De vita Mosis (lib. i‑ii)
- 1.301.1
δοθείσης δὲ ἀδείας, τὴν πληθὺν τῶν μειρακίων ἐπήγοντο πολὺ πρότερον τὴν διάνοιαν αὐτῶν ἀπατῶσαι καὶ τρέπουσαι ταῖς γοητείαις πρὸς ἀσέβειαν, ἕως υἱὸς τοῦ ἀρχιερέως Φινεὲς ἐπὶ τοῖς γινομένοις σφόδρα χαλεπήνας—δεινότατον γὰρ αὐτῷ κατεφαίνετο, εἰ ὑφ’ ἕνα καιρὸν ἄμφω τά τε σώματα καὶ τὰς ψυχὰς ἐπιδεδώκασι, τὰ μὲν ἡδοναῖς, τὰς δὲ τῷ παρανομεῖν καὶ ἀνοσιουργεῖν—ἐνεανιεύσατο νεανείαν ἀνδρὶ καλῷ καὶ ἀγαθῷ προσήκουσαν.
- 1.302.1
ἰδὼν γάρ τινα τῶν ἀπὸ τοῦ γένους θύοντα καὶ εἰσιόντα πρὸς πόρνην, μήτε κεκυφότα εἰς τοὔδαφος μήτε λανθάνειν τοὺς πολλοὺς πειρώμενον μήθ’ οἷα φιλεῖ κλέπτοντα τὴν εἴσοδον, ἀλλὰ μετ’ ἀναισχύντου θράσους τὴν ἀκοσμίαν ἐπιδεικνύμενον καὶ φρυαττόμενον ὡς ἐπὶ σεμνῷ πράγματι τῷ καταγελάστῳ, πάνυ πικρανθεὶς καὶ πληρωθεὶς ὀργῆς δικαίας ἐπεισδραμὼν ἔτι κατ’ εὐνὴν κειμένους ἀμφοτέρους τόν τ’ ἐραστὴν καὶ τὴν ἑταίραν ἀναιρεῖ προσανατεμὼν καὶ τὰ γεννητικά, διότι σποραῖς ὑπηρέτησαν ἐκθέσμοις.
- 1.303.1
τοῦτο θεασάμενοί τινες τὸ παράδειγμα τῶν τὴν ἐγκράτειαν καὶ θεοσέβειαν ἐζηλωκότων προστάξαντος Μωυσέως ἐμιμήσαντο καὶ πάντας τοὺς τελεσθέντας τοῖς χειροποιήτοις συγγενεῖς καὶ φίλους ἡβηδὸν ἀνελόντες τὸ μὲν μίασμα τοῦ ἔθνους ἐκκαθαίρουσι διὰ τῆς τῶν προηδικηκότων ἀπαραιτήτου τιμωρίας, τοὺς δ’ ἄλλους παρασχόντας ἀπολογίαν ἐναργεστάτην ὑπὲρ τῆς αὑτῶν εὐσεβείας περιεποιήσαντο, μηδένα τῶν ἀφ’ αἵματος κατακρίτων οἰκτισάμενοι μηδ’ ἐλέῳ τἀδικήματα αὐτῶν παρελθόντες, ἀλλὰ καθαροὺς νομίσαντες τοὺς αὐτόχειρας· ὅθεν οὐδενὶ παρεχώρησαν τὴν ἐπέξοδον φέρουσαν τοῖς δρῶσιν ἀψευδέστατον ἔπαινον.
- 1.304.1
τετρακισχιλίους δέ φασι πρὸς τοῖς δισμυρίοις ἀναιρεθῆναι μιᾷ ἡμέρᾳ, συναναιρεθέντος εὐθὺς τοῦ κοινοῦ μιάσματος, ὃ πᾶσαν τὴν στρατιὰν ἐκηλίδου. τῶν δὲ καθαρσίων ἐπιτελεσθέντων, ὡς ἀριστεῖ γέρας ἐπάξιον τῷ υἱῷ τοῦ ἀρχιερέως, ὃς πρῶτος ἐπὶ τὴν ἄμυναν ὥρμησεν, ἐζήτει παρασχεῖν Μωυσῆς· φθάνει δὲ χρησμοῖς δωρησάμενος ὁ θεὸς Φινεεῖ τὸ μέγιστον ἀγαθόν, εἰρήνην, ὃ μηδεὶς ἱκανὸς ἀνθρώπων παρασχεῖν, πρὸς δὲ τῇ εἰρήνῃ καὶ παγκρατησίαν ἱερωσύνης, αὐτῷ καὶ γένει κλῆρον ἀναφαίρετον.
- 1.305.1
Ἐπεὶ δὲ τῶν ἐμφυλίων οὐδὲν ἔτ’ ἦν ὑπόλοιπον κακῶν, ἀλλὰ καὶ ὅσοι πρὸς αὐτομολίαν ἢ προδοσίαν ὑπωπτεύοντο πάντες ἀπωλώλεσαν, ἔδοξεν εἶναι καιρὸς ἐπιτηδειότατος τῆς ἐπὶ τὸν Βαλάκην στρατείας, ἄνδρα μυρία καὶ βεβουλευμένον ἐργάσασθαι κακὰ καὶ δεδρακότα, βεβουλευμένον μὲν διὰ τοῦ μάντεως, ὃν ἤλπισεν ἀραῖς τισι δυνήσεσθαι καθελεῖν τὴν δύναμιν τῶν Ἑβραίων, δεδρακότα δὲ διὰ τῆς τῶν γυναικῶν ἀσελγείας καὶ ἀκολασίας, αἳ τὰ μὲν σώματα λαγνείαις τὰς δὲ ψυχὰς ἀσεβείᾳ τῶν χρωμένων διέφθειραν.
- 1.306.1
παντὶ μὲν οὖν τῷ στρατῷ πολεμεῖν οὐκ ἐδοκίμαζεν, εἰδὼς τὰ ὑπέρογκα πλήθη πταίοντα περὶ αὑτοῖς καὶ ἅμα λυσιτελὲς ἡγούμενος ἐφεδρείας εἶναι συμμάχων τοῖς προκαμοῦσι βοηθούς, ἀριστίνδην δὲ τοὺς ἡβῶντας ἐπιλέξας, χιλίους ἐκ φυλῆς ἑκάστης, δώδεκα χιλιάδας— τοσαῦται γὰρ ἦσαν αἱ φυλαί—καὶ στρατηγὸν ἑλόμενος τοῦ πολέμου Φινεὲς πεῖραν ἤδη δεδωκότα στρατηγικῆς εὐτολμίας ἐπὶ καλοῖς ἱερείοις ἐξέπεμπε τοὺς ὁπλίτας καὶ θαρσύνων τοιάδε διεξῄει· „οὐχ
- 1.307.1
ὑπὲρ κράτους ἀρχῆς ὁ παρὼν ἀγών ἐστιν οὐδ’ ὑπὲρ τοῦ κτήσασθαι τὰ ἑτέρων, περὶ ὧν ἢ μόνων ἢ μάλιστα οἱ πόλεμοι, ἀλλ’ ὑπὲρ εὐσεβείας καὶ ὁσιότητος, ὧν τοὺς ἡμετέρους συγγενεῖς καὶ φίλους ἠλλοτρίωσαν οἱ ἐχθροὶ παραίτιοι γενόμενοι τοῖς ὑπαχθεῖσι χαλεπῆς ἀπωλείας.
- 1.308.1
ἔστιν οὖν ἄτοπον οἰκείων μὲν αὐτόχειρας γεγενῆσθαι παρανομησάντων, ἐχθρῶν δὲ χαλεπώτερα ἠδικηκότων ἀποσχέσθαι, καὶ τοὺς μὲν μαθόντας ἀδικεῖν ἀνῃρηκέναι, τοὺς δὲ βιασαμένους καὶ διδάξαντας ἀτιμωρήτους καταλιπεῖν, οὓς ἁπάντων αἰτίους εἶναι συμβέβηκεν, ὧν ἢ δεδράκασιν ἢ πεπόνθασιν ἐκεῖνοι.“
- 1.309.1
νευρωθέντες οὖν ταῖς παραινέσεσιν ἐκεῖνοι καὶ ὅσον ἐν ταῖς ψυχαῖς προϋπῆρχε γενναιότητος ζωπυρήσαντες ὡς ἐφ’ ὁμολογουμένῃ νίκῃ πρὸς τὸν ἀγῶνα ἵεντο φρονήμασιν ἀηττήτοις· καὶ συμπλακέντες τοσαύτῃ περιουσίᾳ ῥώμης καὶ τόλμης ἐχρήσαντο, ὡς ἱερεῦσαι μὲν τοὺς ἀντιπάλους, αὐτοὶ δὲ πάντες σῷοι ἐπανελθεῖν, οὐδενὸς ἀποθανόντος ἀλλ’ οὐδὲ τρωθέντος.
- 1.310.1
ὑπέλαβεν ἄν τις τῶν ἀγνοούντων τὸ συμβεβηκὸς ἰδὼν αὐτοὺς ἐπανιόντας οὐκ ἀπὸ πολέμου καὶ παρατάξεως ἀφικνεῖσθαι μᾶλλον ἢ τῶν ἐν ταῖς ὁπλοσκοπίαις ἐπιδείξεων, ἃς ἔθος ἐν εἰρήνῃ ποιεῖσθαι, γυμνάσματα δ’ εἰσὶ καὶ μελέται συγκροτουμένων τὰ κατ’ ἐχθρῶν ἐν φίλοις.
- 1.311.1
τὰς μὲν οὖν πόλεις ἢ κατασκάπτοντες ἢ ἐμπιπράντες ἠφάνισαν, ὡς μηδ’ εἰ τὴν ἀρχὴν ᾠκίσθησαν εἰπεῖν ἔχειν· αἰχμαλώτων δὲ σωμάτων ἀπερίληπτον ἀριθμὸν ἀπαγαγόντες ἄνδρας μὲν καὶ γυναῖκας κτείνειν ἐδικαίωσαν, τοὺς μὲν ὅτι βουλευμάτων καὶ χειρῶν ἦρξαν ἀδίκων, τὰς δ’ ἐπεὶ κατεγοήτευσαν τὴν Ἑβραίων νεότητα, παραιτίας γενομένας αὐτοῖς ἀκολασίας καὶ ἀσεβείας καὶ τὰ τελευταῖα θανάτου· νέοις δὲ κομιδῇ παισὶ καὶ παρθένοις συνέγνωσαν, ἀμνηστίαν τῆς ἡλικίας ἐφελκομένης.
- 1.312.1
λείας δὲ πολλῆς ἄγαν εὐπορήσαντες ἔκ τε τῶν βασιλείων κἀκ τῶν ἰδιωτικῶν οἰκιῶν, ἔτι δὲ τῶν κατ’ ἀγροὺς ἐπαύλεων—ἦν γὰρ ἐν τοῖς χωρίοις οὐκ ἐλάττων τῆς ἐν τοῖς ἄστεσιν —, ἧκον εἰς τὸ στρατόπεδον ἐπηχθισμένοι τὸν παρὰ τῶν ἐχθρῶν πάντα πλοῦτον.
- 1.313.1
ἐπαινέσας δὲ Μωυσῆς τόν τε στρατηγὸν Φινεὲς καὶ τοὺς παραταξαμένους ἐπί τε τοῖς κατορθώμασι καὶ ὅτι ταῖς ὠφελείαις οὐκ ἐπέδραμον τὴν λείαν μόνοι σφετερίσασθαι διανοηθέντες, ἀλλ’ εἰς μέσον προὔθεσαν, ἵνα καὶ οἱ καταμείναντες ἐν ταῖς σκηναῖς μετάσχωσι, προστάττει τοὺς μὲν ἔξω τοῦ στρατοπέδου καταμένειν τινὰς ἡμέρας, τῷ δὲ μεγάλῳ ἱερεῖ καθᾶραι τοῦ φόνου τοὺς ἀπὸ τῆς παρατάξεως ἥκοντας τῶν συμμάχων.
- 1.314.1
καὶ γὰρ εἰ νόμιμοι αἱ κατ’ ἐχθρῶν σφαγαί, ἀλλ’ ὅ γε κτείνων ἄνθρωπον, εἰ καὶ δικαίως καὶ ἀμυνόμενος καὶ βιασθείς, ὑπαίτιος εἶναι δοκεῖ διὰ τὴν ἀνωτάτω καὶ κοινὴν συγγένειαν· οὗ χάριν καθαρσίων ἐδέησε τοῖς κτείνασι πρὸς ἀπαλλαγὴν τοῦ νομισθέντος ἄγους γεγενῆσθαι.
- 1.315.1
μετ’ οὐ πολὺν μέντοι χρόνον καὶ τὴν λείαν διένειμε, τοῖς μὲν στρατευσαμένοις—ὀλίγος δ’ ἀριθμὸς ἦσαν παρὰ τοὺς ἡσυχάσαντας —διδοὺς ἥμισυ μέρος, θάτερον δὲ τοῖς καταμείνασιν ἐν τῷ στρατοπέδῳ· δίκαιον γὰρ ὑπέλαβεν εἶναι καὶ τούτοις μεταδοῦναι τῆς ὠφελείας, εἰ καὶ μὴ τοῖς σώμασι, ταῖς γοῦν ψυχαῖς διαγωνισαμένοις· οἱ γὰρ ἔφεδροι τῶν ἀγωνιστῶν οὐκ ἐλαττούμενοι ταῖς προθυμίαις χρόνῳ καὶ τῷ φθασθῆναι μόνον ὑστερίζουσι.
- 1.316.1
λαβόντων δὲ τῶν μὲν ὀλίγων πλείω διὰ τὸ προκινδυνεῦσαι, τῶν δὲ πλειόνων ἐλάττω διὰ τὴν ἔνδον μονήν, ἔδοξεν ἀναγκαῖον εἶναι πάσης τῆς λείας τὰς ἀπαρχὰς καθιερῶσαι· τὸ μὲν οὖν πεντηκοστὸν οἱ ἐφεδρεύσαντες, πεντακοσιοστὴν δὲ μοῖραν οἱ προπολεμήσαντες εἰσήνεγκαν· τῶν δ’ ἀπαρχῶν τὰς μὲν παρὰ τῶν στρατευσαμένων τῷ μεγάλῳ ἱερεῖ προστάττει δοθῆναι, τὰς δὲ παρὰ τῶν καταμεινάντων ἐν τῷ στρατοπέδῳ τοῖς νεωκόροις, οἷς ὄνομα Λευῖται.
- 1.317.1
χιλίαρχοι δὲ καὶ ἑκατόνταρχοι καὶ ὁ ἄλλος ὅμιλος λοχαγῶν καὶ ταξιαρχῶν ὑπέρ τε τῆς αὑτῶν σωτηρίας καὶ τῶν συστρατευσαμένων καὶ τῆς παντὸς λόγου κρείττονος νίκης ἐθελονταὶ κομίζουσιν ἐξαιρέτους ἀπαρχάς, κόσμον τε χρυσοῦν ὅσον ἕκαστος ἐκ τῆς λείας ἀνεῦρε καὶ σκεύη πολυτελέστατα, ὧν πάλιν ὕλη χρυσὸς ἦν· ἃ Μωυσῆς λαβὼν καὶ τὴν εὐσέβειαν τῶν φερόντων ἀγάμενος ἀνατίθησιν ἐν τῇ καθιερωμένῃ σκηνῇ τῆς εὐχαριστίας τῶν ἀνδρῶν ὑπόμνημα.
- 1.318.1
παγκάλη δὲ ἡ διανομὴ τῶν ἀπαρχῶν· τὰς μὲν τῶν μὴ πεπολεμηκότων, ἡμίσειαν ἀρετῆς τὴν χωρὶς ἔργου προθυμίαν αὐτὸ μόνον ἐπιδειξαμένων, τοῖς νεωκόροις ἀπένειμε, τὰς δὲ τῶν ἀγωνισαμένων, οἳ σώμασι καὶ ψυχαῖς ἐκινδύνευσαν ὁλόκληρον ἀνδραγαθίαν παρασχόμενοι, τῷ προεστηκότι τῶν νεωκόρων ἱερεῖ τῷ μεγάλῳ, τὰς δὲ τῶν ταξιαρχῶν ἅτε ἡγεμονικὰς τῷ συμπάντων ἡγεμόνι θεῷ.
- 1.319.1
Πάντες οὗτοι διεπολεμήθησαν οἱ πόλεμοι, μήπω διαβεβηκότων Ἰορδάνην τὸν ἐγχώριον ποταμόν, πρὸς τοὺς τῆς ἀντιπέρας γῆς οἰκήτορας εὐδαίμονος καὶ βαθείας, ἐν ᾗ πολλὴ πεδιὰς σιτοφόρος καὶ χιλὸν κτήνεσιν ἐνεγκεῖν ἀγαθή.
- 1.320.1
ταύτην ὡς ἐθεάσαντο τὴν χώραν αἱ κτηνοτρόφοι δύο φυλαί, μοῖρα τοῦ σύμπαντος ἕκτη στρατοῦ, Μωυσῆν ἱκέτευον ἐπιτρέψαι τὰς κληρουχίας ἐνταυθοῖ λαβεῖν αὐτὰς ἤδη ποτὲ ἱδρυθείσας· ἐπιτηδειότατον γὰρ ἔφασκον εἶναι τὸν τόπον ἐννέμεσθαί τε καὶ ἐμβόσκεσθαι θρέμμασιν εὔυδρον ὄντα καὶ εὔχορτον καὶ προβατευσίμην ἄφθονον πόαν ἀπαυτοματίζοντα.
- 1.321.1
ὁ δὲ νομίσας αὐτοὺς ἢ προεδρίᾳ τὴν διανομὴν τά τε γέρα πρὸ καιροῦ λαμβάνειν ἀξιοῦν ἢ πρὸς τοὺς μέλλοντας πολέμους ἀποκνεῖν, ἐφεδρευόντων ἔτι πλειόνων βασιλέων, οἳ τὴν εἴσω τοῦ ποταμοῦ χώραν διεκεκλήρωντο, πάνυ δυσχεράνας πρὸς ὀργὴν ἀποκρίνεται καί φησιν·
- 1.322.1
„ὑμεῖς μὲν οὖν ἐνταυθοῖ καθεδεῖσθε σχολὴν ἐν οὐ δέοντι καὶ ἀργίαν ἕξοντες, τοὺς δ’ ὑμετέρους συγγενεῖς καὶ φίλους οἱ λειπόμενοι τραχηλιοῦσι πόλεμοι, καὶ τὰ μὲν ἆθλα μόνοις ὑμῖν ὡς ἐπὶ κατωρθωμένοις πᾶσι δοθήσεται, μάχαι δὲ καὶ πόνοι καὶ ταλαιπωρίαι καὶ οἱ ἀνωτάτω κίνδυνοι ἑτέρους ἀναμενοῦσιν;
- 1.323.1
ἀλλ’ οὐ δίκαιον ὑμᾶς μὲν εἰρήνην καὶ τὰ ἐκ τῆς εἰρήνης ἀγαθὰ καρποῦσθαι, τοὺς δ’ ἄλλους πολέμοις καὶ κακοῖς ἀμυθήτοις ἐναθλεῖν, οὐδὲ προσθήκην τὸ ὅλον μέρους εἶναι· τοὐναντίον γὰρ ἕνεκα τῶν ὅλων τὰ μέρη κληρονομίας ἀξιοῦται.
- 1.324.1
πάντες ἐστὲ ἰσότιμοι, γένος ἕν, οἱ αὐτοὶ πατέρες, οἰκία μία, ἔθη τὰ αὐτά, κοινωνία νόμων, ἄλλα μυρία, ὧν ἕκαστον τὴν οἰκειότητα συνδεῖ καὶ πρὸς εὔνοιαν ἁρμόζεται. διὰ τί δὴ τῶν ἴσων ἐν τοῖς μεγίστοις καὶ ἀναγκαιοτάτοις ἀξιωθέντες ἐν ταῖς διανομαῖς πλεονεκτήσετε, ὡς ἢ ἄρχοντες ὑπηκόων ἢ δεσπόται δούλων καταφρονήσαντες;
- 1.325.1
ἔδει μὲν ὑμᾶς ταῖς ἑτέρων πληγαῖς πεπαιδεῦσθαι· φρονίμων γὰρ ἀνδρῶν μὴ ἀναμένειν, ἄχρις ἂν ἐπ’ αὐτοὺς ἔλθῃ τὰ δεινά· νυνὶ δὲ παραδείγματ’ ἔχοντες οἰκεῖα τοὺς πατέρας, οἳ κατεσκέψαντο τήνδε τὴν χώραν, καὶ τὰς ἐκείνων συμφορὰς καὶ τῶν συναπονοηθέντων—ἅπαντες γὰρ ἔξω δυοῖν ἀπώλοντο —, δέον μηδενὶ τῶν ὁμοίων συνεπιγράφεσθαι, δειλίαν, ὦ κενοὶ φρενῶν, ζηλοῦτε ὡς οὐκ εὐαλωτότεροι γενησόμενοι καὶ τὰς προθυμίας ὑποσκελίζετε τῶν ἀνδραγαθίζεσθαι προαιρουμένων ἐκλύοντες καὶ παριέντες αὐτῶν τὰ φρονήματα. τοιγάρτοι σπεύδοντες ἁμαρτάνειν σπεύσετε καὶ πρὸς τιμωρίας·
- 1.326.1
ἡ γὰρ δίκη μόλις μὲν εἴωθε κινεῖσθαι, κινηθεῖσα δ’ ἅπαξ φθάνει προκαταλαμβάνουσα τοὺς ἀποδιδράσκοντας.
- 1.327.1
ὅταν οὖν ἅπαντες μὲν οἱ ἐχθροὶ καθαιρεθῶσιν, ἔφεδρος δὲ μηδεὶς ἔτι προσδοκᾶται πόλεμος, ἐν δὲ ταῖς εὐθύναις ἀνεπίληπτοι δοκιμασθῶσιν οἱ σύμμαχοι, μὴ λιποτάξιον, μὴ λιποστράτιον, μηδὲν ἄλλο τῶν ἐφ’ ἥττῃ διαπεπραγμένοι, παραμεμενηκότες δ’ ἐξ ἀρχῆς ἄχρι τέλους φαίνωνται καὶ τοῖς σώμασι καὶ ταῖς προθυμίαις, ἐρημωθῇ δὲ πᾶσα ἡ χώρα τῶν προενῳκηκότων, τηνικαῦτα δοθήσεται τὰ γέρα καὶ τὰ ἀριστεῖα ταῖς φυλαῖς ἐξ ἴσου.“
- 1.328.1
τὴν δὲ νουθεσίαν πρᾴως ἐνεγκόντες ὡς υἱοὶ γνήσιοι σφόδρα εὔνου πατρὸς—ᾔδεσαν γὰρ αὐτὸν οὐ καταλαζονευόμενον ἀρχῆς ἐξουσίᾳ, προκηδόμενον δὲ πάντων καὶ δικαιοσύνην καὶ ἰσότητα τιμῶντα καὶ τὸ μισοπόνηρον οὐκ ἐπ’ ὀνείδει σωφρονισμῷ δὲ τῶν βελτιοῦσθαι δυναμένων αἰεὶ ποιούμενον—„εἰκότως μὲν“ ἔφασαν „ἀγανακτεῖς, εἰ τοῦθ’ ὑπείληφας, ὅτι τὴν συμμαχίαν ἀπολιπόντες πρὸ καιροῦ τὰς λήξεις λαβεῖν ἐπειγόμεθα.
- 1.329.1
χρὴ δὲ σαφῶς εἰδέναι, ὅτι οὐδὲν ἡμᾶς φοβεῖ τῶν σὺν ἀρετῇ, κἂν ἐπιπονώτατον τυγχάνῃ. κρίνομεν δ’ ἀρετῆς ἔργα, πειθαρχεῖν τέ σοι τοιῷδε ἡγεμόνι καὶ τῶν δεινῶν μὴ ὑστερίζειν καὶ ἐν ἁπάσαις ἐξετάζεσθαι ταῖς μελλούσαις στρατείαις, ἄχρις ἂν τὰ πράγματα λάβῃ τέλος αἴσιον.
- 1.330.1
ἡμεῖς μὲν οὖν καθὰ καὶ πρότερον συνταξάμενοι διαβησόμεθα τὸν Ἰορδάνην ἐν ταῖς παντευχίαις, οὐδενὶ τῶν ὁπλιτῶν πρόφασιν παρασχόντες μονῆς· υἱοὶ δὲ κομιδῇ νήπιοι καὶ θυγατέρες καὶ γυναῖκες καὶ τὸ πλῆθος τῶν βοσκημάτων, ἐὰν ἐπιτρέπῃς, ὑπολελείψονται, παισὶ μὲν καὶ γυναιξὶν οἰκίας ἐπαύλεις δὲ θρέμμασι κατασκευασάντων ἡμῶν, ἵνα μηδὲν ἐξ ἐπιδρομῆς δεινὸν πάθωσιν ἐν ἀτειχίστοις καὶ ἀφρουρήτοις προκαταληφθέντες.“
- 1.331.1
ὁ δ’ ἵλεῳ τῷ βλέμματι καὶ πρᾳοτέρᾳ τῇ φωνῇ „ἀψευδοῦσιν ὑμῖν“ ἔφη „βέβαιοι μενοῦσιν ἃς ᾐτήσασθε λήξεις. ὑπολείπεσθε μὲν ὡς ἀξιοῦτε γυναῖκας καὶ παῖδας καὶ βοσκήματα, κατὰ λόχους δ’ αὐτοὶ διαβαίνετε μετὰ τῶν ἄλλων ὡπλισμένοι καὶ ἐκτεταγμένοι πρὸς μάχην ὡς αὐτίκα, ἢν δέῃ, πολεμήσοντες.
- 1.332.1
αὖθις δ’ ὅταν ἅπαντες οἱ ἐχθροὶ καθαιρεθῶσι καὶ γενομένης εἰρήνης τὴν χώραν οἱ κεκρατηκότες διανείμωνται, καὶ ὑμεῖς ἐπανελεύσεσθε πρὸς τοὺς οἰκείους τῶν ἐπιβαλλόντων ἀπολαύσοντες ἀγαθῶν καὶ καρπωσόμενοι ἣν εἵλεσθε μοῖραν.“
- 1.333.1
ταῦτ’ εἰπόντος καὶ ὑποσχομένου, πληρωθέντες εὐθυμίας καὶ χαρᾶς τοὺς μὲν οἰκείους μετὰ τῶν θρεμμάτων ἀσφαλῶς ἐν ἐρύμασι δυσαλώτοις, ὧν τὰ πλεῖστα χειροποίητα ἦν, ἱδρύονται, τὰ δ’ ὅπλα ἀναλαβόντες ἐξέθεον τῶν ἄλλων συμμάχων προθυμότερον ὡς ἢ μόνοι πολεμήσοντες ἢ προαγωνιούμενοι πάντων· ὁ γὰρ προλαβών τινα δωρεὰν προθυμότερος εἰς συμμαχίαν, ἀποτίνειν ἀναγκαῖον ὄφλημα νομίζων, οὐ χαρίζεσθαι.
- 1.334.1
τὰ μὲν δὴ κατὰ τὴν βασιλείαν πεπραγμένα αὐτῷ μεμήνυται· λεκτέον δ’ ἑξῆς καὶ ὅσα διὰ τῆς ἀρχιερωσύνης καὶ νομοθετικῆς κατώρθωσε· καὶ γὰρ ταύτας περιεποιήσατο τὰς δυνάμεις ὡς ἁρμοττούσας μάλιστα βασιλείᾳ.
- 2.1.1
Ἡ μὲν προτέρα σύνταξίς ἐστι περὶ γενέσεως τῆς Μωυσέως καὶ τροφῆς, ἔτι δὲ παιδείας καὶ ἀρχῆς, ἣν οὐ μόνον ἀνεπιλήπτως ἀλλὰ καὶ σφόδρα ἐπαινετῶς ἦρξε, καὶ τῶν ἔν τε Αἰγύπτῳ καὶ ταῖς ὁδοιπορίαις ἐπί τε τῆς ἐρυθρᾶς θαλάσσης καὶ κατὰ τὴν ἐρήμην πεπραγμένων, ἃ δύναμιν πᾶσαν λόγων ὑπερβάλλει, καὶ προσέτι πόνων οὓς κατώρθωσε καὶ κληρουχιῶν ἃς ἐκ μέρους ἀπένειμε τοῖς στρατευσαμένοις· ἣν δὲ νυνὶ συντάττομεν, περὶ τῶν ἑπομένων καὶ ἀκολούθων.
- 2.2.1
φασὶ γάρ τινες οὐκ ἀπὸ σκοποῦ, μόνως ἂν οὕτω τὰς πόλεις ἐπιδοῦναι πρὸς τὸ βέλτιον, ἐὰν ἢ οἱ βασιλεῖς φιλοσοφήσωσιν ἢ οἱ φιλόσοφοι βασιλεύσωσιν. ὁ δ’ ἐκ περιττοῦ φανεῖται μὴ μόνον ταύτας ἐπιδεδειγμένος τὰς δυνάμεις ἐν ταὐτῷ, τήν τε βασιλικὴν καὶ φιλόσοφον, ἀλλὰ καὶ τρεῖς ἑτέρας, ὧν ἡ μὲν πραγματεύεται περὶ νομοθεσίαν, ἡ δὲ περὶ ἀρχιερωσύνην, ἡ δὲ τελευταία περὶ προφητείαν.
- 2.3.1
περὶ ὧν νυνὶ λέγειν εἱλόμην ἀναγκαίως ὑπολαβὼν τῷ αὐτῷ πάντ’ ἐφαρμόττειν· ἐγένετο γὰρ προνοίᾳ θεοῦ βασιλεύς τε καὶ νομοθέτης καὶ ἀρχιερεὺς καὶ προφήτης καὶ ἐν ἑκάστῳ τὰ πρωτεῖα ἠνέγκατο· διὰ τί δὲ τῷ αὐτῷ πάντ’ ἐφαρμόττει, δηλωτέον.
- 2.4.1
βασιλεῖ προσήκει προστάττειν ἃ χρὴ καὶ ἀπαγορεύειν ἃ μὴ χρή· πρόσταξις δὲ τῶν πρακτέων καὶ ἀπαγόρευσις τῶν οὐ πρακτέων ἴδιον νόμου, ὡς εὐθὺς εἶναι τὸν μὲν βασιλέα νόμον ἔμψυχον, τὸν δὲ νόμον βασιλέα δίκαιον.
- 2.5.1
βασιλεὺς δὲ καὶ νομοθέτης ὀφείλει μὴ τἀνθρώπεια μόνον ἀλλὰ καὶ τὰ θεῖα συνεπισκοπεῖν· οὐ γὰρ ἄνευ θείας ἐπιφροσύνης κατορθοῦται τὰ βασιλέων καὶ ὑπηκόων πράγματα· δι’ ἣν αἰτίαν ἐδέησε τῷ τοιούτῳ τῆς πρώτης ἱερωσύνης, ἵν’ ἐπὶ τελείοις ἱεροῖς καὶ ἐπιστήμῃ τελείᾳ τῆς τοῦ θεοῦ θεραπείας ἀποτροπὴν μὲν κακῶν μετουσίαν δ’ ἀγαθῶν αὑτῷ τε καὶ τοῖς ἀρχομένοις αἰτῆται παρὰ τοῦ ἵλεω καὶ ταῖς εὐχαῖς συνεπινεύοντος· πῶς γὰρ οὐ τελεσφορήσει τὰς εὐχὰς ὁ καὶ ἐκ φύσεως εὐμενὴς καὶ τοὺς γνησίως θεραπεύοντας αὐτὸν προνομίας ἀξιῶν;
- 2.6.1
ἀλλ’ ἐπειδὴ μυρία καὶ βασιλεῖ καὶ νομοθέτῃ καὶ ἀρχιερεῖ τῶν ἀνθρωπείων καὶ θείων ἄδηλα—γενητὸς γὰρ οὐδὲν ἧττον καὶ θνητός ἐστιν, εἰ καὶ τοσοῦτον καὶ οὕτως ἄφθονον περιβέβληται κλῆρον εὐπραγιῶν —, ἀναγκαίως καὶ προφητείας ἔτυχεν, ἵν’ ὅσα μὴ λογισμῷ δύναται καταλαμβάνειν, ταῦτα προνοίᾳ θεοῦ εὕροι· ὧν γὰρ ὁ νοῦς ἀπολείπεται, πρὸς ταῦθ’ ἡ προφητεία φθάνει.
- 2.7.1
καλή γε ἡ συζυγία καὶ παναρμόνιος τῶν τεττάρων δυνάμεων· ἐμπλεκόμεναι γὰρ καὶ ἀλλήλων ἐχόμεναι συγχορεύουσι τὰς ὠφελείας ἀντιλαμβάνουσαί τε καὶ ἀντεκτίνουσαι, μιμούμεναι τὰς παρθένους Χάριτας, αἷς μὴ διαζεύγνυσθαι νόμος φύσεως ἀκίνητος· ἐφ’ ὧν δεόντως εἴποι τις ἄν, ὃ καὶ ἐπὶ τῶν ἀρετῶν εἴωθε λέγεσθαι, ὅτι ὁ μίαν ἔχων καὶ πάσας ἔχει.
- 2.8.1
Ῥητέον δὲ πρῶτον περὶ τῶν κατὰ τὴν νομοθετικὴν ἕξιν. οὐκ ἀγνοῶ μὲν οὖν, ὅτι τῷ μέλλοντι ἀρίστῳ γενήσεσθαι νομοθέτῃ προσήκει παντελέσι καὶ ὁλοκλήροις κεχρῆσθαι ταῖς ἀρεταῖς πάσαις· ἐπεὶ δὲ κἀν ταῖς οἰκίαις οἱ μὲν ἐγγυτάτω γένους εἰσίν, οἱ δὲ πόρρω, συγγενεῖς δὲ πάντες ἀλλήλων, καὶ τῶν ἀρετῶν τὰς μὲν προσπεφυκέναι νομιστέον μᾶλλον ἐνίοις πράγμασι, τὰς δ’ ἧττον ᾠκειῶσθαι.
- 2.9.1
νομοθετικῇ δ’ ἀδελφὰ καὶ συγγενῆ τέτταρα ταυτὶ διαφερόντως ἐστί· τὸ φιλάνθρωπον, τὸ φιλοδίκαιον, τὸ φιλάγαθον, τὸ μισοπόνηρον· ὑπὸ γὰρ τούτων ἑκάστου παρακαλεῖται πᾶς, ὅτῳ ζῆλος εἰσέρχεται τοῦ νομοθετεῖν, φιλανθρωπίας μὲν εἰς μέσον προτιθέναι τὰς κοινωφελεῖς γνώμας ἀναδιδασκούσης, δικαιοσύνης δὲ ὡς ἰσότητα τιμητέον καὶ ὡς τὸ κατ’ ἀξίαν ἀπονεμητέον ἑκάστοις, φιλαγαθίας δ’ ἀποδέχεσθαι τὰ φύσει καλὰ καὶ παρέχειν ἅπασι τοῖς ἀξίοις ἀταμίευτα πρὸς ἀφθονωτάτην χρῆσιν, μισοπονηρίας δὲ προβεβλῆσθαι τοὺς ἀτιμάζοντας ἀρετὴν καὶ ὡς κοινοὺς δυσμενεῖς τοῦ τῶν ἀνθρώπων γένους ὑποβλέπεσθαι.
- 2.10.1
μέγα μὲν οὖν, εἴ τῳ καὶ ἕν τι τῶν λεχθέντων λαβεῖν ἐγένετο, θαυμαστὸν δ’ ὡς ἔοικε τούτων ἀθρόων περιδράξασθαι δυνηθῆναι, οὗ μόνος Μωυσῆς ἐφικέσθαι δοκεῖ τρανώσας εὖ μάλα τὰς εἰρημένας ἀρετὰς ἐν οἷς διετάξατο.
- 2.11.1
συνίσασι δ’ οἱ ταῖς ἱεραῖς βίβλοις ἐντυγχάνοντες, ἃς οὐκ ἄν, εἰ μὴ τοιοῦτος ἐπεφύκει, συνέγραψεν ὑφηγησαμένου θεοῦ καὶ παρέδωκε τοῖς ἀξίοις χρῆσθαι, κτημάτων τὸ κάλλιστον, τῶν ἀγαλματοφορουμένων ἐν τῇ ψυχῇ παραδειγμάτων ἀπεικονίσματα καὶ μιμήματα, ἃ καὶ οἱ δηλωθέντες νόμοι γεγόνασι σαφέστατα τὰς λεχθείσας ἐμφαίνοντες ἀρετάς.
- 2.12.1
Ὅτι δ’ αὐτός τε νομοθετῶν ἄριστος τῶν πανταχοῦ πάντων, ὅσοι παρ’ Ἕλλησιν ἢ βαρβάροις ἐγένοντο, καὶ οἱ νόμοι κάλλιστοι καὶ ὡς ἀληθῶς θεῖοι μηδὲν ὧν χρὴ παραλιπόντες, ἐναργεστάτη πίστις ἥδε·
- 2.13.1
τὰ μὲν τῶν ἄλλων νόμιμα εἴ τις ἐπίοι τῷ λογισμῷ, διὰ μυρίας προφάσεις εὑρήσει κεκινημένα, πολέμοις ἢ τυραννίσιν ἤ τισιν ἄλλοις ἀβουλήτοις, ἃ νεωτερισμῷ τύχης κατασκήπτει· πολλάκις δὲ καὶ τρυφὴ πλεονάσασα χορηγίαις καὶ περιουσίαις ἀφθόνοις καθεῖλε νόμους, „τὰ λίαν ἀγαθὰ“ τῶν πολλῶν φέρειν οὐ δυναμένων, ἀλλὰ διὰ κόρον ἐξυβριζόντων·
- 2.14.1
ὕβρις δ’ ἀντίπαλον νόμῳ. τὰ δὲ τούτου μόνου βέβαια, ἀσάλευτα, ἀκράδαντα, καθάπερ σφραγῖσι φύσεως αὐτῆς σεσημασμένα, μένει παγίως ἀφ’ ἧς ἡμέρας ἐγράφη μέχρι νῦν καὶ πρὸς τὸν ἔπειτα πάντα διαμενεῖν ἐλπὶς αὐτὰ αἰῶνα ὥσπερ ἀθάνατα, ἕως ἂν ἥλιος καὶ σελήνη καὶ ὁ σύμπας οὐρανός τε καὶ κόσμος ᾖ.
- 2.15.1
τοσαύταις γοῦν χρησαμένου τοῦ ἔθνους μεταβολαῖς κατά τε εὐπραγίας καὶ τοὐναντίον, οὐδὲν ἀλλ’ οὐδὲ τὸ μικρότατον τῶν διατεταγμένων ἐκινήθη, πάντων ὡς ἔοικε τὸ σεμνὸν καὶ θεοπρεπὲς αὐτῶν ἐκτετιμηκότων.
- 2.16.1
ἃ δὲ μὴ λιμὸς ἢ λοιμὸς ἢ πόλεμος ἢ βασιλεὺς ἢ τύραννος ἢ ψυχῆς ἢ σώματος ἢ παθῶν ἢ κακιῶν ἐπανάστασις ἤ τι ἄλλο θεήλατον ἢ ἀνθρώπειον κακὸν ἔλυσε, πῶς οὐ περιμάχητα καὶ παντὸς λόγου κρείττονα καθέστηκεν;
- 2.17.1
ἀλλ’ οὔπω τοῦτο θαυμαστόν, καίτοι μέγα καθ’ αὑτὸ δεόντως ἂν νομισθέν, τὸ ἐξ ἅπαντος τοῦ χρόνου πεφυλάχθαι τοὺς νόμους ἐν βεβαίῳ· ἀλλ’ ἐκεῖνο θαυμασιώτερον, ὡς ἔοικε, τὸ μὴ μόνον Ἰουδαίους ἀλλὰ καὶ τοὺς ἄλλους σχεδὸν ἅπαντας καὶ μάλιστα οἷς ἀρετῆς πλείων λόγος πρὸς τὴν ἀποδοχὴν αὐτῶν καὶ τιμὴν ὡσιῶσθαι· γέρας γὰρ τοῦτ’ ἔλαχον ἐξαίρετον, ὃ μηδενὶ πρόσεστιν ἑτέρῳ.
- 2.18.1
σημεῖον δέ· τῶν κατὰ τὴν Ἑλλάδα καὶ βάρβαρον, ὡς ἔπος εἰπεῖν, οὐδεμία πόλις ἐστίν, ἣ τὰ ἑτέρας νόμιμα τιμᾷ, μόλις δὲ καὶ τῶν αὑτῆς εἰς ἀεὶ περιέχεται, πρὸς τὰς τῶν καιρῶν καὶ τῶν πραγμάτων μεθαρμοζομένη τροπάς.
- 2.19.1
Ἀθηναῖοι τὰ Λακεδαιμονίων ἔθη καὶ νόμιμα προβέβληνται καὶ Λακεδαιμόνιοι τὰ Ἀθηναίων· ἀλλ’ οὐδὲ κατὰ τὴν βάρβαρον Αἰγύπτιοι τοὺς Σκυθῶν νόμους φυλάττουσιν ἢ Σκύθαι τοὺς Αἰγυπτίων ἢ συνελόντι φράσαι τοὺς τῶν κατ’ Εὐρώπην οἱ τὴν Ἀσίαν οἰκοῦντες ἢ τοὺς τῶν Ἀσιανῶν ἐθνῶν οἱ ἐν Εὐρώπῃ· ἀλλὰ σχεδὸν οἱ ἀφ’ ἡλίου ἀνιόντος ἄχρι δυομένου, πᾶσα χώρα καὶ ἔθνος καὶ πόλις, τῶν ξενικῶν νομίμων ἀλλοτριοῦνται καὶ οἴονται τὴν τῶν οἰκείων ἀποδοχήν, εἰ τὰ παρὰ τοῖς ἄλλοις ἀτιμάζοιεν, συναυξήσειν.
- 2.20.1
ἀλλ’ οὐχ ὧδ’ ἔχει τὰ ἡμέτερα· πάντας γὰρ ἐπάγεται καὶ συνεπιστρέφει, βαρβάρους, Ἕλληνας, ἠπειρώτας, νησιώτας, ἔθνη τὰ ἑῷα, τὰ ἑσπέρια, Εὐρώπην, Ἀσίαν, ἅπασαν τὴν οἰκουμένην ἀπὸ περάτων ἐπὶ πέρατα.
- 2.21.1
τίς γὰρ τὴν ἱερὰν ἐκείνην ἑβδόμην οὐκ ἐκτετίμηκεν, ἄνεσιν πόνων καὶ ῥᾳστώνην αὑτῷ τε καὶ τοῖς πλησιάζουσιν, οὐκ ἐλευθέροις μόνον ἀλλὰ καὶ δούλοις, μᾶλλον δὲ καὶ ὑποζυγίοις διδούς;
- 2.22.1
φθάνει γὰρ ἡ ἐκεχειρία καὶ πρὸς πᾶσαν ἀγέλην καὶ ὅσα πρὸς ὑπηρεσίαν γέγονεν ἀνθρώπου καθάπερ δοῦλα θεραπεύοντα τὸν φύσει δεσπότην, φθάνει καὶ πρὸς δένδρων καὶ φυτῶν ἅπασαν ἰδέαν· οὐ γὰρ ἔρνος, οὐ κλάδον, ἀλλ’ οὐδὲ πέταλον ἐφεῖται τεμεῖν ἢ καρπὸν ὁντινοῦν δρέψασθαι, πάντων διαφειμένων κατ’ ἐκείνην τὴν ἡμέραν καὶ ὥσπερ ἐλευθερίαν ἀγόντων, κοινῷ κηρύγματι μηδενὸς ἐπιψαύοντος.
- 2.23.1
τίς δὲ τὴν λεγομένην νηστείαν οὐ τέθηπε καὶ προσκυνεῖ δι’ ἔτους ἀγομένην τῆς ἱερομηνίας αὐστηρότερον καὶ σεμνότερον τρόπον; ἐν ᾗ μὲν γὰρ πολὺς ἄκρατος καὶ τράπεζαι πολυτελεῖς καὶ ὅσα περὶ ἐδωδὴν καὶ πόσιν ἄφθονα πάντα, δι’ ὧν αἱ ἀκόρεστοι γαστρὸς ἡδοναὶ συναύξονται προσαναρρηγνῦσαι καὶ τὰς ὑπογαστρίους ἐπιθυμίας·
- 2.24.1
ἐν ᾗ δ’ οὐ σιτίον, οὐ ποτὸν ἔξεστι προσενέγκασθαι, καθαραῖς ὅπως διανοίαις, μηδενὸς ἐνοχλοῦντος μηδ’ ἐμποδίζοντος σωματικοῦ πάθους, ὁποῖα φιλεῖ συμβαίνειν ἐκ πλησμονῆς, ἑορτάζωσιν ἱλασκόμενοι τὸν πατέρα τοῦ παντὸς αἰσίοις εὐχαῖς, δι’ ὧν ἀμνηστίαν μὲν παλαιῶν ἁμαρτημάτων, κτῆσιν δὲ καὶ ἀπόλαυσιν νέων ἀγαθῶν εἰώθασιν αἰτεῖσθαι.
- 2.25.1
Τὸ δὲ τῆς νομοθεσίας ἱεροπρεπὲς ὡς οὐ παρ’ Ἰουδαίοις μόνον ἀλλὰ καὶ παρὰ πᾶσι τοῖς ἄλλοις τεθαύμασται, δῆλον ἔκ τε τῶν εἰρημένων ἤδη κἀκ τῶν μελλόντων λέγεσθαι.
- 2.26.1
τὸ παλαιὸν ἐγράφησαν οἱ νόμοι γλώσσῃ Χαλδαϊκῇ καὶ μέχρι πολλοῦ διέμειναν ἐν ὁμοίῳ τὴν διάλεκτον οὐ μεταβάλλοντες, ἕως μήπω τὸ κάλλος εἰς τοὺς ἄλλους ἀνθρώπους ἀνέφηναν αὑτῶν.
- 2.27.1
ἐπεὶ δὲ ἐκ τῆς καθ’ ἑκάστην ἡμέραν συνεχοῦς μελέτης καὶ ἀσκήσεως τῶν χρωμένων αἴσθησις ἐγένετο καὶ ἑτέροις καὶ τὸ κλέος ἐφοίτα πανταχόσε—τὰ γὰρ καλὰ κἂν φθόνῳ πρὸς ὀλίγον ἐπισκιασθῇ χρόνον, ἐπὶ καιρῶν αὖθις ἀναλάμπει φύσεως εὐμενείᾳ —, δεινὸν ἡγησάμενοί τινες, εἰ οἱ νόμοι παρὰ τῷ ἡμίσει τμήματι τοῦ γένους ἀνθρώπων ἐξετασθήσονται μόνῳ τῷ βαρβαρικῷ, τὸ δ’ Ἑλληνικὸν εἰς ἅπαν ἀμοιρήσει, πρὸς ἑρμηνείαν τὴν τούτων ἐτράποντο.
- 2.28.1
τὸ δ’ ἔργον ἐπεὶ καὶ μέγα ἦν καὶ κοινωφελές, οὐκ ἰδιώταις οὐδ’ ἄρχουσιν, ὧν πολὺς ἀριθμός, ἀλλὰ βασιλεῦσι καὶ βασιλέων ἀνετέθη τῷ δοκιμωτάτῳ.
- 2.29.1
Πτολεμαῖος ὁ Φιλάδελφος ἐπικληθεὶς τρίτος μὲν ἦν ἀπ’ Ἀλεξάνδρου τοῦ τὴν Αἴγυπτον παραλαβόντος, ἀρεταῖς δὲ ταῖς ἐν ἡγεμονίᾳ πάντων, οὐχὶ τῶν καθ’ αὑτὸν μόνον, ἀλλὰ καὶ τῶν πάλαι πώποτε γεγενημένων ἄριστος, οὗ καὶ μέχρι νῦν τοσαύταις ὕστερον γενεαῖς ᾄδεται τὸ κλέος πολλὰ δείγματα καὶ μνημεῖα τῆς μεγαλοφροσύνης κατὰ πόλεις καὶ χώρας ἀπολιπόντος, ὡς ἤδη καὶ ἐν παροιμίας εἴδει τὰς ὑπερόγκους φιλοτιμίας καὶ μεγάλας κατασκευὰς Φιλαδελφείους ἀπ’ ἐκείνου καλεῖσθαι.
- 2.30.1
συνόλως μὲν οὖν ἡ τῶν Πτολεμαίων οἰκία διαφερόντως παρὰ τὰς ἄλλας βασιλείας ἤκμασεν, ἐν δὲ τοῖς Πτολεμαίοις ὁ Φιλάδελφος· ὅσα γὰρ εἷς ἔδρασεν οὗτος ἐπαινετά, μόλις ἐκεῖνοι πάντες ἀθρόοι διεπράξαντο, γενόμενος καθάπερ ἐν ζῴῳ τὸ ἡγεμονεῦον κεφαλὴ τρόπον τινὰ τῶν βασιλέων.
- 2.31.1
ὁ δὴ τοιοῦτος ζῆλον καὶ πόθον λαβὼν τῆς νομοθεσίας ἡμῶν εἰς Ἑλλάδα γλῶτταν τὴν Χαλδαϊκὴν μεθαρμόζεσθαι διενοεῖτο καὶ πρέσβεις εὐθὺς ἐξέπεμπε πρὸς τὸν τῆς Ἰουδαίας ἀρχιερέα καὶ βασιλέα—ὁ γὰρ αὐτὸς ἦν—τό τε βούλημα δηλῶν καὶ προτρέπων ἀριστίνδην ἑλέσθαι τοὺς τὸν νόμον διερμηνεύσοντας.
- 2.32.1
ὁ δ’ οἷα εἰκὸς ἡσθεὶς καὶ νομίσας οὐκ ἄνευ θείας ἐπιφροσύνης περὶ τὸ τοιοῦτον ἔργον ἐσπουδακέναι τὸν βασιλέα, σκεψάμενος τοὺς παρ’ αὑτῷ δοκιμωτάτους Ἑβραίων, οἳ πρὸς τῇ πατρίῳ καὶ τὴν Ἑλληνικὴν ἐπεπαίδευντο παιδείαν, ἄσμενος ἀποστέλλει.
- 2.33.1
ὡς δ’ ἧκον, ἐπὶ ξενίαν κληθέντες λόγοις ἀστείοις καὶ σπουδαίοις τὸν ἑστιάτορα εὐώχουν ἀντεφεστιῶντες· ὁ μὲν γὰρ ἀπεπειρᾶτο τῆς ἑκάστου σοφίας καινὰς ἀλλ’ οὐ τὰς ἐν ἔθει ζητήσεις προτείνων, οἱ δ’ εὐστόχως καὶ εὐθυβόλως, οὐκ ἐπιτρέποντος μακρηγορεῖν τοῦ καιροῦ, καθάπερ ἀποφθεγγόμενοι τὰ προταθέντα διελύοντο.
- 2.34.1
δοκιμασθέντες δ’ εὐθὺς ἤρξαντο τὰ τῆς καλῆς πρεσβείας ἀποτελεῖν καὶ λογισάμενοι παρ’ αὑτοῖς, ὅσον εἴη τὸ πρᾶγμα θεσπισθέντας νόμους χρησμοῖς διερμηνεύειν, μήτ’ ἀφελεῖν τι μήτε προσθεῖναι ἢ μεταθεῖναι δυναμένους, ἀλλὰ τὴν ἐξ ἀρχῆς ἰδέαν καὶ τὸν τύπον αὐτῶν διαφυλάττοντας, ἐσκόπουν τὸ καθαρώτατον τῶν περὶ τὸν τόπον χωρίων ἔξω πόλεως· τὰ γὰρ ἐντὸς τείχους ἅτε παντοδαπῶν πεπληθότα ζῴων διὰ νόσους καὶ τελευτὰς καὶ τὰς ὑγιαινόντων οὐκ εὐαγεῖς πράξεις ἦν ὕποπτα.
- 2.35.1
νῆσος ἡ Φάρος πρόκειται τῆς Ἀλεξανδρείας, ἧς αὐχὴν ὑποταίνιος τέταται πρὸς τὴν πόλιν περικλειόμενος οὐκ ἀγχιβαθεῖ τὰ δὲ πολλὰ τεναγώδει θαλάττῃ, ὡς καὶ τῆς τῶν κυμάτων φορᾶς τὸν πολὺν ἦχον καὶ πάταγον ἐκ πάνυ μακροῦ διαστήματος προεκλύεσθαι.
- 2.36.1
τοῦτον ἐξ ἁπάντων τῶν ἐν κύκλῳ κρίναντες ἐπιτηδειότατον εἶναι τὸν τόπον ἐνησυχάσαι καὶ ἐνηρεμῆσαι καὶ μόνῃ τῇ ψυχῇ πρὸς μόνους ὁμιλῆσαι τοὺς νόμους, ἐνταυθοῖ κατέμειναν καὶ τὰς ἱερὰς βίβλους λαβόντες ἀνατείνουσιν ἅμ’ αὐταῖς καὶ τὰς χεῖρας εἰς οὐρανόν, αἰτούμενοι τὸν θεὸν μὴ διαμαρτεῖν τῆς προθέσεως· ὁ δ’ ἐπινεύει ταῖς εὐχαῖς, ἵνα τὸ πλεῖστον ἢ καὶ τὸ σύμπαν γένος ἀνθρώπων ὠφεληθῇ χρησόμενον εἰς ἐπανόρθωσιν βίου φιλοσόφοις καὶ παγκάλοις
- 2.37.1
διατάγμασι. καθίσαντες δ’ ἐν ἀποκρύφῳ καὶ μηδενὸς παρόντος ὅτι μὴ τῶν τῆς φύσεως μερῶν, γῆς ὕδατος ἀέρος οὐρανοῦ, περὶ ὧν πρῶτον τῆς γενέσεως ἔμελλον ἱεροφαντήσειν—κοσμοποιία γὰρ ἡ τῶν νόμων ἐστὶν ἀρχή —, καθάπερ ἐνθουσιῶντες προεφήτευον οὐκ ἄλλα ἄλλοι, τὰ δ’ αὐτὰ πάντες ὀνόματα καὶ ῥήματα, ὥσπερ ὑποβολέως ἑκάστοις ἀοράτως ἐνηχοῦντος.
- 2.38.1
καίτοι τίς οὐκ οἶδεν, ὅτι πᾶσα μὲν διάλεκτος, ἡ δ’ Ἑλληνικὴ διαφερόντως, ὀνομάτων πλουτεῖ, καὶ ταὐτὸν ἐνθύμημα οἷόν τε μεταφράζοντα καὶ παραφράζοντα σχηματίσαι πολλαχῶς, ἄλλοτε ἄλλας ἐφαρμόζοντα λέξεις; ὅπερ ἐπὶ ταύτης τῆς νομοθεσίας οὔ φασι συμβῆναι, συνενεχθῆναι δ’ εἰς ταὐτὸν κύρια κυρίοις ὀνόμασι, τὰ Ἑλληνικὰ τοῖς Χαλδαϊκοῖς, ἐναρμοσθέντα εὖ μάλα τοῖς δηλουμένοις πράγμασιν.
- 2.39.1
ὃν γὰρ τρόπον, οἶμαι, ἐν γεωμετρίᾳ καὶ διαλεκτικῇ τὰ σημαινόμενα ποικιλίαν ἑρμηνείας οὐκ ἀνέχεται, μένει δ’ ἀμετάβλητος ἡ ἐξ ἀρχῆς τεθεῖσα, τὸν αὐτὸν ὡς ἔοικε τρόπον καὶ οὗτοι συντρέχοντα τοῖς πράγμασιν ὀνόματα ἐξεῦρον, ἅπερ δὴ μόνα ἢ μάλιστα τρανώσειν ἔμελλεν ἐμφαντικῶς τὰ δηλούμενα.
- 2.40.1
σαφεστάτη δὲ τοῦδε πίστις· ἐάν τε Χαλδαῖοι τὴν Ἑλληνικὴν γλῶτταν ἐάν τε Ἕλληνες τὴν Χαλδαίων ἀναδιδαχθῶσι καὶ ἀμφοτέραις ταῖς γραφαῖς ἐντύχωσι, τῇ τε Χαλδαϊκῇ καὶ τῇ ἑρμηνευθείσῃ, καθάπερ ἀδελφὰς μᾶλλον δ’ ὡς μίαν καὶ τὴν αὐτὴν ἔν τε τοῖς πράγμασι καὶ τοῖς ὀνόμασι τεθήπασι καὶ προσκυνοῦσιν, οὐχ ἑρμηνέας ἐκείνους ἀλλ’ ἱεροφάντας καὶ προφήτας προσαγορεύοντες, οἷς ἐξεγένετο συνδραμεῖν λογισμοῖς εἱλικρινέσι τῷ Μωυσέως καθαρωτάτῳ πνεύματι.
- 2.41.1
διὸ καὶ μέχρι νῦν ἀνὰ πᾶν ἔτος ἑορτὴ καὶ πανήγυρις ἄγεται κατὰ τὴν Φάρον νῆσον, εἰς ἣν οὐκ Ἰουδαῖοι μόνον ἀλλὰ καὶ παμπληθεῖς ἕτεροι διαπλέουσι τό τε χωρίον σεμνυνοῦντες, ἐν ᾧ πρῶτον τὰ τῆς ἑρμηνείας ἐξέλαμψε, καὶ παλαιᾶς ἕνεκεν εὐεργεσίας ἀεὶ νεαζούσης εὐχαριστήσοντες τῷ θεῷ.
- 2.42.1
μετὰ δὲ τὰς εὐχὰς καὶ τὰς εὐχαριστίας οἱ μὲν πηξάμενοι σκηνὰς ἐπὶ τῶν αἰγιαλῶν οἱ δ’ ἐπὶ τῆς αἰγιαλίτιδος ψάμμου κατακλινέντες ἐν ὑπαίθρῳ μετ’ οἰκείων καὶ φίλων ἑστιῶνται, πολυτελεστέραν τῆς ἐν βασιλείοις κατασκευῆς τότε τὴν ἀκτὴν νομίζοντες.
- 2.43.1
οὕτω μὲν οἱ νόμοι ζηλωτοὶ καὶ περιμάχητοι πᾶσιν ἰδιώταις τε καὶ ἡγεμόσιν ἐπιδείκνυνται, καὶ ταῦτ’ ἐκ πολλῶν χρόνων τοῦ ἔθνους οὐκ εὐτυχοῦντος — τὰ δὲ τῶν μὴ ἐν ἀκμαῖς πέφυκέ πως ἐπισκιάζεσθαι —·
- 2.44.1
εἰ δὲ γένοιτό τις ἀφορμὴ πρὸς τὸ λαμπρότερον, πόσην εἰκὸς ἐπίδοσιν γενήσεσθαι; καταλιπόντας ἂν οἶμαι τὰ ἴδια καὶ πολλὰ χαίρειν φράσαντας τοῖς πατρίοις ἑκάστους μεταβαλεῖν ἐπὶ τὴν τούτων μόνων τιμήν· εὐτυχίᾳ γὰρ τοῦ ἔθνους οἱ νόμοι συναναλάμψαντες ἀμαυρώσουσι τοὺς ἄλλους καθάπερ ἀνατείλας ἥλιος τοὺς ἀστέρας.
- 2.45.1
Ἀπόχρη μὲν οὖν καὶ τὰ λεχθέντα πολὺς ἔπαινος εἶναι τοῦ νομοθέτου. πλείων δ’ ἐστὶν ἕτερος, ὃν αὐταὶ περιέχουσιν αἱ ἱερώταται βίβλοι, πρὸς ἃς ἤδη τρεπτέον, εἰς ἔνδειξιν τῆς τοῦ συγγράψαντος ἀρετῆς.
- 2.46.1
τούτων τοίνυν τὸ μέν ἐστιν ἱστορικὸν μέρος, τὸ δὲ περὶ τὰς προστάξεις καὶ ἀπαγορεύσεις, ὑπὲρ οὗ δεύτερον λέξομεν τὸ πρότερον τῇ τάξει πρότερον ἀκριβώσαντες.
- 2.47.1
ἔστιν οὖν τοῦ ἱστορικοῦ τὸ μὲν περὶ τῆς τοῦ κόσμου γενέσεως, τὸ δὲ γενεαλογικόν, τοῦ δὲ γενεαλογικοῦ τὸ μὲν περὶ κολάσεως ἀσεβῶν, τὸ δ’ αὖ περὶ τιμῆς δικαίων. οὗ δὲ χάριν ἐνθένδε τῆς νομοθεσίας ἤρξατο τὰ περὶ τὰς προστάξεις καὶ ἀπαγορεύσεις ἐν δευτέρῳ θείς, λεκτέον.
- 2.48.1
οὐ γὰρ οἷά τις συγγραφεὺς ἐπετήδευσε παλαιῶν πράξεων καταλιπεῖν ὑπομνήματα τοῖς ἔπειτα τοῦ ψυχαγωγῆσαι χάριν ἀνωφελῶς, ἀλλ’ ἠρχαιολόγησεν ἄνωθεν ἀρξάμενος ἀπὸ τῆς τοῦ παντὸς γενέσεως, ἵν’ ἐπιδείξῃ δύο τὰ ἀναγκαιότατα· ἓν μὲν τὸν αὐτὸν πατέρα καὶ ποιητὴν τοῦ κόσμου καὶ ἀληθείᾳ νομοθέτην, ἕτερον δὲ τὸν χρησόμενον τοῖς νόμοις ἀκολουθίαν φύσεως ἀσπασόμενον καὶ βιωσόμενον κατὰ τὴν τοῦ ὅλου διάταξιν ἁρμονίᾳ καὶ συμφωνίᾳ πρὸς ἔργα λόγων καὶ πρὸς λόγους ἔργων.
- 2.49.1
τῶν μὲν οὖν ἄλλων νομοθετῶν οἱ μὲν εὐθὺς ἅ τε χρὴ πράττειν καὶ ἃ μὴ διαταξάμενοι τιμωρίας κατὰ τῶν παραβαινόντων ὥρισαν, οἱ δ’ ἀμείνους δόξαντες εἶναι τὴν ἀρχὴν οὐκ ἐνθένδε ἐποιήσαντο, πόλιν δὲ τῷ λόγῳ κτίσαντες καὶ ἱδρυσάμενοι πρότερον ἣν ἐνόμιζον οἰκειοτάτην καὶ πρεπωδεστάτην εἶναι τῇ κτισθείσῃ πολιτείαν διὰ τῆς τῶν νόμων θέσεως ἐφήρμοζον.
- 2.50.1
ὁ δὲ τὸ μὲν πρότερον ὑπολαβὼν (ὅπερ ἦν) τυραννικόν τε καὶ δεσποτικόν, ἄνευ παραμυθίας προστάττειν ὡς οὐκ ἐλευθέροις ἀλλὰ δούλοις, τὸ δ’ ὕστερον ἐμμελὲς μέν, οὐ μὴν τελείως ἐπαινετὸν ἅπασι τοῖς κριταῖς, ὡς ἔοικεν, ἐν ἑκατέρῳ τῶν λεχθέντων διήνεγκεν.
- 2.51.1
ἔν τε γὰρ ταῖς προστάξεσι καὶ ἀπογορεύσεσιν ὑποτίθεται καὶ παρηγορεῖ τὸ πλέον ἢ κελεύει, μετὰ προοιμίων καὶ ἐπιλόγων τὰ πλεῖστα καὶ ἀναγκαιότατα πειρώμενος ὑφηγεῖσθαι, τοῦ προτρέψασθαι χάριν μᾶλλον ἢ βιάσασθαι· πόλεώς τε χειροποιήτου κτίσιν ἀρχὴν ποιήσασθαι τῆς γραφῆς ταπεινότερον ἢ κατὰ τὴν ἀξίαν τῶν νόμων ὑπολαβὼν εἶναι, πρὸς τὸ μέγεθος καὶ κάλλος τῆς ὅλης νομοθεσίας ἀκριβεστάτῃ ὄψει τῇ κατὰ διάνοιαν ἀπιδὼν καὶ νομίσας αὐτὴν κρείττονα καὶ θειοτέραν ἢ ὥστε κύκλῳ τινὶ τῶν ἐπὶ γῆς ὁρισθῆναι, τῆς μεγαλοπόλεως τὴν γένεσιν εἰσηγήσατο, τοὺς νόμους ἐμφερεστάτην εἰκόνα τῆς τοῦ κόσμου πολιτείας
- 2.52.1
ἡγησάμενος εἶναι. τῶν γοῦν ἐν μέρει διατεταγμένων τὰς δυνάμεις εἴ τις ἀκριβῶς ἐξετάζειν ἐθελήσειεν, εὑρήσει τῆς τοῦ παντὸς ἁρμονίας ἐφιεμένας καὶ τῷ λόγῳ τῆς ἀιδίου φύσεως συνᾳδούσας.
- 2.53.1
διὸ καὶ τοὺς ἀφθόνων μὲν ἀγαθῶν ἀξιωθέντας ὅσα κατ’ εὐεξίαν σωμάτων καὶ τὰς περὶ πλοῦτον καὶ δόξαν καὶ τὰ ἄλλα ἐκτὸς εὐτυχίας, ἀρετῆς δ’ ἀφηνιάσαντας καὶ οὐκ ἀνάγκῃ γνώμῃ δ’ ἑκουσίῳ πανουργίαν καὶ ἀδικίαν καὶ τὰς ἄλλας κακίας, ὡς μέγα ὄφελος τὴν μεγίστην ζημίαν, ἐπιτηδεύσαντας καθάπερ οὐκ ἀνθρώπων ἐχθροὺς ἀλλὰ τοῦ σύμπαντος οὐρανοῦ τε καὶ κόσμου τὰς ἐν ἔθει τιμωρίας οὔ φησιν ὑπομεῖναι, ἀλλὰ καινοτάτας καὶ παρηλλαγμένας, ἃς ἐμεγαλούργησεν ἡ πάρεδρος τῷ θεῷ μισοπόνηρος δίκη, τῶν τοῦ παντὸς δραστικωτάτων στοιχείων ἐπιθεμένων ὕδατος καὶ πυρός, ὡς καιρῶν περιόδοις τοὺς μὲν κατακλυσμοῖς φθαρῆναι, τοὺς δὲ καταφλεχθέντας ἀπολέσθαι.
- 2.54.1
πελάγη μὲν ἀρθέντα καὶ ποταμοὶ μετεωρισθέντες αὐθιγενεῖς τε καὶ χείμαρροι τὰς ἐν τῇ πεδιάδι πόλεις ἁπάσας ἐπέκλυσαν καὶ κατέσυραν, τὰς δὲ κατὰ τὴν ὀρεινὴν αἱ μεθ’ ἡμέραν καὶ νύκτωρ συνεχεῖς καὶ ἀδιάστατοι ὄμβρων φοραί.
- 2.55.1
χρόνῳ δ’ ὕστερον ἐκ τῶν ὑπολειφθέντων πάλιν τοῦ γένους συναυξηθέντος καὶ εἰς πολυανθρωπίαν ἐπιδόντος, ἐπειδὴ τὸ περὶ τοὺς προγόνους πάθος οἱ ἀπόγονοι μάθημα σωφροσύνης οὐκ ἐποιήσαντο, πρὸς δ’ ἀκολασίας ἐτράποντο ζηλωταὶ χαλεπωτέρων ἐπιτηδευμάτων γενόμενοι, πυρὶ τούτους ἀναλῶσαι διενοήθη.
- 2.56.1
τότ’ οὖν, ὡς μηνύει τὰ λόγια, κεραυνοὶ ῥυέντες ἐξ οὐρανοῦ τούς τε ἀσεβεῖς κατέπρησαν καὶ τὰς πόλεις αὐτῶν· καὶ μέχρι τοῦ νῦν μνημεῖα τοῦ συμβεβηκότος ἀλέκτου πάθους δείκνυται κατὰ Συρίαν, ἐρείπια καὶ τέφρα καὶ θεῖον καὶ καπνὸς καὶ ἡ ἔτι ἀναδιδομένη φλὸξ ἀμαυρὰ καθάπερ διασμυχομένου πυρός.
- 2.57.1
ἐν δὲ τούτῳ συνέβαινε τούς τε ἀσεβεῖς ταῖς εἰρημέναις τιμωρίαις κολάζεσθαι καὶ τοὺς καλοκἀγαθίᾳ διενηνοχότας εὖ πάσχειν ἀρετῆς ἐπαξίων ἄθλων τυγχάνοντας.
- 2.58.1
ἐν μέν γε τῇ φορᾷ τοῦ κεραυνίου πυρὸς οἰκήτορσιν αὐτοῖς ὅλης χώρας ἐμπιπραμένης, εἷς μόνος ἀνὴρ μέτοικος ἐπιφροσύνῃ θείᾳ σῴζεται, διότι τῶν ἐγχωρίων παρανομημάτων οὐδὲν ἠσπάσατο, τῶν μετοίκων εἰωθότων ἀσφαλείας ἕνεκα τὰ ξενικὰ τιμᾶν, ἐπεὶ τοῖς ἀτιμάζουσι κίνδυνος ἐκ τῶν αὐτοχθόνων ἕπεται· καίτοι γ’ οὐκ ἐπ’ ἄκρον ἦλθε σοφίας, ὡς διὰ τελειότητα τῆς ἐν αὐτῷ φύσεως τοσούτου γέρως ἀξιωθῆναι, ἀλλ’ ὅτι μόνος τοῖς πολλοῖς οὐ συνηνέχθη πρὸς τὸ ἁβροδίαιτον ἀποκλίνασι καὶ πάσας μὲν ἡδονὰς πάσας δ’ ἐπιθυμίας χορηγίαις ἀφθόνοις ἀνάψασιν ὥσπερ φλόγα λασίῳ ὕλῃ κεχυμένῃ.
- 2.59.1
κατὰ δὲ τὸν μέγαν κατακλυσμὸν ὀλίγου δέω φάναι τοῦ σύμπαντος ἀνθρώπων γένους φθειρομένου, ἕνα οἶκον ἀπαθῆ γενέσθαι παντὸς κακοῦ λόγος ἔχει, τὸν πρεσβύτατον καὶ ἡγεμόνα τῆς οἰκίας ἐπειδὴ συνέβαινε μηδενὸς ἀδικήματος ἑκουσίου προσάψασθαι. τὸν δὲ τρόπον τῆς σωτηρίας, ὡς αἱ ἱεραὶ βίβλοι περιέχουσιν, ἄξιον ἱστορηθῆναι διά τε μεγαλουργίαν καὶ ἅμα βελτίωσιν ἠθῶν.
- 2.60.1
νομισθεὶς γὰρ ἐπιτήδειος εἶναι μὴ μόνον ἀμοιρῆσαι τῆς κοινῆς συμφορᾶς, ἀλλὰ καὶ δευτέρας γενέσεως ἀνθρώπων αὐτὸς ἀρχὴ γενέσθαι, θείαις προστάξεσιν, ἃς ὑφηγοῦντο οἱ χρησμοί, ξύλινον δημιουργήσας ἔργον μέγιστον εἰς πήχεις τριακοσίους μῆκος καὶ πεντήκοντα εὖρος καὶ τριάκοντα ὕψος καὶ συνεχῆ κατασκευασάμενος ἔνδον οἰκήματα ἐπίπεδα καὶ ὑπερῷα, τριώροφα καὶ τετρώροφα, καὶ τροφὰς ἑτοιμασάμενος, ἀφ’ ἑκάστου γένους ζῴων ὅσα χερσαῖα καὶ πτηνὰ εἰσήγαγεν ἄρρεν τε καὶ θῆλυ σπέρματα ὑπολειπόμενος πρὸς καταλλαγὴν καιρῶν τῶν αὖθίς ποτε γενησομένων·
- 2.61.1
ᾔδει γὰρ τὴν τοῦ θεοῦ φύσιν ἵλεω, κἂν εἰ τὰ εἴδη φθείροιτο, ἀλλά τοι τὴν ἐν τοῖς γένεσιν ἀφθαρσίαν ἕνεκα τῆς πρὸς αὐτὸν ὁμοιότητος καὶ τοῦ μηδὲν τῶν κατὰ πρόθεσιν φύντων ποτὲ λυθῆναι διαμένουσαν· οὗ χάριν πάντα ἐπειθάρχει καὶ τὰ τέως ἐξηγριωμένα ἡμεροῦτο καὶ οἷα νομεῖ καὶ ἀγελάρχῃ τιθασευθέντα ἐπηκολούθει.
- 2.62.1
μετὰ δὲ τὴν εἴσοδον ἁπάντων εἴ τις ἐθεάσατο τὸ πλήρωμα, οὐκ ἂν διήμαρτεν εἰπών, ἀντίμιμον εἶναι γῆς ἁπάσης ἐν ἑαυτῷ φέρον τὰ ζῴων γένη, ὧν καὶ ἡ σύμπασα γῆ τὰ ἀμύθητα εἴδη καὶ πρότερον ἤνεγκε καὶ ἴσως αὖθις οἴσει.
- 2.63.1
τὰ δ’ εἰκασθέντα χρόνοις ὕστερον οὐ μακροῖς ἀπέβαινε· τὸ μὲν γὰρ πάθος ἐλώφα καὶ ἡ τοῦ κατακλυσμοῦ φορὰ καθ’ ἑκάστην ἡμέραν ἐμειοῦτο, τῶν τε ὄμβρων ἐπισχεθέντων καὶ τοῦ κατὰ πᾶσαν γῆν ἀναχυθέντος ὕδατος τῇ μὲν ἀναλισκομένου τῷ ἀφ’ ἡλίου φλογμῷ τῇ δὲ ὑπονοστοῦντος εἰς χαράδρας καὶ φάραγγας καὶ τὰς ἄλλας τῆς γῆς κοιλότητας· ὥσπερ γὰρ θεοῦ προστάξαντος, ἑκάστη φύσις ὅπερ ἔχρησεν οἷα δάνειον ἀναγκαῖον ἀπελάμβανε, θάλαττα καὶ πηγαὶ καὶ ποταμοί· πρὸς γὰρ τοὺς οἰκείους τόπους ἕκαστον ῥεῖθρον ὑπενόστει.
- 2.64.1
μετὰ δὲ τὴν κάθαρσιν τῶν ὑπὸ σελήνην, ἀπολουσαμένης τῆς γῆς καὶ νέας ἀναφανείσης καὶ τοιαύτης, οἵαν εἰκὸς εἶναι ὅτε τὴν ἀρχὴν μετὰ τοῦ κόσμου παντὸς ἐκτίζετο, πρόεισιν ἐκ τοῦ ξυλίνου κατασκευάσματος αὐτὸς καὶ γυνὴ καὶ υἱοὶ καὶ τούτων γυναῖκες καὶ μετὰ τῆς οἰκίας ἀγεληδὸν τὰ συνεληλυθότα τῶν ζῴων γένη πρὸς τὴν τῶν ὁμοίων σποράν τε καὶ γένεσιν.
- 2.65.1
ταῦτα τῶν ἀγαθῶν ἀνδρῶν ἐστιν ἀριστεῖα καὶ ἆθλα, δι’ ὧν οὐ μόνον αὐτοὶ καὶ γένη σωτηρίας ἔτυχον τοὺς μεγίστους κινδύνους ἐκφυγόντες, οἳ κατὰ τὸν τῶν στοιχείων νεωτερισμὸν τοῖς πανταχοῦ πᾶσιν ἐπετειχίσθησαν, ἀλλὰ καὶ παλιγγενεσίας ἐγένοντο ἡγεμόνες καὶ δευτέρας ἀρχηγέται περιόδου, καθάπερ ἐμπυρεύματα τοῦ ζῴων ἀρίστου γένους ἀνθρώπων ὑπολειφθέντες, ὃ τὴν ἡγεμονίαν τῶν περιγείων ἅπαξ ἁπάντων ἔλαχεν ἀντίμιμον γεγονὸς θεοῦ δυνάμεως, εἰκὼν τῆς ἀοράτου φύσεως ἐμφανής, ἀιδίου γενητή.
- 2.65.2
* * *
← Previous · Next → — showing 301–400 of 627
First Thousand Years of Greek. CTS URN tlg0018.tlg022.1st1K-grc1. Via the Perseus Digital Library / Open Greek and Latin TEI corpora. Licence: Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License. Source.