Ancient Textssearch the texts themselves, not just their titles

← All works

De somniis (lib. i‑ii)

First Thousand Years of Greek · First Thousand Years of Greek · 558 sections

  1. 2.45.1

    δίδωσι γὰρ οὗτος τῇ ψυχῇ σφραγῖδα (Gen. 38, 18), πάγκαλον δῶρον, διδάσκων ὅτι ὁ θεὸς ἀσχημάτιστον οὖσαν τὴν τῶν πάντων οὐσίαν ἐσχημάτισε καὶ ἀτύπωτον ἐτύπωσε καὶ ἄποιον ἐμόρφωσε καὶ τελειώσας τὸν ὅλον ἐσφράγισε κόσμον εἰκόνι καὶ ἰδέᾳ, τῷ ἑαυτοῦ λόγῳ.

  2. 2.46.1

    ἀλλ’ ἐκεῖνός γε καὶ ἐπὶ τὸ δευτερεῖον ἄνεισιν ἅρμα (Gen. 41,43) [ἢ] ὑποτυφούμενος ὑπ’ αἰώρας φρενῶν καὶ κενοῦ φυσήματος καὶ σιταρχεῖ (ibid. 48), τῷ σώματι θησαυροφυλακῶν καὶ πανταχόθεν αὐτῷ πορίζων τὰς τροφάς· ἐπιτειχισμὸς δὲ κατὰ τῆς ψυχῆς βαρὺς οὗτός ἐστι.

  3. 2.47.1

    τῇ δὲ προαιρέσει καὶ ζηλώσει τοῦ βίου μαρτυρεῖ καὶ τοὔνομα οὐχ ἥκιστα· πρόσθεσις γὰρ Ἰωσὴφ ἑρμηνεύεται. κενὴ δὲ δόξα προστίθησιν ἀεὶ γνησίῳ μὲν τὸ νόθον, οἰκείῳ δὲ τὸ ἀλλότριον, ἀληθεῖ δὲ τὸ ψεῦδος, αὐτάρκει δὲ τὸ πλεονάζον, ζωῇ δὲ θρύψιν, βίῳ δὲ τῦφον.

  4. 2.48.1

    Τί δ’ ἐστὶν ὃ βούλομαι δηλοῦν, σκόπει. σιτίοις καὶ ποτοῖς τρεφόμεθα, κἂν ᾖ εὐτελεστάτη μᾶζα καὶ ὕδωρ ναματιαῖον. τί οὖν ἡ κενὴ δόξα προσεπέθηκεν ἀμήτων καὶ μελιπήκτων πεμμάτων γένη μυρία καὶ οἴνων ἀμυθήτων πολυέργους καὶ παμποικίλους κράσεις πρὸς ἀπόλαυσιν ἡδονῆς μᾶλλον ἢ πρὸς μετουσίαν τροφῆς παρηρτυμένας;

  5. 2.49.1

    πάλιν ἡδύσματα πρὸς ἐδωδὴν ἀναγκαῖα γήτεια καὶ λάχανα καὶ πολλὰ τῶν ἀκροδρύων καὶ ἔτι τυρὸς καὶ εἴ τι ἄλλο ὁμοιότροπον· εἰ δὲ θέλεις, ἐπὶ σαρκοβόρων ἀνθρώπων ἰχθῦς ἔτι καὶ κρέας πρὸς τούτοις γράφομεν.

  6. 2.50.1

    ἆρ’ οὖν οὐκ αὔταρκες ἦν ἀπανθρακίσαντας καὶ αὐτοσχεδίως ὀπτήσαντας πυρὶ τρόπον ἡρωικῶν ὄντως ἀνδρῶν προσφέρεσθαι; ἀλλ’ οὐκ ἐπὶ ταῦτα ὁ γαστρίμαργος μόνον ὁρμᾷ, σύμμαχον δὲ τὴν κενὴν δόξαν λαβὼν καὶ τὸ ἐν αὐτῷ λίχνον πάθος ἐγείρας ὀψαρτύτας καὶ τραπεζοποιοὺς εὐδοκίμους τὴν τέχνην ἀναζητεῖ καὶ περιβλέπεται.

  7. 2.51.1

    οἱ δὲ τὰ κατὰ τῆς ταλαίνης γαστρὸς ἐκ πολλῶν χρόνων ἀνευρημένα δελέατα ἀνακινήσαντες καὶ χυλῶν ἰδιότητας σκευάσαντές τε καὶ διαθέντες ἐν κόσμῳ προσσαίνουσι καὶ τιθασεύουσι γλῶτταν· εἶτ’ εὐθὺς ἀγκιστρεύονται τῶν αἰσθήσεων τὴν ἐπιβάθραν, γεῦσιν, δι’ ἧς ἀντ’ ἐλευθέρου δοῦλος ὁ δειπνοθήρας οὐκ εἰς μακρὰν ἀνεφάνη.

  8. 2.52.1

    τίς γε μὴν οὐκ οἶδεν, ὅτι ἀμπεχόνη πρὸς τὰς ἀπὸ κρυμοῦ | καὶ θάλπους ἐγγινομένας βλάβας τῷ σώματι κατεσκευάσθη τὸ πρῶτον;

  9. 2.53.1

    ἀλεξάνεμος μέν, ὡς οἱ ποιηταί πού φασι, χειμῶνι * * *. τίς οὖν τὰς πολυτελεῖς ἁλουργίδας, τίς τὰ διαφανῆ καὶ λεπτὰ θέριστρα, τίς τὰς ἀραχνοϋφεῖς ἀμπεχόνας, τίς τὰ ἐπηνθισμένα ἢ βαφαῖς ἢ πλοκαῖς διὰ τῶν βάπτειν ἢ ὑφαίνειν ποικίλα ἐπισταμένων καὶ τὴν ἐν ζῳγραφίᾳ μίμησιν παρευημερούντων δαιδαλεύεται; τίς; οὐχ ἡ κενὴ δόξα;

  10. 2.54.1

    ἀλλὰ μὴν καὶ οἰκίας διὰ τὰς αὐτὰς ἐδέησεν ἡμῖν αἰτίας, καὶ ὅπως μὴ πρὸς θηρίων ἢ θηριωδεστάτων τὰς φύσεις ἀνθρώπων ἐπιτρεχόντων βλαπτώμεθα. τί οὖν τὰ μὲν ἐδάφη καὶ τοὺς τοίχους πολυτελέσι λίθοις διακοσμοῦμεν; τί δὲ Ἀσίαν καὶ Λιβύην καὶ πᾶσαν Εὐρώπην καὶ τὰς νήσους ἐπερχόμεθα, κίονας ἀριστίνδην ἐπιλελεγμένους καὶ ἐπιστυλίδας ἐρευνῶντες;

  11. 2.55.1

    τί δὲ περὶ Δωρίους καὶ Ἰωνικὰς καὶ Κορινθιακὰς γλυφὰς καὶ ὅσα οἱ ἐντρυφῶντες τοῖς καθεστῶσι νόμοις προσεξεῦρον σπουδάζομέν τε καὶ φιλοτιμούμεθα, κιονόκρανα κοσμοῦντες; τί δὲ χρυσορόφους ἀνδρῶνας καὶ γυναικωνίτιδας κατασκευάζομεν;

  12. 2.56.1

    ἆρ’ οὐ διὰ τὴν κενὴν δόξαν; καὶ μὴν πρός γε ὕπνον μαλακὸν μὲν ἔδαφος αὔταρκες ἦν — ἐπεὶ καὶ μέχρι νῦν τοὺς Γυμνοσοφιστὰς παρ’ Ἰνδοῖς χαμευνεῖν ἐκ παλαιῶν ἐθῶν κατέχει λόγος —, εἰ δὲ μή, στιβὰς γοῦν ἐκ λίθων λογάδων ἢ ξύλων εὐτελῶν πεποιημένη κλίνη.

  13. 2.57.1

    ἀλλὰ γὰρ ἐλεφαντόποδες τὰ ἐνήλατα καὶ κλιντῆρες ὀστράκοις πολυτελέσι καὶ ποικίλαις χελώναις ἐνδεδεμέναις μετὰ πολλῶν πόνων καὶ δαπανημάτων ἐν πολλῷ χρόνῳ κατασκευάζονται, τινὲς δὲ ὁλοάργυροι καὶ ὁλόχρυσοι καὶ λιθοκόλλητοι στρωμναί, ἀνθηροποικίλοις καὶ χρυσοπάστοις ὡς πρὸς ἐπίδειξιν καὶ πομπήν, οὐ τὴν καθ’ ἡμέραν χρῆσιν, διακεκοσμημέναι, ὧν δημιουργὸς ἡ κενὴ δόξα.

  14. 2.58.1

    τί δὲ τοῦ ἀπὸ τῆς ἐλαίας ἐκθλιβομένου καρποῦ πλέον ἔδει ζητεῖν πρὸς ἀλείμματα; καὶ γὰρ λεαίνει καὶ κάματον σώματος λύει καὶ εὐσαρκίαν ἐμποιεῖ, κἂν εἴ τι κεχαλασμένον εἴη, σφίγγει πυκνότητι καὶ οὐδενὸς ἧττον ἑτέρου ῥώμην καὶ εὐτονίαν ἐντίθησιν.

  15. 2.59.1

    ἀλλὰ γὰρ ἐπετειχίσθη τοῖς ὠφελοῦσι τὰ ἡδέα τῆς κενῆς δόξης ἀλείμματα, εἰς ἃ καὶ μυρεψοὶ πονοῦσι καὶ χῶραι μεγάλαι συντελοῦσι, Συρία, Βαβυλών,

  16. 2.60.1

    Ἰνδοί, Σκύθαι, παρ’ οἷς αἱ τῶν ἀρωμάτων γενέσεις εἰσί. πρός γε μὴν τὸ πίνειν τίνος ἔδει μᾶλλον ἢ τοῦ φύσεως ἐκπώματος ἀκρότησι τέχνης εἰργασμένου; τὸ δὲ ἔκπωμα αἱ ἡμέτεραι χεῖρές εἰσιν, ἃς εἰς ταὐτό τις συναγαγὼν καὶ κοιλάνας, εὖ μάλα τῷ στόματι προσθείς, ἐπιχέοντος ἑτέρου τὸ ποτὸν οὐ μόνον ἄκος τῆς δίψης, ἀλλὰ καὶ ἄλεκτον ἡδονὴν κτᾶται.

  17. 2.61.1

    εἰ δὲ ἔδει πάντως ἑτέρου, τὸ γεωργικὸν κισσύβιον οὐχ ἱκανὸν ἦν, ἀλλὰ ἄλλων ἐπιφανῶν τέχνας ἀναζητεῖν ἔδει; τί δὲ ἀργυρῶν καὶ χρυσῶν κυλίκων ἄφθονον πλῆθος κατασκευάζεσθαι, εἰ μὴ διὰ τὸν φρυαττόμενον μεγάλα τῦφον καὶ τὴν ἐπ’ αἰώρας φορουμένην κενὴν δόξαν;

  18. 2.62.1

    ὅταν καὶ στεφανοῦσθαί τινες ἀξιῶσι μὴ δάφνης μηδὲ κιττοῦ, μὴ ἴων ἢ κρίνων ἢ ῥόδου ἢ θαλλοῦ συνόλως ἤ τινος ἄνθους εὐώδει στεφάνῳ παρελθόντες τὰ θεοῦ δῶρα, ἃ διὰ τῶν ἐτησίων ὡρῶν ἀναδίδωσι, χρυσοῦς δ’ ὑπὲρ κεφαλῆς, βαρύτατον ἄχθος, αἰωρῶσιν ἐν ἀγορᾷ μέσῃ καὶ πληθούσῃ χωρὶς αἰδοῦς, ἄλλο τι νομιστέον ἢ ὅτι κενῆς δόξης εἰσὶ δοῦλοι, φάσκοντες οὐκ ἐλεύθεροι μόνον ἀλλὰ καὶ πολλῶν ἄλλων ἡγεμόνες εἶναι;

  19. 2.63.1

    ἐπιλείψει με ἡ ἡμέρα τὰς διαφθορὰς τοῦ ἀνθρωπείου βίου διεξιόντα. καίτοι τί δεῖ μακρηγορεῖν; τίς γὰρ αὐτῶν ἀνήκοός ἐστι, τίς δὲ οὐ θεατής; τίς μὲν οὖν οὐ τρίβων καὶ ἐθάς; ὥστε παγκάλως προσθήκην τὸν ἀτυφίας μὲν ἐχθρόν, τύφου δ’ ἑταῖρον ὠνόμασεν ὁ ἱερὸς λόγος.

  20. 2.64.1

    καθάπερ γὰρ τοῖς δένδρεσιν ἐπιφύονται βλάσται περισσαί, μεγάλαι τῶν γνησίων λῶβαι, ἃς καθαίρουσι καὶ ἀποτέμνουσι προνοίᾳ τῶν ἀναγκαίων οἱ γεωργοῦντες, οὕτω τῷ ἀληθεῖ καὶ ἀτύφῳ βίῳ παρανέβλαστεν ὁ κατεψευσμένος καὶ τετυφωμένος, οὗ μέχρι ταύτης τῆς ἡμέρας οὐδεὶς εὕρηται γεωργὸς ὃς τὴν βλαβερὰν ἐπίφυσιν αὐταῖς ῥίζαις ἀπέκοψε.

  21. 2.65.1

    τοιγαροῦν εἰδότες οἱ φρονήσεως ἀσκηταὶ τὸ κατάπλαστον τοῦτ’ αἰσθήσει πρῶτον, εἶτα διανοίᾳ μεταδιώκοντα ἄντικρυς ἐκβοῶσι· „θηρίον πονηρὸν ἥρπασε καὶ κατέφαγεν Ἰωσήφ“ (Gen. 37, 33).

  22. 2.66.1

    ἀλλ’ οὐ θηρίον ἐξηγριωμένον ὢν ὁ πολυπλοκώτατος τῶν πεφυρμένων ἀνθρώπων τυφοπλαστηθεὶς βίος, οὗ πλεονεξία καὶ πανουργία σοφαὶ δημιουργοί, τοὺς προσιόντας ἅπαντας εὐωχεῖται; τοιγάρτοι καὶ ἔτι ζῶσιν αὐτοῖς ὡς νεκροῖς προτεθήσεται πένθος, ἀξίαν ὀλοφύρσεως καὶ θρήνων καρπουμένοις ζωήν· ἐπεὶ καὶ Ἰακὼβ τὸν Ἰωσὴφ ἔτι ζῶντα πενθεῖ.

  23. 2.67.1

    ἀλλ’ οὐ Μωυσῆς ἐάσει τοὺς περὶ Ναδὰβ ἱεροὺς λόγους πενθεῖσθαι (Lev. 10, 6)· οὐ γὰρ ὑπ’ ἀγρίου πονηροῦ θηρὸς ἁρπασθέντες, ἀλλ’ ὑπὸ ῥιπῆς ἀσβέστου καὶ ἀθανάτου φέγγους ἀνελήφθησαν, ὅτι τὴν ἔνθερμον καὶ διάπυρον καὶ σαρκῶν ἀναλωτικὴν καὶ ὀξυκίνητον πρὸς τὴν εὐσέβειαν σπουδήν, ἣ γενέσεως μέν ἐστιν ἀλλοτρία, θεοῦ δὲ οἰκεία, τὸν μελλητὴν ὄκνον ἐκποδὼν ἀνελόντες, εὐαγῶς καθιέρωσαν, οὐ δι’ ἀναβαθμῶν ἐπὶ τὸν βωμὸν ἐλθόντες — ἀπείρηται γὰρ νόμῳ —, ἀλλὰ δεξιῷ πνεύματι ἐπουρίσαντες καὶ ἄχρι τῶν οὐρανοῦ περιόδων παραπεμφθέντες, θυσίας ὁλοκαύτου καὶ ὁλοκάρπου

  24. 2.68.1

    τρόπον εἰς αἰθερίους αὐγὰς ἀναλυθέντες. ἀποκοπτέον οὖν, ὦ ψυχὴ πειθαρχοῦσα τῷ διδάσκοντι, τὴν σεαυτῆς χεῖρα καὶ δύναμιν, ἐπειδὰν ἄρξηται τῶν γεννητικῶν ἢ γενέσεως ἢ ἀνθρωπείων σπουδασμάτων ἐπιλαμβάνεσθαι.

  25. 2.69.1

    πολλάκις γὰρ ὑφ’ * * * προσαψαμένην τῶν διδύμων χεῖρα ἀποκόπτειν (Deut. 25, 11. 12), πρῶτον μὲν ὅτι ἐδεξιώσατο ἣν ἐχθαίρειν ἐχρῆν ἡδονήν, δεύτερον δὲ ὅτι παρ’ ἡμᾶς τὸ σπείρειν ἐνόμισεν, εἶθ’ ὅτι τῷ γενομένῳ τὴν τοῦ ποιοῦντος ἀνέθηκε δύναμιν.

  26. 2.70.1

    οὐχ ὁρᾷς, ὅτι ὁ γήινος ὄγκος, Ἀδάμ, ὅταν ἅψηται τοῦ διδύμου ξύλου (Gen. 2, 9), θνῄσκει, δυάδα τιμήσας πρὸ μονάδος καὶ τὸ γενόμενον πρὸ τοῦ πεποιηκότος ἐκθαυμάσας; ἀλλὰ σύ γε τοῦ μὲν καπνοῦ καὶ κύματος ἐκτὸς βαῖνε καὶ τὰς καταγελάστους τοῦ θνητοῦ βίου σπουδὰς ὡς τὴν φοβερὰν ἐκείνην χάρυβδιν ἀποδίδρασκε καὶ μηδὲ ἄκρῳ, τὸ τοῦ λόγου δὴ τοῦτο, δακτύλῳ ψαύσῃς.

  27. 2.71.1

    ἐπειδὰν δὲ ταῖς ἱεραῖς ἐπαποδύσῃ λειτουργίαις, ὅλην τὴν χεῖρα καὶ δύναμιν εὐρύνασα εὖ μάλα τῶν παιδείας καὶ σοφίας θεωρημάτων ἐπίδραξαι. καὶ γὰρ πρόσταξίς ἐστι τοιαύτη· „ἐὰν ψυχὴ προσφέρῃ δῶρον ἢ θυσίαν, σεμίδαλις ἔσται τὸ δῶρον,“ εἶτ’ ἐπιφέρει· „καὶ δραξάμενος πλήρη τὴν δράκα ἀπὸ τῆς σεμιδάλεως σὺν τῷ ἐλαίῳ καὶ παντὶ τῷ λιβάνῳ ἐπιθήσει τὸ μνημόσυνον ἐπὶ τὸ θυσιαστήριον“ (Lev. 2, 1. 2).

  28. 2.72.1

    ἆρ’ οὐ παγκάλως ψυχὴν εἶπεν ἀσώματον τὴν μέλλουσαν ἱερουργεῖν, ἀλλ’ οὐ τὸν δίδυμον ἐκ θνητοῦ καὶ ἀθανάτου συνεστῶτα ὄγκον; τὸ γὰρ εὐχόμενον, τὸ εὐχάριστον, τὸ θυσίας ἀμώμους ἀληθῶς ἀνάγον ἓν μόνον ἦν ἄρα, ἡ ψυχή.

  29. 2.73.1

    τίς οὖν ἡ ψυχῆς ἀσωμάτου θυσία; τίς ἢ σεμίδαλις, ἐκκεκαθαρμένης ταῖς παιδείας ὑποθήκαις γνώμης σύμβολον, τροφὴν ἄνοσον καὶ ζωὴν ἀνυπαίτιον ποιεῖν ἱκανῆς;

  30. 2.74.1

    ἀφ’ ἧς δραξάμενον τὸν ἱερέα ὅλῃ τῇ δρακί, τὸ δ’ ἐστὶ πάσαις ταῖς διανοίας λαβαῖς, πλήρη τὴν ὅλην ψυχὴν εἱλικρινεστάτων καὶ καθαρωτάτων δογμάτων γενομένην αὐτὴν ὡς ἱερεῖον τὸ κάλλιστον ἀνάγειν προστέτακται, πίονα καὶ λιπῶσαν, θείῳ φωτὶ χαίρουσαν καὶ ταῖς ἀπὸ δικαιοσύνης καὶ τῶν ἄλλων ἀρετῶν ἀναδιδομέναις καταπνεομένην αὔραις, ὡς εὐωδέστατον καὶ προσηνέστατον ἀεὶ καρποῦσθαι βίον· τὸ γὰρ ἔλαιον καὶ ὁ λιβανωτός, ὧν ἐπιδράττεται σὺν τοῖς λευκοπύροις ὁ ἱερεύς, ταῦτα αἰνίττεται.

  31. 2.75.1

    διὰ τοῦτο καὶ Μωυσῆς ἐξαίρετον ἑορτὴν ἀνέθηκε τῷ δράγματι, πλὴν οὐ παντί, ἀλλὰ τῷ ἀπὸ τῆς ἱερᾶς γῆς. „ὅταν“ γάρ φησιν „εἰσέλθητε εἰς τὴν γῆν, ἣν ἐγὼ δίδωμι ὑμῖν, καὶ θερίζητε τὸν θερισμὸν αὐτῆς, οἴσετε δράγματα ἀπαρχὴν τοῦ θερισμοῦ ὑμῶν πρὸς τὸν ἱερέα“ (Lev. 23, 10), τὸ δέ ἐστιν·

  32. 2.76.1

    ὅταν εἰσέλθῃς, ὦ διάνοια, εἰς τὴν ἀρετῆς χώραν, ἣν ἐμπρεπὲς μόνῳ δωρεῖσθαι θεῷ, τὴν εὔβοτον, τὴν εὔγειον, τὴν καρποφόρον, εἶτα οἰκεῖα [εἴ γε] σπείρας’ ἀγαθὰ θερίζῃς αὐξηθέντα ὑπὸ τοῦ τελεσφόρου, μὴ πρότερον οἴκαδε συγκομίσῃς, τουτέστι μὴ ἀναθῇς μηδ’ ἐπιγράψῃς σεαυτῇ τὴν τῶν περιγινομένων αἰτίαν, ἢ ἀπάρξασθαι τῷ πλουτάρχῳ καὶ τὰ πλουτιστήρια ἔργα ἐπιτηδεύειν ἀναπείθοντι.

  33. 2.77.1

    καὶ λέγεται „τὴν ἀπαρχὴν τοῦ θερισμοῦ ὑμῶν“ αὐτῶν, ἀλλ’ οὐχὶ τῆς γῆς, προσφέρειν, ἵνα ἀμῶμεν καὶ θερίζωμεν ἑαυτοῖς, πάνθ’ ὅσα καλὰ καὶ τρόφιμα καὶ σπουδαῖα βλαστήματα καθιεροῦντες.

  34. 2.78.1

    Ἀλλ’ ὅ γε τῶν ἐνυπνίων μύστης ὁμοῦ καὶ μυσταγωγὸς θαρρεῖ λέγειν, ὅτι ἀνέστη τὸ αὐτοῦ δράγμα καὶ ὠρθώθη (Gen. 37, 7). τῷ γὰρ ὄντι καθάπερ οἱ γαῦροι τῶν ἵππων τὸν αὐχένα μετέωρον ἐξάραντες, ὅσοι θιασῶται τῆς κενῆς δόξης εἰσίν, ἐπάνω πάντων ἑαυτοὺς ἱδρύουσι, πόλεων, νόμων, ἐθῶν πατρίων, τῶν παρ’ ἑκάστοις πραγμάτων·

  35. 2.79.1

    εἶτα ἀπὸ δημαγωγίας ἐπὶ δημαρχίαν βαδίζοντες καὶ τὰ μὲν τῶν πλησίον καταβάλλοντες, τὰ δὲ οἰκεῖα διανιστάντες καὶ παγίως ὀρθοῦντες, ὅσα ἐλεύθερα καὶ ἀδούλωτα φύσει φρονήματα, καὶ ταῦθ’ ὑπάγεσθαι μηχανῶνται.

  36. 2.80.1

    διὸ προστίθησι· „περιστραφέντα δὲ τὰ δράγματα ὑμῶν προσεκύνησαν τὸ ἐμὸν δράγμα“ (ibid.). τέθηπε γὰρ ὁ μὲν αἰδοῦς ἐραστὴς τὸν σκληραύχενα, ὁ δὲ εὐλαβὴς τὸν αὐθάδη, ὁ δὲ ἰσότητα τιμῶν τὸν ἑαυτῷ τε καὶ ἄλλοις ἄνισον, καὶ μήποτ’ εἰκότως·

  37. 2.81.1

    ἅτε γὰρ θεωρὸς ὢν οὐ μόνον τοῦ ἀνθρωπείου βίου ἀλλὰ καὶ τῶν ἐν κόσμῳ συμπάντων ὁ ἀστεῖος οἶδεν ὅσον εἴωθε πνεῖν ἀνάγκη, τύχη, καιρός, βία, δυναστεία, καὶ ὅσας ὑποθέσεις καὶ ἡλίκας εὐπραγίας ἀπνευστὶ δραμούσας ἄχρις οὐρανοῦ κατέσεισαν καὶ κατέρραξαν.

  38. 2.82.1

    ὥστε ἀναγκαίως εὐλάβειαν ἐπασπιδήσεται, τοῦ μηδὲν ἐξ ἐπιδρομῆς δεινὸν παθεῖν συγγενὲς φυλακτήριον· ὃ γάρ, οἶμαι, πρὸς πόλιν τεῖχος, τοῦτ’ εὐλάβεια πρὸς ἕκαστον.

  39. 2.83.1

    ἆρ’ οὖν οὐ παραπαίουσι καὶ μεμήνασιν ὅσοι παρρησίαν ἄκαιρον σπουδάζουσιν ἐπιδείκνυσθαι, βασιλεῦσι καὶ τυράννοις ἔστιν ὅτε λέγειν τε καὶ ποιεῖν ἐναντία τολμῶντες, οὐκ αἰσθανόμενοι, ὅτι οὐ τοὺς αὐχένας μόνον ὥσπερ τὰ θρέμματα ὑπεζεύχθησαν, ἀλλ’ ὅλα τὰ σώματα καὶ τὰς ψυχὰς γύναιά τε καὶ τέκνα καὶ γονεῖς καὶ τὴν ἄλλων ἑταίρων καὶ συγγενῶν πολυάνθρωπον οἰκειότητα καὶ κοινωνίαν ἐκδέδενται, καὶ ἔξεστι τῷ ἡνιόχῳ καὶ ἐπόχῳ μετὰ πάσης εὐμαρείας κεντεῖν, ἐλαύνειν, ἐπέχειν, ἀναχαιτίζειν, ἅττ’ ἂν ἐθελήσῃ μικρὰ καὶ μείζω διατιθέναι;

  40. 2.84.1

    τοιγαροῦν στιζόμενοι καὶ μαστιγούμενοι καὶ ἀκρωτηριαζόμενοι καὶ ὅσα πρὸ τοῦ θανάτου χαλεπὰ πάντα ὠμῶς καὶ ἀνηλεῶς ἀθρόα ὑπομένοντες, ἀπαχθέντες

  41. 2.85.1

    ἐπὶ πᾶσι θνῄσκουσι. ταῦτ’ ἐστὶ τῆς ἀκαίρου παρρησίας τὰ ἐπίχειρα, οὐ παρρησίας παρά γε εὖ φρονοῦσι κριταῖς, ἀλλ’ εὐηθείας καὶ φρενοβλαβείας καὶ μελαγχολίας ἀνιάτου γέμοντα. τί λέγεις; χειμῶνά τις ὁρῶν ἀκμάζοντα καὶ βαρὺ πνεῦμα ἐναντίον καὶ λαίλαπα καταιγίζουσαν καὶ κυματούμενον πέλαγος, ἐνορμίζεσθαι δέον, ἐξορμίζεται καὶ ἐξανάγεται;

  42. 2.86.1

    τίς ἢ κυβερνήτης ἢ ναύκληρος οὕτω ποτὲ ἐμεθύσθη καὶ παρῴνησεν, ὡς ὅσων εἶπον κατασκηψάντων ἐθελῆσαι πλεῖν, ἵνα ὑπέραντλος ἄνωθεν ἐπιχυθείσης τῆς θαλάσσης ἡ ναῦς γενομένη πλωτῆρσιν αὐτοῖς ἐγκαταποθῇ; τῷ γὰρ βουλομένῳ πλεῖν ἀκινδύνως εὔδιον πνεῦμα οὔριόν τε καὶ λεῖον ἀναμένειν ἐξῆν. τί δέ;

  43. 2.87.1

    ἄρκτον τις ἢ σῦν ἄγριον ἢ λέοντα μετὰ συρμοῦ θεασάμενος ἐπιόντα, πραῧναι καὶ τιθασεῦσαι δέον, ἐξαγριαίνει καὶ ἀνερεθίζει, ὅπως θοίναν καὶ εὐωχίαν ὠμοβόροις ἀνηλεεστάτοις εὐτρεπίσῃ ἑαυτόν;

  44. 2.88.1

    εἰ μὴ καὶ φαλαγγίοις καὶ ἀσπίσι ταῖς Αἰγυπτίαις καὶ τοῖς ἄλλοις ὅσα τὸν φθοροποιὸν ἰὸν ἐπιφέρεται οὐδενὶ λυσιτελὲς ἀνθίστασθαι, θάνατον ἀπαραίτητον τοῖς ἅπαξ δηχθεῖσιν ἐπάγουσιν· ἀγαπητὸν γὰρ κατεπᾴδοντας καὶ χειροήθη ποιοῦντας μηδὲν ἀπ’ αὐτῶν δεινὸν παθεῖν.

  45. 2.89.1

    εἶτ’ οὔκ εἰσιν ἄνθρωποί τινες συῶν, φαλαγγίων, ἀσπίδων ἀγριώτεροι καὶ ἐπιβουλότεροι; ὧν τὸ ἐπίβουλον καὶ δυσμενὲς ἀμήχανον ἑτέρως ἢ τιθασείαις καὶ μειλίγμασι χρωμένους διεκδῦναι. τοιγάρτοι ὁ σοφὸς Ἀβραὰμ τοὺς υἱοὺς τοῦ Χὲτ — ἑρμηνεύονται δὲ ἐξιστάντες — προσκυνήσει (Gen. 23, 7), τῶν καιρῶν τοῦτο δρᾶν ἀναπειθόντων.

  46. 2.90.1

    οὐ γὰρ τιμῶν γε τοὺς ἐκ φύσεως καὶ γένους καὶ ἐθῶν ἐχθροὺς λογισμοῦ, οἳ τὸ τῆς ψυχῆς νόμισμα, παιδείαν, ἐξιστάντες καὶ κατακερματίζοντες οἰκτρῶς ἀναλίσκουσιν, ἐπὶ τὸ προσκυνεῖν ἦλθεν, ἀλλὰ τὸ παρὸν κράτος αὐτῶν καὶ τὴν δυσάλωτον ἰσχὺν δεδιὼς καὶ φυλαττόμενος ἐρεθίζειν, μέγα καὶ ἐχυρὸν κτῆμα καὶ ἀγώνισμα ἀρετῆς, σοφῶν ψυχῶν ἄριστον ἐνδιαίτημα, τὸ διπλοῦν σπήλαιον, ὃ μαχόμενον μὲν καὶ πολεμοῦντα οὐκ ἐνῆν, ὑπερχόμενον δὲ καὶ θεραπεύοντα τῷ λόγῳ, κομιεῖται. τί δέ;

  47. 2.91.1

    οὐχὶ καὶ ἡμεῖς, ὅταν ἐν ἀγορᾷ διατρίβωμεν, εἰώθαμεν ἐξίστασθαι μὲν τοῖς ἄρχουσιν, ἐξίστασθαι δὲ καὶ τοῖς ὑποζυγίοις; ἀλλ’ ἀπ’ ἐναντίας γνώμης καὶ οὐχὶ τῆς αὐτῆς· τοῖς μὲν γὰρ ἄρχουσιν ἐν τιμῇ, τοῖς δὲ ὑποζυγίοις διὰ φόβον τοῦ μηδὲν ἀπ’ αὐτῶν εἰς ἡμᾶς νεωτερισθῆναι.

  48. 2.92.1

    καὶ διδόντων μὲν τῶν καιρῶν ἐπιτιθεμένους τὴν τῶν ἐχθρῶν βίαν καλὸν καταλῦσαι, μὴ ἐπιτρεπόντων δὲ ἀσφαλὲς ἡσυχάσαι, βουλομένοις δέ τιν’ ὠφέλειαν εὑρίσκεσθαι παρ’ αὐτῶν ἁρμόττον τιθασεῦσαι.

  49. 2.93.1

    Διὸ καὶ νῦν ἄξιον ἐπαινεῖν τοὺς μὴ ὑποχωροῦντας τῷ τῆς κενῆς προστάτῃ δόξης, ἀλλὰ ἀνθισταμένους καὶ λέγοντας· „μὴ βασιλεύων βασιλεύσεις ἐφ’ ἡμῖν“ (Gen. 37,8) ; οὔπω γὰρ ἰσχυκότα ὁρῶσιν αὐτόν, οὐχ ὡς φλόγα ἡμμένον τε καὶ λάμποντα ἐν ἀφθόνῳ ὕλῃ νεμόμενον, ἀλλ’ ἔθ’ ὡς σπινθῆρα ἐντυφόμενον, ὀνειρώττοντα δόξαν, οὐκ ἐναργῶς ἤδη μετιόντα.

  50. 2.94.1

    χρηστὰς γὰρ ἐλπίδας ὑποβάλλουσιν ἑαυτοῖς, ὡσεὶ καὶ μὴ ἁλῶναι δυνησόμενοι. παρὸ λέγουσι· „μὴ ἐφ’ ἡμῖν βασιλεύσεις“; ἴσον τῷ ζώντων, ὄντων, ἰσχυόντων, ἐμπνεόντων ἡμῶν οἴει δυναστεύσειν; ἀσθενησάντων μὲν γὰρ ἴσως ἐπικρατήσεις, ἐρρωμένων δὲ ἐν ὑπηκόου μοίρᾳ τετάξῃ.

  51. 2.95.1

    καὶ πέφυκεν οὕτως ἔχειν· ἐπειδὰν μὲν γὰρ ἐν διανοίᾳ ὁ ὀρθὸς ἰσχύῃ λόγος, ἡ κενὴ καταλύεται δόξα, ῥώννυται δὲ ἀσθενήσαντος. ἕως οὖν ἔτι σῴαν ἔχει τὴν ἑαυτῆς δύναμιν ἡ ψυχὴ καὶ μηδὲν αὐτῆς μέρος ἠκρωτηρίασται, θαρρείτω βάλλειν καὶ τοξεύειν τὸν ἐναντιούμενον τῦφον καὶ ἐλευθεροστομείτω φάσκουσα· οὔτε βασιλεύσεις οὔτε κυριεύσεις (ibid.) οὔτε ἡμῶν οὔτε ἐφ’ ἡμῶν ἑτέρων·

  52. 2.96.1

    ἀλλά σου τὰς ἐπανατάσεις καὶ τὰς ἀπειλὰς ἐφόδῳ μιᾷ καταδραμούμεθα σὺν τοῖς δορυφόροις καὶ ὑπασπισταῖς, φρονήσεως ἐγγόνοις· ἐφ’ ὧν λέγεται ὅτι „προσέθεντο μισεῖν αὐτὸν ἕνεκα τῶν ἐνυπνίων αὐτοῦ καὶ ἕνεκα τῶν ῥημάτων αὐτοῦ“ (ibid.).

  53. 2.97.1

    ἀλλ’ οὐ ῥήματα μὲν καὶ ἐνύπνια πάνθ’ ὅσα ὁ τῦφος ἂν εἰδωλοποιῇ, πράγματα δὲ καὶ σαφεῖς ἐνάργειαι τὰ ὅσα ἐπ’ ὀρθὸν βίον καὶ λόγον ἀναφέρεται; καὶ τὰ μὲν μίσους ἅτε κατεψευσμένα, τὰ δὲ φιλίας ἅτε ἀληθείας τῆς ἐπεράστου γέμοντα ἐπάξια.

  54. 2.98.1

    μηδεὶς οὖν ἔτι κατηγορεῖν ἐπιτολμάτω τῶν τοσούτων τὰς ἀρετὰς ἀνδρῶν ὡς μισανθρώπου καὶ μισαδέλφου δεῖγμα ἤθους ἐκφερόντων, ἀλλὰ μαθών, ὅτι οὐκ ἄνθρωπος ὁ νῦν ἐπικρινόμενός ἐστιν, ἀλλὰ τῶν ἐν ἑκάστου τῇ ψυχῇ τρόπων ὁ δοξομανὴς καὶ φιλότυφος, ἀποδεχέσθω τοὺς ἄσπονδον ἔχθραν καὶ μῖσος ἀκατάλλακτον πρὸς αὐτὸν αἰρομένους καὶ μηδέποτε τὸν στυγηθέντα πρὸς ἐκείνων στερξάτω, γνοὺς ἀκριβῶς,

  55. 2.99.1

    ὅτι οἱ τοιοῦτοι δικασταὶ γνώμης οὐκ ἄν ποτε ἐσφάλησαν ὑγιοῦς, ἀλλὰ μαθόντες καὶ παιδευθέντες ἐξ ἀρχῆς τὸν ὄντως βασιλέα, τὸν κύριον, προσκυνεῖν τε καὶ τιμᾶν ἀγανακτοῦσιν, εἴ τις τὴν θεοῦ τιμὴν νοσφίζεται καὶ τοὺς ἱκέτας αὐτοῦ μετακαλεῖ πρὸς τὴν ἰδίαν θεραπείαν.

  56. 2.100.1

    διὸ θαρροῦντες ἐροῦσιν· „μὴ βασιλεύων βασιλεύσεις ἐφ’ ἡμῖν“; ἢ ἀγνοεῖς, ὅτι οὔκ ἐσμεν αὐτόνομοι, ἀλλ’ ὑπὸ ἀθανάτου βασιλέως, τοῦ μόνου θεοῦ, βασιλευόμεθα; τί δέ; „κυριεύων κυριεύσεις ἡμῶν“ (Gen. 37,8) ; μὴ γὰρ οὐ δεσποζόμεθα καὶ ἔχομέν τε καὶ ἕξομεν εἰς τὸν ἀεὶ χρόνον τὸν αὐτὸν κύριον; ᾧ δουλεύοντες οὕτω γεγήθαμεν, ὡς οὐδεὶς ἕτερος ἐπ’ ἐλευθερίᾳ· καὶ γάρ ἐστι τὸ δουλεύειν θεῷ πάντων ἄριστον, ὅσα ἐν γενέσει τετίμηται.

  57. 2.101.1

    εὐξαίμην ἂν οὖν καὶ αὐτὸς δυνηθῆναι τοῖς γνωσθεῖσιν ὑπὸ τούτων ἐμμεῖναι βεβαίως· ὀπτῆρες γὰρ καὶ κατάσκοποι καὶ ἔφοροι πραγμάτων, οὐ σωμάτων, εἰσὶν ἀκριβοδίκαιοι, πάντα νήφοντες τὸν αἰῶνα, ὡς ὑπὸ μηδενὸς ἔτι τῶν εἰωθότων δελεάζειν ἀπατᾶσθαι.

  58. 2.102.1

    μεθύω δὲ ἄχρι νῦν ἐγὼ καὶ ἀσαφείᾳ πολλῇ κέχρημαι καὶ βάκτρων καὶ τῶν ποδηγετησόντων ὥσπερ οἱ τυφλοὶ δέομαι· σκηριπτομένῳ γὰρ ἐγγένοιτ’ ἂν ἴσως μήτε προσπταίειν μήτε ὀλισθαίνειν.

  59. 2.103.1

    εἰ δέ τινες ἀνεξετάστους καὶ ἀπερισκέπτους εἰδότες ἑαυτοὺς οὐ σπουδάζουσι τοῖς ἐξητακόσιν ἃ χρὴ πάντα ἀκριβῶς καὶ περιεσκεμμένως ἀκολουθεῖν, ἀγνοοῦντες τὴν ὁδὸν ἐπισταμένοις, ἴστωσαν ὅτι δυσαναπορεύτοις βαράθροις περιπαρέντες οὐδ’ ἐπειγόμενοι προελθεῖν ἔτι δυνήσονται.

  60. 2.104.1

    ἐγὼ δὲ ἐκείνοις, ὅταν μικρὸν ἀνεθῶ τῆς μέθης, οὕτως εἰμὶ ἔνσπονδος, ὡς τὸν αὐτὸν ἐχθρὸν καὶ φίλον εἶναι νομίζειν. καὶ νῦν οὐδὲν ἧττον τὸν ἐνυπνιαστήν, ὅτι γε καὶ ἐκεῖνοι, προβαλοῦμαι καὶ στυγήσω· καὶ οὐδεὶς εὖ φρονῶν ἐπὶ τούτῳ μέμψαιτ’ ἄν με τῷ τὰς πλειόνων γνώμας τε καὶ ψήφους ἀεὶ νικᾶν.

  61. 2.105.1

    ἐπειδὰν δὲ πρὸς ἀμείνω βίον μεταβάλῃ καὶ μηκέτ’ ἐνυπνιάζηται μηδὲ ταῖς κεναῖς τῶν κενοδόξων φαντασίαις ἰλυσπώμενος κακοπαθῇ μηδὲ νύκτα καὶ σκότος καὶ πραγμάτων ἀδήλων καὶ ἀτεκμάρτων συντυχίας ὀνειροπολῇ,

  62. 2.106.1

    περιαναστὰς δὲ ἐκ τοῦ βαθέος ὕπνου διατελῇ μὲν ἐγρηγορώς, ἐνάργειαν δὲ πρὸ ἀσαφείας καὶ πρὸ ψευδοῦς ὑπολήψεως ἀλήθειαν καὶ πρὸ νυκτὸς ἡμέραν καὶ φῶς πρὸ σκότους ἀποδέχηται καὶ τὴν μὲν γυναῖκα τοῦ Αἰγυπτίου, σώματος ἡδονήν, εἰς αὐτὴν εἰσελθεῖν καὶ τῆς ὁμιλίας αὐτῆς ἀπολαῦσαι παρακαλοῦσαν ἀποστρέφηται (Gen. 39,7) διὰ πόθον ἐγκρατείας καὶ ζῆλον εὐσεβείας ἄλεκτον,

  63. 2.107.1

    ὧν δὲ ἔδοξεν ἀλλοτριωθῆναι συγγενικῶν καὶ πατρῴων ἀγαθῶν μεταποιῆται πάλιν τὸ ἐπιβάλλον ἀρετῆς ἑαυτῷ μέρος δικαιῶν ἀνακτᾶσθαι καὶ ταῖς κατὰ μικρὸν ἐπανιὼν βελτιώσεσιν ὡς ἐπὶ κορυφῆς τοῦ ἑαυτοῦ βίου καὶ τέλους ἱδρυθεὶς ἀναφθέγξηται, ὃ παθὼν ἀκριβῶς ἔμαθεν, ὅτι „τοῦ θεοῦ“ (Gen. 50, 19) ἐστιν, ἀλλ’ οὐδενὸς ἔτι τῶν εἰς γένεσιν ἡκόντων αἰσθητοῦ τὸ παράπαν,

  64. 2.108.1

    οἱ μὲν ἀδελφοὶ καταλλακτηρίους ποιήσονται συμβάσεις, τὸ μῖσος εἰς φιλίαν καὶ τὸ κακόνουν εἰς εὔνοιαν μεταβαλόντες, ἐγὼ δ’ ὁ τούτων ὀπαδὸς — πείθεσθαι γὰρ ὡς δεσπόταις οἰκέτης ἔμαθον — ἐπαινῶν οὐκ ἐπιλείψω τῆς μετανοίας ἐκεῖνον·

  65. 2.109.1

    εἴ γε καὶ Μωυσῆς ὁ ἱεροφάντης ἀξιέραστον καὶ ἀξιομνημόνευτον οὖσαν αὐτοῦ τὴν μετάνοιαν ἐκ φθορᾶς ἀνασῴζει διὰ συμβόλου τῶν ὀστέων, ἃ κατορωρύχθαι μέχρι τοῦ παντὸς οὐκ ᾤετο δεῖν ἐᾶν ἐν Αἰγύπτῳ (Exod. 13, 19), παγχάλεπον ἡγούμενος, εἴ τι ἤνθησεν ἡ ψυχὴ καλόν, τοῦτ’ ἐᾶσαι μαρανθῆναι καὶ κατακλυσθὲν ἀφανισθῆναι πλημμύραις, ἃς ὁ τῶν παθῶν Αἰγύπτιος ποταμός, τὸ σῶμα, διὰ πασῶν τῶν αἰσθήσεων ῥέων ἐνδελεχῶς ἐκδίδωσιν.

  66. 2.110.1

    Ἡ μὲν οὖν ἐπὶ τῶν δραγμάτων φανεῖσα ὄψις ἀπὸ γῆς καὶ διάκρισις εἴρηται· τὴν δὲ ἑτέραν καιρὸς ἤδη σκοπεῖν, καὶ ὡς ὀνειροκριτικῇ

  67. 2.111.1

    τέχνῃ διαστέλλεται. „εἶδεν“ οὖν φησιν „ἐνύπνιον ἕτερον καὶ διηγήσατο τῷ πατρὶ καὶ τοῖς ἀδελφοῖς αὐτοῦ καὶ εἶπεν· ὥσπερ ὁ ἥλιος καὶ ἡ σελήνη καὶ ἕνδεκα ἀστέρες προσεκύνουν με. καὶ ἐπετίμησεν αὐτῷ ὁ πατὴρ καὶ εἶπε· τί τὸ ἐνύπνιον ὃ ἐνυπνιάσθης; ἆρά γε ἐλθόντες ἐλευσόμεθα ἐγὼ καὶ ἡ μήτηρ σου καὶ οἱ ἀδελφοί σου προσκυνῆσαί σοι ἐπὶ τὴν γῆν; ἐζήλωσαν δὲ αὐτὸν οἱ ἀδελφοί, ὁ δὲ πατὴρ διετήρησε τὸ ῥῆμα“ (Gen. 37,9—11).

  68. 2.112.1

    φασὶ τοίνυν οἱ μετεωρολογικοί, τὸν ζῳδιακὸν κύκλον μέγιστον ὄντα τῶν κατ’ οὐρανὸν δυοκαίδεκα ζῳδίοις, ἀφ’ ὧν καὶ τὴν ἐπωνυμίαν ἔσχε, κατηστερίσθαι, ἥλιον δὲ καὶ σελήνην ἀεὶ περὶ αὐτὸν εἱλουμένους ἕκαστον διεξέρχεσθαι τῶν ζῳδίων, οὐκ ἰσοταχεῖς, ἀλλ’ ἐν ἀριθμοῖς καὶ χρόνοις ἀνίσοις, τὸν μὲν ἐν ἡμέραις τριάκοντα, τὴν δὲ δωδεκατημορίῳ τούτων μάλιστα, ὅπερ ἡμερῶν δυεῖν καὶ ἡμίσους ἐστίν.

  69. 2.113.1

    ἔδοξεν οὖν ὁ τὴν θεόπεμπτον φαντασίαν ἰδὼν ὑπ’ ἀστέρων ἕνδεκα προσκυνεῖσθαι, δωδέκατον συντάττων ἑαυτὸν εἰς τὴν τοῦ ζῳδιακοῦ συμπλήρωσιν κύκλου.

  70. 2.114.1

    μέμνημαι δὲ καὶ πρότερόν τινος ἀκούσας ἀνδρὸς οὐκ ἀμελῶς οὐδὲ ῥᾳθύμως τῷ μαθήματι προσενεχθέντος, ὅτι οὐκ ἄνθρωποι μόνοι δοξομανοῦσιν, ἀλλὰ καὶ οἱ ἀστέρες καὶ περὶ πρωτείων ἁμιλλώμενοι δικαιοῦσιν οἱ μείζους | ἀεὶ πρὸς τῶν ἐλαττόνων δορυφορεῖσθαι.

  71. 2.115.1

    ταῦτα μὲν οὖν, ὅπως ἂν ἀληθείας ἢ εἰκαιολογίας ἔχῃ, παρετέον τοῖς μετεωροθήραις σκοπεῖν. λέγομεν δὲ ἡμεῖς, [ὡς] ὅτι ὁ σπουδῆς ἀκρίτου καὶ φιλονεικίας ἀλόγου καὶ κενῆς δόξης ἐραστής, ἀεὶ φυσώμενος ὑπ’ ἀνοίας, οὐ μόνον ἀνθρώπους ὑπερκύπτειν ἀλλὰ καὶ τὴν τῶν ὄντων φύσιν ἀξιοῖ.

  72. 2.116.1

    καὶ νομίζει μὲν ἑαυτοῦ χάριν τὰ πάντα γεγενῆσθαι, ἀναγκαῖον δ’ εἶναι δασμὸν ἕκαστον ὡς βασιλεῖ φέρειν αὑτῷ, γῆν, ὕδωρ, ἀέρα, οὐρανόν· καὶ τοσαύτῃ τῆς εὐηθείας ὑπερβολῇ χρῆται, ὥστε οὐκ ἰσχύει λογίσασθαι, ὃ κἂν παῖς ἄφρων ἐννοηθείη, ὅτι τεχνίτης οὐδεὶς ἕνεκα μέρους ποτὲ ὅλον, ἀλλ’ ἕνεκα τοῦ ὅλου μέρος δημιουργεῖ· μέρος δὲ τοῦ παντὸς ἄνθρωπος, ὥστε γεγονὼς εἰς τὸ συμπλήρωμα τοῦ κόσμου δικαίως ἂν αὐτὸς ἐκείνῳ συντελοίη.

  73. 2.117.1

    φλυαρίας δὲ ἄρα τοσαύτης γέμουσί τινες, ὥστε ἀγανακτοῦσιν, εἰ μὴ ὁ κόσμος τοῖς βουλήμασιν αὐτῶν ἕποιτο. διὰ τοῦτο Ξέρξης μὲν ὁ Περσῶν βασιλεύς, βουλόμενος τοὺς ἐχθροὺς καταπλῆξαι, μεγαλουργίας ἐπίδειξιν ἐποιεῖτο, καινουργῶν τὴν φύσιν·

  74. 2.118.1

    γῆν μὲν γὰρ μετεστοιχείου καὶ θάλατταν, ἀντιδιδοὺς πελάγει μὲν ἤπειρον, ἠπείρῳ δὲ πέλαγος, τὸν μὲν Ἑλλήσποντον ζευγνὺς γεφύραις, ὄρος δὲ τὸν Ἄθω ῥηγνὺς εἰς βαθεῖς κόλπους, οἳ πληρούμενοι θαλάττης ὁ νέος καὶ χειρόκμητος εὐθὺς πόντος ἦσαν, τὸ παλαιὸν τῆς φύσεως ἐξαλλοιωθείς·

  75. 2.119.1

    τὰ δὲ περίγεια, ὡς ἐδόκει, θαυματουργήσας ἀνέβαινε ταῖς τετολμημέναις ἐπινοίαις συνανάγων ἀσέβειαν ἑαυτῷ καὶ εἰς οὐρανὸν ὁ δύστηνος, ὡς τὰ ἀκίνητα κινήσων καὶ τὸν θεῖον στρατὸν καθαιρήσων, καί, τὸ λεγόμενον, ἀφ’ ἱερᾶς ἤρχετο·

  76. 2.120.1

    τὸν γὰρ ἄριστον τῶν ἐκεῖ, τὸν ἡγεμόνα ἡμέρας ἥλιον, ἐτόξευεν, ὥσπερ οὐκ αὐτὸς ἀφανεῖ βέλει φρενοβλαβείας τιτρωσκόμενος οὐ μόνον διὰ τὸ ἀδυνάτων ἀλλὰ καὶ διὰ τὸ ἀνοσιωτάτων ἔργων ἐρᾶν, ὧν καὶ θάτερον μεγάλη τῷ ἐγχειροῦντι δύσκλεια ἦν.

  77. 2.121.1

    Γερμανῶν δὲ πολυανθρωποτάτην μοῖραν — ἀμπωτίζει δὲ παρ’ αὐτοῖς ἡ θάλαττα — λόγος ἔχει κατὰ τὰς ἐκεῖ παλιρροίας ἐπιδρομὰς ὠθουμένους μετὰ σπουδῆς, ἐπανατεινομένους γυμνὰ τὰ ξίφη, θέοντας ὡς στῖφος πολεμίων τὸ κυματούμενον πέλαγος ὑπαντιάζειν·

  78. 2.122.1

    οὓς ἄξιον μισεῖν μέν, ὅτι ἐναντία ὅπλα δι’ ἀθεότητα κατὰ τῶν ἀδουλώτων τῆς φύσεως αἱρεῖσθαι τολμῶσι μερῶν, χλευάζειν δέ, ὅτι ἀδυνάτοις ἐγχειροῦσιν ὡς δυνατοῖς, νομίζοντες ὡς ζῷον καὶ ὕδωρ κεντεῖσθαι, τιτρώσκεσθαι, κτείνεσθαι δύνασθαι, καὶ πάλιν ἀλγεῖν, δεδιέναι, φόβῳ τῶν ἐπιόντων ἀποδιδράσκειν καὶ ὅσα ψυχῆς πάθη κατά τε ἡδονὰς καὶ ἀλγηδόνας

  79. 2.123.1

    ἀναδέχεσθαι. χθὲς δ’ οὐ πρῴην ἄνδρα τινὰ οἶδα τῶν ἡγεμονικῶν, ὅς, ἐπειδὴ τὴν προστασίαν καὶ ἐπιμέλειαν εἶχεν Αἰγύπτου, τὰ πάτρια κινεῖν ἡμῶν διενοήθη καὶ διαφερόντως τὸν ἁγιώτατον καὶ φρικωδέστατον περὶ τῆς ἑβδόμης ὑπάρχοντα νόμον καταλύειν καὶ ὑπηρετεῖν ἠνάγκαζεν αὐτῷ καὶ τὰ ἄλλα ποιεῖν παρὰ τὸ καθεστὼς ἔθος, νομίζων ἀρχὴν ἔσεσθαι καὶ τῆς περὶ τὰ ἄλλα ἐκδιαιτήσεως καὶ τῆς τῶν ὅλων παραβάσεως, εἰ τὸ ἐπὶ τῇ ἑβδόμῃ πάτριον ἀνελεῖν δυνηθείη.

  80. 2.124.1

    καὶ μήθ’ οὓς ἐβιάζετο ὁρῶν εἴκοντας τοῖς ἐπιτάγμασι μήτε τὴν ἄλλην πληθὺν ἠρεμοῦσαν, ἀλλὰ βαρέως καὶ τραχέως φέρουσαν τὸ πρᾶγμα καὶ ὡς ἐπ’ ἀνδραποδισμῷ καὶ πορθήσει καὶ κατασκαφῇ πατρίδος πενθοῦντάς τε καὶ κατηφοῦντας, ἠξίου λόγῳ διδάσκειν παρανομεῖν, φάσκων·

  81. 2.125.1

    εἰ πολεμίων ἔφοδος αἰφνίδιον γένοιτο ἢ κατακλυσμοῦ φορὰ τοῦ ποταμοῦ ταῖς πλημμύραις παραρρήξαντος τὸ χῶμα ἢ ῥιπὴ πυρὸς ἢ κεραυνία φλὸξ ἢ λιμὸς ἢ λοιμὸς ἢ σεισμὸς ἢ ὅσα ἄλλα κακὰ χειροποίητα καὶ θεήλατα, μεθ’ ἡσυχίας πάσης οἴκοι διατρίψετε;

  82. 2.126.1

    ἢ μετὰ τοῦ συνήθους σχήματος προελεύσεσθε, τὴν μὲν δεξιὰν εἴσω χεῖρα συναγαγόντες, τὴν δὲ ἑτέραν ὑπὸ τῆς ἀμπεχόνης παρὰ ταῖς λαγόσι πήξαντες, ἵνα μηδ’ ἄκοντές τι τῶν εἰς τὸ σωθῆναι παράσχησθε;

  83. 2.127.1

    καὶ καθεδεῖσθε ἐν τοῖς συναγωγίοις ὑμῶν, τὸν εἰωθότα θίασον ἀγείροντες καὶ ἀσφαλῶς τὰς ἱερὰς βίβλους ἀναγινώσκοντες κἂν εἴ τι μὴ τρανὲς εἴη διαπτύσσοντες καὶ τῇ πατρίῳ φιλοσοφίᾳ διὰ μακρηγορίας ἐνευκαιροῦντές τε καὶ ἐνσχολάζοντες;

  84. 2.128.1

    ἀλλὰ γὰρ ἀποσεισάμενοι πάντα ταῦτα πρὸς τὴν ἑαυτῶν καὶ γονέων καὶ τέκνων καὶ τῶν ἄλλων οἰκειοτάτων καὶ φιλτάτων σωμάτων, εἰ δὲ δεῖ τἀληθὲς εἰπεῖν, καὶ κτημάτων καὶ χρημάτων, ὡς μηδὲ ταῦτα ἀφανισθείη, βοήθειαν ἀποδύσεσθε.

  85. 2.129.1

    καὶ μὴν οὗτος αὐτὸς ἐγὼ τὰ λεχθέντα, ἔφη, πάντα εἰμί, τυφώς, πόλεμος, κατακλυσμός, κεραυνός, λιμηρὰ καὶ λοιμώδης νόσος, ὁ τινάττων καὶ κυκῶν τὰ παγίως ἑστῶτα σεισμός, εἱμαρμένης ἀνάγκης οὐκ ὄνομα, ἀλλ’ ἐμφανὴς ἐγγὺς ἑστῶσα δύναμις.

  86. 2.130.1

    τί οὖν τὸν ταῦτα λέγοντα ἢ διανοούμενον αὐτὸ μόνον εἶναι φῶμεν; ἆρ’ οὐκ ἐκτόπιον; ὑπερωκεάνιον μὲν οὖν ἢ μετακόσμιόν τι καινὸν κακόν, εἴ γε τῷ πάντα μακαρίῳ ὁ πάντα βαρυδαίμων ἑαυτὸν ἐξομοιοῦν ἐτόλμησεν.

  87. 2.131.1

    ὑπερθεῖτ’ ἂν οὗτος ἥλιον καὶ σελήνην καὶ τοὺς ἄλλους ἀστέρας βλασφημεῖν, ὁπότε τι τῶν ἐλπισθέντων κατὰ τὰς ἐτησίους ὥρας ἢ μὴ συνόλως ἢ μὴ ῥᾳδίως ἀποβαίνοι, φλογμὸν μὲν θέρους, κρυμὸν δὲ [καὶ] χειμῶνος βαρὺν κατασκήπτοντος, ἔαρος δὲ καὶ μετοπώρου, τοῦ μὲν πρὸς εὐκαρπίαν ἐστειρωμένου, τοῦ δὲ πρὸς νοσημάτων γενέσεις εὐτοκίᾳ χρωμένου;

  88. 2.132.1

    πάντα μὲν οὖν ἀνασείων κάλων ἀχαλίνου στόματος καὶ κακηγόρου γλώττης, ὥσπερ τὸν εἰωθότα δασμὸν οὐκ ἐνεγκόντας τοὺς ἀστέρας αἰτιάσεται, τιμᾶσθαι μονονοὺ καὶ προσκυνεῖσθαι δικαιῶν ὑπὸ τῶν οὐρανίων τἀπίγεια καὶ περιττότερον ἑαυτόν, ὅσῳ καὶ τῶν ἄλλων ἄνθρωπος ὢν διενηνοχέναι ζῴων

  89. 2.133.1

    δοκεῖ. τοιοῦτοι μὲν οἱ κορυφαῖοι τῆς κενῆς ἡμῖν δόξης γράφονται, τοὺς δὲ χορευτὰς ἐν μέρει κατ’ αὐτοὺς ἴδωμεν. οὗτοι μὲν ἐπιβουλεύουσιν ἀεὶ τοῖς ἀσκηταῖς ἀρετῆς· οὓς ὅταν ἴδωσι σπουδάζοντας τὸν αὐτῶν βίον ἀληθείᾳ ἀδόλῳ φαιδρύνειν καὶ ὡς πρὸς σεληνιακὸν ἢ τὸ ἀφ’ ἡλίου καθαρὸν φέγγος αὐγάζειν, ἀπατῶντες ἢ βιαζόμενοι κωλύουσιν, εἰς τὸν ἀσεβῶν ἀνήλιον χῶρον εἰσελαύνοντες, ὃν ἐπέχουσι νὺξ βαθεῖα καὶ σκότος ἀτελεύτητον καὶ εἰδώλων καὶ φασμάτων καὶ ὀνειράτων ἔθνη μυρία, κἀκεῖ καταδύσαντες προσκυνεῖν ὡς δεσπότας ἀναγκάζουσι.

  90. 2.134.1

    τὸν μὲν γὰρ φρονήσεως ἀσκητὴν ὑπολαμβάνομεν ἥλιον, ἐπειδήπερ ὁ μὲν τοῖς σώμασιν, ὁ δὲ τοῖς κατὰ ψυχὴν πράγμασιν ἐμπαρέχει φῶς, τὴν δὲ παιδείαν, ᾗ κέχρηται, σελήνην — ἐν νυκτὶ γὰρ ἡ ἑκατέρας εἱλικρινεστάτη καὶ ὠφελιμωτάτη χρῆσίς ἐστιν —, ἀδελφοὺς δὲ τοὺς παιδείας καὶ ἀσκητικῆς ψυχῆς ὡς ἂν ἐγγόνους ἀστείους λόγους, οὓς πάντας ὀρθὴν ἀτραπὸν εὐθύνοντας τοῦ βίου παλαίσμασι πολυτρόποις καὶ πολυμηχάνοις αὐχενίζοντες ἐκτραχηλίζειν καὶ καταρράττειν ὑποσκελίζοντες οἱ μηδὲν ὑγιὲς μήτε λέγειν μήτε φρονεῖν ἐγνωκότες ἀξιοῦσι.

  91. 2.135.1

    διὸ καὶ ἐπιτιμᾷ τῷ τοιούτῳ τιθασῶς ὁ πατήρ, οὐκ Ἰακώβ, ἀλλ’ ὁ καὶ τούτου πρεσβύτερος ὀρθὸς λόγος φάσκων· „τί τὸ ἐνύπνιον τοῦτο ἐνυπνιάσθης“ (Gen. 37, 10) ;

  92. 2.136.1

    ἀλλ’ οὐκ ἐνύπνιον εἶδες; ἢ ὑπέλαβες, ὅτι τὰ φύσει ἐλεύθερα ἀνθρωπείων ἀνάγκῃ δοῦλα ἔσται καὶ ὑπήκοα τὰ ἄρχοντα καί, τὸ ἔτι παραδοξότερον, οὐκ ἄλλων ὑπήκοα ἀλλὰ τῶν ἀρχομένων, οὐδ’ ἑτέρων δοῦλα ἀλλὰ τῶν δουλευόντων; εἰ μὴ ἄρα κράτει θεοῦ τοῦ μόνου πάντα δυνατοῦ, ᾧ καὶ τὰ ἀκίνητα κινεῖν καὶ τὰ φορούμενα θέμις ἱδρύσασθαι, μεταβολὴ τῶν καθεστώτων γένοιτο πρὸς τἀναντία.

  93. 2.137.1

    ἐπεὶ τίνα ἕξει λόγον τὸ ὀργίζεσθαι καὶ ἐπιτιμᾶν τῷ τὴν καθ’ ὕπνον φαντασίαν ἰδόντι; μὴ γὰρ ἑκὼν εἶδον αὐτήν; ἐρεῖ, τί μοι τὰ τῶν ἐκ προνοίας ἠδικηκότων ἐπάγεις ἐγκλήματα; τὸ προσπεσὸν ἔξωθεν καὶ πλῆξάν μου τὴν διάνοιαν αἰφνίδιον ἄκοντος διηγησάμην.

  94. 2.138.1

    ἀλλὰ γὰρ οὐκ ἔστι περὶ ὀνείρατος ὁ παρὼν λόγος, ἀλλὰ περὶ πραγμάτων ἐοικότων ἐνυπνίοις· ἃ τοῖς μὴ λίαν κεκαθαρμένοις μεγάλα καὶ λαμπρὰ καὶ περιμάχητα εἶναι δοκεῖ, μικρὰ ὄντα καὶ ἀμυδρὰ καὶ χλεύης ἐπάξια παρ’ ἀδεκάστοις ἀληθείας βραβευταῖς.

  95. 2.139.1

    Ἆρ’ οὖν, φησίν, ἐλεύσομαι μὲν ὁ ὀρθὸς λόγος, ἐγώ, ἀφίξεται δὲ καὶ ἡ τοῦ φιλομαθοῦς θιάσου [ψυχὴ] μήτηρ ὁμοῦ καὶ τροφός, ἀρετῶσα παιδεία, συντενοῦσι δὲ καὶ οἱ ἀμφοτέρων ἡμῶν ἔγγονοι καὶ στάντες ἀντικρὺς οὕτω κατὰ στοῖχον ἐν κόσμῳ τὰς χεῖρας ἐξάραντες προσευξώμεθα τῦφον πρότερον ἀφέντες;

  96. 2.140.1

    εἶτα καταβαλόντες ἑαυτοὺς εἰς τὸ ἔδαφος ποτνιᾶσθαι καὶ προσκυνεῖν ἐπιχειρήσωμεν; ἀλλὰ μὴ ἐπιλάμψαι ποτὲ τούτοις γινομένοις ἥλιος, ἐπεὶ βαθὺ μὲν σκότος κακοῖς, τηλαυγὲς δὲ φῶς ἀγαθοῖς ἐφαρμόζει. τί δ’ ἂν γένοιτο μεῖζον κακὸν ἢ τὸν πλαστὸν καὶ φένακα τῦφον ἀντὶ τῆς ἀπλάστου καὶ ἀψευδοῦς ἀτυφίας ἐπαινεῖσθαί τε καὶ θαυμάζεσθαι;

  97. 2.141.1

    παγκάλως δὲ προσδιέσταλται τὸ "διετήρησεν ὁ πατὴρ τὸ ῥῆμα“ (Gen. 37,11)· ψυχῆς γὰρ οὐ νεωτέρας οὐδὲ ἀγόνου καὶ ἐστειρωμένης, ἀλλὰ τῷ ὄντι πρεσβυτέρας καὶ γεννᾶν ἐπισταμένης ἔργον ἐστὶ συζῆν εὐλαβείᾳ καὶ μηδενὸς καταφρονεῖν τὸ παράπαν, ἀλλὰ τὸ ἄδραστον καὶ ἀνίκητον τοῦ θεοῦ κράτος κατεπτηχέναι καὶ περιαθρεῖν ἐν κύκλῳ, τί ἄρα ἀποβήσεται τὸ τέλος αὐτῇ.

  98. 2.142.1

    διὰ τοῦτο καὶ τὴν Μωυσέως ἀδελφὴν — ἐλπὶς δὲ παρ’ ἡμῖν τοῖς ἀλληγορικοῖς ὀνομάζεται — φασὶν ἀποσκοπεῖν μακρόθεν (Exod. 2, 4) οἱ χρησμοί, πρὸς τὸ τοῦ βίου δήπου τέλος ἐμβλέπουσαν, ἵνα αἴσιον ἀπαντήσῃ, τοῦ τελεσφόρου καταπέμψαντος αὐτὸ ἄνωθεν ἀπ’ οὐρανοῦ.

  99. 2.143.1

    πολλοὶ γὰρ πολλάκις ἄπλωτα πελάγη διαβαλόντες καὶ μακρὸν πλοῦν οὐρίοις πνεύμασιν ἀκίνδυνοι παραπεμφθέντες ἐν αὐτοῖς λιμέσιν ἐξαίφνης ἐναυάγησαν, μέλλοντες ἤδη προσορμίζεσθαι.

  100. 2.144.1

    μυρίοι δὲ καὶ βαρεῖς καὶ πολυετεῖς πολέμους ἀνὰ κράτος ἑλόντες καὶ ἄτρωτοι διατελέσαντες, ὡς μηδ’ ἐπιφάνειαν ἄκραν νυχθῆναι, ἀλλ’ ὥσπερ ἐκ πανηγύρεως κοινοδήμου καὶ δημοτελοῦς ἑορτῆς τελεῖν * * * ὁλοκλήροις καὶ παντελέσι, μεθ’ ἱλαρᾶς ἐπιστρέψαντες εὐθυμίας ἐν ταῖς ἰδίαις ὑφ’ ὧν ἥκιστ’ ἐχρῆν ἐπεβουλεύθησαν οἰκίαις, τὸ λεγόμενον τοῦτο, „βόες ἐπὶ φάτνῃ“ σφαγέντες.

← Previous · Next → — showing 301400 of 558

First Thousand Years of Greek. CTS URN tlg0018.tlg019.1st1K-grc1. Via the Perseus Digital Library / Open Greek and Latin TEI corpora. Licence: Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License. Source.