De vita Mosis (lib. i‑ii)
- 1.101.1
ἐπὶ γὰρ ἡμέρας ἑπτὰ τὸ δεινὸν ἐκράτησεν, ἕως οἱ μὲν Αἰγύπτιοι τοὺς ἀμφὶ Μωυσῆν, οὗτοι δὲ τὸν θεὸν ἱκέτευσαν, οἶκτον λαβεῖν τῶν ἀπολλυμένων· ὁ δὲ τὴν φύσιν ἵλεως μεταβάλλει τὸ αἷμα εἰς ὕδωρ πότιμον ἀποδοὺς τῷ ποταμῷ καθαρὰ τὰ ἀρχαῖα ῥεῖθρα καὶ σωτήρια.
- 1.102.1
μικρὸν δὲ ὅσον ἀνεθέντες ἐπὶ τὴν αὐτὴν ὠμότητα καὶ παρανομίαν ἵεντο, ὡς ἢ τοῦ δικαίου παντάπασιν ἐξ ἀνθρώπων ἀφανισθέντος ἢ τῶν ὑπομεινάντων μίαν τιμωρίαν δεύτερον οὐκ εἰωθότων ἐπιπλήττεσθαι· παθόντες δ’ ἀνεδιδάσκοντο νηπίων παίδων τρόπον μὴ καταφρονεῖν· ἡ γὰρ κόλασις ἑπομένη κατ’ ἴχνος μελλόντων μὲν ἐβράδυνε, πρὸς δὲ τὰ ἀδικήματα θέοντας ἐπιδραμοῦσα κατελάμβανε.
- 1.103.1
πάλιν γὰρ ὁ Μωυσέως ἀδελφὸς κελευσθεὶς διώρυξι καὶ λίμναις καὶ ἕλεσι τὴν ῥάβδον ἐκτείνας ἐπιφέρει· πρὸς δὲ τὴν ἔκτασιν βατράχων πληθὺς ἀνέρπει τοσαύτη, ὡς μὴ μόνον ἀγορὰς καὶ πᾶσαν τὴν ὕπαιθρον, ἀλλὰ πρὸς τούτοις ἐπαύλεις, οἰκίας, ἱερά, πάντα ἰδιωτικὸν καὶ δημόσιον τόπον πεπληρῶσθαι, καθάπερ εἰς ἀποικίαν ἓν γένος τῶν ἐνύδρων τῆς φύσεως ἐκπέμψαι διανοηθείσης πρὸς τὴν ἐναντίαν χώραν· ἐναντία γὰρ χέρσος ὕδατι.
- 1.104.1
μήτ’ οὖν ἔξω προελθεῖν ἕνεκα τοῦ προκατέχεσθαι τοὺς στενωποὺς μήτ’ ἔνδον δυνάμενοι μένειν — καὶ γὰρ τὰ ἐν μυχοῖς ἤδη προκατειλήφεσαν ἄχρι καὶ τῶν ὑψηλοτάτων ἀνέρποντες — ἐν ἐσχάταις ἦσαν συμφοραῖς καὶ σωτηρίας ἀπογνώσει.
- 1.105.1
πάλιν οὖν καταφεύγουσιν ἐπὶ τοὺς αὐτούς, ὑποσχομένου τοῦ βασιλέως ἐπιτρέψαι τὴν ἔξοδον Ἑβραίοις· οἱ δὲ λιταῖς τὸν θεὸν ἐξευμενίζονται· καὶ ἐπινεύσαντος, τῶν φρύνων οἱ μὲν εἰς τὸν ποταμὸν ἀναχωροῦσι, τῶν δ’ εὐθὺς διαφθαρέντων κατὰ τὰς τριόδους θημῶνες ἦσαν, σωρηδὸν ἐπιφερόντων καὶ τοὺς οἴκοθεν διὰ τὰς ἀνυποίστους ὀσμάς, αἳ ἐκ νεκρῶν σωμάτων καὶ τοιούτων ἀνεφέροντο, ἃ καὶ ἔμψυχα ὄντα πολλὴν ἀηδίαν παρέχεται ταῖς αἰσθήσεσι.
- 1.106.1
διαπνεύσαντες δὲ τῆς τιμωρίας ἐπ’ ὀλίγον ὥσπερ ἐν τοῖς ἀγῶσιν ἀθληταὶ συλλεξάμενοι δύναμιν, ἵν’ ἀπ’ ἐρρωμενεστέρας ἰσχύος ἀδικῶσι, πάλιν εἰς τὴν συνήθη κακίαν ἀνέδραμον ἐκλαθόμενοι ὧν τέως ὑπέμειναν κακῶν.
- 1.107.1
ἐπισχὼν δὲ τὰς ἐκ τοῦ ὕδατος τιμωρίας ὁ θεὸς τὰς ἐκ γῆς ἐπέφερε τὸν αὐτὸν ἐπιστήσας κολαστήν, οὗ πάλιν κατὰ τὸ προσταχθὲν τῇ βακτηρίᾳ τοὔδαφος παίσαντος φορὰ σκνιπῶν ἐχύθη καὶ ταθεῖσα καθάπερ νέφος ἅπασαν ἐπέσχεν Αἴγυπτον.
- 1.108.1
τὸ δὲ ζῷον, εἰ καὶ βραχύτατον, ὅμως ἀργαλεώτατον· οὐ γὰρ μόνον λυμαίνεται τὴν ἐπιφάνειαν κνησμοὺς ἐμποιοῦν ἀηδεῖς καὶ βλαβερωτάτους, ἀλλὰ καὶ εἰς τἀντὸς βιάζεται διὰ μυκτήρων καὶ ὤτων· σίνεται δὲ καὶ κόρας ὀφθαλμῶν εἰσπετόμενον, εἰ μὴ φυλάξαιτό τις· φυλακὴ δὲ τίς ἔμελλε πρὸς τοσαύτην ἔσεσθαι φοράν, καὶ μάλιστα θεοῦ κολάζοντος;
- 1.109.1
ἴσως ἄν τις ἐπιζητήσειε, διὰ τί τοῖς οὕτως ἀφανέσι καὶ ἠμελημένοις ζῴοις ἐτιμωρεῖτο τὴν χώραν παρεὶς ἄρκτους καὶ λέοντας καὶ παρδάλεις καὶ τὰ ἄλλα γένη τῶν ἀτιθάσων θηρίων, ἃ σαρκῶν ἀνθρωπείων ἅπτεται, καὶ εἰ μὴ ταῦτα, τὰς γοῦν Αἰγυπτίας ἀσπίδας, ὧν τὰ δήγματα πέφυκεν ἀνυπερθέτως ἀναιρεῖν.
- 1.110.1
εἰ δ’ ὄντως ἀγνοεῖ, μαθέτω· πρῶτον μὲν ὅτι τοὺς οἰκήτορας τῆς χώρας ὁ θεὸς νουθετῆσαι μᾶλλον ἐβούλετο ἢ διαφθεῖραι· βουληθεὶς γὰρ ἀφανίζειν εἰς ἅπαν οὐκ ἂν ζῴοις ἐχρῆτο πρὸς τὰς ἐπιθέσεις ὥσπερ συνεργοῖς, ἀλλὰ τοῖς θεηλάτοις κακοῖς, λιμῷ τε καὶ λοιμῷ.
- 1.111.1
μετὰ δὲ ταῦτα κἀκεῖνο προσδιδασκέσθω μάθημα πρὸς ἅπαντα τὸν βίον ἀναγκαῖον· τί δὲ τοῦτ’ ἐστίν; ἄνθρωποι μὲν γὰρ ὅταν πολεμῶσι, τὸ δυνατώτατον εἰς συμμαχίαν ἐπικουρικὸν ἐξετάζουσιν, ὃ τὴν αὐτῶν ἀσθένειαν ἐκπλήσει· θεὸς δ’ ἡ ἀνωτάτω καὶ μεγίστη δύναμις ὢν οὐδενός ἐστι χρεῖος· ἐὰν δέ που βουληθῇ καθάπερ ὀργάνοις τισὶ χρήσασθαι πρὸς τὰς τιμωρίας, οὐ τὰ ἐρρωμενέστατα καὶ μέγιστα αἱρεῖται, τῆς τούτων ἀλκῆς ἥκιστα φροντίζων, ἀλλὰ τοῖς εὐτελέσι καὶ μικροῖς ἀμάχους καὶ ἀηττήτους δυνάμεις ἐγκατασκευάσας ἀμύνεται δι’ αὐτῶν τοὺς ἀδικοῦντας, καθὰ καὶ νῦν. τί γὰρ εὐτελέστερον σκνιπός;
- 1.112.1
ἀλλ’ ὅμως τοσοῦτον ἴσχυσεν, ὡς ἀπαγορεῦσαι πᾶσαν Αἴγυπτον καὶ ἐκβοᾶν ἀναγκασθῆναι, ὅτι „δάκτυλος θεοῦ τοῦτ’ ἐστί“ (Exod. 8,19)· χεῖρα γὰρ θεοῦ μηδὲ τὴν σύμπασαν οἰκουμένην ὑποστῆναι ἂν ἀπὸ περάτων ἐπὶ πέρατα, μᾶλλον δ’ οὐδὲ τὸν σύμπαντα κόσμον.
- 1.113.1
Τοιαῦται μὲν αἱ διὰ τοῦ Μωυσέως ἀδελφοῦ τιμωρίαι· ἃς δὲ αὐτὸς Μωυσῆς ὑπηρέτησε καὶ ἐξ οἵων τῆς φύσεως συνέστησαν μερῶν, κατὰ τὸ ἀκόλουθον ἐπισκεπτέον. ἀὴρ μὲν οὖν καὶ οὐρανός, αἱ καθαρώταται μοῖραι τῆς τῶν ὅλων οὐσίας, παρ’ ὕδατος καὶ γῆς διαδέχονται τὴν ἐπ’ Αἰγύπτῳ νουθεσίαν, ἧς ἐπίτροπος ἐχειροτονήθη Μωυσῆς.
- 1.114.1
ἤρξατο δὲ πρότερον τὸν ἀέρα διακινεῖν· Αἴγυπτος γὰρ μόνη σχεδόν τι παρὰ τὰς ἐν τῷ νοτίῳ κλίματι χώρας τῶν ἐτησίων ὡρῶν μίαν τὴν χειμερινὴν οὐ παραδέχεται, τάχα μέν, ὡς λόγος, διὰ τὸ μὴ πόρρω ζώνης διακεκαυμένης εἶναι, ῥέοντος τοῦ πυρώδους ἐκεῖθεν ἀφανῶς καὶ τἀν κύκλῳ πάντα ἀλεαίνοντος, τάχα δὲ ἐπεὶ καὶ ταῖς θεριναῖς τροπαῖς πλημμυρῶν ὁ ποταμὸς προαναλίσκει τὰς νεφώσεις —
- 1.115.1
ἄρχεται μὲν γὰρ ἐπιβαίνειν θέρους ἐνισταμένου, λήγει δὲ λήγοντος, ἐν ᾧ χρόνῳ καὶ οἱ ἐτησίαι καταράττουσιν ἐξ ἐναντίας τῶν τοῦ Νείλου στομάτων, δι’ ὧν ἔτι κωλυόμενος ἐκχεῖσθαι, τῆς θαλάσσης ὑπὸ βίας τῶν ἀνέμων πρὸς ὕψος αἰρομένης καὶ τὰς τρικυμίας ὥσπερ μακρὸν τεῖχος ἀποτεινούσης, ἐντὸς εἱλεῖται, κἄπειτα τῶν ῥείθρων ὑπαντιαζόντων τοῦ τε κατιόντος ἄνωθεν ἀπὸ τῶν πηγῶν καὶ τοῦ θύραζε χωρεῖν ὀφείλοντος ταῖς ἀνακοπαῖς ἀνατρέχοντος εὐρύνεσθαί τε μὴ δυναμένων (αἱ γὰρ παρ’ ἑκάτερα ἐκθλίβουσιν ὄχθαι), μετεωριζόμενος ὡς εἰκὸς ἐπιβαίνει —,
- 1.116.1
τάχα δ’ ἐπεὶ καὶ περιττὸν ἦν ἐν Αἰγύπτῳ χειμῶνα γενέσθαι· πρὸς ὃ γὰρ αἱ τῶν ὄμβρων φοραὶ χρήσιμοι, καὶ ὁ ποταμὸς λιμνάζων τὰς ἀρούρας εἰς καρπῶν ἐτησίων γένεσιν.
- 1.117.1
ἡ δὲ φύσις οὐ ματαιουργός, ὡς ὑετὸν χορηγεῖν μὴ δεομένῃ γῇ, καὶ ἅμα χαίρει τῷ πολυτρόπῳ καὶ πολυσχιδεῖ τῶν ἐπιστημονικῶν ἔργων τὴν συμφωνίαν τοῦ παντὸς ἐξ ἐναντιοτήτων ἐναρμοσαμένη· καὶ διὰ τοῦτο τοῖς μὲν ἄνωθεν ἐξ οὐρανοῦ τοῖς δὲ κάτωθεν ἐκ πηγῶν τε καὶ ποταμῶν παρέχει τὴν ἐξ ὕδατος ὠφέλειαν.
- 1.118.1
οὕτως οὖν τῆς χώρας διακειμένης καὶ ταῖς χειμεριναῖς ἐαριζούσης τροπαῖς καὶ τῶν μὲν πρὸς θαλάττῃ μόναις ψεκάσιν ἀραιαῖς λιπαινομένων, τῶν δ’ ὑπὲρ Μέμφιν, τὸ βασίλειον Αἰγύπτου, μηδὲ νιφομένων τὸ παράπαν, ἐξαίφνης οὕτως ἐνεωτέρισεν ὁ ἀήρ, ὥσθ’ ὅσα ἐν τοῖς δυσχειμέροις ἀθρόα κατασκῆψαι, φορὰς ὑετῶν, χάλαζαν πολλὴν καὶ βαρεῖαν, ἀνέμων συμπιπτόντων καὶ ἀντιπαταγούντων βίας, νεφῶν ῥήξεις, ἐπαλλήλους ἀστραπὰς καὶ βροντάς, κεραυνοὺς συνεχεῖς, οἳ τερατωδεστάτην ὄψιν παρείχοντο· θέοντες γὰρ διὰ τῆς χαλάζης, μαχομένης οὐσίας, οὔτε ἔτηκον αὐτὴν οὔτε ἐσβέννυντο, μένοντες δ’ ἐν ὁμοίῳ καὶ δολιχεύοντες ἄνω καὶ κάτω διετήρουν τὴν χάλαζαν.
- 1.119.1
ἀλλ’ οὐ μόνον ἡ ἐξαίσιος φορὰ πάντων τοὺς οἰκήτορας εἰς ὑπερβαλλούσας δυσθυμίας ἤγαγεν, ἀλλὰ καὶ τὸ τοῦ πράγματος ἄηθες· ὑπέλαβον γάρ, ὅπερ καὶ ἦν, ἐκ μηνιμάτων θείων κεκαινουργῆσθαι τὰ συμβάντα, νεωτερίσαντος ὡς οὔπω πρότερον τοῦ ἀέρος ἐπὶ λύμῃ καὶ φθορᾷ δένδρων τε καὶ καρπῶν, οἷς συνεφθάρη ζῷα οὐκ ὀλίγα, τὰ μὲν περιψύξεσι, τὰ δὲ βάρει τῆς ἐπιπιπτούσης χαλάζης ὥσπερ καταλευσθέντα, τὰ δ’ ὑπὸ τοῦ πυρὸς ἐξαναλωθέντα· ἔνια δ’ ἡμίφλεκτα διέμενε τοὺς τύπους τῶν κεραυνίων τραυμάτων εἰς
- 1.120.1
νουθεσίαν τῶν ὁρώντων ἐπιφερόμενα. λωφήσαντος δὲ τοῦ κακοῦ καὶ πάλιν τοῦ βασιλέως καὶ τῶν περὶ αὐτὸν θρασυνομένων, εἰς τὸν ἀέρα Μωυσῆς τὴν ῥάβδον ἐκτείνει, κελεύσαντος τοῦ θεοῦ. κἄπειτ’ ἄνεμος καταράττει, νότος βιαιότατος, ὅλην τὴν ἡμέραν καὶ νύκτα προσεπιτεινόμενος καὶ σφοδρυνόμενος, αὐτὸς καθ’ αὑτὸν ὢν μεγάλη ζημία· ξηρός τε γάρ ἐστι καὶ κεφαλαλγὴς καὶ βαρυήκοος, ἄσας τε καὶ ἀδημονίας ἐμποιεῖν ἱκανός, καὶ μάλιστ’ ἐν Αἰγύπτῳ κειμένῃ κατὰ τὰ νότια, δι’ ὧν αἱ περιπολήσεις τῶν φωσφόρων ἀστέρων, ὡς ἅμα τῷ διακινηθῆναι τὸν ἀφ’ ἡλίου φλογμὸν συνεπωθεῖσθαι καὶ πάντα καίειν.
- 1.121.1
ἀλλὰ γὰρ ἅμ’ αὐτῷ καὶ πλῆθος ἀμήχανον ζῴων ἐπεφέρετο φθοροποιὸν φυτῶν, ἀκρίδες, αἳ ῥεύματος τρόπον ἀπαύστως ἐκχεόμεναι καὶ πάντα πληρώσασαι τὸν ἀέρα διέφαγον, ὅσα οἱ κεραυνοὶ ὑπελίποντο καὶ ἡ χάλαζα, ὡς μηδὲν ἐν τῇ τοσαύτῃ χώρᾳ βλαστάνον ἔτι θεωρεῖσθαι.
- 1.122.1
τότε μόλις εἰς ἀκριβεστάτην ἔννοιαν τῶν οἰκείων ἐλθόντες οἱ ἐν τέλει κακῶν προσελθόντες ἔλεγον τῷ βασιλεῖ· „μέχρι τίνος οὐκ ἐπιτρέπεις τὴν ἔξοδον τοῖς ἀνδράσιν; ἢ οὔπω μανθάνεις ἐκ τῶν γινομένων, ὅτι ἀπόλωλεν Αἴγυπτος;“ ὁ δ’ ὅσα τῷ δοκεῖν ἐφιεὶς ὡμολόγει, χαλάσαντος τοῦ δεινοῦ. πάλιν δ’ εὐξαμένου Μωυσέως, ὑπολαβὼν ἐκ τῆς θαλάττης ἄνεμος ἀποσκίδνησι τὰς ἀκρίδας.
- 1.123.1
ἀνασκεδασθεισῶν δὲ καὶ τοῦ βασιλέως περὶ τὴν τοῦ ἔθνους ἄφεσιν δυσθανατοῦντος, ἐπιγίνεται τῶν πρότερον κακῶν μεῖζον· λαμπρᾶς γὰρ ἡμέρας οὔσης, ἐξαπιναίως ἀναχεῖται σκότος, ἴσως μὲν καὶ ἡλίου γενομένης ἐκλείψεως τῶν ἐν ἔθει τελειοτέρας, ἴσως δὲ καὶ συνεχείαις νεφῶν καὶ πυκνότησιν ἀδιαστάτοις καὶ πιλήσει βιαιοτάτῃ τῆς τῶν ἀκτίνων φορᾶς ἀνακοπείσης, ὡς ἀδιαφορεῖν ἡμέραν νυκτὸς καὶ τί γὰρ ἀλλ’ ἢ μίαν νύκτα νομίζεσθαι μακροτάτην τρισὶν ἡμέραις ἴσην καὶ ταῖς ἰσαρίθμοις νυξί.
- 1.124.1
τότε δή φασι τοὺς μὲν ἐρριμμένους ἐν ταῖς εὐναῖς μὴ τολμᾶν ἐξανίστασθαι, τοὺς δ’ ὁπότε κατεπείγοι τι τῶν τῆς φύσεως ἀναγκαίων ἐπαφωμένους τοίχων ἤ τινος ἑτέρου καθάπερ τυφλοὺς μόλις προέρχεσθαι· καὶ γὰρ τοῦ χρειώδους πυρὸς τὸ φέγγος τὸ μὲν ὑπὸ τῆς κατεχούσης ζάλης ἐσβέννυτο, τὸ δὲ τῷ βάθει τοῦ σκότους ἀμαυρούμενον ἐνηφανίζετο, ὡς τὴν ἀναγκαιοτάτην ὄψιν τῶν αἰσθήσεων ὑγιαίνουσαν πηρὸν εἶναι μηδὲν ὁρᾶν δυναμένην, τετράφθαι δὲ καὶ τὰς ἄλλας οἷα ὑπηκόους πεσούσης τῆς ἡγεμονίδος·
- 1.125.1
οὔτε γὰρ λέγειν τις οὔτ’ ἀκούειν οὔτε προσενέγκασθαι τροφὰς ὑπέμενεν, ἀλλ’ ἡσυχίᾳ καὶ λιμῷ παρέτεινον αὑτοὺς οὐδεμιᾷ τῶν αἰσθήσεων σχολάζοντες, ἀλλ’ ὑπὸ τοῦ πάθους ὅλοι συνηρπασμένοι, μέχρι πάλιν Μωυσῆς λαβὼν οἶκτον ἱκετεύει τὸν θεόν· ὁ δὲ φῶς ἀντὶ σκότους καὶ ἡμέραν ἀντὶ νυκτὸς ἐργάζεται σὺν αἰθρίᾳ πολλῇ.
- 1.126.1
Τοιαύτας φασὶ γενέσθαι καὶ τὰς διὰ μόνου Μωυσέως ἐπιπλήξεις, τὴν διὰ χαλάζης καὶ κεραυνῶν, τὴν διὰ τῆς ἀκρίδος, τὴν διὰ σκότους, ὃ πᾶσαν ἰδέαν φωτὸς οὐ παρεδέχετο· κοινῇ δ’ αὐτός τε καὶ ὁ ἀδελφὸς μίαν ἐπετράπησαν, ἣν αὐτίκα σημανῶ.
- 1.127.1
κελεύσαντος τοῦ θεοῦ, τέφραν ἀπὸ καμίνου λαμβάνουσι ταῖς χερσίν, ἣν Μωυσῆς κατὰ μέρος εἰς τὸν ἀέρα διέπαττεν· ἔπειτα κονιορτὸς αἰφνίδιον ἐπενεχθεὶς ἀνθρώποις τε καὶ ἀλόγοις ζῴοις ἀγρίαν καὶ δυσαλγῆ κατὰ τῆς δορᾶς ἁπάσης ἕλκωσιν εἰργάζετο καὶ τὰ σώματα εὐθὺς συνῴδει ταῖς ἐξανθήσεσιν ὑποπύους ἔχοντα φλυκταίνας, ἃς ἐτόπασεν ἄν τις ἀφανῶς ὑποκαιομένας ἀναζεῖν.
- 1.128.1
ἀλγηδόσι τε καὶ περιωδυνίαις κατὰ τὸ εἰκὸς ἐκ τῆς ἑλκώσεως καὶ φλογώσεως πιεζόμενοι μᾶλλον ἢ οὐχ ἧττον τῶν σωμάτων τὰς ψυχὰς ἔκαμνον ἐκτετρυχωμένοι ταῖς ἀνίαις — ἓν γὰρ ἄν τις ἀπὸ κεφαλῆς ἄχρι ποδῶν συνεχὲς ἕλκος ἐθεάσατο, τῶν κατὰ μέλος καὶ μέρος διεσπαρμένων εἰς μίαν καὶ τὴν αὐτὴν ἰδέαν ἀποκριθέντων —, ἕως πάλιν ἱκεσίαις τοῦ νομοθέτου, ἃς ὑπὲρ τῶν πασχόντων ἐποιήσατο, ἡ νόσος ῥᾴων ἐγένετο.
- 1.129.1
κοινῇ μέντοι τὴν νουθεσίαν ταύτην ἐπετράπησαν δεόντως, ὁ μὲν ἀδελφὸς διὰ τὸν ἐπενεχθέντα κονιορτόν, ἐπεὶ τῶν ἀπὸ γῆς συμβαινόντων τὴν ἐπιμέλειαν ἔλαχε, Μωυσῆς δὲ διὰ τὸν ἀέρα μεταβαλόντα πρὸς κάκωσιν τῶν οἰκητόρων· ταῖς δ’ ἀπ’ ἀέρος καὶ οὐρανοῦ πληγαῖς οὗτος ὑπηρέτει.
- 1.130.1
Λοιπαὶ δὲ τιμωρίαι τρεῖς εἰσιν αὐτουργηθεῖσαι δίχα τῆς ἀνθρώπων ὑπηρεσίας, ὧν κατὰ μίαν ἑκάστην, ὡς ἂν οἷόν τε ᾖ, δηλώσω. πρώτη δ’ ἐστὶν ἡ γενομένη διὰ ζῴου τῶν ἐν τῇ φύσει πάντων θρασυτάτου, κυνομυίας, ἣν ἐτύμως ἐκάλεσαν οἱ θετικοὶ τῶν ὀνομάτων — σοφοὶ γὰρ ἦσαν — ἐκ τῶν ἀναιδεστάτων ζῴων συνθέντες τοὔνομα, μυίας καὶ κυνός, τοῦ μὲν τῶν χερσαίων θρασυτάτου, τῆς δὲ τῶν πτηνῶν· ἐπιφοιτῶσι γὰρ καὶ ἐπιτρέχουσιν ἀδεῶς, κἂν ἀνείργῃ τις, εἰς τὸ ἀήττητον ἀντιφιλονεικοῦσιν, ἄχρις ἂν αἵματος καὶ σαρκῶν κορεσθῶσιν.
- 1.131.1
ἡ δὲ κυνόμυια τὴν ἀφ’ ἑκατέρου τόλμαν προσειληφυῖα δηκτικὸν καὶ ἐπίβουλον ζῷόν ἐστι· καὶ γὰρ πόρρωθεν μετὰ ῥοίζου καθάπερ βέλος εἰσακοντίζεται καὶ ἐπεμπίπτουσα βιαίως εὖ μάλα ἐγχρίμπτεται.
- 1.132.1
τότε δὲ καὶ θεήλατος ἦν ἡ προσβολή, ὡς δεδιπλασιάσθαι τὴν ἐξ αὐτῆς ἐπιβουλὴν οὐκέτι μόνον τοῖς φυσικοῖς κεχρημένης πλεονεκτήμασιν, ἀλλὰ καὶ τοῖς ἐκ θείας ἐπιφροσύνης, ἣ τὸ ζῷον ὥπλιζε καὶ πρὸς ἀλκὴν ἀνήγειρε κατὰ τῶν ἐγχωρίων.
- 1.133.1
μετὰ τὴν κυνόμυιαν εἵπετο τιμωρία πάλιν ἄνευ συμπράξεως ἀνθρωπίνης, βοσκημάτων θάνατος· βουκόλια γὰρ καὶ αἰπόλια καὶ ποίμνια μεγάλα καὶ ὅσαι ὑποζυγίων καὶ ἄλλων θρεμμάτων ἰδέαι πᾶσαι μιᾷ ἡμέρᾳ, ὡς ἀφ’ ἑνὸς συνθήματος, ἀγεληδὸν διεφθείροντο, τὴν ἀνθρώπων ἀπώλειαν, ἣ μικρὸν ὕστερον ἔμελλε γίνεσθαι, προμηνύουσαι καθάπερ ἐν ταῖς λοιμώδεσι νόσοις· λέγεται γὰρ προάγων τις εἶναι λοιμικῶν ἀρρωστημάτων ἡ ζῴων ἀλόγων αἰφνίδιος φθορά.
- 1.134.1
μεθ’ ἣν ἡ δεκάτη καὶ τελευταία δίκη πάσας ὑπερβάλλουσα τὰς προτέρας ἐπεγένετο, θάνατος Αἰγυπτίων οὔτε πάντων — οὐ γὰρ ἐρημῶσαι τὴν χώραν προῃρεῖτο ὁ θεὸς ἀλλὰ νουθετῆσαι μόνον — οὔτε τῶν πλείστων ἀνδρῶν ὁμοῦ καὶ γυναικῶν ἐξ ἁπάσης ἡλικίας, ἀλλὰ τοῖς ἄλλοις ζῆν ἐφιεὶς μόνων τῶν πρωτοτόκων καταψηφίζεται θάνατον ἀρξάμενος ἀπὸ τοῦ πρεσβυτάτου τῶν βασιλέως παίδων καὶ λήξας εἰς τὸν τῆς ἀφανεστάτης ἀλετρίδος.
- 1.135.1
περὶ γὰρ μέσας νύκτας οἱ πρῶτοι πατέρας καὶ μητέρας προσειπόντες καὶ ὑπ’ ἐκείνων υἱοὶ πάλιν πρῶτον ὀνομασθέντες ὑγιαίνοντες καὶ τὰ σώματα ἐρρωμένοι πάντες ἀπ’ οὐδεμιᾶς προφάσεως ἡβηδὸν ἐξαπιναίως ἀνῄρηντο καὶ οὐδεμίαν οἰκίαν ἀμοιρῆσαί φασι τότε τῆς συμφορᾶς.
- 1.136.1
ἅμα δὲ τῇ ἕῳ κατὰ τὸ εἰκὸς ἕκαστοι θεασάμενοι τοὺς φιλτάτους ἀπροσδοκήτως τετελευτηκότας, οἷς ὁμοδίαιτοι καὶ ὁμοτράπεζοι μέχρι τῆς ἑσπέρας ἐγεγένηντο, βαρυτάτῳ πένθει κατασχεθέντες οἰμωγῆς πάντα ἐνέπλησαν, ὥστε συνέβη καὶ διὰ τὴν κοινοπραγίαν τοῦ πάθους ἁπάντων ἀθρόως ὁμοθυμαδὸν ἐκβοησάντων ἕνα θρῆνον ἀπὸ περάτων ἐπὶ πέρατα κατὰ πάσης τῆς χώρας συνηχῆσαι.
- 1.137.1
καὶ μέχρι μὲν ἐν ταῖς οἰκίαις διέτριβον, ἀγνοῶν ἕκαστος τὸ τοῦ πλησίον κακὸν ἐπὶ τῷ ἑαυτοῦ μόνον ἔστενε, προελθὼν δὲ καὶ γνοὺς τὰ τῶν ἄλλων διπλοῦν πένθος πρὸς τῷ ἰδίῳ καὶ τὸ κοινὸν εὐθὺς ἐλάμβανεν, ἐπ’ ἐλάττονι καὶ κουφοτέρῳ μεῖζον καὶ βαρύτερον, ἅτε καὶ τὴν ἐλπίδα τῆς παραμυθίας ἀφῃρημένος· τίς γὰρ ἔμελλε παρηγορεῖν ἕτερον αὐτὸς ὢν τοῦδε χρεῖος;
- 1.138.1
ὅπερ δ’ ἐν τοῖς τοιούτοις φιλεῖ, τὰ παρόντα νομίσαντες ἀρχὴν εἶναι μειζόνων καὶ περὶ τῆς τῶν ἔτι ζώντων ἀπωλείας καταδείσαντες συνέδραμον εἰς τὰ βασίλεια δεδακρυμένοι καὶ τὰς ἐσθῆτας περιερρηγμένοι κατεβόων τε τοῦ βασιλέως ὡς πάντων αἰτίου τῶν συμβεβηκότων δεινῶν.
- 1.139.1
εἰ γάρ, ἔλεγον, εὐθὺς ἐν ἀρχῇ Μωυσέως ἐντυχόντος εἴασεν ἐξελθεῖν τὸ ἔθνος, οὐδενὸς ἂν τῶν γεγονότων πειραθῆναι τὸ παράπαν· εἴξαντος δ’ αὐθαδείᾳ τῇ συνήθει, τὰ ἐπίχειρα τῆς ἀκαίρου φιλονεικίας ἐξ ἑτοίμου λαβεῖν. εἶτ’ ἄλλος ἄλλον παρεκάλει τὸν λεὼν μετὰ πάσης σπουδῆς ἐξ ἁπάσης τῆς χώρας ἐξελαύνειν, καὶ τὸ μίαν ἡμέραν μᾶλλον δὲ ὥραν αὐτὸ μόνον κατασχεῖν πρὸς ἀνήκεστον τιμωρίαν τιθέμενοι.
- 1.140.1
οἱ δ’ ἐλαυνόμενοι καὶ διωκόμενοι τῆς αὑτῶν εὐγενείας εἰς ἔννοιαν ἐλθόντες τόλμημα τολμῶσιν, ὁποῖον εἰκὸς ἦν τοὺς ἐλευθέρους καὶ μὴ ἀμνήμονας ὧν ἐπεβουλεύθησαν ἀδίκως.
- 1.141.1
πολλὴν γὰρ λείαν ἐκφορήσαντες τὴν μὲν αὐτοὶ διεκόμιζον ἐπηχθισμένοι, τὴν δὲ τοῖς ὑποζυγίοις ἐπέθεσαν, οὐ διὰ φιλοχρηματίαν ἤ, ὡς ἄν τις κατηγορῶν εἴποι, τὴν τῶν ἀλλοτρίων ἐπιθυμίαν — πόθεν; — ἀλλὰ πρῶτον μὲν ὧν παρὰ πάντα τὸν χρόνον ὑπηρέτησαν ἀναγκαῖον μισθὸν κομιζόμενοι, εἶτα δὲ ὑπὲρ ὧν κατεδουλώθησαν ἐν ἐλάττοσι καὶ οὐχὶ τοῖς ἴσοις ἀντιλυποῦντες· ποῦ γάρ ἐσθ’ ὅμοιον ζημία χρημάτων καὶ στέρησις ἐλευθερίας, ὑπὲρ ἧς οὐ μόνον προΐεσθαι τὰς οὐσίας οἱ νοῦν ἔχοντες ἀλλὰ καὶ ἀποθνῄσκειν ἐθέλουσιν;
- 1.142.1
ἐν ἑκατέρῳ δὴ κατώρθουν, εἴθ’ ὡς ἐν εἰρήνῃ μισθὸν λαμβάνοντες, ὃν παρ’ ἀκόντων πολὺν χρόνον οὐκ ἀποδιδόντων ἀπεστεροῦντο, εἴθ’ ὡς ἐν πολέμῳ τὰ τῶν ἐχθρῶν φέρειν ἀξιοῦντες νόμῳ τῶν κεκρατηκότων· οἱ μὲν γὰρ χειρῶν ἦρξαν ἀδίκων, ξένους καὶ ἱκέτας, ὡς ἔφην πρότερον, καταδουλωσάμενοι τρόπον αἰχμαλώτων, οἱ δὲ καιροῦ παραπεσόντος ἠμύναντο δίχα τῆς ἐν ὅπλοις παρασκευῆς, προασπίζοντος καὶ τὴν χεῖρα ὑπερέχοντος τοῦ δικαίου.
- 1.143.1
Τοσαύταις μὲν δὴ πληγαῖς καὶ τιμωρίαις Αἴγυπτος ἐνουθετεῖτο, ὧν οὐδεμία τῶν Ἑβραίων καίτοι γε ἐν ταῖς αὐταῖς πόλεσι καὶ κώμαις καὶ οἰκίαις συνδιατριβόντων ἥψατο, γῆς ὕδατος ἀέρος πυρός, ἃ μέρη τῆς φύσεώς ἐστιν, ἣν ἀμήχανον ἐκφυγεῖν, ἐπιθεμένων· ὃ δὴ καὶ παραδοξότατον ἦν, ὑπὸ τῶν αὐτῶν κατὰ τὸν αὐτὸν τόπον καὶ χρόνον τοὺς μὲν διαφθείρεσθαι, τοὺς δὲ σῴζεσθαι.
- 1.144.1
ὁ ποταμὸς εἰς αἷμα μετέβαλεν, ἀλλ’ οὐχ Ἑβραίοις· ἡνίκα γὰρ βουληθεῖεν ἀρύσασθαι, τροπὴν ἐλάμβανεν εἰς πότιμον. βάτραχος ἐκ τῶν ὑδάτων ἐπὶ τὴν χέρσον ἀνερπύσας ἀγορὰς καὶ ἐπαύλεις καὶ οἰκίας ἐπλήρωσεν, ἀλλ’ ἀπὸ τῶν Ἑβραίων ἐξανεχώρει μόνων καθάπερ διακρίνειν ἐπιστάμενος, οὕς τε χρὴ κολάζεσθαι καὶ τοὐναντίον.
- 1.145.1
οὐ σκνίπες, οὐ κυνόμυια, οὐκ ἀκρίς, ἣ καὶ φυτὰ καὶ καρποὺς καὶ ζῷα καὶ ἀνθρώπους μεγάλα ἔβλαψε, τούτοις προσέπτησαν· οὐχ ὑετῶν, οὐ χαλάζης, οὐ κεραυνῶν αἱ γενόμεναι συνεχεῖς φοραὶ μέχρι τούτων ἔφθασαν· ἑλκώσεως τῆς ἀργαλεωτάτης εἰς τὸ παθεῖν οὐδ’ ὄναρ ἐπῄσθοντο· βαθυτάτου σκότους τοῖς ἄλλοις ἀναχυθέντος, ἐν αὐγῇ καθαρᾷ διήγαγον, τοῦ ἡμερησίου φωτὸς ἐπιλάμποντος· ἀναιρουμένων τῶν παρ’ Αἰγυπτίοις πρωτοτόκων, ἐτελεύτησεν Ἑβραῖος οὐδείς· οὐδὲ γὰρ εἰκὸς ἦν, ὁπότε καὶ ἡ τῶν ἀμυθήτων φθορὰ θρεμμάτων οὐδεμίαν τῶν παρὰ τούτοις ἀγέλην συνεπεσπάσατο πρὸς ἀπώλειαν.
- 1.146.1
καί μοί τις δοκεῖ παρατυχὼν τοῖς γενομένοις κατ’ ἐκεῖνον τὸν καιρὸν μηδὲν ἂν ἄλλο νομίσαι τοὺς Ἑβραίους ἢ θεατὰς ὧν ἕτεροι κακῶν ὑπέμενον καὶ οὐ μόνον * * *, ἀλλὰ καὶ μαθημάτων τὸ κάλλιστον καὶ ὠφελιμώτατον ἀναδιδασκομένους, εὐσέβειαν· οὐ γάρ ποθ’ οὕτως ἡ τῶν ἀγαθῶν καὶ κακῶν κρίσις ἐμφανῶς ἦλθε τοῖς μὲν φθορὰν τοῖς δὲ σωτηρίαν παρασχοῦσα.
- 1.147.1
Τῶν δ’ ἐξιόντων καὶ μετανισταμένων οἱ μὲν ἀνδρὸς ἔχοντες ἡλικίαν ὑπὲρ ἑξήκοντα μυριάδας ἦσαν, ὁ δ’ ἄλλος ὅμιλος πρεσβυτῶν, παίδων, γυναικῶν οὐ ῥᾴδιος ἀριθμηθῆναι· μιγάδων δὲ καὶ συγκλύδων καὶ θεραπείας ὄχλος συνεξῆλθεν ὡσανεὶ νόθον μετὰ γνησίου πλήθους· οὗτοι δ’ ἦσαν οἱ ἐκ γυναικῶν γεννηθέντες Αἰγυπτίων τοῖς Ἑβραίοις καὶ τῷ πατρῴῳ γένει προσνεμηθέντες καὶ ὅσοι τὸ θεοφιλὲς ἀγάμενοι τῶν ἀνδρῶν ἐπηλύται ἐγένοντο καὶ εἰ δή τινες τῷ μεγέθει καὶ πλήθει τῶν ἐπαλλήλων κολάσεων μετεβάλοντο σωφρονισθέντες.
- 1.148.1
τούτων ἁπάντων ἡγεμὼν ἐχειροτονεῖτο Μωυσῆς τὴν ἀρχὴν καὶ βασιλείαν λαβὼν οὐχ ὥσπερ ἔνιοι τῶν ἐπὶ τὰς δυναστείας ὠθουμένων ὅπλοις καὶ μηχανήμασιν ἱππικαῖς τε καὶ πεζικαῖς καὶ ναυτικαῖς δυνάμεσιν, ἀλλ’ ἀρετῆς ἕνεκα καὶ καλοκἀγαθίας καὶ τῆς πρὸς ἅπαντας εὐνοίας, ᾗ χρώμενος ἀεὶ διετέλει, καὶ προσέτι καὶ τοῦ φιλαρέτου καὶ φιλοκάλου θεοῦ γέρας ἄξιον αὐτῷ παρασχόντος.
- 1.149.1
ἐπειδὴ γὰρ τὴν Αἰγύπτου κατέλιπεν ἡγεμονίαν, θυγατριδοῦς τοῦ τότε βασιλεύοντος ὤν, ἕνεκα τῶν κατὰ τὴν χώραν γινομένων ἀδικημάτων πολλὰ χαίρειν φράσας ταῖς ἀπὸ τῶν θεμένων ἐλπίσι διὰ ψυχῆς εὐγένειαν καὶ φρονήματος μέγεθος καὶ τὸ μισοπόνηρον φύσει, τῷ πρυτανεύοντι καὶ ἐπιμελουμένῳ τῶν ὅλων ἔδοξεν αὐτὸν ἀμείψασθαι βασιλείᾳ πολυανθρωποτέρου καὶ κρείττονος ἔθνους, ὅπερ ἔμελλεν ἐξ ἁπάντων τῶν ἄλλων ἱερᾶσθαι τὰς ὑπὲρ τοῦ γένους τῶν ἀνθρώπων αἰεὶ ποιησόμενον εὐχὰς ὑπέρ τε κακῶν ἀποτροπῆς καὶ μετουσίας ἀγαθῶν.
- 1.150.1
παραλαβὼν δὲ τὴν ἀρχὴν οὐχ ὥσπερ ἔνιοι τὸν ἴδιον αὔξειν οἶκον καὶ τοὺς υἱοὺς — δύο γὰρ ἦσαν αὐτῷ — προάγειν ἐπὶ μέγα δυνάμεως ἐσπούδασεν, ὡς ἐν μὲν τῷ παρόντι κοινωνοὺς αὖθις δὲ καὶ διαδόχους ἀποφῆναι· γνώμῃ γὰρ ἀδόλῳ καὶ καθαρᾷ πρὸς πάντα μικρά τε αὖ καὶ μεγάλα χρώμενος τὴν φυσικὴν πρὸς τὰ τέκνα φιλοστοργίαν οἷα κριτὴς ἀγαθὸς ἐνίκα τῷ περὶ τὸν λογισμὸν ἀδεκάστῳ.
- 1.151.1
προὔκειτο γὰρ ἓν αὐτῷ τέλος ἀναγκαιότατον, ὀνῆσαι τοὺς ἀρχομένους καὶ πάνθ’ ὑπὲρ τῆς τούτων ὠφελείας ἔργῳ καὶ λόγῳ πραγματεύεσθαι, μηδένα παραλιπόντι καιρὸν τῶν συντεινόντων εἰς κοινὴν κατόρθωσιν.
- 1.152.1
μόνος οὗτος τῶν πώποθ’ ἡγεμονευσάντων οὐ χρυσὸν οὐκ ἄργυρον ἐθησαυρίσατο, οὐ δασμοὺς ἐξέλεξεν, οὐκ οἰκίας, οὐ κτήματα, οὐ θρέμματα, οὐ θεραπείαν οἰκετικήν, οὐ προσόδους, οὐκ ἄλλο τῶν εἰς πολυτέλειαν καὶ περιουσίαν οὐδὲν ἐκτήσατο, καίτοι πάντων ἔχειν ἀφθονίαν δυνάμενος·
- 1.153.1
ἀλλ’ ὑπολαβὼν πενίας ψυχικῆς ἔργον εἶναι τὸν ἐν ταῖς ὕλαις ἀποδέχεσθαι πλοῦτον τοῦ μὲν ὡς τυφλοῦ κατεφρόνησε, τὸν δὲ βλέποντα τῆς φύσεως ἐξετίμησε καὶ ζηλωτὴς ὡς οὐκ οἶδ’ εἴ τις ἕτερος αὐτοῦ γενόμενος ἐν μὲν ἐσθῆσι καὶ τροφαῖς καὶ τοῖς ἄλλοις τοῖς περὶ δίαιταν οὐδὲν ἐπιτραγῳδῶν πρὸς σεμνότερον ὄγκον εὐτέλειαν καὶ εὐκολίαν ἐπετήδευεν ἰδιώτου, πολυτέλειαν δὲ τῷ ὄντι βασιλικὴν ἐν οἷς καλὸν ἦν πλεονεκτεῖν τὸν ἄρχοντα·
- 1.154.1
ταῦτα δ’ ἦσαν ἐγκράτειαι, καρτερίαι, σωφροσύναι, ἀγχίνοιαι, συνέσεις, ἐπιστῆμαι, πόνοι, κακοπάθειαι, ἡδονῶν ὑπεροψίαι, δικαιοσύναι, προτροπαὶ πρὸς τὰ βέλτιστα, ψόγοι καὶ κολάσεις ἁμαρτανόντων νόμιμοι, ἔπαινοι καὶ τιμαὶ κατορθούντων πάλιν σὺν νόμῳ.
- 1.155.1
τοιγαροῦν πολλὰ χαίρειν φράσαντα πολυχρηματίᾳ καὶ τῷ παρ’ ἀνθρώποις μέγα πνέοντι πλούτῳ γεραίρει θεὸς τὸν μέγιστον καὶ τελεώτατον ἀντιδοὺς πλοῦτον αὐτῷ· οὗτος δ’ ἐστὶν ὁ τῆς συμπάσης γῆς καὶ θαλάττης καὶ ποταμῶν καὶ τῶν ἄλλων ὅσα στοιχεῖα καὶ συγκρίματα· κοινωνὸν γὰρ ἀξιώσας ἀναφανῆναι τῆς ἑαυτοῦ λήξεως ἀνῆκε πάντα τὸν κόσμον ὡς κληρονόμῳ κτῆσιν ἁρμόζουσαν.
- 1.156.1
τοιγαροῦν ὑπήκουεν ὡς δεσπότῃ τῶν στοιχείων ἕκαστον ἀλλάττον ἣν εἶχε δύναμιν καὶ ταῖς προστάξεσιν ὑπεῖκον· καὶ θαυμαστὸν ἴσως οὐδέν· εἰ γὰρ κατὰ τὴν παροιμίαν „κοινὰ τὰ φίλων„, φίλος δὲ ὁ προφήτης ἀνείρηται θεοῦ (cf. Exod. 33, 11), κατὰ τὸ ἀκόλουθον μετέχοι ἂν αὐτοῦ καὶ τῆς κτήσεως, καθ’ ὃ χρειῶδες.
- 1.157.1
ὁ μὲν γὰρ θεὸς πάντα κεκτημένος οὐδενὸς δεῖται, ὁ δὲ σπουδαῖος ἄνθρωπος κέκτηται μὲν οὐδὲν κυρίως ἀλλ’ οὐδ’ ἑαυτόν, τῶν δὲ τοῦ θεοῦ κειμηλίων, καθ’ ὅσον ἂν οἷός τε ᾖ, μεταλαγχάνει. καὶ μήποτ’ εἰκότως· κοσμοπολίτης γάρ ἐστιν, ἧς χάριν αἰτίας οὐδεμιᾷ τῶν κατὰ τὴν οἰκουμένην πόλεων ἐνεγράφη, δεόντως, οὐ μέρος χώρας ἀλλ’ ὅλον τὸν κόσμον κλῆρον λαβών. τί δ’;
- 1.158.1
οὐχὶ καὶ μείζονος τῆς πρὸς τὸν πατέρα τῶν ὅλων καὶ ποιητὴν κοινωνίας ἀπέλαυσε προσρήσεως τῆς αὐτῆς ἀξιωθείς; ὠνομάσθη γὰρ ὅλου τοῦ ἔθνους θεὸς καὶ βασιλεύς· εἴς τε τὸν γνόφον, ἔνθα ἦν ὁ θεός, εἰσελθεῖν λέγεται (Exod. 20, 21), τουτέστιν εἰς τὴν ἀειδῆ καὶ ἀόρατον καὶ ἀσώματον τῶν ὄντων παραδειγματικὴν οὐσίαν, τὰ ἀθέατα φύσει θνητῇ κατανοῶν· καθάπερ τε γραφὴν εὖ δεδημιουργημένην ἑαυτὸν καὶ τὸν ἑαυτοῦ βίον εἰς μέσον προαγαγὼν πάγκαλον καὶ θεοειδὲς ἔργον ἔστησε παράδειγμα τοῖς ἐθέλουσι μιμεῖσθαι.
- 1.159.1
εὐδαίμονες δ’ ὅσοι τὸν τύπον ταῖς ἑαυτῶν ψυχαῖς ἐναπεμάξαντο ἢ ἐσπούδασαν ἐναπομάξασθαι· φερέτω γὰρ ἡ διάνοια μάλιστα μὲν τὸ εἶδος τέλειον ἀρετῆς, εἰ δὲ μή, τὸν γοῦν ὑπὲρ τοῦ κτήσασθαι τὸ εἶδος ἀνενδοίαστον πόθον.
- 1.160.1
καὶ μὴν οὐδ’ ἐκεῖνό τις ἀγνοεῖ, ὅτι ζηλωταὶ τῶν ἐνδόξων οἱ ἀφανεῖς εἰσι καί, ὧν ἂν ἐκεῖνοι μάλιστ’ ὀρέγεσθαι δοκῶσι, πρὸς ταῦτα τὰς αὑτῶν ἀποτείνουσιν ὁρμάς· ἐπειδὰν γοῦν ἡγεμὼν ἄρξηται καθηδυπαθεῖν καὶ πρὸς τὸν ἁβροδίαιτον ἀποκλίνειν βίον, σύμπαν ὀλίγου δεῖν τὸ ὑπήκοον τὰς γαστρὸς καὶ τῶν μετὰ γαστέρα προσαναρρήγνυσιν ἔξω τῶν ἀναγκαίων ἐπιθυμίας, εἰ μή τινες εὐμοιρίᾳ χρήσαιντο φύσεως ψυχὴν οὐκ ἐπίβουλον ἀλλ’ εὐμενῆ καὶ ἵλεω κτησάμενοι·
- 1.161.1
ἐὰν δ’ αὐστηροτέραν καὶ σεμνοτέραν ἕληται προαίρεσιν, καὶ οἱ λίαν αὐτῶν ἀκράτορες μεταβάλλουσι πρὸς ἐγκράτειαν ἢ φόβῳ ἢ αἰδοῖ σπουδάζοντες ὑπόληψιν ἐμποιεῖν, ὅτι ἄρα ζηλωταὶ τῶν ὁμοίων εἰσί· καὶ οὐκ ἄν ποθ’ οἱ χείρους τὰ τῶν κρειττόνων ἀλλ’ οὐδὲ μανέντες ἀποδοκιμάζοιεν.
- 1.162.1
τάχα δ’, ἐπεὶ καὶ νομοθέτης ἔμελλεν ἔσεσθαι, πολὺ πρότερον αὐτὸς ἐγίνετο νόμος ἔμψυχός τε καὶ λογικὸς θείᾳ προνοίᾳ, ἥτις ἀγνοοῦντα αὐτὸν εἰς νομοθέτην ἐχειροτόνησεν αὖθις.
- 1.163.1
Ἐπειδὴ τοίνυν παρ’ ἑκόντων ἔλαβε τὴν ἀρχήν, βραβεύοντος καὶ ἐπινεύοντος θεοῦ, τὴν ἀποικίαν ἔστελλεν εἰς Φοινίκην καὶ Συρίαν τὴν κοίλην καὶ Παλαιστίνην, ἣ τότε. προσηγορεύετο Χαναναίων, ἧς οἱ ὅροι τριῶν ἡμερῶν ὁδὸν διειστήκεσαν ἀπ’ Αἰγύπτου.
- 1.164.1
εἶτ’ ἦγεν αὐτοὺς οὐ τὴν ἐπίτομον, ἅμα μὲν εὐλαβηθείς, μή ποθ’, ὑπαντιασάντων τῶν οἰκητόρων διὰ φόβον ἀναστάσεως καὶ ἀνδραποδισμοῦ καὶ γενομένου πολέμου, πάλιν τὴν αὐτὴν ὁδὸν ὑποστρέψωσιν εἰς Αἴγυπτον, ἀπ’ ἐχθρῶν ἐπ’ ἐχθρούς, νέων ἐπ’ ἀρχαίους, γέλως καὶ χλεύη γενησόμενοι καὶ χείρω καὶ ἀργαλεώτερα τῶν προτέρων ὑπομενοῦντες, ἅμα δὲ καὶ βουλόμενος αὐτοὺς δι’ ἐρήμης ἄγων καὶ μακρᾶς δοκιμάσαι, πῶς ἔχουσι πειθαρχίας ἐν οὐκ ἀφθόνοις χορηγίαις ἀλλ’ ἐκ τοῦ κατ’ ὀλίγον ὑποσπανιζούσαις.
- 1.165.1
ἐκτραπόμενος οὖν τὴν ἐπ’ εὐθείας, ἐγκάρσιον ἀτραπὸν εὑρὼν καὶ νομίσας κατατείνειν ἄχρι τῆς ἐρυθρᾶς θαλάττης ὁδοιπορεῖν ἤρχετο. τεράστιον δέ φασι συμβῆναι κατ’ ἐκεῖνον τὸν χρόνον μεγαλούργημα τῆς φύσεως, ὃ μηδείς πω μέμνηται πάλαι γεγονός.
- 1.166.1
νεφέλη γὰρ εἰς εὐμεγέθη κίονα σχηματισθεῖσα προῄει τῆς πληθύος, ἡμέρας μὲν ἡλιοειδὲς ἐκλάμπουσα φέγγος, νύκτωρ δὲ φλογοειδές, ὑπὲρ τοῦ μὴ πλάζεσθαι κατὰ τὴν πορείαν, ἀλλ’ ἀπλανεστάτῳ ἕπεσθαι ἡγεμόνι ὁδοῦ. τάχα μέντοι καὶ τῶν ὑπάρχων τις ἦν τοῦ μεγάλου βασιλέως, ἀφανὴς ἄγγελος, ἐγκατειλημμένος τῇ νεφέλῃ προηγητήρ, ὃν οὐ θέμις σώματος ὀφθαλμοῖς ὁρᾶσθαι.
- 1.167.1
Θεασάμενος δ’ ὁ τῆς Αἰγύπτου βασιλεὺς ἀνοδίᾳ χρωμένους, ὡς ᾤετο, καὶ διὰ τραχείας καὶ ἀτριβοῦς ἐρήμης βαδίζοντας ἥσθη μὲν ἐπὶ τῷ κατὰ τὴν πορείαν σφάλματι, νομίσας συγκεκλεῖσθαι διέξοδον οὐκ ἔχοντας, ἐπὶ δὲ τῷ μεθέσθαι μετανοῶν ἐπεχείρει διώκειν, ὡς ἢ φόβῳ τὴν πληθὺν ὑποστρέψων καὶ δουλωσόμενος αὖθις ἢ ἀποκτενῶν ἡβηδὸν ἀφηνιάζουσαν.
- 1.168.1
εἶθ’ ἅπασαν τὴν ἱππικὴν δύναμιν παραλαβὼν ἀκοντιστάς τε καὶ σφενδονήτας καὶ ἱπποτοξότας καὶ τοὺς ἄλλους ὅσοι τῆς κούφης ὁπλίσεως καὶ τὰ κάλλιστα τῶν δρεπανηφόρων ἁρμάτων ἑξακόσια τοῖς ἐν τέλει δούς, ἵνα μετὰ τοῦ πρέποντος ἀξιώματος ἐπακολουθήσωσι καὶ τῆς στρατείας μετάσχωσιν, οὐδὲν τάχους ἀνεὶς ἐπεξέθει καὶ συντείνων ἔσπευδε βουλόμενος ἐξαπιναίως οὐ προϊδομένοις ἐπιστῆναι· τὸ γὰρ ἀνέλπιστον κακὸν ἀργαλεώτερον αἰεὶ τοῦ προσδοκηθέντος, ὅσῳ καὶ τὸ ὀλιγωρηθὲν εὐεπιχειρητότερον τοῦ σὺν φροντίδι.
- 1.169.1
καὶ ὁ μὲν ταῦτα διανοηθεὶς ἐπηκολούθει νομίζων αὐτοβοεὶ περιέσεσθαι, οἱ δ’ ἔτυχον ἤδη παρὰ ταῖς ἠϊόσι τῆς θαλάττης στρατοπεδεύοντες· μελλόντων δ’ ἀριστοποιεῖσθαι, τὸ μὲν πρῶτον πάταγος ἐξηχεῖτο πολύς, ἅτε τοσούτων ἀνθρώπων ὁμοῦ καὶ ὑποζυγίων μετὰ σπουδῆς ἐλαυνόντων, ὡς ἐκχυθέντας τῶν σκηνῶν περιβλέπεσθαι καὶ ὠτακουστεῖν ἀκροβατοῦντας· εἶτ’ ὀλίγῳ ὕστερον ἐπὶ λόφου μετέωρος ἡ ἀντίπαλος καταφαίνεται δύναμις ἐν τοῖς ὅπλοις ἐκτεταγμένη πρὸς μάχην.
- 1.170.1
ἐπὶ δὲ τῷ παραλόγῳ καὶ ἀπροσδοκήτῳ καταπλαγέντες καὶ μήτε πρὸς ἄμυναν εὐτρεπεῖς ὄντες διὰ σπάνιν ἀμυντηρίων — οὐ γὰρ ἐπὶ πόλεμον ἀλλ’ εἰς ἀποικίαν ἐξῄεσαν — μήτε φυγεῖν δυνάμενοι — κατόπιν μὲν γὰρ πέλαγος, ἐχθροὶ δ’ ἀντικρύ, τὰ δὲ παρ’ ἑκάτερα βαθεῖα καὶ ἀτριβὴς ἐρήμη — σφαδᾴζοντες καὶ τῷ μεγέθει τῶν κακῶν ἀπειρηκότες, οἷα παρὰ τὰς τοιαύτας φιλεῖ συμφοράς, τὸν ἄρχοντα ᾐτιῶντο φάσκοντες·
- 1.171.1
„διὰ τὸ μὴ εἶναι μνήματα ἐν Αἰγύπτῳ, οἷς ἀποθανόντες ἐνταφησόμεθα, ἐξήγαγες ἡμᾶς, ἵν’ ἐνταῦθα κηδεύσῃς ἀποκτείνας; ἢ οὐ πᾶσα δουλεία κουφότερον κακὸν θανάτου; δελεάσας ἐλευθερίας ἐλπίδι τὸ πλῆθος τὸν χαλεπώτερον περὶ τοῦ ζῆν ἐπεκρέμασας κίνδυνον.
- 1.172.1
ἠγνόεις τὴν ἡμετέραν ἁπλότητα καὶ τὴν Αἰγυπτίων πικρίαν καὶ τὸ βαρύμηνι; τὸ μέγεθος τῶν ἀφύκτων κακῶν οὐχ ὁρᾷς; τί πρακτέον; πολεμῶμεν ἄοπλοι πρὸς ὡπλισμένους; ἀλλὰ φεύγωμεν καθάπερ ἄρκυσι κυκλωθέντες ἀνηλεέσιν ἐχθροῖς, ἐρημίαις ἀβάτοις, ἀπλώτοις πελάγεσιν;
- 1.173.1
εἰ δὲ δὴ καὶ πλωτά, τίς εὐπορία σκαφῶν εἰς περαίωσιν;“ ὁ δὲ ταῦτα ἀκούων τοῖς μὲν συνεγίνωσκε, τῶν δὲ χρησμῶν ἐμέμνητο· καὶ διανείμας τὸν νοῦν καὶ τὸν λόγον κατὰ τὸν αὐτὸν χρόνον τῷ μὲν ἐνετύγχανεν ἀφανῶς τῷ θεῷ, ἵν’ ἐξ ἀμηχάνων ῥύσηται συμφορῶν, δι’ οὗ δ’ ἐθάρσυνε καὶ παρηγόρει τοὺς καταβοῶντας „μὴ ἀναπίπτετε“ λέγων· „οὐχ ὁμοίως ἄνθρωπος ἀμύνεται καὶ θεός.
- 1.174.1
τί μόνοις τοῖς εὐλόγοις καὶ πιθανοῖς προπιστεύετε; παρασκευῆς οὐδεμιᾶς ἐστι χρεῖος ὁ θεὸς βοηθός· ἐν ἀπόροις πόρον εὑρεῖν ἴδιον θεοῦ· τὰ ἀδύνατα παντὶ γενητῷ μόνῳ δυνατὰ καὶ κατὰ χειρός.“
- 1.175.1
καὶ ταῦτα μὲν ἔτι καθεστὼς διεξῄει· μικρὸν δ’ ἐπισχὼν ἔνθους γίνεται καταπνευσθεὶς ὑπὸ τοῦ εἰωθότος ἐπιφοιτᾶν αὐτῷ πνεύματος καὶ θεσπίζει προφητεύων τάδε· „ἣν ὁρᾶτε στρατιὰν εὐοπλοῦσαν, οὐκέτ’ ἀντιτεταγμένην ὄψεσθε· πεσεῖται γὰρ προτροπάδην πᾶσα καὶ βύθιος ἀφανισθήσεται, ὡς μηδὲ λείψανον αὐτῆς ὑπὲρ γῆς ἔτι φανῆναι, καὶ οὐ μήκει χρόνου, ἀλλὰ τῇ ἐπιούσῃ νυκτί.“
- 1.176.1
καὶ ὁ μὲν ταῦτ’ ἀπεφθέγγετο. καταδύντος δ’ ἡλίου, νότος εὐθὺς ἤρξατο κατασκήπτειν βιαιότατος, ὑφ’ οὗ τὸ πέλαγος ἐξανεχώρησεν, εἰωθὸς μὲν ἀμπωτίζειν, τότε δὲ καὶ μᾶλλον ὠθούμενον τὸ πρὸς αἰγιαλοῖς ὑπεσύρη καθάπερ εἰς χαράδραν ἢ χάρυβδιν· ἀστήρ τε προὐφαίνετ’ οὐδείς, ἀλλὰ πυκνὸν καὶ μέλαν νέφος ἅπαντα τὸν οὐρανὸν ἐπεῖχε, γνοφώδους τῆς νυκτὸς οὔσης εἰς κατάπληξιν τῶν διωκόντων.
- 1.177.1
προσταχθεὶς δὲ Μωυσῆς τῇ βακτηρίᾳ παίει τὴν θάλασσαν· ἡ δὲ ῥαγεῖσα διίσταται καὶ τῶν τμημάτων τὰ μὲν πρὸς τῷ ῥαγέντι μέρει μετέωρα πρὸς ὕψος ἐξαίρεται καὶ παγέντα τρόπον τείχους κραταιῶς ἠρέμει καὶ ἡσύχαζε, τὰ δ’ ὀπίσω σταλέντα καὶ χαλινωθέντα τὴν εἰς τὸ πρόσω φορὰν καθάπερ ἡνίαις ἀφανέσιν ἀνεχαίτιζε, τὸ δὲ μεσαίτατον, καθ’ ὃ ἐγένετο ἡ ῥῆξις, ἀναξηρανθὲν ὁδὸς εὐρεῖα καὶ λεωφόρος γίνεται. τοῦτο ἰδὼν Μωυσῆς καὶ θαυμάσας ἐγεγήθει καὶ πληρωθεὶς χαρᾶς ἐθάρσυνε τοὺς ἰδίους καὶ ᾗ τάχιστα προὔτρεπεν ἀναζευγνύναι.
- 1.178.1
περαιοῦσθαι δὲ μελλόντων, σημεῖον ἐπιγίνεται τερατωδέστατον· ἡ γὰρ ὁδηγὸς νεφέλη πρωτοστατοῦσα τὸν ἄλλον χρόνον ἀνακάμπτει πρὸς τὰ οὐραῖα τοῦ πλήθους, ὅπως ὀπισθοφυλακῇ, καὶ ταχθεῖσα μεθόριος τῶν διωκόντων καὶ τῶν διωκομένων τοὺς μὲν ἡνιοχοῦσα σωτηρίως καὶ ἀσφαλῶς ἐπήλαυνε, τοὺς δὲ ἀνεῖργε καὶ ἀνέκρουεν ἐφορμᾶν ἐπειγομένους· ἅπερ ὁρῶντες οἱ Αἰγύπτιοι θορύβου καὶ ταραχῆς πάντ’ ἐπλήρουν τάς τε τάξεις ὑπὸ δέους συνέχεον ἐπεμπίπτοντες ἀλλήλοις καὶ ζητοῦντες ἤδη φυγεῖν, ὅτ’ οὐδὲν ἦν ὄφελος.
- 1.179.1
οἱ μὲν γὰρ Ἑβραῖοι διὰ ξηρᾶς ἀτραποῦ περὶ βαθὺν ὄρθρον μετὰ γυναικῶν καὶ παίδων ἔτι κομιδῇ νηπίων περαιοῦνται· τοὺς δὲ τὰ τμήματα τοῦ πελάγους ἑκατέρωθεν ἐπικυλισθέντα καὶ ἑνωθέντα αὐτοῖς ἅρμασι καὶ ἵπποις καταποντοῖ, βορείοις πνεύμασι τῆς παλιρροίας ἀναχυθείσης καὶ μετεώροις τρικυμίαις ἐπιδραμούσης, ὡς μηδὲ πυρφόρον ὑπολειφθῆναι τὸν ἀπαγγελοῦντα τοῖς ἐν Αἰγύπτῳ τὰς αἰφνιδίους συμφοράς.
- 1.180.1
τὸ μέγα τοῦτο καὶ θαυμαστὸν ἔργον Ἑβραῖοι καταπλαγέντες ἀναιμωτὶ νίκην οὐκ ἐλπισθεῖσαν ἤραντο καὶ κατιδόντες ἐν ἀκαρεῖ φθορὰν ἀθρόαν πολεμίων δύο χορούς, τὸν μὲν ἀνδρῶν, τὸν δὲ γυναικῶν, ἐπὶ τῆς ἠϊόνος στήσαντες εὐχαριστικοὺς ὕμνους εἰς τὸν θεὸν ᾖδον, ἐξάρχοντος Μωυσέως μὲν τοῖς ἀνδράσιν, ἀδελφῆς δὲ τούτου ταῖς γυναιξίν· ἡγεμόνες γὰρ οὗτοι τῶν χορῶν ἐγεγένηντο.
- 1.181.1
Ἄραντες δ’ ἀπὸ θαλάττης μέχρι μέν τινος ὡδοιπόρουν μηκέτι τὸν ἀπὸ τῶν ἐχθρῶν ὀρρωδοῦντες φόβον. ἐπιλιπόντος δὲ τοῦ ποτοῦ τρισὶν ἡμέραις, αὖθις ἐν ἀθυμίαις ἦσαν ὑπὸ δίψους καὶ πάλιν ἤρξαντο μεμψιμοιρεῖν ὡς μηδὲν εὖ προπεπονθότες· ἀεὶ γὰρ ἡ τοῦ παρόντος προσβολὴ δεινοῦ τὰς ἐπὶ τοῖς προτέροις ἀγαθοῖς ἡδονὰς ἀφαιρεῖται. θεασάμενοι δὲ πηγὰς ἐπιτρέχουσιν ὡς ἀρυσόμενοι χαρᾶς ὑπόπλεῳ,
- 1.182.1
δι’ ἄγνοιαν τἀληθοῦς ἀπατηθέντες· πικραὶ γὰρ ἦσαν· εἶτα γευσάμενοι γναμφθέντες τῷ παρ’ ἐλπίδα τά τε σώματα παρεῖντο καὶ τὰς ψυχὰς ἀναπεπτώκεσαν, οὐχ οὕτως ἐφ’ ἑαυτοῖς ὡς ἐπὶ τοῖς νηπίοις παισὶ στένοντες, οὓς ἀδακρυτὶ ποτὸν αἰτοῦντας ὁρᾶν οὐχ ὑπέμενον.
- 1.183.1
ἔνιοι δὲ τῶν ὀλιγωροτέρων καὶ πρὸς εὐσέβειαν ἀβεβαίων καὶ τὰ προγεγονότα ᾐτιῶντο ὡς οὐκ ἐπ’ εὐεργεσίᾳ συμβάντα μᾶλλον ἢ διὰ μετουσίαν ἀργαλεωτέρων συμφορῶν, ἄμεινον εἶναι λέγοντες τρίς, οὐχ ἅπαξ, ὑπ’ ἐχθρῶν ἀποθανεῖν ἢ δίψει παραπολέσθαι· τὴν μὲν γὰρ ἄπονον καὶ ταχεῖαν τοῦ βίου μετάστασιν οὐδὲν ἀθανασίας διαφέρειν τοῖς εὖ φρονοῦσι, θάνατον δ’ ὡς ἀληθῶς εἶναι τὸν βραδὺν καὶ μετ’ ἀλγηδόνων, οὐκ ἐν τῷ τεθνάναι τὸ φοβερὸν ἀλλ’ ἐν μόνῳ τῷ ἀποθνῄσκειν ἐπιδεικνύμενον.
- 1.184.1
τοιαύταις χρωμένων ὀλοφύρσεσι, πάλιν ἱκετεύει τὸν θεὸν Μωυσῆς ἐπιστάμενον τὴν ζῴων καὶ μάλιστα τὴν ἀνθρώπων ἀσθένειαν καὶ τὰς τοῦ σώματος ἀνάγκας ἐκ τροφῆς ἠρτημένου καὶ δεσποίναις χαλεπαῖς συνεζευγμένου, βρώσει καὶ πόσει, συγγνῶναι μὲν τοῖς ἀθυμοῦσι, τὴν δὲ πάντων ἔνδειαν ἐκπλῆσαι, μὴ χρόνου μήκει, δωρεᾷ δ’ ἀνυπερθέτῳ καὶ ταχείᾳ, διὰ τὴν τοῦ θνητοῦ φυσικὴν ὀλιγωρίαν ὀξὺν καιρὸν τῆς βοηθείας ἐπιποθοῦντος.
- 1.185.1
ὁ δὲ τὴν ἵλεων αὑτοῦ δύναμιν φθάνει προεκπέμψας καὶ διοίξας τὸ τοῦ ἱκέτου τῆς ψυχῆς ἀκοίμητον ὄμμα ξύλον δείκνυσιν, ὃ προσέταξεν ἀράμενον εἰς τὰς πηγὰς καθεῖναι, τάχα μὲν κατεσκευασμένον ἐκ φύσεως ποιοῦν δύναμιν, ἣ τάχα ἠγνόητο, τάχα δὲ καὶ τότε πρῶτον ποιηθὲν εἰς ἣν ἔμελλεν ὑπηρετεῖν χρείαν.
- 1.186.1
γενομένου δὲ τοῦ κελευσθέντος, αἱ μὲν πηγαὶ γλυκαίνονται μεταβαλοῦσαι πρὸς τὸ πότιμον, ὡς μηδ’ εἰ τὴν ἀρχὴν ἐγένοντό ποτε πικραὶ δύνασθαι διαγνῶναι, διὰ τὸ μηδὲ ἴχνος ἢ ζώπυρον τῆς ἀρχαίας κακίας εἰς μνήμην ὑπολελεῖφθαι.
- 1.187.1
τὸ δὲ δίψος ἀκεσάμενοι μεθ’ ἡδονῆς διπλασίας, ἐπειδὴ τῆς ἀπολαύσεως τὸ παρ’ ἐλπίδα συμβεβηκὸς ἀγαθὸν εὐφραίνει μᾶλλον, ἔτι καὶ τὰς ὑδρίας πληρώσαντες ἀνεζεύγνυσαν, ὥσπερ ἀπὸ θοίνης καὶ ἱλαρᾶς εὐωχίας ἑστιαθέντες καὶ μεθύοντες οὐ τὴν ἐν οἴνῳ μέθην ἀλλὰ τὴν νηφάλιον, ἣν ἠκρατίσαντο τὰς προπόσεις λαβόντες παρὰ τῆς εὐσεβείας τοῦ προεστῶτος ἄρχοντος.
- 1.188.1
ἀφικνοῦνται δ’ εἰς σταθμὸν δεύτερον, εὔυδρόν τε καὶ εὔδενδρον — Αἰλεὶμ ὠνομάζετο (Exod. 15,27) —, πηγαῖς καταρρεόμενον δώδεκα, παρ’ αἷς στελέχη νέα φοινίκων εὐερνέστατα ἦν τὸν ἀριθμὸν ἑβδομήκοντα, τοῖς ὀξὺ τῇ διανοίᾳ βλέπειν δυναμένοις ἀγαθῶν τῶν ἐθνικῶν ἐναργῆ σημεῖα καὶ δείγματα·
- 1.189.1
φυλαί τε γάρ εἰσι τοῦ ἔθνους δώδεκα, ὧν ἑκάστη πηγῆς ἕξει λόγον εὐσεβοῦσα, χορηγούσης εὐσεβείας ἀενάους καὶ ἀνελλιπεῖς καλὰς πράξεις, γενάρχαι δὲ τοῦ σύμπαντος ἔθνους ἑβδομήκοντα γεγόνασι φοίνικι τῷ τῶν δένδρων ἀρίστῳ προσηκόντως παρεικασθέντες, ὃ καὶ ὀφθῆναι καὶ καρπὸν ἐνεγκεῖν ἐστι κάλλιστον, ὅπερ καὶ τὴν ζωτικὴν ἔχει δύναμιν οὐκ ἐν ῥίζαις ὥσπερ τὰ ἄλλα κατορωρυγμένην ἀλλ’ ἀνώφοιτον, καρδίας τρόπον ἐν τῷ μεσαιτάτῳ τῶν ἀκρεμόνων ἱδρυμένην, ὑφ’ ὧν οἷα ἡγεμονὶς ὄντως ἐν κύκλῳ δορυφορεῖται.
- 1.190.1
τοιαύτην δ’ ἔχει φύσιν καὶ ἡ διάνοια τῶν γευσαμένων ὁσιότητος· ἄνω γὰρ μεμάθηκε βλέπειν τε καὶ φοιτᾶν καὶ μετεωροπολοῦσα ἀεὶ καὶ τὰ θεῖα διερευνωμένη κάλλη χλεύην τίθεται τὰ ἐπίγεια, ταῦτα μὲν παιδιάν, ἐκεῖνα δὲ σπουδὴν ὡς ἀληθῶς νομίζουσα.
- 1.191.1
Μετὰ δὲ ταῦτ’ οὐ πολὺς διῆλθε χρόνος καὶ ἀπορίᾳ σιτίων ἐλίμωττον, ὥσπερ ἐκ διαδοχῆς ἀντεπιτιθεμένων τῶν ἀναγκαίων· δέσποιναι γὰρ χαλεπαὶ καὶ βαρεῖαι, πεῖνα καὶ δίψα, διακληρωσάμεναι τὰς κακώσεις ἐν μέρει προσέκειντο καὶ συνέβαινε κατὰ τὴν τῆς ἑτέρας ἄνεσιν ἐπιγίνεσθαι τὴν ἑτέραν, ὅπερ ἦν τοῖς πάσχουσιν ἀφορητότατον, εἴ γε πρὸ μικροῦ δόξαντες ἀπαλλαγῆναι δίψους ἐφεδρεῦον κακὸν πεῖναν εὕρισκον.
- 1.192.1
ἦν δ’ οὐ μόνον ἡ παροῦσα σπάνις χαλεπόν, ἀλλὰ καὶ ἡ πρὸς τὸν μέλλοντα χρόνον τῶν ἐπιτηδείων ἀπόγνωσις· ὁρῶντες γὰρ βαθεῖαν καὶ πολλὴν ἔρημον καὶ καρπῶν ἀγονωτάτην σφόδρα ἠθύμουν· πάντα γὰρ ἦσαν ἢ τραχεῖαι καὶ ἀπορρῶγες πέτραι ἢ ἁλμυρόγεως πεδιὰς ἢ ὄρη λιθωδέστατα ἢ ψάμμοι βαθεῖαι πρὸς ἠλίβατον ὕψος ἀνατείνουσαι, καὶ προσέτι ποταμὸς οὐδείς, οὐκ αὐθιγενής, οὐ χειμάρρους, οὐδεμία πηγή, σπαρτὸν οὐδὲν οὐδὲ δένδρον, οὐχ ἥμερον, οὐ τῆς ἀγρίας ὕλης, οὐ ζῷον πτηνὸν ἢ χερσαῖον, ὅτι μὴ τῶν ἑρπετῶν τὰ ἰοβόλα πρὸς ὄλεθρον ἀνθρώπων, ὄφεις καὶ σκορπίοι.
- 1.193.1
εἶθ’ ὑπομιμνῃσκόμενοι τῆς κατ’ Αἴγυπτον εὐθηνίας καὶ εὐετηρίας καὶ τὴν τῶν ἐκεῖ πάντων ἀφθονίαν ἀντιτιθέντες τῇ πάντων ἐνταῦθα ἐνδείᾳ χαλεπῶς ἔφερον καὶ πρὸς ἑτέρους ἕτεροι τοιαῦτ’ ἐλογοποίουν· „ἐπ’ ἐλευθερίας ἐλπίδι μεταναστάντες οὐδὲ τοῦ ζῆν ἄδειαν ἔχομεν οἱ ταῖς μὲν ὑποσχέσεσι τοῦ ἡγεμόνος εὐδαίμονες, ἐν δὲ τοῖς ἔργοις ἀνθρώπων ἁπάντων κακοδαιμονέστατοι.
- 1.194.1
τί τέλος ἔσται τῆς ἀνηνύτου καὶ μακρᾶς οὕτως ὁδοῦ; πᾶσι καὶ τοῖς πλέουσι καὶ τοῖς πεζεύουσιν ὅρος εἰς ὃν ἀφίξονται πρόκειται, τοῖς μὲν ἐμπόρια καὶ λιμένες, τοῖς δὲ πόλις τις ἢ χώρα, μόνοις δ’ ἡμῖν ἄβατος ἐρημία καὶ δυσοδία καὶ χαλεπαὶ δυσελπιστίαι· προϊόντων γάρ, ὥσπερ ἀχανὲς καὶ βαθὺ πέλαγος ἀπόρευτον ἀναφαίνεται καθ’ ἑκάστην ἡμέραν εὐρυνόμενον.
- 1.195.1
μετεωρίσας καὶ φυσήσας ἡμᾶς τῷ λόγῳ καὶ κενῶν ἐλπίδων τὰ ὦτα πληρώσας παρατείνει λιμῷ τὰς γαστέρας οὐδὲ τὰς ἀναγκαίας ἐκπορίζων τροφάς· ἀποικίας ὀνόματι τοσαύτην πληθὺν ἠπάτησεν ἐξ οἰκουμένης τὸ πρῶτον εἰς ἀοίκητον ἀγαγών, εἶτα καὶ εἰς ᾅδου προπέμπων, τὴν τοῦ βίου τελευταίαν ὁδόν.“
- 1.196.1
τοιαῦτ’ ὀνειδιζόμενος οὐχ οὕτως ἐπὶ ταῖς εἰς αὑτὸν κακηγορίαις ἐδυσχέραινεν, ὡς ἐπὶ τῷ τῆς γνώμης αὐτῶν ἀνιδρύτῳ· πεπειραμένοι γὰρ μυρίων ὅσων ἐκ τοῦ παραλόγου συμβεβηκότων πραγμάτων παρὰ τὸ καθεστὸς ἔθος ὤφειλον ὑπὸ μηδενὸς ἔτι τῶν εὐλόγων καὶ πιθανῶν ἄγεσθαι, πεπιστευκέναι δ’ αὐτῷ λαβόντες ἀποδείξεις ἐναργεστάτας τοῦ περὶ ἁπάντων ἀψευδεῖν.
- 1.197.1
πάλιν δ’ ὅτε εἰς ἔννοιαν ἦλθε τῆς ἐνδείας, ἧς μεῖζον οὐδὲν κακὸν ἀνθρώποις ἐστί, συνεγίνωσκεν ὄχλον εἰδὼς ἀβέβαιον φύσει πρᾶγμα καὶ ὑπὸ τῶν ἐν χερσὶ διακινούμενον, ἃ λήθην μὲν τῶν προγεγονότων ἐργάζεται, δυσελπιστίαν δ’ εἰς τὰ μέλλοντα.
- 1.198.1
πάντων οὖν ἐν ἀσχέτοις ὄντων ἀνίαις καὶ τὰς ἀνωτάτω προσδοκώντων συμφοράς, ἃς ἐνόμιζον ἐφεδρεύειν καὶ ἐγγυτάτω παρεῖναι, τοῦτο μὲν διὰ τὴν σύμφυτον ἐπιείκειαν καὶ φιλανθρωπίαν, τοῦτο δὲ βουλόμενος ὃν ἐχειροτόνησεν ἡγεμόνα τιμῆσαι καὶ ἔτι μᾶλλον ὡς εὐσεβείας ἔχει καὶ ὁσιότητος ἔν τε τοῖς φανεροῖς κἀν τοῖς ἀδήλοις ἅπασι διασυστῆσαι ὁ θεὸς ἐλεήσας τὸ πάθος ἰᾶται.
- 1.199.1
ξένας οὖν εὐεργεσίας ἐκαινοτόμει, τρανοτέραις ὅπως ἐμφάσεσι παιδευθῶσιν ἤδη μὴ δυσανασχετεῖν, εἴ τι μὴ κατὰ γνώμην εὐθὺς ἀποβαίη, τλητικῶς δ’ ὑπομένειν χρηστὰ περὶ τῶν μελλόντων προσδοκῶντες.
- 1.200.1
τί οὖν συνέβη; τῇ ὑστεραίᾳ περὶ τὴν ἕω δρόσος βαθεῖα καὶ πολλὴ περὶ σύμπαν ἦν ἐν κύκλῳ τὸ στρατόπεδον, ἣν ἐπένιφεν ἡσυχῇ, ἀήθη ὑετὸν καὶ παρηλλαγμένον, οὐχ ὕδωρ, οὐ χάλαζαν, οὐ χιόνα, οὐ κρύσταλλον — ταῦτα γὰρ αἱ τῶν νεφῶν ἀπεργάζονται μεταβολαὶ ταῖς χειμεριναῖς τροπαῖς —, ἀλλὰ κέγχρον βραχυτάτην καὶ λευκοτάτην, ἣ διὰ τὴν ἐπάλληλον φορὰν σωρηδὸν προὐκέχυτο τῶν σκηνῶν, ἄπιστος ὄψις· ἣν καταπλαγέντες ἐπυνθάνοντο τοῦ ἡγεμόνος, τίς τε ὁ ὑετὸς οὗτός ἐστιν, ὃν οὐδείς πω πρότερον εἶδεν ἀνθρώπων, καὶ πρὸς τί γέγονεν.
← Previous · Next → — showing 101–200 of 627
First Thousand Years of Greek. CTS URN tlg0018.tlg022.1st1K-grc1. Via the Perseus Digital Library / Open Greek and Latin TEI corpora. Licence: Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License. Source.