Ancient Textssearch the texts themselves, not just their titles

← All works

De somniis (lib. i‑ii)

First Thousand Years of Greek · First Thousand Years of Greek · 558 sections

  1. 2.145.1

    ὥσπερ δὴ ταῦτα ἀπροσδόκητοι καὶ ἀτέκμαρτοι συντυχίαι κατασκήπτειν φιλοῦσιν, οὕτω καὶ τὰς περὶ ψυχὴν δυνάμεις ἀντωθοῦσι πρὸς τἀναντία καὶ ἀντιμετακλίνουσιν, ἢν οἷαί τε ὦσι, καὶ ἀνατρέψαι βιάζονται. τίς γὰρ εἰς τὸν ἀγῶνα τοῦ βίου παρελθὼν ἄπτωτος ἔμεινε;

  2. 2.146.1

    τίς δ’ οὐχ ὑπεσκελίσθη; εὐδαίμων δ’ ὁ μὴ πολλάκις. τίνι δ’ οὐκ ἐφήδρευεν ἡ τύχη, διαπνέουσα καὶ συλλεγομένη ῥώμην, ἵνα συμπλακεῖσα εὐθὺς ἐξαρπάσῃ, πρὶν φθάσαι τὸν ἀντίπαλον κονίσασθαι;

  3. 2.147.1

    οὐκ ἤδη τινὰς ἴσμεν ἐκ παίδων εἰς γῆρας ἀφιγμένους, οἳ μηδεμιᾶς ἐπῄσθοντο ταραχῆς εἴτε δι’ εὐμοιρίαν φύσεως εἴτε διὰ τὴν τῶν τρεφόντων καὶ παιδευόντων ἐπιμέλειαν εἴτε καὶ ἀμφότερα, βαθείας δ’ εἰρήνης ἀναπλησθέντας τῆς ἐν ἑαυτοῖς, ἣ πρὸς ἀλήθειάν ἐστιν εἰρήνη, τῆς κατὰ τὰς πόλεις ἀρχέτυπον, καὶ διὰ τοῦτ’ εὐδαίμονας νομισθέντας, ὅτι τὸν ὑπὸ τῶν παθῶν ἀναρριπιζόμενον ἐμφύλιον πόλεμον, ἀργαλεώτατον ὄντα πολέμων, οὐδ’ ὄναρ ἐπῄσθοντο, εἶτ’ ἐν αὐταῖς τοῦ βίου ταῖς δυσμαῖς ἐξοκείλαντάς τε καὶ ναυαγήσαντας ἢ περὶ γλῶτταν ἄθυρον ἢ περὶ γαστέρα ἄπληστον ἢ περὶ τὴν τῶν ὑπογαστρίων ἀκράτορα λεγνείαν;

  4. 2.148.1

    οἱ μὲν γὰρ τὸν μειρακιώδη τῶν ἀσώτων, ἄτιμον, ἀποκήρυκτον, αἰσχρὸν βίον ἐζήλωσαν „ἐπὶ γήραος οὐδῷ“, οἱ δὲ τὸν πανοῦργον καὶ συκοφάντην καὶ ῥᾳδιουργόν, ἀπαρχόμενοι φιλοπραγμοσύνης, ὅτε εἰκὸς ἦν ἤδη καὶ παλαιὰν οὖσαν καταλῦσαι.

  5. 2.149.1

    διὸ χρὴ τὸν θεὸν ποτνιᾶσθαι καὶ λιπαρῶς ἱκετεύειν, ὅπως τὸ ἐπίκηρον ἡμῶν γένος μὴ παρέλθῃ, κελεύσῃ δὲ διαιωνίζειν αὐτοῦ τὸν σωτήριον ἔλεον· χαλεπὸν γὰρ εἰρήνης ἀκράτου γευσαμένους κωλυθῆναι κορεσθῆναι.

  6. 2.150.1

    ἀλλὰ φέρε, δίψης κουφότερόν ἐστι κακὸν ὁ λιμὸς οὗτος, ἔρωτα καὶ πόθον ἔχων παρηγοροῦντας. ὅταν δὲ ἀφ’ ἑτέρας πηγῆς, ἧς θολερὸν καὶ νοσερὸν τὸ νᾶμα, διὰ τὸν τοῦ πιεῖν ἵμερον ἐμφορεῖσθαι δέῃ, τότε ἀνάγκη γλυκυπίκρου πληρουμένους ἡδονῆς ἐν ἀβιώτῳ βίῳ διαζῆν, τοῖς βλαβεροῖς ὡς ὠφελίμοις ἐπιτρέχοντας ἀγνοίᾳ τοῦ συμφέροντος.

  7. 2.151.1

    ἡ δὲ τῶν κακῶν ἀνιαροτάτη φορὰ γίνεται τούτων, ἐπειδὰν αἱ ἄλογοι δυνάμεις τῆς ψυχῆς ἐπιθέμεναι ταῖς τοῦ λογισμοῦ κρατήσωσιν.

  8. 2.152.1

    ἕως μὲν γὰρ ἢ βουκόλια βουκόλοις ἢ ποιμέσι ποίμνια ἢ αἰπόλοις αἰπόλια πειθαρχεῖ, τὰ περὶ τὰς ἀγέλας κατορθοῦται· ἐπειδὰν δὲ ἀσθενέστεροι τῶν θρεμμάτων οἱ ἐπιστατοῦντες ἀγελάρχαι γίνωνται, πλημμελεῖται τὰ πάντα καὶ συμβαίνει ἀταξία μὲν ἐκ τάξεως, ἀκοσμία δ’ ἐξ εὐκοσμίας, ταραχὴ δ’ ἐξ εὐσταθείας καὶ σύγχυσις ἐκ διακρίσεως, ἅτε μηδεμιᾶς ἔτι νομίμου καθεστώσης ἐπιστασίας· εἰ γὰρ ἦν, ἤδη καθῄρητο.

  9. 2.153.1

    τί οὖν; οὐκ οἰόμεθα καὶ ἐν ἡμῖν αὐτοῖς θρεμμάτων μὲν ἀγέλην εἶναι, παρόσον ἀποτέτμηται ψυχῆς τὸ ἄλογον στῖφος, ἀγελάρχην δὲ τὸν ἡγεμόνα νοῦν; ἀλλ’ ἕως μὲν ἔρρωταί τε καὶ ἱκανὸς ἀγελαρχεῖν ἐστιν, ἐνδίκως ἅπαντα καὶ συμφερόντως ἐπιτελεῖται.

  10. 2.154.1

    ὅταν δὲ ἀσθένειά τις ἐπιγένηται τῷ βασιλεῖ, συγκάμνειν ἀνάγκη καὶ τὸ ὑπήκοον· καὶ ὅτε μάλιστα ἠλευθερῶσθαι δοκεῖ, τότε μάλιστα γίνεται ἑτοιμότατον ἆθλον κείμενον τοῖς βουλομένοις αὐτὸ μόνον κονίσασθαι. πέφυκε γὰρ ἀναρχία μὲν ἐπίβουλον, ἀρχὴ δ’ εἶναι σωτήριον, καὶ μάλισθ’ ᾗ νόμος καὶ δίκη τετίμηται· αὕτη δ’ ἐστὶν ἡ σὺν λόγῳ.

  11. 2.155.1

    Τὰ μὲν δὴ τῆς κενῆς δόξης ὀνείρατα ὧδε ἠκριβώσθω· τὰ δὲ τῆς γαστριμαργίας εἴδη πόσις τε καὶ βρῶσις, ἀλλὰ τῇ μὲν οὐ ποικίλων, τῇ δὲ μυρίων ὅσων ἡδυσμάτων καὶ παραρτυμάτων χρεία. ταῦτα μέντοι δυσὶ φροντισταῖς ἐπανατίθεται, τὰ μὲν τῆς περιέργου πόσεως ἀρχιοινοχόῳ, τὰ δὲ τῆς ἀναγκαιοτέρας ἐδωδῆς ἀρχισιτοποιῷ. σφόδρα δ’ ἐξητασμένως μιᾷ νυκτὶ φαντασιούμενοι τοὺς ὀνείρους εἰσάγονται·

  12. 2.156.1

    πρὸς γὰρ τὴν αὐτὴν χρείαν σπεύδουσιν ἀμφότεροι, τροφὴν οὐχ ἁπλῆν, ἀλλὰ τὴν μεθ’ ἡδονῆς καὶ τέρψεως εὐτρεπιζόμενοι. καὶ ἑκάτερος μὲν περὶ τροφῆς ἥμισυ πονεῖται, ἀμφότεροι δὲ περὶ πᾶσαν.

  13. 2.157.1

    ἔστι δὲ καὶ θάτερον μέρος ὁλκὸν θατέρου· καὶ γὰρ οἱ φαγόντες εὐθὺς ὀρέγονται ποτοῦ καὶ αὐτίκα ἐδωδῆς οἱ πιόντες· ὥστε οὐχ ἥκιστα καὶ διὰ τοῦτο χρόνον τὸν αὐτὸν τῆς φαντασίας ἀμφοτέροις ἀναγεγράφθαι.

  14. 2.158.1

    ὁ μὲν οὖν ἀρχιοινοχόος οἰνοφλυγίαν, ὁ δὲ ἀρχισιτοποιὸς λαιμαργίαν ἔλαχε. φαντασιοῦται δὲ ἑκάτερος τὰ οἰκεῖα, ὁ μὲν οἶνον καὶ τὸ γεννητικὸν οἴνου φυτόν, ἄμπελον, ὁ δ’ ἐπὶ κανῶν διακειμένους ἐκκεκαθαρμένους ἄρτους καὶ κανηφοροῦντα ἑαυτόν (Gen. 40, 16. 17).

  15. 2.159.1

    ἁρμόττον δὲ ἂν εἴη πρότερον τὸ πρότερον ἐξετάζειν ὄναρ, ἔστι δὲ τοιόνδε· „ἐν τῷ ὕπνῳ μου ἦν ἄμπελος ἐναντίον μου· ἐν δὲ τῇ ἀμπέλῳ τρεῖς πυθμένες καὶ αὐτὴ θάλλουσα ἀνενηνοχυῖα βλαστούς· πέπειροι βότρυες σταφυλῆς. καὶ τὸ ποτήριον Φαραὼ ἐν τῇ χειρί μου· καὶ ἔλαβον τὴν σταφυλὴν καὶ ἐξέθλιψα αὐτὴν εἰς τὸ ποτήριον, καὶ ἔδωκα τὸ ποτήριον εἰς τὰς χεῖρας Φαραώ“ (Gen. 40, 9 — 11).

  16. 2.160.1

    θαυμασίως γε προανεφθέγξατο καὶ ἀψευδῶς ἔχει τὸ „ἐν τῷ ὕπνῳ μου.“ τῷ γὰρ ὄντι ὁ μὴ τὴν δι’ οἴνου μέθην μᾶλλον ἢ τὴν δι’ ἀφροσύνης ἐπιτηδεύων, ὀρθότητι καὶ ἐγρηγόρσει δυσχεραίνων, ὥσπερ οἱ κοιμώμενοι καταβέβληται καὶ παρεῖται καὶ καταμέμυκε τὰ τῆς ψυχῆς ὄμματα, οὐδὲν οὔθ’ ὁρᾶν οὔτ’ ἀκούειν τῶν θέας καὶ ἀκοῆς ἀξίων οἷός τε ὤν·

  17. 2.161.1

    ἡττημένος δὲ τυφλὴν καὶ ἀχειραγώγητον, οὐχ ὁδόν, ἀλλ’ ἀνοδίαν τοῦ βίου διεξέρχεται, βάτοις καὶ τριβόλοις περιπειρόμενος, ἔστι δ’ ὅτε καὶ κατὰ κρημνῶν κυλιόμενος καὶ ἄλλοις ἐπιφερόμενος, ὡς ἐκείνους τε καὶ ἑαυτὸν οἰκτρῶς διαφθείρειν.

  18. 2.162.1

    ὁ δὲ βαθὺς καὶ διωλύγιος ὕπνος, ᾧ πᾶς κατέχεται φαῦλος, τὰς μὲν ἀληθεῖς καταλήψεις ἀφαιρεῖται, ψευδῶν δὲ εἰδώλων καὶ ἀβεβαίων φαντασμάτων ἀναπίμπλησι τὴν διάνοιαν, τὰ ὑπαίτια ὡς ἑπαινετὰ ἀναπείθων ἀποδέχεσθαι. καὶ γὰρ νυνὶ λύπην ὡς χαρὰν ὀνειροπολεῖ καὶ οὐκ αἰσθάνεται, ὅτι τὸ ἀφροσύνης καὶ τοῦ παραπαίειν * * * φυτόν, ἄμπελον, ὁρᾷ.

  19. 2.163.1

    „ἦν“ γάρ φησιν „ἄμπελος ἐναντίον μου“ (Gen. 40, 9), τὸ ποθούμενον τῷ ποθοῦντι, κακία κακῷ· ἣν καθ’ ἑαυτῶν λελήθαμεν οἱ ἀνόητοι γεωργοῦντες, ἧς τὸν καρπὸν ἐσθίομέν τε καὶ πίνομεν εἰς ἑκάτερον τροφῆς κατατάττοντες εἶδος, ἧς ὡς ἔοικεν οὐκ ἐφ’ ἡμισείᾳ τῇ βλάβῃ ἀλλ’ ἀρτίῳ καὶ ὁλοκλήρῳ καὶ παντελεῖ μεταποιούμεθα.

  20. 2.164.1

    Προσήκει δὲ μὴ ἀγνοεῖν, ὅτι τὸ ἀμπέλιον μέθυσμα τοὺς χρησομένους ἅπαντας οὐχ ὁμοίως, ἀλλὰ πολλάκις ἐναντίως διατίθησιν, ὡς τοὺς μὲν ἀμείνους, τοὺς δὲ χείρους ἑαυτῶν ἐξετάζεσθαι.

  21. 2.165.1

    τῶν μὲν γὰρ τὸ σύννουν καὶ σκυθρωπὸν ἐπανῆκε καὶ τὰς φροντίδας ἐχάλασεν ὀργάς τε καὶ λύπας ἐπράυνε τά τε ἤθη πρὸς τὸ ἐπιεικὲς ἐπαιδαγώγησε καὶ τὰς ψυχὰς ἑαυταῖς ἵλεως ἐποίησε· τῶν δὲ ἔμπαλιν τοὺς θυμοὺς ἐπήλειψε καὶ τὰς ὀδύνας ἐπέσφιγξε καὶ τοὺς ἔρωτας ἐκίνησε καὶ τὰς ἀγροικίας ἀνήγειρεν, ἄκλειστον στόμα καὶ γλῶτταν ἀχαλίνωτον καὶ αἰσθήσεις ἀθύρους καὶ λελυττηκότα πάθη κἀξηγριωμένον καὶ ἐπτοημένον πρὸς πάντα νοῦν ἀποτελοῦν·

  22. 2.166.1

    ὡς δοκεῖν τὴν μὲν τῶν προτέρων κατάστασιν ἢ τῇ κατὰ τὸν ἀέρα νηνέμῳ αἰθρίᾳ ἢ τῇ κατὰ θάλατταν ἀκύμονι γαλήνῃ ἢ τῇ κατὰ τὰς πόλεις εἰρηνικωτάτῃ εὐσταθείᾳ ἐοικέναι, τὴν δὲ τῶν ὑστέρων ἢ βιαίῳ καὶ συντόνῳ πνεύματι ἢ χειμαίνοντι καὶ κυματουμένῳ πελάγει ἢ στάσει, ἀσπόνδου καὶ ἀκηρύκτου πολέμου δυσωνυμωτέρᾳ ταραχῇ.

  23. 2.167.1

    δυεῖν γοῦν συμποσίων τὸ μὲν πέπλησται γέλωτος, παιδιᾶς, ἐπαγγελλομένων, ἀγαθὰ ἐλπιζόντων, χαριζομένων, εὐθυμίας, εὐφημίας, ἱλαρότητος, εὐφροσύνης, ἀδείας·

  24. 2.168.1

    τὸ δὲ συννοίας, κατηφείας, προσκρουσμάτων, λοιδοριῶν, τραυμάτων, βριμουμένων, ὑποβλεπομένων, ὑλακτούντων, ἀγχόντων, καταπαγκρατιαζόντων, ἀκρωτηριαζόντων ὦτα καὶ ῥῖνας καὶ ἅπερ ἂν τύχῃ τοῦ σώματος μέρη καὶ μέλη, τὴν [τοῦ] παντὸς τοῦ βίου μέθην καὶ παροινίαν ἐν ἀνιέρῳ ἀγῶνι μετὰ αἰσχρουργίας τῆς πάσης ἐπιδεικνυμένων.

  25. 2.169.1

    ἀκόλουθον οὖν ἂν εἴη λογίζεσθαι, ὅτι καὶ ἄμπελος δυεῖν σύμβολον πραγμάτων ἐστίν, ἀνοίας τε καὶ εὐφροσύνης. ἑκάτερον δέ, καίτοι μηνυόμενον ἐκ πολλῶν, ἵνα μὴ μακρηγορῶμεν, δι’ ὀλίγων ἐπιδείξομεν.

  26. 2.170.1

    ἡνίκα ἡμᾶς διὰ τῆς τῶν παθῶν καὶ ἀδικημάτων ἐρήμης ὁδοῦ, φιλοσοφίας, ἀγαγὼν καὶ ὥσπερ ἔμπορος ἀναβιβάσας τὸν ὀρθὸν λόγον ἔστησεν ἐπὶ σκοπῆς καὶ ἐκέλευε περιαθρεῖν τὴν ἅπασαν ἀρετῆς χώραν, εἴτε εὔγειος καὶ βαθεῖα καὶ χλοηφόρος καὶ καρποτόκος ἐστὶ καὶ ἀγαθὴ μὲν καὶ τὰ σπειρόμενα μαθήματα συναυξῆσαι, ἀγαθὴ δὲ τὰ φυτευόμενα καὶ δενδρούμενα δόγματα στελεχῶσαι, εἴτε καὶ τοὐναντίον, καὶ περὶ τῶν ὡσανεὶ πόλεων πράξεων, εἰ εὐερκέσταται καὶ ὀχυρώταται ἢ γυμναὶ καὶ ἀπημφιασμέναι οἷα κύκλων τὸ βέβαιον, καὶ περὶ οἰκητόρων, εἰ πρός τε πλῆθος καὶ πρὸς ἀλκὴν ἐπιδεδώκασιν ἢ δι’ ἀσθένειαν ὀλιγανδροῦσιν ἢ δι’ ὀλιγανδρίαν ἀσθενοῦσιν,

  27. 2.171.1

    τότε οὐ δυνηθέντες ὅλον τὸ σοφίας στέλεχος βαστάσαι κληματίδα μίαν καὶ βότρυν σταφυλῆς τεμόντες ἤραμεν χαρᾶς σαφέστατον δεῖγμα, κουφότατον ἄχθος, βλάστημα καὶ καρπὸν ὁμοῦ καλοκἀγαθίας ἐπιδειξόμενοι τοῖς διάνοιαν ὀξυδορκοῦσι τὴν εὐκληματοῦσαν καὶ βοτρυηφόρον ἄμπελον (cf.

  28. 2.172.1

    νυμ. 13). ταύτην, ἧς μοῖράν τινα λαβεῖν ἐδυνήθημεν, εὐσκόπως ἐξομοιοῦσιν εὐφροσύνῃ. μαρτυρεῖ δέ μοί τις τῶν πάλαι προφητῶν, ὃς ἐπιθειάσας εἶπεν· „ἀμπελὼν κυρίου παντοκράτορος οἶκος τοῦ Ἰσραήλ“ (Ies. 5,7).

  29. 2.173.1

    ὁ μὲν Ἰσραήλ ἐστι νοῦς θεωρητικὸς θεοῦ τε καὶ κόσμου — καὶ γὰρ ἑρμηνεύεται θεὸν ὁρῶν —, οἶκος δὲ διανοίας ὅλη ψυχή. αὕτη δ’ ἐστὶν ἀμπελὼν ἱερώτατος, τὸ θεῖον βλάστημα καρποφορῶν, ἀρετήν.

  30. 2.174.1

    οὕτω μέντοι τὸ φρονεῖν εὖ, τὸ εὐφροσύνης ἔτυμον, μέγα καὶ λαμπρόν, ὥστε φησὶ Μωυσῆς καὶ θεὸν αὐτῷ μὴ ἀπαξιῶσαι χρῆσθαι, καὶ τότε μάλιστα, ὁπότε τὸ ἀνθρώπων γένος ἐκτρέποιτο μὲν ἁμαρτήματα, ἐπικλίνοι δὲ καὶ ἐπιστρέφοι πρὸς δικαιοσύνην, ἑκουσίῳ γνώμῃ φύσεως νόμοις καὶ θεσμοῖς ἑπόμενον. „ἐπιστρέψει“

  31. 2.175.1

    γάρ φησι „κύριος ὁ θεός σου εὐφρανθῆναι ἐπὶ σὲ εἰς ἀγαθά, καθότι ηὐφράνθη ἐπὶ τοῖς πατράσι σου, ἐὰν εἰσακούσῃς τῆς φωνῆς αὐτοῦ, φυλάσσειν πάσας τὰς ἐντολὰς καὶ τὰ δικαιώματα καὶ τὰς κρίσεις τὰς γεγραμμένας ἐν τῷ βιβλίῳ τοῦ νόμου τούτου“ (Deut. 30, 9. 10).

  32. 2.176.1

    τίς ἂν δύναιτο μᾶλλον ἀρετῆς ἵμερον ἢ καλοκἀγαθίας ζῆλον ἐμφῦσαι; βούλει, φησίν, ὦ διάνοια, εὐφραίνεσθαι θεόν; εὐφράνθητι αὐτὴ καὶ ἀνάλωμα μὲν μὴ εἰσενέγκῃς μηδέν — τίνος γὰρ τῶν σῶν χρεῖός ἐστιν; —, ἀλλ’ ἔμπαλιν ὅσα σοι δίδωσιν ἀγαθὰ χαίρουσα δέξαι.

  33. 2.177.1

    διδοὺς γάρ, ὅταν ἄξιοι χάριτος ὦσιν οἱ λαμβάνοντες, εὐφραίνεται· εἰ μὴ νομίζεις, ὅτι οἱ μὲν ὑπαιτίως ζῶντες παραπικραίνειν καὶ παροργίζειν ἐνδίκως λέγοιντ’ ἂν θεόν, οἱ δ’ ἐπαινετῶς οὐχὶ εὐφραίνειν.

  34. 2.178.1

    ἀλλὰ πατέρας μὲν καὶ μητέρας, τοὺς θνητοὺς γονεῖς, οὐδὲν οὕτως ὡς τέκνων εὐφραίνουσιν ἀρεταί, μυρίων ὅσων ἐνδεεῖς ὄντας· τὸν δὲ τῶν ὅλων γεννητὴν καὶ μηδενὸς ἐνδεᾶ τὸ παράπαν οὐχ ἡ καλοκἀγαθία τῶν λεγομένων;

  35. 2.179.1

    μαθοῦσα οὖν, ὦ διάνοια, ἡλίκον κακὸν μέν ἐστιν ὀργὴ θεοῦ, ἡλίκον δὲ ἀγαθὸν εὐφροσύνη θεοῦ, μηδὲν μὲν τῶν ὀργῆς ἀξίων ἐπ’ ὀλέθρῳ κίνει τῷ σεαυτῆς, μόνα δὲ δι’ ὧν εὐφρανεῖς θεὸν ἐπιτήδευε.

  36. 2.180.1

    ταῦτα δὲ εὑρήσεις οὐ μακρὰς καὶ ἀτριβεῖς διεξιὼν ὁδοὺς ἢ ἄπλωτα πελάγη περαιούμενος ἢ ἐπὶ τοὺς γῆς καὶ θαλάττης ἀπνευστὶ συντείνων ὅρους· οὐ γὰρ πορρωτάτω διῴκισται καὶ τῆς οἰκουμένης ἔξω πεφυγάδευται, ἀλλ’, ᾗ φησι Μωυσῆς (Deut. 30, 12 — 14), ἐγγὺς οὑτωσὶ τἀγαθὸν παρίδρυταί σοι καὶ συμπέφυκε, τρισὶ τοῖς ἀναγκαιοτάτοις μέρεσιν ἡρμοσμένον, καρδίᾳ, στόματι, χερσί, τὸ δ’ ἐστὶ διανοίᾳ, λόγῳ, πράξεσιν, ἐπειδὴ τὰ καλὰ καὶ φρονεῖν καὶ λέγειν καὶ ποιεῖν ἀναγκαῖον, συμπληρούμενον ἔκ τε εὐβουλίας καὶ εὐπραξίας καὶ εὐλογίας.

  37. 2.181.1

    Λέγωμεν οὖν τῷ θάτερον εἶδος γαστριμαργίας, πολυποσίαν, ἐπιτηδεύοντι ἀρχιοινοχόῳ· τί κακοπαθεῖς, ὦ ἀνόητε; δοκεῖς μὲν γὰρ τὰ ἀγωγὰ πρὸς εὐφροσύνην εὐτρεπίζεσθαι, τὸ δ’ ἀληθὲς ἀφροσύνης καὶ ἀκολασίας ἐξάπτεις φλόγα, πολλὴν αὐτῇ καὶ ἄφθονον ἐπιφέρων ὕλην. ἀλλ’, ἴσως ἂν εἴποι, μή με προπετῶς αἰτιῶ, πρίν με σκέψασθαι.

  38. 2.182.1

    οἰνοχοεῖν ἐτάχθην, οὐ μὴν δὴ σωφροσύνην καὶ εὐσέβειαν καὶ τὰς ἄλλας ἀρετὰς ἐνεσκευασμένῳ, ἀλλ’ ἀνδρὶ λαιμάργῳ καὶ ἀκρατεῖ καὶ ἀδίκῳ καὶ ἐπὶ ἀσεβείᾳ μέγα φρονοῦντι, ὃς ἐτόλμησέ ποτε εἰπεῖν· „οὐκ οἶδα τὸν κύριον“ (Exod. 5,2)· ὡς εἰκότως ἐγὼ τὰ ἐκείνῳ δι’ ἡδονῆς ἐπιτετήδευκα.

  39. 2.183.1

    μὴ θαυμάσῃς δέ, ὅτι τοῖς ἐναντίοις ὁ θεὸς καὶ ὁ ἀντίθεος νοῦς εὐφραίνεται, Φαραώ. τίς οὖν οἰνοχόος θεοῦ; ὁ σπονδοφόρος, ὁ μέγας ὄντως ἀρχιερεύς, ὃς τὰς τῶν ἀεννάων χαρίτων λαβὼν προπόσεις ἀντεκτίνει, πλῆρες ὅλον τὸ σπονδεῖον ἀκράτου μεθύσματος ἐπιχέων, ἑαυτόν. ὁρᾷς οἰνοχόων διαφορὰς τοῖς θεραπευομένοις ἀναλογούσας.

  40. 2.184.1

    διὰ τοῦτο ἐγὼ μὲν ὁ τοῦ Φαραὼ κατὰ τὰς ἀνέσεις ἐπιτεινομένου τὸν σκληραύχενα καὶ πάντων ἀκράτορα λογισμὸν εὐνοῦχός εἰμι (Gen. 40,1.2), τὰ γεννητικὰ τῆς ψυχῆς ἐκτετμημένος, μετανάστης μὲν τῆς ἀνδρωνίτιδος, φυγὰς δὲ καὶ τῆς γυναικωνίτιδος, οὔτ’ ἄρρεν οὔτε θῆλυ, οὔτε προέσθαι οὔθ’ ὑποδέξασθαι σπορὰν δυνάμενος, ἀμφίβολος, οὐδέτερος, ἀνθρωπείου παράκομμα νομίσματος, ἄμοιρος ἀθανασίας, ἣ τέκνων ἢ ἐγγόνων διαδοχαῖς εἰς ἀεὶ ζωπυρεῖται, συλλόγου καὶ ἐκκλησίας ἱερᾶς ἀπεσχοινισμένος· θλαδίαν γὰρ καὶ ἀποκεκομμένον ἄντικρυς διείρηται μὴ

  41. 2.185.1

    εἰσιέναι (Deut. 23, 1). ὁ δὲ ἀρχιερεὺς ἄμωμός ἐστιν, ὁλόκληρος, ἀνὴρ παρθένου (Lev. 21, 17. 13), τὸ παραδοξότατον, οὐδέποτε γυναικουμένης, ἀλλ’ ἔμπαλιν τὰ γυναικεῖα κατὰ τὴν πρὸς τὸν ἄνδρα ὁμιλίαν ἐκλιπούσης (Gen. 18,11), καὶ οὐκ ἀνὴρ μόνον οὗτος, ἀμιάντους καὶ παρθένους γνώμας σπείρειν ἱκανός, ἀλλὰ καὶ πατὴρ λόγων ἱερῶν·

  42. 2.186.1

    ὧν οἱ μὲν ἐπίσκοποι καὶ ἔφοροι τῶν τῆς φύσεως πραγμάτων, Ἐλεάζαρ καὶ Ἰθάμαρ (Exod. 28, 1), οἱ δὲ λειτουργοὶ θεοῦ, τὴν οὐράνιον φλόγα ἀνακαίειν καὶ ζωπυρεῖν ἐπειγόμενοι· τρίβοντες γὰρ ἀεὶ τοὺς περὶ ὁσιότητος λόγους καθάπερ ἐκ πυρείων τὸ θεοειδέστατον εὐσεβείας γένος ποιοῦσιν ἐκλάμπειν.

  43. 2.187.1

    ὁ δὲ τούτων ὑφηγητὴς ὁμοῦ καὶ πατὴρ οὐχ ἡ τυχοῦσα μοῖρα τῆς ἱερᾶς ἐκκλησίας ἐστίν, ἀλλ’ οὗ χωρὶς σύγκλητος οὐκ ἂν ἀθροισθείη ποτὲ τῶν τῆς ψυχῆς μερῶν βουλὴ τὸ παράπαν, ὁ πρόεδρος, ὁ πρύτανις, ὁ δημιουργός, ὁ καὶ χωρὶς ἄλλων μόνος ἐφ’ ἑαυτοῦ σκοπεῖν τε καὶ πράττειν ἕκαστα ἱκανός.

  44. 2.188.1

    οὗτος σὺν ἄλλοις μὲν ἐξεταζόμενος ὀλίγος, πολὺς δέ, ὅταν μονωθῇ, γίνεται, δικαστήριον ὅλον, ὅλον βουλευτήριον, ὅλος δῆμος, ὅλος ὄχλος, σύμπαν ἀνθρώπων γένος, μᾶλλον δέ, εἰ τἀληθὲς εἰπεῖν δεῖ, μεθόριός τις θεοῦ καὶ ἀνθρώπου φύσις, τοῦ

  45. 2.189.1

    μὲν ἐλάττων, ἀνθρώπου δὲ κρείττων. „ὅταν“ γάρ φησιν „εἰσίῃ εἰς τὰ ἅγια τῶν ἁγίων ὁ ἀρχιερεύς, ἄνθρωπος οὐκ ἔσται“ (Lev. 16, 17). τίς οὖν, εἰ μὴ ἄνθρωπος; ἆρά γε θεός; οὐκ ἂν εἴποιμι — τὸν γὰρ τοῦ ὀνόματος τοῦδε κλῆρον ὁ ἀρχιπροφήτης ἔλαχε Μωυσῆς ἔτι ὢν ἐν Αἰγύπτῳ, προσρηθεὶς Φαραὼ θεὸς (Exod. 7, 1) — οὔτε ἄνθρωπος, ἀλλ’ ἑκατέρων τῶν ἄκρων, ὡς ἂν βάσεως καὶ κεφαλῆς, ἐφαπτόμενος.

  46. 2.190.1

    τὸ μὲν οὖν ἕτερον εἶδος ἀμπέλου, ὅπερ εὐφροσύνη κεκλήρωται, καὶ τὸ ἐξ αὐτῆς μέθυσμα, ἡ ἄκρατος εὐβουλία, καὶ ὁ ἀρυσάμενος οἰνοχόος ἐκ τοῦ θείου κρατῆρος, ὃν αὐτὸς ὁ θεὸς ἀρετῶν πεπλήρωκεν ἐπὶ χείλη, δεδήλωται.

  47. 2.191.1

    τὸ δὲ ἀνοίας καὶ λύπης καὶ παροινίας ἤδη μὲν τρόπῳ τινὶ τύπῳ δὲ ἕτερον ἐκτυποῦται διὰ τῶν ἑτέρωθι λεχθέντων ἐν ᾠδῇ τῇ μείζονι· „ἐκ γὰρ ἀμπέλου“ φησί „Σοδόμων ἡ ἄμπελος αὐτῶν, καὶ ἡ κληματὶς αὐτῶν ἐκ Γομόρρας· ἡ σταφυλὴ αὐτῶν σταφυλὴ χολῆς, βότρυς πικρίας αὐτοῖς· θυμὸς δρακόντων ὁ οἶνος αὐτῶν, καὶ θυμὸς ἀσπίδων ἀνίατος“ (Deut. 32, 32. 33).

  48. 2.192.1

    ὁρᾷς ὅσα τὸ ἀφροσύνης μέθυσμα ἐργάζεται, τὸ πικρόν, τὸ κακόηθες, τὸ ἀκρόχολον, τὸ περίθυμον, τὸ ἀτίθασον, τὸ δηκτικόν, τὸ ἐπίβουλον. ἐμφαντικώτατα δὲ ἀφροσύνης ἔρνος ἐν Σοδόμοις φησὶν εἶναι — τύφλωσις δὲ ἢ στείρωσις ἑρμηνεύεται Σόδομα —, ἐπειδὴ τυφλὸν καὶ ἄγονον καλῶν ἀφροσύνη, ὑφ’ ἧς ἀναπεισθέντες τινὲς μετρεῖν καὶ σταθμᾶσθαι καὶ ἀριθμεῖν πάντα καθ’ αὑτοὺς ἠξίωσαν· Γομόρρα γὰρ μεταληφθέν ἐστι μέτρον.

  49. 2.193.1

    Μωυσῆς δὲ στάθμην καὶ μέτρον καὶ ἀριθμὸν τῶν ὅλων ὑπέλαβεν εἶναι τὸν θεόν, ἀλλ’ οὐ τὸν ἀνθρώπινον νοῦν. δηλοῖ δὲ διὰ τούτων φάσκων· „οὐκ ἔσται ἐν μαρσίππῳ σου στάθμιον καὶ στάθμιον, μέγα ἢ μικρόν· οὐκ ἔσται ἐν τῇ οἰκίᾳ σου μέτρον καὶ μέτρον, μέγα ἢ μικρόν· στάθμιον ἀληθινὸν καὶ δίκαιον ἔσται σοι“ (Deut. 25, 13—15).

  50. 2.194.1

    ἀληθὲς δὲ καὶ δίκαιον μέτρον τὸ τὸν μόνον δίκαιον θεὸν ὑπολαβεῖν πάντα μετρεῖν καὶ σταθμᾶσθαι καὶ ἀριθμοῖς καὶ πέρασι καὶ ὅροις τὴν τῶν ὅλων περιγράψαι φύσιν, ἄδικον δὲ καὶ ψευδὲς τὸ νομίσαι κατὰ τὸν ἀνθρώπινον νοῦν ταῦτα συμβαίνειν.

  51. 2.195.1

    Ὁ δὲ εὐνοῦχος ἅμα καὶ ἀρχιοινοχόος τοῦ Φαραὼ τὸ ἀφροσύνης γεννητικὸν φυτόν, ἄμπελον, φαντασιωθεὶς προσαναζωγραφεῖ τρεῖς πυθμένας, ἵνα τὰς ἐν τῷ διαμαρτάνειν κατὰ τοὺς τρεῖς χρόνους ἐσχατιὰς

  52. 2.196.1

    παρεμφήνῃ· πυθμὴν γὰρ τὸ ἔσχατον. ἐπειδὰν οὖν ἀφροσύνη πᾶσαν ψυχὴν ἐπισκιάσῃ καὶ κατασχῇ καὶ μηδὲν αὐτῆς ἄφετον μηδὲ ἐλεύθερον μέρος ἐάσῃ, οὐ μόνον ὅσα τῶν ἁμαρτημάτων ἰάσιμα δρᾶν ἀναγκάζει, ἀλλὰ καὶ ὅσα ἀνίατα.

  53. 2.197.1

    τὰ μὲν οὖν θεραπείαν ἐνδεχόμενα ῥᾷστα καὶ πρῶτα γράφεται, τὰ δὲ ἀθεράπευτα παγχάλεπα καὶ ὕστατα, πυθμέσιν ἀναλογοῦντα.

  54. 2.198.1

    καὶ καθάπερ, οἶμαι, ἡ φρόνησις ἄρχεται μὲν ἀπὸ τῶν ἐλαττόνων ὠφελεῖν, λήγει δὲ εἰς τὰς ὑπερβολὰς τῶν κατορθωμάτων, τὸν αὐτὸν τρόπον καὶ ἡ ἀφροσύνη καταβιάζουσα τὴν ψυχὴν ἄνωθεν καὶ κατ’ ὀλίγον ἀφιστᾶσα παιδείας μακρὰν ὀρθοῦ λόγου διοικίζει καὶ μέχρι τῶν ἐσχατιῶν καθαιρεῖ.

  55. 2.199.1

    τὸ δ’ ὄναρ ἐδήλου μετὰ τοὺς πυθμένας ἀνθοῦσαν καὶ βλαστάνουσαν καὶ καρποφοροῦσαν τὴν ἄμπελον — „αὐτὴ“ γάρ φησι „θάλλουσα ἀνενηνοχυῖα βλαστούς· πέπειροι βότρυες σταφυλῆς“ (Gen. 40, 10) —, ἣν εἴθε ἀκαρπίᾳ χρῆσθαι καὶ μηδέποτε χλοηφορῆσαι καὶ πάντα μεμαράνθαι τὸν αἰῶνα.

  56. 2.200.1

    τί γὰρ ἂν εἴη μεῖζον κακὸν [ἢ] θαλλούσης καὶ εὐφορούσης ἀφροσύνης; ἀλλὰ καὶ „τὸ ποτήριον Φαραώ“, ἡ δεξαμενὴ τῆς ἀνοίας καὶ παροινίας καὶ τῆς παρὰ πάντα τὸν βίον ἀπαύστου μέθης, „ἐν τῇ χειρί μου“ (Gen. 40, 11), φησίν, ἐστίν, ἴσον τῷ ἐν ταῖς ἐμαῖς ἐγχειρήσεσι καὶ ἐπιβολαῖς καὶ δυνάμεσιν· οὐ γὰρ ἄνευ γε τῶν ἐμῶν ἐπινοιῶν εὐοδήσει τὰ πάθος ἐξ ἑαυτοῦ.

  57. 2.201.1

    ὥσπερ γὰρ ἐν μὲν ταῖς τοῦ ἡνιόχου χερσὶ τὰς ἡνίας εἶναι προσῆκεν, ἐν δὲ ταῖς τοῦ κυβερνήτου τοὺς οἴακας — μόνως γὰρ οὕτως κατορθοῦται δρόμος μὲν ἅρματι, σκάφει δὲ πλοῦς —, οὕτως ἐν τῇ χειρὶ καὶ δυνάμει τοῦ θάτερον εἶδος τῆς γαστριμαργίας τεχνιτεύοντος, οἰνοφλυγίαν, ἡ τοῦ ἀκρατοῦς ἐστιν ἐκπλήρωσις.

  58. 2.202.1

    ἀλλὰ τί παθὼν ὑπέμεινεν αὐχεῖν ἐπ’ ἀρνήσεως μᾶλλον ἢ ὁμολογίας ἐπαξίῳ πράγματι; ἢ οὐκ ἄμεινον ἦν μὴ οὐχ ὁμολογεῖν διδάσκαλον ἀκρασίας εἶναι, ἀλλὰ τῷ ἀκρατεῖ τὰ ὑπεκκαύματα τοῦ πάθους ἐπαναθεῖναι ὡς εὑρετῇ καὶ αὐτουργῷ τεθρυμμένου καὶ κατεαγότος αἰσχίστου βίου;

  59. 2.203.1

    τοιοῦτον δ’ ἐστίν· ἀφροσύνη σεμνύνεται ἐφ’ οἷς εἰκὸς ἐγκαλύπτεσθαι· νυνὶ μὲν οὐ μόνον ἐπὶ τῷ τὴν δεξαμενὴν τῆς ἀκράτορος ψυχῆς, τὸ ποτήριον, περιφέρειν ἐν ταῖς χερσὶ καὶ ἐπιδείκνυσθαι πᾶσιν ἀγάλλεται, ἀλλὰ καὶ ἐπὶ τῷ τὴν σταφυλὴν εἰς αὐτὸ ἐκθλίβειν· τὸ δ’ ἐστὶ τὸ ἐκπληρωτικὸν τοῦ πάθους δημιουργεῖν καὶ κεκρυμμένον εἰς φῶς ἄγειν.

  60. 2.204.1

    ὡς γὰρ τὰ βρέφη γλιχόμενα τροφῆς, ὁπότε μέλλοι σπᾶν τοῦ γάλακτος, ἐκθλίβει καὶ πιέζει τὸν μαστὸν τῆς τρεφούσης, οὕτω τὴν πηγήν, ἀφ’ ἧς τὸ οἰνοφλυγίας ὀμβρεῖ κακόν, ὁ δημιουργὸς τῆς ἀκρασίας πιέζει κραταιῶς, ἵνα ταῖς ἐκθλιβομέναις λιβάσιν ἡδίστῃ τροφῇ χρῷτο.

  61. 2.205.1

    Τοιοῦτος μὲν ἡμῖν ὁ βεβακχευμένος ἀκράτῳ, παροίνιον καὶ παράληρον κακὸν καὶ ἀνίατον, γραφέσθω· τὸν δὲ συγγενῆ τούτου γάστρωνα καὶ αὐτὸν ὄντα, πολυφαγίας καὶ λαιμαργίας ἑταῖρον, τὰ περὶ ἐδωδὴν ἀκρατῶς τεχνιτεύοντα, πάλιν ἐπισκεπτέον.

  62. 2.206.1

    καίτοι οὐ πολλῆς δεῖ πρὸς τὴν θήραν αὐτοῦ φροντίδος· ἔστι γὰρ ἐκμαγεῖον ἐμφερέστατον αὐτοῦ τῆς εἰκόνος ὁ φανεὶς ὄνειρος. ἀκριβώσαντες οὖν αὐτὸν ἐκεῖνον ὥσπερ ἔμφασιν ἐν κατόπτρῳ θεασόμεθα.

  63. 2.207.1

    „ᾤμην“ γάρ φησι „τρία κανᾶ χονδριτῶν αἴρειν ἐπὶ τῆς κεφαλῆς μου“ (Gen. 40, 16). κεφαλὴν μὲν τοίνυν ἀλληγοροῦντές φαμεν εἶναι ψυχῆς τὸν ἡγεμόνα νοῦν, ἐπικεῖσθαι δὲ τούτῳ πάντα· καὶ γὰρ ἐξεφώνησέ ποτε ἐπ’ αὐτοῦ· „ἐπ’ ἐμὲ ἐγένετο ταῦτα πάντα“ (Gen. 42, 36).

  64. 2.208.1

    στειλάμενος οὖν πομπὴν ὧν ἐτεχνίτευσε κατὰ γαστρὸς τῆς ταλαίνης ἐπιδείκνυται, καὶ κανηφορῶν ὁ ἀνόητος οὐκ αἰδεῖται τοσούτῳ βαρυνόμενος τριττῷ κανῶν ἄχθει, τοῦτο δ’ ἐστὶ τρισὶ χρόνου μέρεσι.

  65. 2.209.1

    τὴν γὰρ ἡδονὴν οἱ θιασῶταί φασιν αὐτῆς ἔκ τε μνήμης τῶν παρεληλυθότων τερπνῶν καὶ ἐξ ἀπολαύσεως τῶν ἐνεστηκότων καὶ ἐξ ἐλπίδος τῶν μελλόντων συνεστάναι·

  66. 2.210.1

    ὥστε τὰ τρία κανᾶ τοῖς τρισὶ τοῦ χρόνου μέρεσιν ἐξομοιοῦσθαι, τὰ δ’ ἐπὶ τῶν κανῶν πέμματα τοῖς ἑκάστῳ τῶν μερῶν ἐφαρμόζουσι, παρεληλυθότων μνήμαις, ἐνεστηκότων μετουσίαις, μελλόντων προσδοκίαις, τὸν δὲ βαστάζοντα ταῦτα πάντα τῷ φιληδόνῳ, ὃς οὐκ ἀφ’ ἑνὸς γένους ἀκρασίας, ἀλλ’ ἀπὸ πάντων σχεδὸν εἰδῶν καὶ γενῶν τῆς ἀκολασίας ἄσπονδον καὶ φιλίων ἁλῶν ἐπιδεᾶ τράπεζαν ἐκπεπλήρωκεν.

  67. 2.211.1

    ἧς ἀπολαύει μόνος ὥσπερ ἐν δημοθοινίᾳ ὁ βασιλεὺς Φαραώ, σπορὰν καὶ σκέδασιν καὶ φθορὰν ἐγκρατείας ἐπιτετηδευκώς· ἑρμηνεύεται γὰρ σκεδασμός. ἔστι δὲ τὸ ὑπέρογκον καὶ βασιλικὸν αὐτῷ οὐκ ἐφ’ οἷς εἰκὸς σωφροσύνης ἀγαθοῖς ἀγάλλεσθαι, ἀλλ’ ἐν οἷς ἀπεικὸς βδελυρίας ἐπιτηδεύμασι σεμνύνεσθαι, πρὸς ἀπληστίαν καὶ λαιμαργότητα καὶ τὸ ἁβροδίαιτον ἐξοκείλαντι.

  68. 2.212.1

    τοιγάρτοι τὰ πτηνά, τὸ δ’ ἐστὶν αἱ ἐπιποτώμεναι ἔξωθεν ἀτέκμαρτοι συντυχίαι, πάντα πυρὸς τρόπον ἐπιδραμοῦνται καὶ ἀναφλέξουσι καὶ τῇ παμφάγῳ δυνάμει καταναλώσουσιν (Gen. 40, 17), ὡς μηδὲ λείψανον γοῦν ὑπολείπεσθαι πρὸς ἀπόλαυσιν τῷ κανηφοροῦντι, ὃς ἤλπισε τὰς εὑρέσεις καὶ τὰς ἐπινοίας αὑτοῦ μέχρι παντὸς αἰῶνος οἴσειν ἀναφαιρέτους ἐν βεβαίῳ.

  69. 2.213.1

    χάρις δὲ τῷ νικηφόρῳ θεῷ, ὃς ἀτελεῖς τὰς εἰς ἄκρον πεποιημένας σπουδὰς τοῦ φιλοπαθοῦς ἐργάζεται, πτηνὰς φύσεις ἐπιπέμπων ἀοράτως πρὸς ἀναίρεσιν καὶ φθορὰν αὐτῶν. περισυληθεὶς οὖν ὁ νοῦς ὧν ἐδημιούργησεν, ὥσπερ τὸν αὐχένα ἀποτμηθεὶς ἀκέφαλος καὶ νεκρὸς ἀνευρεθήσεται, προσηλωμένος ὥσπερ οἱ ἀνασκολοπισθέντες τῷ ξύλῳ τῆς ἀπόρου καὶ πενιχρᾶς ἀπαιδευσίας.

  70. 2.214.1

    ἕως μὲν γὰρ μηδὲν λυμαίνεται τῶν ἐξαπιναίως εἰωθότων ἀπροοράτως ἐπιφοιτᾶν, εὐοδεῖν δοκοῦσιν αἱ πρὸς ἀπόλαυσιν ἡδονῆς τέχναι· κατασκηψάντων δ’ ἐκ τοῦ ἀφανοῦς ἀνατρέπονται, καὶ ὁ δημιουργὸς αὐταῖς συνδιαφθείρεται.

  71. 2.215.1

    Τὰ μὲν οὖν τῶν διῃρημένων τὸ γεύσεως ἐργαστήριον ἐν ἑκατέρῳ τροφῆς εἴδει, πόσεώς τε καὶ βρώσεως οὐχὶ τῆς ἀναγκαίας ἀλλὰ περιττῆς καὶ ἀκράτορος, ὀνείρατα δεδήλωται· τὰ δὲ τοῦ τούτων καὶ τῶν ἄλλων, ὅσαι ψυχῆς δυνάμεις, βασιλεύειν δοκοῦντος, ὄνομα Φαραώ, κατὰ τὸ ἀκόλουθον αὐτίκα διερευνητέον.

  72. 2.216.1

    „ἐν γὰρ τῷ ὕπνῳ μου“ φησίν „ᾤμην ἑστάναι παρὰ τὸ χεῖλος τοῦ ποταμοῦ· καὶ ὥσπερ ἐκ τοῦ ποταμοῦ ἀνέβαινον βόες ἑπτά, ἐκλεκταὶ ταῖς σαρξὶ καὶ καλαὶ τῷ εἴδει, καὶ ἐνέμοντο ἐν τῷ ἄχει. καὶ ἰδοὺ ἕτεραι ἑπτὰ βόες ἀνέβαινον ὀπίσω αὐτῶν ἐκ τοῦ ποταμοῦ, πονηραὶ καὶ αἰσχραὶ τῷ εἴδει καὶ λεπταὶ ταῖς σαρξίν, ἃς οὐκ εἶδον τοιαύτας ἐν ὅλῃ τῇ Αἰγύπτῳ αἰσχροτέρας.

  73. 2.217.1

    καὶ κατέφαγον αἱ βόες αἱ λεπταὶ καὶ αἰσχραὶ τὰς ἑπτὰ βόας τὰς πρώτας τὰς καλὰς καὶ ἐκλεκτάς, καὶ εἰσῆλθον εἰς τὰς κοιλίας αὐτῶν· καὶ οὐ διάδηλοι ἐγένοντο ὅτι εἰσῆλθον εἰς τὰς κοιλίας αὐτῶν, καὶ αἱ ὄψεις αὐτῶν αἰσχραί, καθὰ καὶ τὴν ἀρχήν [εἶπον].

  74. 2.218.1

    ἐξεγερθεὶς δὲ ἐκοιμήθην, καὶ εἶδον πάλιν ἐν τῷ ὕπνῳ μου, καὶ ὡς ἑπτὰ στάχυες ἀνέβαινον ἐν πυθμένι ἑνί, πλήρεις καὶ καλοί· ἄλλοι δὲ ἑπτὰ στάχυες λεπτοὶ καὶ ἀνεμόφθοροι ἀνεφύοντο ἐχόμενοι· καὶ κατέπιον οἱ ἑπτὰ στάχυες τοὺς καλοὺς καὶ τοὺς πλήρεις“ (Gen. 41, 17 — 24).

  75. 2.219.1

    ὁρᾷς μὲν δὴ τὸ προοίμιον τοῦ φιλαύτου, ὃς κινητὸς καὶ στρεπτὸς καὶ μεταβλητὸς ὢν κατά τε σῶμα καὶ ψυχήν φησιν· „ᾤμην ἑστάναι,“ καὶ οὐκ ἐλογίσατο, ὅτι μόνῳ θεῷ τὸ ἀκλινὲς καὶ πάγιόν ἐστιν οἰκεῖον καὶ εἴ τις αὐτῷ φίλος.

  76. 2.220.1

    τῆς μὲν ἀκλινοῦς περὶ αὐτὸν δυνάμεως σαφεστάτη πίστις ὅδε ὁ κόσμος, ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχων — ὁπότε δὲ ὁ κόσμος ἀρρεπής, ὁ δημιουργὸς πῶς οὐ βέβαιος; —, εἶτα μέντοι καὶ οἱ ἀψευδέστατοι μάρτυρες ἱεροὶ χρησμοί·

  77. 2.221.1

    λέγεται γὰρ ἐκ προσώπου τοῦ θεοῦ· „ὧδε ἐγὼ ἕστηκα ἐκεῖ πρὸ τοῦ σὲ ἐπὶ τῆς πέτρας ἐν Χωρήβ“ (Exod. 17,6), ἴσον τῷ οὗτος ἐγὼ ὁ ἐμφανὴς καὶ ἐνταῦθα ὢν ἐκεῖ τέ εἰμι καὶ πανταχοῦ, πεπληρωκὼς τὰ πάντα, ἑστὼς ἐν ὁμοίῳ καὶ μένων, ἄτρεπτος ὤν, πρὶν ἢ σὲ ἤ τι τῶν ὄντων εἰς γένεσιν ἐλθεῖν, ἐπὶ τῆς ἀκροτάτης καὶ πρεσβυτάτης ἱδρυμένος δυνάμεως ἀρχῆς, ἀφ’ ἧς ἡ τῶν ὄντων γένεσις ὤμβρησε καὶ τὸ σοφίας ἐπλήμμυρε νᾶμα.

  78. 2.222.1

    ἐγὼ γάρ εἰμι „ὁ ἐξαγαγὼν ἐκ πέτρας ἀκροτόμου πηγὴν ὕδατος“ (Deut. 8, 15) ἐν ἑτέροις εἴρηται. μαρτυρεῖ δὲ καὶ Μωυσῆς περὶ τοῦ μὴ τρέπεσθαι τὸ θεῖον φάσκων· „εἶδον τὸν τόπον οὗ εἱστήκει ὁ θεὸς τοῦ Ἰσραήλ“ (Exod. 24, 10), τὸ μὴ μεταβάλλειν διὰ τῆς στάσεως καὶ ἱδρύσεως αἰνιττόμενος.

  79. 2.223.1

    ἀλλὰ γὰρ τοσαύτη περὶ τὸ θεῖόν ἐστιν ὑπερβολὴ τοῦ βεβαίου, ὥστε καὶ ταῖς ἐπιλελεγμέναις φύσεσιν ἐχυρότητος, ὡς ἀρίστου κτήματος, μεταδίδωσιν. αὐτίκα γέ τοι τὴν πλήρη χαρίτων διαθήκην ἑαυτοῦ — νόμος δ’ ἐστὶ καὶ λόγος τῶν ὄντων ὁ πρεσβύτατος — ὡς ἂν ἐπὶ βάσεως τῆς τοῦ δικαίου ψυχῆς ἄγαλμα θεοειδὲς ἱδρύσεσθαι παγίως φησίν, ἐπειδὰν λέγῃ τῷ Νῶε· „στήσω τὴν διαθήκην μου πρὸς σέ“ (Gen. 9, 11).

  80. 2.224.1

    παρεμφαίνει δὲ καὶ δύο ἕτερα, ἓν μὲν ὅτι τὸ δίκαιον ἀδιαφορεῖ διαθήκης θεοῦ, ἕτερον δὲ ὅτι οἱ μὲν ἄλλοι χαρίζονται τὰ διαφέροντα τῶν λαμβανόντων, ὁ δὲ θεὸς οὐ μόνον ταῦτα, ἀλλὰ αὐτοὺς ἐκείνους ἑαυτοῖς· ἐμὲ γὰρ ἐμοὶ δεδώρηται καὶ ἕκαστον τῶν ὄντων ἑαυτῷ· τὸ γὰρ „στήσω τὴν διαθήκην μου πρὸς σὲ“ ἴσον ἐστὶ τῷ „σοὶ δωρήσομαι.“

  81. 2.225.1

    σπουδάζουσι δὲ καὶ πάντες οἱ θεοφιλεῖς τὸν φιλοπραγμοσύνης χειμῶνα ἀποδιδράσκοντες, ἐν ᾧ σάλος καὶ κλύδων ἀεὶ κυκᾶται, τοῖς τῆς ἀρετῆς εὐδίοις καὶ ναυλοχωτάτοις ἐνορμίζεσθαι λιμέσιν.

  82. 2.226.1

    οὐχ ὁρᾷς, οἷα περὶ Ἀβραὰμ λέγεται τοῦ σοφοῦ, ὥς ἐστιν „ἑστὼς ἐνώπιον κυρίου“ (Gen. 18, 22) ; πότε γὰρ εἰκὸς δύνασθαι στῆναι διάνοιαν μηκέθ’ ὡς ἐπὶ τρυτάνης ταλαντεύουσαν ἢ ὅτε ἀντικρύς ἐστι θεοῦ, ὁρῶσά τε καὶ ὁρωμένη;

  83. 2.227.1

    διχόθεν γὰρ αὐτῇ τὸ ἀρρεπές, ἐκ μὲν τοῦ ὁρᾶν τὸν ἀσύγκριτον, ὅτι ὑπὸ τῶν ὁμοίων πραγμάτων οὐκ ἀνθέλκεται, ἐκ δὲ τοῦ ὁρᾶσθαι, ὅτι ἣν ἀξίαν ἔκρινεν εἰς ὄψιν ὁ ἡγεμὼν τὴν ἑαυτοῦ ἐλθεῖν, τῷ ἀρίστῳ μόνῳ προσεκλήρωσεν, αὑτῷ. καὶ Μωυσεῖ μέντοι θεοπρόπιον ἐχρήσθη τοιόνδε· „σὺ αὐτοῦ στῆθι μετ’ ἐμοῦ“ (Deut. 5, 31), δι’ οὗ τὰ λεχθέντα ἄμφω παρίσταται, τό τε μὴ κλίνεσθαι τὸν ἀστεῖον καὶ ἡ τοῦ ὄντος περὶ πάντα βεβαιότης.

  84. 2.228.1

    καὶ γὰρ τῷ ὄντι τὸ τῷ θεῷ συνεγγίζον οἰκειοῦται κατὰ τὸ ἄτρεπτον αὐτοστατοῦν, καὶ ἠρεμήσας ὁ νοῦς, ἡλίκον ἐστὶν ἀγαθὸν ἠρεμία, σαφῶς ἔγνω καὶ θαυμάσας αὐτῆς τὸ κάλλος ὑπέλαβεν, ὅτι ἢ θεῷ μόνῳ προσκεκλήρωται ἢ τῇ μεταξὺ φύσει θνητοῦ καὶ ἀθανάτου γένους.

  85. 2.229.1

    φησὶ γοῦν· „κἀγὼ εἱστήκειν ἀνὰ μέσον κυρίου καὶ ὑμῶν“ (Deut. 5, 5), οὐχὶ τοῦτο δηλῶν, ὅτι ἐπὶ τῶν ἑαυτοῦ ποδῶν ἠρήρειστο, ἀλλ’ ἐκεῖνο βουλόμενος ἐμφῆναι, ὅτι ἡ τοῦ σοφοῦ διάνοια χειμώνων μὲν καὶ πολέμων ἀπαλλαγεῖσα, νηνέμῳ δὲ γαλήνῃ καὶ βαθείᾳ εἰρήνῃ χρωμένη κρείττων μέν ἐστιν ἀνθρώπου, θεοῦ δὲ ἐλάττων.

  86. 2.230.1

    ὁ μὲν γὰρ ἀγελαῖος ἀνθρώπειος νοῦς σείεται καὶ κυκᾶται πρὸς τῶν ἐπιτυχόντων, ὁ δ’ ἅτε μακάριος καὶ εὐδαίμων ἀμέτοχος κακῶν· μεθόριος δὲ ὁ ἀστεῖος, ὡς κυρίως εἰπεῖν μήτε θεὸν αὐτὸν εἶναι μήτε ἄνθρωπον, ἀλλὰ τῶν ἄκρων ἐφαπτόμενον, ἀνθρωπότητι μὲν θνητοῦ γένους, ἀρετῇ

  87. 2.231.1

    δὲ ἀφθάρτου. τούτῳ παραπλήσιόν ἐστι καὶ τὸ χρησθὲν λόγιον ἐπὶ τοῦ μεγάλου ἱερέως· „ὅταν“ γάρ φησιν „εἰσίῃ εἰς τὰ ἅγια τῶν ἁγίων, ἄνθρωπος οὐκ ἔσται, ἕως ἂν ἐξέλθῃ“ (Lev. 16, 17) ; εἰ δὲ μὴ γίνεται τότε ἄνθρωπος, δῆλον ὅτι οὐδὲ θεός, ἀλλὰ λειτουργὸς θεοῦ, κατὰ μὲν τὸ θνητὸν γενέσει, κατὰ δὲ τὸ ἀθάνατον οἰκειούμενος τῷ ἀγενήτῳ.

  88. 2.232.1

    τὴν δὲ μέσην τάξιν εἴληχεν, ἕως ἂν ἐξέλθῃ πάλιν εἰς τὰ τοῦ σώματος καὶ τῆς σαρκὸς οἰκεῖα. καὶ πέφυκεν οὕτως ἔχειν· ὅταν μὲν ἐξ ἔρωτος θείου κατασχεθεὶς ὁ νοῦς, συντείνας ἑαυτὸν ἄχρι τῶν ἀδύτων, ὁρμῇ καὶ σπουδῇ πάσῃ χρώμενος προέρχηται, θεοφορούμενος ἐπιλέλησται μὲν τῶν ἄλλων, ἐπιλέλησται δὲ καὶ ἑαυτοῦ, μόνου δὲ μέμνηται καὶ ἐξήρτηται τοῦ δορυφορουμένου καὶ θεραπευομένου, ᾧ τὰς ἱερὰς καὶ ἀναφεῖς καθαγιάζων ἀρετὰς ἐκθυμιᾷ.

  89. 2.233.1

    ἐπειδὰν δὲ στῇ τὸ ἐνθουσιῶδες καὶ ὁ πολὺς ἵμερος χαλάσῃ, παλινδρομήσας ἀπὸ τῶν θείων ἄνθρωπος γίνεται, τοῖς ἀνθρωπίνοις ἐντυχών, ἅπερ ἐν τοῖς προπυλαίοις ἐφήδρευεν,

  90. 2.234.1

    ἵνα αὐτὸ μόνον ἐκκύψαντα ἔνδοθεν ἐξαρπάσῃ. τὸν μὲν οὖν τέλειον οὔτε θεὸν οὔτε ἄνθρωπον ἀναγράφει Μωυσῆς, ἀλλ’, ὡς ἔφην, μεθόριον τῆς ἀγενήτου καὶ φθαρτῆς φύσεως· τὸν δὲ προκόπτοντα πάλιν ἐν τῇ μεταξὺ χώρᾳ ζώντων καὶ τεθνηκότων τάττει, ζῶντας μὲν καλῶν τοὺς συμβιοῦντας φρονήσει, τεθνηκότας δὲ τοὺς ἀφροσύνῃ χαίροντας.

  91. 2.235.1

    λέγεται γὰρ ἐπὶ Ἀαρὼν ὅτι „ἔστη ἀνὰ μέσον τῶν τεθνηκότων καὶ τῶν ζώντων, καὶ ἐκόπασεν ἡ θραῦσις“ (Num. 16, 48). ὁ γὰρ προκόπτων οὔτε ἐν τοῖς τεθνηκόσι τὸν ἀρετῆς βίον ἐξετάζεται, πόθον καὶ ζῆλον ἔχων τοῦ καλοῦ, οὔτε ἐν τοῖς μετὰ τῆς ἄκρας καὶ τελείας ζῶσιν εὐδαιμονίας — ἔτι γὰρ πρὸς τὸ πέρας ἐνδεῖ —, ἀλλ’ ἑκατέρων ἐφάπτεται.

  92. 2.236.1

    διὸ καὶ κυρίως ἐπιλέγεται τὸ „ἐκόπασεν ἡ θραῦσις“, ἀλλ’ οὐκ ἐπαύσατο· παύεται μὲν γὰρ ἐπὶ τῶν τελείων τὰ περιθραύοντα καὶ κατακλῶντα καὶ καταγνύντα τὴν ψυχήν, μειοῦται δὲ ἐπὶ τῶν προκοπτόντων ὡς ἂν αὐτὸ μόνον ἀνακοπτόμενα καὶ στελλόμενα.

  93. 2.237.1

    Τῆς οὖν στάσεως καὶ ἱδρύσεως καὶ τῆς ἐν ταὐτῷ κατὰ τὸ ἀμετάβλητον καὶ ἄτρεπτον εἰς ἀεὶ μονῆς πρῶτον μὲν ὑπαρχούσης περὶ τὸ ὄν, ἔπειτα δὲ περὶ τὸν τοῦ ὄντος λόγον, ὃν διαθήκην ἐκάλεσε, τρίτον δὲ περὶ τὸν σοφὸν καὶ τέταρτον περὶ τὸν προκόπτοντα, τί παθὼν ὁ φαῦλος καὶ πάσαις ἀραῖς ἔνοχος νοῦς ᾠήθη μόνος ἵστασθαι δύνασθαι, φορούμενος ὥσπερ ἐν κατακλυσμῷ καὶ κατασυρόμενος ταῖς τῶν ἐπιρρεόντων διὰ τοῦ νεκροφορουμένου σώματος δίναις ἐπαλλήλοις;

  94. 2.238.1

    „ᾤμην“ γάρ φησιν „ἑστάναι ἐπὶ τὸ χεῖλος τοῦ ποταμοῦ“ (Gen. 41, 17). λόγον δὲ συμβολικῶς ποταμὸν εἶναί φαμεν, ἐπειδὴ ἑκάτερος ἔξω τε φέρεται καὶ ῥέων συντόνῳ χρῆται τῷ τάχει καὶ τοτὲ μὲν εὐφορεῖ πλημμύραις ὁ μὲν ὕδατος, ὁ δὲ ῥημάτων καὶ ὀνομάτων, τοτὲ δὲ ἀφορεῖ χαλώμενος καὶ συνίζων·

  95. 2.239.1

    καὶ ὠφελοῦσι μέντοι ὁ μὲν ἄρδων τὰς ἀρούρας, ὁ δὲ τὰς τῶν φιληκόων ψυχάς, καὶ ἔστιν ὅτε βλάπτουσι κυμήναντες, ὁ μὲν τὴν ὅμορον γῆν ἐπικλύσας, ὁ δὲ ἀνακυκήσας καὶ συγχέας τὸν τῶν οὐ προσεχόντων λογισμόν. οὗτος μὲν εἰκάζεται ποταμῷ.

  96. 2.240.1

    διττὴ δὲ λόγου φύσις, ἡ μὲν ἀμείνων, ἡ δὲ χείρων, ἀμείνων μὲν ἡ ὠφελοῦσα, χείρων δὲ κατὰ τὸ ἀναγκαῖον ἡ βλάπτουσα.

  97. 2.241.1

    παραδείγματα δὲ ἑκατέρας τοῖς δυναμένοις ὁρᾶν ἀνέθηκε Μωϋσῆς ἀριδηλότατα· „ποταμὸς“ γάρ φησι "πορεύεται ἐξ Ἐδὲμ ποτίζειν τὸν παράδεισον· ἐκεῖθεν ἀφορίζεται εἰς τέσσαρας ἀρχάς“ (Gen. 2, 10).

  98. 2.242.1

    καλεῖ δὲ τὴν μὲν τοῦ ὄντος σοφίαν Ἐδέμ, ἧς ἑρμηνεία τρυφή, διότι, οἶμαι, ἐντρύφημα καὶ θεοῦ σοφία καὶ σοφίας θεός, ἐπεὶ καὶ ἐν ὕμνοις ᾄδεται· „κατατρύφησον τοῦ κυρίου“ (Psalm. 36, 4). κάτεισι δὲ ὥσπερ ἀπὸ πηγῆς τῆς σοφίας ποταμοῦ τρόπον ὁ θεῖος λόγος, ἵνα ἄρδῃ καὶ ποτίζῃ τὰ ὀλύμπια καὶ οὐράνια φιλαρέτων ψυχῶν βλαστήματα καὶ φυτά, ὡσανεὶ παράδεισον.

  99. 2.243.1

    ὁ δὲ ἱερὸς οὗτος λόγος ἀφορίζεται εἰς τέσσαρας ἀρχάς, λέγω δὲ εἰς τὰς τέσσαρας ἀρετὰς σχίζεται, ὧν ἑκάστη βασιλίς ἐστι· τὸ γὰρ ἀφορίζεσθαι εἰς ἀρχὰς οὐ τοπικοῖς ὅροις, ἀλλὰ βασιλείᾳ ἔοικεν, ἵν’ ἐπιδείξας τὰς ἀρετὰς εὐθὺς ἀποφήνῃ καὶ τὸν χρώμενον αὐταῖς σοφὸν βασιλέα, κεχειροτονημένον οὐ πρὸς ἀνθρώπων, ἀλλ’ ὑπὸ τῆς ἀψευδοῦς καὶ ἀδεκάστου καὶ μόνης ἐλευθέρας φύσεως.

  100. 2.244.1

    λέγουσι γὰρ τῷ Ἀβραὰμ οἱ κατιδόντες αὐτοῦ τὸ ἀστεῖον· „βασιλεὺς παρὰ θεοῦ εἶ σὺ ἐν ἡμῖν“ (Gen. 23, 6), δόγμα τιθέμενοι τοῖς περὶ φιλοσοφίαν διατρίβουσιν, ὅτι μόνος ὁ σοφὸς ἄρχων καὶ βασιλεὺς καὶ ἡ ἀρετὴ ἀνυπεύθυνος ἀρχή τε καὶ βασιλεία.

← Previous · Next → — showing 401500 of 558

First Thousand Years of Greek. CTS URN tlg0018.tlg019.1st1K-grc1. Via the Perseus Digital Library / Open Greek and Latin TEI corpora. Licence: Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License. Source.