Ancient Textssearch the texts themselves, not just their titles

← All works

De somniis (lib. i‑ii)

First Thousand Years of Greek · First Thousand Years of Greek · 558 sections

  1. 2.245.1

    τοῦτον τὸν λόγον εἰκάσας ποταμῷ τις τῶν ἑταίρων Μωυσέως ἐν ὕμνοις εἶπεν· „ὁ ποταμὸς τοῦ θεοῦ ἐπληρώθη ὑδάτων“ (Psalm. 64, 10). καίτοι τινὰ τῶν ἐπὶ γῆς ῥεόντων ἄλογον κυριολογεῖσθαι· ἀλλ’, ὡς ἔοικε, πλήρη τοῦ σοφίας νάματος τὸν θεῖον λόγον διασυνίστησι, μηδὲν ἔρημον καὶ κενὸν ἑαυτοῦ μέρος ἔχοντα, μᾶλλον δέ, ὡς εἶπέ τις, ὅλον δι’ ὅλων ἀναχεόμενον καὶ αἰρόμενον εἰς ὕψος διὰ τὴν συνεχῆ καὶ ἐπάλληλον τῆς ἀεννάου πηγῆς ἐκείνης φοράν.

  2. 2.246.1

    ἔστι δὲ καὶ ἕτερον ᾆσμα τοιοῦτον· „τὸ ὅρμημα τοῦ ποταμοῦ εὐφραίνει τὴν πόλιν τοῦ θεοῦ“ (Psalm. 45, 5). ποίαν πόλιν; ἡ γὰρ νῦν οὖσα ἱερὰ πόλις, ἐν ᾗ καὶ ἅγιος νεώς ἐστι, μακρὰν ὥσπερ θαλάττης καὶ ποταμῶν συνῴκισται· ὡς δῆλον εἶναι, ὅτι τοῦ προφανοῦς ἕτερόν τι βούλεται δι’ ὑπονοιῶν παραστῆσαι.

  3. 2.247.1

    τῷ γὰρ ὄντι τοῦ θείου λόγου ῥύμη * * * καὶ συνεχῶς μεθ’ ὁρμῆς ἐν τάξει φερομένη πάντα διὰ πάντων ἀναχεῖ τε καὶ εὐφραίνει.

  4. 2.248.1

    πόλιν γὰρ θεοῦ καθ’ ἕνα μὲν τρόπον τὸν κόσμον καλεῖ, ὃς ὅλον τὸν κρατῆρα τοῦ θείου πόματος δεξάμενος ἠκρατίσατο καὶ γανωθεὶς ἀναφαιρέτου καὶ ἀσβέστου τῆς εἰς ἅπαντα τὸν [ἐπὶ τὸν] αἰῶνα εὐφροσύνης ἐπέλαχε, καθ’ ἕτερον δὲ τὴν ψυχὴν τοῦ σοφοῦ, ᾗ λέγεται καὶ ἐμπεριπατεῖν ὁ θεὸς ὡς ἐν πόλει· „περιπατήσω” γάρ φησιν „ἐν ὑμῖν, καὶ ἔσομαι [ἐν] ὑμῶν θεός“ (Lev. 26, 12).

  5. 2.249.1

    καὶ ψυχῇ δ’ εὐδαίμονι τὸ ἱερώτατον ἔκπωμα προτεινούσῃ τὸν ἑαυτῆς λογισμὸν τίς ἐπιχεῖ τοὺς ἱεροὺς κυάθους τῆς πρὸς ἀλήθειαν εὐφροσύνης, ὅτι μὴ ὁ οἰνοχόος τοῦ θεοῦ καὶ συμποσίαρχος λόγος, οὐ διαφέρων τοῦ πόματος, ἀλλ’ αὐτὸς ἄκρατος ὤν, τὸ γάνωμα, τὸ ἥδυσμα, ἡ ἀνάχυσις, ἡ εὐθυμία, τὸ χαρᾶς, τὸ εὐφροσύνης ἀμβρόσιον, ἵνα καὶ αὐτοὶ ποιητικοῖς ὀνόμασι χρησώμεθα, φάρμακον;

  6. 2.250.1

    ἡ δὲ θεοῦ πόλις ὑπὸ Ἑβραίων Ἱερουσαλὴμ καλεῖται, ἧς μεταληφθὲν τοὔνομα ὅρασίς ἐστιν εἰρήνης. ὥστε μὴ ζήτει τὴν τοῦ ὄντος πόλιν ἐν κλίμασι γῆς — οὐ γὰρ ἐκ ξύλων ἢ λίθων δεδημιούργηται —, ἀλλ’ ἐν ψυχῇ ἀπολέμῳ καὶ ὀξυδορκούσῃ τέλος προτεθειμένῃ τὸν [δὲ] θεωρητικὸν καὶ εἰρηναῖον βίον.

  7. 2.251.1

    ἐπεὶ καὶ τίνα σεμνότερον καὶ ἁγιώτερον εὕροι τις ἂν οἶκον ἐν τοῖς οὖσι θεῷ ἢ φιλοθεάμονα διάνοιαν, πάνθ’ ὁρᾶν ἐπειγομένην καὶ μηδὲ ὄναρ στάσεως ἢ ταραχῆς ἐφιεμένην;

  8. 2.252.1

    ὑπηχεῖ δέ μοι πάλιν τὸ εἰωθὸς ἀφανῶς ἐνομιλεῖν πνεῦμα ἀόρατον καί φησιν· ὦ οὗτος, ἔοικας ἀνεπιστήμων εἶναι καὶ μεγάλου καὶ περιμαχήτου πράγματος, ὅπερ ἀφθόνως — πολλὰ γὰρ καὶ ἄλλα εὐκαίρως ὑφηγησάμην — ἀναδιδάξω.

  9. 2.253.1

    ἴσθι δή, ὦ γενναῖε, ὅτι θεὸς μόνος ἡ ἀψευδεστάτη καὶ πρὸς ἀλήθειάν ἐστιν εἰρήνη, ἡ δὲ γενητὴ καὶ φθαρτὴ οὐσία πᾶσα συνεχὴς πόλεμος. καὶ γὰρ ὁ μὲν θεὸς ἑκούσιον, ἀνάγκη δὲ ἡ οὐσία· ὃς ἂν οὖν ἰσχύσῃ πόλεμον μὲν καὶ ἀνάγκην καὶ γένεσιν καὶ φθορὰν καταλιπεῖν, αὐτομολῆσαι δὲ πρὸς τὸ ἀγένητον, πρὸς τὸ ἄφθαρτον, πρὸς τὸ ἑκούσιον, πρὸς εἰρήνην, λέγοιτ’ ἂν ἐνδίκως ἐνδιαίτημα καὶ πόλις εἶναι θεοῦ.

  10. 2.254.1

    μηδὲν οὖν διαφερέτω σοι ἢ ὅρασιν εἰρήνης ἢ ὅρασιν θεοῦ τὸ αὐτὸ ὑποκείμενον ὀνομάζειν, ὅτι δὲ τῶν πολυωνύμων τοῦ ὄντος δυνάμεων οὐ θιασώτης μόνον, ἀλλὰ καὶ ἔξαρχός ἐστιν εἰρήνης.

  11. 2.255.1

    καὶ Ἀβραὰμ μέντοι τῷ σοφῷ δώσειν φησὶ κλῆρον γῆς „ἀπὸ τοῦ ποταμοῦ Αἰγύπτου ἕως τοῦ ποταμοῦ τοῦ μεγάλου Εὐφράτου" (Gen. 15, 18), οὐ χώρας ἀποτομὴν μᾶλλον ἢ τὴν περὶ αὐτοὺς ἡμᾶς ἀμείνω μοῖραν. Αἰγύπτου μὲν γὰρ ἀπεικάζεται ποταμῷ τὸ ἡμέτερον σῶμα καὶ τὰ ἐν αὐτῷ καὶ δι’ αὐτοῦ ἐγγινόμενα πάθη, τῷ δὲ Εὐφράτῃ ψυχὴ καὶ τὰ φίλα ταύτῃ.

  12. 2.256.1

    δόγμα δὴ τίθεται βιωφελέστατον καὶ συνεκτικώτατον, ὅτι ὁ σπουδαῖος κλῆρον ἔλαχε ψυχὴν καὶ τὰς ψυχῆς ἀρετάς, ὥσπερ ὁ φαῦλος ἔμπαλιν σῶμα καὶ τὰς σώματος καὶ διὰ σώματος κακίας.

  13. 2.257.1

    τὸ δὲ ἀπὸ δύο δηλοῖ, ἓν μὲν τὸ σὺν ἐκείνῳ ἀφ’ οὗ λέγεται, ἕτερον δὲ τὸ χωρὶς αὐτοῦ. ὅταν μὲν γὰρ λέγωμεν ἀπὸ πρωΐας ἄχρις ἑσπέρας ὥρας εἶναι δώδεκα καὶ ἀπὸ νεομηνίας ἄχρι τριακάδος ἡμέρας τριάκοντα, συγκατατάττομεν τήν τε πρώτην ὥραν καὶ τὴν νεομηνίαν· ὅταν δέ τις ἀπὸ τῆς πόλεως φῇ τὸν ἀγρὸν ἀπέχειν σταδίους τρεῖς ἢ τέτταρας, δίχα τῆς πόλεως δήπου φησίν.

  14. 2.258.1

    ὥστε καὶ νῦν τὸ „ἀπὸ τοῦ ποταμοῦ Αἰγύπτου“ νομιστέον τὸ χωρὶς ἐκείνου παραλαμβάνεσθαι· βούλεται γὰρ διοικίσας ἡμᾶς τῶν σωματικῶν, ἅπερ ἐν ῥύσει καὶ φθορᾷ φθειρομένῃ καὶ φθειρούσῃ θεωρεῖται, κλῆρον ψυχῆς λαβεῖν μετὰ τῶν ἀφθάρτων καὶ ἀφθαρσίας ἀξίων ἀρετῶν.

  15. 2.259.1

    οὕτω μέντοι τὸ εἰκάσθαι ποταμῷ λόγον ἐπαινετὸν ἰχνηλατοῦντες εὑρήκαμεν. ὁ δὲ ψεκτὸς αὐτὸς ἄρα ἦν ὁ Αἰγύπτιος ποταμός, ἀνάγωγός τις καὶ ἀμαθής, ὡς ἔπος εἰπεῖν, ἄψυχος λόγος· οὗ χάριν καὶ εἰς αἷμα μεταβάλλει (Exod. 7, 20), τρέφειν οὐ δυνάμενος — ὁ γὰρ ἀπαιδευσίας λόγος οὐ πότιμος — καὶ εὐτοκεῖ μέντοι βατράχοις (Exod. 8,6) ἀναίμοις καὶ ἀψύχοις, καινὸν καὶ τραχὺν ἦχον, ἄλγημα ἀκοῆς, ἀπηχοῦσι.

  16. 2.260.1

    λέγεται δέ, ὅτι καὶ οἱ ἐν αὐτῷ πάντες ἰχθύες ἐφθάρησαν (Exod. 7, 21), οἳ συμβολικῶς εἰσι τὰ νοήματα· ταῦτα γὰρ ἐννήχεται καὶ ἐγγίνεται ὡς ἐν ποταμῷ τῷ λόγῳ, ζῴοις ἐοικότα καὶ ψυχοῦντα αὐτόν· ἐν δὲ ἀπαιδεύτῳ λόγῳ τέθνηκε τὰ ἐνθυμήματα· συνετὸν γὰρ οὐδὲν ἔστιν εὑρεῖν, ἀλλὰ κολῳῶν τινας ἀκόσμους καὶ ἀμετροεπεῖς, ὡς εἶπέ τις, φωνάς.

  17. 2.261.1

    Περὶ μὲν δὴ τούτων ἅλις. ἐπεὶ δὲ οὐ μόνον στάσιν καὶ ποταμόν, ἀλλὰ καὶ χείλη ποταμοῦ φαντασιωθῆναι ὁμολογεῖ φάσκων· „ᾤμην ἑστάναι παρὰ τὸ χεῖλος τοῦ ποταμοῦ“ (Gen. 41, 17), ἀναγκαῖον ἂν εἴη καὶ περὶ χείλους τὰ καίρια ὑπομνῆσαι.

  18. 2.262.1

    φαίνεται τοίνυν ἕνεκα δυεῖν τῶν ἀναγκαιοτάτων ἡ φύσις χείλη ζῴοις καὶ μάλιστα ἀνθρώποις ἁρμόσασθαι· ἑνὸς μὲν ἡσυχίας — ἔρυμα γὰρ ταῦτα καὶ φραγμὸς ὀχυρώτατος φωνῆς —, ἑτέρου δὲ ἑρμηνείας· διὰ γὰρ τούτων τὸ τῶν λόγων νᾶμα φέρεται· συναχθέντων μὲν γὰρ ἐπέχεται, φέρεσθαι δ’ ἀμήχανον μὴ διαστάντων.

  19. 2.263.1

    ἐκ δὲ τούτου γυμνάζει καὶ συγκροτεῖ πρὸς ἄμφω, τὸ λέγειν καὶ ἡσυχάζειν, ἑκατέρου τὸν ἁρμόττοντα καιρὸν παραφυλάττοντας. οἷον ἀκοῆς ἄξιόν τι λέγεται; πρόσεχε μηδὲν ἐναντιούμενος ἐν ἡσυχίᾳ κατὰ τὸ Μωυσέως παράγγελμα, τὸ „σιώπα καὶ ἄκουε“ (Deut. 27, 9).

  20. 2.264.1

    τῶν γὰρ εἰς τὰς ἐριστικὰς γνωσιμαχίας ἀφικνουμένων οὐδ’ ἂν εἷς κυρίως οὔτε λέγειν οὔτ’ ἀκούειν νομισθείη, τῷ δὲ μέλλοντι πρὸς ἀλήθειαν * * * ὠφέλιμον.

  21. 2.265.1

    πάλιν ὅταν ἴδῃς ἐν τοῖς τοῦ βίου πολέμοις καὶ κακοῖς τὴν ἵλεω τοῦ θεοῦ χεῖρα καὶ δύναμιν ὑπερέχουσαν καὶ προασπίζουσαν, ἠρέμησον· οὐ γὰρ δεῖται συμμαχίας ὁ βοηθὸς οὗτος. ἔστι δὲ καὶ τούτου δεῖγμα τὸ ἐν ταῖς ἱεραῖς ἀναγραφαῖς κατακείμενον, τὸ „κύριος πολεμήσει ὑπὲρ ὑμῶν, καὶ ὑμεῖς σιγήσεσθε“ (Exod. 14, 14).

  22. 2.266.1

    ἐάν γε μὴν ἴδῃς τὰ γνήσια ἔγγονα καὶ πρωτότοκα Αἰγύπτου φθειρόμενα (Exod. 11, 5), τὸ ἐπιθυμεῖν, τὸ ἥδεσθαι, τὸ λυπεῖσθαι, τὸ φοβεῖσθαι, τὸ ἀδικεῖν, τὸ ἀφραίνειν, τὸ ἀκολασταίνειν καὶ ὅσα τούτων ἀδελφὰ καὶ συγγενῆ, καταπλαγεὶς ἡσύχαζε, τὸ φοβερὸν τοῦ θεοῦ κράτος ὑποπτήξας.

  23. 2.267.1

    „οὐ γὰρ γρύξει“ φησί „κύων τῇ γλώσσῃ, οὐδ’ ἀπ’ ἀνθρώπου ἕως κτήνους“ (ibid. 7), ἴσον τῷ οὔτε τὴν κυνώδη γλῶσσαν ὑλακτοῦσάν τε καὶ κράζουσαν οὔτε τὸν ἐν ἡμῖν ἄνθρωπον, ἡγεμόνα νοῦν, οὔτε τὸ κτηνῶδες θρέμμα, τὴν αἴσθησιν, προσήκει γαυριᾶν, ὅταν ἀναιρεθέντος τοῦ παρ’ ἡμᾶς ὅλον ἔξωθεν τὸ συμμαχικὸν αὐτοκέλευστον ὑπερασπιοῦν ἥκῃ.

  24. 2.268.1

    πολλοὶ δὲ συμβαίνουσι καιροὶ μὴ ἐφαρμόζοντες ἡσυχίᾳ, τὰς δὲ καταλογάδην ῥήσεις ἐπιζητοῦντες· ὧν πάλιν ἰδεῖν ἔστιν ἀνακείμενα ὑπομνήματα. πῶς; ἀγαθοῦ τις γέγονεν ἀπροσδόκητος μετουσία; καλὸν οὖν εὐχαριστῆσαι καὶ τὸν ἐπιπέμψαντα ὑμνῆσαι. τί οὖν τὸ ἀγαθόν;

  25. 2.269.1

    τέθνηκε τὸ ἐπιτιθέμενον ἡμῖν πάθος καὶ πρηνὲς ἄταφον ἔρριπται; μὴ μέλλωμεν οὖν, ἀλλὰ χορὸν στησάμενοι τὴν ἱεροπρεπεστάτην ᾄδωμεν ᾠδήν, παρακελευόμενοι λέγειν πᾶσιν· „ᾄσωμεν τῷ κυρίῳ, ἐνδόξως γὰρ δεδόξασται· ἵππον καὶ ἀναβάτην ἔρριψεν εἰς θάλασσαν“ (Exod. 15, 1).

  26. 2.270.1

    ἀλλὰ γὰρ ἡ μὲν τοῦ πάθους φθορὰ καὶ μετανάστασις ἀγαθόν, ἀλλ’ οὐ τέλειον ἀγαθόν· ἡ δὲ σοφίας εὕρεσις ὑπερβάλλον καλόν· ἧς εὑρεθείσης ἅπας ὁ λεὼς οὐ καθ’ ἓν μέρος μουσικῆς, ἀλλὰ κατὰ πάσας αὐτῆς τὰς ἁρμονίας καὶ μελῳδίας ᾄσεται.

  27. 2.271.1

    „τότε“ γάρ φησιν „ᾖσεν Ἰσραὴλ τὸ ᾆσμα τοῦτο ἐπὶ τοῦ φρέατος“ (Num. 21, 17), λέγω δὲ ἐπὶ τῆς πάλαι μὲν κεκρυμμένης, ἀναζητηθείσης δὲ αὖθις καὶ ἐπὶ πᾶσιν ἀνευρημένης βαθείας τὴν φύσιν ἐπιστήμης, ᾗ νόμος τὰς τῶν φιλοθεαμόνων ἄρδειν λογικὰς ἐν ψυχαῖς ἀρούρας.

  28. 2.272.1

    τί δέ; ὅταν συγκομίσωμεν τὸν γνήσιον διανοίας καρπόν, οὐ παραγγέλλει ἡμῖν ὁ ἱερὸς λόγος ὥσπερ ἐν καρτάλῳ (Deut. 26, 2. 4) τῷ λογισμῷ τὰς ἀπαρχὰς τῆς εὐφορίας ὧν ἤνθησεν, ὧν ἐβλάστησεν, ὧν ἐκαρποφόρησεν ἡ ψυχὴ καλῶν, ἐπιδεικνυμένους ἄντικρυς οὕτω ῥητορεύειν, τὰ εἰς τὸν τελεσφόρον θεὸν ἐγκώμια λέγοντας· „ἐξεκάθηρα τὰ ἅγια ἀπὸ τῆς οἰκίας μου“ (ibid. 13) καὶ ἐταμιευσάμην ἐν τῷ τοῦ θεοῦ οἴκῳ, ταμίας καὶ φύλακας αὐτῶν ἐπιστήσας τοὺς ἀριστίνδην ἐπιλελεγμένους πρὸς τὴν ἱερὰν νεωκορίαν.

  29. 2.273.1

    οὗτοι δέ εἰσι Λευῖται καὶ προσήλυτοι καὶ ὀρφανοὶ καὶ χῆραι (ibid.)· οἱ μὲν ἱκέται, οἱ δὲ μετανάσται καὶ πρόσφυγες, οἱ δὲ ἀπωρφανισμένοι καὶ κεχηρευκότες γενέσεως, θεὸν δὲ τὸν τῆς ψυχῆς θεραπευτρίδος ἄνδρα καὶ πατέρα γνήσιον ἐπιγεγραμμένοι.

  30. 2.274.1

    τοῦτον μὲν δὴ τὸν τρόπον καὶ λέγειν καὶ ἡσυχάζειν ἐμπρεπέστατον. τὸ δὲ ἐναντίον μεμελετήκασιν οἱ φαῦλοι· καὶ γὰρ ἡσυχίας ἐπιλήπτου καὶ ἑρμηνείας ὑπαιτίου ζηλωταὶ γεγόνασιν, ἑκάτερον ἐπ’ ὀλέθρῳ ἑαυτῶν τε καὶ ἑτέρων συγκροτοῦντες.

  31. 2.275.1

    τὸ δὲ πλέον ἐστὶν αὐτοῖς τῆς ἀσκήσεως ἐν τῷ λέγειν ἃ μὴ δεῖ· τὸ γὰρ στόμα διανοίξαντες καὶ ἐάσαντες ἀχαλίνωτον, καθάπερ ῥεῦμα ἀκατάσχετον, φέρεσθαι τὸν ἀκριτόμυθον, ᾗ φασιν οἱ ποιηταί, λόγον ἱᾶσι, μυρία τῶν ἀλυσιτελῶν προσεπισύροντα.

  32. 2.276.1

    τοιγαροῦν οἱ μὲν ἐπὶ συνηγορίαν ἡδονῆς καὶ ἐπιθυμίας καὶ πάσης πλεοναζούσης ὁρμῆς ἐτράποντο, ἄλογον πάθος ἐπιτειχίζοντες ἡγεμόνι λογισμῷ, ἔτι δὲ καὶ ταῖς ἐριστικαῖς φιλονεικίαις ἐπαποδυσάμενοι αποδυσάμενοι συνεπλάκησαν, ἐλπίσαντες τὸ ὁρατικὸν πηρῶσαι γένος καὶ κατὰ κρημνῶν καὶ βαράθρων, ἐξ ὧν οὐδ’ ἂν ἔτι γένοιτο διαναστῆναι, δυνήσεσθαι ῥῖψαι.

  33. 2.277.1

    ἔνιοι δὲ οὐ μόνον ἀντιπάλους ἑαυτοὺς τῆς ἀνθρωπίνης ἀπέφηναν ἀρετῆς, ἀλλὰ καὶ τῆς θείας· ἐπὶ τοσοῦτον ἀπονοίας ἤλασαν. τοῦ μὲν οὖν φιλοπαθοῦς ἔξαρχος ἀναγράφεται θιάσου τῆς Αἰγυπτίας χώρας ὁ βασιλεύς, Φαραώ· λέγεται γὰρ τῷ προφήτῃ· „ἰδοὺ αὐτὸς ἐκπορεύεται ἐπὶ τὸ ὕδωρ, καὶ στήσῃ συναντῶν αὐτῷ παρὰ τὸ χεῖλος τοῦ ποταμοῦ“ (Exod. 7, 15).

  34. 2.278.1

    τοῦ μὲν γὰρ ἴδιον ἐπὶ τὴν φορὰν καὶ ἀνάχυσιν ἀεὶ τοῦ ἀλόγου πάθους ἐξιέναι· τοῦ δὲ σοφοῦ πολλῷ ῥέοντι τοῖς ὑπὲρ ἡδονῆς καὶ ἐπιθυμίας λόγοις ὑπαντιάσαι οὐ τοῖς ποσίν, ἀλλὰ τῇ γνώμῃ, βεβαίως καὶ ἀκλινῶς, ἐπὶ τοῦ ποταμίου χείλους, τοῦτο δέ ἐστιν ἐπὶ τοῦ στόματος καὶ τῆς γλώττης, ἅπερ ἦν ὄργανα λόγου· παγίως γὰρ ἐπιβὰς αὐτοῖς δυνήσεται τὰς συνηγορούσας τῷ πάθει πιθανότητας ἀνατρέψαι καὶ καταβαλεῖν.

  35. 2.279.1

    ὁ δὲ τοῦ ὁρατικοῦ γένους ἐχθρὸς ὁ τοῦ Φαραὼ λαός ἐστιν, ὃς ἐπιτιθέμενος καὶ διώκων καὶ δουλούμενος ἀρετὴν οὐκ ἐπαύσατο, ἕως κακὰς ὧν διέθηκε τὰς ἀμοιβὰς εὕρατο, πελάγει τῶν ἀδικημάτων καὶ τρικυμίαις, ἃς τὸ λυττῶν πάθος ἀνήγειρε, καταποντωθείς, ὡς ὑπερβάλλουσαν θέαν καὶ νίκην ἀνανταγώνιστον καὶ χαρὰν ἐλπίδος μείζονα τὸν καιρὸν ἐνεγκεῖν ἐκεῖνον.

  36. 2.280.1

    διὸ λέγεται· „εἶδεν Ἰσραὴλ τοὺς Αἰγυπτίους τεθνηκότας παρὰ τὸ χεῖλος τῆς θαλάσσης“ (Exod. 14, 30). μεγάλη γε ἡ ὑπέρμαχος χείρ, ἀναγκάζουσα παρὰ στόματι καὶ χείλεσι καὶ λόγῳ πίπτειν τοὺς τὰ ὄργανα ταῦτα κατὰ τῆς ἀληθείας ἀκονησαμένους, ἵνα μὴ ὀθνείοις ἀλλὰ ἰδίοις ὅπλοις οἱ καθ’ ἑτέρων ἀναλαβόντες αὐτὰ θνῄσκωσι.

  37. 2.281.1

    τρία δ’ εὐαγγελίζεται τῇ ψυχῇ τὰ κάλλιστα, ἓν μὲν ἀπώλειαν Αἰγυπτιακῶν παθῶν, ἕτερον δὲ τὸ μὴ παρ’ ἑτέρῳ χωρίῳ, ἀλλὰ τῆς ἁλμυρᾶς καὶ πικρᾶς πηγῆς, ὡς ἂν θαλάττης, χείλεσι, δι’ ὧν ὁ πολέμιος ἀρετῆς σοφιστὴς λόγος ἐξεκέχυτο, τελευταῖον δὲ τὴν θέαν τοῦ πτώματος.

  38. 2.282.1

    μηδὲν γὰρ ἀόρατον εἴη καλόν, ἀλλὰ πρὸς * * * καὶ λαμπρὸν ἥλιον ἄγοιτο· καὶ γὰρ τοὐναντίον εἰς βαθὺ σκότος καὶ * * * ἄξιον τὸ κακόν. καὶ τοῦτο μὲν μηδ’ ἐκ τύχης ἰδεῖν ποτε γένοιτο, τὸ δὲ ἀγαθὸν μείζοσιν ὀφθαλμοῖς ἀεὶ περιαθροῖτο. τί δὲ οὕτως ἀγαθόν, ὡς ζῆσαι τὰ καλὰ καὶ ἀποθανεῖν τὰ φαῦλα;

  39. 2.283.1

    τρεῖς τοίνυν ἦσαν οἱ τὴν τῶν λόγων δεινότητα μέχρις οὐρανοῦ τείναντες. οὗτοι μελέτην κατὰ τῆς φύσεως, μᾶλλον δὲ κατὰ τῆς ἑαυτῶν ψυχῆς ἐμελέτησαν φάσκοντες, μόνον εἶναι τὸ αἰσθητὸν καὶ ὁρώμενον τοῦτο, οὔτε γενόμενόν ποτε οὔτ’ αὖθις φθαρησόμενον, ἀγένητον δὲ καὶ ἄφθαρτον, ἀνεπιτρόπευτον, ἀκυβέρνητον, ἀπροστασίαστον.

  40. 2.284.1

    εἶτ’ ἐπ’ ἄλλοις ἄλλα συνθέντες ἐπιχειρήματα, δόγμα ἀδόκιμον οἰκοδομοῦντες εἰς ὕψος οἷα πύργον ἐξῆραν. λέγεται γὰρ ὅτι „ἦν πᾶσα ἡ γῆ χεῖλος ἕν“ (Gen. 11,1), συμφωνία τῶν τῆς ψυχῆς μερῶν πάντων ἀσύμφωνος ἐπὶ τῷ κινῆσαι τὸ συνεκτικώτατον ἐν τοῖς οὖσιν, ἀρχήν.

  41. 2.285.1

    τοιγαροῦν ἐλπίσαντας αὐτοὺς εἰς οὐρανὸν ταῖς ἐπινοίαις ἀναδραμεῖσθαι ἐπὶ καθαιρέσει τῆς αἰωνίου βασιλείας ἡ μεγάλη καὶ ἀκαθαίρετος καταβάλλει χείρ, καὶ τὸ οἰκοδομηθὲν δόγμα συνανατρέψασα.

  42. 2.286.1

    κέκληται δὲ ὁ τόπος „σύγχυσις“, οἰκεῖον ὄνομα τῷ καινουργηθέντι τολμήματι. τί γὰρ ἀναρχίας συγχυτικώτερον; οὐκ οἰκίαι μὲν ἀνηγεμόνευτοι προσκρουσμάτων γέμουσι καὶ ταραχῆς; ἀβασίλευτοι δ’ ἐαθεῖσαι πόλεις ὑπὸ ὀχλοκρατίας, ἐναντίου καὶ μεγίστου, φθείρονται;

  43. 2.287.1

    καὶ χῶραι δὲ καὶ ἔθνη καὶ κλίματα γῆς, ὧν ἀρχαὶ κατελύθησαν, οὐ παλαιὰς καὶ μεγάλας εὐδαιμονίας ἀπέβαλον; καὶ τί δεῖ τὰ ἀνθρώπινα λέγεσθαι;

  44. 2.288.1

    οὐδὲ γὰρ αἱ ἄλλαι τῶν ζῴων ἀγέλαι, πτηνῶν, χερσαίων, ἐνύδρων, ἄνευ τινὸς ἀγελάρχου συνεστᾶσιν, ἀλλὰ ποθοῦσι καὶ περιέπουσιν αἰεὶ τὸν οἰκεῖον ἡγεμόνα, ὡς μόνον ἀγαθῶν αἴτιον, οὗ κατὰ τὴν ἀπουσίαν σκεδάννυνται καὶ διαφθείρονται.

  45. 2.289.1

    εἶτ’ οἰόμεθα τοῖς μὲν περιγείοις, ἃ βραχυτάτη μοῖρα τοῦ παντός ἐστιν, ἀρχὴν μὲν ἀγαθῶν, ἀναρχίαν δὲ κακῶν εἶναι αἰτίαν, τὸν δὲ κόσμον οὐ διὰ τὴν τοῦ βασιλεύοντος θεοῦ προήγησιν εὐδαιμονίας τῆς ἄκρας πεπληρῶσθαι;

  46. 2.290.1

    δίκην οὖν ἁρμόττουσαν οἷς ἐτίθεντο διδόασι· φύραντες γὰρ τὸ ἱερὸν περὶ * * * ἀναρχίας φυρόμενοι ἐπεῖδον, συγχυθέντες οὐ συγχέαντες. ἕως δὲ οὔπω τιμωρίαν δεδώκασιν, ὑπὸ φρενοβλαβείας φυσώμενοι τὴν μὲν τῶν ὅλων ἀρχὴν ἀνοσίοις λόγοις καθαιροῦσιν, αὑτοὺς δὲ ἄρχοντας καὶ βασιλέας ἀναγράφουσι, τὸ ἀκαθαίρετον τοῦ θεοῦ κράτος γενέσει τῇ ἀδιαστάτως ἀπολλυμένῃ καὶ

  47. 2.291.1

    φθειρομένῃ περιάπτοντες. ἐπιτραγῳδοῦντες γοῦν καὶ ἐπικομπάζοντες εἰώθασιν οἱ καταγέλαστοι λέγειν ταῦτα· ἡμεῖς οἱ ἡγεμόνες, ἡμεῖς οἱ δυναστεύοντες· ἐφ’ ἡμῖν ὁρμεῖ τὰ πάντα· ἀγαθῶν καὶ τῶν ἐναντίων τίνες αἴτιοι ὅτι μὴ ἡμεῖς; τὸ εὖ καὶ κακῶς ἐργάσασθαι τίσιν ὅτι μὴ ἡμῖν ἀψευδέστατα ἀνάκειται; φλυαροῦσι δὲ ἄλλως οἱ δυνάμεως ἀοράτου τὰ πάντα φάσκοντες ἐξῆφθαι, ἣν πρυτανεύειν τῶν κατὰ τὸν κόσμον ἀνθρωπείων τε καὶ θείων νομίζουσι.

  48. 2.292.1

    τοιαῦτα καταλαζονευσάμενοι, ἐὰν μὲν ὥσπερ ἐκ μέθης νήψαντες ἐν ἑαυτοῖς γένωνται καὶ τῆς παροινίας, ἣν παρῴνησαν, εἰς αἴσθησιν ἐλθόντες αἰδεσθῶσι καὶ κακίσωσιν ἑαυτοὺς ἐφ’ οἷς ὑπ’ ἀγνώμονος γνώμης ἐξαμαρτάνειν προήχθησαν, ἀκολακεύτῳ καὶ ἀδεκάστῳ χρησάμενοι συμβούλῳ μετανοίᾳ, τὴν ἵλεω τοῦ ὄντος δύναμιν ἐξευμενισάμενοι παλινῳδίαις ἀντὶ βεβήλων ἱεραῖς, ἀμνηστίαν εὑρήσονται παντελῆ.

  49. 2.293.1

    ἐὰν δὲ ἀφηνιασταὶ καὶ σκληραύχενες μέχρι τοῦ παντὸς γενόμενοι σκιρτῶσιν, ὡς αὐτόνομοι καὶ ἐλεύθεροι καὶ ἑτέρων ἡγεμόνες ὄντες, ἀπαραιτήτῳ ἀνάγκῃ καὶ ἀμειλίκτῳ τὴν ἑαυτῶν ἐν ἅπασι μικροῖς τε καὶ μεγάλοις οὐδένειαν αἰσθήσονται.

  50. 2.294.1

    ὁ γὰρ ἐπιβεβηκὼς ἡνίοχος ὡς ἅρματι πτηνῷ τῷδε τῷ κόσμῳ χαλινὸν ἐμβαλὼν καὶ τὸ κεχαλασμένον τῶν ἡνιῶν ὀπίσω βίᾳ τείνας καὶ τοὺς κημοὺς ἐπισφίγξας, μάστιξι καὶ κέντροις ἀναμνήσει τῆς δεσποτικῆς ἐξουσίας, ἧς ἐπελάθοντο διὰ τὸ χρηστὸν καὶ ἥμερον τοῦ κρατοῦντος ὥσπερ οἱ κακοὶ δοῦλοι.

  51. 2.295.1

    τὸ γὰρ τῶν δεσποτῶν ἐπιεικὲς εἰς ἀναρχίαν ἐκτρέποντες ἐπιμορφάζουσι τὸ ἀδέσποτον, μέχρις ἂν τὴν ῥοώδη τε καὶ πολλὴν αὐτῶν νόσον, ἀντὶ φαρμάκων τὰς τιμωρίας προσφέρων, ὁ κεκτημένος ἐπισχῇ.

  52. 2.296.1

    διὸ λέγεται· „ψυχὴ ἄνομος ἡ διαστέλλουσα τοῖς χείλεσι κακοποιῆσαι ἢ καλῶς ποιῆσαι· εἶθ’ ὕστερον ἐξαγορεύσει τὴν ἁμαρτίαν ἑαυτῆς“ (Lev. 5, 4). τί φῄς, ὦ γέμουσα ἀλαζονείας; οἶδας γάρ, τί ἐστι τὸ πρὸς ἀλήθειαν ἀγαθὸν ἢ καλὸν ἢ δίκαιον ἢ ὅσιον ἢ τίνα τίσιν ἐφαρμόττει;

  53. 2.297.1

    ἡ τούτων ἐπιστήμη τε καὶ δύναμις ἀνάκειται μόνῳ θεῷ, καὶ εἴ τις αὐτῷ φίλος. μάρτυς δὲ καὶ χρησμός, ἐν ᾧ λέγεται· „ἐγὼ ἀποκτενῶ καὶ ζῆν ποιήσω· πατάξω κἀγὼ ἰάσομαι“ (Deut. 32, 39).

  54. 2.298.1

    ἀλλὰ γὰρ οὐδὲ ἐπιπόλαιον ἔσχεν ἡ δοκησίσοφος ψυχὴ τὴν τῶν ὑπὲρ ἑαυτὴν ὀνείρωξιν, ἀλλ’ οὕτως ἡ δυστυχὴς ἐξηνεμώθη, ὡς καὶ ἐνώμοτον γενέσθαι περὶ τοῦ βεβαίως καὶ παγίως ταῦθ’ ἑστάναι, ἃ ψευδῶς ὑπέλαβεν.

  55. 2.299.1

    ἐὰν οὖν τὸ παλμῶδες καὶ παφλάζον τοῦ νοσήματος ἄρξηται χαλᾶν, τὰ τῆς ὑγείας ἐμπυρεύματα κατ’ ὀλίγον ἐκζωπυρούμενα βιάσεται τὸ μὲν πρῶτον ἐξαγορεῦσαι τὸ ἁμάρτημα, τὸ δ’ ἐστὶ κακίσαι ἑαυτήν, εἶτα πρὸς βωμοῖς ἱκέτιν γενέσθαι, ποτνιωμένην λιταῖς καὶ εὐχαῖς καὶ θυσίαις, αἷς ἀμνηστίας μόναις ἐπιλαχεῖν ἔστιν.

  56. 2.300.1

    Ἑξῆς δ’ ἄν τις εἰκότως ἐπαπορήσειε, τί δή ποτε τὸν ἐν Αἰγύπτῳ ποταμὸν μόνον ἀνέγραψεν ἔχοντα χείλη, τὸν δ’ Εὐφράτην ἤ τινα τῶν ἄλλων ἱερῶν ποταμῶν οὐκέτι. ὅπου μὲν γάρ φησι· „στήσῃ συναντῶν αὐτῷ παρὰ τὸ χεῖλος τοῦ ποταμοῦ“ (Exod. 7, 15) * * *.

  57. 2.301.1

    καίτοι τινὲς ἴσως ἐπιχλευάζοντες ἐροῦσι, μὴ δεῖν τὰ τοιαῦτα εἰς τὰς ζητήσεις εἰσάγειν· γλισχρολογίαν γὰρ μᾶλλον ἢ ὠφέλειάν τινα ἐμφαίνειν. ἐγὼ δὲ τὰ τοιαῦτα ἡδυσμάτων τρόπον παρηρτύσθαι ταῖς ἱεραῖς ἀναγραφαῖς βελτιώσεως ἕνεκα τῶν ἐντυγχανόντων ὑπολαμβάνω· καὶ οὐδεμίαν τῶν ζητούντων καταγνωστέον εὑρεσιλογίαν, ἀλλ’ εἰ μὴ ζητοῖεν, ἔμπαλιν ἀργίαν.

  58. 2.302.1

    οὐδὲ γὰρ περὶ ποταμῶν ἐστιν ἱστορίας ἡ παροῦσα σπουδή, περὶ δὲ βίων τῶν εἰκαζομένων ποταμίοις ῥεύμασιν, ἐναντιουμένων ἀλλήλοις. ὁ μὲν γὰρ τοῦ σπουδαίου βίος ἐν ἔργοις, ἐν λόγοις δὲ ὁ τοῦ φαύλου θεωρεῖται. λόγος δὲ γλώττῃ καὶ στόματι καὶ χείλεσι καὶ τοῖς * * *.

← Previous — showing 501558 of 558

First Thousand Years of Greek. CTS URN tlg0018.tlg019.1st1K-grc1. Via the Perseus Digital Library / Open Greek and Latin TEI corpora. Licence: Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License. Source.