲ καιροὺς ἀβουλήτους θητευόντων καθ’ ἕβδομον ἐνιαυτὸν ἀφέσεις, αἱ πρὸς χρεώστας τῶν συμβαλλόντων φιλοφροσύναι τὰ δάνεια ἑβδόμῳ ἔτει τοῖς ὁμοφύλοις χαριζομένων, αἱ ἀνάπαυλαι τῆς βαθυγείου πεδιάδος τε καὶ ὀρεινῆς, αἳ γίνονται παρ’ ἑξαετίαν, τὰ περὶ τοῦ πεντηκοστοῦ ἔτους νομοθετηθέντα· ὧν καὶ ἡ ἄνευ κόπου ψιλὴ διήγησις ἱκανὴ τοὺς μὲν εὐφυεῖς τελειῶσαι πρὸς ἀρετήν, τοὺς δ’ ἀφηνιαστὰς καὶ σκληροὺς τὸ ἦθος εὐπειθεστέρους ἀπεργάσασθαι.
- 2.40.1
τὰ μὲν οὖν περὶ τῆς ἐν ἀριθμοῖς ἑβδόμης εἴρηται διὰ μακροτέρων πρότερον, ἥν τε ἔχει φύσιν ἐν δεκάδι καὶ ἣν συγγένειαν πρός τε αὐτὴν δεκάδα καὶ πρὸς τετράδα, τὴν δεκάδος ἀρχήν τε καὶ πηγήν, καὶ ὡς συντεθεῖσα μὲν ἀπὸ μονάδος ἑξῆς γεννᾷ τὸν ὀκτὼ καὶ εἴκοσι τέλειον ἀριθμὸν τοῖς αὑτοῦ μέρεσιν ἰσούμενον, εἰς δ’ ἀναλογίαν ἀχθεῖσα κύβον ὁμοῦ καὶ τετράγωνον ἀποτελεῖ, καὶ ὡς μυρία ἄλλα κάλλη θεωρημάτων ἐξ αὑτῆς ἐπιδείκνυται, περὶ ὧν οὐ καιρὸς μακρηγορεῖν. ἕκαστον δὲ τῶν προκειμένων καὶ ἐμφερομένων εἰδῶν ἐπισκεπτέον, ἀπὸ τοῦ πρώτου τὴν ἀρχὴν ποιησαμένους. ἦν δὲ πρῶτον τὸ περὶ ἑορτῶν.
- 2.41.1
Εἰσὶ τοίνυν ἀριθμῷ δέκα ἑορταί, ἃς ἀναγράφει ὁ νόμος· πρώτη μέν, ἣν ἀκούσας θαυμάσαι τις ἂν ἴσως, αὕτη δ’ ἐστὶν ἡμέρα πᾶσα· δευτέρα δὲ ἡ δι’ ἓξ ἡμερῶν ἑβδόμη, σάββατον αὐτὴν Ἑβραῖοι πατρίῳ γλώττῃ καλοῦσι· τρίτη δ’ ἡ μετὰ σύνοδον τὴν κατὰ σελήνην νέαν νουμηνία· τετάρτη δ’ ἡ τῶν διαβατηρίων, ἣ καλεῖται Πάσχα· πέμπτη δ’ ἡ τῶν ἀσταχύων ἀπαρχή, τὸ ἱερὸν δράγμα· ἕκτη δ’ ἄζυμα· μεθ’ ἣν ἡ τῶν ἑβδομάδων ὄντως ἑβδόμη· ὀγδόη δὲ ἱερομηνία· ἐνάτη δὲ νηστεία· δεκάτη δὲ ἡ τῶν σκηνῶν, ἥτις ἐστὶ τῶν ἐτησίων ἑορτῶν συμπέρασμα, εἰς τέλειον ἀριθμὸν δεκάδα τελευτῶσα. ἀρκτέον δὲ ἀπὸ τῆς πρώτης.
- 2.42.1
Ἅπασαν ἡμέραν ἑορτὴν ἀναγράφει ὁ νόμος πρὸς τὸν ἀνεπίληπτον βίον ἁρμοζόμενος ὁσίων ἀνθρώπων ἑπομένων τῇ φύσει καὶ τοῖς ταύτης διατάγμασι. καὶ εἴ γε μὴ παρευημέρησαν αἱ κακίαι καταδυναστεύσασαι τοὺς περὶ τῶν συμφερόντων λογισμοὺς οὓς τῆς ἑκάστων ψυχῆς ἐξῴκισαν, ἀλλ’ ἔμειναν αἱ τῶν ἀρετῶν δυνάμεις εἰς ἅπαν ἀήττητοι, μία ἂν ἦν ὁ ἀπὸ γενέσεως ἄχρι τελευτῆς χρόνος ἀδιάστατος ἑορτὴ καὶ αἵ τε οἰκίαι καὶ αἱ πόλεις ἐν ἀδείᾳ καὶ ἐκεχειρίᾳ μεσταὶ πάντων ἂν ἦσαν ἀγαθῶν εὐδίαν ἄγουσαι πραγμάτων.
- 2.43.1
νυνὶ δ’ αἱ πλεονεξίαι καὶ ἀντεπιθέσεις, ἃς ἄνδρες ὁμοῦ καὶ γυναῖκες μηχανῶνται κατά τε αὑτῶν καὶ κατ’ ἀλλήλων, τὸ συνεχὲς τῆς ἱλαρᾶς διέκοψαν εὐθυμίας. ἐμφανὴς δὲ τοῦ λεγομένου πίστις.
- 2.44.1
ὅσοι γὰρ ἢ παρ’ Ἕλλησιν ἢ παρὰ βαρβάροις ἀσκηταὶ σοφίας εἰσὶν ἀνεπιλήπτως καὶ ἀνυπαιτίως ζῶντες, μήτε ἀδικεῖσθαι μήτε ἀνταδικεῖν αἱρούμενοι, τὰς τῶν φιλοπραγμόνων ὁμιλίας ἐκτρέπονται καὶ τὰ χωρία, ἐν οἷς ποιοῦνται τὰς διατριβάς, προβέβληνται, δικαστήρια καὶ βουλευτήρια καὶ ἀγορὰς καὶ ἐκκλησίας καὶ συνόλως ὅπου τις τῶν εἰκαιοτέρων ἀνθρώπων θίασος ἢ σύλλογος,
- 2.45.1
οἷα βίον ἀπόλεμον καὶ εἰρηναῖον ἐζηλωκότες, θεωροὶ τῆς φύσεως καὶ τῶν ἐν αὐτῇ πάντων ἄριστοι, γῆν καὶ θάλατταν καὶ ἀέρα καὶ οὐρανὸν καὶ τὰς ἐν αὐτοῖς φύσεις διερευνώμενοι, σελήνῃ καὶ ἡλίῳ καὶ τῇ χορείᾳ τῶν ἄλλων ἀστέρων πλανήτων τε καὶ ἀπλανῶν ταῖς διανοίαις συμπεριπολοῦντες, τὰ μὲν σώματα κάτω πρὸς χέρσον ἱδρυμένοι, τὰς δὲ ψυχὰς ὑποπτέρους κατασκευάζοντες, ὅπως αἰθεροβατοῦντες τὰς ἐκεῖ δυνάμεις περιαθρῶσιν, οἷα χρηστοὶ τῷ ὄντι κοσμοπολῖται γενομένοι, οἳ τὸν μὲν κόσμον ἐνόμισαν εἶναι πόλιν, πολίτας δὲ τοὺς σοφίας ὁμιλητάς, ἀρετῆς ἐγγραφούσης, ἣ πεπίστευται τὸ κοινὸν πολίτευμα πρυτανεύειν.
- 2.46.1
γέμοντες οὖν καλοκἀγαθίας καὶ τῶν περὶ σῶμα κακῶν καὶ τῶν ἐκτὸς ἀλογεῖν ἐθιζόμενοι καὶ ἐξαδιαφορεῖν τὰ ἀδιάφορα μελετῶντες καὶ κατὰ τῶν ἡδονῶν καὶ ἐπιθυμιῶν ἀλειφόμενοι καὶ συνόλως ἐπάνω τῶν παθῶν ἵστασθαι σπουδάζοντες ἀεὶ καὶ τὸν ἐπιτειχισμὸν αὐτῶν πάσῃ δυνάμει καθαιρεῖν παιδευόμενοι καὶ ταῖς τῆς τύχης μὴ καμπτόμενοι προσβολαῖς διὰ τὸ προεκλελογίσθαι τὰς ἐπιθέσεις αὐτῆς — ἐπικουφίζει γὰρ καὶ τὰ βαρύτατα τῶν ἀβουλήτων ἡ πρόληψις, καινὸν οὐδὲν ἔτι τῆς διανοίας τῶν συμβαινόντων ὑπολαμβανούσης, ἀλλ’ ὡς ἐπὶ παλαιοῖς καὶ ἑώλοις ἀμαυρὰν τὴν ἀντίληψιν ποιουμένης —, εἰκότως ἐνευφραινόμενοι ταῖς ἀρεταῖς ἅπαντά γε τὸν βίον ἑορτὴν ἄγουσιν.
- 2.47.1
οὗτοι μὲν οὖν ὀλίγος εἰσὶν ἀριθμός, ἐμπύρευμα κατὰ πόλεις ὑποτυφόμενον σοφίας, ἕνεκα τοῦ μὴ κατὰ τὸ παντελὲς σβεσθεῖσαν ἀρετὴν ἐκ τοῦ γένους ἡμῶν ἀφανισθῆναι.
- 2.48.1
εἰ δὲ τοῖς ὀλίγοις συνεφρόνησαν οἱ πανταχοῦ καὶ ἐγένοντο, οἵους βούλεται εἶναι ἡ φύσις, ἀνεπίληπτοι καὶ ἀνυπαίτιοι πάντες, ἐρασταὶ φρονήσεως, χαίροντες τῷ καλῷ δι’ αὐτὸ τὸ καλὸν καὶ τοῦτο μόνον ἀγαθὸν ἡγούμενοι, τὰ δ’ ἄλλα πάντα ὑπήκοα καὶ δοῦλα ὡς ἂν ἄρχοντες, εὐδαιμονίας ἂν αἱ πόλεις ἐγένοντο μεσταί, τῶν μὲν ὅσα λύπης αἴτια καὶ φόβων ἀμέτοχοι, πλήρεις δὲ τῶν ἀπεργαζομένων χαρὰς καὶ εὐπαθείας, ὡς μηδένα καιρὸν ἐλλείπειν
- 2.49.1
ἱλαροῦ βίου, πάντα δὲ τὸν τοῦ ἐνιαυτοῦ κύκλον εἶναι ἑορτήν. διὸ παρ’ ἀληθείᾳ δικαζούσῃ τῶν φαύλων οὐδεὶς ἀλλ’ οὐδὲ τὸν βραχύτατον χρόνον ἑορτάζει, συνειδήσει τῶν ἀδικημάτων ἀγχόμενος καὶ τῇ ψυχῇ κατηφῶν, εἰ καὶ τῷ προσώπῳ μειδιᾶν καθυποκρίνεται. ποῦ γὰρ ἔχει καιρὸν ἀψευδοῦς εὐφροσύνης κακοβουλότατος ὢν καὶ συζῶν ἀφροσύνῃ καὶ περὶ πάντα ἀκαιρευόμενος, γλῶτταν, γαστέρα, τὰ γεννητικά;
- 2.50.1
δι’ ἧς μὲν γὰρ ἐκλαλεῖ τὰ ἀπόρρητα καὶ ἡσυχαστέα, τὴν δὲ ἀκράτου πολλοῦ καὶ ἐδεσμάτων ἀμέτρων ἀναπίμπλησιν ὑπὸ λαιμαργίας, τοῖς δὲ καταχρῆται πρὸς ἐκνομωτάτους οἴστρους καὶ μίξεις ἀθέσμους, οὐ μόνον ἀλλοτρίοις γάμοις ἐπιμεμηνώς, ἀλλὰ καὶ παιδεραστῶν καὶ βιαζόμενος τὸν ἄρρενα τῆς φύσεως χαρακτῆρα παρακόπτειν καὶ μεταβάλλειν εἰς γυναικόμορφον ἰδέαν ἕνεκα τοῦ μεμιασμένῳ καὶ ἐπαράτῳ πάθει χαρίσασθαι.
- 2.51.1
δι’ ἣν αἰτίαν ὁ πάντα μέγας Μωυσῆς τὰς ὑπερβολὰς τοῦ περὶ τὴν ὄντως ἑορτὴν κάλλους ἰδὼν τελειοτέραν ἢ κατ’ ἀνθρωπίνην φύσιν ὑπέλαβεν εἶναι καὶ ἀνέθηκεν αὐτὴν θεῷ φήσας κατὰ λέξιν οὕτως·
- 2.52.1
„ἑορταὶ κυρίου“ (Lev. 23,2)· τὸ γὰρ ἐπίλυπον καὶ περιδεὲς τοῦ ἡμετέρου γένους λογιζόμενος καὶ ὡς ἔστι μυρίων κακῶν μεστόν, ἃ γεννῶσι μὲν αἱ ψυχῆς πλεονεξίαι, γεννῶσι δὲ καὶ αἱ σώματος κῆρες, προσβάλλουσι δὲ αἱ τῆς τύχης ἀνωμαλίαι καὶ τῶν συνόντων αἱ ἀντεπιθέσεις μυρία κακὰ δρώντων τε καὶ πασχόντων, εἰκότως ἐθαύμαζεν, εἰ δύναταί τις ἐν τοσούτῳ πελάγει πραγμάτων ἑκουσίων τε καὶ ἀκουσίων φερόμενος καὶ μηδέποτ’ ἠρεμῆσαι οἷός τε ὢν μηδ’ ἀκινδύνῳ βίῳ μετ’ ἀσφαλείας ἐνορμίσασθαι τὴν μὴ λεγομένην ἀλλὰ πρὸς ἀλήθειαν οὖσαν ὄντως ἄγειν ἑορτήν, ἐνευφραινόμενος καὶ ἐντρυφῶν θεωρίᾳ τε τοῦ κόσμου καὶ τῶν ἐν αὐτῷ καὶ ἀκολουθίᾳ φύσεως καὶ ἁρμονίᾳ πρὸς ἔργα λόγων καὶ πρὸς λόγους ἔργων.
- 2.53.1
ὅθεν ἀναγκαίως εἶπε τὰς ἑορτὰς εἶναι μόνου θεοῦ· μόνος γὰρ εὐδαίμων καὶ μακάριος, παντὸς μὲν ἀμέτοχος κακοῦ, πλήρης δ’ ἀγαθῶν τελείων, μᾶλλον δ’, εἰ χρὴ τἀληθὲς εἰπεῖν, αὐτὸς ὢν τὸ ἀγαθόν, ὃς οὐρανῷ καὶ γῇ τὰ κατὰ μέρος ὤμβρησεν ἀγαθά.
- 2.54.1
παρὸ καὶ τῶν πάλαι τις ἀρετῶσα διάνοια, γαληνιασάντων αὐτῇ τῶν παθῶν, ἐνεμειδίασε χαρᾶς ἐγκύμων καὶ ὑπόπλεως γενομένη· καὶ λογισαμένη παρ’ αὑτῇ, μή ποτ’ ἄρα τὸ μὲν χαίρειν ἴδιόν ἐστι μόνου θεοῦ, αὐτὴ δὲ διαμαρτάνει σφετεριζομένη τὰς ὑπὲρ ἄνθρωπον εὐπαθείας, εὐλαβεῖταί τε καὶ τὸν ψυχικὸν γέλωτα ἀρνεῖται μέχρι τοῦ παρηγορηθῆναι·
- 2.55.1
τὸ γὰρ δέος αὐτῆς ἐπικουφίζει ὁ ἵλεως θεὸς χρησμῷ κελεύσας ὁμολογεῖν, ὅτι ἐγέλασεν, ἵν’ ἡμᾶς ἀναδιδάξῃ, ὅτι οὐ κατὰ τὸ παντελὲς ἐστέρηται τὸ γενητὸν χαρᾶς, ἀλλ’ ἔστιν ἡ μὲν ἀμιγὴς καὶ ἀκραιφνεστάτη, μηδὲν τῶν τῆς ἐναντίας ἐπιδεχομένη φύσεως, ἐξαίρετος θεοῦ, ἡ δ’ ἀπ’ ἐκείνης ῥυεῖσα μικτή, βραχέσιν ἀνακεκραμένη λυπηροῖς, ἀνδρὸς ἤδη σοφοῦ δωρεὰν μεγίστην λαβόντος τὴν τοιαύτην μῖξιν, ἐν ᾗ πλείω τὰ ἡδέα τῶν ἀηδῶν ἀνακέκραται. ταῦτα μὲν ἐπὶ τοσοῦτον.
← Previous · Next → — showing 301–400 of 1,054
First Thousand Years of Greek. CTS URN tlg0018.tlg024.1st1K-grc1. Via the Perseus Digital Library / Open Greek and Latin TEI corpora. Licence: Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License. Source.