De vita Mosis (lib. i‑ii)
- 1.201.1
ὁ δὲ καταπνευσθεὶς ἔνθους γίνεται καὶ θεσπίζει τάδε· „θνητοῖς μὲν ἀνεῖται πεδιὰς ἡ βαθύγειος, ἣν ἀνατεμόντες εἰς αὔλακας ἀροῦσι καὶ σπείρουσι καὶ τὰ ἄλλα τὰ κατὰ γεωργίαν δρῶσι καρποὺς ἐτησίους ἐκπορίζοντες εἰς ἀφθονίαν τῶν ἀναγκαίων· θεῷ δ’ οὐ μία μοῖρα τοῦ παντὸς ἀλλ’ ὁ σύμπας κόσμος ὑποβέβληται καὶ τὰ τούτου μέρη πρὸς ἅπασαν χρείαν ὧν ἂν θέλῃ ὡς δεσπότῃ δοῦλα ὑπηρετήσοντα.
- 1.202.1
νῦν οὖν ἔδοξεν αὐτῷ, τὸν ἀέρα τροφὴν ἐνεγκεῖν ἀνθ’ ὕδατος, ἐπεὶ καὶ γῆ πολλάκις ὑετὸν ἤνεγκεν· ὁ γὰρ ἐν Αἰγύπτῳ ποταμὸς καθ’ ἕκαστον ἐνιαυτὸν ταῖς ἐπιβάσεσι πλημμυρῶν ὅταν ἄρδῃ τὰς ἀρούρας, τί ἕτερον ἢ ὑετός ἐστι κάτωθεν ἐπινίφων;“ παράδοξον μὲν δὴ τὸ ἔργον, εἰ καὶ ἐνταῦθα ἔστη·
- 1.203.1
νυνὶ δὲ καὶ παραδοξοτέροις ἄλλοις ἐθαυματουργεῖτο. ἐπενεγκάμενοι γὰρ ἄλλος ἀλλαχόθεν ἀγγεῖα συνεκόμιζον, οἱ μὲν ἐπὶ τῶν ὑποζυγίων, οἱ δὲ κατὰ τῶν ὤμων ἐπηχθισμένοι, προνοίᾳ τοῦ πρὸς πλείω χρόνον ταμιεύεσθαι τὰ ἐπιτήδεια.
- 1.204.1
ἦν δ’ ἄρα ἀταμίευτα καὶ ἀθησαύριστα, δωρεὰς ἀεὶ νέας ἐγνωκότος τοῦ θεοῦ χαρίζεσθαι· τὰ μὲν γὰρ πρὸς τὴν τότε χρῆσιν αὐτάρκη σκευάσαντες μεθ’ ἡδονῆς προσηνέγκαντο, τῶν δ’ ἀπολειφθέντων εἰς τὴν ὑστεραίαν οὐδὲν ἔτι σῷον εὕρισκον, ἀλλὰ μεταβεβληκότα καὶ δυσώδη καὶ μεστὰ τοιουτοτρόπων ζῴων, ἃ κατὰ σῆψιν εἴωθε γεννᾶσθαι· ταῦτα μὲν οὖν ἀπερρίπτουν κατὰ τὸ εἰκός, ἑτέρας δ’ εὐτρεπεῖς τροφὰς ἀνεύρισκον, ἃς ἅμα τῇ δρόσῳ καθ’ ἑκάστην ἡμέραν συνέβαινε νίφεσθαι.
- 1.205.1
γέρας δ’ ἐξαίρετον ἡ ἱερὰ ἑβδομὰς εἶχεν· ἐπειδὴ γὰρ οὐδὲν ἐφεῖται δρᾶν ἐν αὐτῇ, πάντων δὲ μικρῶν καὶ μεγάλων ἔργων ἀνέχειν διείρηται, συγκομίζειν οὐ δυναμένοις τότε τὰ ἐπιτήδεια πρὸ μιᾶς ὁ θεὸς ὕει διπλᾶ καὶ κελεύει φέρειν εἰς δύο ἡμέρας αὐτάρκη τροφὴν ἐσομένην· τὰ δὲ συγκομισθέντα σῷα διέμενεν, οὐδενὸς ᾗ πρότερον φθαρέντος τὸ παράπαν.
- 1.206.1
λέξω δὲ καὶ τὸ ἔτι τούτου θαυμασιώτερον· ἐπὶ γὰρ ἔτη τεσσαράκοντα, τοσοῦτον μῆκος αἰῶνος, ὁδοιποροῦσιν αὐτοῖς αἱ χορηγίαι τῶν ἀναγκαίων ἐν τάξεσι ταῖς εἰρημέναις ἐγίνοντο καθάπερ ἐν σιταρχίαις μεμετρημέναις πρὸς τὰς ἐπιβαλλούσας ἑκάστοις διανομάς.
- 1.207.1
ἅμα μέντοι καὶ τὴν τριπόθητον ἡμέραν ἀνεδιδάσκοντο — ζητοῦντες γὰρ ἐκ πολλοῦ, τίς ἄρ’ ἐστὶν ἡ τοῦ κόσμου γενέθλιος, ἐν ᾗ τόδε τὸ πᾶν ἀπετελέσθη, καὶ παρὰ πατέρων καὶ προγόνων τὴν ζήτησιν ἄλυτον διαδεξάμενοι μόλις ἐδυνήθησαν εὑρεῖν — οὐ μόνον χρησμοῖς ἀναδιδαχθέντες, ἀλλὰ καὶ τεκμηρίῳ πάνυ σαφεῖ· τοῦ γὰρ πλεονάζοντος ἐν ταῖς ἄλλαις ἡμέραις, ὡς ἐλέχθη, φθειρομένου, τὸ πρὸ τῆς ἑβδόμης ὑόμενον οὐ μόνον οὐ μετέβαλεν, ἀλλὰ καὶ μέτρον εἶχε διπλάσιον.
- 1.208.1
ἡ δὲ χρῆσις ἦν τοιάδε· συλλέγοντες ἅμα τῇ ἕῳ τὸ νιφόμενον ἤλουν ἢ ἔτριβον, εἶθ’ ἕψοντες ἡδεῖαν πάνυ τροφὴν οἷα μελίπηκτον προσεφέροντο μὴ δεόμενοι σιτοπόνων περιεργίας.
- 1.209.1
ἀλλὰ γὰρ καὶ τῶν εἰς ἁβροδίαιτον βίον οὐκ εἰς μακρὰν εὐπόρουν, ὅσαπερ ἐν οἰκουμένῃ χώρᾳ καὶ εὐδαίμονι βουληθέντος τοῦ θεοῦ κατὰ πολλὴν περιουσίαν ἄφθονα χορηγεῖν ἐν ἐρημίᾳ· ταῖς γὰρ ἑσπέραις ὀρτυγομητρῶν νέφος συνεχὲς ἐκ θαλάττης ἐπιφερόμενον ἅπαν τὸ στρατόπεδον ἐπεσκίαζε τὰς πτήσεις προσγειοτάτας ποιουμένων εἰς τὸ εὔθηρον· συλλαμβάνοντες οὖν καὶ σκευάζοντες ὡς φίλον ἑκάστοις κρεῶν ἀπέλαυον ἡδίστων ἅμα καὶ τὴν τροφὴν παρηγοροῦντες ἀναγκαίῳ προσοψήματι.
- 1.210.1
Τούτων μὲν οὖν πολλὴν ἦγον ἀφθονίαν οὐκ ἐπιλειπόντων, ὕδατος δὲ καὶ πάλιν πιέσασα δεινὴ σπάνις ἐπιγίνεται· καὶ πρὸς ἀπόγνωσιν ἤδη τραπομένων σωτηρίας, λαβὼν Μωυσῆς τὴν ἱερὰν βακτηρίαν ἐκείνην, δι’ ἧς τὰ κατ’ Αἴγυπτον ἀπετέλεσε σημεῖα, θεοφορηθεὶς τὴν ἀκρότομον πέτραν παίει.
- 1.211.1
ἡ δ’, εἴτε προϋποκειμένης πηγῆς φλέβα καίριον διακοπεῖσα εἴτε καὶ τότε πρῶτον ὕδατος ἀφανέσιν ὑπονόμοις εἰς αὐτὴν ἀθρόου συρρυέντος καὶ σφόδρα ἐκθλιβέντος, ἀναστομωθεῖσα τῇ βίᾳ τῆς φορᾶς κρουνηδὸν ἐκχεῖται, ὡς μὴ τότε μόνον παρασχεῖν ἄκος δίψους ἀλλὰ καὶ πρὸς πλείω χρόνον τοσαύταις μυριάσιν ἀφθονίαν ποτοῦ· τὰ γὰρ ὑδρία πάντ’ ἐπλήρωσαν, ὡς καὶ πρότερον ἐκ τῶν πηγῶν, αἳ πικραὶ μὲν ἦσαν φύσει, μετέβαλον δ’ ἐπιφροσύνῃ θείᾳ πρὸς τὸ γλύκιον.
- 1.212.1
εἰ δέ τις τούτοις ἀπιστεῖ, θεὸν οὔτ’ οἶδεν οὔτ’ ἐζήτησέ ποτε· ἔγνω γὰρ ἂν εὐθέως, ἔγνω παγίως καταλαβών, ὅτι τὰ παράδοξα δὴ ταῦτα καὶ παράλογα θεοῦ παίγνιά ἐστιν, ἀπιδὼν εἰς τὰ τῷ ὄντι μεγάλα καὶ σπουδῆς ἄξια, γένεσιν οὐρανοῦ καὶ πλανήτων καὶ ἀπλανῶν ἀστέρων χορείας καὶ φωτὸς ἀνάλαμψιν, ἡμέρας μὲν ἡλιακοῦ, νύκτωρ δὲ τοῦ διὰ σελήνης, καὶ γῆς ἵδρυσιν ἐν τῷ μεσαιτάτῳ τοῦ παντός, ἠπείρων τε καὶ νήσων ὑπερβάλλοντα μεγέθη καὶ ζῴων καὶ φυτῶν ἀμυθήτους ἰδέας, ἔτι δὲ πελαγῶν ἀναχύσεις, ποταμῶν αὐθιγενῶν καὶ χειμάρρων φοράς, ἀενάων ῥεῖθρα πηγῶν, ὧν αἱ μὲν ψυχρὸν αἱ δὲ θερμὸν ὕδωρ ἀνομβροῦσιν, ἀέρος παντοίας τροπάς, ἐτησίων ὡρῶν διακρίσεις, ἄλλα κάλλη μυρία.
- 1.213.1
ἐπιλίποι ἂν ὁ βίος τοῦ βουλομένου διηγεῖσθαι τὰ καθ’ ἕκαστα, μᾶλλον δ’ ἕν τι τῶν ὁλοσχερεστέρων τοῦ κόσμου μερῶν, κἂν εἰ μέλλοι πάντων ἀνθρώπων ἔσεσθαι μακροβιώτατος. ἀλλὰ ταῦτα μὲν πρὸς ἀλήθειαν ὄντα θαυμάσια καταπεφρόνηται τῷ συνήθει· τὰ δὲ μὴ ἐν ἔθει, κἂν μικρὰ ᾖ, ξέναις φαντασίαις ἐνδιδόντες καταπληττόμεθα τῷ φιλοκαίνῳ.
- 1.214.1
Ἤδη δὲ πολλὴν καὶ ἀπόρευτον διεξεληλυθότων, ὅροι τινὲς ἀνεφαίνοντο γῆς οἰκουμένης καὶ προάστεια χώρας, εἰς ἣν μεθωρμίζοντο· νέμονται δ’ αὐτὴν Φοίνικες. ἐλπίσαντες δὲ βίον εὔδιον καὶ γαληνὸν αὑτοῖς ἀπαντήσεσθαι γνώμης ἐσφάλησαν.
- 1.215.1
ὁ γὰρ προκαθήμενος βασιλεὺς πόρθησιν εὐλαβηθείς, ἀναστήσας τὴν ἐκ τῶν πόλεων νεότητα, μάλιστα μὲν ἀνείρξων ὑπηντίαζεν, εἰ δὲ βιάζοιντο, διὰ χειρῶν ἀμυνούμενος ἀκμῆσι καὶ ἄρτι πρῶτον καθισταμένοις εἰς ἀγῶνα κεκμηκότας ὁδοιπορίαις καὶ ἐνδείαις σιτίων καὶ ποτῶν, ἃ κατὰ μέρος ἀντεπετίθετο.
- 1.216.1
Μωυσῆς δὲ παρὰ τῶν σκοπῶν γνοὺς οὐ μακρὰν διεστηκότα τὸν ἐχθρὸν στρατόν, καταλέξας τοὺς ἡβῶντας καὶ στρατηγὸν ἑλόμενος ἕνα τῶν ὑπάρχων Ἰησοῦν, πρὸς τὴν μείζονα συμμαχίαν αὐτὸς ἠπείγετο· περιρρανάμενος γὰρ τοῖς εἰωθόσι καθαρμοῖς ἐπὶ κολωνὸν τὸν πλησίον μετὰ σπουδῆς ἀναδραμὼν ἱκέτευε τὸν θεὸν ὑπερασπίσαι καὶ νίκην καὶ κράτος περιποιῆσαι τοῖς Ἑβραίοις, οὓς ἐκ χαλεπωτέρων πολέμων καὶ κακῶν ἄλλων ἐρρύσατο μὴ μόνον τὰς ἐξ ἀνθρώπων ἐπικρεμασθείσας συμφορὰς ἀποσκεδάσας, ἀλλὰ καὶ ὅσας ὅ τε τῶν στοιχείων νεωτερισμὸς ἐκαινούργησε κατ’ Αἴγυπτον καὶ ὁ ἐν ταῖς ὁδοιπορίαις ἀνήνυτος λιμός.
- 1.217.1
ἤδη δὲ μελλόντων εἰς μάχην καθίστασθαι, τερατωδέστατόν τι συμβαίνει πάθος περὶ τὰς χεῖρας αὐτοῦ· κουφόταται γὰρ ἐγίνοντο ἐν μέρει καὶ βαρύταται· εἶθ’ ὁπότε μὲν ἐπελαφρίζοιντο πρὸς ὕψος αἰρόμεναι, τὸ συμμαχικὸν ἐρρώννυτο καὶ ἀνδραγαθιζόμενον ἐπικυδέστερον ἐγίνετο, ὁπότε δὲ κάτω βρίσειαν, ἴσχυον οἱ ἀντίπαλοι, μηνύοντος διὰ συμβόλων τοῦ θεοῦ, ὅτι τῶν μέν ἐστι γῆ καὶ αἱ τοῦ παντὸς ἐσχατιαὶ κλῆρος οἰκεῖος, τῶν δ’ αἰθὴρ ὁ ἱερώτατος, καὶ ὥσπερ ἐν τῷ παντὶ βασιλεύει καὶ κρατεῖ γῆς οὐρανός, οὕτω καὶ τὸ ἔθνος περιέσται τῶν ἀντιπολεμούντων.
- 1.218.1
ἄχρι μὲν οὖν τινος αἱ χεῖρες οἷα πλάστιγγες ἐν μέρει μὲν ἐπεκουφίζοντο, ἐν μέρει δ’ ἐπέρρεπον, τηνικαῦτα καὶ ὁ ἀγὼν ἀμφήριστος ἦν· ἐξαπιναίως δ’ ἀβαρεῖς γενόμεναι, δακτύλοις ἀντὶ ταρσῶν χρώμεναι, μετέωροι πρὸς ὕψος ἤρθησαν, καθάπερ αἱ πτηναὶ φύσεις ἀεροποροῦσαι, καὶ διέμενον ἀνώφοιτοι μέχρι τοῦ τὴν νίκην Ἑβραίους ἀνανταγώνιστον ἄρασθαι, τῶν ἐχθρῶν ἡβηδὸν ἀναιρεθέντων ἅπερ τε διαθεῖναι παρὰ τὸ προσῆκον ἐσπούδαζον παθόντων μετὰ δίκης.
- 1.219.1
τότε καὶ Μωυσῆς ἱδρύεται βωμόν, ὃν ἀπὸ τοῦ συμβεβηκότος ὠνόμασε „θεοῦ καταφυγήν“ (Exod. 17, 15), ἐφ’ οὗ τὰ ἐπινίκια ἔθυε χαριστηρίους εὐχὰς ἀποδιδούς.
- 1.220.1
Μετὰ τὴν μάχην ταύτην ἔγνω δεῖν τὴν χώραν, εἰς ἣν ἀπῳκίζετο τὸ ἔθνος, κατασκέψασθαι — δεύτερον δ’ ὁδοιποροῦσιν ἔτος ἐνειστήκει — βουλόμενος μή, οἷα φιλεῖ, γνωσιμαχεῖν οὐκ εἰδότας, ἀλλ’ ἀκοῇ προμαθόντας αὐτήν, ἐπιστήμῃ τῶν ἐκεῖ βεβαίᾳ χρωμένους, τὸ πρακτέον ἐκλογίζεσθαι.
- 1.221.1
δώδεκα δ’ ἰσαρίθμους ταῖς φυλαῖς ἄνδρας, ἐξ ἑκάστης ἕνα φύλαρχον, αἱρεῖται τοὺς δοκιμωτάτους ἀριστίνδην προκρίνας, ἵνα μηδεμία μοῖρα πλέον ἢ ἔλαττον ἐνεγκαμένη διαφέρηται, πᾶσαι δ’ ἐξ ἴσου διὰ τῶν ἐν τέλει τὰ παρὰ τοῖς κατοίκοις, εἰ βουληθεῖεν οἱ πεμφθέντες ἀψευδεῖν, ἐπιγνῶσιν.
- 1.222.1
ἑλόμενος δ’ αὐτούς φησι τάδε· „τῶν ἀγώνων καὶ κινδύνων, οὓς ὑπέστημεν καὶ μέχρι νῦν ὑπομένομεν, ἆθλόν εἰσιν αἱ κληρουχίαι, ὧν τῆς ἐλπίδος μὴ διαμάρτοιμεν ἔθνος πολυανθρωπότατον εἰς ἀποικίαν παραπέμποντες. ἔστι δ’ ὠφελιμώτατον ἡ τόπων καὶ ἀνθρώπων καὶ πραγμάτων ἐπιστήμη, ὥσπερ ἡ ἄγνοια βλαβερόν.
- 1.223.1
ὑμᾶς οὖν ἐχειροτονήσαμεν, ἵνα ταῖς ὑμετέραις ὄψεσί τε καὶ διανοίαις τἀκεῖ θεασώμεθα· γίνεσθε δὴ τῶν τοσούτων μυριάδων ὦτα καὶ ὀφθαλμοὶ πρὸς τὴν ὧν ἀναγκαῖον εἰδέναι σαφῆ κατάληψιν.
- 1.224.1
ἃ δὲ γνῶναι ποθοῦμεν, τρία ταῦτ’ ἐστίν· οἰκητόρων πλῆθός τε καὶ δύναμιν, πόλεων τὴν ἐν εὐκαιρίᾳ θέσιν καὶ ἐν οἰκοδομίαις ἐχυρότητα ἢ τοὐναντίον, χώραν εἰ βαθύγειός ἐστι καὶ πίων, ἀγαθὴ παντοίους καρποὺς ἐνεγκεῖν σπαρτῶν τε καὶ δένδρων, ἢ λεπτόγεως ἔμπαλιν, ἵνα πρὸς μὲν ἰσχὺν καὶ πλῆθος οἰκητόρων ἰσορρόποις δυνάμεσι φραξώμεθα, πρὸς δὲ τὴν ἐν τοῖς τόποις ἐρυμνότητα μηχανήμασι καὶ ταῖς ἑλεπόλεσιν· ἀναγκαῖον δὲ καὶ τὴν χώραν εἰδέναι, εἰ ἀρετῶσα ἢ μή· περὶ γὰρ λυπρᾶς ἑκουσίους κινδύνους ὑπομένειν ἠλιθιότητος.
- 1.225.1
τὰ δ’ ὅπλα καὶ μηχανήματα ἡμῶν καὶ πᾶσα ἡ δύναμις ἐν μόνῳ τῷ πιστεύειν θεῷ κεῖται· ταύτην ἔχοντες τὴν παρασκευὴν οὐδενὶ τῶν φοβερῶν εἴξομεν· ἱκανὴ γὰρ ἀμάχους ῥώμας εὐεξίαις, τόλμαις, ἐμπειρίαις, πλήθεσιν ἐκ πολλοῦ τοῦ περιόντος κατακρατεῖν, δι’ ἣν καὶ ἐν ἐρήμῃ βαθείᾳ χορηγίαι πάντων εἰσὶν ὅσα ἐν εὐετηρίᾳ πόλεων.
- 1.226.1
ὁ δὲ καιρός, ἐν ᾧ μάλιστα χώρας ἀρετὴν δοκιμάζεσθαι συμβέβηκεν, ἔαρ ἐστίν, ὃ νῦν ἐφέστηκεν· ὥρᾳ γὰρ ἔαρος τὰ μὲν σπαρέντα τελεσφορεῖται γένη, αἱ δὲ τῶν δένδρων φύσεις ἀρχὴν λαμβάνουσιν. ἄμεινον δ’ ἂν εἴη καὶ ἐπιμεῖναι μέχρι θέρους ἀκμάζοντος καὶ διακομίσαι καρποὺς οἱονεὶ δείγματα χώρας εὐδαίμονος.“
- 1.227.1
ταῦτ’ ἀκούσαντες ἐπὶ τὴν κατασκοπὴν ἐξῄεσαν ὑπὸ παντὸς τοῦ πλήθους προπεμπόμενοι δεδιότος, μὴ συλληφθέντες ἀπόλωνται καὶ συμβῇ δύο τὰ χαλεπώτατα, ἀνδρῶν τε, οἳ φυλῆς ἑκάστης ὄψις ἦσαν, σφαγαὶ καὶ ἄγνοια τῶν παρὰ τοῖς ἐφεδρεύουσιν ἐχθροῖς ὧν ὠφέλιμος ἡ ἐπιστήμη.
- 1.228.1
παραλαβόντες δ’ ὀπτῆρας καὶ ἡγεμόνας τῆς ὁδοῦ προερχομένοις ἐφείποντο· καὶ γενόμενοι πλησίον, ἐφ’ ὑψηλότατον ὄρος τῶν περὶ τὸν τόπον ἀναδραμόντες, κατεθεῶντο τὴν χώραν, ἧς πεδιὰς μὲν ἦν πολλὴ κριθοφόρος, πυροφόρος, εὔχορτος, ὀρεινὴ δ’ οὐκ ἔλαττον ἀμπέλων καὶ στελεχῶν ἄλλων κατάπλεως, εὔδενδρος ἅπασα, λάσιος, ποταμοῖς καὶ πηγαῖς διεζωσμένη πρὸς ἄφθονον ὑδρείαν, ὡς ἐκ τῶν προπόδων ἄχρι τῶν κορυφῶν ὅλα τῶν ὀρῶν τὰ κλίματα δένδρεσι κατασκίοις συνυφάνθαι, διαφερόντως δὲ τοὺς αὐχένας καὶ ὅσαι βαθεῖαι διαφύσεις.
- 1.229.1
κατεθεῶντο δὲ καὶ τὰς πόλεις ἐρυμνοτάτας διχόθεν, ἔκ τε τοπικῆς περὶ τὴν θέσιν εὐκαιρίας καὶ περιβόλων ἐχυρότητος. ἐξετάζοντες δὲ καὶ τοὺς οἰκήτορας ἑώρων ἀπείρους τὸ πλῆθος, περιμηκεστάτους γίγαντας ἢ γιγαντώδεις τὰς τῶν σωμάτων ὑπερβολὰς ἔν τε μεγέθεσι καὶ ῥώμαις.
- 1.230.1
ταῦτα κατιδόντες εἰς ἀκριβεστέραν κατάληψιν ἐπέμενον — ὀλισθηρὸν γὰρ αἱ πρῶται φαντασίαι χρόνῳ μόλις ἐνσφραγιζόμεναι — καὶ ἅμα σπουδὴν ἐποιοῦντο δρεψάμενοι τῶν ἀκροδρύων, μὴ ἄρτι πρῶτον στεριφουμένων ἀλλ’ ἤδη ὑποπερκαζόντων, ἐπιδείξασθαι παντὶ τῷ πλήθει τὰ μὴ ῥᾳδίως φθαρησόμενα.
- 1.231.1
μάλιστα δ’ αὐτοὺς κατέπληττεν ὁ τῆς ἀμπέλου καρπός· οἱ γὰρ βότρυες ὑπερμεγέθεις ἦσαν, ἀντιπαρεκτεινόμενοι ταῖς κληματίσι καὶ μοσχεύμασιν, ἄπιστος θέα· ἕνα γοῦν ἐκτεμόντες καὶ δοκίδος ἐκ μέσων ἀπαιωρήσαντες, ἧς τὰς ἀρχὰς δυσὶ νέοις, τῷ μὲν ἔνθεν τῷ δ’ ἔνθεν, ἐπετίθεσαν, ἐκ διαδοχῆς, πιεζομένων αἰεὶ τῶν προτέρων—βαρύτατον γὰρ ἦν ἄχθος
- 1.232.1
—, ἐκόμιζον, περὶ τῶν ἀναγκαίων οὐχ ὁμοφρονοῦντες. ἐγένοντο μὲν οὖν αὐτοῖς ἅμιλλαι μυρίαι καὶ πρὶν ἐπανήκειν κατὰ τὴν ὁδόν, ἀλλὰ κουφότεραι, ὑπὲρ τοῦ μὴ γνωσιμαχούντων μηδ’ ἄλλα ἄλλων ἀπαγγελλόντων στάσιν ἐν τῷ πλήθει γενέσθαι, χαλεπώτεραι δὲ μετὰ τὴν ἐπάνοδον.
- 1.233.1
οἱ μὲν γὰρ περὶ τῆς τῶν πόλεων ἐχυρότητος καὶ ὡς ἑκάστη πολυάνθρωπός ἐστι διεξιόντες καὶ πάντα αἴροντες τῷ λόγῳ πρὸς τὸ μεγαλεῖον φόβον ἐνειργάζοντο τοῖς ἀκούουσιν, οἱ δὲ τὸν ἁπάντων ὧν εἶδον ὑφαιροῦντες ὄγκον παρεκάλουν μὴ ἀναπίπτειν, ἀλλ’ ἔχεσθαι τῆς ἀποικίας ὡς αὐτοβοεὶ περιεσομένους· οὐδεμίαν γὰρ ἀνθέξειν πόλιν πρὸς τοσαύτης δυνάμεως ἔφοδον ἀθρόως ἐπιστάσης, ἀλλὰ τῷ βάρει πιεσθεῖσαν πίπτειν· προσετίθεσαν δὲ καὶ τὰ ἐκ τῶν ἰδίων παθῶν ἑκάτεροι ταῖς ψυχαῖς τῶν ἀκουόντων, οἱ μὲν ἄνανδροι δειλίαν, οἱ δ’ ἀκατάπληκτοι θάρσος μετ’ εὐελπιστίας.
- 1.234.1
ἀλλ’ οὗτοι μὲν πέμπτη μοῖρα τῶν ἀποδεδειλιακότων ἦσαν, οἱ δ’ ἔμπαλιν τῶν γενναίων πενταπλάσιοι· τὸ δ’ ὀλίγον θάρσος ἀτολμίας ἐναφανίζεται περιουσίᾳ, ὃ δὴ καὶ τότε φασὶ συμβῆναι· τῶν γὰρ τὰ βέλτιστα διεξιόντων δυοῖν οἱ τἀναντία φάσκοντες δέκα περιῆσαν οὕτως, ὥστε καὶ σύμπασαν ὑπηγάγοντο τὴν πληθὺν ἐκείνων μὲν ἀλλοτριώσαντες, ἑαυτοῖς δ’ οἰκειωσάμενοι.
- 1.235.1
περὶ δὲ τῆς χώρας ταὐτὰ πάντες ἀπεφαίνοντο γνώμῃ μιᾷ τὸ κάλλος καὶ τῆς πεδιάδος καὶ τῆς ὀρεινῆς ἐκδιηγούμενοι· „τί δ’ ὄφελος“ εὐθὺς ἀνεβόησαν „ἡμῖν ἀλλοτρίων ἀγαθῶν καὶ ταῦτα πεφρουρημένων κραταιᾷ χειρὶ πρὸς τὸ ἀναφαίρετον;“ καὶ τοῖς δυσὶν ἐπιδραμόντες μικροῦ καταλεύουσιν αὐτοὺς ἡδονὴν ἀκοῆς τοῦ συμφέροντος καὶ ἀπάτην ἀληθείας προκρίναντες.
- 1.236.1
ἐφ’ οἷς ὁ ἡγεμὼν ἠγανάκτει καὶ ἅμα ηὐλαβεῖτο, μή τι θεήλατον κατασκήψῃ κακὸν οὕτως ἐκθύμως ἀπιστοῦσι τοῖς χρησμοῖς· ὅπερ καὶ ἐγένετο· τῶν γὰρ κατασκόπων οἱ μὲν δειλοὶ δέκα λοιμώδει νόσῳ διαφθείρονται μετὰ τῶν ἐκ τοῦ πλήθους συναπονοηθέντων, μόνοι δ’ οἱ συμβουλεύσαντες δύο μὴ ὀρρωδεῖν ἀλλ’ ἐφίεσθαι τῆς ἀποικίας ἐσώθησαν, ὅτι καταπειθεῖς ἐγένοντο τοῖς λογίοις, γέρας ἐξαίρετον λαβόντες τὸ μὴ παραπολέσθαι.
- 1.237.1
Τοῦτ’ αἴτιον ἐγένετο τοῦ μὴ θᾶττον ἥκειν εἰς ἣν ἀπῳκίζοντο γῆν. δυνάμενοι γὰρ ἔτει δευτέρῳ μετὰ τὴν ἀπ’ Αἰγύπτου μετανάστασιν τὰς ἐν Συρίᾳ πόλεις καὶ τὰς κληρουχίας ἐννέμεσθαι, τὴν ἄγουσαν καὶ ἐπίτομον ἐκτραπόμενοι ὁδὸν ἐπλάζοντο, δυσαναπορεύτους καὶ μακρὰς ἀνοδίας ἄλλας ἐπ’ ἄλλαις ἀνευρίσκοντες εἰς ἀνήνυτον ψυχῆς τε καὶ σώματος κάματον, δίκας ἀναγκαίας τῆς ἄγαν ἀσεβείας ὑπομένοντες.
- 1.238.1
ὀκτὼ γοῦν ἐνιαυτοὺς πρὸς τοῖς τριάκοντα δίχα τοῦ παρεληλυθότος χρόνου, γενεᾶς βίον ἀνθρωπίνης, ἄνω κάτω τριβόμενοι καὶ τὰς ἀβάτους ἐρημίας ἀναμετροῦντες ἔτει τεσσαρακοστῷ μόλις ἐπὶ τοὺς τῆς χώρας ὅρους παρεγένοντο, ἐφ’ οὓς καὶ πρότερον ἦλθον.
- 1.239.1
πρὸς δὲ ταῖς εἰσβολαῖς ᾤκουν ἕτεροί τε καὶ δὴ καὶ συγγενεῖς αὐτῶν, οὓς ᾤοντο μάλιστα μὲν συνεκπολεμήσειν τὸν πρὸς τοὺς ἀστυγείτονας πόλεμον καὶ πρὸς τὴν ἀποικίαν ἅπαντα συμπράξειν, εἰ δ’ ἀποκνοῖεν, μετὰ μηδετέρων γοῦν τετάξεσθαι χεῖρας ἀνέχοντας.
- 1.240.1
οἱ γὰρ ἀμφοτέρων τῶν ἐθνῶν πρόγονοι, τοῦ τε Ἑβραϊκοῦ καὶ τοῦ τὰ προάστεια κατοικοῦντος, ἀδελφοὶ δύο ἦσαν ὁμοπάτριοι καὶ ὁμομήτριοι, πρὸς δὲ καὶ δίδυμοι, ἀφ’ ὧν εἰς πολυπαιδίαν ἐπιδιδόντων καὶ τῶν ἀπογόνων εὐφορίᾳ τινὶ χρωμένων εἰς μέγα καὶ πολυάνθρωπον ἔθνος ἑκατέρα τῶν οἰκιῶν ἀνεχύθη· ἀλλ’ ἡ μὲν ἐφιλοχώρησεν, ἡ δ’, ὡς ἐλέχθη πρότερον, εἰς Αἴγυπτον μεταναστᾶσα διὰ λιμὸν χρόνοις ὕστερον ἐπανῄει.
- 1.241.1
τὴν δ’ οἰκειότητα ἡ μὲν διεφύλαττε, καίτοι πολὺν χρόνον διαζευχθεῖσα, πρὸς τοὺς μηδὲν ἔτι τῶν πατρίων φυλάττοντας, ἀλλὰ πάντα τὰ τῆς ἀρχαίας πολιτείας ἐκδεδιῃτημένους, ὑπολαβοῦσα τοῖς ἡμέροις τὰς φύσεις ἁρμόττον εἶναι διδόναι τι καὶ χαρίζεσθαι συγγενείας ὀνόματι·
- 1.242.1
ἡ δ’ ἔμπαλιν τὰ φιλικὰ πάντα ἔτρεψεν ἤθεσι καὶ λόγοις βουλαῖς τε καὶ πράξεσιν ἀσπόνδοις καὶ ἀσυμβάτοις χρωμένη, πατρικὴν ἔχθραν ζωπυροῦσα—ὁ γὰρ τοῦ ἔθνους ἀρχηγέτης αὐτὸς ἀποδόμενος τῷ ἀδελφῷ τὰ πρεσβεῖα μικρὸν ὕστερον ὧν ἐξέστη μετεποιεῖτο παραβαίνων τὰς ὁμολογίας καὶ ἐφόνα θάνατον ἀπειλῶν, εἰ μὴ ἀποδοίη—· ταύτην τὴν παλαιὰν ἀνδρὸς ἑνὸς πρὸς ἕνα ἔχθραν ἔθνος τοσαύταις ὕστερον γενεαῖς ἐκαίνωσεν.
- 1.243.1
ὁ μὲν οὖν ἡγεμὼν τῶν Ἑβραίων Μωυσῆς, καίτοι γ’ αὐτοβοεὶ δυνάμενος ἑλεῖν ἐξ ἐπιδρομῆς, οὐκ ἐδικαίωσε διὰ τὴν εἰρημένην συγγένειαν, ἀλλ’ ὁδῷ χρήσασθαι μόνον ἠξίου τῇ διὰ τῆς χώρας πάνθ’ ὑπισχνούμενος πράξειν τὰ ἔνσπονδα, μὴ τεμεῖν χωρίον, μὴ θρέμματα, μὴ λείαν ἀπάξειν, ὕδατος, εἰ ποτοῦ γένοιτο σπάνις, τιμὴν παρέξειν καὶ τῶν ἄλλων τοῖς ἀχορηγήτοις ὠνίων· οἱ δ’ εἰρηνικαῖς οὕτω προκλήσεσιν ἀνὰ κράτος ἠναντιοῦντο πόλεμον ἀπειλοῦντες, εἰ τῶν ὅρων ἐπιβάντας ἢ ψαύσαντας αὐτὸ μόνον αἴσθοιντο.
- 1.244.1
χαλεπῶς δὲ τὰς ἀποκρίσεις ἐνηνοχότων καὶ ἤδη πρὸς ἄμυναν ὁρμώντων, ἐν ἐπηκόῳ στὰς „ἄνδρες“ εἶπεν, „ἡ μὲν ἀγανάκτησις ὑμῶν εὔλογος καὶ δικαία· χρηστὰ γὰρ ἀφ’ ἡμέρου γνώμης προτειναμένων, πονηρὰ ἀπὸ διανοίας ἀπεκρίναντο κακοήθους.
- 1.245.1
ἀλλ’ οὐχ ὅτι τῆς ὠμότητος ἐκεῖνοι δίκας ἐπάξιοι τίνειν εἰσί, διὰ τοῦθ’ ἡμῖν ἐπὶ τὰς κατ’ αὐτῶν τιμωρίας ἁρμόττον ἵεσθαι, ἕνεκα τῆς πρὸς τὸ ἔθνος τιμῆς, ἵνα καὶ ταύτῃ μοχθηρῶν ἀγαθοὶ διαφέρωμεν, ἐξετάζοντες οὐ μόνον, εἰ κολαστέοι τινές εἰσιν, ἀλλ’ εἰ καὶ ὑφ’ ἡμῶν ἐπιτήδειοι τοῦτο πάσχειν.“
- 1.246.1
εἶτ’ ἐκτραπόμενος ἦγε δι’ ἑτέρας τὴν πληθύν, ἐπειδὴ τὰς κατὰ τὴν χώραν ὁδοὺς ἁπάσας φρουραῖς διεζωσμένας εἶδεν ὑπὸ τῶν βλάβην μὲν οὐδεμίαν ἐνδεξομένων, φθόνῳ δὲ καὶ βασκανίᾳ τὴν ἐπίτομον οὐκ ἐώντων προέρχεσθαι.
- 1.247.1
ταῦτα δὲ σαφεστάτη πίστις ἦν ἀνίας, ἣν ἐπὶ τῷ τὸ ἔθνος ἐλευθερίας τυχεῖν ἠνιῶντο, δηλονότι χαίροντες, ἡνίκα τὴν ἐν Αἰγύπτῳ πικρὰν δουλείαν ὑπέμενον· ἀνάγκη γὰρ οἷς φέρει λύπην τἀγαθὰ τῶν πλησίον ἐπὶ τοῖς τούτων εὐφραίνεσθαι κακοῖς, κἂν μὴ ὁμολογῶσιν.
- 1.248.1
ἔτυχον γὰρ ὡς πρὸς ὁμογνώμονας καὶ τὰ αὐτὰ βουλομένους ἀνενεγκόντες τὰ συμβάντα λυπηρά τε αὖ καὶ ὅσα καθ’ ἡδονήν, οὐκ εἰδότες ὅτι πόρρω προεληλύθασι μοχθηρίας καὶ ἐθελέχθρως καὶ φιλαπεχθημόνως ἔχοντες στένειν μὲν ἐπὶ τοῖς ἀγαθοῖς, ἥδεσθαι δὲ ἐπὶ τοῖς ἐναντίοις ἔμελλον.
- 1.249.1
τῆς δὲ κακονοίας ἀνακαλυφθείσης ἐκείνων, ἐκωλύθησαν εἰς χεῖρας ἐλθεῖν ὑπὸ τοῦ προεστῶτος ἐπιδειξαμένου δύο τὰ κάλλιστα, φρόνησιν ἐν ταὐτῷ καὶ χρηστότητα· τὸ μὲν γὰρ μηδὲν παθεῖν φυλάξασθαι συνέσεως, τὸ δὲ μηδ’ ἀμύνασθαι συγγενεῖς ὄντας ἐθελῆσαι φιλανθρωπίας ἔργον.
- 1.250.1
Τὰς μὲν οὖν τούτων πόλεις παρημείψατο. βασιλεὺς δέ τις τῆς ὁμόρου Χανάνης ὄνομα, τῶν σκοπῶν ἀπαγγειλάντων τὸν ὁδοιποροῦντα στρατὸν οὐ πάνυ μακρὰν ἀφεστηκότα, νομίσας ἀσύντακτόν τε εἶναι καὶ ῥᾳδίως εἰ προεπίθοιτο νικήσειν, ἄρας μετὰ τῆς οἰκείας νεότητος εὐοπλούσης ἐπεξέθει καὶ τοὺς πρώτους ὑπαντιάσαντας ἅτε μὴ παρεσκευασμένους εἰς μάχην τρέπεται· καὶ λαβὼν αἰχμαλώτους ἐπὶ τῷ παρ’ ἐλπίδα εὐημερήματι φυσηθεὶς προῄει, καὶ τοὺς ἄλλους ἅπαντας χειρώσεσθαι νομίζων.
- 1.251.1
οἱ δὲ — οὐ γὰρ ἐγνάμφθησαν ἥττῃ τῆς προερχομένης τάξεως — ἀλλ’ ἔτι μᾶλλον ἢ πρότερον σπάσαντες εὐτολμίας καὶ τὴν ἔνδειαν τῶν ἑαλωκότων ἐκπλῆσαι ταῖς προθυμίαις ἐπειγόμενοι συνεκρότουν ἄλλος ἄλλον μὴ ἀποκάμνειν „ἀνεγειρώμεθα„ λέγοντες, „ἄρτι τῆς χώρας ἐπιβαίνομεν· ἀκατάπληκτοι μετὰ τῆς ἐν τῷ θαρρεῖν ἐχυρότητος γινώμεθα· τὰ τέλη ταῖς ἀρχαῖς πολλάκις κρίνεται· ἐπὶ τῶν εἰσβολῶν ὄντες καταπληξώμεθα τοὺς οἰκήτορας, ὡς ἔχοντες μὲν τὴν ἐκ τῶν πόλεων εὐετηρίαν, ἀντιδεδωκότες δ’ ἣν ἐκ τῆς ἐρημίας ἐπαγόμεθα σπάνιν τῶν ἀναγκαίων.„
- 1.252.1
καὶ ἅμα διὰ τούτων προτρέποντες αὑτοὺς ηὔξαντο τῆς χώρας ἀπαρχὰς ἀναθήσειν τῷ θεῷ τὰς πόλεις τοῦ βασιλέως καὶ τοὺς ἐν ἑκάστῃ πολίτας· ὁ δ’ ἐπινεύει ταῖς εὐχαῖς καὶ θάρσος ἐμπνεύσας τοῖς Ἑβραίοις τὴν ἀντίπαλον στρατιὰν ἁλῶναι παρεσκεύασεν.
- 1.253.1
οἱ δ’ ἀνὰ κράτος ἑλόντες τὰς χαριστηρίους ὁμολογίας ἐπετέλουν, οὐδὲν ἐκ τῆς λείας νοσφισάμενοι, τὰς δὲ πόλεις αὐτοῖς ἀνδράσι καὶ κειμηλίοις ἀνιερώσαντες, καὶ ἀπὸ τοῦ συμβεβηκότος ὅλην τὴν βασιλείαν ὠνόμασαν „ἀνάθεμα“.
- 1.254.1
καθάπερ γὰρ εἷς ἕκαστος τῶν εὐσεβούντων ἀπὸ τῶν ἐτησίων ἀπάρχεται καρπῶν, οὓς ἂν ἐκ τῶν ἰδίων συγκομίζῃ κτημάτων, τὸν αὐτὸν τρόπον καὶ ὅλον τὸ ἔθνος μεγάλης χώρας, εἰς ἣν μετανίστατο, μέγα τμῆμα, τὴν εὐθὺς αἱρεθεῖσαν βασιλείαν, ἀνέθηκεν ἀπαρχήν τινα τῆς ἀποικίας· οὐ γὰρ ἐνόμιζεν ὅσιον εἶναι διανείμασθαι γῆν ἢ πόλεις κατοικῆσαι, πρὶν καὶ τῆς χώρας καὶ τῶν πόλεων ἀπάρξασθαι.
- 1.255.1
Μικρὸν δ’ ὕστερον καὶ πηγὴν εὔυδρον ἀνευρόντες, ἣ παντὶ τῷ πλήθει ποτὸν ἐχορήγησεν—ἐν φρέατι δ’ ἦν ἡ πηγὴ καὶ ἐπὶ τῶν τῆς χώρας ὅρων —, ὥσπερ οὐχ ὕδατος ἀλλ’ ἀκράτου σπάσαντες τὰς ψυχὰς ἀνεχύθησαν· ὑπό τε εὐφροσύνης καὶ χαρᾶς ᾆσμα καινὸν οἱ θεοφιλεῖς χοροὺς περὶ τὸ φρέαρ ἐν κύκλῳ στήσαντες ᾖδον εἰς τὸν κληροῦχον θεὸν καὶ τὸν ἀληθῶς ἡγεμόνα τῆς ἀποικίας, ὅτι πρῶτον ἐπιβάντες ἐξ ἐρημίας μακρᾶς τῆς οἰκουμένης καὶ ἣν ἔμελλον καθέξειν ποτὸν ἄφθονον ἀνεῦρον, ἁρμόττον ἡγησάμενοι μὴ ἀσημείωτον τὴν πηγὴν παρελθεῖν.
- 1.256.1
καὶ γὰρ ἔτυχεν οὐ χερσὶν ἰδιωτῶν ἀλλὰ βασιλέων ἀνατετμῆσθαι φιλοτιμηθέντων, ὡς λόγος, οὐ μόνον περὶ τὴν εὕρεσιν τοῦ ὕδατος ἀλλὰ καὶ περὶ τὴν τοῦ φρέατος κατασκευήν, ἵν’ ἐκ τῆς πολυτελείας βασιλικὸν φαίνηται τὸ ἔργον καὶ ἡ τῶν κατασκευασάντων ἀρχὴ καὶ μεγαλόνοια.
- 1.257.1
γεγηθὼς δ’ ἐπὶ τοῖς αἰεὶ συμβαίνουσιν ἀπροσδοκήτοις ἀγαθοῖς ὁ Μωυσῆς ἐχώρει προσωτέρω, τὴν μὲν νεότητα διανείμας εἴς τε πρωτοστάτας καὶ ὀπισθοφύλακας, γηραιοὺς δὲ καὶ γύναια καὶ παῖδας ἐν μέσοις τάξας, ἵνα διὰ τῶν παρ’ ἑκάτερα φρουρὰν ἔχωσιν, ἐάν τε ἀντικρὺ ἐάν τε κατόπιν ἐχθρὸς ὅμιλος ἐπίῃ.
- 1.258.1
Ὀλίγαις δ’ ὕστερον ἡμέραις εἰς τὴν τῶν Ἀμορραίων χώραν ἐμβαλὼν πρέσβεις ἐξέπεμπε πρὸς τὸν βασιλέα—Σηὼν δ’ ὠνομάζετο— προτρέπων ἐφ’ ἃ καὶ τὸν συγγενῆ πρότερον· ὁ δ’ οὐ μόνον πρὸς ὕβριν ἀπεκρίνατο τοῖς ἥκουσι μικροῦ καὶ ἀνελὼν αὐτούς, εἰ μὴ νόμος ὁ πρεσβευτικὸς ἐμποδὼν ἐγένετο, ἀλλὰ καὶ πάντα τὸν στρατὸν συναγαγὼν ἐφώρμα νομίζων αὐτίκα τῷ πολέμῳ περιέσεσθαι.
- 1.259.1
συμπλακεὶς δὲ οὐ πρὸς ἀμελετήτους καὶ ἀνασκήτους ἔγνω τὴν μάχην οὖσαν ἀλλ’ ἀθλητὰς τῷ ὄντι πολέμων ἀηττήτους, οἳ πρὸ μικροῦ πολλὰ καὶ μεγάλα ἠνδραγαθίσαντο σωμάτων ἀλκὴν καὶ φρόνημα διανοίας καὶ ἀρετῆς ὕψος ἐπιδειξάμενοι, δι’ ὧν τοὺς μὲν ἐναντιωθέντας ἐκ πολλοῦ τοῦ περιόντος εἷλον, ἔψαυσαν δὲ τῶν ἀπὸ τῆς λείας οὐδενὸς τὰ πρῶτα τῶν ἄθλων ἀναθεῖναι τῷ θεῷ σπουδάσαντες·
- 1.260.1
οἳ καὶ τότε φραξάμενοι καρτερῶς ἀπὸ τῶν αὐτῶν βουλευμάτων καὶ παρασκευῶν ἀντεφώρμησαν ἅμα καὶ τῇ ἀκαθαιρέτῳ τοῦ δικαίου χρώμενοι συμμαχίᾳ, δι’ ἣν εὐτολμότεροί τε ἦσαν καὶ ἀγωνισταὶ πρόθυμοι.
- 1.261.1
σαφὴς δὲ πίστις· δευτέρας οὐκ ἐδέησε μάχης, ἀλλ’ ἡ πρώτη καὶ μόνη ἐγένετο, καθ’ ἣν πᾶσα ἡ ἀντίπαλος ἐκλίθη δύναμις καὶ ἀνατραπεῖσα ἡβηδὸν αὐτίκα ἠφανίσθη.
- 1.262.1
αἱ δὲ πόλεις ὑπὸ τὸν αὐτὸν χρόνον κεναί τε καὶ πλήρεις ἐγεγένηντο, κεναὶ μὲν τῶν ἀρχαίων οἰκητόρων, πλήρεις δὲ τῶν κεκρατηκότων· τὸν αὐτὸν μέντοι τρόπον καὶ αἱ κατ’ ἀγροὺς ἐπαύλεις ἐρημωθεῖσαι τῶν ἐν αὐταῖς ἀντέλαβον ἄνδρας βελτίους τὰ πάντα.
- 1.263.1
Οὗτος ὁ πόλεμος ἅπασι μὲν τοῖς Ἀσιανοῖς ἔθνεσι φοβερὸν δέος ἐνειργάσατο, διαφερόντως δὲ τοῖς ὁμόροις, ὅσῳ καὶ τὰ δεινὰ ἐγγυτέρω προσεδοκᾶτο. εἷς δὲ δὴ ἐκ τῶν ἀστυγειτόνων βασιλέων ὄνομα Βαλάκης, μεγάλην καὶ πολυάνθρωπον τῆς ἑῴας μοῖραν ὑπηγμένος, πρὶν εἰς χεῖρας ἐλθεῖν ἀπειπών, ἄντικρυς μὲν ὑπαντᾶν οὐκ ἐδοκίμαζε τὸν ἐκπορθήσεως δι’ ὅπλων ἐλεύθερον πόλεμον διαδιδράσκων, ἐπ’ οἰωνοὺς δὲ καὶ μαντείας ἐτράπετο νομίζων ἀραῖς τισι δυνήσεσθαι τὴν ἄμαχον ῥώμην τῶν Ἑβραίων καθελεῖν.
- 1.264.1
ἀνὴρ δ’ ἦν κατ’ ἐκεῖνον τὸν χρόνον ἐπὶ μαντείᾳ περιβόητος Μεσοποταμίαν οἰκῶν, ὃς ἅπαντα μὲν ἐμεμύητο τὰ μαντικῆς εἴδη, οἰωνοσκοπίαν δ’ ἐν τοῖς μάλιστα συγκεκροτηκὼς ἐθαυμάζετο, πολλοῖς καὶ πολλάκις ἐπιδειξάμενος ἄπιστα καὶ μεγάλα.
- 1.265.1
προεῖπε γὰρ τοῖς μὲν ἐπομβρίας θέρους ἀκμάζοντος, τοῖς δ’ αὐχμόν τε καὶ φλογμὸν ἐν μέσῳ χειμῶνι, τοῖς δ’ ἐξ εὐετηρίας ἀφορίαν καὶ ἔμπαλιν ἐκ λιμοῦ φοράν, ἐνίοις δὲ πλημμύρας ποταμῶν καὶ κενώσεις καὶ θεραπείας λοιμικῶν νοσημάτων καὶ ἄλλων μυρίων, ὧν ἕκαστον ὁ προθεσπίζειν δοκῶν ὀνομαστότατος ἦν ἐπὶ μέγα εὐκλείας προερχόμενος διὰ τὴν ἐπιβαίνουσιν ἀεὶ καὶ φθάνουσαν πανταχόσε φήμην.
- 1.266.1
ἐπὶ τοῦτον ἐξέπεμπε τῶν ἑταίρων τινὰς παρακαλῶν ἥκειν καὶ δωρεὰς τὰς μὲν ἤδη παρεῖχε, τὰς δὲ δώσειν ὡμολόγει τὴν χρείαν ἧς ἕνεκα μεταπέμποιτο δηλῶν· ὁ δ’ οὐκ ἀπὸ φρονήματος εὐγενοῦς καὶ βεβαίου, ἀλλὰ τὸ πλέον ἀστεϊζόμενος ὡς δὴ τῶν ἐλλογίμων προφητῶν γεγονὼς καὶ μηδὲν ἄνευ χρησμῶν εἰωθὼς πράττειν τὸ παράπαν, ὑπανεδύετο λέγων οὐκ ἐπιτρέπειν αὐτῷ βαδίζειν τὸ θεῖον.
- 1.267.1
καὶ οἱ μὲν ἥκοντες ἐπανῄεσαν ἄπρακτοι πρὸς τὸν βασιλέα, ἕτεροι δ’ εὐθὺς ἐπὶ τὴν αὐτὴν χρείαν ἐχειροτονοῦντο τῶν δοκιμωτέρων, πλείω μὲν ἐπιφερόμενοι χρήματα, περιττοτέρας δὲ δωρεὰς ὑπισχνούμενοι.
- 1.268.1
δελεασθεὶς δὲ καὶ τοῖς ἤδη προτεινομένοις καὶ ταῖς μελλούσαις ἐλπίσι καὶ τὸ ἀξίωμα τῶν παρακαλούντων καταιδεσθεὶς ἐνεδίδου, πάλιν προφασιζόμενος τὸ θεῖον οὐκ ἐφ’ ὑγιεῖ· τῇ γοῦν ὑστεραίᾳ παρεσκευάζετο τὴν ἔξοδον ὀνείρατα διηγούμενος, ὑφ’ ὧν ἔλεγε πληχθεὶς ἐναργέσι φαντασίαις ἀναγκάζεσθαι μηκέτι μένειν, ἀλλὰ τοῖς
- 1.269.1
πρέσβεσιν ἀκολουθεῖν. ἤδη δὲ αὐτῷ προερχομένῳ γίνεται κατὰ τὴν ὁδὸν σημεῖον ἀρίδηλον περὶ τοῦ τὴν χρείαν ἐφ’ ἣν συνέτεινεν εἶναι παλίμφημον· τὸ γὰρ ὑποζύγιον, ᾧ συνέβαινεν αὐτὸν ἐποχεῖσθαι, προερχόμενον ἐπ’ εὐθείας ἐξαπιναίως ἵσταται τὸ πρῶτον·
- 1.270.1
εἶθ’, ὥσπερ ἐξ ἐναντίας βίᾳ τινὸς ἀνωθοῦντος ἢ ἀναχαιτίζοντος, ὑπὸ πόδας ἐχώρει καὶ πάλιν ἐπὶ δεξιὰ καὶ εὐώνυμα ἐπιφερόμενον καὶ ὧδε κἀκεῖσε πλαζόμενον οὐκ ἠρέμει, καθάπερ ἐν οἴνῳ καὶ μέθῃ καρηβαροῦν, καὶ πολλάκις τυπτόμενον ἠλόγει τῶν πληγῶν, ὥστε καὶ τὸν ἐποχούμενον μικροῦ καταβαλεῖν καὶ καθεζόμενον ὅμως ἀντιλυπῆσαι.
- 1.271.1
τῶν γὰρ παρ’ ἑκάτερα χωρίων ἦσαν αἱμασιαὶ καὶ φραγμοὶ πλησίον· ὁπότ’ οὖν τούτοις προσηράχθη φερόμενον, γόνυ καὶ κνήμας καὶ πόδας ὁ δεσπότης θλιβόμενος καὶ πιεζόμενος ἀπεδρύπτετο.
- 1.272.1
ἦν δ’, ὡς ἔοικε, θεία τις ὄψις, ἣν τὸ μὲν ζῷον ἐπιφοιτῶσαν ἐκ πολλοῦ θεασάμενον ὑπέπτηξεν, ὁ δ’ ἄνθρωπος οὐκ εἶδεν, εἰς ἔλεγχον ἀναισθησίας· ὑπὸ γὰρ ἀλόγου ζῴου παρευημερεῖτο τὰς ὄψεις ὁ μὴ μόνον τὸν κόσμον ἀλλὰ καὶ τὸν κοσμοποιὸν αὐχῶν ὁρᾶν.
- 1.273.1
μόλις γοῦν τὸν ἀνθεστηκότα ἰδὼν ἄγγελον, οὐκ ἐπειδὴ τοιαύτης θέας ἦν ἄξιος, ἀλλ’ ἵνα τὴν ἀτιμίαν καὶ οὐδένειαν ἑαυτοῦ καταλάβῃ, πρὸς ἱκεσίας καὶ λιτὰς ἐτράπετο συγγνῶναι δεόμενος ὑπ’ ἀγνοίας ἀλλ’ οὐ καθ’ ἑκούσιον γνώμην ἁμαρτόντι.
- 1.274.1
τότε μὲν οὖν ὑποστρέφειν δέον, ἐπυνθάνετο τῆς φανείσης ὄψεως, εἰ ἀνακάμπτοι πάλιν τὴν ἐπ’ οἴκου· ἡ δὲ συνιδοῦσα τὴν εἰρωνείαν καὶ σχετλιάσασα—τί γὰρ ἔδει πυνθάνεσθαι περὶ πράγματος οὕτως ἐμφανοῦς, ὃ τὰς ἀποδείξεις εἶχεν ἐξ ἑαυτοῦ μὴ δεόμενον τῆς ἐκ λόγων πίστεως, εἰ μὴ ἄρα ὀφθαλμῶν ὦτα ἀληθέστερα καὶ πραγμάτων ῥήματα; — „βάδιζε“ εἶπεν „ἐφ’ ἣν σπεύδεις ὁδόν· ὀνήσεις γὰρ οὐδέν, ἐμοῦ τὰ λεκτέα ὑπηχοῦντος ἄνευ τῆς σῆς διανοίας καὶ τὰ φωνῆς ὄργανα τρέποντος, ᾗ δίκαιον καὶ συμφέρον· ἡνιοχήσω γὰρ ἐγὼ τὸν λόγον θεσπίζων ἕκαστα διὰ τῆς σῆς γλώττης οὐ συνιέντος.“
- 1.275.1
ἀκούσας δ’ ὁ βασιλεὺς ἐγγὺς ἤδη γεγονότα μετὰ τῶν δορυφόρων ὑπαντησόμενος ἐξῄει, καὶ ἐντυχόντων, οἷα εἰκός, τὸ μὲν πρῶτον ἦσαν φιλοφροσύναι καὶ δεξιώσεις, εἶτα βραχεῖα κατάμεμψις περὶ τῆς βραδυτῆτος καὶ τοῦ μὴ ἑτοιμότερον ἥκειν· μετὰ δὲ ταῦτ’ εὐωχίαι ἦσαν καὶ πολυτελεῖς ἑστιάσεις καὶ ὅσα ἄλλα πρὸς ὑποδοχὴν ξένων ἔθος εὐτρεπίζεσθαι, φιλοτιμίαις βασιλικαῖς πάντα πρὸς τὸ μεγαλειότερον ἐπιδιδόντα καὶ σεμνότερον ὄγκον.
- 1.276.1
τῇ δ’ ὑστεραίᾳ ἅμα τῇ ἕῳ τὸν μάντιν ὁ Βαλάκης παραλαβὼν ἐπὶ γεώλοφον ἀνήγαγεν, ἔνθα καὶ στήλην συνέβαινεν ἱδρῦσθαι δαιμονίου τινός, ἣν οἱ ἐγχώριοι προσεκύνουν· μέρος δ’ ἐνθένδε καθεωρᾶτο τῆς τῶν Ἑβραίων στρατοπεδείας, ὃ καθάπερ ἀπὸ σκοπιᾶς ἐπεδείκνυτο τῷ μάγῳ.
- 1.277.1
ὁ δὲ θεασάμενός φησι· „σὺ μέν, ὦ βασιλεῦ, βωμοὺς ἑπτὰ δειμάμενος μόσχον ἐφ’ ἑκάστου καὶ κριὸν ἱέρευσον· ἐγὼ δ’ ἐκτραπόμενος πεύσομαι τοῦ θεοῦ, τί λεκτέον.“ ἔξω δὲ προελθὼν ἔνθους αὐτίκα γίνεται, προφητικοῦ πνεύματος ἐπιφοιτήσαντος, ὃ πᾶσαν αὐτοῦ τὴν ἔντεχνον μαντικὴν ὑπερόριον τῆς ψυχῆς ἤλασε· θέμις γὰρ οὐκ ἦν ἱερωτάτῃ κατοκωχῇ συνδιαιτᾶσθαι μαγικὴν σοφιστείαν. εἶθ’ ὑποστρέψας καὶ τάς τε θυσίας ἰδὼν καὶ τοὺς βωμοὺς φλέγοντας ὥσπερ ἑρμηνεὺς ὑποβάλλοντος ἑτέρου θεσπίζει τάδε·
- 1.278.1
„ἐκ Μεσοποταμίας μετεπέμψατό με Βαλάκης μακρὰν τὴν ἀπ’ ἀνατολῶν στειλάμενον ἀποδημίαν, ἵνα τίσηται τοὺς Ἑβραίους ἀραῖς. ἐγὼ δὲ τίνα τρόπον ἀράσομαι τοῖς μὴ καταράτοις ὑπὸ θεοῦ; θεάσομαι μὲν αὐτοὺς ὀφθαλμοῖς ἀφ’ ὑψηλοτάτων ὀρῶν καὶ τῇ διανοίᾳ καταλήψομαι, βλάψαι δ’ οὐκ ἂν δυναίμην λαόν, ὃς μόνος κατοικήσει, μὴ συναριθμούμενος ἑτέροις ἔθνεσιν, οὐ κατὰ τόπων ἀποκλήρωσιν καὶ χώρας ἀποτομήν, ἀλλὰ κατὰ τὴν τῶν ἐξαιρέτων ἐθῶν ἰδιότητα, μὴ συναναμιγνύμενος ἄλλοις εἰς τὴν τῶν πατρίων ἐκδιαίτησιν.
- 1.279.1
τίς ἐπ’ ἀκριβείας εὗρε τὴν πρώτην καταβολὴν τῆς τούτων γενέσεως; τὰ μὲν σώματ’ αὐτοῖς ἐξ ἀνθρωπίνων διεπλάσθη σπερμάτων, ἐκ δὲ θείων ἔφυσαν αἱ ψυχαί· διὸ καὶ γεγόνασιν ἀγχίσποροι θεοῦ. ἀποθάνοι μου ἡ ψυχὴ τὸν σωματικὸν βίον, ἵν’ ἐν ψυχαῖς δικαίων καταριθμηθῇ, οἵας εἶναι συμβέβηκε τὰς τούτων.“
- 1.280.1
Ταῦτ’ ἀκούων ὁ Βαλάκης ὤδινεν ἐν ἑαυτῷ. παυσαμένου δέ, τὸ πάθος οὐ χωρήσας „ἐπὶ κατάραις“ εἶπεν „ἐχθρῶν μετακληθεὶς εὐχὰς τιθέμενος ἐκείνοις οὐκ ἐρυθριᾷς; ἐλελήθειν ἄρ’ ἐμαυτὸν ἀπατῶν ὡς ἐπὶ φίλῳ σοι τὴν ὑπὲρ τῶν πολεμίων ἀφανῶς τεταγμένῳ τάξιν, ἣ νῦν γέγονε δήλη. μήποτε καὶ τὰς ὑπερθέσεις τῆς ἐνθάδε ἀφίξεως ἐποιοῦ διὰ τὴν ὑποικουροῦσαν ἐν τῇ ψυχῇ πρὸς μὲν ἐκείνους οἰκειότητα πρὸς δ’ ἐμὲ καὶ τοὺς ἐμοὺς ἀλλοτρίωσιν· πίστις γάρ, ὡς ὁ παλαιὸς λόγος, τῶν ἀδήλων τὰ ἐμφανῆ.“
- 1.281.1
ὁ δὲ τῆς κατοκωχῆς ἀνεθεὶς „ἀδικωτάτην“ εἶπεν „αἰτίαν ὑπομένω συκοφαντούμενος· λέγω γὰρ ἴδιον οὐδέν, ἀλλ’ ἅττ’ ἂν ὑπηχήσῃ τὸ θεῖον, ὅπερ οὐχὶ νῦν πρῶτον ἐγὼ μὲν εἶπον, σὺ δ’ ἤκουσας, ἀλλὰ καὶ πρόσθεν, ἡνίκα τοὺς πρέσβεις ἔπεμψας, οἷς ἀπεκρινάμην ταὐτά.“
- 1.282.1
νομίσας δ’ ὁ βασιλεὺς ἢ τὸν μάντιν ἀπατᾶν ἢ τὸ θεῖον τρέπεσθαι καὶ ταῖς τῶν τόπων μεταβολαῖς τὸ τῆς γνώμης ἐχυρὸν ἀλλάττειν, εἰς ἕτερον ἀπαγαγὼν χωρίον ἐκ λόφου πάνυ περιμήκους ἐπεδείκνυτο μέρος τι τῆς ἀντιπάλου στρατιᾶς· εἶτα πάλιν ἑπτὰ βωμοὺς ἱδρυσάμενος καὶ τὰ ἴσα τοῖς πρόσθεν ἱερεῖα καταθύσας ἐξέπεμπε τὸν μάντιν ἐπ’ οἰωνοὺς καὶ φήμας αἰσίους.
- 1.283.1
ὁ δὲ μονωθεὶς ἐξαίφνης θεοφορεῖται καὶ μηδὲν συνιείς, ὥσπερ μετανισταμένου τοῦ λογισμοῦ, τὰ ὑποβαλλόμενα ἐξελάλει προφητεύων τάδε· "ἀναστὰς ἄκουε, βασιλεῦ, τὰ ὦτα ἐπουρίσας. οὐχ ὡς ἄνθρωπος ὁ θεὸς διαψευσθῆναι δύναται οὐδ’ ὡς υἱὸς ἀνθρώπου μετανοεῖ καὶ ἅπαξ εἰπὼν οὐκ ἐμμένει. φθέγξεται τὸ παράπαν οὐδέν, ὃ μὴ τελειωθήσεται βεβαίως, ἐπεὶ ὁ λόγος ἔργον ἐστὶν αὐτῷ. παρελήφθην δ’ ἐπ’ εὐλογίαις, οὐ κατάραις, ἐγώ.
- 1.284.1
οὐκ ἔσται πόνος ἢ μόχθος ἐν Ἑβραίοις. ὁ θεὸς αὐτῶν προασπίζει περιφανῶς, ὃς καὶ τὴν τῶν Αἰγυπτιακῶν ῥύμην κακῶν ἀπεσκέδασεν ὡς ἕνα ἄνδρα τὰς τοσαύτας μυριάδας ἀναγαγών. τοιγαροῦν οἰωνῶν ἀλογοῦσι καὶ πάντων τῶν κατὰ μαντικὴν ἑνὶ τῷ τοῦ κόσμου ἡγεμόνι πιστεύοντες. ὁρῶ λαὸν ὡς σκύμνον ἀνιστάμενον καὶ ὡς λέοντα γαυρούμενον. εὐωχηθήσεται θήρας καὶ ποτῷ χρήσεται τραυματιῶν αἵματι καὶ κορεσθεὶς οὐ τρέψεται πρὸς ὕπνον, ἀλλ’ ἐγρηγορὼς τὸν ἐπινίκιον ᾄσεται ὕμνον.“
- 1.285.1
Χαλεπῶς δ’ ἐνεγκὼν ἐπὶ τῷ παρ’ ἐλπίδας αὐτῷ τὰ τῆς μαντικῆς ἀπαντᾶσθαι „ἄνθρωπε“ εἶπε, „μήτε ἀρὰς τίθεσο μήτ’ εὐχὰς ποιοῦ· βελτίων γὰρ τῶν μὴ καθ’ ἡδονὴν λόγων ἡ ἀκίνδυνος ἡσυχία.“ καὶ ταῦτ’ εἰπὼν ὥσπερ ἐκλαθόμενος ὧν εἶπε διὰ τὸ τῆς γνώμης ἀβέβαιον εἰς ἄλλον τόπον ἀπῆγε τὸν μάντιν, ἀφ’ οὗ δείξας μέρος τι τῆς Ἑβραϊκῆς στρατιᾶς καταρᾶσθαι παρεκάλει.
- 1.286.1
ὁ δ’ ἅτε χείρων ἐκείνου, καίτοι πρὸς τὰς ἐπιφερομένας κατηγορίας ἀπολογίᾳ μιᾷ χρώμενος ἀληθεῖ, ὡς οὐδὲν ἴδιον λέγοι, κατεχόμενος δὲ καὶ ἐνθουσιῶν διερμηνεύοι τὰ ἑτέρου, δέον μηκέτ’ ἐπακολουθεῖν ἀλλ’ οἴκαδε ἀπαίρειν, ἑτοιμότερον τοῦ παραπέμποντος προεξέτρεχεν, ἅμα μὲν οἰήσει, κακῷ μεγάλῳ, πεπιεσμένος, ἅμα δὲ καὶ τῇ διανοίᾳ καταρᾶσθαι γλιχόμενος, εἰ καὶ τῇ φωνῇ διεκωλύετο.
- 1.287.1
παραγενόμενος δ’ εἰς ὄρος μεῖζον τῶν προτέρων ἄχρι πολλοῦ κατατεῖνον κελεύει μὲν τὴν αὐτὴν ἐπιτελεῖν θυσίαν βωμοὺς πάλιν ἑπτὰ κατασκευάσαντας καὶ ἱερεῖα τεσσαρεσκαίδεκα προσαγαγόντας ἑκάστῳ βωμῷ δύο, μόσχον τε καὶ κριόν. αὐτὸς δὲ οὐκέτι κατὰ τὸ εἰκὸς ἐπὶ κληδόνας καὶ οἰωνοὺς ἵετο πολλὰ τὴν αὑτοῦ τέχνην κακίσας ὡς χρόνῳ καθάπερ γραφὴν ἐξίτηλον γενομένην καὶ τοὺς εὐθυβόλους στοχασμοὺς ἐξαμαυρωθεῖσαν· ἄλλως δὲ καὶ μόλις ἐνενόησεν, ὅτι οὐ συνᾴδει τῷ τοῦ θεοῦ βουλήματι ἡ τοῦ μισθωσαμένου προαίρεσις αὐτὸν βασιλέως.
- 1.288.1
τραπόμενος οὖν κατὰ τὴν ἐρήμην ὁρᾷ κατὰ φυλὰς ἐστρατοπεδευκότας Ἑβραίους καὶ τό τε πλῆθος καὶ τὴν τάξιν ὡς πόλεως ἀλλ’ οὐ στρατοπέδου καταπλαγεὶς ἔνθους γενόμενος ἀναφθέγγεται τάδε·
- 1.289.1
„φησὶν ὁ ἄνθρωπος ὁ ἀληθινῶς ὁρῶν, ὅστις καθ’ ὕπνον ἐναργῆ φαντασίαν εἶδε θεοῦ τοῖς τῆς ψυχῆς ἀκοιμήτοις ὄμμασιν. ὡς καλοί σου οἱ οἶκοι, στρατιὰ Ἑβραίων, αἱ σκηναί σου ὡς νάπαι σκιάζουσαι, ὡς παράδεισος ἐπὶ ποταμοῦ, ὡς κέδρος παρ’ ὕδατα.
- 1.290.1
ἐξελεύσεταί ποτε ἄνθρωπος ἐξ ὑμῶν καὶ ἐπικρατήσει πολλῶν ἐθνῶν καὶ ἐπιβαίνουσα ἡ τοῦδε βασιλεία καθ’ ἑκάστην ἡμέραν πρὸς ὕψος ἀρθήσεται. ὁ λαὸς οὗτος ἡγεμόνι τῆς ἀπ’ Αἰγύπτου πάσης ὁδοῦ κέχρηται θεῷ καθ’ ἓν κέρας ἄγοντι τὴν πληθύν.
- 1.291.1
τοιγαροῦν ἔδεται ἔθνη πολλὰ ἐχθρῶν καὶ ὅσον ἐν αὐτοῖς πῖον ἄχρι μυελοῦ λήψεται καὶ ταῖς ἑκηβολίαις ἀπολεῖ τοὺς δυσμενεῖς. ἀναπαύσεται κατακλινεὶς ὡς λέων ἢ σκύμνος λέοντος, μάλα καταφρονητικῶς δεδιὼς οὐδένα, φόβον τοῖς ἄλλοις ἐνειργασμένος· ἄθλιος ὃς ἂν αὐτὸν παρακινήσας ἐγείρῃ. οἱ μὲν εὐλογοῦντές σε εὐφημίας ἄξιοι, κατάρας δ’ οἱ καταρώμενοι.“
- 1.292.1
Σφόδρα δ’ ἐπὶ τούτοις ἀγανακτήσας ὁ βασιλεὺς „ἐπ’ ἀραῖς“ εἶπεν „ἐχθρῶν μετακληθεὶς εὐχὰς ἤδη τρεῖς τὰς ὑπὲρ ἐκείνων πεποίησαι· φεῦγε δὴ θᾶττον—ὀξὺ πάθος ἐστὶ θυμός —, μή τι καὶ νεώτερον ἐργάσασθαι βιασθῶ.
- 1.293.1
πόσον πλῆθος χρημάτων, ἀνοητότατε, καὶ δωρεῶν, πόσην δ’ εὐφημίαν καὶ δόξαν ἀφῄρησαι σεαυτὸν φρενοβλαβὴς ὤν· ἐπανελεύσῃ φέρων ἀπὸ τῆς ξένης εἰς τὴν οἰκείαν ἀγαθὸν μὲν οὐδέν, ὀνείδη δὲ καὶ πολλὴν ὡς ἔοικεν αἰσχύνην, οὕτως σοι τῶν κατὰ τὴν ἐπιστήμην, ἐφ’ οἷς πρότερον ἐσεμνύνου, γελασθέντων.“
- 1.294.1
ὁ δὲ „τὰ μὲν πρότερα“ εἶπε „πάντ’ ἐστὶ λόγια καὶ χρησμοί, τὰ δὲ μέλλοντα λέγεσθαι γνώμης τῆς ἐμῆς εἰκασίαι.“ καὶ τῆς δεξιᾶς λαβόμενος μόνος μόνῳ συνεβούλευε, δι’ ὧν, ὡς ἂν οἷόν τε ᾖ, φυλάξεται τὸν ἀντίπαλον στρατόν, ἀσέβημα κατηγορῶν αὑτοῦ μέγιστον· τί γάρ, εἴποι τις ἄν, ἰδιάζεις καὶ συμβουλεύεις τὰ ἐναντία τοῖς χρησμοῖς ὑποτιθέμενος, εἰ μὴ ἄρα τῶν λογίων
- 1.295.1
αἱ σαὶ βουλαὶ δυνατώτεραι; φέρε δ’ οὖν καὶ τὰς καλὰς αὐτοῦ παραινέσεις ἐξετάσωμεν, ὡς τετεχνιτευμέναι πρὸς ὁμολογουμένην ἧτταν τῶν ἀεὶ νικᾶν δυναμένων. εἰδὼς γὰρ Ἑβραίοις μίαν ὁδὸν ἁλώσεως παρανομίαν, διὰ λαγνείας καὶ ἀκολασίας, μεγάλου κακοῦ, πρὸς μεῖζον κακόν, ἀσέβειαν, ἄγειν αὐτοὺς ἐσπούδασεν ἡδονὴν δέλεαρ προθείς.
- 1.296.1
„εἰσὶ“ γὰρ εἶπεν „αἱ ἐγχώριοι γυναῖκες, ὦ βασιλεῦ, διαφέρουσαι τὴν ὄψιν ἑτέρων· ἀνὴρ δ’ οὐδενὶ μᾶλλον εὐάλωτος ἢ γυναικὸς εὐμορφίᾳ. ταῖς οὖν περικαλλεστάταις ἐὰν ἐπιτρέψῃς μισθαρνεῖν καὶ δημοσιεύειν, ἀγκιστρεύσονται τὴν νεότητα τῶν ἀντιπάλων.
- 1.297.1
ὑφηγητέον δὲ αὐταῖς, μὴ εὐθὺς ἐμπαρέχεσθαι τοῖς ἐθέλουσι τὴν ὥραν· ὁ γὰρ ἀκκισμὸς ὑποκνίζων τὰς ὁρμὰς ἐπεγείρει μᾶλλον καὶ τοὺς ἔρωτας ἀναφλέγει· τραχηλιζόμενοι δὲ ταῖς ἐπιθυμίαις πάνθ’ ὑπομενοῦσι δρᾶν τε καὶ πάσχειν.
- 1.298.1
πρὸς δὲ τὸν οὕτω διακείμενον ἐραστὴν λεγέτω φρυαττομένη τις τῶν ἐπὶ τὴν θήραν ἀλειφομένων· „„οὐ θέμις ὁμιλίας σοι τῆς ἐμῆς ἀπολαῦσαι, πρὶν ἂν ἐκδιαιτηθῇς μὲν τὰ πάτρια, μεταβαλὼν δὲ τιμήσῃς ἅπερ ἐγώ. πίστις δέ μοι τῆς βεβαίου μεταβολῆς γένοιτ’ ἂν ἀρίδηλος, ἢν ἐθελήσῃς μετασχεῖν τῶν αὐτῶν σπονδῶν τε καὶ θυσιῶν, ἃς ἀγάλμασι καὶ ξοάνοις καὶ τοῖς λοιποῖς ἀφιδρύμασιν ἐπιτελοῦμεν.““
- 1.299.1
ὁ δ’ ἅτε σαγηνευθεὶς πάγαις πολυειδέσι, κάλλει καὶ στωμυλίας χειραγωγίαις, οὐδὲν ἀντειπών, ἐξηγκωνισμένος τὸν λογισμόν, ἄθλιος ὑπηρετήσει τοῖς προσταττομένοις, ἀναγραφεὶς τοῦ πάθους δοῦλος.“
- 1.300.1
Ὁ μὲν δὴ τοιαῦτα συνεβούλευεν. ὁ δ’ οὐκ ἀπὸ σκοποῦ νομίσας εἶναι τὰ λεχθέντα, τὸν κατὰ μοιχῶν νόμον παρακαλυψάμενος καὶ τοὺς ἐπὶ φθορᾷ καὶ πορνείᾳ κειμένους ἀνελών, ὡς εἰ μηδὲ τὴν ἀρχὴν ἐγράφησαν, ἀνέδην ἐπιτρέπει ταῖς γυναιξὶ τὰς ὁμιλίας πρὸς οὓς ἂν ἐθέλωσι ποιεῖσθαι.
← Previous · Next → — showing 201–300 of 627
First Thousand Years of Greek. CTS URN tlg0018.tlg022.1st1K-grc1. Via the Perseus Digital Library / Open Greek and Latin TEI corpora. Licence: Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License. Source.