De vita Mosis (lib. i‑ii)
- 2.66.1
Δύο μὲν ἤδη μέρη τοῦ βίου Μωυσέως διεξεληλύθαμεν, τό τε περὶ βασιλείας καὶ νομοθετικῆς· τρίτον δὲ προσαποδοτέον τὸ περὶ ἱερωσύνης. ὃ τοίνυν μέγιστον καὶ ἀναγκαιότατον ἀρχιερεῖ προσεῖναι δεῖ, τὴν εὐσέβειαν, ἐν τοῖς μάλιστα οὗτος ἤσκησεν ἅμα καὶ φύσεως εὐμοιρίᾳ χρησάμενος, ἣν ὥσπερ ἀγαθὴν ἄρουραν φιλοσοφία παραλαβοῦσα δογμάτων θεωρίᾳ παγκάλων ἐβελτίωσε καὶ οὐ πρότερον ἀνῆκεν ἢ τελειογονηθῆναι τοὺς ἀρετῆς καρποὺς διά τε λόγων καὶ πράξεων.
- 2.67.1
τοιγαροῦν μετ’ ὀλίγων ἄλλων φιλόθεός τε καὶ θεοφιλὴς ἐγένετο, καταπνευσθεὶς ὑπ’ ἔρωτος οὐρανίου καὶ διαφερόντως τιμήσας τὸν ἡγεμόνα τοῦ παντὸς καὶ ἀντιτιμηθεὶς ὑπ’ αὐτοῦ· τιμὴ δ’ ἁρμόττουσα σοφῷ θεραπεύειν τὸ πρὸς ἀλήθειαν ὄν· ἱερωσύνη δὲ θεραπείαν ἐπιτετήδευκε θεοῦ. τούτου τοῦ γέρως, οὗ μεῖζον ἀγαθὸν ἐν τοῖς οὖσιν οὐκ ἔστιν, ἠξιοῦτο χρησμοῖς ἕκαστα τῶν
- 2.68.1
εἰς τὰς λειτουργίας καὶ ἱερὰς ὑπηρεσίας ἀναδιδασκόμενος. ἔδει δὲ πρότερον ὥσπερ τὴν ψυχὴν καὶ τὸ σῶμα καθαρεῦσαι, μηδενὸς πάθους προσαψάμενον, ἀλλ’ ἁγνεύσαντα ἀπὸ πάντων ὅσα τῆς θνητῆς ἐστι φύσεως, σιτίων καὶ ποτῶν καὶ τῆς πρὸς γυναῖκας ὁμιλίας.
- 2.69.1
ἀλλὰ ταύτης μὲν ἐκ πολλῶν χρόνων κατεφρόνησε καὶ σχεδὸν ἀφ’ οὗ τὸ πρῶτον ἤρξατο προφητεύειν καὶ θεοφορεῖσθαι, προσῆκον ἡγούμενος ἕτοιμον ἐμπαρέχειν ἀεὶ τοῖς χρησμοῖς ἑαυτόν· σιτίων δὲ καὶ ποτῶν ἐπὶ ἡμέρας τεσσαράκοντα ἑξῆς ἠλόγησε, δηλονότι τροφὰς ἔχων ἀμείνους τὰς διὰ θεωρίας, αἷς ἄνωθεν ἀπ’ οὐρανοῦ καταπνεόμενος τὴν μὲν διάνοιαν τὸ πρῶτον, ἔπειτα δὲ καὶ τὸ σῶμα διὰ τῆς ψυχῆς ἐβελτιοῦτο, καθ’ ἑκάτερον πρός τε ἰσχὺν καὶ εὐεξίαν ἐπιδιδούς, ὡς τοὺς ἰδόντας ὕστερον ἀπιστεῖν.
- 2.70.1
εἰς γὰρ ὄρος ὑψηλότατον καὶ ἱερώτατον τῶν περὶ τὸν τόπον ἀνελθὼν προστάξεσι θείαις, ὅπερ ἀπρόσιτον καὶ ἄβατον ἦν, εἰς ἐκεῖνον λέγεται διαμεῖναι τὸν χρόνον οὐδὲν ἐπιφερόμενος τῶν εἰς ἀναγκαίας ἀπόλαυσιν τροφῆς καὶ ἡμέραις ὕστερον, ὡς ἐλέχθη, τεσσαράκοντα κατέβαινε πολὺ καλλίων τὴν ὄψιν ἢ ὅτε ἀνῄει, ὡς τοὺς ὁρῶντας τεθηπέναι καὶ καταπεπλῆχθαι καὶ μηδ’ ἐπὶ πλέον ἀντέχειν τοῖς ὀφθαλμοῖς δύνασθαι κατὰ τὴν προσβολὴν ἡλιοειδοῦς φέγγους ἀπαστράπτοντος.
- 2.71.1
Ἔτι δ’ ἄνω διατρίβων ἐμυσταγωγεῖτο παιδευόμενος τὰ κατὰ τὴν ἱερωσύνην πάντα καὶ πρῶτα, ἃ δὴ καὶ πρῶτα τῇ τάξει, τὰ περὶ τὴν τοῦ ἱεροῦ καὶ τῶν ἐν αὐτῷ κατασκευήν.
- 2.72.1
εἰ μὲν οὖν τὴν χώραν, εἰς ἣν μετανίσταντο, ἤδη παρειλήφεσαν, ἀναγκαῖον ἦν ἱδρύσασθαι περισημότατον νεὼν ἐν τῷ καθαρωτάτῳ λίθων πολυτελῶν ὕλης καὶ περὶ αὐτὸν τείχη μεγάλα δείμασθαι καὶ νεωκόροις παμπληθεῖς οἰκίας, ὀνομάσαντας ἱερόπολιν τὸν τόπον.
- 2.73.1
ἐπεὶ δ’ ἔτι κατὰ τὴν ἐρήμην ἐπλάζοντο, τοῖς μήπω παγίως ἱδρυθεῖσιν ἥρμοττε φορητὸν ἔχειν ἱερόν, ἵν’ ἐν ταῖς ὁδοιπορίαις καὶ στρατοπεδείαις ἀνάγωσι θυσίας καὶ τὰ ἄλλα ὅσα κατὰ τὰς ἱερουργίας δρῶσι μηδενὸς ἀμοιροῦντες ὧν χρὴ τοὺς ἐν πόλεσιν οἰκοῦντας.
- 2.74.1
σκηνὴν οὖν, ἔργον ἱερώτατον, δημιουργεῖν ἔδοξεν, ἧς τὴν κατασκευὴν θεσφάτοις λογίοις ἐπὶ τοῦ ὄρους Μωυσῆς ἀνεδιδάσκετο, τῶν μελλόντων ἀποτελεῖσθαι σωμάτων ἀσωμάτους ἰδέας τῇ ψυχῇ θεωρῶν, πρὸς ἃς ἔδει καθάπερ ἀπ’ ἀρχετύπου γραφῆς καὶ νοητῶν παραδειγμάτων αἰσθητὰ μιμήματα ἀπεικονισθῆναι.
- 2.75.1
προσῆκον γὰρ ἦν τῷ ὡς ἀληθῶς ἀρχιερεῖ καὶ τὴν τοῦ ἱεροῦ κατασκευὴν ἐπιτραπῆναι, ἵν’ ἐκ πολλοῦ τοῦ περιόντος ἡρμοσμένας καὶ συμφώνους τοῖς δημιουργηθεῖσι ποιῆται τὰς
- 2.76.1
ἐν τῷ ἱερᾶσθαι λειτουργίας. ὁ μὲν οὖν τύπος τοῦ παραδείγματος ἐνεσφραγίζετο τῇ διανοίᾳ τοῦ προφήτου διαζωγραφούμενος καὶ προδιαπλαττόμενος ἀφανῶς ἄνευ ὕλης ἀοράτοις εἴδεσι· τὸ δ’ ἀποτέλεσμα πρὸς τὸν τύπον ἐδημιουργεῖτο, ἐναποματτομένου τὰς σφραγῖδας τοῦ τεχνίτου ταῖς προσφόροις ἑκάστων ὑλικαῖς οὐσίαις.
- 2.77.1
ἦν δ’ ἡ κατασκευὴ τοιάδε· ὀκτὼ καὶ τεσσαράκοντα κίονες κέδρου τῆς ἀσηπτοτάτης ἀπὸ στελεχῶν κοπέντες εὐερνεστάτων περιεβάλλοντο χρυσῷ βαθεῖ· κἄπειθ’ ἑκάστῳ δύο ἀργυραῖ βάσεις ὑπηρείδοντο καὶ κατὰ τὸ ἀκροκιόνιον ἐφηρμόζετο χρυσῆ κεφαλίς.
- 2.78.1
εἰς μὲν οὖν τὸ μῆκος τεσσαράκοντα κίονας διέταττεν ὁ τεχνίτης, ἑκατέρωθεν τοὺς ἡμίσεις εἴκοσι, μηδὲν ἐν μέσῳ διάστημα ποιούμενος, ἀλλ’ ἑξῆς ἐφαρμόζων καὶ συνάπτων, ἵν’ οἷα τείχους ὄψις μία προφαίνηται· εἰς δὲ τὸ πλάτος ἐσώτατον τοὺς λοιποὺς ὀκτώ, ἓξ μὲν κατὰ τὴν μέσην χώραν, δύο δ’ ἐν ταῖς παρ’ ἑκάτερα τῆς μέσης γωνίαις, τὸν μὲν ἐπὶ δεξιά, τὸν δ’ ἐπ’ εὐώνυμα· κατὰ δὲ τὴν εἴσοδον ἄλλους τέσσαρας, τὰ μὲν ἄλλα ὁμοίους, μίαν δ’ ἀντὶ δυοῖν ἔχοντας βάσιν τῶν ἐξ ἀντικρύ, μεθ’ οὓς ἐξωτάτω πέντε μόναις ταῖς βάσεσι διαφέροντας, χαλκαῖ γὰρ ἦσαν·
- 2.79.1
ὥστε τῆς σκηνῆς τοὺς σύμπαντας εἶναι, δίχα τῶν ἐν ταῖς γωνίαις δυοῖν ἀφανῶν, πέντε καὶ πεντήκοντα ἐμφανεῖς, τὸν ἀπὸ μονάδος ἄχρι δεκάδος τῆς παντελείας συμπληρούμενον ἀριθμόν. εἰ δὲ βουληθείη τις τοὺς ἐν τῷ προπυλαίῳ πέντε τῷ ὑπαίθρῳ συνάπτοντας,
- 2.80.1
ὃ κέκληκεν αὐλήν, τιθέναι χωρίς, ἀπολειφθήσεται ὁ ἁγιώτατος πεντηκοντάδος ἀριθμός, δύναμις ὢν τοῦ ὀρθογωνίου τριγώνου, ὅπερ ἐστὶ τῆς τῶν ὅλων γενέσεως ἀρχή, συμπληρωθεὶς ἐκ τῶν ἐντὸς κιόνων, τεσσαράκοντα μὲν τῶν καθ’ ἑκατέραν πλευρὰν εἴκοσιν, ἓξ δὲ τῶν ἐν μέσῳ δίχα τῶν παρὰ ταῖς γωνίαις ἀποκεκρυμμένων, τεσσάρων δὲ τῶν ἀντικρύ, ἐφ’ ὧν τὸ καταπέτασμα.
- 2.81.1
τὴν δ’ αἰτίαν, ἧς ἕνεκα τοὺς πέντε τοῖς πεντήκοντα συγκατατάττω καὶ χωρὶς αὐτῶν τίθημι, δηλώσω. ἡ πεντὰς αἰσθήσεων ἀριθμός ἐστιν, αἴσθησις δ’ ἐν ἀνθρώπῳ τῇ μὲν νεύει πρὸς τὰ ἐκτός, τῇ δὲ ἀνακάμπτει πρὸς νοῦν ὑπηρέτις οὖσα φύσεως νόμοις αὐτοῦ.
- 2.82.1
διὸ καὶ τὴν μεθόριον χώραν ἀπένειμε τοῖς πέντε· τὰ μὲν γὰρ ἐντὸς αὐτῶν ἐκνένευκε πρὸς τὰ ἄδυτα τῆς σκηνῆς, ἅπερ ἐστὶ συμβολικῶς νοητά, τὰ δ’ ἐκτὸς πρὸς τὸ ὕπαιθρον καὶ τὴν αὐλήν, ἅπερ ἐστὶν αἰσθητά· παρὸ καὶ ταῖς βάσεσι διήνεγκαν, χαλκαῖ γάρ εἰσιν· ἐπεὶ δὲ τῆς ἐν ἡμῖν αἰσθήσεως κεφαλὴ μὲν καὶ ἡγεμονικὸν ὁ νοῦς, ἐσχατιὰ δὲ καὶ ὡσανεὶ βάσις τὸ αἰσθητόν, εἴκασε δὴ τὸν μὲν νοῦν χρυσῷ, χαλκῷ δὲ τὸ αἰσθητόν.
- 2.83.1
μέτρα δὲ τῶν κιόνων ταῦτα· δέκα μὲν πήχεις τὸ μῆκος, εἷς δὲ καὶ ἥμισυς τὸ εὖρος, ἵν’ ἡ σκηνὴ πᾶσι τοῖς μέρεσιν ἴση προφαίνηται.
- 2.84.1
Παγκάλοις δὲ καὶ ποικίλοις ὑφάσμασιν αὐτὴν περιέβαλεν, ὑακίνθῳ καὶ πορφύρᾳ καὶ κοκκίνῳ καὶ βύσσῳ καταχρώμενος εἰς τὴν ὑφήν. δέκα γὰρ ἃς διὰ τῆς ἱερᾶς γραφῆς ὠνόμασεν αὐλαίας ἐκ τῶν ἀρτίως λεχθέντων γενῶν ἐδημιούργει, μήκει μὲν ὀκτὼ καὶ εἴκοσι πηχῶν ἑκάστην, εἰς δὲ τέσσαρας πήχεις πρὸς εὖρος ἀποτείνων, ἵνα καὶ δεκάδα ἔχωσι τὴν παντέλειαν καὶ τετράδα τὴν δεκάδος οὐσίαν καὶ τὸν ὀκτὼ καὶ εἴκοσιν ἀριθμὸν τέλειον ἴσον τοῖς ἑαυτοῦ μέρεσι καὶ τεσσαρακοντάδα τὴν ζῳογονικωτάτην, ἐν ᾗ διαπλάττεσθαί φασιν ἄνθρωπον ἐν τῷ τῆς φύσεως ἐργαστηρίῳ.
- 2.85.1
οἱ μὲν οὖν ὀκτὼ καὶ εἴκοσι πήχεις τῶν αὐλαιῶν τοιαύτην ἔχουσι τὴν διανομήν· δέκα μὲν κατὰ τὸν ὄροφον — τοσοῦτον γάρ ἐστι τῆς σκηνῆς τὸ εὖρος —, οἱ δὲ λοιποὶ κατὰ τὰς πλευράς, ἑκατέρωθεν ἐννέα, πρὸς σκέπην ἀποτείνονται τῶν κιόνων, ὑπολειπομένου πήχεως ἀπὸ τοῦ ἐδάφους, ἵνα μὴ ἐπισύρηται τὸ πάγκαλον καὶ ἱεροπρεπὲς ὕφασμα.
- 2.86.1
τῶν δὲ τεσσαράκοντα, οἳ συναριθμοῦνται ἐκ τοῦ τῶν δέκα αὐλαιῶν πλάτους, τριάκοντα μὲν ἀπολαμβάνει τὸ μῆκος — τοσοῦτον γάρ ἐστι καὶ τὸ τῆς σκηνῆς —, ἐννέα δὲ ὁ ὀπισθόδομος, τὸν δὲ λοιπὸν τὸ κατὰ τὸ προπύλαιον, ἵνα δεσμὸς ᾖ τοῦ ὅλου περιβλήματος· ἐπὶ δὲ τοῦ προπυλαίου τὸ καταπέτασμα.
- 2.87.1
σχεδὸν δὲ καὶ αἱ αὐλαῖαι καταπετάσματ’ εἰσίν, οὐ μόνον τῷ τὸν ὄροφον καὶ τοὺς τοίχους καλύπτειν, ἀλλὰ καὶ τῷ συνυφάνθαι γένεσι τοῖς αὐτοῖς, ὑακίνθῳ καὶ πορφύρᾳ καὶ κοκκίνῳ καὶ βύσσῳ. ἐκ δὲ τῶν αὐτῶν τό τε καταπέτασμα καὶ τὸ λεγόμενον κάλυμμα κατεσκευάζετο, τὸ μὲν εἴσω κατὰ τοὺς τέσσαρας κίονας, ἵν’ ἐπικρύπτηται τὸ ἄδυτον, τὸ δ’ ἔξω κατὰ τοὺς πέντε, ὡς μηδεὶς ἐξ ἀπόπτου δύναιτο τῶν μὴ ἱερωμένων καταθεάσασθαι τὰ ἅγια.
- 2.88.1
τὰς δὲ τῶν ὑφασμάτων ὕλας ἀριστίνδην ἐπέκρινεν ἐκ μυρίων ὅσων ἑλόμενος τοῖς στοιχείοις ἰσαρίθμους, ἐξ ὧν ἀπετελέσθη ὁ κόσμος, καὶ πρὸς αὐτὰ λόγον ἐχούσας, γῆν καὶ ὕδωρ καὶ ἀέρα καὶ πῦρ· ἡ μὲν γὰρ βύσσος ἐκ γῆς, ἐξ ὕδατος δ’ ἡ πορφύρα, ἡ δ’ ὑάκινθος ἀέρι ὁμοιοῦται — φύσει γὰρ μέλας οὗτος —, τὸ δὲ κόκκινον πυρί, διότι φοινικοῦν ἑκάτερον· ἦν γὰρ ἀναγκαῖον ἱερὸν χειροποίητον κατασκευάζοντας τῷ πατρὶ καὶ ἡγεμόνι τοῦ παντὸς τὰς ὁμοίας λαβεῖν οὐσίας, αἷς τὸ ὅλον ἐδημιούργει.
- 2.89.1
Ἡ μὲν οὖν σκηνή, καθάπερ νεὼς ἅγιος, τὸν εἰρημένον τρόπον κατεσκευάσθη. τέμενος δ’ αὐτῆς ἐν κύκλῳ περιεβάλετο πηχῶν μῆκος ἑκατὸν καὶ πλάτος πεντήκοντα, κίονας ἔχον ἀφεστῶτας ἴσον ἀλλήλων διάστημα πέντε πήχεις, ὡς τοὺς μὲν σύμπαντας ἑξήκοντα εἶναι, διανέμεσθαι δ’ εἰς μὲν τὸ μῆκος τεσσαράκοντα, πρὸς δὲ τὸ εὖρος εἴκοσι, καθ’ ἑκάτερα μέρη τοὺς ἡμίσεις.
- 2.90.1
ὕλη δὲ τῶν στύλων τὰ μὲν ἐντὸς κέδρος, τὰ δ’ ἐκ τῆς ἐπιφανείας ἄργυρος, ἁπάντων δ’ αἱ βάσεις χαλκαῖ, καὶ τὸ ὕψος ἴσον πέντε πηχῶν· ἔδοξε γὰρ ἁρμόττον εἶναι τῷ τεχνίτῃ συνελεῖν ὅλῳ ἡμίσει τὸ ὕψος τῆς λεγομένης αὐλῆς, ἵν’ ἡ σκηνὴ πρὸς τὸ διπλάσιον μετέωρος ἀρθεῖσα προφαίνηται. λεπταὶ δ’ ὀθόναι κατὰ τοῦ μήκους καὶ πλάτους ἦσαν ἐφαρμοζόμεναι τοῖς κίοσιν ἱστίοις ἐμφερεῖς, ὑπὲρ τοῦ μηδένα τῶν μὴ καθαρῶν
- 2.91.1
εἰσιέναι. ἡ δὲ θέσις τοιάδε ἦν· μέση μὲν ἵδρυτο ἡ σκηνὴ μῆκος ἔχουσα τριάκοντα πήχεις καὶ εὖρος δέκα σὺν τῷ βάθει τῶν κιόνων, ἀφειστήκει δὲ τῆς αὐλῆς ἐκ τριῶν μερῶν ἴσῳ διαστήματι, δυοῖν μὲν κατὰ τὰς πλευράς, ἑνὸς δὲ κατὰ τὸν ὀπισθόδομον, τὸ δὲ διάστημα ἐξ εἴκοσι πηχῶν ἀνεμετρεῖτο· κατὰ δὲ τὸ προπύλαιον, ὡς εἰκός, ἕνεκα τοῦ πλήθους τῶν εἰσιόντων μεῖζον ἐγίνετο διάστημα πεντήκοντα πηχῶν· οὕτως γὰρ οἱ ἑκατὸν τῆς αὐλῆς ἔμελλον ἐκπληροῦσθαι, τῶν κατὰ τὸν ὀπισθόδομον εἴκοσι καὶ οὓς ἀπελάμβανεν ἡ σκηνὴ τριάκοντα συντεθέντων τοῖς κατὰ τὰς εἰσόδους πεντήκοντα.
- 2.92.1
τὰ γὰρ προπύλαια τῆς σκηνῆς ὡσανεὶ μέσος ὅρος ἵδρυτο διττῆς πεντηκοντάδος, τῆς μὲν κατ’ ἀνατολάς, ἔνθα αἱ εἴσοδοι, τῆς δὲ πρὸς δυσμάς, ἔνθα τό τε μῆκος τῆς σκηνῆς καὶ ὁ κατόπιν περίβολος.
- 2.93.1
κάλλιστον δὲ καὶ μέγιστον ἄλλο προπύλαιον ἐν ἀρχῇ τῆς εἰς τὴν αὐλὴν εἰσόδου κατεσκευάζετο διὰ τεττάρων κιόνων, καθ’ ὧν ἐτείνετο ποικίλον ὕφασμα τὸν αὐτὸν τρόπον τοῖς εἴσω κατὰ τὴν σκηνὴν κἀκ τῆς ὁμοίας ὕλης ἀπειργασμένον.
- 2.94.1
Ἅμα δὲ τούτοις ἐδημιουργεῖτο καὶ σκεύη ἱερά, κιβωτός, λυχνία, τράπεζα, θυμιατήριον, βωμός. ὁ μὲν οὖν βωμὸς ἱδρύετο ἐν ὑπαίθρῳ, τῶν εἰσόδων τῆς σκηνῆς ἀντικρύ, ἀφεστὼς τοσοῦτον ὅσον ἱκανὸν λειτουργοῖς εἶναι διάστημα πρὸς τὰς καθ’ ἑκάστην ἡμέραν ἐπιτελουμένας θυσίας.
- 2.95.1
ἡ δὲ κιβωτὸς ἐν ἀδύτῳ καὶ ἀβάτῳ τῶν καταπετασμάτων εἴσω, κεχρυσωμένη πολυτελῶς ἔνδοθέν τε καὶ ἔξωθεν, ἧς ἐπίθεμα ὡσανεὶ πῶμα τὸ λεγόμενον ἐν ἱεραῖς βίβλοις ἱλαστήριον.
- 2.96.1
τούτου μῆκος μὲν καὶ πλάτος μεμήνυται, βάθος δ’ οὐδέν, ἐπιφανείᾳ γεωμετρικῇ μάλισθ’ ὡμοιωμένου, ὅπερ ἔοικεν εἶναι σύμβολον φυσικώτερον μὲν τῆς ἵλεω τοῦ θεοῦ δυνάμεως, ἠθικώτερον δὲ διανοίας πάλιν, ἵλεω δ’ ἑαυτῇ, τὴν πρὸς ὕψος ἄλογον αἴρουσαν καὶ φυσῶσαν οἴησιν ἀτυφίας ἔρωτι σὺν ἐπιστήμῃ στέλλειν καὶ καθαιρεῖν ἀξιούσης.
- 2.97.1
ἀλλ’ ἡ μὲν κιβωτὸς ἀγγεῖον νόμων ἐστίν· εἰς γὰρ ταύτην κατατίθεται τὰ χρησθέντα λόγια· τὸ δ’ ἐπίθεμα τὸ προσαγορευόμενον ἱλαστήριον βάσις ἐστὶ πτηνῶν δυοῖν, ἃ πατρίῳ μὲν γλώττῃ προσαγορεύεται Χερουβίμ, ὡς δ’ ἂν Ἕλληνες εἴποιεν, ἐπίγνωσις καὶ ἐπιστήμη πολλή.
- 2.98.1
ταῦτα δέ τινες μέν φασιν εἶναι σύμβολα τῶν ἡμισφαιρίων ἀμφοῖν κατὰ τὴν ἀντιπρόσωπον θέσιν, τοῦ τε ὑπὸ γῆν καὶ ὑπὲρ γῆν· πτηνὸν γὰρ ὁ σύμπας οὐρανός.
- 2.99.1
ἐγὼ δ’ ἂν εἴποιμι δηλοῦσθαι δι’ ὑπονοιῶν τὰς πρεσβυτάτας καὶ ἀνωτάτω δύο τοῦ ὄντος δυνάμεις, τήν τε ποιητικὴν καὶ βασιλικήν· ὀνομάζεται δ’ ἡ μὲν ποιητικὴ δύναμις αὐτοῦ θεός, καθ’ ἣν ἔθηκε καὶ ἐποίησε καὶ διεκόσμησε τόδε τὸ πᾶν, ἡ δὲ βασιλικὴ κύριος, ᾗ τῶν γενομένων ἄρχει καὶ σὺν δίκῃ βεβαίως ἐπικρατεῖ.
- 2.100.1
μόνος γὰρ πρὸς ἀλήθειαν ὢν καὶ ποιητής ἐστιν ἀψευδῶς, ἐπειδὴ τὰ μὴ ὄντα ἤγαγεν εἰς τὸ εἶναι, καὶ βασιλεὺς φύσει, διότι τῶν γεγονότων οὐδεὶς ἂν ἄρχοι δικαιότερον τοῦ πεποιηκότος.
- 2.101.1
ἐν δὲ τῷ μεθορίῳ τῶν τεσσάρων καὶ πέντε κιόνων, ὅπερ ἐστὶ κυρίως εἰπεῖν πρόναον εἰργόμενον δυσὶν ὑφάσμασι, τῷ μὲν ἔνδον ὃ καλεῖται καταπέτασμα, τῷ δ’ ἐκτὸς ὃ προσαγορεύεται κάλυμμα, τὰ λοιπὰ τρία σκεύη τῶν προειρημένων ἱδρύετο· μέσον μὲν τὸ θυμιατήριον, γῆς καὶ ὕδατος σύμβολον εὐχαριστίας, ἣν ἕνεκα τῶν γινομένων ἀφ’ ἑκατέρου προσῆκε ποιεῖσθαι· τὸν γὰρ μέσον ταῦτα τοῦ κόσμου τόπον κεκλήρωται·
- 2.102.1
τὴν δὲ λυχνίαν ἐν τοῖς νοτίοις, δι’ ἧς αἰνίττεται τὰς τῶν φωσφόρων κινήσεις ἀστέρων· ἥλιος γὰρ καὶ σελήνη καὶ οἱ ἄλλοι πολὺ τῶν βορείων ἀφεστῶτες νοτίους ποιοῦνται τὰς περιπολήσεις· ὅθεν ἓξ μὲν κλάδοι, τρεῖς δ’ ἑκατέρωθεν, τῆς μέσης λυχνίας ἐκπεφύκασιν εἰς ἀριθμὸν ἕβδομον·
- 2.103.1
ἐπὶ δὲ πάντων λαμπάδιά τε καὶ λύχνοι ἑπτά, σύμβολα τῶν λεγομένων παρὰ τοῖς φυσικοῖς ἀνδράσι πλανήτων· ὁ γὰρ ἥλιος, ὥσπερ ἡ λυχνία, μέσος τῶν ἓξ τεταγμένος ἐν τετάρτῃ χώρᾳ φωσφορεῖ τοῖς ὑπεράνω τρισὶ καὶ τοῖς ὑπ’ αὐτὸν ἴσοις, ἁρμοζόμενος τὸ μουσικὸν καὶ θεῖον ὡς ἀληθῶς ὄργανον.
- 2.104.1
ἡ δὲ τράπεζα τίθεται πρὸς τοῖς βορείοις, ἐφ’ ἧς ἄρτοι καὶ ἅλες, ἐπειδὴ τῶν πνευμάτων τὰ βόρεια τροφιμώτατα καὶ διότι ἐξ οὐρανοῦ καὶ γῆς αἱ τροφαί, τοῦ μὲν ὕοντος, τῆς δὲ τὰ σπέρματα ταῖς τῶν ὑδάτων ἐπιρροίαις τελειογονούσης.
- 2.105.1
οὐρανοῦ δὲ καὶ γῆς παρίδρυται τὰ σύμβολα, καθάπερ ἔδειξεν ὁ λόγος, τοῦ μὲν οὐρανοῦ ἡ λυχνία, τῶν δὲ περιγείων, ἐξ ὧν αἱ ἀναθυμιάσεις, τὸ ἐτύμως προσαγορευόμενον θυμιατήριον.
- 2.106.1
τὸν δ’ ἐν ὑπαίθρῳ βωμὸν εἴωθε καλεῖν θυσιαστήριον, ὡσανεὶ τηρητικὸν καὶ φυλακτικὸν ὄντα θυσιῶν τὸν ἀναλωτικὸν τούτων, αἰνιττόμενος οὐ τὰ μέλη καὶ τὰ μέρη τῶν ἱερουργουμένων, ἅπερ δαπανᾶσθαι πυρὶ πέφυκεν, ἀλλὰ τὴν προαίρεσιν τοῦ προσφέροντος·
- 2.107.1
εἰ μὲν γὰρ ἀγνώμων καὶ ἄδικος, ἄθυτοι θυσίαι καὶ ἀνίεροι ἱερουργίαι καὶ εὐχαὶ παλίμφημοι παντελῆ φθορὰν ἐνδεχόμεναι· καὶ γὰρ ὁπότε γίνεσθαι δοκοῦσιν, οὐ λύσιν ἁμαρτημάτων, ἀλλ’ ὑπόμνησιν ἐργάζονται·
- 2.108.1
εἰ δ’ ὅσιος καὶ δίκαιος, μένει βέβαιος ἡ θυσία, κἂν τὰ κρέα δαπανηθῇ, μᾶλλον δὲ καὶ εἰ τὸ παράπαν μηδὲν προσάγοιτο ἱερεῖον· ἡ γὰρ ἀληθὴς ἱερουργία τίς ἂν εἴη πλὴν ψυχῆς θεοφιλοῦς εὐσέβεια; ἧς τὸ εὐχάριστον ἀθανατίζεται καὶ ἀνάγραπτον στηλιτεύεται παρὰ θεῷ συνδιαιωνίζον ἡλίῳ καὶ σελήνῃ καὶ τῷ παντὶ κόσμῳ.
- 2.109.1
Τούτοις ἑξῆς ἱερὰν ἐσθῆτα κατεσκεύαζεν ὁ τεχνίτης τῷ μέλλοντι ἀρχιερεῖ καθίστασθαι παγκάλην καὶ θαυμασιωτάτην ἔχουσαν ἐν τοῖς ὑφάσμασι πλοκήν. τὰ δ’ ὕφη διττὰ ἦν, τὸ μὲν ὑποδύτης, τὸ δὲ προσαγορευόμενον ἐπωμίς.
- 2.110.1
ὁ μὲν οὖν ὑποδύτης ἀμιγεστέρας ἰδέας· ὅλος γὰρ ὑακίνθινος, ἔξω τῶν κατωτάτω καὶ πρὸς ἐσχατιὰς μερῶν, ταῦτα γὰρ ἐποικίλλετο χρυσοῖς ῥοΐσκοις καὶ κώδωσι καὶ ἀνθίνοις πλέγμασιν.
- 2.111.1
ἡ δ’ ἐπωμίς, ἐκπρεπέστατον ἔργον καὶ τεχνικώτατον, ἐπιστήμῃ τελειοτάτῃ κατεσκευάζετο τοῖς προειρημένοις γένεσιν, ὑακίνθῳ καὶ πορφύρᾳ καὶ βύσσῳ καὶ κοκκίνῳ, συγκαταπλεκομένου χρυσοῦ· πέταλα γὰρ εἰς λεπτὰς τρίχας κατατμηθέντα πᾶσι τοῖς νήμασι συνυφαίνετο.
- 2.112.1
λίθοι δ’ ἐπὶ τῶν ἀκρωμίων ἐνηρμόζοντο σμαράγδου πολυτελοῦς δύο τιμαλφέστατοι, οἷς τὰ ὀνόματα τῶν φυλάρχων ἓξ καθ’ ἑκάτερον ἐνεχαράττετο, δώδεκα τὰ σύμπαντα· καὶ κατὰ τὸ στῆθος ἄλλοι λίθοι πολυτελεῖς δώδεκα διαφέροντες ταῖς χρόαις, σφραγῖσιν ἐοικότες, ἐκ τριῶν τετραστοιχεί· οὗτοι δ’ ἐνηρμόζοντο τῷ προσαγορευομένῳ λογείῳ.
- 2.113.1
τὸ δὲ λογεῖον τετράγωνον διπλοῦν κατεσκευάζετο ὡσανεὶ βάσις, ἵνα δύο ἀρετὰς ἀγαλματοφορῇ, δήλωσίν τε καὶ ἀλήθειαν· ὅλον δ’ ἁλυσειδίοις χρυσοῖς ἀνήρτητο πρὸς τὴν ἐπωμίδα, σφιγγόμενον ἐξ αὐτῆς, ὑπὲρ τοῦ μὴ χαλᾶσθαι.
- 2.114.1
χρυσοῦν δὲ πέταλον ὡσανεὶ στέφανος ἐδημιουργεῖτο τέτταρας ἔχον γλυφὰς ὀνόματος, ὃ μόνοις τοῖς ὦτα καὶ γλῶτταν σοφίᾳ κεκαθαρμένοις θέμις ἀκούειν καὶ λέγειν ἐν ἁγίοις, ἄλλῳ δ’ οὐδενὶ τὸ παράπαν οὐδαμοῦ.
- 2.115.1
τετραγράμματον δὲ τοὔνομά φησιν ὁ θεολόγος εἶναι, τάχα που σύμβολα τιθεὶς αὐτὰ τῶν πρώτων ἀριθμῶν, μονάδος καὶ δυάδος καὶ τριάδος καὶ τετράδος, ἐπειδὴ πάντα ἐν τετράδι, σημεῖον καὶ γραμμὴ καὶ ἐπιφάνεια καὶ στερεόν, τὰ μέτρα τῶν συμπάντων, καὶ αἱ κατὰ μουσικὴν ἄρισται συμφωνίαι, ἥ τε διὰ τεσσάρων ἐν ἐπιτρίτῳ λόγῳ καὶ ἡ διὰ πέντε ἐν ἡμιολίῳ καὶ ἡ διὰ πασῶν ἐν διπλασίῳ καὶ ἡ δὶς διὰ πασῶν ἐν τετραπλασίῳ· ἔχει δὲ καὶ τὰς ἄλλας ἀμυθήτους ἀρετὰς ἡ τετράς, ὧν τὰς πλείστας ἠκριβώσαμεν ἐν τῇ περὶ ἀριθμῶν πραγματείᾳ.
- 2.116.1
μίτρα δ’ ἦν ὑπ’ αὐτῷ, τοῦ μὴ ψαύειν τῆς κεφαλῆς τὸ πέταλον. πρὸς δὲ καὶ κίδαρις κατεσκευάζετο· κιδάρει γὰρ οἱ τῶν ἑῴων βασιλεῖς ἀντὶ διαδήματος εἰώθασι χρῆσθαι.
- 2.117.1
Τοιαύτη μὲν ἡ τοῦ ἀρχιερέως ἦν ἐσθής. ὃν δ’ ἔχει λόγον οὐ παρασιωπητέον αὐτή τε καὶ τὰ μέρη. ὅλη μὲν δὴ γέγονεν ἀπεικόνισμα καὶ μίμημα τοῦ κόσμου, τὰ δὲ μέρη τῶν καθ’ ἕκαστον μερῶν.
- 2.118.1
ἀρκτέον δ’ ἀπὸ τοῦ ποδήρους. οὗτος ὁ χιτὼν σύμπας ἐστὶν ὑακίνθινος, ἀέρος ἐκμαγεῖον· φύσει γὰρ ὁ ἀὴρ μέλας καὶ τρόπον τινὰ ποδήρης, ἄνωθεν ἀπὸ τῶν μετὰ σελήνην ἄχρι τῶν γῆς ταθεὶς περάτων, πάντῃ κεχυμένος· ὅθεν καὶ ὁ χιτὼν ἀπὸ στέρνων ἄχρι ποδῶν περὶ ὅλον τὸ σῶμα κέχυται.
- 2.119.1
ἐξ αὐτοῦ δὲ κατὰ τὰ σφυρὰ ῥοΐσκοι καὶ ἄνθινα καὶ κώδωνές εἰσι· τὰ μὲν ἄνθινα σύμβολον γῆς, ἀνθεῖ γὰρ καὶ βλαστάνει πάντα ἐκ ταύτης· οἱ δὲ ῥοΐσκοι ὕδατος, παρὰ τὴν ῥύσιν λεχθέντες εὐθυβόλως· οἱ δὲ κώδωνες τῆς ἁρμονίας καὶ συμφωνίας τούτων, οὔτε γὰρ γῆ χωρὶς ὕδατος οὔθ’ ὕδωρ ἄνευ τῆς γεώδους οὐσίας αὔταρκες εἰς γένεσιν, ἀλλ’ ἡ σύνοδος καὶ κρᾶσις ἀμφοῖν.
- 2.120.1
μάρτυς δὲ τοῦ δηλουμένου καὶ ὁ τόπος ἐναργέστατος· ὡς γὰρ ἐν ἐσχάτοις τοῦ ποδήρους οἱ ῥοΐσκοι καὶ τὰ ἄνθινα καὶ οἱ κώδωνές εἰσιν, οὕτως καὶ τὰ ὧν ἐστι σύμβολα τὴν κατωτάτω χώραν ἔλαχεν ἐν κόσμῳ, γῆ καὶ ὕδωρ, καὶ τῇ τοῦ παντὸς ἁρμονίᾳ συνηχοῦντα τὰς οἰκείας ἐπιδείκνυται δυνάμεις ἐν ὡρισμέναις χρόνων περιόδοις καὶ τοῖς προσήκουσι καιροῖς.
- 2.121.1
τριῶν μὲν δὴ στοιχείων, ἐξ ὧν τε καὶ ἐν οἷς τὰ θνητὰ καὶ φθαρτὰ γένη πάντα, ἀέρος, ὕδατος, γῆς, ὁ ποδήρης σὺν τοῖς ἀπῃωρημένοις κατὰ τὰ σφυρὰ σύμβολον ἐδείχθη προσηκόντως· ὡς γὰρ ὁ χιτὼν εἷς, καὶ τὰ λεχθέντα τρία στοιχεῖα μιᾶς ἰδέας ἐστίν, ἐπειδὴ τὰ κατωτέρω σελήνης ἅπαντα τροπὰς ἔχει καὶ μεταβολάς· καὶ καθάπερ ἐκ τοῦ χιτῶνος ἤρτηνται οἵ τε ῥοΐσκοι καὶ τὰ ἄνθινα, καὶ ἀπ’ ἀέρος τρόπον τινὰ γῆ καὶ ὕδωρ ἐκκρέμανται, τὸ γὰρ ὄχημα τούτων ἐστὶν ἀήρ.
- 2.122.1
τὴν δ’ ἐπωμίδα οὐρανοῦ σύμβολον ὁ λόγος εἰκόσι στοχασμοῖς χρώμενος παραστήσει· πρῶτον μὲν γὰρ οἱ ἐπὶ τῶν ἀκρωμίων σμαράγδου δύο λίθοι περιφερεῖς μηνύουσιν, ὡς μὲν οἴονταί τινες, ἀστέρων τοὺς ἡμέρας καὶ νυκτὸς ἡγεμόνας, ἥλιον καὶ σελήνην, ὡς δ’ ἂν ἐγγυτέρω τις τῆς ἀληθείας προσερχόμενος εἴποι, τῶν ἡμισφαιρίων ἑκάτερον· ἴσα τε γὰρ ὡς οἱ λίθοι τό τε ὑπὲρ γῆν καὶ ὑπὸ γῆν καὶ οὐδέτερον πέφυκε μειοῦσθαι καὶ συναύξεσθαι καθάπερ σελήνη.
- 2.123.1
συνεπιμαρτυρεῖ δὲ καὶ ἡ χρόα· σμαράγδῳ γὰρ ἔοικεν ἡ τοῦ παντὸς οὐρανοῦ φαντασία κατὰ τὴν τῆς ὄψεως προσβολήν. ἀναγκαίως δὲ καὶ καθ’ ἑκάτερον τῶν λίθων ἓξ ὀνόματα ἐγγλύφεται, διότι καὶ τῶν ἡμισφαιρίων ἑκάτερον δίχα τέμνον τὸν ζῳοφόρον ἓξ ἐναπολαμβάνει ζῴδια.
- 2.124.1
ἔπειθ’ οἱ κατὰ τὰ στέρνα δώδεκα λίθοι ταῖς χρόαις οὐχ ὅμοιοι διανεμηθέντες εἰς τέσσαρας στοίχους ἐκ τριῶν τίνος ἑτέρου δείγματ’ εἰσὶν ἢ τοῦ ζῳδιακοῦ κύκλου; καὶ γὰρ οὗτος τετραχῇ διανεμηθεὶς ἐκ τριῶν ζῳδίων τὰς ἐτησίους ὥρας ἀποτελεῖ, ἔαρ, θέρος, μετόπωρον, χειμῶνα, τροπὰς τέσσαρας, ὧν ἑκάστης ὅρος τρία ζῴδια, γνωριζόμενος ταῖς τοῦ ἡλίου περιφοραῖς κατὰ τὸν ἐν ἀριθμοῖς ἀσάλευτον καὶ βεβαιότατον καὶ θεῖον ὄντως λόγον.
- 2.125.1
ὅθεν ἐνηρμόζοντο καὶ τῷ προσαγορευθέντι δεόντως λογείῳ· λόγῳ γὰρ αἱ τροπαὶ καὶ ἐτήσιοι ὧραι τεταγμένῳ καὶ παγίῳ συνίστανται, τὸ παραδοξότατον, διὰ τῆς καιρίου μεταβολῆς ἐπιδεικνύμεναι τὴν διαιωνίζουσαν αὑτῶν μονήν.
- 2.126.1
εὖ δ’ ἔχει καὶ πάνυ καλῶς τὸ τοῖς χρώμασι τοὺς δώδεκα λίθους διαλλάττειν καὶ μηδένα ὅμοιον εἶναι μηδενί· καὶ γὰρ τῶν ἐν τῷ ζῳοφόρῳ ἕκαστον ἀποτελεῖ τι χρῶμα οἰκεῖον κατά τε ἀέρα καὶ γῆν καὶ ὕδωρ καὶ τὰ τούτων παθήματα καὶ ἔτι κατὰ τὰ τῶν ζῴων καὶ φυτῶν γένη πάντα.
- 2.127.1
διπλοῦν δὲ τὸ λογεῖον οὐκ ἀπὸ σκοποῦ· διττὸς γὰρ ὁ λόγος ἔν τε τῷ παντὶ καὶ ἐν ἀνθρώπου φύσει· κατὰ μὲν τὸ πᾶν ὅ τε περὶ τῶν ἀσωμάτων καὶ παραδειγματικῶν ἰδεῶν, ἐξ ὧν ὁ νοητὸς ἐπάγη κόσμος, καὶ ὁ περὶ τῶν ὁρατῶν, ἃ δὴ μιμήματα καὶ ἀπεικονίσματα τῶν ἰδεῶν ἐκείνων ἐστίν, ἐξ ὧν ὁ αἰσθητὸς οὗτος ἀπετελεῖτο· ἐν ἀνθρώπῳ δ’ ὁ μέν ἐστιν ἐνδιάθετος, ὁ δὲ προφορικός, καὶ ὁ μὲν οἷά τις πηγή, ὁ δὲ γεγωνὸς ἀπ’ ἐκείνου ῥέων· καὶ τοῦ μέν ἐστι χώρα τὸ ἡγεμονικόν, τοῦ δὲ κατὰ προφορὰν γλῶττα καὶ στόμα καὶ ἡ ἄλλη πᾶσα φωνῆς ὀργανοποιία.
- 2.128.1
σχῆμα δ’ ἀπένειμεν ὁ τεχνίτης τετράγωνον τῷ λογείῳ πάνυ καλῶς αἰνιττόμενος, ὡς χρὴ καὶ τὸν τῆς φύσεως λόγον καὶ τὸν τοῦ ἀνθρώπου βεβηκέναι πάντῃ καὶ κατὰ μηδ’ ὁτιοῦν κραδαίνεσθαι. παρὸ καὶ τὰς εἰρημένας δύο ἀρετὰς προσεκλήρωσεν αὐτῷ, δήλωσίν τε καὶ ἀλήθειαν· ὅ τε γὰρ τῆς φύσεως λόγος ἀληθὴς καὶ δηλωτικὸς πάντων ὅ τε τοῦ σοφοῦ μιμούμενος ἐκεῖνον ὀφείλει προσηκόντως ἀψευδέστατός τε εἶναι τιμῶν ἀλήθειαν καὶ μηδὲν φθόνῳ συσκιάζειν, ὧν ἡ μήνυσις ὠφελήσει τοὺς ἀναδιδαχθέντας.
- 2.129.1
οὐ μὴν ἀλλὰ καὶ δυσὶ λόγοις τοῖς καθ’ ἕκαστον ἡμῶν, τῷ τε προφορικῷ καὶ ἐνδιαθέτῳ, δύο ἀρετὰς ἀπένειμεν οἰκείας, τῷ μὲν προφορικῷ δήλωσιν, τῷ δὲ κατὰ διάνοιαν ἀλήθειαν· ἁρμόζει γὰρ διανοίᾳ μὲν μηδὲν παραδέχεσθαι ψεῦδος, ἑρμηνείᾳ δὲ μηδὲν ἐμποδίζειν τῶν εἰς τὴν ἀκριβεστάτην δήλωσιν.
- 2.130.1
λόγου δὲ οὐδὲν ὄφελος τὰ καλὰ καὶ σπουδαῖα σεμνηγοροῦντος, ᾧ μὴ πρόσεστιν οἰκείων ἀκολουθία πράξεων· ὅθεν τὸ λογεῖον ἤρτησεν ἐκ τῆς ἐπωμίδος, ἵνα μὴ χαλᾶται, τὸν λόγον οὐ δικαιώσας ἔργων ἀπεζεῦχθαι· τὸν γὰρ ὦμον ἐνεργείας καὶ πράξεως ποιεῖται
- 2.131.1
σύμβολον. ἃ μὲν οὖν αἰνίττεται διὰ τῆς ἱερᾶς ἐσθῆτος, ἐστὶ τοιαῦτα. κίδαριν δὲ ἀντὶ διαδήματος ἐπιτίθησι τῇ κεφαλῇ δικαιῶν τὸν ἱερωμένον τῷ θεῷ, καθ’ ὃν χρόνον ἱερᾶται, προφέρειν ἁπάντων καὶ μὴ μόνον ἰδιωτῶν ἀλλὰ καὶ βασιλέων.
- 2.132.1
ὑπεράνω δὲ τὸ χρυσοῦν ἐστι πέταλον, ᾧ τῶν τεττάρων αἱ γλυφαὶ γραμμάτων ἐνεσφραγίσθησαν, ἐξ ὧν ὄνομα τοῦ ὄντος φασὶ μηνύεσθαι, ὡς οὐχ οἷόν τε ὂν ἄνευ κατακλήσεως θεοῦ συστῆναί τι τῶν ὄντων· ἁρμονία γὰρ πάντων ἐστὶν ἡ ἀγαθότης καὶ ἵλεως δύναμις αὐτοῦ.
- 2.133.1
τοῦτον τὸν τρόπον ὁ ἀρχιερεὺς διακοσμηθεὶς στέλλεται πρὸς τὰς ἱερουργίας, ἵν’, ὅταν εἰσίῃ τὰς πατρίους εὐχάς τε καὶ θυσίας ποιησόμενος, συνεισέρχηται πᾶς ὁ κόσμος αὐτῷ δι’ ὧν ἐπιφέρεται μιμήματα, ἀέρος τὸν ποδήρη, ὕδατος τὸν ῥοΐσκον, γῆς τὸ ἄνθινον, πυρὸς τὸ κόκκινον, οὐρανοῦ τὴν ἐπωμίδα, καὶ κατ’ εἶδος τοῖν δυοῖν ἡμισφαιρίοιν τοὺς ἐπὶ τῶν ἀκρωμίων σμαράγδους περιφερεῖς, ἐφ’ ὧν καθ’ ἑκάτερον γλυφαὶ ἕξ, τοῦ ζῳοφόρου τοὺς ἐπὶ τῶν στέρνων δώδεκα λίθους ἐκ τριῶν κατὰ τέτταρας στοίχους, τοῦ συνέχοντος καὶ διοικοῦντος τὰ σύμπαντα τὸ λογεῖον.
- 2.134.1
ἀναγκαῖον γὰρ ἦν τὸν ἱερωμένον τῷ τοῦ κόσμου πατρὶ παρακλήτῳ χρῆσθαι τελειοτάτῳ τὴν ἀρετὴν υἱῷ πρός τε ἀμνηστίαν ἁμαρτημάτων καὶ χορηγίαν ἀφθονωτάτων ἀγαθῶν.
- 2.135.1
ἴσως μέντοι καὶ προδιδάσκει τὸν τοῦ θεοῦ θεραπευτήν, εἰ καὶ μὴ τοῦ κοσμοποιοῦ δυνατόν, ἀλλὰ τοῦ γε κόσμου διηνεκῶς ἄξιον εἶναι πειρᾶσθαι, οὗ τὸ μίμημα ἐνδυόμενος ὀφείλει τῇ διανοίᾳ τὸ παράδειγμα εὐθὺς ἀγαλματοφορῶν αὐτὸς τρόπον τινὰ πρὸς τὴν τοῦ κόσμου φύσιν ἐξ ἀνθρώπου μεθηρμόσθαι καί, εἰ θέμις εἰπεῖν — θέμις δὲ ἀψευδεῖν περὶ ἀληθείας λέγοντα —, βραχὺς κόσμος εἶναι.
- 2.136.1
Τῶν δὲ προπυλαίων ἔξω παρὰ ταῖς εἰσόδοις λουτήρ ἐστι χαλκοῦς, οὐκ ἀργὸν ὕλην λαβόντος τοῦ τεχνίτου πρὸς τὴν κατασκευήν, ὅπερ φιλεῖ γίνεσθαι, σκεύη δ’ ἐπιμελῶς δημιουργηθέντα πρὸς ἑτέραν χρείαν, ἃ μετὰ σπουδῆς καὶ φιλοτιμίας πάσης αἱ γυναῖκες εἰσήνεγκαν ἁμιλλώμεναι τοῖς ἀνδράσι πρὸς εὐσέβειαν, ἀγώνισμα καλὸν ἄρασθαι διανοηθεῖσαι καὶ καθ’ ὅσον δυνάμεως εἶχον σπουδάσασαι μὴ ἀπολειφθῆναι τῆς ἐκείνων ὁσιότητος·
- 2.137.1
κάτοπτρα γάρ, οἷς εὐμορφίαν εἰώθασι διακοσμεῖσθαι, μηδενὸς προστάξαντος, αὐτοκελεύστῳ προθυμίᾳ σωφροσύνης καὶ τῆς περὶ γάμον ἁγνείας καὶ τί γὰρ ἀλλ’ ἢ ψυχικοῦ κάλλους ἀπαρχὴν πρεπωδεστάτην ἀπήρξαντο.
- 2.138.1
ταῦτ’ ἔδοξε τῷ τεχνίτῃ λαβόντι χωνεῦσαι καὶ μηδὲν ἀπ’ αὐτῶν ἕτερον ἢ τὸν λουτῆρα κατασκευάσασθαι, περιρραντηρίοις ὅπως οἱ μέλλοντες εἰς τὸν νεὼν εἰσιέναι ἱερεῖς ἐπὶ τῷ τὰς διατεταγμένας ὑπουργεῖν λειτουργίας χρῶνται πόδας μάλιστα καὶ χεῖρας ἀπονιπτόμενοι — σύμβολον ἀνυπαιτίου ζωῆς καὶ βίου καθαρεύοντος ἐν πράξεσιν ἐπαινεταῖς, οὐ τὴν τραχεῖαν κακίας ὁδὸν ἢ κυριώτερον εἰπεῖν ἀνοδίαν ἀλλὰ τὴν δι’ ἀρετῆς λεωφόρον ἀπευθύνοντος —.
- 2.139.1
„ὑπομιμνῃσκέσθω μέντοι” φησί „καὶ ὁ μέλλων περιρραίνεσθαι, ὅτι τοῦδε τοῦ σκεύους ἡ ὕλη κάτοπτρα ἦν, ἵνα καὶ αὐτὸς οἷα πρὸς κάτοπτρον αὐγάζῃ τὸν ἴδιον νοῦν καί, εἴ τι ὑποφαίνοιτο αἶσχος ἐξ ἀλόγου πάθους ἢ παρὰ φύσιν ἐπαιρούσης καὶ μετεωριζούσης ἡδονῆς ἢ στελλούσης ἔμπαλιν λύπης καὶ καθαιρούσης ἢ ἀποστρέφοντος καὶ ἀποκλίνοντος τὴν ἐπ’ εὐθείας ὁρμὴν φόβου ἢ τῆς ἐπιθυμίας πρὸς τὰ μὴ παρόντα ἑλκούσης καὶ ἀποτεινούσης βίᾳ, τοῦτο θεραπεύῃ τε καὶ ἰᾶται τοῦ γνησίου καὶ ἀνόθου μεταποιούμενος κάλλους·
- 2.140.1
τὸ μὲν γὰρ τοῦ σώματος ἐν συμμετρίᾳ μερῶν εὐχροίᾳ τε καὶ εὐσαρκίᾳ κεῖται, βραχὺν τῆς ἀκμῆς ἔχον καιρόν, τὸ δὲ τῆς διανοίας ἐν ἁρμονίᾳ δογμάτων καὶ ἀρετῶν συμφωνίᾳ, μὴ χρόνου μήκει μαραινόμενον, ἀλλ’ ἐφ’ ὅσον ἐγχρονίζει καινούμενον καὶ νεάζον, χρώματι διαπρεπεῖ κεκοσμημένον ἀληθείας καὶ ὁμολογίας ἔργων πρὸς λόγους καὶ πρὸς ἔργα λόγων καὶ ἔτι βουλευμάτων πρὸς ἑκάτερα.“
- 2.141.1
Διδαχθέντι δ’ αὐτῷ τὰ παραδείγματα τῆς ἱερᾶς σκηνῆς καὶ ἀναδιδάξαντι τοὺς διανοίᾳ ὀξεῖς καὶ εὐφυῶς ἔχοντας πρὸς ἀνάληψιν καὶ τελείωσιν ἔργων, ἅπερ ἀναγκαίως εἶχε δημιουργηθῆναι, κατὰ τὸ εἰκὸς ἱεροῦ κατασκευασθέντος ἔδει καὶ ἱερεῖς τοὺς ἐπιτηδειοτάτους αἱρεθῆναί τε καὶ προμαθεῖν, ὃν τρόπον τὰς θυσίας ἀνάγειν τε καὶ ἱερουργεῖν προσῆκε.
- 2.142.1
τὸν μὲν οὖν ἀδελφὸν ἐξ ἁπάντων ἐπικρίνας ἀριστίνδην ἀρχιερέα, τοὺς δ’ ἐκείνου παῖδας ἱερεῖς ἐχειροτόνει, προνομίαν οὐ τῷ οἰκείῳ γένει διδούς, ἀλλ’ εὐσεβείᾳ καὶ ὁσιότητι, ἃς ἐνεώρα τοῖς ἀνδράσιν ὑπούσας. σαφὴς δὲ πίστις· οὐδέτερον υἱὸν — δύο γὰρ ἦσαν αὐτῷ — τούτου τοῦ γέρως ἠξίωσεν, ἀναγκαίως ἂν ἀμφοτέρους ἑλόμενος, εἴ τινα τιμὴν ἔνεμε τῷ φιλοικείῳ.
- 2.143.1
καθίστη δὲ μετὰ τῆς ἅπαντος τοῦ ἔθνους γνώμης, ὡς τὰ λόγια ὑφηγεῖτο, καινότατον τρόπον καὶ ἄξιον ἱστορηθῆναι· λούει τὸ πρῶτον αὐτοὺς ὕδατι πηγῆς τῷ καθαρωτάτῳ καὶ ζωτικωτάτῳ κἄπειτα τὰς ἱερὰς ἀναδίδωσιν ἐσθῆτας, τῷ μὲν ἀδελφῷ τὸν ποδήρη καὶ τὴν ἐπωμίδα οἱονεὶ θώρακα, τὸ παμποίκιλον ὕφασμα καὶ μίμημα τοῦ παντός, τοῖς δ’ ἀδελφιδοῖς χιτῶνας λινοῦς, ζώνας τε καὶ περισκελῆ πᾶσι·
- 2.144.1
τὰς μέν, ὅπως ἀνεμπόδιστοι καὶ ἑτοιμότεροι πρὸς τὰς ἱερὰς ὑπουργίας ὦσι, σφιγγομένων τοὺς ἀνειμένους κόλπους τῶν χιτώνων, τὰ δ’, ὅπως μηδὲν ὧν κρύπτεσθαι θέμις προφαίνηται, καὶ μάλιστ’ ἀνερχομένων ἐπὶ τὸν βωμὸν ἢ κατιόντων ἄνωθεν καὶ πάντα δρώντων μετὰ σπουδῆς καὶ τάχους·
- 2.145.1
εἰ γὰρ μὴ οὕτως ἀκριβὴς γεγένητο ἡ στόλισις διὰ τὴν τοῦ μέλλοντος ἀδήλου προφυλακήν, κἂν ἕνεκα τῆς συντόνου περὶ τὰς λειτουργίας ὀξύτητος ἀπεγυμνοῦντο τὸν προσήκοντα
- 2.146.1
ἱεροῖς καὶ ἱερωμένοις κόσμον φυλάττειν ἀδυνατοῦντες. ὡς δὲ ταῖς ἐσθήσεσιν ἤσκησεν αὐτούς, χρίσματος εὐωδεστάτου λαβών, ὃ μυρεψικῇ τέχνῃ κατειργάσθη, τὰ ἐν ὑπαίθρῳ πρῶτα, τόν τε βωμὸν καὶ τὸν λουτῆρα, κατέχριεν ἐπιρραίνων ἑπτάκις, ἔπειτα τὴν σκηνὴν καὶ τῶν ἱερῶν σκευῶν ἕκαστον, τὴν κιβωτόν, τὴν λυχνίαν, τὸ θυμιατήριον, τὴν τράπεζαν, τὰ σπονδεῖα, τὰς φιάλας, τὰ ἄλλα ὅσα πρὸς θυσίας ἀναγκαῖα καὶ χρήσιμα, καὶ τελευταῖον προσαγαγὼν τὸν ἀρχιερέα πολλῷ λίπει τὴν κεφαλὴν ἀλείφει.
- 2.147.1
ταῦτ’ ἐπιτελέσας εὐαγῶς ἀχθῆναι κελεύει μόσχον καὶ κριοὺς δύο· τὸν μέν, ἵνα θύσῃ περὶ ἀφέσεως ἁμαρτημάτων, αἰνιττόμενος ὅτι παντὶ γενητῷ, κἂν σπουδαῖον ᾖ, παρόσον ἦλθεν εἰς γένεσιν, συμφυὲς τὸ ἁμαρτάνειν ἐστίν, ὑπὲρ οὗ τὸ θεῖον εὐχαῖς καὶ θυσίαις ἀναγκαῖον ἐξευμενίζεσθαι, μὴ διακινηθὲν ἐπιθεῖτο·
- 2.148.1
τῶν δὲ κριῶν τὸν μὲν ἕτερον εἰς ὁλοκαύτωμα εὐχαριστήριον τῆς τῶν ὅλων διοικήσεως, ἧς κατὰ τὸ ἐπιβάλλον ἑκάστῳ μέρος μέτεστι καρπουμένῳ τὴν ἀπὸ τῶν στοιχείων ὠφέλειαν, γῆς πρὸς οἴκησιν καὶ τὰς ἐξ αὐτῆς τροφάς, ὕδατος πρὸς ποτὸν καὶ λουτρὰ καὶ πλοῦν, ἀέρος πρὸς ἀναπνοὴν καὶ τὰς διὰ τῶν αἰσθήσεων ἀντιλήψεις — ἐπειδὴ πασῶν ἀὴρ ὄργανον — καὶ ἔτι τὰς ἐτησίους ὥρας, πυρὸς τοῦ μὲν χρειώδους πρὸς τὰ ἑψόμενα καὶ θερμαινόμενα, τοῦ δὲ οὐρανίου πρὸς αὐγὴν καὶ τὰ ὁρατὰ πάντα·
- 2.149.1
τὸν δ’ ἕτερον εἰς τὴν τῶν ἱερωμένων διὰ καθάρσεως ἁγνευτικῆς παντέλειαν, ὃν ἐτύμως „τελειώσεως“ ἐκάλεσεν (Exod. 29, 26. Lev. 8, 22), ἐπειδὴ τὰς ἁρμοττούσας θεραπευταῖς καὶ λειτουργοῖς θεοῦ τελετὰς ἔμελλον ἱεροφαντεῖσθαι.
- 2.150.1
τοῦ δ’ αἵματος αὐτοῦ τὸ μὲν ἐν κύκλῳ τοῦ βωμοῦ σπένδει λαβών, τὸ δὲ φιάλην ὑποσχὼν δέχεται καὶ ἀπὸ τούτου τρία μέρη τοῦ σώματος χρίει τῶν τελουμένων ἱερέων, οὖς ἄκρον, ἄκραν χεῖρα, ποδὸς ἄκρον, δεξιὰ τὰ σύμπαντα, αἰνιττόμενος ὅτι δεῖ τὸν τέλειον καὶ λόγῳ καὶ ἔργῳ καὶ βίῳ παντὶ καθαρεύειν· λόγον μὲν γὰρ ἀκοὴ δικάζει, χεὶρ δ’ ἔργου σύμβολον, διεξόδου δὲ τῆς περὶ τὸν βίον πούς.
- 2.151.1
ἐπεὶ δ’ ἕκαστον αὐτῶν ἄκρον τε καὶ δεξιόν, ὑπονοητέον δηλοῦσθαι τὴν ἐν ἑκάστοις ἐπίδοσιν μετὰ δεξιότητος, ἐφιεμένην τῆς ἄκρας εὐδαιμονίας καὶ τοῦ τέλους, ἐφ’ ὃ σπεύδειν ἀναγκαῖον καὶ τὰς πράξεις ἁπάσας ἀναφέρειν στοχαζομένους ὥσπερ ἐν ταῖς τοξείαις σκοποῦ τοῦ περὶ τὸν βίον.
- 2.152.1
πάλαι μὲν οὖν ἱερείου ἑνός, ὃ προσηγορεύετο „τελειώσεως“, ἀκράτῳ αἵματι τὰ λεχθέντα τρία μέρη κατέχριε τῶν ἱερέων. αὖθις δ’ ἐκ τοῦ παρὰ τῷ βωμῷ λαβών, ὅπερ ἐξ ἁπάντων ἦν τῶν τεθυμένων, καὶ τοῦ λεχθέντος χρίσματος, ὃ μυρεψοὶ κατεσκεύασαν, ἀναμίξας τὸ ἔλαιον τῷ αἵματι τοῦ κράματος τοῖς ἱερεῦσι καὶ ταῖς ἐσθήσεσιν αὐτῶν ἐπέρραινε, βουλόμενος αὐτοὺς μὴ μόνον τῆς ἔξω καὶ ἐν ὑπαίθρῳ μεταλαχεῖν ἁγνείας, ἀλλὰ καὶ τῆς ἐν ἀδύτοις, ἐπειδὴ καὶ ἔνδον λειτουργεῖν ἔμελλον· τὰ δ’ εἴσω πάντα ἐλαίῳ κατεκέχριστο.
- 2.153.1
θυσίας δ’ ἐπὶ ταῖς προτέραις ἄλλας ἀναγαγόντων, τοῦτο μὲν τῶν ἱερέων ὑπὲρ αὑτῶν, τοῦτο δὲ τῆς γερουσίας ὑπὲρ ἅπαντος τοῦ ἔθνους, Μωυσῆς μὲν εἰς τὴν σκηνὴν εἰσέρχεται τὸν ἀδελφὸν ἐπαγόμενος — ὀγδόη δ’ ἦν τῆς τελετῆς ἡμέρα καὶ τελευταία, ταῖς γὰρ πρότερον ἑπτὰ ἱεροφαντῶν αὐτόν τε καὶ τοὺς ἀδελφιδοῦς ὠργίαζεν —, εἰσελθὼν δ’ ἀνεδίδασκεν οἷα ὑφηγητὴς ἀγαθὸς εὐμαθῆ γνώριμον, ὃν χρὴ τρόπον τὸν ἀρχιερέα τὰς εἴσω ποιεῖσθαι λειτουργίας.
- 2.154.1
εἶτ’ ἐξελθόντες ἀμφότεροι καὶ τὰς χεῖρας ἀνατείναντες πρὸ τῆς κεφαλῆς εὐχὰς τίθενται τῷ ἔθνει τὰς προσηκούσας ἀπὸ καθαρᾶς καὶ ὁσιωτάτης γνώμης. ἔτι δ’ εὐχομένων, τερατωδέστατόν τι συμβαίνει· ἐκ γὰρ τῶν ἀδύτων, εἴτε αἰθέρος ἀπόσπασμα τοῦ καθαρωτάτου, εἴτε ἀέρος κατὰ τὴν τῶν στοιχείων φύσει μεταβολὴν ἀναλυθέντος εἰς πῦρ, αἰφνίδιον ἀθρόα φλὸξ διεκπαίει καὶ συντόνῳ ῥύμῃ φέρεται μὲν ἐπὶ τὸν βωμόν, τὰ δ’ ἐπ’ αὐτοῦ πάντα ἐξαναλίσκει, πρὸς οἶμαι σαφεστάτην δήλωσιν, ὅτι οὐδὲν ἄνευ θείας ἐπιφροσύνης ἐπετελεῖτο.
- 2.155.1
δωρεὰν γὰρ ἐξαίρετον εἰκὸς ἦν τοῖς ἁγίοις προσνεμηθῆναι, μὴ μόνον ἐν οἷς ἄνθρωποι δημιουργοί, ἀλλὰ καὶ τῷ καθαρωτάτῳ τῆς οὐσίας πυρί, τὸ χρειῶδες καὶ παρ’ ἡμῖν ὅπως μὴ προσάψαιτο τοῦ βωμοῦ, διὰ τὸ μυρίας ἴσως ἀναμεμῖχθαι κῆρας·
- 2.156.1
ἅπτεται γὰρ οὐ μόνον ζῴων ἀλόγων ὀπτωμένων ἢ ἑψομένων εἰς πλησμονὴν ἄδικον γαστρὸς τῆς ταλαίνης, ἀλλὰ καὶ ἀνθρώπων ἐξ ἐπιβουλῆς ἀναιρουμένων, οὐ τριῶν ἢ τεττάρων, ἀλλὰ καὶ πολυανθρώπων ὁμίλων·
- 2.157.1
ἤδη γοῦν καὶ στόλους μεγάλους ἐπιβατικοῦ πλήρεις ὀϊστοὶ πυρφόροι κατέφλεξαν βληθέντες καὶ ὅλας πόλεις ἐξανάλωσαν, αἳ σμυχόμεναι μέχρι θεμελίων εἰς τέφραν ἐδαπανήθησαν, ὡς μηδ’ ἴχνος ὑπολελεῖφθαι τοῦ πάλαι συνοικισμοῦ.
- 2.158.1
ταύτης ἕνεκά μοι δοκῶ τῆς αἰτίας ὡς μεμιασμένον ἤλασε τοῦ ἱερωτάτου καὶ καθαρωτάτου βωμοῦ πῦρ τὸ χρειῶδες, ἀνθ’ οὗ φλόγα αἰθέριον ὤμβρησεν ἀπὸ τοῦ οὐρανοῦ πρὸς διαστολὴν ἁγίων τε καὶ βεβήλων, ἀνθρωπείων τε καὶ θείων· ἥρμοττε γὰρ ταῖς θυσίαις ἀφθαρτοτέραν οὐσίαν ἀπονενεμῆσθαι πυρὸς τῆς πρὸς τὰς βιωτικὰς χρείας ὑπηρετούσης.
- 2.159.1
Πολλῶν δὲ κατὰ τὸ ἀναγκαῖον ἀναγομένων θυσιῶν καθ’ ἑκάστην ἡμέραν καὶ διαφερόντως ἐν πανηγύρεσι καὶ ἑορταῖς ὑπέρ τε ἰδίᾳ ἑκάστου καὶ κοινῇ ὑπὲρ ἁπάντων, διὰ μυρίας καὶ οὐχὶ τὰς αὐτὰς αἰτίας, ἅτε πολυανθρωποτάτου ἔθνους εὐσεβοῦντος, ἐδέησε καὶ νεωκόρων πλήθους εἰς τὰς ἱερὰς ὑπηρεσίας.
- 2.160.1
ἡ δ’ αἵρεσις ἐγίνετο πάλιν καινότατον ἀλλ’ οὐ τὸν εἰωθότα τρόπον· μίαν τῶν δώδεκα φυλῶν ἐπικρίνας ἀριστίνδην ἐχειροτόνει θεοφιλοῦς ἔργου προθεὶς ἆθλα καὶ ἀριστεῖα.
- 2.161.1
τὸ δ’ ἔργον τοιόνδε ἦν· Μωυσέως ἀναβάντος εἰς τὸ πλησίον ὄρος καὶ πλείους ἡμέρας ἰδιάζοντος τῷ θεῷ, τὴν ἀπουσίαν αὐτοῦ καιρὸν ἐπιτήδειον εἶναι νομίσαντες οἱ μὴ βέβαιοι τὰς φύσεις, ὥσπερ ἀναρχίας γενομένης, ἄφετοι πρὸς ἀσέβειαν ὥρμησαν καὶ ἐκλαθόμενοι τῆς πρὸς τὸ ὂν ὁσιότητος ζηλωταὶ τῶν Αἰγυπτιακῶν γίνονται πλασμάτων.
- 2.162.1
εἶτα χρυσοῦν ταῦρον κατασκευασάμενοι, μίμημα τοῦ κατὰ τὴν χώραν ἱερωτάτου ζῴου δοκοῦντος εἶναι, θυσίας ἀθύτους ἀνῆγον καὶ χοροὺς ἀχορεύτους ἵστασαν ὕμνους τε ᾖδον θρήνων οὐδὲν διαφέροντας καὶ ἐμφορηθέντες ἀκράτου διπλῇ μέθῃ κατίσχοντο, τῇ μὲν ἐξ οἴνου, τῇ δὲ καὶ ἀφροσύνης, κωμάζοντές τε καὶ παννυχίζοντες ἀπροόρατοι τοῦ μέλλοντος ἡδέσι κακοῖς συνεβίουν, ἐφεδρευούσης δίκης, ἣ μὴ βλέποντας ἔβλεπε καὶ ὧν ἄξιοι τιμωριῶν εἰσιν.
- 2.163.1
ἐπεὶ δὲ αἱ ἐν τῷ στρατοπέδῳ συνεχεῖς ἐκβοήσεις κατὰ πολυανθρώπους ὁμίλους ἀθροιζομένων ἄχρι πολλοῦ διαστήματος ἐχώρουν, ὡς καὶ μέχρι τῆς ἀκρωρείας τὴν περιήχησιν ἐλθεῖν, πληχθεὶς τὰ ὦτα Μωυσῆς ἐν ἀμηχάνοις ἦν ἅτε θεοφιλὴς ὁμοῦ καὶ φιλάνθρωπος, μήτ’ ἐκλιπεῖν ὑπομένων τὰς πρὸς θεὸν ὁμιλίας, ἃς ἰδιάζων μόνος μόνῳ διελέγετο, μήθ’ ὑπεριδεῖν τοῦ πλήθους ἐμπιπλαμένου τῶν ἐξ ἀναρχίας κακοπραγιῶν· ἔγνω γὰρ τὸν θροῦν δεινὸς ὢν ἐκ
- 2.164.1
φωνῆς ἀνάρθρου καὶ ἀσήμου στοχάσασθαι ψυχῆς ἀδήλων καὶ ἀφανῶν τοῖς ἄλλοις παθῶν ἰδιότητας, ὅτι παροινίας ἐστὶν ἡ κατέχουσα ταραχή, γεννώσης ἀκρασίας μὲν κόρον, κόρου δὲ ὕβριν.
- 2.165.1
ἀνθελκόμενος δὲ καὶ ἀντισπώμενος πρὸς ἑκατέρου μέρους ὧδε κἀκεῖσε τί χρὴ δρᾶν ἠπόρει. σκοπουμένῳ δ’ αὐτῷ θεσπίζεται τάδε· „βάδιζε ταχέως ἐνθένδε, κατάβηθι· πρὸς ἀνομίαν ἔσπευσεν ὁ λεώς· χειροποίητον κατασκευάσαντες ταυρόμορφον θεὸν οὐ θεὸν προσκυνοῦσι καὶ θύουσιν, ὧν εἶδον καὶ ὧν ἤκουσαν ἁπάντων ὅσα συντείνει πρὸς εὐσέβειαν ἐκλαθόμενοι.“
← Previous · Next → — showing 401–500 of 627
First Thousand Years of Greek. CTS URN tlg0018.tlg022.1st1K-grc1. Via the Perseus Digital Library / Open Greek and Latin TEI corpora. Licence: Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License. Source.