De vita Mosis (lib. i‑ii)
- 2.166.1
καταπλαγεὶς δὲ καὶ ἀναγκασθεὶς πιστεύειν ἀπίστοις πράξεσιν οἷα μεσίτης καὶ διαλλακτὴς οὐκ εὐθὺς ἀπεπήδησεν, ἀλλὰ πρότερον τὰς ὑπὲρ τοῦ ἔθνους ἱκεσίας καὶ λιτὰς ἐποιεῖτο συγγνῶναι τῶν ἡμαρτημένων δεόμενος· εἶτ’ ἐξευμενισάμενος ὁ κηδεμὼν καὶ παραιτητὴς τὸν ἡγεμόνα ἐπανῄει χαίρων ἅμα καὶ κατηφῶν· ἐγεγήθει μὲν γὰρ τὴν ἱκεσίαν τοῦ θεοῦ προσιεμένου, συννοίας δὲ καὶ κατηφείας μεστὸς ἦν οἰδῶν ἐπὶ τῇ τοῦ πλήθους παρανομίᾳ.
- 2.167.1
γενόμενος δ’ ἐν μέσῳ τοῦ στρατοπέδου καὶ τὴν ἐξαπίναιον ἐκδιαίτησιν τοῦ πλήθους θαυμάσας καὶ ὅσον ψεῦδος ἀνθ’ ὅσης ἀληθείας ὑπηλλάξαντο, κατιδὼν οὐκ εἰς ἅπαντας τὴν νόσον ἀφιγμένην, ἀλλά τινας ὑγιαίνοντας ἔτι καὶ μισοπονήρῳ πάθει χρωμένους, βουλόμενος διαγνῶναι τούς τε ἀνιάτως ἔχοντας καὶ τοὺς ἐπὶ τοῖς πεπραγμένοις δυσχεραίνοντας καὶ εἰ δή τινες ἁμαρτόντες μετανοοῦσι, κήρυγμα κηρύττει — τὸ δ’ ἦν ἄρα βάσανος ἀκριβὴς τῆς ἑκάστου διανοίας, ὡς ἔχοι πρός τε ὁσιότητα καὶ τοὐναντίον—. „εἴ τις“ γάρ φησι „πρὸς κύριον, ἴτω πρὸς μέ.“
- 2.168.1
βραχὺ μὲν τὸ λεχθέν, μεγάλη δ’ ἡ ἔμφασις, ἔστι γὰρ τοιόνδε τὸ δηλούμενον· εἴ τις μηδὲν τῶν χειροποιήτων μηδ’ ὅσα γενητὰ νομίζει θεούς, ἀλλ’ ἕνα τὸν ἡγεμόνα τῶν ὅλων, ἐμοὶ προσίτω.
- 2.169.1
τῶν μὲν οὖν ἄλλων οἱ μὲν ἕνεκα τοῦ τὸν Αἰγυπτιακὸν ἐζηλωκέναι τῦφον ἀφηνιάζοντες οὐ προσεῖχον τοῖς λεγομένοις, οἱ δὲ φόβῳ κολάσεως ἴσως ἐγγυτέρω προσελθεῖν οὐκ ἐθάρρουν ἢ τὴν ἐκ Μωυσέως τίσιν δεδιότες ἢ τὴν ἐκ τοῦ πλήθους ἐπανάστασιν· ἀεὶ γὰρ οἱ πολλοὶ τοῖς μὴ συναπονοουμένοις ἐπιτίθενται.
- 2.170.1
μία δ’ ἐξ ἁπάντων ἡ λεγομένη Λευϊτικὴ φυλὴ τοῦ κηρύγματος ἐπακούσασα καθάπερ ἀφ’ ἑνὸς συνθήματος ἔθει μετὰ σπουδῆς, τῇ ποδωκείᾳ τὴν προθυμίαν ἐπιδεικνυμένη καὶ τὴν ὀξύτητα τῆς εἰς εὐσέβειαν ψυχικῆς ὁρμῆς.
- 2.171.1
οὓς ἰδὼν Μωυσῆς ὥσπερ ἀπὸ βαλβῖδος ἁμιλλωμένους „εἰ μὴ μόνον τοῖς σώμασιν“ εἶπεν „ἐπισπεύδετε τὴν πρὸς ἡμᾶς ἄφιξιν ἀλλὰ καὶ ταῖς διανοίαις, αὐτίκα μαρτυρηθήσεται· ξίφος ἀναλαβὼν ἕκαστος τοὺς μυρίων ἄξια θανάτων εἰργασμένους, οἳ τὸν ἀληθῆ θεὸν καταλιπόντες τοὺς ψευδωνύμους ἐδημιούργησαν φθαρταῖς καὶ γενηταῖς οὐσίαις τὴν τοῦ ἀφθάρτου καὶ ἀγενήτου πρόσρησιν ἐπιφημίσαντες, συγγενεῖς καὶ φίλους ἀποκτεινάτω φιλίαν καὶ συγγένειαν ὑπολαβὼν εἶναι μόνην ἀνδρῶν ἀγαθῶν ὁσιότητα.“
- 2.172.1
οἱ δὲ τὴν παραίνεσιν ἑτοιμότητι φθάσαντες, ἐπεὶ καὶ τὰς γνώμας ἔτυχον ἠλλοτριωμένοι σχεδὸν ἀφ’ οὗ τὸ παρανόμημα γενόμενον εἶδον, ἀναιροῦσιν ἡβηδὸν εἰς τρισχιλίους τῶν πρὸ μικροῦ φιλτάτων. κειμένων δ’ ἐν ἀγορᾷ μέσῃ τῶν σωμάτων, ἡ πληθὺς θεασαμένη τοὺς μὲν ᾠκτίσατο, τὸ δὲ τῶν κτεινόντων ἔνθερμον ἔτι καὶ μεστὸν ὀργῆς παράστημα καταδείσασα φόβῳ νουθετεῖται.
- 2.173.1
Μωυσῆς δὲ τὴν ἀριστείαν ἀποδεξάμενος γέρας ἐπενόησε καὶ ἐβεβαίωσε τῇ πράξει τὸ οἰκεῖον· ἔδει γὰρ τοὺς ὑπὲρ θεοῦ τιμῆς ἑκούσιον πόλεμον ἀραμένους καὶ βραχεῖ καιρῷ κατωρθωκότας ἀξιωθῆναι τῆς θεραπείας αὐτοῦ λαχόντας ἱερωσύνην.
- 2.174.1
Ἐπεὶ δ’ οὐ μία τάξις τῶν ἱερωμένων, ἀλλ’ οἷς μὲν ἐπιτέτραπται τὰ περὶ τὰς εὐχὰς καὶ θυσίας καὶ τὰς ἄλλας ἱερουργίας ἄχρι τῶν ἀδύτων ἰοῦσιν, οἷς δὲ τούτων μὲν οὐδέν, ἐπιμέλειαι δὲ καὶ φυλακαὶ μεθ’ ἡμέραν καὶ νύκτωρ τοῦ τε ἱεροῦ καὶ τῶν ἐν αὐτῷ, οὓς νεωκόρους ἔνιοι καλοῦσιν, ἡ πολλοῖς πολλαχοῦ μυρίων αἰτία κακῶν γενομένη περὶ πρωτείων στάσις ἐπεπόλασε κἀνταῦθα, τῶν νεωκόρων ἐπιθεμένων τοῖς ἱερεῦσι καὶ τὴν ἐκείνων τιμὴν παρασπάσασθαι διανοηθέντων· καὶ τοῦτ’ εὐμαρῶς ἤλπισαν ἔσεσθαι πολλαπλασίους τὸν ἀριθμὸν ὄντες.
- 2.175.1
ὑπὲρ δὲ τοῦ μὴ δοκεῖν ἰδίᾳ γνώμῃ νεωτερίζειν καὶ τὴν πρεσβυτάτην τῶν δώδεκα φυλῶν συμφρονεῖν ἀναπείθουσιν, ᾗ πολλοὶ τῶν εἰκαιοτέρων ἐπηκολούθησαν ὡς ἔχειν δυναμένῃ πρεσβεῖον ἡγεμονίας.
- 2.176.1
μέγαν τοῦτον ἐπιτειχισμὸν ἔγνω Μωυσῆς φυόμενον καθ’ αὑτοῦ· τὸν γὰρ ἀδελφὸν ἀρχιερέα κατὰ τὰ χρησθέντα λόγια ᾕρητο, διαβολαὶ δ’ ἦσαν ὡς τοὺς μὲν χρησμοὺς ἐπιψευσαμένου, ποιησαμένου δὲ τὴν αἵρεσιν διὰ τὴν οἰκειότητα καὶ τὴν πρὸς τὸν ἀδελφὸν εὔνοιαν.
- 2.177.1
ἐφ’ οἷς εἰκότως ἀνιαθείς, εἰ μὴ μόνον ἀπιστεῖται διὰ τοσούτων ἐλέγχων τὴν ἑαυτοῦ πίστιν ἐπιδειξάμενος, ἀλλὰ καὶ ἐπ’ ἔργοις ἅπερ ἀναφέρεται πρὸς θεοῦ τιμήν, δι’ ἃ μόνα καὶ τὸν ἐν τοῖς ἄλλοις τὸ ἦθος κατεψευσμένον ἀναγκαῖον ἦν ἀληθεύειν — ἀλήθεια γὰρ ὀπαδὸς θεοῦ —, λόγοις μὲν ἀναδιδάσκειν περὶ τῆς ἑαυτοῦ προαιρέσεως οὐκ ἐδοκίμαζε, τὸ μεταπείθειν ἐπιχειρεῖν τοὺς προκαταληφθέντας ἐναντίαις δόξαις ἀργαλέον εἰδώς, ἱκετεύει δὲ τὸν θεὸν ἐμφανεῖς ἀποδείξεις αὐτοῖς παρασχεῖν περὶ τοῦ μηδὲν ἐψεῦσθαι κατὰ τὴν τῆς ἱερωσύνης αἵρεσιν.
- 2.178.1
ὁ δὲ κελεύει δώδεκα ῥάβδους λαβεῖν ταῖς φυλαῖς ἰσαρίθμους καὶ τὰ μὲν τῶν ἄλλων ὀνόματα φυλάρχων ἐπιγράψαι ταῖς ἕνδεκα, τῇ δὲ λοιπῇ τὸ τοῦ ἀδελφοῦ καὶ ἀρχιερέως, εἶτ’ εἰς τὸν νεὼν ἄχρι τῶν ἀδύτων εἰσενεγκεῖν· ὁ δὲ τὰ προσταχθέντα ποιήσας ἐκαραδόκει τὸ ἀποβησόμενον.
- 2.179.1
τῇ δ’ ὑστεραίᾳ λογίῳ πληχθείς, ἅπαντος τοῦ ἔθνους παρεστῶτος, εἰσέρχεται καὶ τὰς ῥάβδους ἐκκομίζει, τὰς μὲν ἄλλας οὐδὲν διάφορον ἐχούσας, μίαν δ’ ἐφ’ ᾗ τοὔνομα ἐπεγέγραπτο τοῦ ἀδελφοῦ τεθαυματουργημένην· οἷα γὰρ φυτὸν εὐγενὲς ἅπασα νέους
- 2.180.1
βλαστοὺς ἐξέφυσε καὶ ὑπ’ εὐφορίας καρπῶν ἔβριθεν. οἱ δὲ καρποὶ κάρυα ἦσαν, ἃ φύσιν ἐναντίαν ἔχει τοῖς ἄλλοις· ἐπὶ γὰρ τῶν πλείστων, σταφυλῆς, ἐλαίας, μήλων, διαφέρει τὸ σπέρμα καὶ τὸ ἐδώδιμον, ἃ διαφέροντα τόποις χωρίζεται· τὸ μὲν γὰρ ἐδώδιμον ἔξω, τὸ δὲ σπέρμα εἴσω κατακέκλεισται· τοῦ δὲ καρύου ταὐτόν ἐστι τό τε σπέρμα καὶ τὸ ἐδώδιμον, ἀμφοτέρων εἰς μίαν ἰδέαν ἀποκριθέντων, καὶ τόπος εἷς ὁ ἐντὸς ὠχυρωμένος καὶ περιπεφρουρημένος ἕρκει διπλῷ, τῷ μὲν ἐκ φλοιοῦ πάνυ βαθέος, τῷ δ’ οὐδὲν ἀποδέοντι ξυλίνου κατασκευάσματος·
- 2.181.1
ἀφ’ οὗ τελείαν ἀρετὴν αἰνίττεται. ὥσπερ γὰρ ἐν καρύῳ ταὐτόν ἐστιν ἀρχὴ καὶ τέλος, ἀρχὴ μὲν ᾗ σπέρμα, τέλος δὲ ᾗ καρπός, οὕτως ἔχει καὶ ἐπὶ τῶν ἀρετῶν· ἑκάστῃ γὰρ συμβέβηκεν εἶναι καὶ ἀρχὴν καὶ τέλος, ἀρχὴν μέν, ὅτι οὐκ ἐξ ἑτέρας δυνάμεως ἀλλ’ ἐξ ἑαυτῆς φύεται, τέλος δέ, ὅτι πρὸς αὐτὴν ὁ κατὰ φύσιν βίος σπεύδει.
- 2.182.1
μία μὲν αἰτία ἥδε, λέγεται δὲ καὶ ἑτέρα τῆς προτέρας ἐμφαντικωτέρα· καρύου τὸ μὲν φλοιῶδές ἐστι πικρόν, τὸ δ’ εἴσω περικείμενον ὡσανεὶ ξύλινον ἕρκος στιφρὸν εὖ μάλα καὶ κραταιόν, οἷς ἀμφοτέροις ὁ καρπὸς ἐγκατακεκλεισμένος οὐκ ἔστιν εὔληπτος.
- 2.183.1
τοῦτο ποιεῖται σύμβολον ἀσκητικῆς ψυχῆς, ἀφ’ οὗ προτρέπειν αὐτὴν οἴεται δεῖν ἐπ’ ἀρετὴν ἀναδιδάσκων, ὅτι πόνῳ προεντυχεῖν ἀναγκαῖον· πικρὸν δὲ καὶ ἀντιτυπὲς καὶ σκληρὸν ὁ πόνος, ἐξ οὗ φύεται τἀγαθόν, οὗ χάριν οὐ μαλακιστέον.
- 2.184.1
ὁ μὲν γὰρ τὸν πόνον φεύγων φεύγει καὶ τὰ ἀγαθά, ὁ δὲ τλητικῶς καὶ ἀνδρείως ὑπομένων τὰ δυσκαρτέρητα σπεύδει πρὸς μακαριότητα· οὐ γὰρ ἁβροδιαίτοις καὶ τὴν ψυχὴν ἐκτεθηλυμμένοις καὶ τὸ σῶμα διαρρέουσιν ὑπὸ τῆς καθ’ ἑκάστην ἡμέραν ἀδιαστάτου θρύψεως ἀρετὴ πέφυκεν ἐνδιαιτᾶσθαι, κακουμένη δὲ μετανίσταται πρότερον ἀπόλειψιν χρηματίσασα πρὸς τὸν ἄρχοντα τὸν ὀρθὸν λόγον.
- 2.185.1
ἀλλ’ εἰ δεῖ τἀληθὲς εἰπεῖν, ὁ φρονήσεως καὶ σωφροσύνης ἀνδρείας τε καὶ δικαιοσύνης ἱερώτατος θίασος ἀσκητὰς μετατρέχει καὶ ὅσοι τὸν αὐστηρὸν καὶ σκληροδίαιτον βίον, ἐγκράτειαν καὶ καρτερίαν, ζηλοῦσι σὺν εὐτελείᾳ καὶ ὀλιγοδεΐᾳ, δι’ ὧν τὸ κυριώτατον τῶν ἐν ἡμῖν, ὁ λογισμός, εἰς ὑγείαν ἄνοσον καὶ εὐεξίαν ἐπιδίδωσι καθελὼν τὸν βαρὺν τοῦ σώματος ἐπιτειχισμόν, ὃν οἰνοφλυγίαι καὶ ὀψοφαγίαι καὶ λαγνεῖαι καὶ αἱ ἄλλαι ἀπλήρωτοι ἐπιθυμίαι συνεκρότησαν γεννήσασαι τὴν ἀντίπαλον ἀγχινοίας πολυσαρκίαν.
- 2.186.1
λέγεται μέντοι καὶ τῶν ἐν ἔαρι βλαστάνειν εἰωθότων δένδρων ἡ ἀμυγδαλῆ καὶ πρῶτον ἀνθεῖν εὐαγγελιζομένη φορὰν ἀκροδρύων καὶ ὕστατον φυλλορροεῖν τὴν ἐπέτειον πρὸς μήκιστον ἀποτείνουσα τῆς χλόης εὐγηρίαν· ὧν ἑκάτερον ποιεῖται σύμβολον τῆς ἱερατικῆς φυλῆς, αἰνιττόμενος ὅτι καὶ πρώτη καὶ ὑστάτη τοῦ σύμπαντος ἀνθρώπων γένους ἀνθήσει, καθ’ ὃν ἂν χρόνον δόξῃ τῷ θεῷ ταῖς ἐαριναῖς τροπαῖς ἐξομοιῶσαι τὸν ἡμέτερον βίον ἀνελόντι τὴν ἐπίβουλον καὶ τοῦ κακοδαιμονεῖν πηγὴν πλεονεξίαν.
- 2.187.1
Ἐπειδὴ τοίνυν τῷ τελειοτάτῳ ἡγεμόνι τέτταρα δεῖν ἔφαμεν προσεῖναι, βασιλείαν καὶ νομοθετικὴν ἕξιν καὶ ἱερωσύνην καὶ προφητείαν, ἵνα διὰ μὲν τῆς νομοθετικῆς προστάττῃ ἃ δεῖ καὶ ἀπαγορεύῃ ἃ μὴ δεῖ πράττειν, διὰ δὲ τῆς ἱερωσύνης μὴ μόνον τἀνθρώπεια ἀλλὰ καὶ τὰ θεῖα διέπῃ, διὰ δὲ τῆς προφητείας ὅσα μὴ λογισμῷ καταλαμβάνεται θεσπίζῃ, διειλεγμένος περὶ τῶν πρώτων τριῶν καὶ ἐπιδεδειχὼς Μωυσῆν ἄριστον βασιλέα καὶ νομοθέτην καὶ ἀρχιερέα τὸ τελευταῖον ἔρχομαι δηλώσων, ὅτι καὶ προφήτης γέγονε δοκιμώτατος.
- 2.188.1
οὐκ ἀγνοῶ μὲν οὖν, ὡς πάντ’ εἰσὶ χρησμοί, ὅσα ἐν ταῖς ἱεραῖς βίβλοις ἀναγέγραπται, χρησθέντες δι’ αὐτοῦ· λέξω δὲ τὰ ἰδιαίτερα, πρότερον εἰπὼν ἐκεῖνο· τῶν λογίων τὰ μὲν ἐκ προσώπου τοῦ θεοῦ λέγεται δι’ ἑρμηνέως τοῦ θείου προφήτου, τὰ δ’ ἐκ πεύσεως καὶ ἀποκρίσεως ἐθεσπίσθη, τὰ δ’ ἐκ προσώπου Μωυσέως ἐπιθειάσαντος καὶ ἐξ αὑτοῦ κατασχεθέντος.
- 2.189.1
τὰ μὲν οὖν πρῶτα ὅλα δι’ ὅλων ἀρετῶν θείων δείγματά ἐστι, τῆς τε ἵλεω καὶ εὐεργέτιδος, δι’ ὧν ἅπαντας μὲν ἀνθρώπους πρὸς καλοκἀγαθίαν ἀλείφει, μάλιστα δὲ τὸ θεραπευτικὸν αὐτοῦ γένος, ᾧ τὴν πρὸς εὐδαιμονίαν ἄγουσαν ἀνατέμνει ὁδόν·
- 2.190.1
τὰ δὲ δεύτερα μῖξιν ἔχει καὶ κοινωνίαν, πυνθανομένου μὲν τοῦ προφήτου περὶ ὧν ἐπεζήτει, ἀποκρινομένου δὲ τοῦ θεοῦ καὶ διδάσκοντος· τὰ δὲ τρίτα ἀνατίθεται τῷ νομοθέτῃ, μεταδόντος αὐτῷ τοῦ θεοῦ τῆς προγνωστικῆς δυνάμεως, ᾗ θεσπιεῖ τὰ μέλλοντα.
- 2.191.1
τὰ μὲν οὖν πρῶτα ὑπερθετέον, μείζω γάρ ἐστιν ἢ ὡς ὑπ’ ἀνθρώπου τινὸς ἐπαινεθῆναι, μόλις ἂν ὑπ’ οὐρανοῦ τε καὶ κόσμου καὶ τῆς τῶν ὅλων φύσεως ἀξίως ἐγκωμιασθέντα, καὶ ἄλλως λέγεται ὡσανεὶ δι’ ἑρμηνέως· ἑρμηνεία δὲ καὶ προφητεία διαφέρουσι. περὶ δὲ τῶν δευτέρων αὐτίκα πειράσομαι δηλοῦν συνυφήνας αὐτοῖς καὶ τὸ τρίτον εἶδος, ἐν ᾧ τὸ τοῦ λέγοντος ἐνθουσιῶδες ἐμφαίνεται, καθ’ ὃ μάλιστα καὶ κυρίως νενόμισται προφήτης.
- 2.192.1
Τῆς δ’ ὑποσχέσεως ἀρκτέον ὧδε. τέτταρές εἰσι τόποι διὰ πεύσεως καὶ ἀποκρίσεως χρησμοῖς νομοθετηθέντες, μικτὴν ἔχοντες δύναμιν· τῇ μὲν γὰρ ὁ προφήτης ἐνθουσιᾷ πυνθανόμενος, τῇ δὲ ὁ πατὴρ θεσπίζει λόγου καὶ ἀποκρίσεως μεταδιδούς. ἔστι δὲ πρῶτος, ὃς οὐχ ὅτι Μωυσῆν ὁσιώτατον τῶν πώποτε γενομένων ἀλλὰ καὶ τὸν ἐπὶ βραχὺ γευσάμενον εὐσεβείας ὤργισεν.
- 2.193.1
ἐξ ἀνομοίων τις γενόμενος ἄνθρωπος νόθος, Αἰγυπτίου μὲν πατρός, μητρὸς δὲ Ἰουδαίας, τῶν μὲν ταύτης πατρίων ἐθῶν ἠλόγησε, πρὸς δὲ τὴν Αἰγυπτιακήν, ὡς λόγος, ἀπέκλινεν ἀσέβειαν τὴν τῶν ἀνδρῶν ζηλώσας ἀθεότητα.
- 2.194.1
μόνοι γὰρ σχεδὸν ἁπάντων ἐθνῶν Αἰγύπτιοι γῆν ἐπετείχισαν οὐρανῷ, τὴν μὲν ἰσοθέων τιμῶν ἀξιώσαντες, τῷ δ’ οὐδὲν γέρας ἐξαίρετον ἀπονείμαντες, ὡς δέον πρὸ τῶν βασιλείων τὰς ἐσχατιὰς περιέπειν — ἐν γὰρ κόσμῳ βασίλειον μὲν ἱερώτατον οὐρανός, ἐσχατιὰ δὲ γῆ, καθ’ ἑαυτὴν μὲν ἀξιοσπούδαστος, εἰς δὲ σύγκρισιν ἰοῦσα αἰθέρος ἀπολειπομένη τοσοῦτον ὅσον σκότος μὲν φωτός, νὺξ δὲ ἡμέρας, φθορὰ δ’ ἀφθαρσίας καὶ θνητὸς θεοῦ —.
- 2.195.1
τῆς γὰρ χώρας οὐχ ὑετῷ καθάπερ αἱ ἄλλαι νιφομένης, ἀλλὰ ταῖς τοῦ ποταμοῦ πλημμύραις εἰωθυίας ἀνὰ πᾶν ἔτος λιμνάζεσθαι, θεοπλαστοῦσι τῷ λόγῳ τὸν Νεῖλον Αἰγύπτιοι ὡς ἀντίμιμον οὐρανοῦ γεγονότα καὶ περὶ τῆς χώρας σεμνηγοροῦσιν.
- 2.196.1
ὁ δὴ μικτὸς οὗτος ἐκεῖνος διενεχθείς τινι τῶν ἀπὸ τοῦ ὁρατικοῦ καὶ ἐπιστημονικοῦ γένους, ἀκράτωρ ὑπ’ ὀργῆς αὐτὸς αὑτοῦ γενόμενος καὶ ἅμα τῆς Αἰγυπτιακῆς ἀθεότητος ζηλωτὴς ὤν, ἀπὸ γῆς εἰς οὐρανὸν ἔτεινε τὴν ἀσέβειαν ἐπαράτῳ καὶ ἐναγεῖ καὶ μεμιασμένῃ ψυχῇ τε καὶ γλώττῃ καὶ πάσῃ τῇ φωνῆς ὀργανοποιίᾳ καταρασάμενος δι’ ὑπερβολὴν κακιῶν ὃν οὐδ’ ὑπὸ πάντων ἀλλὰ μόνων τῶν ἀρίστων εὐλογεῖσθαι θέμις, ὅσοι τὰς τελείας καθάρσεις ἐδέξαντο.
- 2.197.1
διὸ καὶ θαυμάσας τὴν φρενοβλάβειαν καὶ τὴν τοῦ θράσους ὑπερβολήν, καίτοι γ’ ὑπόπλεως ὢν παραστήματος εὐγενοῦς καὶ ἱέμενος αὐτοχειρίᾳ διαρτῆσαι τὸν ἄνθρωπον, ἔδεισε μὴ κουφοτέραν ἀναπράξῃ τιμωρίαν· ἰσόρροπον γὰρ ἐπινοῆσαι πρὸς τοσαύτην ἀσέβειαν κόλασιν ἄνθρωπος οὐκ ἂν ἴσχυσεν.
- 2.198.1
ἐπεὶ δὲ καὶ τῷ μὴ σέβειν θεὸν ἕπεται τὸ μήτε γονεῖς μήτε πατρίδα μήτ’ εὐεργέτας τιμᾶν, ὁ δὲ δὴ πρὸς τῷ μὴ σέβειν καὶ κακηγορεῖν τολμῶν τίνα μοχθηρίας ὑπερβολὴν ἀπολέλοιπε; καίτοι καὶ τὸ κακηγορεῖν ἧττον ἐν συγκρίσει κατάρας· ἀλλὰ γλωσσαλγία καὶ ἀχάλινον στόμα ὅταν ἐκνόμοις ἀφροσύναις ὑπηρετῶσι, πάντως τι καινουργεῖται τῶν ἀθέσμων. ὦ ἄνθρωπε, καταρᾶταί τις θεόν;
- 2.199.1
τίνα καλῶν ἕτερον θεὸν εἰς τὴν τῆς ἀρᾶς βεβαίωσιν; ἢ δῆλον ὅτι αὐτὸν κατ’ αὐτοῦ; ἄπαγε βεβήλων καὶ ἀνοσίων ἐνθυμημάτων. καλὸν ἐκνίψασθαι τὴν ἀθλίαν ψυχὴν ἐπηρεασθεῖσαν μὲν ὑπὸ φωνῆς, διακόνοις δὲ τοῖς ὠσὶ χρησαμένην, αἰσθήσει τυφλῇ.
- 2.200.1
καὶ οὔτε ἡ γλῶττα τοῦ τοσοῦτον ἀσέβημα φθεγξαμένου παρείθη οὔτε τὰ τοῦ μέλλοντος ἀκούειν ὦτα ἐπεφράχθη; εἰ μὴ ἄρα κατὰ πρόνοιαν τῆς δίκης, ἥτις οὔτ’ ἀγαθὸν ὑπερβάλλον οὔτε μέγιστον κακὸν οἴεται δεῖν ἐπισκιάζεσθαι, πρὸς ἔλεγχον ἐναργέστατον ἀρετῆς ἢ κακίας, ἵνα τὴν μὲν ἀποδοχῆς τὴν δὲ τιμωρίας ἀξιώσῃ.
- 2.201.1
διὰ τοῦτο τὸν μὲν εἰς εἱρκτὴν ἀπαχθέντα κελεύει δεθῆναι, ποτνιᾶται δὲ τὸν θεὸν ἱλασάμενος ταῖς ἀνάγκαις τῶν αἰσθήσεων, δι’ ὧν καὶ βλέπομεν ἃ μὴ θέμις ὁρᾶν καὶ ἀκούομεν ὧν μὴ θέμις ἀκούειν, ὅ τι χρὴ παθεῖν τὸν εὑρετὴν ἀσεβήματος καὶ ἀνοσιουργήματος ἐκτόπου καὶ ξένου δηλῶσαι.
- 2.202.1
ὁ δὲ προστάττει καταλευσθῆναι, προσήκουσαν οἶμαι δίκην ὑπολαβὼν τὴν διὰ λίθων κατ’ ἀνδρὸς λιθίνην καὶ ἀπόκροτον ψυχὴν ἔχοντος καὶ ἅμα βουλόμενος πάντας τοὺς ἀπὸ τοῦ ἔθνους συνεφάψασθαι τῆς κολάσεως, οὓς ᾔδει σφόδρα τραχέως ἐνεγκόντας καὶ φονῶντας· μόνης δ’ ὡς ἔοικε τῆς διὰ βλημάτων ἔμελλον αἱ τοσαῦται μυριάδες ἐφάπτεσθαι.
- 2.203.1
μετὰ δὲ τὴν τοῦ ἀνοσίου καὶ παλαμναίου τίσιν ἐγράφη διάταγμα καινόν, οὐκ ἄν ποτε προηγουμένης ἀξιωθὲν γραφῆς, ἀλλ’ αἱ ἀπροσδόκητοι νεωτεροποιίαι καινοὺς νόμους εἰς ἀνακοπὴν ἁμαρτημάτων ἐπιζητοῦσιν. αὐτίκα γοῦν νομοθετεῖται τάδε· ὃς ἂν καταράσηται θεόν, ἁμαρτίας ἔνοχος ἔστω, ὃς δ’ ἂν ὀνομάσῃ τὸ ὄνομα κυρίου, θνῃσκέτω (Lev. 24, 15. 16).
- 2.204.1
εὖ γ’, ὦ πάνσοφε, μόνος ἀμιγοῦς ἠκρατίσω σοφίας· τοῦ καταρᾶσθαι χεῖρον τὸ ὀνομάζειν ὑπείληφας; οὐ γὰρ ἂν τὸν μὲν βαρύτατον ἀσέβημα εἰργασμένον ἐπεκούφιζες διημαρτηκόσιν ἐπιεικέστερον συντάττων, κατὰ δὲ τοῦ βραχύτερον ἠδικηκέναι δόξαντος
- 2.205.1
τὴν ἀνωτάτω τιμωρίαν, θάνατον, ὥριζες. ἀλλ’ ὡς ἔοικε „θεοῦ“ τὰ νῦν οὐχὶ τοῦ πρώτου καὶ γεννητοῦ τῶν ὅλων ἀλλὰ τῶν ἐν ταῖς πόλεσι μέμνηται· ψευδώνυμοι δ’ εἰσὶ γραφέων καὶ πλαστῶν τέχναις δημιουργούμενοι· ξοάνων γὰρ καὶ ἀγαλμάτων καὶ τοιουτοτρόπων ἀφιδρυμάτων ἡ οἰκουμένη μεστὴ γέγονεν, ὧν τῆς βλασφημίας ἀνέχειν ἀναγκαῖον, ἵνα μηδεὶς ἐθίζηται τῶν Μωυσέως γνωρίμων συνόλως θεοῦ προσρήσεως ἀλογεῖν· ἀξιονικοτάτη γὰρ καὶ ἀξιέραστος ἡ κλῆσις.
- 2.206.1
εἰ δέ τις οὐ λέγω βλασφημήσειεν εἰς τὸν ἀνθρώπων καὶ θεῶν κύριον, ἀλλὰ καὶ τολμήσειεν ἀκαίρως αὐτοῦ φθέγξασθαι τοὔνομα, θάνατον ὑπομεινάτω τὴν δίκην.
- 2.207.1
οὐδὲ γὰρ τῶν φυτευσάντων καίτοι θνητῶν ὑπαρχόντων οἷς μέλει γονέων τιμῆς τὰ ὀνόματα προφέρουσιν, ἀλλὰ τὰ κύρια διὰ τὸν ἐπ’ αὐτοῖς σεβασμὸν ἡσυχάζοντες τοῖς τῆς φύσεως ἀνακαλοῦσι πατέρα καὶ μητέρα προσαγορεύοντες, δι’ ὧν εὐθὺς αἰνίττονται τὰς ἐξ ἐκείνων ἀνυπερβλήτους εὐεργεσίας καὶ τὴν αὑτῶν εὐχάριστον διάθεσιν.
- 2.208.1
ἔτι νῦν συγγνώμης ἀξιούσθωσαν οἱ κατ’ ἐπισυρμὸν γλώττης ἀκαιρευόμενοι καὶ λόγων ἀναπλήρωμα ποιούμενοι τὸ ἁγιώτατον καὶ θεῖον ὄνομα;
- 2.209.1
Μετὰ δὲ τὴν τοῦ γεννητοῦ τῶν ὅλων τιμὴν τὴν ἱερὰν ἑβδόμην ἐσέμνυνεν ὁ προφήτης ἰδὼν αὐτῆς ὀξυωπεστέροις ὄμμασι κάλλος ἐξαίσιον ἐνεσφραγισμένον οὐρανῷ τε καὶ τῷ σύμπαντι κόσμῳ καὶ ὑπὸ τῆς φύσεως αὐτῆς ἀγαλματοφορούμενον.
- 2.210.1
εὕρισκε γὰρ αὐτὴν τὸ μὲν πρῶτον ἀμήτορα, γενεᾶς τῆς θήλεος ἀμέτοχον, ἐκ μόνου πατρὸς σπαρεῖσαν ἄνευ σπορᾶς καὶ γεννηθεῖσαν ἄνευ κυήσεως· ἔπειτα δ’ οὐ ταῦτα μόνον κατεῖδεν, ὅτι παγκάλη καὶ ἀμήτωρ, ἀλλ’ ὅτι καὶ ἀειπάρθενος, οὔτ’ ἐκ μητρὸς οὔτε μήτηρ οὔτ’ ἐκ φθορᾶς οὔτε φθαρησομένη· εἶτ’ ἐκ τρίτου κατενόησεν αὐτὴν ἐξετάζων καὶ κόσμου γενέθλιον, ἣν ἑορτάζει μὲν οὐρανός, ἑορτάζει δὲ γῆ καὶ τὰ ἐν γῇ γανύμενα καὶ ἐνευφραινόμενα τῇ παναρμονίῳ ἑβδομάδι.
- 2.211.1
ταύτης ἕνεκα τῆς αἰτίας ὁ πάντα μέγας Μωυσῆς ἐδικαίωσε τοὺς ἐγγραφέντας αὐτοῦ τῇ ἱερᾷ πολιτείᾳ θεσμοῖς φύσεως ἑπομένους πανηγυρίζειν, ἐν ἱλαραῖς διάγοντας εὐθυμίαις, ἀνέχοντας μὲν ἔργων καὶ τεχνῶν τῶν εἰς πορισμὸν καὶ πραγματειῶν ὅσαι κατὰ βίου ζήτησιν, ἄγοντας δ’ ἐκεχειρίαν καὶ διαφειμένους πάσης ἐπιπόνου καὶ καματηρᾶς φροντίδος, σχολάζοντας οὐχ ὡς ἔνιοι γέλωσιν ἢ παιδιαῖς ἢ μίμων ἢ ὀρχηστῶν ἐπιδείξεσι, περὶ ἃς κηραίνουσι καὶ δυσθανατοῦσιν οἱ θεατρομανοῦντες καὶ διὰ τῶν ἡγεμονικωτάτων αἰσθήσεων, ὁράσεως καὶ ἀκοῆς, δούλην ἀπεργαζόμενοι τὴν φύσει βασιλίδα ψυχήν, ἀλλὰ μόνῳ τῷ φιλοσοφεῖν·
- 2.212.1
οὐχ ὅπερ μεθοδεύουσιν οἱ λογοθῆραι καὶ σοφισταὶ πιπράσκοντες ὡς ἄλλο τι τῶν ὠνίων ἐπ’ ἀγορᾶς δόγματα καὶ λόγους, οἳ φιλοσοφίᾳ κατὰ φιλοσοφίας (ὦ γῆ καὶ ἥλιε!) χρώμενοι δι’ αἰῶνος οὐκ ἐρυθριῶσιν, ἀλλὰ τῷ τῷ ὄντι φιλοσοφεῖν, ὅπερ ἐκ τριῶν συνύφανται, βουλευμάτων καὶ λόγων καὶ πράξεων, εἰς ἓν εἶδος ἡρμοσμένων πρὸς κτῆσιν καὶ ἀπόλαυσιν εὐδαιμονίας.
- 2.213.1
τούτου δή τις ἀλογήσας τοῦ διατάγματος, ἔτι τοὺς χρησμοὺς ἐναύλους ἔχων τοὺς περὶ τῆς ἱερᾶς ἑβδόμης, οὓς ἐθέσπισεν ἄνευ προφήτου ὁ θεὸς διὰ φωνῆς — τὸ παραδοξότατον—ὁρατῆς, ἣ τῶν παρατυγχανόντων ὀφθαλμοὺς ὤτων ἐπήγειρε μᾶλλον, ἐπὶ φρυγανισμὸν ἐξῄει διὰ μέσου τοῦ στρατοπέδου πάντας εἰδὼς ἐν ταῖς σκηναῖς ἠρεμοῦντας, καὶ δρῶν ἔτι τἀδίκημα καταφανὴς ὑπὲρ τοῦ μὴ λαθεῖν γίνεται.
- 2.214.1
πυλῶν γὰρ ἔξω προελθόντες τινὲς εἰς ἐρημίαν, ἵν’ ἐν τῷ καθαρωτάτῳ καὶ ἡσυχάζοντι εὔξωνται, θέαν ἔκνομον ἰδόντες, ξύλων ὕλην συγκομίζοντα, καὶ δυσανασχετήσαντες ἐμέλλησαν μὲν αὐτὸν ἀνελεῖν, λογισμῷ δὲ τὸ παρακεκινημένον τῆς ὀργῆς ἐπισχόντες, ἵνα μήτε ἰδιῶται πρὸ ἀρχόντων κολάζειν τινὰ δοκῶσι καὶ ταῦτ’ ἄκριτον, κἂν ἄλλως τὸ παρανόμημα ᾖ ἐμφανές, μήτε τοῦ περὶ τὴν ἡμέραν εὐαγοῦς μίασμα φόνου, κἂν δικαιότατος ᾖ, προσάψηται, συλλαβόντες ἄγουσιν αὐτὸν ἐπὶ τὸν ἄρχοντα, ᾧ συνήδρευον μὲν οἱ ἱερεῖς, παρειστήκει δὲ σύμπασα ἡ πληθὺς πρὸς ἀκρόασιν.
- 2.215.1
ἔθος γὰρ ἦν, ἀεὶ μὲν κατὰ τὸ παρεῖκον, προηγουμένως δὲ ταῖς ἑβδόμαις, ὡς ἐδήλωσα καὶ πρόσθεν, φιλοσοφεῖν, τοῦ μὲν ἡγεμόνος ὑφηγουμένου καὶ διδάσκοντος ἅ τε χρὴ πράττειν καὶ λέγειν, τῶν δ’ εἰς καλοκἀγαθίαν ἐπιδιδόντων καὶ βελτιουμένων τά τε ἤθη καὶ τὸν βίον.
- 2.216.1
ἀφ’ οὗ καὶ εἰσέτι νῦν φιλοσοφοῦσι ταῖς ἑβδόμαις Ἰουδαῖοι τὴν πάτριον φιλοσοφίαν τὸν χρόνον ἐκεῖνον ἀναθέντες ἐπιστήμῃ καὶ θεωρίᾳ τῶν περὶ φύσιν· τὰ γὰρ κατὰ πόλεις προσευκτήρια τί ἕτερόν ἐστιν ἢ διδασκαλεῖα φρονήσεως καὶ ἀνδρείας καὶ σωφροσύνης καὶ δικαιοσύνης εὐσεβείας τε καὶ ὁσιότητος καὶ συμπάσης ἀρετῆς, ᾗ κατανοεῖται καὶ κατορθοῦται τά τε ἀνθρώπεια καὶ
- 2.217.1
θεῖα; τότε μὲν οὖν εἰς εἱρκτὴν ὁ τηλικοῦτον ἀσέβημα δράσας ἀπάγεται. Μωυσῆς δὲ ἀπορῶν ὅ τι χρὴ παθεῖν τὸν ἄνθρωπον — ᾔδει γὰρ ἄξια θανάτου διαπεπραγμένον, ἀλλὰ τίς ἂν γένοιτο τρόπος ἁρμόζων τῆς τιμωρίας; — ἀφικνεῖται πρὸς τὸ ἀόρατον ἀοράτῳ ψυχῇ δικαστήριον καὶ ἐπυνθάνετο τοῦ καὶ πρὶν ἀκοῦσαι πάντ’ ἐπισταμένου δικαστοῦ, τί κέκρικεν.
- 2.218.1
ὁ δ’ ἀποφαίνεται τὴν γνῶσιν, ὅτι καὶ θνῄσκειν ὀφείλει καὶ οὐχ ἑτέρως ἢ καταλευσθείς, ἐπειδὴ καὶ τούτῳ καθάπερ καὶ τῷ προτέρῳ μετέβαλεν ὁ νοῦς εἰς κωφὴν λίθον εἰργασμένῳ τελεώτατον παρανόμημα, ᾧ σχεδὸν πάντα τἄλλα ἐμφέρεται, ὅσα περὶ τοῦ σεβασμοῦ τῆς ἑβδόμης νενομοθέτηται. διὰ τί;
- 2.219.1
ὅτι οὐχ αἱ βάναυσοι μόνον ἀλλὰ καὶ αἱ ἄλλαι τέχναι καὶ πραγματεῖαι καὶ μάλιστα αἱ περὶ πορισμὸν καὶ βίου ζήτησιν ἢ διὰ πυρός εἰσιν ἢ οὐκ ἄνευ τῶν διὰ πυρός· ὅθεν ἀπαγορεύει πολλάκις ἐν ταῖς ἑβδόμαις πῦρ ἐναύειν ὡς ἀρχηγικώτατον αἴτιον καὶ πρεσβύτατον ἔργον, οὗ ἡσυχάσαντος ἐνενοήθη καὶ τὰ κατὰ μέρος ὡς εἰκὸς συνησυχάσειν.
- 2.220.1
ὕλη δὲ ξύλα πυρός, ὡς τὸν ξυλιζόμενον ἀδελφὸν καὶ συγγενὲς ἁμάρτημα τῷ καίοντι δρᾶν, τὸ παρανόμημα διπλασιάζοντα, τῇ μὲν ὅτι προσταχθὲν ἠρεμεῖν συνεκόμιζε, τῇ δ’ ὅτι καὶ τοιαῦτα συνεκόμιζεν, ἃ πυρός ἐστιν ὕλη, τῆς τῶν τεχνῶν ἀρχῆς.
- 2.221.1
Ἄμφω μὲν οὖν τὰ εἰρημένα τιμωρίας ἀσεβῶν περιέχει διὰ πεύσεως καὶ ἀποκρίσεως βεβαιουμένας. ἕτερα δὲ δύο ἐστὶν οὐχὶ τῆς αὐτῆς ἀλλὰ διαφερούσης ἰδέας, ὧν τὸ μὲν περὶ κλήρου διαδοχῆς, τὸ δ’ ὅσα τῷ δοκεῖν παρὰ καιρὸν ἐπιτελουμένης ἱερουργίας, περὶ ἧς λεκτέον πρότερον.
- 2.222.1
τὴν ἀρχὴν τῆς ἐαρινῆς ἰσημερίας πρῶτον ἀναγράφει μῆνα Μωυσῆς ἐν ταῖς τῶν ἐνιαυτῶν περιόδοις ἀναθεὶς οὐχ ὥσπερ ἔνιοι χρόνῳ τὰ πρεσβεῖα μᾶλλον ἢ ταῖς τῆς φύσεως χάρισιν, ἃς ἀνέτειλεν ἀνθρώποις· κατὰ γὰρ ταύτην τὰ μὲν σπαρτά, ἡ ἀναγκαία τροφή, τελειογονεῖται, ὁ δὲ τῶν δένδρων καρπὸς ἡβώντων ἄρτι γεννᾶται δευτέραν ἔχων τάξιν, ὅθεν καὶ ὀψίγονός ἐστιν· ἀεὶ γὰρ ἐν τῇ φύσει τὰ μὴ λίαν ἀναγκαῖα τῶν σφόδρα ἀναγκαίων δεύτερα.
- 2.223.1
σφόδρα μὲν οὖν ἀναγκαῖα πυροί τε καὶ κριθαὶ καὶ ὅσα ἄλλα εἴδη τροφῆς, ὧν ἄνευ ζῆν οὐκ ἔστιν· ἔλαιον δὲ καὶ οἶνος καὶ ἀκρόδρυα οὐχὶ τῶν ἀναγκαίων, ἐπεὶ καὶ δίχα τούτων ἄχρι μακροτάτου γήρως παρατείνοντες εἰς πολυετίαν βιοῦσιν ἄνθρωποι.
- 2.224.1
τῷ δὴ μηνὶ τούτῳ περὶ τεσσαρεσκαιδεκάτην ἡμέραν, μέλλοντος τοῦ σεληνιακοῦ κύκλου γίνεσθαι πλησιφαοῦς, ἄγεται τὰ διαβατήρια, δημοφανὴς ἑορτή, τὸ Χαλδαϊστὶ λεγόμενον Πάσχα, ἐν ᾗ οὐχ οἱ μὲν ἰδιῶται προσάγουσι τῷ βωμῷ τὰ ἱερεῖα, θύουσι δ’ οἱ ἱερεῖς, ἀλλὰ νόμου προστάξει σύμπαν τὸ ἔθνος ἱερᾶται, τῶν κατὰ μέρος ἑκάστου τὰς ὑπὲρ αὑτοῦ θυσίας ἀνάγοντός τε καὶ χειρουργοῦντος.
- 2.225.1
ὁ μὲν οὖν ἄλλος ἅπας λεὼς ἐγεγήθει καὶ φαιδρὸς ἦν, ἑκάστου νομίζοντος ἱερωσύνῃ τετιμῆσθαι· δεδακρυμένοι δ’ ἕτεροι καὶ στένοντες διῆγον, οἰκείων αὐτοῖς ἔναγχος τετελευτηκότων, οὓς πενθοῦντες διπλῇ κατείχοντο λύπῃ, προσειληφότες τῇ διὰ τοὺς ἀποθανόντας συγγενεῖς καὶ τὴν ἐκ τοῦ στερηθῆναι τῆς περὶ τὴν ἱερουργίαν ἡδονῆς τε καὶ τιμῆς, οἷς οὐδὲ καθάρασθαι καὶ περιρράνασθαι κατ’ ἐκείνην τὴν ἡμέραν ἐξεγένετο, μήπω τοῦ πένθους ὑπερημέρου καὶ ἐκπροθέσμου γεγονότος.
- 2.226.1
οὗτοι μετὰ τὴν πανήγυριν προσελθόντες τῷ ἄρχοντι συννοίας μεστοὶ καὶ κατηφείας τὰ συμβεβηκότα διηγήσαντο, τὴν ὑπόγυον τῶν συγγενῶν τελευτήν, τὸ πένθος ᾧ κατ’ ἀναγκαῖον ἐχρήσαντο, τὸ μὴ δυνηθῆναι διὰ τοῦτο μετασχεῖν τῆς τῶν διαβατηρίων θυσίας.
- 2.227.1
εἶτ’ ἐδέοντο μὴ ἔλαττον τῶν ἄλλων ἐνέγκασθαι μηδὲ τὸ ἐπὶ τοῖς ἀποθανοῦσιν οἰκείοις ἀτύχημα ἐν ἀδικήματος μέρει καταριθμηθῆναι τιμωρίαν ἐργασάμενον πρὸ ἐλέου· νομίσαι γὰρ ἂν χείρονα παθεῖν τῶν ἀποθανόντων, εἴ γε τοῖς μὲν οὐδενός ἐστιν ἀντίληψις ἔτι τῶν ἀβουλήτων, οἱ δὲ ζῶντες δόξουσι τεθνάναι τὸν μετ’ αἰσθήσεως θάνατον.
- 2.228.1
ταῦτ’ ἀκούσας ἑώρα μὲν καὶ τὴν δικαιολογίαν οὐκ ἀπῳδὸν καὶ τὴν τοῦ μὴ ἱερουργῆσαι πάλιν πρόφασιν ἀναγκαίαν καὶ τὸ συμπαθὲς ἀνακεκραμένον τούτοις, ἐπαμφοτερίζων δὲ τὴν γνώμην καὶ ὥσπερ ἐπὶ πλάστιγγος ἀντιρρέπων — τῇ μὲν γὰρ ἐταλάντευεν ὁ ἔλεος καὶ τὰ δίκαια, τῇ δ’ ἀντέβριθεν ὁ νόμος τῆς τῶν διαβατηρίων θυσίας, ἐν ᾧ καὶ πρῶτος μὴν καὶ ἡμέρα τεσσαρεσκαιδεκάτη δεδήλωται τῆς ἱερουργίας —, ἀρνήσεως καὶ συγκαταθέσεως μεταξὺ φορούμενος ἱκετεύει τὸν θεὸν δικαστὴν γενέσθαι καὶ χρησμῷ τὴν κρίσιν ἀναφῆναι.
- 2.229.1
ὁ δ’ ἐπακούσας θεσπίζει λόγιον οὐ περὶ ὧν ἐνετεύχθη μόνον ἀλλὰ καὶ περὶ τῶν αὖθίς ποτε γενησομένων, εἰ ταῖς αὐταῖς χρήσαιντο συντυχίαις· ἐπιδαψιλευόμενος δὲ καὶ περὶ τῶν κατ’ ἄλλας αἰτίας οὐ δυνηθέντων ἱερουργῆσαι μετὰ παντὸς τοῦ ἔθνους προσεπιθεσπίζει.
- 2.230.1
τίνα οὖν ἐστι τὰ περὶ τούτων χρησθέντα λόγια, μηνυτέον. „συγγενικὸν“ φησί „πένθος ἀναγκαία μὲν τοῖς ἀφ’ αἵματος ἀνία, γράφεται δ’ οὐκ ἐν πλημμελείαις.
- 2.231.1
ἕως μὲν οὖν ἐμπρόθεσμόν ἐστιν, ἔξω περιβόλων ἱερῶν ἐλαυνέσθω, οὓς ἀπὸ παντὸς ἁγνεύειν οὐχ ἑκουσίου μόνον ἀλλὰ καὶ τοῦ μὴ κατὰ γνώμην μιάσματος δεῖ· γενομένου δ’ ἐκπροθέσμου, μὴ στερέσθωσαν ἰσομοιρίας τῆς ἐν ταῖς ἱερουργίαις, ἵνα μὴ προσθήκη τετελευτηκότων οἱ ζῶντες ὦσιν· ἴτωσαν δὲ ἅτε δεύτεροι δευτέρῳ μηνί, πάλιν τεσσαρεσκαιδεκάτῃ ἡμέρᾳ, καὶ θυέτωσαν κατὰ τὰ αὐτὰ τοῖς προτέροις καὶ τῷ θύματι χρήσθωσαν ὡς ἐκεῖνοι νόμῳ καὶ τρόπῳ τῷ παραπλησίῳ.
- 2.232.1
τὰ δ’ αὐτὰ ἐπιτετράφθω καὶ τοῖς μὴ διὰ πένθος ἀλλὰ μακρᾶς χάριν ἀποδημίας κωλυομένοις ἅμα τῷ παντὶ ἔθνει συνιερουργεῖν· οὐ γὰρ οἱ ξενιτεύοντες ἢ ἑτέρωθι οἰκοῦντες ἀδικοῦσιν, ὡς στέρεσθαι τῆς ἴσης τιμῆς, καὶ ταῦτα μὴ χωρούσης διὰ πολυανθρωπίαν τὸ ἔθνος μιᾶς χώρας, ἀλλ’ ἀποικίας πανταχόσε διαπεμψαμένης.“
- 2.233.1
Τοσαῦτα διειλεγμένος περὶ τῶν ὑστερησάντων μὲν ἅμα τῷ πλήθει θῦσαι τὰ διαβατήρια κατὰ συντυχίας ἀβουλήτους, ἐκπλῆσαι δ’ εἰ καὶ ὀψὲ ἀλλ’ οὖν ἀναγκαίως τὸ ἐλλειφθὲν σπουδασάντων, ἐπὶ τελευταῖον μέτειμι διάταγμα τὸ περὶ τῆς τῶν κλήρων διαδοχῆς, ὅπερ ὁμοίως μικτὸν ἦν ἐκ πεύσεως καὶ ἀποκρίσεως λαβὸν τὴν σύστασιν.
- 2.234.1
ἦν τις ὄνομα Σαλπαάδ, ἀνὴρ δόκιμος καὶ φυλῆς οὐκ ἀσήμου· τούτῳ πέντε μὲν γίνονται θυγατέρες, υἱὸς δὲ οὐδείς· αἳ μετὰ τὴν τελευτὴν τοῦ πατρὸς στέρησιν τῆς πατρῴας λήξεως ὑποτοπήσασαι διὰ τὸ τὰς κληρουχίας ἄρρεσι δίδοσθαι προσίασι τῷ ἡγεμόνι μετὰ τῆς ἁρμοττούσης κόραις αἰδοῦς, οὐ θηρώμεναι πλοῦτον, ἀλλὰ τοὔνομα καὶ ἀξίωμα γλιχόμεναι διασῶσαι τοῦ πατρὸς καί φασιν·
- 2.235.1
„ὁ μὲν πατὴρ ἡμῶν ἐτελεύτησεν, ἐτελεύτησε δ’ ἐν οὐδεμιᾷ στάσει γενόμενος, ἐφ’ ὧν συνέβη διαφθαρῆναι μυρίους, ἀλλ’ ἐζήλωσε βίον ἀπράγμονα καὶ ἰδιώτην, εἰ μὴ ἄρα ἐν ἁμαρτίᾳ θετέον τὸ γενεᾶς ἄρρενος ἀμοιρῆσαι. πάρεσμεν δ’ ἡμεῖς ὅσα μὲν τῷ δοκεῖν ὀρφαναί, τὸ δ’ ἀληθὲς σοὶ χρησόμεναι πατρί· τοῦ γὰρ γεννήσαντος ὁ νόμιμος ἄρχων οἰκειότερος ὑπηκόοις.“
- 2.236.1
ὁ δὲ θαυμάσας τὴν φρόνησιν τῶν παρθένων καὶ τὴν πρὸς τὸν γεινάμενον εὔνοιαν ἐπέσχεν ὑφ’ ἑτέρας ἑλκόμενος φαντασίας, καθ’ ἣν τὰς κληρουχίας ἄνδρες ὤφειλον διανέμεσθαι γέρας ληψόμενοι στρατείας καὶ πολέμων οὓς διήθλησαν, γυναικὶ δ’ ἡ φύσις ἀσυλίαν τῶν τοιούτων ἀγωνισμάτων παρέχουσα δηλονότι καὶ τῶν ἐπ’ αὐτοῖς τιθεμένων ἄθλων οὐ μεταδίδωσιν.
- 2.237.1
ὅθεν εἰκότως τῆς διανοίας ἀμφικλινῶς ἐχούσης καὶ ἀντισπωμένης, ἀναφέρει τῷ θεῷ τὴν διαπόρησιν, ὃν ᾔδει μόνον ἀψευδέσι καὶ ἀπλανεστάτοις κριτηρίοις τὰς κατὰ μικρὸν διαφορὰς διαστέλλοντα πρὸς ἐπίδειξιν ἀληθείας καὶ δικαιοσύνης.
- 2.238.1
ὁ δὲ ποιητὴς τῶν ὅλων, ὁ τοῦ κόσμου πατήρ, γῆν καὶ οὐρανὸν ὕδωρ τε καὶ ἀέρα καὶ ὅσα ἐκ τούτων ἑκάστου συνέχων καὶ διακρατῶν, ὁ θεῶν καὶ ἀνθρώπων ἡγεμών, οὐκ ἀπηξίωσε χρηματίσαι κόραις ὀρφαναῖς· χρηματίσας δὲ καὶ πλέον τι παρέσχεν ἢ κατὰ δικαστὴν ὁ εὐμενὴς καὶ ἵλεως, ὁ πάντα διὰ πάντων πεπληρωκὼς τῆς εὐεργέτιδος ἑαυτοῦ δυνάμεως· ἔπαινον γὰρ διεξῆλθε τῶν παρθένων.
- 2.239.1
ὦ δέσποτα, πῶς ἂν σέ τις ὑμνήσειε, ποίῳ στόματι, τίνι γλώττῃ, ποίᾳ φωνῆς ὀργανοποιίᾳ, ποίῳ ψυχῆς ἡγεμονικῷ; οἱ γὰρ ἀστέρες εἷς γενόμενοι χορὸς ᾄσονταί τι μέλος ἐπάξιον; ὁ δ’ οὐρανὸς ὅλος εἰς φωνὴν ἀναλυθεὶς δυνήσεταί τι τῶν σῶν ἀρετῶν διηγήσασθαι μέρος; „ὀρθῶς“ φησίν "ἐλάλησαν αἱ θυγατέρες Σαλπαάδ.“
- 2.240.1
τοῦθ’ ἡλίκον ἐστὶν ἐγκώμιον θεοῦ μαρτυροῦντος, τίς οὐκ οἶδε; πάριτε νῦν, οἱ ἀλαζόνες, οἱ μέγα πνέοντες ἐπὶ ταῖς εὐπραγίαις, οἱ τοὺς αὐχένας πλέον τῆς φύσεως ἐπαίροντες καὶ τὰς ὀφρῦς ἀνεσπακότες, παρ’ οἷς χηρεία μὲν γυναικῶν γέλως, [καὶ] οἰκτρὸν κακόν, ἐρημία δὲ παίδων ὀρφανῶν, οἰκτρότερον τοῦ προτέρου, χλευάζεται·
- 2.241.1
καὶ κατιδόντες ὅτι οὕτω ταπεινοὶ καὶ ἀτυχεῖς εἶναι δοκοῦντες οὐκ ἐν ἐξουθενημένοις καὶ ἀφανέσι τάττονται παρὰ τῷ θεῷ, οὗ τῆς ἀρχῆς τὸ ἀτιμότατον μέρος εἰσὶν αἱ πανταχοῦ τῆς οἰκουμένης βασιλεῖαι, διότι καὶ ὁ τῆς γῆς ἅπας ἐν κύκλῳ περίβολος ἐσχατιὰ τῶν ἔργων ἐστὶν αὐτοῦ, δέξασθε νουθεσίαν ἀναγκαίαν.
- 2.242.1
ἐπαινέσας δ’ ὅμως τὴν ἔντευξιν τῶν παρθένων οὔτε ταύτας ἀγεράστους κατέλιπεν οὔτ’ εἰς τὴν ἴσην τιμὴν τοῖς ἀγωνισταῖς ἀνδράσι περιήγαγεν, ἀλλὰ τοῖς μὲν ὡς ἆθλα οἰκεῖα ἀπένειμε τὰς κληρουχίας ἀνθ’ ὧν ἠνδραγαθίσαντο, τὰς δὲ χάριτος καὶ φιλανθρωπίας, οὐ γέρως, ἠξίωσεν· ὃ ἐναργέστατα παρίστησι διὰ τῶν ὀνομάτων „δόμα“ λέγων καὶ „δώσεις“ (Num. 27,7), ἀλλ’ οὐκ „ἀπόδομα“ οὐδ’ „ἀποδώσεις“· ταῦτα μὲν γὰρ ἴδια τῶν λαμβανόντων, ἐκεῖνα δὲ τῶν χαριζομένων.
- 2.243.1
θεσπίσας δὲ περὶ ὧν ἐνετύγχανον αἱ ὀρφαναὶ παρθένοι καὶ καθολικώτερον τίθησι νόμον περὶ κλήρων διαδοχῆς, πρώτους μὲν υἱοὺς ἐπὶ μετουσίαν καλῶν τῶν πατρῴων, εἰ δὲ μὴ εἶεν υἱοί, δευτέρας θυγατέρας, αἷς φησι δεῖν περιτιθέναι τὸν κλῆρον ὡσανεὶ κόσμον ἔξωθεν, ἀλλ’ οὐχ ὡς ἴδιον καὶ συγγενὲς κτῆμα· τὸ γὰρ περιτιθέμενον οὐδεμίαν οἰκείωσιν ἔχει πρὸς τὸ διακοσμούμενον, ἁρμονίας καὶ ἑνώσεως ἀλλοτριούμενον.
- 2.244.1
μετὰ δὲ θυγατέρας τρίτους ἀδελφοὺς καλεῖ, τετάρτην δὲ θείοις πρὸς πατρὸς ἀπονέμει τάξιν, αἰνιττόμενος ὅτι καὶ πατέρες γένοιντ’ ἂν υἱῶν κληρονόμοι· πάνυ γὰρ εὔηθες ὑπολαβεῖν, ὅτι πατρὸς ἀδελφῷ νέμων κλῆρον ἀδελφιδοῦ διὰ τὴν πρὸς πατέρα συγγένειαν αὐτὸν ἀφείλετο τὸν πατέρα τῆς διαδοχῆς.
- 2.245.1
ἀλλ’ ἐπειδὴ νόμος φύσεώς ἐστι κληρονομεῖσθαι γονεῖς ὑπὸ παίδων ἀλλὰ μὴ τούτους κληρονομεῖν, τὸ μὲν ἀπευκτὸν καὶ παλίμφημον ἡσύχασεν, ἵνα μὴ πατὴρ καὶ μήτηρ προσοδεύεσθαι δοκῶσι τὰ ἐπ’ ὠκυμόροις τέκνοις ἀπαρηγόρητα πένθη, πλαγίως δ’ αὐτοὺς ἐκάλεσε τοῖς θείοις ἐφιείς, ἵν’ ἀμφοτέρων στοχάσηται καὶ τοῦ πρέποντος καὶ τοῦ μὴ τὴν οὐσίαν ἀλλοτριωθῆναι. μετὰ δὲ θείους πέμπτη τάξις ἐστὶν οἱ ἔγγιστα γένους, ὧν ἀεὶ τοῖς πρώτοις δίδωσι τοὺς κλήρους.
- 2.246.1
Ταῦτ’ ἀναγκαίως διεξεληλυθὼς περὶ τῶν μικτὴν ἐχόντων κληρουχίαν χρησμῶν, ἑξῆς δηλώσω τὰ κατ’ ἐνθουσιασμὸν τοῦ προφήτου θεσπισθέντα λόγια· τοῦτο γὰρ ὑπεσχόμην δείξειν. ἀρχὴ τοίνυν ἐστὶν αὐτῷ τῆς θεοφορήτου κατοκωχῆς, ἥτις καὶ τῷ ἔθνει γέγονεν εὐπραγίας ἀρχὴ στειλαμένῳ τὴν ἀπ’ Αἰγύπτου πρὸς τὰς κατὰ Συρίαν πόλεις ἀποικίαν μυριάσι πολλαῖς.
- 2.247.1
ἄνδρες γὰρ ὁμοῦ καὶ γυναῖκες ἀτριβῆ καὶ μακρὰν ἐρήμην ἅπασαν ἀνύσαντες ἐπὶ θάλατταν ἀφικνοῦνται τὴν Ἐρυθρὰν προσαγορευομένην· εἶθ’ ὡς εἰκὸς ἐν ἀμηχάνοις ἦσαν οὔτε περαιοῦσθαι δυνάμενοι διὰ σκαφῶν ἀπορίαν οὔτ’ ἐπιστρέφειν τὴν αὐτὴν ὁδὸν ἀσφαλὲς ἡγούμενοι.
- 2.248.1
διακειμένοις δ’ οὕτως μεῖζον ἐπιρράττει κακόν· ὁ γὰρ τῶν Αἰγυπτίων βασιλεὺς δύναμιν παραλαβὼν οὐκ εὐκαταφρόνητον, ἱππότην καὶ πεζὸν στρατόν, ἐπεξέθει διώκων καὶ σπεύδων καταλαβεῖν, ἵνα τίσηται τῆς ἐξόδου, ἣν θεσφάτοις ἀριδήλοις ἐπέτρεψε ποιήσασθαι. ἀλλ’ ὡς ἔοικεν ἀβέβαιος ἡ μοχθηρῶν ἀνθρώπων διάθεσις ὡς ἐπὶ πλάστιγγος μικρᾶς ἕνεκα προφάσεως ῥέπουσα πρὸς τἀναντία. μέσοι δὴ ληφθέντες ἐχθρῶν καὶ θαλάττης ἀπέγνωσαν τὴν ἰδίαν σωτηρίαν,
- 2.249.1
οἱ μὲν εὐκτὸν ἀγαθὸν ἡγούμενοι τὸν οἴκτιστον ὄλεθρον, οἱ δ’ ἄμεινον εἶναι νομίζοντες ὑπὸ τῶν τῆς φύσεως ἀπολέσθαι μερῶν ἢ γέλως ἐχθροῖς γενέσθαι ῥίπτειν ἑαυτοὺς εἰς θάλασσαν διενοοῦντο καί τινα τῶν βάρος ἐχόντων ἐπαχθισάμενοι παρὰ ταῖς ἠϊόσιν ἐφήδρευον, ἵν’, ὁπόταν θεάσωνται τοὺς πολεμίους ἐγγὺς ὄντας, καθαλλόμενοι ῥᾷον εἰς βυθὸν ἐνεχθῶσιν.
- 2.250.1
ἀλλὰ γὰρ οἱ μὲν πρὸς τὸ ἄπορον τῆς ἀνάγκης διεπτόηντο δυσθανατοῦντες· ὁ δὲ προφήτης, ὑπ’ ἐκπλήξεως ὁρῶν σεσαγηνευμένον ὥσπερ βόλον ἰχθύων τὸ σύμπαν ἔθνος, οὐκέτ’ ὢν ἐν ἑαυτῷ θεοφορεῖται καὶ θεσπίζει τάδε·
- 2.251.1
"τὸ μὲν δέος ἀναγκαῖον, φόβος ἐγγὺς καὶ μέγας ὁ κίνδυνος· ἐξ ἐναντίας ἀχανές ἐστι πέλαγος, ὑπόδρομος εἰς καταφυγὴν οὐδείς, ἀπορία πλοίων, κατόπιν ἔφεδροι φάλαγγες ἐχθρῶν, αἳ στείχουσιν ἀπνευστὶ διώκουσαι. ποῖ τις τράπηται, ποῖ τις ἐκνεύσῃ; πάντα πανταχόθεν ἐξαπιναίως ἐπέθετο, γῆ, θάλαττα, ἄνθρωποι, στοιχεῖα φύσεως.
- 2.252.1
ἀλλὰ θαρρεῖτε, μὴ ἀποκάμητε, στῆτε ταῖς διανοίαις μὴ κραδαινόμενοι, προσδοκᾶτε τὴν ἀήττητον ἐκ θεοῦ βοήθειαν· αὐτεπάγγελτος ἤδη παρέσται, μὴ ὁρωμένη προαγωνιεῖται· πεπείρασθε αὐτῆς ἤδη πολλάκις ἀμυνομένης ἀφανῶς· βλέπω μέλλουσαν κονίεσθαι, βρόχους τοῖς αὐχέσι περιβάλλουσαν τῶν ἀντιπάλων· ἕλκει κατὰ τῆς θαλάττης· μολύβδου τρόπον εἰς βυθὸν χωροῦσιν. ὑμεῖς μὲν ἔτι ζώντων αἰσθάνεσθε, τεθνεώτων δ’ ἐγὼ φαντασίαν λαμβάνω· τήμερον δὲ καὶ ὑμεῖς νεκροὺς αὐτοὺς θεάσεσθε.”
- 2.253.1
καὶ ὁ μὲν ταῦτ’ ἀπεφθέγγετο μείζονα ὄντα πάσης ἐλπίδος, οἱ δ’ ἐπειρῶντο ἔργοις τῆς περὶ τὸ λόγιον ἀληθείας. ἀπέβαινε γὰρ τὰ χρησθέντα θείαις δυνάμεσι μύθων ἀπιστότερα· ῥῆξις θαλάττης, ἀναχώρησις ἑκατέρου τμήματος, πῆξις τῶν κατὰ τὸ ῥαγὲν μέρος διὰ παντὸς τοῦ βάθους κυμάτων, ἵν’ ἀντὶ τειχῶν ᾖ κραταιοτάτων, εὐθυτενὴς ἀνατομὴ τῆς μεγαλουργηθείσης ὁδοῦ, ἣ τῶν κρυσταλλωθέντων μεθόριος ἦν,
- 2.254.1
ὁδοιπορία τοῦ ἔθνους ἀκινδύνως πεζεύοντος διὰ θαλάττης ὡς ἐπὶ ξηρᾶς ἀτραποῦ καὶ λιθώδους ἐδάφους — ἐκραυρώθη γὰρ ἡ ψάμμος καὶ ἡ σπορὰς αὐτῆς οὐσία συμφῦσα ἡνώθη —, ἐχθρῶν ἀπνευστὶ διωκόντων ἐφόρμησις σπευδόντων ἐπ’ οἰκεῖον ὄλεθρον, νεφέλης ὀπισθοφυλακούσης ἡνιόχησις, ἐν ᾗ θεία τις ὄψις πυρὸς αὐγὴν ἀπαστράπτουσα ἦν, πελαγῶν ἃ τέως ἀνακοπέντα διειστήκει παλίρροια, τοῦ διακοπέντος καὶ ἀναξηρανθέντος μέρους αἰφνίδιος θαλάττωσις, πολεμίων φθορά,
- 2.255.1
οὓς τά τε κρυσταλλωθέντα τείχη καὶ ἀνατραπέντα κατεύνασε καὶ αἱ πλήμμυραι τοῦ πελάγους ὥσπερ εἰς φάραγγα τὴν ὁδὸν ἐπενεχθεῖσαι κατέκλυσαν, ἐπίδειξις τῆς φθορᾶς διὰ τῶν ἐπαναπλευσάντων σωμάτων, ἃ τὴν ἐπιφάνειαν τοῦ πελάγους κατεστόρεσε, καὶ σφοδρὰ κυμάτωσις, ὑφ’ ἧς ἅπαντες οἱ νεκροὶ σωρηδὸν ἀπεβράσθησαν εἰς τοὺς ἀντιπέραν αἰγιαλούς, ἀναγκαία θέα γενησόμενοι τοῖς διασωθεῖσιν, οἷς ἐξεγένετο μὴ μόνον τοὺς κινδύνους διαφυγεῖν ἀλλὰ καὶ ἐπιδεῖν τοὺς ἐχθροὺς οὐκ ἀνθρωπίναις ἀλλὰ θείαις δυνάμεσι παντὸς λόγου μεῖζον κολασθέντας.
- 2.256.1
διόπερ εἰκότως εὐχαρίστοις ὕμνοις γεραίρει τὸν εὐεργέτην· εἰς γὰρ δύο χοροὺς διανείμας τὸ ἔθνος, τὸν μὲν ἀνδρῶν, τὸν δὲ γυναικῶν, ἐξάρχει μὲν αὐτὸς τοῖς ἀνδράσιν, ἔξαρχον δὲ καὶ τῶν γυναικῶν καθίστησι τὴν ἀδελφήν, ἵν’ ᾄδωσιν ὕμνους εἰς τὸν πατέρα καὶ ποιητὴν ἀντιφθόγγοις ἁρμονίαις συνηχοῦντες, διά τε κράσεως ἠθῶν καὶ μέλους, τῶν μὲν ἐπὶ τὴν αὐτὴν σπευδόντων ἀμοιβήν, τοῦ δὲ συνισταμένου κατὰ τὴν βαρύτητος πρὸς ὀξύτητα συμφωνίαν· φθόγγοι γὰρ οἱ μὲν ἀνδρῶν βαρεῖς, ὀξεῖς δ’ οἱ γυναικῶν, ἐξ ὧν, ὅταν ἡ κρᾶσις γένηται σύμμετρος, ἥδιστον καὶ παναρμόνιον ἀποτελεῖται μέλος.
- 2.257.1
τὰς δὲ τοσαύτας μυριάδας ἔπεισεν ὁμογνωμονῆσαι καὶ τὸν αὐτὸν ὕμνον ἐν ταὐτῷ συνᾴδειν τὰ τεράστια ἐκεῖνα μεγαλουργήματα, περὶ ὧν ὀλίγῳ πρότερον διεξῆλθον· ἐφ’ οἷς ὁ προφήτης γεγηθώς, ὁρῶν καὶ τὴν τοῦ ἔθνους περιχάρειαν, οὐδ’ αὐτὸς ἔτι χωρῶν τὴν ἡδονήν, κατῆρχε τῆς ᾠδῆς· οἱ δ’ ἀκούοντες εἰς δύο χοροὺς ἁλισθέντες τὰ λεχθέντα συνῇδον.
- 2.258.1
Τοῦτ’ ἐστὶ τῆς κατ’ ἐνθουσιασμὸν προφητείας Μωυσέως ἀρχὴ καὶ προοίμιον. ἑξῆς δὲ θεσπίζει περὶ τοῦ πρώτου καὶ ἀναγκαιοτάτου, τροφῆς, ἣν γῆ μὲν οὐκ ἤνεγκε — καὶ γὰρ ἦν στεῖρα καὶ ἄγονος —, ὤμβρησε δ’ οὐρανὸς οὐχ ἅπαξ ἀλλ’ ἐπὶ τεσσαρακονταετίαν ἑκάστης ἡμέρας πρὸ τῆς ἕω καρπὸν αἰθέριον ἐν δρόσῳ κέγχρῳ παραπλήσιον.
- 2.259.1
ὃν ἰδὼν Μωυσῆς συγκομίζειν κελεύει καὶ ἐπιθειάσας φησί· „πιστεύειν δεῖ τῷ θεῷ πεπειραμένους αὐτοῦ τῶν εὐεργεσιῶν ἐν μείζοσιν ἐλπίδος πράγμασιν· ἀθησαύριστα, ἀταμίευτα τὰ τῆς τροφῆς ἔστω· μηδεὶς ἄχρι πρωΐας ὑπολειπέσθω μηδὲν αὐτῆς μέρος.”
- 2.260.1
τοῦτ’ ἀκούσαντες ἔνιοι τῶν πρὸς εὐσέβειαν ἀνερματίστων, ὑπολαβόντες ἴσως οὐ χρησμοὺς ἀλλὰ παραίνεσιν ἄρχοντος εἶναι τὰ λεγόμενα, λείπουσιν εἰς τὴν ὑστεραίαν· τὸ δὲ σηπόμενον τὸν κύκλον τοῦ στρατοπέδου δυσοδμίας πληροῖ τὸ πρῶτον, εἶτ’ εἰς σκώληκας, ὧν ἡ γένεσις ἐκ φθορᾶς ἐστι, μετέβαλεν.
- 2.261.1
ἅπερ ἰδὼν Μωυσῆς εἰκότως ἐπὶ τοῖς ἀπειθέσι πικραίνεται· πῶς γὰρ οὐκ ἔμελλεν, εἰ τοσαῦτα καὶ τηλικαῦτα θεασάμενοι, πρὸς μὲν τὰς πιθανὰς καὶ εὐλόγους φαντασίας ἀδύνατα πραχθῆναι, τελειωθέντα δὲ εὐμαρῶς ἐπιφροσύναις θείαις, οὐκ ἐνδοιάζουσι μόνον, ἀλλὰ καὶ ἀπιστοῦσιν οἱ δυσμαθέστατοι πάντων;
- 2.262.1
ἀλλ’ ὅ γε πατὴρ δυσὶν ἐναργεστάταις ἀποδείξεσι τὸ λόγιον τοῦ προφήτου διασυνέστησεν, ὧν τὴν μὲν ἑτέραν εὐθὺς ἀπεδείξατο φθορᾷ τοῦ ὑπολειφθέντος καὶ δυσωδίᾳ καὶ τῇ πρὸς σκώληκας, τὸ φαυλότατον ζῷον, μεταβολῇ, τὴν δ’ ἑτέραν ὕστερον· ἀεὶ γὰρ τὸ πλεονάζον τοῦ συγκομισθέντος ὑπὸ τῆς πληθύος ταῖς ἡλιακαῖς
- 2.263.1
ἀκτῖσι διελύετο καὶ τηκόμενον ἐξανηλοῦτο. δεύτερον οὐκ εἰς μακρὰν ἐπιθειάσας ἀποφθέγγεται λόγιον τὸ περὶ τῆς ἱερᾶς ἑβδόμης. ἔχουσαν γὰρ αὐτὴν ἐν τῇ φύσει προνομίαν, οὐκ ἀφ’ οὗ μόνον ἐδημιουργήθη ὁ κόσμος, ἀλλὰ καὶ πρὸ τῆς οὐρανοῦ καὶ παντὸς αἰσθητοῦ γενέσεως, ἠγνόησαν ἄνθρωποι, τάχα που διὰ τὰς ἐν ὕδασι καὶ πυρὶ γενομένας συνεχεῖς καὶ ἐπαλλήλους φθορὰς οὐ δυνηθέντων παρὰ τῶν πρότερον διαδέξασθαι μνήμην τῶν ἔπειτα τῆς κατὰ τὸν ἐν χρόνοις εἱρμὸν ἀκολουθίας καὶ τάξεως· ὅπερ ἀδηλούμενον ἐπιθειάσας ἀνέφηνε λογίῳ μαρτυρηθέντι διὰ σημείου τινὸς ἐναργοῦς.
- 2.264.1
τὸ δὲ σημεῖον τοιοῦτον ἦν· ἐλάττων μὲν ἀπ’ ἀέρος ἐγίνετο ἡ φορὰ ταῖς προτέραις ἡμέραις τῆς τροφῆς, τότε δ’ αὖ διπλασίων· καὶ ταῖς μὲν προτέραις εἴ τι κατελείφθη, λειβόμενον ἐτήκετο μέχρι τοῦ παντελῶς εἰς νοτίδα μεταβαλὸν ἀναλωθῆναι, τότε δ’ οὐδεμίαν ἐνδεχόμενον τροπὴν ἐν ὁμοίῳ διέμενεν· ἐφ’ οἷς ἀγγελλομένοις ἅμα καὶ ὁρωμένοις καταπλαγεὶς Μωυσῆς οὐκ ἐστοχάσατο μᾶλλον ἢ θεοφορηθεὶς ἐθέσπισε τὴν ἑβδόμην.
- 2.265.1
ἐῶ λέγειν, ὅτι καὶ αἱ τοιαῦται εἰκασίαι συγγενεῖς προφητείας εἰσίν· ὁ γὰρ νοῦς οὐκ ἂν οὕτως εὐσκόπως εὐθυβόλησεν, εἰ μὴ καὶ θεῖον ἦν πνεῦμα τὸ ποδηγετοῦν πρὸς αὐτὴν τὴν ἀλήθειαν.
← Previous · Next → — showing 501–600 of 627
First Thousand Years of Greek. CTS URN tlg0018.tlg022.1st1K-grc1. Via the Perseus Digital Library / Open Greek and Latin TEI corpora. Licence: Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License. Source.