De specialibus legibus (lib. i‑iv)
- 1.101.1
Ἐπεὶ δ’ ὁ ἱερεὺς πολὺ πρότερον ἀνήρ ἐστι καὶ ταῖς πρὸς συνουσίαν ὁρμαῖς ἐξ ἀνάγκης ὀφείλει χρῆσθαι, γάμον αὐτῷ μνᾶται παρθένου καθαρᾶς καὶ ἐκ καθαρῶν γονέων καὶ πάππων καὶ προγόνων εἴς τε καλοκἀγαθίαν καὶ εὐγένειαν ἀριστίνδην ἐπικριθέντων.
- 1.102.1
πόρνῃ μὲν γὰρ καὶ βεβήλῳ σῶμα καὶ ψυχὴν οὐδὲ προσελθεῖν ἐᾷ, κἂν τὴν ἐργασίαν ἀποθεμένη σχῆμα κόσμιον καὶ σῶφρον ὑποδύηται, διὰ τὸ τὴν ἀρχαίαν προαίρεσιν ἀνίερον αὐτῇ γενέσθαι. αὕτη δὲ πρὸς μὲν τὰ ἄλλα ἐπιτιμίαν ἐχέτω σπουδάσασα μιασμάτων καθαρεῦσαι· μετάνοια γὰρ ἀδικημάτων ἐπαινετόν· καὶ μηδεὶς ἕτερος αὐτὴν ἄγεσθαι κεκωλύσθω, ἱερεῖ δὲ μὴ προσίτω· τὰ γὰρ ἱερωσύνης ἐξαίρετα δίκαια συμφωνίαν ἐπιζητούσης τὴν ἀπὸ γενέσεως [ἀρχῆς] ἄχρι τελευτῆς ἀνυπαίτιον.
- 1.103.1
εὔηθες γὰρ διὰ μὲν τὰς ἐκ τῶν τραυμάτων ἐπιγενομένας οὐλὰς ἐν τοῖς σώμασιν εἴργεσθαί τινας ἱερωσύνης, αἳ σύμβολον ἀτυχίας, οὐ μοχθηρίας, εἰσί, τὰς δὲ μὴ κατ’ ἀνάγκην μόνον ἀλλ’ ἔστιν ὅτε καὶ ἑκουσίοις γνώμαις πεπρακυίας τὴν ἰδίαν ὥραν, ἐπειδήπερ ὀψὲ καὶ μόλις μετέγνωσαν, εὐθὺς ἀπὸ ἐραστῶν ἱερεῦσιν ἁρμόζεσθαι καὶ ἀπὸ χαμαιτυπείων εἰς ἱερὰ χωρία μετοικίζεσθαι· μένουσι γὰρ οὐδὲν ἧττον ἐν ταῖς ψυχαῖς τῶν μετανοούντων οὐλαὶ καὶ τύποι τῶν ἀρχαίων ἀδικημάτων.
- 1.104.1
εὖ καὶ παγκάλως ἐν ἑτέροις διείρηται „μηδὲ μίσθωμα πόρνης εἰσκομίζειν εἰς τὸ ἱερόν“ (Deut. 23, 18)· καίτοι τό γε νόμισμα καθ’ αὑτὸ οὐκ ἔνοχον, ἀλλὰ διὰ τὴν λαβοῦσαν καὶ τὴν πρᾶξιν ἐφ’ ᾗ δέδοται. σχολῇ γ’ ἂν ἔτι προσοῖτό τις εἰς κοινωνίαν ἱερέων γυναῖκας, ὧν καὶ τὰ χρήματα βέβηλα καὶ παράσημα, εἰ καὶ ταῖς ὕλαις καὶ τοῖς χαρακτῆρσι δόκιμα.
- 1.105.1
Τὰ μὲν οὖν περὶ γάμον οὕτως ἠκρίβωται τῷ ἀρχιερεῖ, ὥστ’ οὐδὲ χήραν ἐφεῖται γαμεῖν αὐτῷ, οὔτε τετελευτηκότος ἀνδρὸς μονωθεῖσαν οὔτε ἀπηλλαγμένην ἔτι ζῶντος, ἵνα πρῶτον μὲν εἰς ἄβατον καὶ καθαρὰν ἄρουραν ὁ ἱερὸς σπόρος χωρῇ καὶ μηδεμίαν κρᾶσιν αἱ γοναὶ πρὸς ἑτέραν οἰκίαν λαμβάνωσιν, εἶτα δ’ ὅπως ἀκακωτάταις καὶ ἀδιαστρόφοις ταῖς ψυχαῖς συνερχόμενοι ῥᾳδίως διαπλάττωσι τὰ ἤθη καὶ τοὺς τρόπους αὐτῶν· ὁλκοὶ γὰρ καὶ εὐάγωγοι διάνοιαι παρθένων πρὸς ἀρετήν, εἰς διδασκαλίαν ἑτοιμόταται·
- 1.106.1
ἡ δ’ ἑτέρου πεῖραν ἀνδρὸς λαβοῦσα κατὰ τὸ εἰκὸς ἀπειθεστέρα πρὸς μάθησιν, ἅτε τὴν ψυχὴν ἀκραιφνεστάτην οὐκ ἔχουσα καθάπερ τινὰ λελειασμένον κηρὸν εἰς τρανότητα τῶν ἐγγραφησομένων δογμάτων, ἀλλὰ τραχεῖαν ὑπὸ τῶν προεγχαραχθέντων τύπων, οἳ δυσεξάλειπτοι παραμένοντες ἢ οὐ παραδέχονται σφραγῖδας ἑτέρας ἢ παραδεξάμενοι συγχέουσι ταῖς ἑαυτῶν ἀνωμαλίαις.
- 1.107.1
παρθένον οὖν ὁ ἀρχιερεὺς ἀγέσθω γάμων ἁγνήν· λέγω δὲ παρθένον οὐ μόνον ᾗ μὴ ἕτερος ὡμίλησεν, ἀλλὰ καὶ ἐφ’ ᾗ μηδεὶς ἄλλος ἀνὴρ ὠνομάσθη διά τινων ὁμολογιῶν, κἂν ἁγνεύῃ τὸ σῶμα.
- 1.108.1
Τοῖς δὲ κατὰ μέρος ἱερεῦσι τὰ μὲν ἄλλα περὶ γάμων διατέτακται ταὐτὰ ἃ καὶ τοῖς τὴν μεγίστην ἔχουσιν ἱερωσύνην, ἐφεῖται δ’ οὐ μόνον παρθένους ἀλλὰ καὶ χήρας, οὐ πάσας ἀλλ’ ὧν τετελευτήκασιν ἄνδρες, μετ’ ἀδείας ἄγεσθαι. φιλονεικίας γὰρ καὶ στάσεις ἐκ τοῦ βίου τῶν ἱερέων οἴεται δεῖν ὁ νόμος ἀναιρεῖν· πρὸς μὲν οὖν τοὺς ζῶντας γένοιντ’ ἂν ἴσως ἔριδες ἐκ πάθους γυναικείου, ζηλοτυπίας, τοῖς δ’ ἀποθανοῦσι συναποθνῄσκει καὶ τὰ τῆς πρὸς τοὺς δευτέρους ἄνδρας ἔχθρας.
- 1.109.1
ἄλλως τε τὸν ἀρχιερέα πλείονος ἐδικαίωσεν ἁγιστείας καὶ καθάρσεως ὥσπερ ἐν ἅπασι τοῖς ἄλλοις καὶ ἐν γάμου κοινωνίᾳ μεταλαχεῖν, οὐκ ἐάσας ὅτι μὴ κόρην ἄγεσθαι· τοῖς δὲ τῆς δευτέρας τάξεως ὑπανῆκε τὰ περὶ συνόδους γυναικῶν, ἐφιεὶς καὶ πεπειραμένας ἑτέρων ἀνδρῶν ἐγγυᾶσθαι.
- 1.110.1
πρὸς δὲ τούτῳ καὶ τὸ γένος ἠκρίβωσε τῶν μελλουσῶν γαμεῖσθαι, προστάξας τῷ μὲν ἀρχιερεῖ μνᾶσθαι μὴ παρθένον μόνον ἀλλὰ καὶ ἱέρειαν ἐξ ἱερέων, ἵν’ ἐκ μιᾶς οἰκίας καὶ τρόπον τινὰ τοῦ αὐτοῦ αἵματος ὦσι νυμφίος τε καὶ νύμφη πρὸς ἁρμονίαν ἐπιδειξάμενοι παρ’ ὅλον τὸν βίον κρᾶσιν ἠθῶν βεβαιοτάτην.
- 1.111.1
ἐπετράπη δὲ τοῖς ἄλλοις καὶ μὴ ἱερέων γαμεῖν θυγατέρας, τῇ μὲν ὅτι μικρὰ τούτων καθάρσια, τῇ δ’ ὅτι τὸ ἔθνος οὐκ ἐβουλήθη γενεᾶς εἰς ἅπαν ἱερατικῆς ἀμοιρῆσαί τε καὶ παντελῶς ἀπεζεῦχθαι. δι’ ἣν αἰτίαν οὐκ ἐκώλυσε τοὺς ἄλλους ἱερέας ἐπιγαμίας ποιεῖσθαι πρὸς τοὺς ἀπὸ τοῦ ἔθνους, αἵπερ εἰσὶ δεύτεραι συγγένειαι· γαμβροὶ γὰρ ἀνθ’ υἱῶν πενθεροῖς καὶ ἀντὶ πατέρων γαμβροῖς πενθεροί.
- 1.112.1
Τὰ μὲν δὴ περὶ γάμου ταῦτα καὶ τὰ τούτοις ὅμοια χάριν παίδων γενέσεως. ἐπεὶ δ’ ἕπεται γενέσει φθορά, καὶ τοὺς ἐπὶ τελευταῖς ἀνέγραψε τοῖς ἱερεῦσι νόμους, κελεύσας μὴ ἐφ’ ἅπασιν αὐτοὺς μιαίνεσθαι τοῖς ὁπωσοῦν ἢ κατὰ φιλίαν ἢ κατὰ συγγένειαν ᾠκειωμένοις, ἀλλ’ ἐπὶ μόνοις πατράσι καὶ μητράσιν, υἱοῖς καὶ θυγατράσιν, ἀδελφοῖς καὶ ἀδελφαῖς παρθένοις.
- 1.113.1
τὸν δ’ ἀρχιερέα παντὸς πένθους ὑπεξείλετο· καὶ μήποτ’ εἰκότως· τὰς μὲν γὰρ τῶν ἄλλων ἱερέων ὑπηρεσίας ἀνθ’ ἑτέρων ἕτεροι λειτουργεῖν δύνανται, ὡς, κἂν πενθῶσί τινες, μηδὲν τῶν ἐξ ἔθους ὑστερίζειν, τὰς δὲ τοῦ ἀρχιερέως οὐδενὶ δρᾶν ἐφεῖται. παρ’ ἣν αἰτίαν ἀμίαντος ἀεὶ διατελείτω μὴ προσαπτόμενος νεκροῦ σώματος, ὅπως τὰς ὑπὲρ τοῦ ἔθνους εὐχὰς καὶ θυσίας ἕτοιμος ὢν ἐν καιροῖς τοῖς προσήκουσιν ἀκωλύτως ἐπιτελῇ.
- 1.114.1
καὶ γὰρ ἄλλως προσκεκληρωμένος θεῷ καὶ τῆς ἱερᾶς τάξεως γεγονὼς ταξίαρχος ὀφείλει πάντων ἀλλοτριοῦσθαι τῶν ἐν γενέσει, μὴ γονέων, μὴ τέκνων, μὴ ἀδελφῶν εὐνοίας οὕτως ἡττώμενος, ὡς ἢ παρελθεῖν ἢ ὑπερθέσθαι τι τῶν ὁσίων, ὃ πραχθῆναι πάντως αὐτίκα ἄμεινον.
- 1.115.1
κελεύει δὲ μήτε τὰ ἱμάτια περιρρήττειν ἐπὶ τοῖς οἰκειοτάτοις ἀποθανοῦσι μήτε ἀφαιρεῖν ἀπὸ τῆς κεφαλῆς τὰ παράσημα τῆς ἱερωσύνης μήτε συνόλως ἐκ τῶν ἁγίων ἐξιέναι κατὰ πρόφασιν πένθους, ἵνα καὶ τὸν τόπον αἰδούμενος καὶ τὰ περὶ ἑαυτὸν προκοσμήματα οἷς ἀνέστεπται, κρείττων οἴκτου γενόμενος, ἄλυπος εἰς ἀεὶ διατελῇ.
- 1.116.1
βούλεται γὰρ αὐτὸν ὁ νόμος μείζονος μεμοιρᾶσθαι φύσεως ἢ κατ’ ἄνθρωπον, ἐγγυτέρω προσιόντα τῆς θείας, μεθόριον, εἰ δεῖ τἀληθὲς λέγειν, ἀμφοῖν, ἵνα διὰ μέσου τινὸς ἄνθρωποι μὲν ἱλάσκωνται θεόν, θεὸς δὲ τὰς χάριτας ἀνθρώποις ὑποδιακόνῳ τινὶ χρώμενος ὀρέγῃ καὶ χορηγῇ.
- 1.117.1
Ταῦτ’ εἰπὼν ἑξῆς εὐθὺς νομοθετεῖ περὶ τῶν χρησομένων ταῖς ἀπαρχαῖς. ἐὰν οὖν τις, φησί, τῶν ἱερέων ὀφθαλμοὺς ἢ χεῖρας ἢ βάσεις ἤ τι μέρος ἄλλο πηρωθῇ τοῦ σώματος ἢ καί τινα μῶμον ἐνδέξηται, λειτουργιῶν μὲν ἀνεχέτω διὰ τὰς ἐγγενομένας κῆρας, τὰ δὲ κοινὰ τῶν ἱερέων γέρα καρπούσθω διὰ τὴν ἀνυπαίτιον εὐγένειαν.
- 1.118.1
ἐὰν μέντοι λέπραι τινὸς ἐξανθήσασαι κατάσχωσιν ἢ καὶ γονορρυής τις γένηται τῶν ἱερέων, μήτε τραπέζης ἱερᾶς ψαυέτω μήτε τῶν προκειμένων ἄθλων τῷ γένει, μέχρις ἂν ἥ τε ῥύσις ἐπίσχῃ καὶ ἡ λέπρα μεταβαλοῦσα τῷ τῆς ὑγιοῦς σαρκὸς ἐξομοιωθῇ χρώματι.
- 1.119.1
κἂν προσάψηται μέντοι τις ὅτου δήποτε τῶν ἀκαθάρτων ἱερεὺς ἢ καὶ νύκτωρ, οἷα φιλεῖ πολλάκις, ὀνειρώξῃ, τὴν ἡμέραν ἐκείνην μηδὲν προσφερέσθω τῶν καθιερωθέντων, λουσάμενος δ’ ἐπιγενομένης ἑσπέρας χρῆσθαι μὴ κεκωλύσθω.
- 1.120.1
πάροικος δ’ ἱερέως καὶ μισθωτὸς εἰργέσθω τῶν ἀπαρχῶν, ὁ μὲν πάροικος, ἐπειδὴ γείτονες τὰ πολλὰ συνέστιοι καὶ ὁμοτράπεζοι· δέος γάρ, μὴ προῆταί τις τὰ καθιερωθέντα προφάσει καταχρησάμενος εἰς ἀσέβειαν ἀκαίρῳ φιλανθρωπίᾳ· μεταδοτέον γὰρ οὐ πᾶσι πάντων, ἀλλὰ τῶν ἐφαρμοζόντων τοῖς ληψομένοις· εἰ δὲ μή, τὸ κάλλιστον καὶ λυσιτελέστατον τῶν ἐν τῷ βίῳ, τάξις, ἀναιρεθήσεται ὑπὸ τοῦ βλαβερωτάτου παρευημερηθεῖσα, συγχύσεως.
- 1.121.1
εἰ γὰρ ἴσον μὲν μέρος ἐν ὁλκάσιν οἴσονται ναῦται κυβερνήταις, ἴσον δὲ ἐν ταῖς μακραῖς τριήρεσι τριηράρχοις καὶ ναυάρχοις ἐρέται καὶ τὸ ἐπιβατικόν, ἐν δὲ στρατοπέδοις ἴσον ἱππεῖς μὲν ἱππάρχοις, ὁπλῖται δὲ ταξιάρχοις, λοχαγοὶ δὲ στρατηγοῖς, ἐν δὲ πόλεσι κρινόμενοι δικασταῖς καὶ βουλευταὶ προβούλοις καὶ συνόλως ἄρχουσιν ἰδιῶται, ταραχαὶ καὶ στάσεις γενήσονται καὶ ἡ διὰ λόγων ἰσότης τὴν δι’ ἔργων ἀνισότητα γεννήσει· τὸ γὰρ τοῖς τὰς ἀξίας ἀνομοίοις ὅμοια ἀπονέμειν ἄνισον, τὸ δ’ ἄνισον πηγὴ κακῶν.
- 1.122.1
οὗ χάριν καὶ τὰ γέρα τῶν ἱερέων οὐ δοτέον ὥσπερ ἄλλοις οὐδὲ τοῖς παροίκοις ἕνεκα τοῦ γειτνιᾶν ἐφαψομένοις ὧν οὐ θέμις· οὐ γὰρ οἰκίας ἀλλὰ γένους ἐστὶν ἡ τιμή.
- 1.123.1
ὁμοίως μέντοι μηδὲ μισθωτῷ μηδεὶς παρεχέτω μήτε μισθὸν μήθ’ ὑπηρεσίας ἀμοιβὴν ἱερὸν γέρας· χρήσεται γὰρ ὁ λαβὼν ἔστιν ὅτε πρὸς ἃ μὴ δεῖ, βέβηλα τὰ τῆς εὐγενείας ἆθλα καὶ τῆς περὶ τὸν νεὼν λειτουργίας ἀπεργασάμενος.
- 1.124.1
δι’ ἣν αἰτίαν οὐδ’ ἀλλογενεῖ συνόλως ὁ νόμος ἐπιτρέπει μεταλαμβάνειν τῶν ἁγίων, κἂν εὐπατρίδης ὢν τυγχάνῃ τῶν αὐτοχθόνων καὶ πρὸς ἀνδρῶν καὶ πρὸς γυναικῶν ἀνεπίληπτος [ὤν], ἵνα αἱ τιμαὶ μὴ νοθεύωνται, μένωσι δ’ ἐν τῇ ἱερατικῇ τάξει βεβαίως φυλαττόμεναι.
- 1.125.1
καὶ γὰρ ἄτοπον τὰς μὲν θυσίας καὶ ἱερουργίας καὶ ὅσα ἄλλα περὶ τὸν βωμὸν ἁγιστεύεται μὴ πᾶσιν ἀλλὰ τοῖς ἱερεῦσι μόνοις ἐπιτετράφθαι, τὰ δὲ ἀντὶ τούτων ἆθλα κοινὰ γίνεσθαι καὶ τῶν ἐπιτυχόντων, ὡς δέον μὲν πόνοις πολλοῖς καὶ καμάτοις καὶ ταῖς μεθ’ ἡμέραν καὶ νύκτωρ φροντίσιν ἀποτρύχειν τοὺς ἱερέας, τὰ δ’ ἆθλα κοινὰ καὶ τοῖς ἀργοῦσιν ἀποφαίνειν.
- 1.126.1
οἰκογενεῖ δέ, φησίν, καὶ ἀργυρωνήτῳ μεταδιδότω δεσπότης ἱερεὺς σιτίων καὶ ποτῶν ἐκ τῶν ἀπαρχῶν· πρῶτον μὲν ὅτι θεράποντι πόρος εἷς ὁ δεσπότης, ὁ δὲ τοῦ δεσπότου κλῆρος αἱ ἱεραὶ φιλανθρωπίαι, ἐξ ὧν ἀνάγκη τὸν δοῦλον τρέφεσθαι·
- 1.127.1
δεύτερον δ’ ὅτι τὰ γενησόμενα πάντως ἀνάγκη δρᾶν ἑκόντας· οἱ δ’ οἰκέται, κἂν μὴ θέλωμεν, ἅτε ἀεὶ συνόντες καὶ συνδιαιτώμενοι, σιτία τε καὶ ποτὰ καὶ ὄψα τοῖς δεσπόταις προευτρεπιζόμενοι καὶ τραπέζαις ἐφεστῶτες καὶ τὰ λείψανα ἐκκομίζοντες, κἂν μὴ φανερῶς λαμβάνωσι, λάθρα γοῦν ὑφαιρήσονται, κλέπτειν ὑπὸ τῆς ἀνάγκης βιασθέντες, ὡς ἀνθ’ ἑνὸς ἐγκλήματος, εἴπερ ἐστὶν ἀδίκημα τὸ ἐκ τῶν δεσποτικῶν τρέφεσθαι, καὶ ἕτερον προσκατασκευάζεσθαι, κλοπήν, ἵνα οἷα φῶρες πρὸ τῶν ἀνυπαιτίως ζώντων ἀπολαύσωσι τῶν καθιερωθέντων, ὅπερ ἐστὶν ἀτοπώτατον·
- 1.128.1
τρίτον κἀκεῖνο χρὴ λογίζεσθαι, ὅτι τὰ τῶν ἀπαρχῶν οὐ παρόσον ἐπινέμεται τοῖς οἰκέταις ὀλιγωρηθήσεται, διὰ τὸν δεσποτικὸν φόβον· ἱκανὸς γὰρ οὗτος ἐπιστομίζειν τήν τινων εὐχέρειαν ῥᾳθυμεῖν οὐκ ἐφιείς.
- 1.129.1
Ταῦθ’ ὑπειπὼν φιλανθρωπίας μεστὸν νόμον ἑξῆς ἀναγράφει. ἐὰν θυγάτηρ, φησίν, ἱερέως γημαμένη μὴ ἱερεῖ χηρεύσῃ, τελευτήσαντος ἀνδρὸς ἢ καὶ ἔτι ζῶντος, ἄπαις καταλειφθεῖσα, πάλιν ἐπὶ τὸν πατρῷον οἶκον ἐπανερχέσθω μεταληψομένη τῶν ἀπαρχῶν, ὧν καὶ ἡνίκα παρθένος ἦν ἐκοινώνει· τρόπον γάρ τινα καὶ νῦν ἐστι δυνάμει παρθένος ἡ καὶ ἀνδρὸς καὶ παίδων ἔρημος, οὐδεμίαν ἑτέραν ἔχουσα καταφυγὴν ὅτι μὴ τὸν πατέρα.
- 1.130.1
υἱῶν δὲ ὄντων ἢ θυγατέρων, ἀνάγκη τὴν μητέρα τοῖς τέκνοις συντετάχθαι· υἱοὶ γὰρ καὶ θυγατέρες τῆς τοῦ γεννήσαντος οἰκίας ὄντες εἰς ταύτην συνεφέλκονται καὶ τὴν μητέρα.
- 1.131.1
Τοῖς ἱερεῦσιν οὐκ ἀπένειμε χώρας ἀποτομὴν ὁ νόμος, ἵν’ ὡς ἕτεροι τὰς ἀπὸ τῆς γῆς καρπούμενοι προσόδους τῶν ἀναγκαίων εὐπορῶσιν, ἀλλ’ ὑπερβολῇ χρησάμενος τιμῆς τὸν θεὸν ἔφη κλῆρον αὐτῶν εἶναι (Num. 18,20. Deut. 18,2), κατ’ ἀναφορὰν τὴν ἐπὶ τὰ καθιερούμενα, δυεῖν ἕνεκα, τῆς τε ἀνωτάτω τιμῆς, ἐπεὶ κοινωνοὶ τῶν κατ’ εὐχαριστίαν ἀπονεμομένων γίνονται θεῷ, καὶ τοῦ περὶ μόνα πραγματεύεσθαι δεῖν τὰ περὶ τὰς ἁγιστείας ὥσπερ τινὰς κλήρων ἐπιμελητάς.
- 1.132.1
ἃ δὲ προτίθησιν ἆθλα καὶ ἀριστεῖα ταῦτ’ ἐστί. πρῶτον μὲν ἄπονον καὶ ἀταλαίπωρον τροφὴν ἑτοίμην· κελεύει γὰρ τοὺς σιτοπονοῦντας ἀπὸ παντὸς στέατός τε καὶ φυράματος ἄρτον ἀφαιρεῖν ἀπαρχὴν εἰς ἱερέων χρῆσιν, προνοούμενος ἅμα καὶ τῆς εἰς εὐσέβειαν ἀγούσης ὁδοῦ νομίμῳ διδασκαλίᾳ τῶν ἀφαιρούντων.
- 1.133.1
ἐθιζόμενοι γὰρ ἀεὶ καὶ τῆς ἀναγκαίας τροφῆς ἀπάρχεσθαι τὴν θεοῦ μνήμην ἄληστον ἕξουσιν, οὗ μεῖζον ἀγαθὸν οὐκ ἔστιν εὑρεῖν. πολυανθρωποτάτου δ’ ἔθνους ἀναγκαῖον εἶναι καὶ τὰς ἀπαρχὰς ἀφθόνους, ὡς καὶ τὸν ἀπορώτατον τῶν ἱερέων ἕνεκα περιουσίας τροφῶν εὐπορώτατον δοκεῖν εἶναι.
- 1.134.1
δεύτερον δὲ προστάττει καὶ ἀπὸ τῆς ἄλλης ἁπάσης κτήσεως ἀπάρχεσθαι, καθ’ ἑκάστην μὲν ληνὸν οἶνον, καθ’ ἑκάστην δ’ ἅλωνα σῖτόν τε καὶ κριθήν, ὁμοίως δ’ ἐξ ἐλαιῶν ἔλαιον καὶ ἀπὸ τῶν ἄλλων ἀκροδρύων ἡμέρους καρπούς, ἵνα μὴ τἀναγκαῖα μόνον ἔχοντες αὐχμηρότερον ἀποζῶσιν, ἀλλὰ καὶ τῶν πρὸς ἁβροδίαιτον βίον εὐποροῦντες ἱλαρώτερον ἐξ ἀφθόνων τρυφῶσι μετὰ κόσμου τοῦ προσήκοντος.
- 1.135.1
τρίτον ἐστὶ γέρας τὰ πρωτότοκα ἀρρενικὰ πάντα τῶν χερσαίων ὅσα πρὸς ὑπηρεσίαν καὶ χρῆσιν ἀνθρώπων· ταῦτα γὰρ κελεύει διαδίδοσθαι τοῖς ἱερεῦσι, βοῶν μὲν καὶ προβάτων καὶ αἰγῶν αὐτὰ τὰ ἔκγονα, μόσχους καὶ κριοὺς καὶ χιμάρους, ἐπειδὴ καθαρὰ καὶ πρὸς ἐδωδὴν καὶ πρὸς θυσίας ἐστί τε καὶ νενόμισται, λύτρα δὲ τῶν ἄλλων κατατιθέναι, ἵππων καὶ ὄνων καὶ καμήλων καὶ τῶν παραπλησίων, μὴ μειοῦντας τὴν ἀξίαν.
- 1.136.1
ἔστι δὲ καὶ ταῦτα παμπληθῆ· κτηνοτροφοῦσι γὰρ καὶ ζῳοτροφοῦσιν ἐν τοῖς μάλιστα οἱ ἀπὸ τοῦ ἔθνους αἰπόλια καὶ βουκόλια καὶ ποίμνας καὶ μυρίας ἄλλας ἀγέλας παντοδαπῶν ζῴων ἐκνέμοντες.
- 1.137.1
ἤδη μέντοι καὶ προσυπερβάλλων ὁ νόμος οὐ μόνον ἀπὸ τῆς κτήσεως καθ’ ἑκάστην ἰδέαν ἀπάρχεσθαι προστάττει, ἀλλὰ καὶ ἀπὸ τῶν οἰκείων ψυχῶν τε καὶ σωμάτων· μέρη γὰρ διαιρετὰ γονέων παῖδές εἰσιν, εἰ δὲ δεῖ τἀληθὲς εἰπεῖν, ἀδιαίρετα, συγγενικῷ αἵματι καὶ λόγοις προγόνων, ἀοράτοις εἴδεσιν, εἰς ἐκγόνους διήκουσι φίλτροις τε ἑνωτικῆς εὐνοίας καὶ φύσεως δεσμοῖς ἀλύτοις ἡρμοσμένοι.
- 1.138.1
ἀλλ’ ὅμως καὶ τούτων τοὺς πρωτοτόκους ἄρρενας τρόπον ἀπαρχῆς καθιεροῖ, χαριστήρια εὐτεκνίας καὶ εὐγονίας οὔσης τε καὶ ἐλπιζομένης, καὶ ἅμα βουλόμενος οὐ μόνον ἀμέμπτους ἀλλὰ καὶ σφόδρα ἐπαινετοὺς εἶναι τοὺς γάμους, ἐξ ὧν ὁ πρῶτος βλαστήσας καρπὸς καθιεροῦται· ὅπερ χρὴ λογιζομένους καὶ ἄνδρας καὶ γυναῖκας σωφροσύνης καὶ οἰκουρίας καὶ ὁμονοίας περιέχεσθαι καὶ συμπνέοντας ἀλλήλοις ἔν τε λόγῳ καὶ ἔργῳ τὴν λεγομένην κοινωνίαν ἀληθείᾳ παγίως βεβαιοῦσθαι.
- 1.139.1
τῆς δὲ τῶν πρωτοτόκων | υἱῶν καθιερώσεως, ὑπὲρ τοῦ μήτε γονεῖς τέκνων μήτε τέκνα γονέων διαζεύγνυσθαι, τιμᾶται τὴν ἀπαρχὴν ἀργυρίῳ ῥητῷ, προστάξας ἴσον εἰσφέρειν καὶ πένητα καὶ πλούσιον, οὐ πρὸς ἀξίωμα τῶν εἰσφερόντων οὐδὲ πρὸς εὐεξίαν καὶ κάλλος τῶν γεννηθέντων ἀπιδών, ἀλλ’ ὅσον δυνατὸν εἰσενεγκεῖν καὶ τῷ λίαν ἀπόρῳ σταθμησάμενος.
- 1.140.1
ἐπειδὴ γὰρ ἡ παίδων γένεσις ἐν ἴσῳ καὶ τοῖς λαμπροτάτοις καὶ τοῖς ἀφανεστάτοις εἴωθε συμβαίνειν, ἴσην ἐδικαίωσε καὶ τὴν εἰσφορὰν νομοθετῆσαι
- 1.141.1
στοχασάμενος, ὡς ἔφην, μάλιστα τοῦ πᾶσι δυνατοῦ. μετὰ δὲ ταῦτα καὶ ἄλλον πόρον οὐ βραχὺν ἐπινέμει τοῖς ἱερεῦσιν, ἕκαστον τῶν προσόδων ἀπάρχεσθαι κελεύσας, ἀπό τε σίτου καὶ οἴνου καὶ ἐλαίου καὶ ἔτι θρεμμάτων ἐπιγονῆς κατά τε ποίμνας καὶ βουκόλια καὶ αἰπόλια καὶ τὰς ἄλλας ἀγέλας. ὅση δὲ καὶ τούτων ἐστὶν ἀφθονία, τεκμήραιτ’ ἄν τις ἐκ τῆς περὶ τὸ ἔθνος πολυανθρωπίας.
- 1.142.1
ἐξ ὧν ἁπάντων δῆλόν ἐστιν, ὅτι βασιλέων σεμνότητα καὶ τιμὴν περιάπτει τοῖς ἱερεῦσιν ὁ νόμος· ὡς γοῦν ἡγεμόσι φόρους ἀπὸ παντὸς μέρους κτήσεως δίδοσθαι κελεύει, καὶ δίδονται τὸν ἐναντίον τρόπον ἢ ὃν αἱ πόλεις τοῖς δυνάσταις εἰσφέρουσιν·
- 1.143.1
αἱ μὲν γὰρ ἐξ ἀνάγκης καὶ μόλις, ἐπιστένουσαι, τοὺς ἐκλογεῖς τῶν χρημάτων ὡς κοινοὺς λυμεῶνας ὑποβλεπόμεναι καὶ προφάσεις ἄλλοτε ἀλλοίας σκηπτόμεναι καὶ τῶν προθεσμιῶν ἀλογοῦσαι τὰ ὁρισθέντα τέλη καὶ δασμοὺς κατατιθέασιν·
- 1.144.1
οἱ δ’ ἀπὸ τοῦ ἔθνους [τὰ ἱερατικὰ] γεγηθότες, χαίροντες, τοὺς αἰτοῦντας φθάνοντες, τὰς προθεσμίας ἐπιτέμνοντες, λαμβάνειν ἀλλ’ οὐ διδόναι νομίζοντες, μετ’ εὐφημίας καὶ εὐχαριστίας καθ’ ἑκάστην τῶν ἐτησίων ὡρῶν ποιοῦνται τὰς εἰσφοράς, ἄνδρες ὁμοῦ καὶ γυναῖκες, αὐτοκελεύστῳ προθυμίᾳ καὶ ἑτοιμότητι καὶ σπουδῇ παντὸς λόγου κρείττονι.
- 1.145.1
Καὶ ταῦτα μὲν ἀπὸ τῆς ἑκάστου κτήσεως ἐπινέμεται· ἄλλαι δέ εἰσιν ἐξαίρετοι πρόσοδοι πρεπωδέσταται ἱερεῦσιν αἱ ἀπὸ τῶν ἀναγομένων θυσιῶν. παντὸς γὰρ ἱερείου προστέτακται δύο τοῖς ἱερεῦσιν ἀπὸ δυεῖν δίδοσθαι μελῶν, βραχίονα μὲν ἀπὸ χειρὸς δεξιᾶς, ἀπὸ δὲ τοῦ στήθους ὅσον πῖον, τὸ μὲν ἰσχύος καὶ ἀνδρείας καὶ πάσης νομίμου πράξεως ἔν τε τῷ διδόναι καὶ λαμβάνειν καὶ ἐνεργεῖν σύμβολον, τὸ δὲ τῆς περὶ τὸν θυμὸν ἵλεω πραότητος.
- 1.146.1
ἐνοικεῖν γὰρ αὐτὸν λόγος ἔχει τοῖς στήθεσιν, ἐπειδὴ χωρίον οἰκειότατον ἡ φύσις ἀπένειμε τὰ στέρνα θυμῷ πρὸς ἐνδιαίτησιν, ᾧ καθάπερ στρατιώτῃ περιέβαλεν εἰς τὸ δυσάλωτον ἕρκος ὀχυρώτατον, τὸν ἐπικαλούμενον θώρακα, ὃν ἐκ πολλῶν καὶ συνεχῶν καὶ κραταιοτάτων ὀστέων ἀπειργάσατο σφίγξας αὐτὸν εὖ μάλα νεύροις ἀρραγέσιν.
- 1.147.1
ἀπὸ δὲ τῶν ἔξω τοῦ βωμοῦ θυομένων ἕνεκα κρεωφαγίας τρία προστέτακται τῷ ἱερεῖ δίδοσθαι, βραχίονα καὶ σιαγόνας καὶ τὸ ἔνυστρον καλούμενον, τὸν μὲν βραχίονα διὰ τὴν ὀλίγῳ πρότερον εἰρημένην αἰτίαν, τὰς δὲ σιαγόνας τοῦ τε κυριωτάτου τῶν μελῶν, κεφαλῆς, καὶ λόγου τοῦ κατὰ προφορὰν ἀπαρχήν, οὗ τὸ νᾶμα ῥεῖν ἔξω δίχα τῆς τούτων κινήσεως οὐκ ἂν δύναιτο· σειομένων γὰρ—ἀφ’ οὗ καὶ προσωνομάσθησαν ἐτύμως—ὅταν πληχθῶσιν ὑπὸ γλώττης, ἅπασα ἡ τῆς φωνῆς ὀργανοποιΐα συνηχεῖ.
- 1.148.1
τὸ δὲ ἔνυστρον ἔκφυσις κοιλίας ἐστί· κοιλίαν δὲ φάτνην ἀλόγου θρέμματος, ἐπιθυμίας, εἶναι συμβέβηκεν, ἥτις ὑπ’ οἰνοφλυγίας καὶ ὀψοφαγίας ἀρδομένη τροφαῖς ἐπαλλήλοις σιτίων ὁμοῦ καὶ ποτῶν ἀεὶ κατακλύζεται καὶ συὸς τρόπον ἐν βορβόρῳ διαιτωμένη χαίρει· παρὸ καὶ τόπος ἀπενεμήθη σφόδρα οἰκειότατος ὁ τῶν περιττωμάτων ἀκολάστῳ καὶ ἀπρεπεστάτῳ θρέμματι.
- 1.149.1
ἀντίπαλον δὲ ἐπιθυμίας ἐγκράτεια, ἣν ἀσκητέον καὶ διαπονητέον καὶ σπουδαστέον μηχανῇ πάσῃ περιποιεῖσθαι ὡς μέγιστον ἀγαθὸν καὶ τελειότατον ἰδίᾳ τε καὶ κοινῇ συμφέρον.
- 1.150.1
ἐπιθυμία μὲν οὖν βέβηλος καὶ ἀκάθαρτος καὶ ἀνίερος οὖσα πέρα τῶν ἀρετῆς ὅρων ἐλήλαται καὶ πεφυγάδευται δεόντως· ἐγκράτεια δέ, καθαρὰ καὶ ἀκηλίδωτος ἀρετή, πάντων ὅσα πρὸς βρῶσιν καὶ πόσιν ἀλογοῦσα καὶ ἐπάνω τῶν γαστρὸς ἡδονῶν αὐχοῦσα ἵστασθαι, βωμῶν ἱερῶν ψαυέτω καὶ τὴν πρόσφυσιν ἐπιφερομένη τῆς κοιλίας, ὑπόμνημα τοῦ καταφρονητικῶς ἔχειν ἀπληστίας καὶ λαιμαργίας
- 1.151.1
καὶ πάντων ὅσα τὰ εἰς τὰς ἐπιθυμίας ἀναφλέγει. ἐφ’ ἅπασι μέντοι καὶ τὰς τῶν ὁλοκαυτωμάτων—ἀμύθητα δὲ ταῦτ’ ἐστί—δορὰς προστάττει τοὺς ὑπηρετοῦντας ταῖς θυσίαις ἱερεῖς λαμβάνειν, οὐ βραχεῖαν ἀλλ’ ἐν τοῖς μάλιστα πολυχρήματον δωρεάν. ἐξ ὧν δῆλόν ἐστιν, ὅτι κλῆρον ἕνα μὴ παρασχὼν τῇ ἱερωμένῃ φυλῇ κατὰ ταὐτὰ ταῖς ἄλλαις τοῦ πασῶν ἔδωκε σεμνότερον πόρον καὶ ἁγιώτερον, κατὰ πρόφασιν ἀπαρχῶν τῶν ἐξ ἅπαντος θυσίας εἴδους.
- 1.152.1
ὑπὲρ δὲ τοῦ μηδένα τῶν διδόντων ὀνειδίζειν τοῖς λαμβάνουσι, κελεύει τὰς ἀπαρχὰς εἰς τὸ ἱερὸν κομίζεσθαι πρότερον, εἶτ’ ἐνθένδε τοὺς ἱερεῖς λαμβάνειν· ἥρμοττε γὰρ θεῷ μὲν τοὺς εὐεργετουμένους ἐν ἅπασι τοῖς κατὰ τὸν βίον χαριστηρίους ἀνάγειν ἀπαρχάς, τὸν δὲ ἅτε μηδενὸς ἐπιδεᾶ τοῖς ἀμφὶ τὸ ἱερὸν ὑπηρέταις καὶ λειτουργοῖς χαρίζεσθαι μετὰ σεμνότητος καὶ τιμῆς τῆς ἁπάσης· τὸ γὰρ μὴ παρ’ ἀνθρώπων ἀλλὰ παρὰ τοῦ πάντων εὐεργέτου δοκεῖν λαμβάνειν ἀδυσώπητον ἔχει δωρεάν.
- 1.153.1
Τοσούτων οὖν προκειμένων ἄθλων, ἐάν τινες ἀπορῶσι τῶν ἱερέων κοσμίως καὶ ἀνυπαιτίως ζῶντες, τῆς ἡμετέρας παρανομίας ἐφεστᾶσι κατήγοροι, κἂν ἡσυχάζωσιν· εἰ γὰρ ἐπειθαρχοῦμεν τοῖς κελευσθεῖσι καὶ τὰς ἀπαρχὰς ἐποιούμεθα ᾗ προστέτακται, οὐκ ἂν μόνον ἐκεῖνοι τῶν ἀναγκαίων εὐπόρουν, ἀλλὰ καὶ τῶν ἄλλων ὅσα πρὸς ἁβροδιαίτους χορηγίας ἀνεπίμπλαντο.
- 1.154.1
κἂν ἄρα ποτὲ αὖθις ἡ φυλὴ τῶν ἱερέων ἐν ἅπασι τοῖς κατὰ τὸν βίον ἀφθόνοις ἐξετάζηται, μέγα δεῖγμα γενήσεται τοῦτο κοινῆς ὁσιότητος καὶ τῆς τῶν νομίμων ἐπ’ ἀκριβὲς εἰς ἅπαν φυλακῆς. ἀλλ’ ἥ τινων ὀλιγωρία—ἅπαντας γὰρ οὐκ ἀσφαλὲς αἰτιᾶσθαι—γέγονεν αἰτία πενίας τοῖς ἱερωμένοις, εἰ δὲ δεῖ τἀληθὲς εἰπεῖν, καὶ αὐτοῖς ἐκείνοις.
- 1.155.1
τὸ γὰρ παρανομεῖν ἐπιζήμιον τοῖς παρανομοῦσι, κἂν πρὸς ὀλίγον δελεάζῃ χρόνον· τὸ δὲ ἕπεσθαι τοῖς τῆς φύσεως νόμοις ὠφελιμώτατον, κἂν παραυτίκα αὐστηρὸν ᾖ καὶ μηδὲν προσηνὲς ἐμφαίνῃ.
- 1.156.1
Τοσαύτας προσόδων ἀφορμὰς χαρισάμενος τοῖς ἱερεῦσιν οὐδὲ τῶν ἐν τῇ δευτέρᾳ τάξει κατωλιγώρησεν· εἰσὶ δὲ νεωκόροι. τούτων οἱ μὲν ἐπὶ θύραις ἵδρυνται παρ’ αὐταῖς ταῖς εἰσόδοις πυλωροί, οἱ δ’ εἴσω κατὰ τὸ πρόναον ὑπὲρ τοῦ μή τινα ὧν οὐ θέμις ἑκόντα ἢ καὶ ἄκοντα ἐπιβῆναι, οἱ δ’ ἐν κύκλῳ περινοστοῦσιν ἐν μέρει διακληρωσάμενοι νύκτα καὶ ἡμέραν, ἡμεροφύλακες καὶ νυκτοφύλακες, ἕτεροι δὲ τὰς στοὰς καὶ τὰ ἐν ὑπαίθρῳ κοροῦντες τὸν φορυτὸν ἐκκομίζουσιν ἐπιμελούμενοι καθαριότητος· οἷς ἅπασι μισθὸς ὡρίσθησαν αἱ δεκάται, κλῆρος γὰρ νεωκόρων οὗτος.
- 1.157.1
οὐ πρότερον γοῦν εἴασεν ὁ νόμος αὐταῖς χρῆσθαι τοὺς λαβόντας ἢ πάλιν ἄλλας δεκάτας ὡς ἀπὸ κτημάτων ἰδίων ἀπάρξασθαι καὶ δοῦναι τοῖς τῆς ἀμείνονος τάξεως ἱερεῦσι· τηνικαῦτα γὰρ ἐφῆκεν ἀπολαύειν, πρότερον δ’ οὐκ ἐᾷ.
- 1.158.1
ἀπένειμε δὲ καὶ πόλεις αὐτοῖς ὀκτὼ πρὸς ταῖς τεσσαράκοντα καὶ καθ’ ἑκάστην προάστεια εἰς δισχιλίους πήχεις ἐν κύκλῳ πρὸς νομὰς θρεμμάτων καὶ τὰς ἄλλας ὧν δεῖ πόλεσιν ἀναγκαίας ὑπηρεσίας. ἐκ δὲ τούτων ἀπεκληρώθησαν ἕξ, αἱ μὲν ἐκτὸς αἱ δὲ ἐντὸς Ἰορδάνου τοῦ ποταμοῦ, τρεῖς ἑκατέρωθεν, εἰς καταφυγὴν τοῖς ἀκούσιον φόνον δράσασιν.
- 1.159.1
ἐπειδὴ γὰρ τὸν ὁπωσοῦν γενόμενον ἀνθρώπῳ τελευτῆς παραίτιον οὐκ ἦν εὐαγὲς εἴσω περιρραντηρίων παρέρχεσθαι χρώμενον πρὸς ἀσφάλειαν καταφυγῇ τῷ ἱερῷ, τὰς εἰρημένας ἀνῆκε πόλεις, ἱερὰ δεύτερα, πολλὴν ἀσυλίαν ἐχούσας ἕνεκα τῆς περὶ τοὺς οἰκήτορας προνομίας τε καὶ τιμῆς, οἳ τοὺς ἱκέτας διασῴζειν ἔμελλον, εἰ βιάζοιτό τις ἐχυρωτέρα δύναμις, οὐ παρασκευαῖς ταῖς εἰς πόλεμον οὔσαις, ἀλλ’ ἀξιώμασι καὶ προνομίαις, ἅπερ ἐκ τῶν νόμων διὰ τὴν σεμνότητα τῆς ἱερωσύνης εἶχον.
- 1.160.1
ὁ δὲ φυγὰς ἐντὸς ὅρων τῆς πόλεως, εἰς ἣν πεφυγάδευται, κατακεκλείσθω διὰ τοὺς ἐφέδρους κολαστάς, οἳ γένει προσήκοντες τῷ τεθνεῶτι πόθῳ τοῦ συγγενοῦς, κἂν μὴ ὑφ’ ἑκόντος ἀναιρεθῇ, κατὰ τοῦ κτείναντος φονῶσι, νικῶντος τοῦ οἰκείου πάθους τὸν ἀκριβῆ τῶν δικαίων λογισμόν. ἔξω δὲ προϊὼν ἐπ’ ὀλέθρῳ ἀνενδοιάστῳ προελευσόμενος ἴστω· λήσεται γὰρ οὐδένα τῶν ἀφ’ αἵματος, ὑφ’ ὧν αὐτίκα λίνοις καὶ πάγαις σαγηνευθεὶς οἰχήσεται.
- 1.161.1
προθεσμία δ’ ἔστω τῆς φυγῆς ὁ βίος τοῦ μεγάλου ἱερέως, οὗ τελευτήσαντος ἀμνηστίας ἀξιωθεὶς κατίτω. ταῦτα καὶ τὰ τούτοις παραπλήσια νομοθετήσας περὶ τῶν ἱερέων ἑξῆς ἀναδιδάσκει περὶ ζῴων, ἃ πρὸς θυσίας ἐστὶν ἐπιτήδεια.
- 1.162.1
Τῶν εἰς τὰς ἱερουργίας ζῴων τὰ μέν ἐστι χερσαῖα, τὰ δὲ ἀεροπόρα. τὰ μὲν οὖν τῶν πτηνῶν ἔθνη μυρία ὅσα παρελθὼν δύο μόνα ἐξ ἁπάντων εἵλετο, περιστερὰν καὶ τρυγόνα, διότι περιστερὰ μὲν τῶν φύσει τιθασῶν καὶ ἀγελαστικῶν ἡμερώτατον, τρυγὼν δὲ τῶν φύσει μονωτικῶν τιθασώτατον.
- 1.163.1
τὰς δὲ τῶν χερσαίων ἀμυθήτους ἀγέλας, ὧν οὐδ’ ἀριθμὸν εὑρεῖν εὔπορον, ὑπερβὰς τρεῖς ἀριστίνδην ἐπέκρινε, βοῶν καὶ προβάτων καὶ αἰγῶν· ἡμερώταται γὰρ αὗται καὶ χειροηθέσταται· βουκόλια γοῦν μεγάλα καὶ ποίμνια καὶ αἰπόλια πρὸς ἑνὸς ἄγεται τοῦ τυχόντος, οὐκ ἀνδρὸς μόνον ἀλλὰ καὶ κομιδῇ νηπίου παιδός, εἴς τε νομὴν ἐξιόντα καὶ ὁπότε δέοι πάλιν εἰς σηκοὺς ὑποστρέφοντα ἐν κόσμῳ.
- 1.164.1
τῆς δ’ ἡμερότητος πολλὰ μὲν καὶ ἄλλα σημεῖα, σαφέστατα δὲ ταυτί· τό τε πάντα εἶναι χλοηφάγα καὶ μηδὲν αὐτῶν σαρκοβόρον καὶ τὸ μήτε γαμψοὺς ἔχειν ὄνυχας μήτε τὴν ἔκφυσιν τῶν ὀδόντων παντελῆ· τὸ γὰρ ἀνωτέρω φάτνιον οὐκ ὀδοντοφυεῖ, ἀλλ’ ὅσοι τομίαι τῶν ὀδόντων κατ’ αὐτὸ ἐπιλελοίπασι.
- 1.165.1
πρὸς δὲ τούτοις καὶ βιωφελέστατα τῶν ζῴων ἐστί· κριοὶ μὲν εἰς ἐσθῆτας, τὴν ἀναγκαιοτάτην σκέπην σωμάτων, βόες δὲ εἰς τὸ ἀρόσαι γῆν καὶ προετοιμάσασθαι πρὸς σπόρον καὶ τὸν γενόμενον ἀλοῆσαι καρπὸν εἰς μετουσίαν καὶ ἀπόλαυσιν τροφῆς, αἰγῶν δὲ αἱ τρίχες καὶ δοραὶ συνυφαινόμεναί τε καὶ συρραπτόμεναι φορηταὶ γεγόνασιν ὁδοιπόροις οἰκίαι καὶ μάλιστα τοῖς ἐν στρατείαις, οὓς ἔξω πόλεως ἐν ὑπαίθρῳ τὰ πολλὰ διατρίβειν ἀναγκάζουσιν αἱ χρεῖαι.
- 1.166.1
πάντα δ’ ὁλόκληρα, περὶ μηδὲν μέρος κηραίνοντα τοῦ σώματος, ὅλα δι’ ὅλων ἀσινῆ, μώμων ἀμέτοχα· τοσαύτη γοῦν ἐστι πρόνοια, οὐ μόνον τοῖς ἀνάγουσι τὰς θυσίας ἀλλὰ καὶ τοῖς ἱερωμένοις, ὥστε οἱ δοκιμώτατοι τῶν ἱερέων ἀριστίνδην ἐπικριθέντες εἰς τὴν τῶν μώμων ἐπίσκεψιν ἀπὸ κεφαλῆς ἄχρι ποδῶν ἄκρων ἐρευνῶσιν ὅσα τε ἐμφανῆ καὶ ὅσα ὑπὸ γαστρὶ καὶ μηροῖς ἀποκέκρυπται, μή που τις βραχεῖα λώβη διαλέληθε.
- 1.167.1
τὸ δ’ ἀκριβὲς καὶ περιττὸν τῆς ἐξετάσεως οὐχ ἕνεκα τῶν καταθυομένων ἀλλὰ τοῦ περὶ τοὺς καταθύοντας ἀνυπαιτίου γίνεται· βούλεται γὰρ αὐτοὺς ἀναδιδάξαι διὰ συμβόλων, ὁπότε προσέρχοιντο βωμοῖς ἢ εὐξόμενοι ἢ εὐχαριστήσοντες, μηδὲν ἀρρώστημα ἢ νόσημα ἢ πάθος ἐπιφέρεσθαι τῇ ψυχῇ, πειρᾶσθαι δ’ ὅλην δι’ ὅλων ἀκηλίδωτον ἁγιάζειν, ὡς ἰδόντα μὴ ἀποστραφῆναι θεόν.
- 1.168.1
Ἐπεὶ δὲ τῶν θυσιῶν αἱ μέν εἰσιν ὑπὲρ ἅπαντος τοῦ ἔθνους, εἰ δὲ δεῖ τἀληθὲς εἰπεῖν, ὑπὲρ ἅπαντος ἀνθρώπων γένους, αἱ δ’ ὑπὲρ ἑκάστου τῶν ἱερουργεῖν ἀξιούντων, λεκτέον πρότερον περὶ τῶν κοινῶν. θαυμαστὴ τούτων ἡ τάξις ἐστίν· αἱ μὲν γὰρ ἀνάγονται καθ’ ἑκάστην ἡμέραν, αἱ δὲ ταῖς ἑβδόμαις, αἱ δὲ νουμηνίαις καὶ ἱερομηνίαις, αἱ δὲ νηστείαις, αἱ δὲ τρισὶ καιροῖς ἑορτῶν.
- 1.169.1
καθ’ ἑκάστην μὲν οὖν ἡμέραν δύο ἀμνοὺς ἀνάγειν διείρηται, τὸν μὲν ἅμα τῇ ἕῳ, τὸν δὲ δείλης ἑσπέρας, ὑπὲρ εὐχαριστίας ἑκάτερον, τὸν μὲν ὑπὲρ τῶν μεθ’ ἡμέραν, τὸν δ’ ὑπὲρ τῶν νύκτωρ εὐεργεσιῶν, ἃς ἀπαύστως καὶ ἀδιαστάτως ὁ θεὸς τῷ γένει τῶν ἀνθρώπων χορηγεῖ.
- 1.170.1
ταῖς δ’ ἑβδόμαις διπλασιάζει τὸν τῶν ἱερείων ἀριθμόν, ἴσα προστιθεὶς ἴσοις, ἰσότιμον ἡγούμενος αἰῶνι τὴν ἑβδόμην, ἣν καὶ γενέθλιον τοῦ κόσμου παντὸς ἀνέγραψεν· οὗ χάριν τὴν τῆς ἑβδόμης θυσίαν ἐξομοιῶσαι τῇ „ἐνδελεχείᾳ“ τῶν ἡμερησίων ἀμνῶν διενοήθη.
- 1.171.1
δὶς δὲ καθ’ ἑκάστην ἡμέραν ἐπιθυμιᾶται τὰ πάντων εὐωδέστατα θυμιαμάτων εἴσω τοῦ καταπετάσματος, ἀνίσχοντος ἡλίου καὶ δυομένου, πρό τε τῆς ἑωθινῆς θυσίας καὶ μετὰ τὴν ἑσπερινήν, ὡς εἶναι τὰ μὲν ἔναιμα εὐχαριστίαν ὑπὲρ ἡμῶν τῶν ἐναίμων, τὰ δὲ θυμιάματα ὑπὲρ τοῦ ἡγεμονικοῦ, τοῦ ἐν ἡμῖν λογικοῦ πνεύματος, ὅπερ ἐμορφώθη πρὸς ἀρχέτυπον ἰδέαν εἰκόνος θείας.
- 1.172.1
ἄρτοι δὲ προτίθενται ταῖς ἑβδόμαις ἐπὶ τῆς ἱερᾶς τραπέζης ἰσάριθμοι τοῖς μησὶ τοῦ ἐνιαυτοῦ, δυσὶ θέμασιν ἀνὰ ἕξ, [δώδεκα,] κατὰ τὸν λόγον τῶν ἰσημεριῶν ἑκάτερα —δύο γάρ εἰσιν ἀνὰ πᾶν ἔτος, ἐαρινή τε καὶ μετοπωρινή, αἳ μησὶν ἓξ καταριθμοῦνται —· δι’ ἣν αἰτίαν * * * ἐαρινῇ μὲν τὰ σπαρτὰ πάντα τελειογονεῖται, καθ’ ὃν χρόνον τὰ δένδρα γεννᾶν ἄρχεται, μετοπωρινῇ δὲ καὶ ὁ τῶν δένδρων καρπὸς τελεσφορεῖται, ἐν ᾧ καιρῷ πάλιν ἀρχὴ σπορᾶς. οὕτως δολιχεύουσα ἡ φύσις τὸν αἰῶνα ἄλλας ἐπ’ ἄλλαις ἀμείβει δωρεὰς ἀνθρώπων γένει, ὧν εἰσι σύμβολα αἱ διτταὶ τῶν προκειμένων ἄρτων ἑξάδες.
- 1.173.1
αἰνίττονται δὲ καὶ τὴν ὠφελιμωτάτην τῶν ἀρετῶν ἐγκράτειαν, ἣ δορυφορεῖται πρὸς εὐτελείας καὶ εὐκολίας καὶ ὀλιγοδεΐας, διὰ τὸν ἐξ ἀκολασίας καὶ πλεονεξίας βλαβερώτατον ἐπιτειχισμόν· ἄρτος γὰρ ἐραστῇ σοφίας διαρκὴς τροφή, παρέχουσα καὶ τὰ σώματα ἄνοσα καὶ τὸν λογισμὸν ὑγιῆ καὶ ἐν τοῖς μάλιστα νηφάλιον·
- 1.174.1
ὄψα δὲ καὶ μελίπηκτα καὶ ἡδύσματα καὶ ὅσα σιτοπόνων καὶ ὀψαρτυτῶν περιεργίαι τεχνιτεύουσι καταγοητεύουσαι τὴν ἄμουσον καὶ ἀφιλόσοφον καὶ ἀνδραποδωδεστάτην τῶν αἰσθήσεων γεῦσιν, ὑπηρετοῦσαν καλῷ μὲν οὐδενὶ θεάματι ἢ ἀκούσματι, γαστρὸς δὲ τῆς ταλαίνης ἐπιθυμίαις, νόσους σώματι καὶ ψυχῇ κατασκευάζει πολλάκις ἀνιάτους.
- 1.175.1
συνεπιτίθεται δὲ τοῖς ἄρτοις λιβανωτὸς καὶ ἅλες, ὁ μὲν σύμβολον τοῦ μηδὲν ἥδυσμα εὐωδέστερον ὀλιγοδεΐας εἶναι καὶ ἐγκρατείας παρὰ σοφίᾳ δικαζούσῃ, οἱ δ’ ἅλες διαμονῆς τε τῶν συμπάντων—οἷς γὰρ ἂν παραπασθῶσι διατηροῦσι —καὶ ἱκανοῦ προσοψήματος.
- 1.176.1
οἶδ’ ὅτι γέλωτα καὶ χλεύην ταῦτα θήσονται οἱ περὶ τὰ συμπόσια καὶ τὰς εὐωχίας πραγματευόμενοι καὶ πολυτελεῖς τραπέζας μεταδιώκοντες, οἱ ὀρνέων καὶ ἰχθύων καὶ κρεῶν καὶ τῆς ὁμοιοτρόπου φλυαρίας ἄθλιοι δοῦλοι, μηδ’ ὄναρ ἀληθοῦς ἐλευθερίας γεύσασθαι δυνάμενοι. ὧν ὀλίγα φροντιστέον τοῖς κατὰ θεὸν καὶ πρὸς τὴν τοῦ ὄντως ὄντος ἀρέσκειαν ζῆν ἐγνωκόσιν, οἳ τῶν σαρκὸς ἀλογεῖν ἡδονῶν πεπαιδευμένοι τὰς διανοίας χαρὰς καὶ εὐπαθείας θεωρίᾳ τῶν τῆς φύσεως ἐνασκούμενοι μεταδιώκουσι.
- 1.177.1
Ταῦτα περὶ τῆς ἑβδόμης διαταξάμενος ταῖς νουμηνίαις φησὶ δεῖν θύειν ὁλόκαυτα δέκα τὰ σύμπαντα· μόσχους δύο, κριὸν ἕνα, ἀμνοὺς ἑπτά. ἐπειδὴ γὰρ ὁ μὴν τέλειος, ἐν ᾧ σελήνη τὸν ἑαυτῆς κύκλον περατοῦται, τέλειον ἀριθμὸν ζῴων ἠξίωσεν ἱερουργεῖσθαι.
- 1.178.1
ἡ δεκὰς δὲ παντελὴς ἀριθμός, ὃν εὖ μάλα διένειμεν εἰς τὰ λεχθέντα, τοὺς μὲν δύο μόσχους, ἐπειδὴ δύο κινήσεις εἰσὶ σελήνης ἀεὶ διαυλοδρομούσης, ἡ μὲν κατ’ αὔξησιν ἄχρι πλησιφαοῦς, ἡ δὲ κατὰ μείωσιν ἄχρι συνόδου, τὸν δ’ ἕνα κριόν, ἐπειδὴ λόγος εἷς ἐστι, καθ’ ὃν αὔξεταί τε καὶ μειοῦται τοῖς ἴσοις διαστήμασι καὶ φωτιζομένη καὶ ἐπιλείπουσα, τοὺς δὲ ἑπτὰ ἀμνούς, ὅτι καθ’ ἑβδομάδας ἐπιδέχεται τοὺς τελείους σχηματισμούς, πρώτῃ μὲν ἑβδομάδι τῇ ἀπὸ συνόδου τὸν διχότομον, δευτέρᾳ δὲ τὸν πλησιφαῆ, καὶ ὅταν ἀνακάμπτῃ πάλιν, εἰς διχότομον τὸ πρῶτον, ἔπειτ’ εἰς σύνοδον ἀπολήγει.
- 1.179.1
μετὰ δὲ τῶν ἱερείων σεμίδαλιν ἀναδεδευμένην ἐλαίῳ προσφέρειν καὶ οἶνον εἰς σπονδὰς μέτροις ὡρισμένοις διετάξατο, διότι καὶ ταῦτα σελήνης περιόδοις κατὰ τὰς ἐτησίους ὥρας τελεσφορεῖται διαφερόντως τοὺς καρποὺς πεπαινούσης, σῖτος δὲ καὶ οἶνος καὶ ἔλαιον, βιωφελέσταται οὐσίαι καὶ πρὸς χρῆσιν ἀνθρώποις ἀναγκαιόταται, πάσαις εἰκότως θυσίαις συγκαθιεροῦνται.
- 1.180.1
Τῇ δ’ ἱερομηνίᾳ διττὰ θύματα προσάγεται προσηκόντως, ἐπεὶ καὶ διττὸς ὁ περὶ αὐτῆς λόγος, ὁ μὲν ὡς νουμηνίας, ὁ δὲ ὡς ἱερομηνίας. ᾗ μὲν οὖν νουμηνία, τὰ ἴσα ταῖς ἄλλαις ἱερουργεῖσθαι διείρηται, ᾗ δὲ καὶ ἱερομηνία, διπλασιάζεται τὰ δῶρα, δίχα τῶν μόσχων· εἷς γὰρ ἀντὶ δυεῖν προσάγεται, τοῦ βραβευτοῦ δικαιώσαντος ἀδιαιρέτῳ φύσει μονάδος πρὸ διαιρετῆς δυάδος χρήσασθαι ἐν ἀρχῇ τοῦ ἐνιαυτοῦ.
- 1.181.1
Ἐν δὲ τῷ πρώτῳ καιρῷ—πρῶτον δὲ καιρὸν τὴν ἐαρινὴν ὥραν καὶ ἰσημερίαν καλεῖ—προστάξας ἑπτὰ ἡμέρας ἑορτὴν ἄγειν τὴν ἐπικαλουμένην τῶν ἀζύμων ἰσοτίμους ἀπέφηνε πάσας ἐν ταῖς ἱερουργίαις· δέκα γὰρ ὅσα καὶ ταῖς νουμηνίαις θύειν καθ’ ἑκάστην κελεύει, τὰ σύμπαντα ὁλόκαυτα, δίχα τῶν περὶ πλημμελείας, ἀριθμὸν ἑβδομήκοντα.
- 1.182.1
τὸν γὰρ αὐτὸν ἔχειν ᾠήθη λόγον πρὸς μῆνα νουμηνίαν ὃν πρὸς ἰσημερίαν ἑβδόμῳ μηνὶ γινομένην τὰς ἑπτὰ τῆς ἑορτῆς ἡμέρας, ἵν’ ἀποφήνῃ καὶ τὴν ἀρχὴν ἑκάστου μηνὸς ἱερὰν καὶ ἀθρόων τῶν ἑπτὰ τὰς ἰσαρίθμους ταῖς νουμηνίαις ἡμέρας.
- 1.183.1
Μεσοῦντος δὲ ἔαρος ἄμητος ἐνίσταται, καθ’ ὃν καιρὸν χαριστήρια μὲν ἀνάγεται τῷ θεῷ τῆς πεδιάδος ἐπὶ τῷ πλήρη τὸν καρπὸν ἐνηνοχέναι καὶ τὰ θέρη συγκομίζεσθαι, δημοτελεστάτη δ’ ἄγεται ἑορτὴ προσαγορευομένη πρωτογεννημάτων ἐτύμως ἀπὸ τοῦ συμβεβηκότος, ἐπειδὴ τῶν γεννημάτων τὰ πρῶτα, αἱ ἀπαρχαί, τότε καθιεροῦνται.
- 1.184.1
προστέτακται δ’ ἀνάγειν θυσίας μόσχους δύο, κριὸν ἕνα καὶ ἑπτὰ ἀμνούς, ταῦτα μὲν δέκα ἱερεῖα ὁλόκαυτα, δύο δ’ ἀμνοὺς εἰς βρῶσιν ἱερέων, οὓς ἐπικαλεῖ σωτηρίου διὰ τὸ τὰς τροφὰς ἀνθρώποις ἐκ πολλῶν καὶ παντοδαπῶν διασεσῶσθαι· φθοραὶ γὰρ εἰώθασι καταλαμβάνειν, αἱ μὲν ἐπομβρίαις, αἱ δ’ αὐχμοῖς, αἱ δ’ ἄλλαις ἀμυθήτοις νεωτεροποιΐαις, αἱ δ’ αὖ χειροποίητοι κατ’ ἐφόδους ἐχθρῶν τὴν τῶν πέλας γῆν δῃοῦν ἐπιχειρούντων.
- 1.185.1
εἰκότως οὖν τὰ σῶστρα τῷ πάσας ἀποσκεδάσαντι τὰς ἐπιβουλὰς ἀνάγεται χαριστήρια καὶ ἀνάγεται ἄρτοις, οὓς προσενεγκόντες τῷ βωμῷ καὶ ἄνω πρὸς οὐρανὸν ἀνατείναντες ἐπιδιανέμουσι τοῖς ἱερεῦσι μετὰ τῶν κρεῶν τῆς τοῦ σωτηρίου θυσίας εἰς ἱεροπρεπεστάτην εὐωχίαν.
- 1.186.1
Ὅταν δ’ ὁ τρίτος ἐνστῇ καιρὸς ἐν τῷ ἑβδόμῳ μηνὶ κατ’ ἰσημερίαν μετοπωρινήν, ἐν ἀρχῇ μὲν ἱερομηνία ἄγεται προσαγορευομένη σαλπίγγων, περὶ ἧς ἐλέχθη πρότερον, δεκάτῃ δ’ ἡ νηστεία, περὶ ἣν ἐσπουδάκασιν οὐ μόνον οἷς ζῆλος εὐσεβείας καὶ ὁσιότητος, ἀλλὰ καὶ οἷς κατὰ τὸν ἄλλον βίον εὐαγὲς οὐδὲν δρᾶται· πάντες γὰρ ἡττώμενοι τοῦ περὶ αὐτὴν ἱεροπρεποῦς τεθήπασι καὶ οἱ χείρους τοῖς βελτίοσι τότε γοῦν εἰς ἐγκράτειαν καὶ ἀρετὴν ἁμιλλῶνται.
- 1.187.1
διττοὺς δ’ ἔχει λόγους τὸ ἀξίωμα τῆς ἡμέρας, τοὺς μὲν ὡς ἑορτῆς, τοὺς δὲ ὡς καθάρσεως καὶ φυγῆς ἁμαρτημάτων, ἐφ’ οἷς ἀμνηστία δέδοται χάρισι τοῦ ἵλεω θεοῦ μετάνοιαν ἐν ἴσῳ τῷ μηδὲ ἁμαρτάνειν τετιμηκότος.
- 1.188.1
τὰς μὲν οὖν ὡς ἑορτῆς θυσίας ἰσαρίθμους ἀπέφηνε ταῖς τῶν ἱερομηνιῶν, μόσχον καὶ κριὸν καὶ ἑπτὰ ἄρνας, ἀνακερασάμενος μονάδα ἑβδομάδι καὶ πρὸς ἀρχὴν τὸ τέλος ἀπευθύνας—τέλος μὲν γὰρ ἔργων ἑβδομάς, ἀρχὴν δὲ μονὰς κεκλήρωται —, τὰς δ’ ὡς καθάρσεως τρεῖσ· προστάττει γὰρ δύο χιμάρους ἀνάγειν καὶ κριόν, εἶτά φησι δεῖν τὸν μὲν ὁλοκαυτοῦν, διακληροῦν δὲ τοὺς χιμάρους, καὶ τὸν μὲν λαχόντα τῷ θεῷ θύειν, τὸν δ’ ἕτερον εἰς ἀτριβῆ καὶ ἄβατον ἐρημίαν ἐκπέμπειν ἐφ’ ἑαυτῷ κομίζοντα τὰς ὑπὲρ τῶν πλημμελησάντων ἀράς, οἳ μεταβολαῖς ταῖς πρὸς τὸ βέλτιον ἐκαθάρθησαν, εὐνομίᾳ καινῇ παλαιὰν ἀνομίαν ἐκνιψάμενοι.
- 1.189.1
Τῇ δὲ πεντεκαιδεκάτῃ τῆς πλησιφαοῦς σελήνης ἄγεται ἡ ἐπικαλουμένη σκηνῶν ἑορτή, καθ’ ἣν πλείους εἰσὶν αἱ χορηγίαι τῶν θυσιῶν· καταθύονται γὰρ ἐφ’ ἡμέρας ἑπτὰ μόσχοι μὲν ἑβδομήκοντα, κριοὶ δὲ τέσσαρες καὶ δέκα, ἄρνες δὲ δυοῖν δεόντων ἑκατόν, ἅπαντα ζῷα ὁλόκαυτα. προστέτακται δὲ καὶ τὴν ὀγδόην ἱερὰν νομίζειν, περὶ ἧς ἀκριβωτέον, ὅταν σύμπας ὁ περὶ τῶν ἑορτῶν ἐξετάζηται λόγος, ἐν ᾗ προσάγεται ὅσα καὶ ἐν ταῖς ἱερομηνίαις.
- 1.190.1
Αἱ μὲν οὖν ὑπὲρ τοῦ ἔθνους ἢ κυριώτερον εἰπεῖν ὑπὲρ παντὸς ἀνθρώπων γένους κοιναὶ καὶ ὁλόκαυτοι θυσίαι κατ’ ἐμὴν δύναμιν εἴρηνται. ταῖς δ’ ὁλοκαύτοις καθ’ ἑκάστην ἡμέραν ἑορτῆς παρέπεται χίμαρος, ὃς καλεῖται μὲν περὶ ἁμαρτίας, καταθύεται δὲ εἰς ἁμαρτημάτων ἄφεσιν, οὗ τὰ κρέα τοῖς ἱερεῦσιν εἰς ἐδωδὴν ἀπονέμεται. τίς οὖν αἰτία;
- 1.191.1
ἢ ὅτι ἑορτὴ καιρός ἐστιν εὐφροσύνης, ἡ δ’ ἀψευδὴς καὶ πρὸς ἀλήθειαν εὐφροσύνη φρόνησίς ἐστιν ἐνιδρυμένη ψυχῇ βεβαίως, φρόνησιν δ’ ἀκλινῆ λαβεῖν οὐκ ἔνεστιν ἄνευ θεραπείας ἁμαρτημάτων καὶ παθῶν ἐκτομῆς; ἄτοπον γὰρ ἕκαστον μὲν τῶν ὁλοκαυτουμένων ἀσινὲς καὶ ἀβλαβὲς ἀνευρισκόμενον καθιεροῦσθαι, τὴν δὲ τοῦ θύοντος διάνοιαν μὴ οὐ κεκαθάρθαι πάντα τρόπον καὶ πεφαιδρύνθαι λουτροῖς καὶ περιρραντηρίοις χρησαμένην, ἅπερ ὁ τῆς φύσεως ὀρθὸς λόγος δι’ ὑγιαινόντων καὶ ἀδιαφθόρων ὤτων ψυχαῖς φιλοθέοις ἐπαντλεῖ.
- 1.192.1
πρὸς δὲ τούτῳ κἀκεῖνο δεόντως ἂν λέγοιτο· αἱ ἑορτώδεις ἀνέσεις αὗται καὶ ἐκεχειρίαι μυρίας ἤδη πολλάκις ἁμαρτημάτων ὁδοὺς ἀνέτεμον· ἄκρατος γὰρ καὶ αἱ μετ’ οἰνοφλυγίας ὀψοφαγίαι τὰς γαστρὸς ἀκορέστους ἐπιθυμίας ἐγείρουσαι προσαναφλέγουσι καὶ τὰς ὑπὸ γαστέρα, καὶ ῥέουσαι καὶ χεόμεναι πάντῃ φορὰν ἀμυθήτων ἀπεργάζονται κακῶν τὸ τῆς ἑορτῆς ἀδεὲς ὁρμητήριον ἔχουσαι καὶ πρὸς τὸ μηδὲν παθεῖν καταφυγήν.
- 1.193.1
ἅπερ συνιδὼν οὐκ ἐφῆκε κατὰ τὰ αὐτὰ τοῖς ἄλλοις ἑορτάζειν, ἀλλ’ ἐν αὐτῷ τῷ τῆς εὐφροσύνης καιρῷ πρῶτον μὲν ἐκέλευσεν ἁγνεύειν ἐπιστομίζοντας τὰς ἐφ’ ἡδονὴν ὁρμάς, εἶτα εἰς τὸ ἱερὸν ἐπὶ μετουσίαν ὕμνων καὶ εὐχῶν καὶ θυσιῶν ἐκάλεσεν, ἵνα κἀκ τοῦ τόπου κἀκ τῶν ὁρωμένων καὶ λεγομένων διὰ τῶν κυριωτάτων αἰσθήσεων, ὄψεως καὶ ἀκοῆς, ἐγκρατείας ἅμα καὶ εὐσεβείας ἐρασθῶσιν, εἶτ’ ἐπὶ πᾶσιν ὑπέμνησε τοῦ μὴ ἁμαρτάνειν διὰ τῆς θυσίας τοῦ περὶ ἁμαρτίας· ὁ γὰρ ἀμνηστίαν ἐφ’ οἷς ἥμαρτεν αἰτούμενος οὐχ οὕτως ἐστὶ κακοδαίμων, ὥστ’ ἐν ᾧ χρόνῳ παλαιῶν ἀδικημάτων αἰτεῖται λύσιν ἕτερα καινοτομεῖν.
- 1.194.1
Τοσαῦτα περὶ τούτων διαλεχθεὶς ἄρχεται διαιρεῖν τὰ τῶν θυσιῶν γένη καὶ τέμνων εἰς εἴδη τρία τὰ ἀνωτάτω τὸ μὲν ὁλόκαυτον καλεῖ, τὸ δὲ σωτήριον, τὸ δὲ περὶ ἁμαρτίας· εἶθ’ ἕκαστον τοῖς ἁρμόττουσιν ἐπικοσμεῖ τοῦ πρέποντος ἅμα καὶ εὐαγοῦς οὐ μετρίως στοχασάμενος.
- 1.195.1
παγκάλη δὲ καὶ προσφυεστάτη τοῖς πράγμασιν ἡ διαίρεσις ἀκολουθίαν ἔχουσα καὶ εἱρμόν· εἰ γὰρ βούλοιτό τις ἐξετάζειν ἀκριβῶς τὰς αἰτίας, ὧν ἕνεκα τοῖς πρώτοις ἔδοξεν ἀνθρώποις ἐπὶ τὰς διὰ θυσιῶν εὐχαριστίας ὁμοῦ καὶ λιτὰς ἐλθεῖν, εὑρήσει δύο τὰς ἀνωτάτω· μίαν μὲν τὴν πρὸς θεὸν τιμήν, τὴν ἄνευ τινὸς ἑτέρου δι’ αὐτὸν μόνον γινομένην ὡς ἀναγκαῖον καὶ καλόν, ἑτέραν δὲ τὴν τῶν θυόντων προηγουμένην ὠφέλειαν· διττὴ δ’ ἐστίν, ἡ μὲν ἐπὶ μετουσίᾳ ἀγαθῶν, ἡ δὲ ἐπὶ κακῶν ἀπαλλαγῇ.
- 1.196.1
τῇ μὲν οὖν κατὰ θεὸν καὶ δι’ αὐτὸν μόνον γινομένῃ προσήκουσαν ὁ νόμος ἀπένειμε θυσίαν τὴν ὁλόκαυτον, ὁλοκλήρῳ καὶ παντελεῖ μηδὲν ἐπιφερομένῃ τῆς θνητῆς φιλαυτίας ὁλόκληρον καὶ παντελῆ· τὴν δὲ χάριν ἀνθρώπων, ἐπειδὴ διαίρεσιν ἐπεδέχετο ἡ δόξα, καὶ αὐτὸς διεῖλε, κατὰ μὲν τὴν μετουσίαν τῶν ἀγαθῶν ὁρίσας θυσίαν ἣν ὠνόμασε σωτήριον, τῇ δὲ φυγῇ τῶν κακῶν ἀπονείμας τὴν περὶ ἁμαρτίας. ὡς τρεῖς εἶναι δεόντως ἐπὶ τρισί,
- 1.197.1
τὴν μὲν ὁλόκαυτον δι’ αὐτὸν μόνον τὸν θεόν, ὃν καλὸν τιμᾶσθαι, μὴ δι’ ἕτερον, τὰς δ’ ἄλλας δι’ ἡμᾶς, τὴν μὲν σωτήριον ἐπὶ σωτηρίᾳ καὶ βελτιώσει τῶν ἀνθρωπίνων πραγμάτων, τὴν δὲ περὶ ἁμαρτίας ἐπὶ θεραπείᾳ ὧν ἐπλημμέλησεν ἡ ψυχή.
- 1.198.1
Λεκτέον δὲ περὶ ἑκάστης τὰ νομοθετηθέντα τὴν ἀρχὴν ποιησαμένους ἀπὸ τῆς ἀρίστης· ἀρίστη δ’ ἐστὶν ἡ ὁλόκαυτος. ἔστω δή, φησί, πρῶτον μὲν τὸ ἱερεῖον ἄρρεν, ἐκ τῶν πρὸς τὰς θυσίας ἀριστίνδην ζῴων ἐπικριθέντων, μόσχος ἢ ἀμνὸς ἢ ἔριφος· ἔπειτα δ’ ἀπονιψάμενος ὁ προσάγων τὰς χεῖρας ἐπιφερέτω τῇ τοῦ ἱερείου κεφαλῇ·
- 1.199.1
καὶ μετὰ ταῦτα λαβών τις τῶν ἱερέων καταθυέτω καὶ φιάλην ἕτερος ὑποσχὼν καὶ δεξάμενος τοῦ αἵματος ἐν κύκλῳ περιϊὼν τὸν βωμὸν ἐπιρραινέτω, καὶ τὸ ἱερεῖον ἀποδαρὲν εἰς ὁλόκληρα μέλη διανεμέσθω, κοιλίας ἀποπλυνομένης καὶ ποδῶν· εἶτα σύμπαν τῷ ἱερῷ πυρὶ τοῦ βωμοῦ παραδιδόσθω, γεγονὸς καὶ ἐξ ἑνὸς πολλὰ καὶ ἐκ πολλῶν ἕν.
- 1.200.1
ταῦτα μὲν ἡ ῥητὴ πρόσταξις περιέχει. μηνύεται δὲ καὶ νοῦς ἕτερος αἰνιγματώδη λόγον ἔχων τὸν διὰ συμβόλων· σύμβολα δ’ ἐστὶ τὰ λεχθέντα φανερὰ ἀδήλων καὶ ἀφανῶν. ἄρρεν εὐθέως τὸ ὁλόκαυτον ἱερεῖον, ἐπειδὴ τοῦ θήλεος καὶ τελειότερον καὶ ἡγεμονικώτερον καὶ συγγενέστερον αἰτίῳ δραστικῷ· τὸ γὰρ θῆλυ ἀτελές, ὑπήκοον, ἐν τῷ πάσχειν μᾶλλον ἢ ποιεῖν ἐξεταζόμενον.
← Previous · Next → — showing 101–200 of 1,054
First Thousand Years of Greek. CTS URN tlg0018.tlg024.1st1K-grc1. Via the Perseus Digital Library / Open Greek and Latin TEI corpora. Licence: Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License. Source.