Ancient Textssearch the texts themselves, not just their titles

← Library

De specialibus legibus (lib. i‑iv)

First Thousand Years of Greek · First Thousand Years of Greek · 1,054 sections

  1. 1.1.1

    Τὰ μὲν γένη τῶν ἐν εἴδει νόμων, οἱ προσαγορευόμενοι δέκα λόγοι, διὰ τῆς προτέρας ἠκρίβωνται συντάξεως, τὰ δ’ ἐν μέρει διατάγματα κατὰ τὴν τῆς γραφῆς ἀκολουθίαν νῦν ἐπισκεπτέον. ἄρξομαι δ’ ἀπὸ τοῦ γελωμένου παρὰ τοῖς πολλοῖς.

  2. 1.2.1

    γελᾶται δὲ ἡ τῶν γεννητικῶν περιτομή, πρᾶγμα σπουδαζόμενον οὐ μετρίως καὶ παρ’ ἑτέροις ἔθνεσι καὶ μάλιστα τῷ Αἰγυπτιακῷ, ὃ καὶ πολυανθρωπότατον καὶ ἀρχαιότατον καὶ φιλοσοφώτατον εἶναι δοκεῖ.

  3. 1.3.1

    παρὸ καὶ προσῆκον ἦν παιδικὴν χλεύην μεθεμένους φρονιμώτερον καὶ σεμνότερον ἀναζητῆσαι τὰς αἰτίας, ὧν χάριν ἐκράτησε τὸ ἔθος, καὶ μὴ προεξαναστάντας καταγινώσκειν μεγάλων ἐθνῶν εὐχέρειαν, λογιζομένους, ὡς εἰκός, τοσαύτας μυριάδας καθ’ ἑκάστην γενεὰν ἀποτέμνεσθαι, μετὰ χαλεπῶν ἀλγηδόνων ἀκρωτηριαζούσας τά τε ἑαυτῶν καὶ τῶν οἰκειοτάτων σώματα, πολλὰ δ’ εἶναι τὰ προτρέποντα τὴν εἰσήγησιν τῶν παλαιῶν διατηρεῖν καὶ ἐπιτελεῖν, τὰ δ’ ἀνωτάτω τέτταρα·

  4. 1.4.1

    ἓν μὲν χαλεπῆς νόσου καὶ δυσιάτου, ποσθένης, ἀπαλλαγήν, ἣν ἄνθρακα καλοῦσιν, ἀπὸ τοῦ καίειν ἐντυφόμενον, ὡς οἶμαι, ταύτης τῆς προσηγορίας τυχόντα, ὅπερ εὐκολώτερον τοῖς ἀκροποσθίας ἔχουσιν ἐγγίνεται·

  5. 1.5.1

    δεύτερον δὲ τὴν δι’ ὅλου τοῦ σώματος καθαριότητα πρὸς τὸ ἁρμόττον τάξει ἱερωμένῃ, παρὸ καὶ ξυρῶνται τὰ σώματα προσυπερβάλλοντες οἱ ἐν Αἰγύπτῳ τῶν ἱερέων·

  6. 1.6.1

    ὑποσυλλέγεται γὰρ καὶ ὑποστέλλει καὶ θριξὶ καὶ ποσθίαις ἔνια τῶν ὀφειλόντων καθαίρεσθαι· τρίτον δὲ τὴν πρὸς καρδίαν ὁμοιότητα τοῦ περιτμηθέντος μέρους· πρὸς γὰρ γένεσιν ἄμφω παρεσκεύασται, τὸ μὲν ἐγκάρδιον πνεῦμα νοημάτων, τὸ δὲ γόνιμον ὄργανον ζῴων· ἐδικαίωσαν γὰρ οἱ πρῶτοι τῷ ἀφανεῖ καὶ κρείττονι, δι’ οὗ τὰ νοητὰ συνίσταται, τὸ ἐμφανὲς καὶ ὁρατόν, ᾧ τὰ αἰσθητὰ γεννᾶσθαι πέφυκεν, ἐξομοιῶσαι·

  7. 1.7.1

    τέταρτον δὲ καὶ ἀναγκαιότατον τὴν πρὸς πολυγονίαν παρασκευήν· λέγεται γὰρ ὡς εὐοδεῖ τὸ σπέρμα μήτε σκιδνάμενον μήτε περιρρέον εἰς τοὺς τῆς ποσθίας κόλπους· ὅθεν καὶ τὰ περιτεμνόμενα τῶν ἐθνῶν πολυγονώτατα καὶ πολυανθρωπότατα εἶναι δοκεῖ.

  8. 1.8.1

    Ταῦτα μὲν οὖν εἰς ἀκοὰς ἦλθε τὰς ἡμετέρας, ἀρχαιολογούμενα παρὰ θεσπεσίοις ἀνδράσιν, οἳ τὰ Μωυσέως οὐ παρέργως διηρεύνησαν. ἐγὼ δὲ πρὸς τοῖς εἰρημένοις καὶ σύμβολον ἡγοῦμαι τὴν περιτομὴν δυοῖν εἶναι τοῖν ἀναγκαιοτάτοιν·

  9. 1.9.1

    ἑνὸς μὲν ἡδονῶν ἐκτομῆς, αἳ καταγοητεύουσι διάνοιαν· ἐπειδὴ γὰρ τὰ νικητήρια φέρεται τῶν ἐν ἡδοναῖς φίλτρων ἡ ἀνδρὸς πρὸς γυναῖκα συνουσία, τὸ ὑπηρετοῦν ταῖς τοιαύταις ὁμιλίαις ὄργανον ἀκρωτηριάζειν ἔδοξε τοῖς νομοθέταις, αἰνιττομένοις περιτομὴν περιττῆς ἐκτομὴν καὶ πλεοναζούσης ἡδονῆς, οὐ μιᾶς, ἀλλὰ διὰ μιᾶς τῆς βιαστικωτάτης καὶ τῶν ἄλλων ἁπασῶν·

  10. 1.10.1

    ἑτέρου δὲ τοῦ γνῶναί τινα ἑαυτὸν καὶ τὴν βαρεῖαν νόσον, οἴησιν, ψυχῆς ἀπώσασθαι· ἔνιοι γὰρ ὡς ἀγαθοὶ ζῳοπλάσται ζῴων τὸ κάλλιστον, ἄνθρωπον, ηὔχησαν δύνασθαι δημιουργεῖν καὶ φυσηθέντες ὑπ’ ἀλαζονείας ἑαυτοὺς ἐξεθείωσαν, τὸν ὡς ἀληθῶς αἴτιον γενέσεως ὄντα θεὸν παρακαλυψάμενοι, καίτοι γε ἐκ τῶν συνήθων ἐπανορθώσασθαι τὴν ἀπάτην δυνάμενοι·

  11. 1.11.1

    πολλοὶ μὲν γὰρ παρ’ αὐτοῖς εἰσιν ἄνδρες ἄγονοι, πολλαὶ δὲ στεῖραι γυναῖκες, ὧν ἀτελεῖς αἱ ὁμιλίαι καταγηρασάντων ἐν ἀπαιδίᾳ. πονηρὰν οὖν δόξαν ἐκτμητέον τῆς διανοίας καὶ τὰς ἄλλας ὅσαι μὴ φιλόθεοι.

  12. 1.12.1

    τούτων μὲν δὴ πέρι τοσαῦτα· τρεπτέον δ’ ἐπὶ τοὺς κατὰ μέρος ἤδη νόμους καὶ πρώτους, ἀφ’ ὧν ἄρχεσθαι καλόν, τοὺς περὶ μοναρχίας ὁρισθέντας.

  13. 1.13.1

    Τινὲς ἥλιον καὶ σελήνην καὶ τοὺς ἄλλους ἀστέρας ὑπέλαβον εἶναι θεοὺς αὐτοκράτορας, οἷς τὰς τῶν γινομένων ἁπάντων αἰτίας ἀνέθεσαν. Μωυσεῖ δ’ ὁ κόσμος ἔδοξεν εἶναι καὶ γενητὸς καὶ καθάπερ πόλις ἡ μεγίστη, ἄρχοντας ἔχουσα καὶ ὑπηκόους, ἄρχοντας μὲν τοὺς ἐν οὐρανῷ πάντας ὅσοι πλάνητες καὶ ἀπλανεῖς ἀστέρες, ὑπηκόους δὲ τὰς μετὰ σελήνην ἐν ἀέρι καὶ περιγείους φύσεις·

  14. 1.14.1

    τοὺς δὲ λεχθέντας ἄρχοντας οὐκ αὐτεξουσίους, ἀλλ’ ἑνὸς τοῦ πάντων πατρὸς ὑπάρχους, οὗ μιμουμένους τὴν ἐπιστασίαν κατορθοῦν πρυτανεύοντος κατὰ δίκην καὶ νόμον ἕκαστον τῶν γεγονότων· τοὺς δὲ μὴ βλέποντας τὸν ἐπιβεβηκότα ἡνίοχον τοῖς ὑπεζευγμένοις ὡς αὐτουργοῖς τῶν ἐν τῷ κόσμῳ γινομένων ἀνάψαι τὰς αἰτίας.

  15. 1.15.1

    ὧν τὴν ἄγνοιαν ὁ ἱερώτατος νομοθέτης εἰς ἐπιστήμην μεθαρμόζεται λέγων ὧδε· „μὴ ἰδὼν τὸν ἥλιον καὶ τὴν σελήνην καὶ τοὺς ἀστέρας καὶ πάντα τὸν κόσμον τοῦ οὐρανοῦ πλανηθεὶς προσκυνήσῃς αὐτοῖς“ (Deut. 4,19). εὐθυβόλως πάνυ καὶ καλῶς πλάνον εἶπε τὴν τῶν εἰρημένων ὡς θεῶν ἀποδοχήν.

  16. 1.16.1

    οἱ γὰρ ἰδόντες ἡλίου μὲν προσόδοις καὶ ἀναχωρήσεσι τὰς ἐτησίους ὥρας συνισταμένας, ἐν αἷς αἱ ζῴων καὶ φυτῶν καὶ καρπῶν γενέσεις ὡρισμέναις χρόνων περιόδοις τελεσφοροῦνται, σελήνην δ’ ὑπηρέτιν καὶ διάδοχον ἡλίου νύκτωρ τὴν ἐπιμέλειαν καὶ προστασίαν ἀνειληφυῖαν ὧν μεθ’ ἡμέραν ἥλιος, καὶ τοὺς ἄλλους ἀστέρας κατὰ τὴν πρὸς τὰ ἐπίγεια συμπάθειαν μυρία τῶν ἐπὶ διαμονῇ τοῦ παντὸς ἐνεργοῦντάς τε καὶ δρῶντας, πλάνον ἐπλανήθησαν ἀνήνυτον μόνους εἶναι τούτους θεοὺς ὑποτοπήσαντες.

  17. 1.17.1

    εἰ δ’ ἐσπούδασαν διὰ τῆς ἀπλανοῦς βαδίζειν ὁδοῦ, κἂν εὐθὺς ἔγνωσαν ὅτι, καθάπερ αἴσθησις ὑποδιάκονος νοῦ γέγονε, τὸν αὐτὸν τρόπον καὶ οἱ αἰσθητοὶ πάντες ὑπηρέται τοῦ νοητοῦ κατέστησαν, ἀγαπήσαντες εἰ δευτερείων ἐφίξονται.

  18. 1.18.1

    παγγέλοιον γὰρ οἴεσθαι, ὅτι ὁ μὲν νοῦς ὁ ἐν ἡμῖν βραχύτατος ὢν καὶ ἀόρατος ἡγεμὼν τῶν αἰσθητικῶν ὀργάνων ἐστίν, ὁ δὲ τοῦ παντὸς ὁ μέγιστος καὶ τελειότατος οὐχὶ βασιλεὺς βασιλέων εἶναι πέφυκε, βλεπομένων οὐ βλεπόμενος.

  19. 1.19.1

    πάντας οὖν τοὺς κατ’ οὐρανὸν οὓς αἴσθησις ἐπισκοπεῖ θεοὺς οὐκ αὐτοκρατεῖς νομιστέον, τὴν ὑπάρχων τάξιν εἰληφότας, ὑπευθύνους μὲν φύσει γεγονότας, ἕνεκα δ’ ἀρετῆς εὐθύνας οὐχ ὑφέξοντας.

  20. 1.20.1

    ὥσθ’ ὑπερβάντες τῷ λογισμῷ πᾶσαν τὴν ὁρατὴν οὐσίαν ἐπὶ τὴν τοῦ ἀειδοῦς καὶ ἀοράτου καὶ μόνῃ διανοίᾳ καταληπτοῦ τιμὴν ἴωμεν, ὃς οὐ μόνον θεὸς θεῶν ἐστι νοητῶν τε καὶ αἰσθητῶν ἀλλὰ καὶ πάντων δημιουργός. ἐὰν δέ τις τὴν τοῦ ἀιδίου καὶ ποιητοῦ θεραπείαν ἄλλῳ προσνέμῃ νεωτέρῳ καὶ γενητῷ, φρενοβλαβὴς ἀναγεγράφθω καὶ ἔνοχος ἀσεβείᾳ τῇ μεγίστῃ.

  21. 1.21.1

    Εἰσὶ δέ τινες οἳ χρυσὸν καὶ ἄργυρον ἀνδριαντοποιοῖς ὡς θεοπλαστεῖν ἱκανοῖς παρέδοσαν· οἱ δὲ λαβόντες ἀργὴν ὕλην θνητῷ παραδείγματι προσχρησάμενοι, τὸ παραλογώτατον, θεοὺς ὅσα τῷ δοκεῖν ἐμόρφωσαν· καὶ νεὼς κατασκευάσαντες καὶ ἱδρυσάμενοι βωμοὺς ἐδείμαντο θυσίαις τε καὶ πομπαῖς καὶ ταῖς ἄλλαις ἱερουργίαις τε καὶ ἁγιστείαις ἐπιμελῶς πάνυ καὶ πεφροντισμένως γεραίρουσιν, ἱερέων τε καὶ ἱερειῶν τὸν περὶ ταῦτα τῦφον ὡς ἔνι μάλιστα σεμνοποιούντων.

  22. 1.22.1

    οἷς ὁ τῶν ὅλων πατὴρ προαγορεύει λέγων· „οὐ ποιήσετε μετ’ ἐμοῦ θεοὺς ἀργυροῦς καὶ χρυσοῦς“ (Exod. 20,23), μόνον οὐκ ἄντικρυς ἀναδιδάσκων, ὅτι οὐδ’ ἐξ ἑτέρας ὕλης χειρόκμητον οὐδὲν τὸ παράπαν θεοπλαστήσετε διακωλυθέντες ἐκ τῶν ἀρίστων· ἄργυρος γὰρ καὶ χρυσὸς τὰ πρωτεῖα τῶν ἐν ὕλαις φέρονται.

  23. 1.23.1

    δίχα δὲ τῆς ῥητῆς ἀπαγορεύσεως καὶ ἕτερον αἰνίττεσθαί μοι δοκεῖ τῶν πρὸς ἠθοποιΐαν μάλιστα συντεινόντων, διελέγχων οὐ μετρίως τοὺς φιλοχρημάτους, οἳ πανταχόθεν μὲν ἀργύριον καὶ χρυσίον ἐκπορίζουσι, τὸ δὲ πορισθὲν ὡς ἄγαλμα θεῖον ἐν ἀδύτοις θησαυροφυλακοῦσιν, ἀγαθῶν αἴτιον καὶ τῆς συμπάσης εὐδαιμονίας τοῦτ’ εἶναι νομίζοντες.

  24. 1.24.1

    καὶ ὅσοι μέντοι τῶν ἀπόρων κεκράτηνται χαλεπῇ νόσῳ, φιλαργυρίᾳ, οὐκ ἔχοντες ἴδιον πλοῦτον, ὃν θεραπείας ἀξιώσουσι, τὸν τῶν πλησίον τεθηπότες καὶ προσκυνοῦντες ἕωθεν εἰς τὰς τῶν περιουσιαζόντων οἰκίας ἀφικνοῦνται καθάπερ εἰς ἱερὰ μέγιστα, προσευξόμενοι καὶ τἀγαθὰ παρὰ τῶν δεσποτῶν ὡς θεῶν αἰτησόμενοι.

  25. 1.25.1

    πρὸς οὓς καὶ ἐν ἑτέροις φησίν· „οὐκ ἐπακολουθήσετε εἰδώλοις καὶ θεοὺς χωνευτοὺς οὐ ποιήσετε“ (Lev. 19,4), διὰ συμβόλων ἀναδιδάσκων, ὅτι πλούτῳ τιμὰς ἰσοθέους ἀπονέμειν οὐ προσήκει· πλούτου γὰρ αἱ περιβόητοι ὗλαι χρυσὸς καὶ ἄργυρος εἶναι πεφύκασιν, αἷς ἀκολουθοῦσιν οἱ πολλοὶ τὰ τοῦ λεγομένου τυφλοῦ πλούτου μόνα ἢ μάλιστα εὐδαιμονίας αἴτια νομίζοντες.

  26. 1.26.1

    τάδ’ ἐστὶν ἅ φησιν „εἴδωλα“, σκιαῖς ἐοικότα καὶ φάσμασιν, οὐδενὸς ἠρτημένα ἰσχυροῦ καὶ βεβαίου· φέρεται γὰρ πνεύματος τρόπον ἀστάτου τροπὰς καὶ μεταβολὰς παντοίας ἐνδεχόμενα. σημεῖον δ’ ἐστὶ τούτων ἐναργές· μὴ προλαβόντων ἐξαπιναίως ἔστιν ὅτε προσέπτη, παγίως ἐνειλῆφθαι νομιζόντων πάλιν ἀπεπήδησε, καὶ ὅτε μέντοι πάρεστι, καθάπερ τὰ διὰ τῶν κατόπτρων εἴδωλα φαντάζεται τὴν αἴσθησιν ἀπατῶντα καὶ καταγοητεύοντα καὶ ὡς ἂν ὑφεστηκότα τὰ μὴ ὑπομένοντα.

  27. 1.27.1

    καὶ τί δεῖ τὸν ἀνθρώπινον πλοῦτον ἢ τῦφον, ὃν ἀναζωγραφοῦσιν αἱ κεναὶ δόξαι, δηλοῦν ὡς ἔστιν ἀβέβαιος; ἤδη γάρ τινες καὶ τὰ ἄλλα πάντα ζῷα καὶ φυτά, ὧν γένεσίς ἐστι καὶ φθορά, συνεχῶς μὲν καὶ ἀπαύστως φασὶ ῥεῖσθαι, τῆς δ’ ἀπορροίας ἀδηλοτέραν αἴσθησιν εἶναι, ἀεὶ νικώσης τῆς περὶ τὴν ῥύσιν ὀξύτητος τὴν δι’ ὄψεως ἀκριβῆ προσβολήν.

  28. 1.28.1

    Ἀλλ’ οὐ μόνον πλοῦτος καὶ δόξα καὶ τὰ τοιαῦτα εἴδωλα καὶ ἀμενηναὶ σκιαί, ἀλλὰ καὶ πάντες, οὓς οἱ μυθογράφοι διαπλάσαντες ἐξετύφωσαν ἐπιτειχίσαντες τὰς ψευδεῖς δόξας κατὰ τῆς ἀληθείας, θεοὺς καινοὺς ὥσπερ ἀπὸ μηχανῆς εἰσαγαγόντες ἕνεκα τοῦ τὸν ἀίδιον καὶ ὄντα ὄντως θεὸν λήθῃ παραδοθῆναι. πρὸς δὲ τὸ εὐπαράγωγον μέλεσι καὶ ῥυθμοῖς καὶ μέτροις ἐνηρμόσαντο τὸ ψεῦδος, νομίζοντες ῥᾳδίως καταγοητεύσειν τοὺς ἐντυγχάνοντας.

  29. 1.29.1

    οὐ μὴν ἀλλὰ καὶ πλαστικὴν καὶ ζωγραφίαν συνεργοὺς τῆς ἀπάτης προσπαρέλαβον, ἵνα χρωμάτων καὶ σχημάτων καὶ ποιοτήτων εὖ δεδημιουργημέναις ἰδέαις ὑπαγάγωνται τοὺς ὁρῶντας καὶ τὰς ἡγεμονίδας αἰσθήσεις ὄψιν καὶ ἀκοὴν δελεάσαντες, τὴν μὲν ἀψύχοις εὐμορφίαις, τὴν δ’ εὐφωνίᾳ ποιητικῇ, συναρπάσωσι τὴν ψυχὴν ἀβέβαιον καὶ ἀνίδρυτον αὐτὴν ἀπεργασάμενοι.

  30. 1.30.1

    διὰ τοῦτ’ ἐπιστάμενος ἐπὶ μέγα δυνάμεως προεληλυθότα τὸν τῦφον καὶ δορυφορούμενον ὑπὸ τοῦ πλείστου γένους ἀνθρώπων οὐκ ἐξ ἀνάγκης ἀλλ’ ἑκουσίοις γνώμαις, εὐλαβηθεὶς μή ποτε καὶ οἱ ζηλωταὶ τῆς ἀδεκάστου καὶ ἀληθοῦς εὐσεβείας καθάπερ ὑπὸ χειμάρρου παρασυρῶσιν, ἐνσφραγίζεται βαθεῖς τύπους ταῖς διανοίαις ἐγχαράττων ὁσιότητος, ὑπὲρ τοῦ μὴ συγχυθέντας ἢ ἐπιλεανθέντας ἀμαυρωθῆναί ποτε χρόνῳ, καὶ συνεχῶς ἐπᾴδει ποτὲ μὲν λέγων ὅτι θεὸς εἷς ἐστι καὶ κτίστης καὶ ποιητὴς τῶν ὅλων, ποτὲ δὲ ὅτι κύριος τῶν γεγονότων, ἐπειδὴ τὸ βέβαιον καὶ πάγιον καὶ τὸ κῦρος ὡς ἀληθῶς περὶ αὐτὸν μόνον πέφυκε.

  31. 1.31.1

    λέλεκται δ’ ὅτι „οἱ προσκείμενοι τῷ ὄντι θεῷ ζῶσι πάντες“ (Deut. 4,4). ἆρ’ οὐχ οὗτός ἐστιν ὁ τρισμακάριος καὶ τρισευδαίμων βίος, ἀγαπητικῶς ἔχεσθαι τῆς θεραπείας τοῦ πρεσβυτάτου πάντων αἰτίου καὶ μὴ τοὺς ὑποδιακόνους καὶ πυλωροὺς πρὸ τοῦ βασιλέως θεραπεύειν ἀξιοῦν; ἀθάνατος ἥδε ἡ ζωὴ καὶ μακραίων ἐν ταῖς τῆς φύσεως στήλαις ἀναγέγραπται· ταυτὶ δὲ τὰ γράμματα τῷ κόσμῳ συνδιαιωνίζειν ἀναγκαῖον.

  32. 1.32.1

    Δυστόπαστος μὲν οὖν καὶ δυσκατάληπτος ὁ πατὴρ καὶ ἡγεμὼν τῶν συμπάντων ἐστίν, ἀλλ’ οὐ διὰ τοῦτ’ ἀποκνητέον τὴν ζήτησιν αὐτοῦ. δύο δ’ ἐν ταῖς περὶ θεοῦ ζητήσεσι τὰ ἀνωτάτω ταῦτ’ ἐπαπορεῖ ἡ διάνοια τοῦ φιλοσοφοῦντος ἀνόθως· ἓν μὲν εἰ ἔστι τὸ θεῖον, ἕνεκα τῶν ἐπιτηδευσάντων ἀθεότητα, κακιῶν τὴν μεγίστην· ἕτερον δὲ τὸ τί ἐστι κατὰ τὴν οὐσίαν. τὸ μὲν οὖν πρότερον οὐ πολὺς πόνος ἰδεῖν, τὸ δὲ δεύτερον οὐ χαλεπὸν μόνον ἀλλὰ καὶ ἴσως ἀδύνατον. ἐπισκεπτέον δ’ ἑκάτερον.

  33. 1.33.1

    ἀεὶ τοίνυν γνωρίσματα τῶν δημιουργῶν πέφυκέ πως εἶναι τὰ δημιουργηθέντα· τίς γὰρ ἀνδριάντας ἢ γραφὰς θεασάμενος οὐκ εὐθὺς ἐνενόησεν ἀνδριαντοποιὸν ἢ ζωγράφον; τίς δὲ ἐσθῆτας ἢ ναῦς ἢ οἰκίας ἰδὼν οὐκ ἔννοιαν ἔλαβεν ὑφάντου καὶ ναυπηγοῦ καὶ οἰκοδόμου; παρελθὼν δέ τις εἰς πόλιν εὔνομον, ἐν ᾗ τὰ τῆς πολιτείας σφόδρα καλῶς διακεκόσμηται, τί ἕτερον ὑπολήψεται ἢ ὅτι ἐπιστατεῖται ἥδε ἡ πόλις ὑπ’ ἀρχόντων ἀγαθῶν;

  34. 1.34.1

    τὸν οὖν ἀφικόμενον εἰς τὴν ὡς ἀληθῶς μεγαλόπολιν, τόνδε τὸν κόσμον, καὶ θεασάμενον τὴν ὀρεινὴν καὶ πεδιάδα βρίθουσαν ζῴων καὶ φυτῶν καὶ ποταμῶν αὐθιγενῶν καὶ χειμάρρων φορὰς καὶ πελαγῶν ἀναχύσεις καὶ εὐκρασίας ἀέρος καὶ τῶν ἐτησίων ὡρῶν τροπάς, εἶτα ἥλιον καὶ σελήνην, τοὺς ἡμέρας καὶ νυκτὸς ἡγεμόνας, καὶ τὰς τῶν ἄλλων πλανήτων τε καὶ ἀπλανῶν καὶ τοῦ σύμπαντος οὐρανοῦ περιπολήσεις καὶ χορείας, οὐκ εἰκότως, μᾶλλον δὲ ἀναγκαίως, ἔννοιαν λήψεσθαι δεῖ τοῦ ποιητοῦ καὶ πατρὸς καὶ προσέτι ἡγεμόνος;

  35. 1.35.1

    οὐδὲν γὰρ τῶν τεχνικῶν ἔργων ἀπαυτοματίζεται· τεχνικώτατον δὲ καὶ ἐπιστημονικώτατον ὅδε ὁ κόσμος, ὡς ὑπό τινος τὴν ἐπιστήμην ἀγαθοῦ καὶ τελειοτάτου πάντως δεδημιουργῆσθαι. τοῦτον τὸν τρόπον ἔννοιαν ἐλάβομεν ὑπάρξεως θεοῦ.

  36. 1.36.1

    Τὴν δ’ οὐσίαν, εἰ καὶ δυσθήρατον καὶ δυσκατάληπτον εἶναι συμβέβηκεν, ὅμως καθ’ ὅσον ἐνδέχεται διερευνητέον. ἄμεινον γὰρ οὐδὲν τοῦ ζητεῖν τὸν ἀληθῆ θεόν, κἂν ἡ εὕρεσις αὐτοῦ διαφεύγῃ δύναμιν ἀνθρωπίνην, ἐπειδὴ καὶ ἡ περὶ τὸ βούλεσθαι μαθεῖν σπουδὴ καθ’ αὑτὴν ἀλέκτους ἡδονὰς καὶ εὐφροσύνας ἐργάζεται.

  37. 1.37.1

    μάρτυρες δὲ οἱ μὴ χείλεσιν ἄκροις γευσάμενοι φιλοσοφίας, ἀλλὰ τῶν λόγων καὶ δογμάτων αὐτῆς ἐπὶ πλέον ἑστιαθέντες· τούτων γὰρ ὁ λογισμὸς ἀπὸ γῆς ἄνω μετέωρος ἀρθεὶς αἰθεροβατεῖ καὶ συμπεριπολῶν ἡλίῳ καὶ σελήνῃ καὶ τῷ σύμπαντι οὐρανῷ, τἀκεῖ πάντα γλιχόμενος ἰδεῖν, ἀμυδροτέραις χρῆται ταῖς προσβολαῖς, ἀκράτου καὶ πολλοῦ φέγγους ἐκχεομένου, ὡς τὸ τῆς ψυχῆς ὄμμα ταῖς μαρμαρυγαῖς σκοτοδινιᾶν.

  38. 1.38.1

    ἀλλ’ οὐ διὰ τοῦτο προκαμὼν ἀπαγορεύει, γνώμῃ δ’ ἀηττήτῳ πρὸς τὴν ἐνδεχομένην θέαν ἵεται, καθάπερ ἐν ἄθλοις δευτερείων μεταποιούμενος, ἐπειδὴ τῶν πρώτων ἐσφάλη. φαντασίας δ’ ἀληθοῦς δεύτερά ἐστιν εἰκασία καὶ στοχασμὸς καὶ ὅσα εἰς τὴν τῶν εὐλόγων καὶ πιθανῶν ἰδέαν ἀνάγεται.

  39. 1.39.1

    καθάπερ οὖν οἷός ἐστι τῶν ἀστέρων ἕκαστος κατὰ τὴν οὐσίαν εἱλικρινῶς οὔτ’ εἰδότες οὔτε δυνάμενοι σαφῶς διαγνῶναι ζητεῖν ὅμως προθυμούμεθα, τερπόμενοι τοῖς εἰκόσι λόγοις ἕνεκα τοῦ φύσει φιλομαθοῦς, τὸν αὐτὸν τρόπον,

  40. 1.40.1

    εἰ καὶ τῆς κατὰ τὸν ὄντως ὄντα θεὸν ἐναργοῦς φαντασίας ἀμοιροῦμεν, ὀφείλομεν μὴ ἀπολείπεσθαι τῆς ζητήσεως αὐτοῦ, διὰ τὸ τὴν σκέψιν καὶ ἄνευ τῆς εὑρέσεως καθ’ αὑτὴν τριπόθητον εἶναι, ἐπεὶ καὶ τοὺς τοῦ σώματος ὀφθαλμοὺς οὐδεὶς αἰτιᾶται, παρόσον ἥλιον αὐτὸν ἰδεῖν ἀδυνατοῦντες τὴν φερομένην ἀπόρροιαν τῶν ἀκτίνων ἐπὶ γῆν ὁρῶσιν, ἡλιακῶν αὐγῶν ἔσχατον

  41. 1.41.1

    φέγγος. εἰς ἅπερ ἀπιδὼν ὁ ἱεροφάντης καὶ θεοφιλέστατος Μωυσῆς ἱκετεύει τὸν θεὸν λέγων· „ἐμφάνισόν μοι σαυτόν“ (Exod. 33,13), μόνον οὐ κατασχεθεὶς καὶ ἐκβοῶν ἄντικρυς, ὅτι „τοῦ μὲν εἶναί σε καὶ ὑπάρχειν διδάσκαλος καὶ ὑφηγητής μοι γέγονεν ὅδε ὁ κόσμος, καὶ ὡς υἱὸς ἀναδιδάξας με περὶ τοῦ πατρὸς καὶ ὡς ἔργον περὶ τοῦ τεχνίτου· τίς δὲ κατὰ τὴν οὐσίαν τυγχάνεις ὢν διαγνῶναι ποθῶν οὐδένα τούτου τοῦ μαθήματος ὑφηγητὴν ἐν οὐδενὶ τῶν τοῦ παντὸς μερῶν ἀνευρίσκω.

  42. 1.42.1

    διὸ δὴ δέομαι καὶ ποτνιῶμαι προσέσθαι τὴν ἱκεσίαν ἀνδρὸς ἱκέτου καὶ φιλοθέου καὶ μόνον σὲ θεραπεύειν ἀξιοῦντος· ὡς γὰρ τὸ φῶς ὑφ’ ἑτέρου μὴ γνωριζόμενον αὐτὸ ἑαυτοῦ γνώρισμά ἐστιν, οὕτως καὶ σὺ σεαυτὸν μόνος ἂν φῆναι δύναιο. διὸ συγγνώμης ἀξιῶ τυχεῖν, εἰ σπάνει τοῦ διδάξοντος ἐπὶ σὲ καταφυγεῖν ἐθάρρησα περὶ σοῦ σπεύδων μαθεῖν“.

  43. 1.43.1

    ὁ δὲ „τὴν μὲν προθυμίαν“ φησίν „ἐπαινετὴν οὖσαν ἀποδέχομαι, τὸ δ’ αἴτημα οὐδενὶ τῶν εἰς γένεσιν ἡκόντων ἐφαρμόζει. χαρίζομαι δ’ ἐγὼ τὰ οἰκεῖα τῷ ληψομένῳ· οὐ γὰρ ὅσα μοι δοῦναι ῥᾴδιον καὶ ἀνθρώπῳ λαβεῖν δυνατόν· ὅθεν ὀρέγω τῷ χάριτος ἀξίῳ πάσας ὅσας ἂν οἷός τε ᾖ δέξασθαι δωρεάς.

  44. 1.44.1

    τὴν δ’ ἐμὴν κατάληψιν οὐχ οἷον ἀνθρώπου φύσις ἀλλ’ οὐδ’ ὁ σύμπας οὐρανός τε καὶ κόσμος δυνήσεται χωρῆσαι. γνῶθι δὴ σαυτὸν καὶ μὴ συνεκφέρου ταῖς ὑπὲρ δύναμιν ὁρμαῖς καὶ ἐπιθυμίαις, μηδέ σε τῶν ἀνεφίκτων ἔρως αἰρέτω καὶ μετεωριζέτω· τῶν γὰρ ἐφικτῶν οὐδενὸς ἀμοιρήσεις“.

  45. 1.45.1

    ταῦτα ἀκούσας ἐπὶ δευτέραν ἱκεσίαν ἦλθε καί φησι· „πέπεισμαι μὲν ταῖς σαῖς ὑφηγήσεσιν, ὅτι οὐκ ἂν ἴσχυσα δέξασθαι τὸ τῆς σῆς φαντασίας ἐναργὲς εἶδος. ἱκετεύω δὲ τὴν γοῦν περὶ σὲ δόξαν θεάσασθαι (Exod. 33,18)· δόξαν δὲ σὴν εἶναι νομίζω τὰς περὶ σὲ δορυφορούσας δυνάμεις, ὧν διαφεύγουσα ἡ κατάληψις ἄχρι τοῦ παρόντος οὐ μικρὸν ἐνεργάζεταί μοι πόθον τῆς διαγνώσεως“.

  46. 1.46.1

    ὁ δὲ ἀμείβεται καί φησιν· "ἃς ἐπιζητεῖς δυνάμεις εἰσὶν ἀόρατοι καὶ νοηταὶ πάντως ἐμοῦ τοῦ ἀοράτου καὶ νοητοῦ· λέγω δὲ νοητὰς οὐχὶ τὰς ἤδη ὑπὸ νοῦ καταλαμβανομένας, ἀλλ’ ὅτι εἰ καταλαμβάνεσθαι οἷαί τε εἶεν, οὐκ ἂν αἴσθησις αὐτὰς ἀλλ’ ἀκραιφνέστατος νοῦς καταλαμβάνοι.

  47. 1.47.1

    πεφυκυῖαι δ’ ἀκατάληπτοι κατὰ τὴν οὐσίαν ὅμως παραφαίνουσιν ἐκμαγεῖόν τι καὶ ἀπεικόνισμα τῆς ἑαυτῶν ἐνεργείας· οἷαι αἱ παρ’ ὑμῖν σφραγῖδες — ὅταν γὰρ προσενεχθῇ κηρὸς ἤ τις ὁμοιότροπος ὕλη, μυρίους ὅσους τύπους ἐναπομάττονται, μηδὲν ἀκρωτηριασθεῖσαι μέρος, ἀλλ’ ἐν ὁμοίῳ μένουσαι —, τοιαύτας ὑποληπτέον καὶ τὰς περὶ ἐμὲ δυνάμεις περιποιούσας ἀποίοις ποιότητας καὶ μορφὰς ἀμόρφοις καὶ μηδὲν τῆς ἀιδίου φύσεως μήτ’ ἀλλαττομένας μήτε μειουμένας.

  48. 1.48.1

    ὀνομάζουσι δ’ αὐτὰς οὐκ ἀπὸ σκοποῦ τινες τῶν παρ’ ὑμῖν ἰδέας, ἐπειδὴ ἕκαστα τῶν ὄντων εἰδοποιοῦσι τὰ ἄτακτα τάττουσαι καὶ τὰ ἄπειρα καὶ ἀόριστα καὶ ἀσχημάτιστα περατοῦσαι καὶ περιορίζουσαι καὶ σχηματίζουσαι καὶ συνόλως τὸ χεῖρον εἰς τὸ ἄμεινον μεθαρμοζόμεναι.

  49. 1.49.1

    μήτ’ οὖν ἐμὲ μήτε τινὰ τῶν ἐμῶν δυνάμεων κατὰ τὴν οὐσίαν ἐλπίσῃς ποτὲ δυνήσεσθαι καταλαβεῖν. τῶν δ’ ἐφικτῶν, ὡς εἶπον, ἑτοίμως καὶ προθύμως μεταδίδωμι· ταῦτα δ’ ἐστὶν ἐπὶ τὴν τοῦ κόσμου καὶ τῶν ἐν αὐτῷ καλέσαι θέαν, ἣν οὐ σώματος ὀφθαλμοῖς ἀλλὰ τοῖς διανοίας ἀκοιμήτοις ὄμμασι συμβαίνει καταλαμβάνεσθαι.

  50. 1.50.1

    μόνον ὁ σοφίας ἵμερος συνεχὴς ἔστω καὶ πυκνός, ἣ δογμάτων ἀοιδίμων καὶ περικαλλεστάτων ἀναπίμπλησι τοὺς φοιτητὰς καὶ γνωρίμους αὐτῆς“. ταῦτα ἀκούσας οὐκ ἐπαύσατο τῆς ἐπιθυμίας, ἀλλ’ ἔτι τὸν ἐπὶ τοῖς ἀοράτοις πόθον ἐζωπύρει.

  51. 1.51.1

    Καὶ πάντας τοὺς ὁμοιοτρόπους εἴτ’ οὖν φύντας ἐξ ἀρχῆς εἴτε καὶ ἐκ τοῦ μεταβάλλεσθαι πρὸς τὴν ἀμείνω τάξιν κρείττους γεγονότας ἀποδέχεται, τοὺς μὲν ὅτι τὴν εὐγένειαν οὐ κατέλυσαν, τοὺς δ’ ὅτι πρὸς εὐσέβειαν ἠξίωσαν μεθορμίσασθαι — τούτους δὲ καλεῖ προσηλύτους ἀπὸ τοῦ προσεληλυθέναι καινῇ καὶ φιλοθέῳ πολιτείᾳ —, οἳ μυθικῶν μὲν ἀλογοῦσι πλασμάτων, περιέχονται δὲ ἀκραιφνοῦς ἀληθείας.

  52. 1.52.1

    ἰσοτιμίαν γοῦν ἅπασιν ἐπηλύταις διδοὺς καὶ χαρισάμενος ὅσα καὶ τοῖς αὐτόχθοσι παραινεῖ τοῖς εὐπατρίδαις, μὴ μόνον αὐτοὺς τιμαῖς γεραίρειν ἀλλὰ καὶ ἐξαιρέτῳ φιλίᾳ καὶ εὐνοίᾳ περιττῇ. καὶ μήποτ’ εἰκότως· „ἀπολελοιπότες“ φησί „πατρίδα καὶ φίλους καὶ συγγενεῖς δι’ ἀρετὴν καὶ ὁσιότητα μὴ ἀμοιρείτωσαν ἑτέρων πόλεων καὶ οἰκείων καὶ φίλων, ἀλλ’ ἔστωσαν ἔφεδροι καταφυγαὶ τοῖς πρὸς εὐσέβειαν αὐτομολοῦσι· φίλτρον γὰρ ἀνυσιμώτατον καὶ δεσμὸς ἄλυτος εὐνοίας ἑνωτικῆς ἡ τοῦ ἑνὸς θεοῦ τιμή“.

  53. 1.53.1

    προστάττει δὲ μή, παρόσον αὐτοῖς ἰσονομίαν καὶ ἰσοτέλειαν [ἐπηλύταις] παρέχει κατεγνωκόσι τοῦ πατρῴου καὶ προγονικοῦ τύφου, στομαργίᾳ χρήσασθαι καὶ ἀχαλίνῳ γλώσσῃ βλασφημοῦντας οὓς ἕτεροι νομίζουσι θεούς, ἵνα μὴ κἀκεῖνοι διακινηθέντες ἃ μὴ θέμις φθέγξωνται κατὰ τοῦ ὄντως ὄντος· ἀγνοίᾳ γὰρ τῆς διαφορᾶς, ἅτε τὸ ψεῦδος ὡς ἀληθὲς προμαθόντες ἐκ παίδων καὶ σύντροφον ἔχοντες, ἐξαμαρτήσονται.

  54. 1.54.1

    Τῶν δ’ ἀπὸ τοῦ ἔθνους εἴ τινες καθυφίενται τὴν τοῦ ἑνὸς τιμήν, ὡς λιπόντες τὴν ἀναγκαιοτάτην τάξιν εὐσεβείας καὶ ὁσιότητος ταῖς ἀνωτάτω τιμωρίαις ὀφείλουσι κολάζεσθαι, σκότος αἱρούμενοι πρὸ αὐγοειδεστάτου φωτὸς καὶ τυφλὴν ἀπεργαζόμενοι διάνοιαν ὀξὺ καθορᾶν δυναμένην.

  55. 1.55.1

    καὶ ἐπιτετράφθαι δὲ καλὸν ἅπασι τοῖς ζῆλον ἔχουσιν ἀρετῆς ἐκ χειρὸς ἀναπράττειν ἀνυπερθέτως τὰς τιμωρίας, μήτ’ εἰς δικαστήριον μήτ’ εἰς βουλευτήριον μήτε συνόλως ἐπ’ ἀρχὴν ἄγοντας, ἀλλὰ τῷ παραστάντι μισοπονήρῳ πάθει καὶ φιλοθέῳ καταχρῆσθαι πρὸς τὰς τῶν ἀσεβῶν ἀπαραιτήτους κολάσεις, νομίσαντας αὐτοὺς ὑπὸ τοῦ καιροῦ τὰ πάντα γεγενῆσθαι, βουλευτάς, δικαστάς, στρατηγούς, ἐκκλησιαστάς, κατηγόρους, μάρτυρας, νόμους, δῆμον, ἵνα μηδενὸς ὄντος ἐμποδὼν ἄφοβοι σὺν ἀδείᾳ πολλῇ προαγωνίζωνται

  56. 1.56.1

    ὁσιότητος. ἀναγέγραπταί τις ἐν τοῖς νόμοις τὸ καλὸν τοῦτο τόλμημα τολμήσας. ἐπειδὴ γὰρ ἐθεάσατό τινας ἀλλοφύλοις συνόντας γυναιξὶ καὶ ἕνεκα τῶν πρὸς αὐτὰς φίλτρων ἀλογοῦντας μὲν τῶν πατρίων, τελουμένους δὲ τὰς μυθικὰς τελετάς, ἕνα τὸν ἔξαρχον καὶ ἡγεμόνα τῆς παρανομίας καταθαρροῦντα ἤδη παρεπιδείκνυσθαι δημοσίᾳ τὸ ἀνοσιούργημα καὶ θυσίας ἀγάλμασι καὶ ξοάνοις ἀθύτους φανερῶς ἐπιτελοῦντα παρόντος ἅπαντος τοῦ πλήθους ἐνθουσιῶν, ἀνείρξας τοὺς παρ’ ἑκάτερα ἐπὶ τὴν θέαν ἠθροισμένους, οὐδὲν εὐλαβηθεὶς ἀναιρεῖ σὺν τῇ γυναικί, τὸν μὲν ἕνεκα τῆς εὐμαθείας τῶν ἃ λυσιτελὲς ἀπομανθάνειν, τὴν δ’ ὅτι διδάσκαλος κακῶν ἐγένετο.

  57. 1.57.1

    τουτὶ τὸ ἔργον ἐξαίφνης δρασθὲν ἐν θερμῷ παραστήματι μυρίους ἐνουθέτησε τῶν ἐπὶ ταῦτα παρασκευαζομένων. ἐπαινέσας οὖν ὁ θεὸς τὴν ἀριστείαν αὐτοκελεύστῳ καὶ ἐθελουργῷ σπουδῇ γενομένην διτταῖς αὐτὸν ἀναστέφει δωρεαῖς, εἰρήνῃ καὶ ἱερωσύνῃ, τῇ μὲν κρίνας ἄξιον ἀπολέμου μεταποιεῖσθαι βίου τὸν ἀράμενον τοὺς ὑπὲρ θεοῦ τιμῆς ἀγῶνας, τῇ δ’ ὅτι γέρας οἰκειότατον εὐσεβοῦς ἀνδρὸς ἱερωσύνη θεραπείαν ἐπαγγελλομένη τοῦ πατρός, ᾧ τὸ δουλεύειν οὐκ ἐλευθερίας μόνον ἀλλὰ καὶ βασιλείας ἄμεινον.

  58. 1.58.1

    ἔνιοι δὲ τοσαύτῃ κέχρηνται μανίας ὑπερβολῇ, ὥστ’ οὐδ’ ἀναχώρησιν αὑτοῖς εἰς μετάνοιαν ἀπολείποντες ἵενται πρὸς δουλείαν τῶν χειροκμήτων, γράμμασιν αὐτὴν ὁμολογοῦντες, οὐκ ἐν χαρτιδίοις, ἀλλ’, ὡς ἐπὶ τῶν ἀνδραπόδων ἔθος, [ἀλλ’] ἐν τοῖς σώμασι καταστίζοντες αὐτὰ σιδήρῳ πεπυρωμένῳ πρὸς ἀνεξάλειπτον μονήν· οὐδὲ γὰρ χρόνῳ ταῦτα ἀμαυροῦται.

  59. 1.59.1

    Τὴν δ’ ὁμοίαν προαίρεσιν ὁ ἱερώτατος Μωυσῆς καὶ ἐπὶ τῶν ἄλλων ἅπαξ ἁπάντων σῴζειν ἔοικεν ἀληθείας ἐραστὴς ὢν καὶ διδάσκαλος, ἣν καὶ πᾶσι τοῖς γνωρίμοις ἐγχαράττειν καὶ ἐνσφραγίζεσθαι ποθεῖ τὰς ψευδεῖς δόξας μακρὰν τῆς διανοίας αὐτῶν ἀποικίζων.

  60. 1.60.1

    ἐπιστάμενος γοῦν τῷ πλάνῳ τῶν πολλῶν βίῳ συμπράττουσαν οὐ μετρίως εἰς ἀνοδίαν μαντικήν, οὐδενὶ τῶν εἰδῶν αὐτῆς ἐᾷ χρῆσθαι, πάντας δὲ τοὺς κολακεύοντας αὐτὴν ἐλαύνει τῆς ἰδίου πολιτείας, θύτας, καθαρτάς, οἰωνοσκόπους, τερατοσκόπους, ἐπᾴδοντας, κλῃδόσιν ἐπανέχοντας.

  61. 1.61.1

    στοχασταὶ γὰρ πάντες οὗτοι πιθανῶν καὶ εἰκότων, ἄλλοτε ἄλλας ἀπὸ τῶν αὐτῶν φαντασίας λαμβάνοντες, διὰ τὸ μήτε τὰ ὑποκείμενα φύσιν ἔχειν πάγιον μήτε τὴν διάνοιαν ἀκριβῆ βάσανον περιπεποιῆσθαι, ᾗ βασανισθήσεται τὰ δόκιμα. παρασκευαὶ δὲ πάντα ταῦτ’ εἰσὶν ἀσεβείας· διὰ τί;

  62. 1.62.1

    ὅτι ὁ προσέχων καὶ πειθόμενος αὐτοῖς ἀλογεῖ τοῦ πάντων αἰτίου μόνα ταῦθ’ ὑπολαμβάνων ἀγαθῶν εἶναι καὶ κακῶν αἴτια, καὶ οὐκ αἰσθάνεται τὰς τοῦ βίου φροντίδας ἐξάπτων ἀβεβαιοτάτων πεισμάτων, ὀρνίθων καὶ πτερῶν καὶ φορᾶς ἐν ἀέρι τῆς ὧδε κἀκεῖσε καὶ χαμαιζήλων ἑρπετῶν, ἃ τῶν φωλεῶν ἀνέρπει πρὸς ζήτησιν τροφῆς, ἔτι δὲ σπλάγχνων καὶ αἵματος καὶ νεκρῶν σωμάτων, ἃ στερόμενα ψυχῆς εὐθὺς ἐπισυμπίπτει καὶ συγχεῖται καὶ ἑτεροιούμενα τὰς οἰκείας φύσεις ἐξαλλάττει πρὸς τὴν χείρω μεταβολήν.

  63. 1.63.1

    ἀξιοῖ γὰρ τὸν ἐγγραφόμενον τῇ κατὰ τοὺς νόμους πολιτείᾳ „τέλειον“ εἶναι, μὴ ἐν οἷς οἱ πολλοὶ πεπαιδοτρίβηνται, μαντείαις καὶ κλῃδόσι καὶ πιθαναῖς εἰκασίαις, ἀλλ’ ἐν τοῖς πρὸς θεὸν οὐδὲν ἔχουσιν ἐπαμφοτερίζον ἢ ἀμφίβολον ἀλλ’ ἀνενδοίαστον καὶ γυμνὴν ἀλήθειαν.

  64. 1.64.1

    ἐπεὶ δὲ πᾶσιν ἀνθρώποις ἔρως τῆς τῶν μελλόντων ἐπιστήμης ἐνίδρυται καὶ διὰ τὸν ἔρωτα τοῦτον ἐπὶ θυτικὴν καὶ τὰ ἄλλα εἴδη τρέπονται μαντικῆς, ὡς δι’ αὐτῶν τὸ σαφὲς ἀνευρήσοντες, τὰ δ’ ἀσαφείας γέμει πολλῆς καὶ ἐξ ἑαυτῶν ἀεὶ διελέγχεται, τούτοις μὲν σφόδρα εὐτόνως ἐπακολουθεῖν ἀπαγορεύει, φησὶ δ’ ὅτι, ἐὰν ἀκλινῶς εὐσεβῶσιν, οὐκ ἀμοιρήσουσι τῆς τῶν μελλόντων ἐπιγνώσεως,

  65. 1.65.1

    ἀλλά τις ἐπιφανεὶς ἐξαπιναίως προφήτης θεοφόρητος θεσπιεῖ καὶ προφητεύσει, λέγων μὲν οἰκεῖον οὐδέν — οὐδὲ γάρ, εἰ λέγει, δύναται καταλαβεῖν ὅ γε κατεχόμενος ὄντως καὶ ἐνθουσιῶν —, ὅσα δ’ ἐνηχεῖται, διελεύσεται καθάπερ ὑποβάλλοντος ἑτέρου· ἑρμηνεῖς γάρ εἰσιν οἱ προφῆται θεοῦ καταχρωμένου τοῖς ἐκείνων ὀργάνοις πρὸς δήλωσιν ὧν ἂν ἐθελήσῃ. ταῦτα καὶ τὰ τούτοις παραπλήσια περὶ τῆς τοῦ ἑνὸς θεοῦ καὶ ὄντως ὄντος ἐννοίας ὑπειπών, ὃν χρὴ τρόπον ἀπονέμειν αὐτῷ τὰς τιμὰς ἑξῆς ὑπογράφει.

  66. 1.66.1

    Τὸ μὲν ἀνωτάτω καὶ πρὸς ἀλήθειαν ἱερὸν θεοῦ νομίζειν τὸν σύμπαντα χρὴ κόσμον εἶναι, νεὼ μὲν ἔχοντα τὸ ἁγιώτατον τῆς τῶν ὄντων οὐσίας μέρος, οὐρανόν, ἀναθήματα δὲ τοὺς ἀστέρας, ἱερέας δὲ τοὺς ὑποδιακόνους αὐτοῦ τῶν δυνάμεων ἀγγέλους, ἀσωμάτους ψυχάς, οὐ κράματα ἐκ λογικῆς καὶ ἀλόγου φύσεως, οἵας τὰς ἡμετέρας εἶναι συμβέβηκεν, ἀλλ’ ἐκτετμημένας τὸ ἄλογον, ὅλας δι’ ὅλων νοεράς, λογισμοὺς ἀκραιφνεῖς, μονάδι ὁμοιουμένας.

  67. 1.67.1

    τὸ δὲ χειρόκμητον· ἔδει γὰρ ὁρμὰς ἀνθρώπων μὴ ἀνακόψαι φορὰς τὰς εἰς εὐσέβειαν συντελούντων καὶ θυσίαις βουλομένων ἢ ἐπὶ τοῖς συμβαίνουσιν ἀγαθοῖς εὐχαριστεῖν ἢ ἐφ’ οἷς ἂν ἁμαρτάνωσι συγγνώμην καὶ παραίτησιν αἰτεῖσθαι. προὐνόησε δ’ ὡς οὔτε πολλαχόθι οὔτ’ ἐν ταὐτῷ πολλὰ κατασκευασθήσεται ἱερά, δικαιώσας, ἐπειδὴ εἷς ἐστιν ὁ θεός, καὶ ἱερὸν ἓν εἶναι μόνον.

  68. 1.68.1

    εἶτα τοῖς βουλομένοις ἐν ταῖς οἰκίαις αὐτῶν ἱερουργεῖν οὐκ ἐφίησιν, ἀλλ’ ἀνισταμένους ἀπὸ περάτων γῆς εἰς τοῦτ’ ἀφικνεῖσθαι κελεύει, ἅμα καὶ τῶν τρόπων ἀναγκαιοτάτην λαμβάνων βάσανον· ὁ γὰρ μὴ μέλλων θύειν εὐαγῶς οὐκ ἂν ὑπομείναι ποτὲ πατρίδα καὶ φίλους καὶ συγγενεῖς ἀπολιπὼν ξενιτεύειν, ἀλλ’ ἔοικεν ὑπὸ δυνατωτέρας ὁλκῆς ἀγόμενος τῆς πρὸς εὐσέβειαν ὑπομένειν τῶν συνηθεστάτων καὶ φιλτάτων ὥσπερ τινῶν ἡνωμένων μερῶν ἀπαρτᾶσθαι.

  69. 1.69.1

    καὶ τοῦδε σαφεστάτη πίστις τὰ γινόμενα· μυρίοι γὰρ ἀπὸ μυρίων ὅσων πόλεων, οἱ μὲν διὰ γῆς, οἱ δὲ διὰ θαλάττης, ἐξ ἀνατολῆς καὶ δύσεως καὶ ἄρκτου καὶ μεσημβρίας καθ’ ἑκάστην ἑορτὴν εἰς τὸ ἱερὸν καταίρουσιν οἷά τινα κοινὸν ὑπόδρομον καὶ καταγωγὴν ἀσφαλῆ πολυπράγμονος καὶ ταραχωδεστάτου βίου, ζητοῦντες εὐδίαν εὑρεῖν καὶ φροντίδων ἀνεθέντες, αἷς ἐκ πρώτης ἡλικίας καταζεύγνυνται καὶ πιέζονται, βραχύν τινα διαπνεύσαντες χρόνον ἐν ἱλαραῖς διάγειν εὐθυμίαις·

  70. 1.70.1

    ἐλπίδων τε χρηστῶν γεμισθέντες σχολάζουσι τὴν ἀναγκαιοτάτην σχολὴν ὁσιότητι καὶ τιμῇ θεοῦ, φιλίαν καὶ πρὸς τοὺς τέως ἀγνοουμένους συντιθέμενοι καὶ κρᾶσιν ἠθῶν ἐπὶ θυσιῶν καὶ σπονδῶν εἰς βεβαιοτάτην πίστιν ὁμονοίας ποιούμενοι.

  71. 1.71.1

    Τούτου τοῦ ἱεροῦ ὁ μὲν ἐξωτάτω περίβολος καὶ μήκει καὶ πλάτει μέγιστος ὢν τέσσαρσι στοαῖς εἰς πολυτέλειαν ἠσκημέναις ὠχύρωται· διπλῆ δ’ ἐστὶν αὐτῶν ἑκάστη, ξύλων καὶ λίθων ὕλαις καὶ χορηγίαις ἀφθόνοις καὶ δημιουργῶν ἐμπειρίαις καὶ τῶν ἐφεστηκότων ἐπιμελείαις κατεσκευασμένη, τελειότατον ἔργον· οἱ δ’ εἴσω βραχύτεροι μέν, αὐστηροτέραν δ’ ἔχοντες τὴν κατασκευήν.

  72. 1.72.1

    κατὰ δὲ τὸ μεσαίτατον αὐτὸς ὁ νεὼς παντὸς λόγου κρείττων, ὡς ἐκ τῶν φαινομένων ἔστι τεκμήρασθαι· τὰ γὰρ ἔνδον ἀόρατα παντί τῳ πλὴν ἑνὶ τῷ ἀρχιερεῖ, καὶ τούτῳ μέντοι, δι’ ἔτους ἐπιτετραμμένον ἅπαξ εἰσιέναι, πάντ’ ἐστὶν ἀθέατα· πυρεῖον γὰρ ἀνθράκων πλῆρες καὶ θυμιαμάτων εἰσκομίζει, πολλῆς δ’ ἀναδιδομένης ὡς εἰκὸς ἀτμίδος κατέχεται τἀν κύκλῳ πάντα καὶ ἡ ὄψις ἐπισκιάζεται καὶ ἀνακοπὴν ἴσχει πρόσω χωρεῖν ἀδυνατοῦσα.

  73. 1.73.1

    μέγιστος δὲ ὢν καὶ ὑψηλότατος, καίτοι ἐν χθαμαλωτέρῳ κείμενος, τῶν περιμηκεστάτων ὀρῶν οὐδενὸς ἀποδεῖ. τὰ μὲν οὖν ἐν οἰκοδομίαις ὑπερβολὰς ἔχοντα περίβλεπτά τ’ ἐστὶ καὶ θαυμάζεται πρὸς τῶν ὁρώντων καὶ μάλιστα τῶν ἐπιφοιτώντων ξένων, οἳ συγκρίνοντες ταῖς οἰκιῶν δημοσίων κατασκευαῖς ἐκπλήττονται τό τε κάλλος ὁμοῦ καὶ τὴν πολυτέλειαν.

  74. 1.74.1

    ἄλσος δὲ οὐδέν ἐστιν ἐν τῷ περιβόλῳ προστάξει νόμου, διὰ πολλά· πρῶτον μὲν ὅτι οὐχ ἡδονὴν καὶ τέρψιν εὐδιάγωγον ἐπιζητεῖ τὸ πρὸς ἀλήθειαν ἱερὸν ἀλλ’ αὐστηρὰν ἁγιστείαν· δεύτερον δ’ ὅτι τὰ συντείνοντα πρὸς τὴν τῶν δένδρων χλόην οὐ θέμις εἰσκομίζεσθαι, τὰ δ’ ἐστὶν ἀνθρώπων καὶ ζῴων ἀλόγων περιττώματα· τρίτον δ’ ὅτι τὰ μὲν τῆς ἀγρίας ὕλης πρὸς οὐδὲν ὄφελος, „ἄχθος” δ’ ὡς οἱ ποιηταί φασι „γῆς“, τὰ δὲ τῆς ἡμέρου, καρπῶν ἡμέρων οἰστικά, μεθέλξει τοὺς ὀλιγόφρονας ἀπὸ τῆς περὶ τὴν ἱερουργίαν σεμνότητος.

  75. 1.75.1

    πρὸς δὲ τούτοις λάσια χωρία καὶ δρυμοὶ βαθεῖς κακούργων εἰσὶν ἐνδιαιτήματα τὴν ἐκ τοῦ συσκιάζεσθαι ποριζομένων ἀσφάλειαν καὶ τὰς ἐξ ἐνέδρας καθ’ ὧν ἂν ἐθελήσωσιν αἰφνιδίους ἐπιθέσεις. αἱ δ’ εὐρυχωρίαι καὶ τὸ ἀναπεπταμένον καὶ τὸ ἀνειμένον πάντῃ, μηδενὸς τὰς ὄψεις ἐμποδίζοντος, πρὸς τὴν τῶν εἰσιόντων καὶ ἐνδιατριβόντων ἀκριβῆ θέαν ἱερῷ πρεπωδέστατον.

  76. 1.76.1

    Προσόδους δ’ ἔχει τὸ ἱερὸν οὐ μόνον ἀποτομὰς γῆς ἀλλὰ καὶ πολὺ μείζους ἑτέρας, αἳ μηδενὶ χρόνῳ φθαρήσονται· ἐφ’ ὅσον γὰρ τὸ ἀνθρώπων γένος διαμενεῖ — διαμενεῖ δ’ εἰς ἀεί —, καὶ αἱ πρόσοδοι τοῦ ἱεροῦ φυλαχθήσονται συνδιαιωνίζουσαι παντὶ τῷ κόσμῳ.

  77. 1.77.1

    προστέτακται γὰρ ἕκαστον ἀνὰ πᾶν ἔτος ἀπαρχὰς εἰσφέρειν ἀπὸ εἰκοσαετίας ἀρξάμενον. αἱ δ’ εἰσφοραὶ „λύτρα“ προσονομάζονται· διὸ καὶ προθυμότατα ποιοῦνται τὰς ἀπαρχάς, φαιδροὶ καὶ γεγηθότες, ὡς ἅμα τῇ καταθέσει μέλλοντες ἢ δουλείας ἀπαλλαγὴν ἢ νόσων ἄκεσιν εὑρίσκεσθαι καὶ βεβαιοτάτην ἐλευθερίαν ὁμοῦ καὶ σωτηρίαν εἰς ἅπαν καρποῦσθαι.

  78. 1.78.1

    πολυανθρωποτάτου δ’ ἔθνους ὡς εἰκὸς καὶ τὰς ἀπαρχὰς ἀφθονωτάτας εἶναι συμβέβηκε· σχεδὸν γοῦν ἀνὰ πᾶσαν πόλιν ταμεῖα τῶν ἱερῶν χρημάτων ἐστίν, εἰς ἃ παραγινομένοις ἔθος ἀπάρχεσθαι· καὶ χρόνοις ὡρισμένοις ἱεροπομποὶ τῶν χρημάτων ἀριστίνδην ἐπικριθέντες, ἐξ ἑκάστης οἱ δοκιμώτατοι, χειροτονοῦνται, σώους τὰς ἐλπίδας ἑκάστων παραπέμψοντες· ἐν γὰρ ταῖς νομίμοις ἀπαρχαῖς αἱ τῶν εὐσεβούντων ἐλπίδες εἰσίν.

  79. 1.79.1

    Φυλαὶ μέν εἰσι τοῦ ἔθνους δώδεκα, μία δ’ ἐκ πασῶν ἀριστίνδην ἐπικριθεῖσα ἱερᾶται, γέρας ἀνδραγαθίας καὶ φιλοθέου σπουδῆς τουτὶ λαβοῦσα, καθ’ ὃν καιρὸν ἔδοξεν ἡ πληθὺς ἁμαρτεῖν ἐπακολουθήσασα γνώμαις ἐνίων ἀγνώμοσιν, οἳ τὴν Αἰγυπτιακὴν ἔπεισαν ζηλοῦν ἠλιθιότητα καὶ τὸν ἐγχώριον τῦφον, ὃν ἐπ’ ἀλόγοις ζῴοις καὶ μάλιστα ταύροις μυθοπλαστοῦσι· τοὺς γὰρ ἡγεμόνας τῆς ἀπονοίας ἅπαντας ἡβηδὸν αὐτοκέλευστοι κατακτείναντες εὐαγὲς ἔδοξαν ἔργον εἰργάσθαι, τοὺς ὑπὲρ εὐσεβείας ἀγῶνας διαθλήσαντες.

  80. 1.80.1

    Νόμοι δὲ ἱερέων εἰσὶν οἵδε. παντελῆ καὶ ὁλόκληρον εἶναι τὸν ἱερέα προστέτακται, μηδεμίαν ἐν τῷ σώματι λώβην ἔχοντα, μήτε κατ’ ἔνδειαν ἐπιλείποντος ἢ ἀκρωτηριασθέντος μέρους μήτε κατὰ πλεονασμὸν ἅμα τῇ γενέσει περιττεύσαντος ἢ ὕστερον ἐκ νόσου προσφύντος μήτε τῆς χρόας μεταβαλούσης εἰς λέπραν ἢ λειχῆνας ἀγρίους ἢ μυρμηκίας ἤ τινας ἄλλας ἐξανθημάτων ἐκφύσεις· ἅ μοι δοκεῖ πάντα σύμβολα τῆς περὶ ψυχὴν εἶναι τελειότητος.

  81. 1.81.1

    εἰ γὰρ τὸ φύσει θνητὸν σῶμα τοῦ ἱερέως ἐπισκεπτέον, ἵνα περὶ μηδὲν ἀτύχημα κηραίνῃ, πολὺ πλέον ψυχὴν τὴν ἀθάνατον, ἥν φασι τυπωθῆναι κατὰ τὴν εἰκόνα τοῦ ὄντος· λόγος δ’ ἐστὶν εἰκὼν θεοῦ, δι’ οὗ σύμπας ὁ κόσμος ἐδημιουργεῖτο.

  82. 1.82.1

    Μετὰ δὲ τὴν ἐξ εὐπατριδῶν εὐγένειαν καὶ παντέλειαν τὴν ἔν τε σώμασι καὶ ψυχαῖς περὶ ἐσθῆτος, ἣν ἀναλαμβάνειν χρὴ τὸν ἱερέα μέλλοντα λειτουργεῖν τὰς ἱερὰς λειτουργίας, νενομοθέτηται.

  83. 1.83.1

    ἡ δ’ ἐσθής ἐστι χιτὼν λινοῦς καὶ περίζωμα, τὸ μὲν εἰς αἰδοίων σκέπην, ἃ μὴ πρὸς τῷ θυσιαστηρίῳ γυμνοῦσθαι θέμις, ὁ δὲ χιτὼν ἕνεκα τῆς πρὸς τὴν ὑπηρεσίαν ὀξύτητος· ἀνείμονες γὰρ ἐν μόνοις χιτωνίσκοις τά τε ἱερεῖα καὶ τὰς εὐχὰς καὶ τὰς σπονδὰς καὶ ὅσα ἄλλα θυσίαις χρήσιμα προσάγουσιν εἰς ἀνυπέρθετον τάχος ἠσκημένοι.

  84. 1.84.1

    τῷ δ’ ἀρχιερεῖ διείρηται μὲν τὴν παραπλησίαν ἐσθῆτα ἀναλαμβάνειν, ἡνίκα ἂν εἰς τὰ ἄδυτα ἐπιθυμιάσων εἰσίῃ, διὰ τὸ τὴν ὀθόνην ἐκ μηδενὸς τῶν ἀποθνῃσκόντων ὥσπερ τὰ ἔρια γεννᾶσθαι, προστέτακται δὲ καὶ ἑτέρᾳ χρῆσθαι πάνυ ποικίλην ἐχούσῃ κατασκευήν, ὡς ἀπεικόνισμα καὶ μίμημα τοῦ κόσμου δοκεῖν εἶναι. σαφὴς δὲ πίστις ἡ κατασκευή.

  85. 1.85.1

    πρῶτον μὲν γὰρ ἔνδυμα περιφερές ἐστιν, ὅλον δι’ ὅλων ὑακίνθινον, ποδήρης χιτών, ἀέρος σύμβολον, ἐπειδήπερ ὁ ἀὴρ καὶ φύσει μέλας ἐστὶ καὶ τρόπον τινὰ ποδήρης, ἄνωθεν ἀπὸ τῶν μετὰ σελήνην τόπων ταθεὶς ἄχρι τῶν κατωτάτω γῆς μυχῶν.

  86. 1.86.1

    εἶθ’ ὕφασμα θωρακοειδὲς ἐπὶ τούτῳ, σύμβολον οὐρανοῦ· δύο τε γὰρ ἐπὶ τῶν ἀκρωμίων λίθοι σμαράγδου τῆς τιμαλφεστάτης ὕλης εἰσίν, ὁ μὲν ἔνθεν, ὁ δ’ ἔνθεν, εἷς ἑκατέρωθεν, περιφερεῖς, δείγματα τῶν ἡμισφαιρίων, ὧν τὸ μὲν ὑπὲρ γῆν τὸ δ’ ὑπὸ γῆν ἐστιν.

  87. 1.87.1

    εἶτα πρὸς τοῖς στέρνοις δώδεκα λίθοι πολυτελεῖς τὰς χρόας διαφέροντες, ἐκ τριῶν τεταγμένοι τετραστοιχεί, πρὸς παράδειγμα τοῦ ζῳδιακοῦ τυπωθέντες· καὶ γὰρ ἐκεῖνος ἐκ δώδεκα συνεστὼς ζῳδίων τὰς ἐτησίους τέτταρας ὥρας ἀποτελεῖ τρία νείμας εἰς ἑκάστην.

  88. 1.88.1

    σύμπας δ’ ὁ τόπος καλεῖται λογεῖον ἐτύμως, ἐπειδὴ τὰ ἐν οὐρανῷ πάντα λόγοις καὶ ἀναλογίαις δεδημιούργηται καὶ συντέτακται· τῶν γὰρ ἐκεῖ τὸ παράπαν ἄλογον οὐδέν. ἐπὶ δὲ τοῦ λογείου διττὰ ὑφάσματα καταποικίλλει προσαγορεύων τὸ μὲν δήλωσιν, τὸ δὲ ἀλήθειαν.

  89. 1.89.1

    αἰνίττεται δὲ διὰ μὲν τῆς ἀληθείας, ὅτι οὐρανοῦ τὸ παράπαν ψεῦδος ἐπιβαίνειν οὐ θεμιτόν, ἀλλὰ τοῦθ’ ἅπαν εἰς τὸν περίγειον πεφυγάδευται χῶρον ψυχαῖς ἐναγῶν ἀνθρώπων εἰσοικιζόμενον, διὰ δὲ τῆς δηλώσεως, ὅτι αἱ κατ’ οὐρανὸν φύσεις ἕκαστα δηλοῦσι τῶν παρ’ ἡμῖν, ἃ καθ’ αὑτὰ πάντως ἂν ἦν ἄγνωστα.

  90. 1.90.1

    σημεῖον δ’ ἐναργέστατον· εἰ μὴ φῶς, ἡλίου ἥλιος, ἀνέλαμψε, πῶς ἂν αἱ τῶν σωμάτων ἀμύθητοι ποιότητες διεφάνησαν, πῶς δ’ ἂν αἱ πολύμορφοι τῶν χρωμάτων καὶ σχημάτων ἰδέαι; ἡμέρας δὲ καὶ νύκτας μῆνάς τε καὶ ἐνιαυτοὺς καὶ συνόλως χρόνον τίς ἀνέδειξεν ὅτι μὴ σελήνης καὶ ἡλίου καὶ τῶν ἄλλων ἀστέρων αἱ ἐναρμόνιοι καὶ παντὸς λόγου κρείττους περιφοραί;

  91. 1.91.1

    τίς δὲ τὴν ἀριθμοῦ φύσιν εἰ μὴ τὰ λεχθέντα κατὰ τὰς τῶν μερῶν τοῦ χρόνου συνθέσεις; τίς δὲ τὰς ἐν θαλάσσῃ καὶ τοσούτοις πελάγεσιν ὁδοὺς ἀνέτεμε καὶ διέδειξε πλωτῆρσιν εἰ μὴ αἱ τῶν ἀστέρων στροφαὶ καὶ περίοδοι;

  92. 1.92.1

    σοφοὶ δ’ ἄνδρες καὶ μυρία ἄλλα παρατηρήσαντες ἀνέγραψαν, ἐκ τῶν οὐρανίων σημειωσάμενοι νηνεμίας καὶ βίας πνευμάτων, φορὰς καὶ ἀφορίας καρπῶν, ἀνειμένα καὶ φλογωδέστατα θέρη, χειμῶνας ἐξαισίους καὶ ἐαρίζοντας, αὐχμοὺς καὶ ἐπομβρίας, εὐγονίας ζῴων καὶ φυτῶν καὶ τοὐναντίον ἑκατέρων ἀγονίας | καὶ ὅσα τοιουτότροπα· πάντων γὰρ ἐστηλίτευται τῶν ἐπὶ γῆς ἐν οὐρανῷ τὰ σημεῖα.

  93. 1.93.1

    πρὸς δὲ τοῖς κατωτάτω μέρεσι τοῦ ποδήρους ἀπῃώρηνται χρυσοῖ ῥοΐσκοι κώδωνές τε καὶ ἄνθινα· τὰ δ’ ἐστὶ σύμβολα γῆς καὶ ὕδατος, γῆς μὲν τὰ ἄνθινα, παρόσον βλαστάνει καὶ ἀνθεῖ πάντα ἐκ ταύτης, ὕδατος δὲ οἱ ῥοΐσκοι λεχθέντες ἐτύμως παρὰ τὴν ῥύσιν, τὴν δ’ ἁρμονίαν καὶ συμφωνίαν καὶ συνήχησιν τῶν τοῦ κόσμου μερῶν οἱ κώδωνες ἐμφαίνουσιν.

  94. 1.94.1

    εὖ δ’ ἔχει καὶ ἡ θέσις· ἀνωτάτω μέν, ἐν ᾧ οἱ λίθοι, τὸ καλούμενον περιστήθιον, οὐρανοῦ μίμημα, διότι καὶ ὁ οὐρανὸς ἀνωτάτω, ὁ δὲ ποδήρης ὑπ’ αὐτῷ, ὅλος δι’ ὅλων ὑακίνθινος, ἐπειδὴ καὶ ὁ ἀὴρ μέλας ὢν τὴν μετ’ οὐρανὸν δευτέραν τάξιν κεκλήρωται, τὰ δ’ ἄνθινα καὶ οἱ ῥοΐσκοι πρὸς τοῖς ἐσχάτοις, διότι γῆ καὶ ὕδωρ τὴν κατωτάτω τοῦ παντὸς μοῖραν ἔλαχον.

  95. 1.95.1

    ἥδ’ ἐστὶν ἡ τῆς ἱερᾶς ἐσθῆτος κατασκευή, μίμημα τοῦ παντός, θαυμάσιον ἔργον καὶ ὀφθῆναι καὶ νοηθῆναι· καὶ γὰρ ὄψιν ἔχει καταπληκτικωτάτην οἵαν οὐδὲν ὕφασμα τῶν παρ’ ἡμῖν ἕνεκα ποικιλίας ὁμοῦ καὶ πολυτελείας καὶ νόησιν τὴν περὶ τῶν αὐτῆς μερῶν φιλόσοφον.

  96. 1.96.1

    βούλεται γὰρ τὸν ἀρχιερέα πρῶτον μὲν εἰκόνα τοῦ παντὸς ἔχειν ἐμφανῆ περὶ ἑαυτόν, ἵν’ ἐκ τῆς συνεχοῦς θέας ἄξιον παρέχῃ τὸν ἴδιον βίον τῆς τῶν ὅλων φύσεως, ἔπειθ’ ὅπως ἐν ταῖς ἱερουργίαις συλλειτουργῇ πᾶς ὁ κόσμος αὐτῷ· πρεπωδέστατον δὲ τὸ τὸν ἱερώμενον τῷ τοῦ κόσμου πατρὶ καὶ τὸν υἱόν, τὸ πᾶν, ἐπάγεσθαι πρὸς θεραπείαν τοῦ δεδημιουργηκότος καὶ γεγεννηκότος.

  97. 1.97.1

    ἔστι δὲ καὶ τρίτον τι τῆς ἱερᾶς ἐσθῆτος σύμβολον ἀναγκαῖον μὴ ἡσυχασθῆναι· τῶν μὲν γὰρ ἄλλων οἱ ἱερεῖς ὑπὲρ οἰκείων καὶ φίλων καὶ πολιτῶν αὐτὸ μόνον εἰώθασι τάς τε εὐχὰς καὶ θυσίας ἐπιτελεῖν, ὁ δὲ τῶν Ἰουδαίων ἀρχιερεὺς οὐ μόνον ὑπὲρ ἅπαντος ἀνθρώπων γένους ἀλλὰ καὶ ὑπὲρ τῶν τῆς φύσεως μερῶν, γῆς, ὕδατος, ἀέρος, πυρός, τάς τε εὐχὰς καὶ τὰς εὐχαριστίας ποιεῖται, τὸν κόσμον, ὅπερ ἐστὶ ταῖς ἀληθείαις, ἑαυτοῦ πατρίδα εἶναι νομίζων, ὑπὲρ ἧς ἱκεσίαις καὶ λιταῖς εἴωθεν ἐξευμενίζεσθαι τὸν ἡγεμόνα ποτνιώμενος τῆς ἐπιεικοῦς καὶ ἵλεω φύσεως αὐτοῦ μεταδιδόναι τῷ γενομένῳ.

  98. 1.98.1

    Ταῦθ’ ὑπειπὼν προσνομοθετεῖ κελεύων τὸν προσιόντα τῷ βωμῷ καὶ ψαύοντα θυσιῶν, ἐν ᾧ χρόνῳ τέτακται τὰς ἱερὰς λειτουργίας ἐπιτελεῖν, μήτ’ οἶνον μήτε τι ἄλλο μέθυσμα πίνειν, τεττάρων ἕνεκα τῶν ἀναγκαιοτάτων, ὄκνου καὶ λήθης καὶ ὕπνου καὶ ἀφροσύνης.

  99. 1.99.1

    ἄκρατος γὰρ τὰς μὲν τοῦ σώματος δυνάμεις ἀνιεὶς δυσκινητότερα τὰ μέλη ποιεῖ καὶ ὀκνηροτέρους ἀπεργάζεται καὶ βίᾳ καταδαρθάνειν ἀναγκάζει, τοὺς δὲ τῆς ψυχῆς τόνους ἐπιχαλῶν λήθης ὁμοῦ καὶ ἀφροσύνης αἴτιος γίνεται· νήφοντος δὲ τά τε μέρη τοῦ σώματος ἐπελαφριζόμενα εὐκινητότερα αἵ τε αἰσθήσεις καθαρώτεραι καὶ εἱλικρινέστεραι ὅ τε νοῦς ὀξυωπέστερος, ὡς καὶ προϊδέσθαι πράγματα δύνασθαι καὶ ἃ πρότερον εἶδεν ἀπομνημονεῦσαι.

  100. 1.100.1

    συνόλως μὲν οὖν τὴν οἴνου χρῆσιν ἅπασι τοῖς κατὰ τὸν βίον ἀλυσιτελεστάτην ὑποληπτέον, ψυχῆς πιεζομένης, αἰσθήσεων ἀμαυρουμένων, βαρυνομένου σώματος — ἐλεύθερον γὰρ καὶ ἄφετον οὐδὲν ἐᾷ τῶν παρ’ ἡμῖν, ἀλλ’ ἑκάστῳ πρὸς ὃ πέφυκεν ἐμπόδιός ἐστιν —, ἐν δὲ ταῖς ἁγιστείαις καὶ ἱερουργίαις τὸ βλάβος ἀργαλεώτερον, ὅσῳ καὶ τὸ περὶ θεὸν ἐξαμαρτεῖν τοῦ περὶ ἄνθρωπον ἀφορητότερον. ὅθεν εἰκότως προστέτακται νηφαλίους θύειν, „εἰς διαστολὴν καὶ διάκρισιν ἁγίων καὶ βεβήλων καὶ καθαρῶν καὶ ἀκαθάρτων“ καὶ νομίμων καὶ παρανόμων.

Next → — showing 1100 of 1,054

First Thousand Years of Greek. CTS URN tlg0018.tlg024.1st1K-grc1. Via the Perseus Digital Library / Open Greek and Latin TEI corpora. Licence: Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License. Source.